Βαρλαάμ καί Ἰωάσαφ
- Scientific editors
- George Ratcliffe Woodward, Harold Mattingly
- Edition reference
- Barlaam and Ioasaph · London · William Heinemann · 1914
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg066.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΠΡΟΟΙΜΙΟΝ
Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος· τὸ δὲ Πνεύματος ἁγίου ἀξιωθῆναι καὶ υἱοὺς Θεοῦ γενέσθαι Nazianz. Orat. de Athanas., 386, 34 τῶν ὀρεκτῶν ὑπάρχει τὸ ἔσχατον, καὶ οὗ γενομένοις μένοις πάσης θεωρίας ἀνάπαυσις, καθὼς γέγραπται. τῆς οὖν ὑπερφυοῦς ταύτης καὶ τῶν ἐφετῶν ἀκροτάτης μακαριότητος ἠξιώθησαν ἐπιτυχεῖν οἱ ἀπ’ αἰῶνος ἅγιοι διὰ τῆς τῶν ἀρετῶν ἐργασίας· οἱ Heb. xii. 4 μὲν μαρτυρικῶς ἀθλήσαντες καὶ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαταστάντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ τὴν στενὴν βαδίσαντες Mat. vii. 14 ὁδόν, καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι. ὧν τὰς ἀριστείας καὶ τὰ κατορθώματα,
τῶν τε δι’ Luke xiii. 32 αἵματος τελειωθέντων καὶ τῶν δι’ ἀσκήσεως τὴν ἀγγελικὴν πολιτείαν μιμησαμένων, γραφῇ παραδιδόναι, καὶ ἀρετῆς ὑπόδειγμα ταῖς μετέπειτα παραπέμπειν γενεαῖς, ἐκ τῶν θεηγόρων Ἀποστόλων καὶ μακαρίων Πατέρων ἡ τοῦ Χριστοῦ παρείληφεν Ἐκκλησία, ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν τοῦτο νομοθετησάντων. ἡ γὰρ πρὸς ἀρετὴν φέρουσα ὁδὸς τραχεῖά τίς ἐστι καὶ ἀνάντης καὶ μάλιστα τοῖς μήπω μεταθεμένοις ὅλους ἑαυτοὺς ἐπὶ τὸν Κύριον, ἀλλ’ ἐκ τῆς τῶν παθῶν τυραννίδος ἔτι πολεμουμένοις. διὰ τοῦτο καὶ πολλῶν δεόμεθα τῶν πρὸς αὐτὴν παρακαλούντων ἡμᾶς, τοῦτο μὲν παραινέσεων, τοῦτο δὲ καὶ βίων ἱστορίας τῶν ἐκείνην προωδευκότων, ὃ καὶ μᾶλλον ἀλύπως ἐφέλκεται πρὸς αὐτὴν καὶ μὴ ἀπογινώσκειν παρασκευάζει τῆς πορείας τὸ δύσκολον. ἐπεὶ καὶ τῷ μέλλοντι βαδίζειν ὁδὸν δύσπορον καὶ τραχεῖαν παραινῶν μέν τις καὶ προτρεπόμενος ἧττον πείσειεν· ὑποδεικνύων δὲ πολλοὺς αὐτὴν ἤδη διελθόντας, εἶτα κἀν τῷ τέλει καλῶς καταλύσαντας, οὕτω πείσειε μᾶλλον καὶ αὐτὸν ἂν τῆς Gal. vi. 16; Phil. iii. 16 πορείας ἅψασθαι. τούτῳ οὖν ἐγὼ στοιχῶν τῷ κανόνι, ἄλλως δὲ καὶ τὸν ἐπηρτημένον τῷ δούλῳ κίνδυνον ὑφορώμενος, ὅς, λαβὼν παρὰ τοῦ δεσπότου Mat. xxv. 24 τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξε καὶ τὸ δοθὲν πρὸς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον,
ἐξήγησιν ψυχωφελῆ ἕως ἐμοῦ καταντήσασαν οὐδαμῶς σιωπήσομαι· ἥνπερ μοι ἀφηγήσαντο ἄνδρες εὐλαβεῖς τῆς ἐνδοτέρας τῶν Αἰθιόπων χώρας, οὕστινας Ἰνδοὺς οἶδεν ὁ λόγος καλεῖν, ἐξ ὑπομνημάτων ταύτην ἀψευδῶν μεταφράσαντες, ἔχει δὲ οὕτως.
Chapter 1
Ἡ τῶν Ἰνδῶν λεγομένη χώρα πόρρω μὲν διάκειται τῆς Αἰγύπτου, μεγάλη οὖσα καὶ πολυάνθρωπος· περικλύζεται δὲ θαλάσσαις καὶ ναυσιπόροις πελάγεσι τῷ κατ’ Αἴγυπτον μέρει· ἐκ δὲ τῆς ἠπείρου προσεγγίζει τοῖς ὁρίοις Περσίδος, ἥτις πάλαι μὲν τῷ τῆς εἰδωλομανίας ἐμελαίνετο ζόφῳ, εἰς ἄκρον ἐκβεβαρβαρωμένη καὶ ταῖς ἀθέσμοις ἐκδεδιῃτημένη τῶν πράξεων. ὅτε δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ὁ ὢν εἰς τὸν κόλπον John 1. 18 τοῦ Πατρός, τὸ ἑαυτοῦ πλάσμα μὴ φέρων ὁρᾶν ἁμαρτίᾳ δουλούμενον, τοῖς οἰκείοις περὶ τοῦτο σπλάγχνοις ἐπικαμφθείς, ὤφθη καθ’ ἡμᾶς ἁμαρτίας Baruch iii. 37; John I. 14; Heb. iv. 15; Luke i. 27, 42 τίας χωρίς, καί, τὸν τοῦ Πατρὸς θρόνον μὴ ἀπολιπών, Παρθένον ᾤκησε δι’ ἡμᾶς, ἵν’ ἡμεῖς κατοικήσωμεν τοὺς οὐρανούς, τοῦ τε παλαιοῦ πτώματος ἀνακληθῶμεν, καὶ τῆς ἁμαρτίας ἀπαλλαγῶμεν, τὴν προτέραν υἱοθεσίαν ἀπολαβόντες,
καί, πᾶσαν μὲν τὴν διὰ σαρκὸς ὑπὲρ ἡμῶν τελέσας οἰκονομίαν, σταυρόν τε καὶ θάνατον καταδεξάμενος καὶ τοῖς ἐπουρανίοις παραδόξως ἑνοποιήσας τὰ ἐπίγεια, ἀναστὰς δὲ ἐκ νεκρῶν καὶ Mk. xvi. 19 μετὰ δόξης εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ ἐν δεξιᾷ Heb. i. 3 τῆς τοῦ Πατρὸς μεγαλωσύνης καθίσας, τὸ παράκλητον Πνεῦμα τοῖς αὐτόπταις αὐτοῦ καὶ μύσταις, κατὰ τὴν ἐπαγγελίαν, ἐν εἴδει γλωσσῶν πυρίνων Acts ii. 3 ἐξαπέστειλε, καὶ ἔπεμψεν αὐτοὺς εἰς πάντα τὰ Mat. iv. 16 ἔθνη φωτίσαι τοὺς ἐν σκότει τῆς ἀγνοίας καθημένους, Mat. xxviii; Mk. xvi καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ὡς ἐντεῦθεν τοὺς μὲν αὐτῶν τὰς ἑῴας λήξεις, τοὺς δὲ τὰς ἑσπερίους λαχόντας περιέρχεσθαι, βόρειά τε καὶ νότια διαθέειν κλίματα, τὸ προστεταγμένον αὐτοῖς πληροῦντας, διάγγελμα τότε καὶ ὁ ἱερώτατος Θωμᾶς, εἷς ὑπάρχων τῆς δωδεκαρίθμου Acts i. 13 φάλαγγος τῶν μαθητῶν τοῦ Χριστοῦ, πρὸς τὴν τῶν Ἰνδῶν ἐξεπέμπετο, κηρύττων αὐτοῖς τὸ σωτήριον Mk. xvi. 20 κήρυγμα.
τοῦ Κυρίου δὲ συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων Eus. H.E., i. 13; iii. 1 σημείων, τὸ μὲν τῆς δεισιδαιμονίας ἀπηλάθη σκότος καί, τῶν εἰδωλικῶν σπονδῶν τε καὶ Socr. H.E., i. 19; iv. 18 βδελυγμάτων ἀπαλλαγέντες, τῇ ἀπλανεῖ προσετέθησαν πίστει, καί, οὕτω ταῖς ἀποστολικαῖς μεταπλασθέντες χερσί, Χριστῷ διὰ τοῦ βαπτίσματος ᾠκειώθησαν, καί, ταῖς κατὰ μέρος προσθήκαις αὐξανόμενοι, προέκοπτον ἐν τῇ ἀμωμήτῳ πίστει, ἐκκλησίας τε ἀνὰ πάσας ᾠκοδόμουν τὰς χώρας. Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ ἤρξατο μοναστήρια συνίστασθαι καὶ τὰ τῶν μοναχῶν ἀθροίζεσθαι πλήθη, καὶ τῆς ἐκείνων ἀρετῆς καὶ ἀγγελομιμήτου Ps. xix. 4 διαγωγῆς ἡ φήμη τὰ πέρατα διελάμβανε τῆς οἰκουμένης, καὶ εἰς Ἰνδοὺς ἧκε, πρὸς τὸν ὅμοιον ζῆλον καὶ τούτους διήγειρεν, ὡς πολλοὺς αὐτῶν, πάντα καταλιπόντας, καταλαβεῖν τὰς ἐρήμους καὶ ἐν σώματι θνητῷ τὴν πολιτείαν ἀνειληφέναι τῶν ἀσωμάτων.
οὕτω καλῶς ἐχόντων τῶν πραγμάτων, καὶ χρυσαῖς πτέρυξι, τὸ δὴ λεγόμενον, εἰς οὐρανοὺς πολλῶν ἀνιπταμένων, ἀνίσταταί τις βασιλεὺς ἐν τῇ αὐτῇ χώρᾳ, Ἀβεννὴρ τοὔνομα, μέγας μὲν γενόμενος πλούτῳ καὶ δυναστείᾳ καὶ τῇ κατὰ τῶν ἀντικειμένων νίκῃ, γενναῖός τε ἐν πολέμοις, καὶ μεγέθει σώματος ἅμα δὲ καὶ προσώπου ὡραιότητι σεμνυνόμενος, πᾶσί τε τοῖς κοσμικοῖς καὶ θᾶττον μαραινομένοις προτερήμασιν ἐγκαυχώμενος· κατὰ ψυχὴν δὲ ἐσχάτῃ πιεζόμενος πτωχείᾳ καὶ πολλοῖς κακοῖς συμπνιγόμενος, τῆς ἑλληνικῆς ὑπάρχων μοίρας, καὶ σφόδρα περὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων ἐπτοημένος. πολλῇ δὲ συζῶν οὗτος τρυφῇ καὶ ἀπολαύσει τῶν ἡδέων καὶ τερπνῶν τοῦ βίου, καὶ ἐν οὐδενὶ τῶν θελημάτων καὶ ἐπιθυμιῶν αὐτοῦ ἀποστερούμενος, ἓν εἶχε τὸ τὴν εὐφροσύνην αὐτῷ ἐγκόπτον καὶ μερίμναις αὐτοῦ βάλλον τὴν ψυχήν, τὸ τῆς ἀτεκνίας κακόν. ἔρημος γὰρ ὑπάρχων παίδων, διὰ φροντίδος εἶχε πολλῆς ὅπως, τοῦ τοιούτου λυθεὶς δεσμοῦ, τέκνων κληθείη πατήρ, πρᾶγμα τοῖς πολλοῖς εὐκταιότατον. τοιοῦτος μὲν ὁ βασιλεύς, καὶ οὕτως ἔχων τῆς γνώμης. Τὸ δὲ εὐκλεέστατον γένος τῶν χριστιανῶν καὶ τὰ τῶν μοναχῶν πλήθη παρ’ οὐδὲν θέμενοι τὸ τοῦ βασιλέως σέβας, καὶ τὴν αὐτοῦ μὴ δεδοικότες ὅλως ἀπειλήν, προέκοπτον τῇ τοῦ Χριστοῦ χάριτι, εἰς λόγου κρείττονα πληθὺν ἐπιδιδόντες, καὶ βραχὺν μὲν ποιούμενοι τοῦ βασιλέως λόγον, τῶν δὲ πρὸς θεραπείαν φερόντων Θεοῦ διαφερόντως ἐχόμενοι. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν μοναδικὴν ἐπανῃρημένων τάξιν, πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνὰ διέπτυον, πρὸς ἓν δὲ μόνον τοῦτο εἶχον ἐρωτικῶς, τὴν εὐσέβειαν, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδίψων, καὶ τῆς ἐκεῖθεν ὠρέγοντο μακαριότητος.
ἐκήρυττον οὖν, οὐ φόβῳ τινὶ καὶ ὑποστολῇ, ἀλλὰ καὶ λίαν εὐπαρρησιάστως τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα, καὶ οὐδὲν ὅ τι μὴ Χριστὸς αὐτοῖς διὰ στόματος ἦν, τήν τε ῥευστὴν καὶ εὐμάραντον φύσιν τῶν παρόντων καὶ τὸ πάγιον καὶ ἄφθαρτον τῆς μελλούσης ζωῆς φανερῶς πᾶσιν ὑπεδείκνυον, καὶ οἱονεὶ ἀφορμὰς παρεῖχον καὶ σπέρματα πρὸς τὸ οἰκείους γενέσθαι Col. iii. 3 Θεῷ καὶ τῆς ἐν Χριστῷ κρυπτομένης ἀξιωθῆναι ζωῆς. ἐντεῦθεν πολλοί, τῆς ἡδίστης ἐκείνης διδασκαλίας ἀπολαύοντες, τοῦ μὲν πικροῦ τῆς ἀπάτης ἀφίσταντο σκότους, τῷ δὲ γλυκεῖ τῆς ἀληθείας φωτὶ προσετίθεντο· ὡς καί τινας τῶν ἐνδόξων καὶ τῆς συγκλήτου βουλῆς πάντα ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη καὶ λοιπὸν γίνεσθαι μοναχούς. Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, ὀργῆς ὅτι πλείστης πληρωθεὶς καὶ τῷ θυμῷ ὑπερζέσας, δόγμα αὐτίκα ἐξέθετο, πάντα Χριστιανὸν βιάζεσθαι τοῦ ἐξόμνυσθαι τὴν εὐσέβειαν. ὅθεν καινὰ μὲν κατ’ αὐτῶν εἴδη βασάνων ἐπενόει καὶ ἐπετήδευε, καινοὺς δὲ τρόπους θανάτων ἠπείλει. καὶ γράμματα κατὰ πᾶσαν τὴν ὑποτελῆ αὐτῷ χώραν ἐπέμπετο ἄρχουσι καὶ ἡγεμόσι, τιμωρίας κατὰ τῶν εὐσεβῶν καὶ σφαγὰς ἀδίκους ἀποφαινόμενα. ἐξαιρέτως δὲ κατὰ τῶν τοῦ μοναδικοῦ σχήματος λογάδων θυμομαχῶν, ἄσπονδον ἤγειρε τὸν πρὸς αὐτοὺς καὶ ἀκήρυκτον πόλεμον.
ταύτῃ τοι καὶ πολλοὶ μὲν τῶν πιστῶν τὴν διάνοιαν ἀνεσαλεύοντο, ἄλλοι δέ, τὰς βασάνους μὴ δυνηθέντες ὑπενεγκεῖν, τῷ ἀθεμίτῳ αὐτοῦ εἶκον προστάγματι. οἱ δὲ τοῦ μοναχικοῦ τάγματος ἡγεμόνες καὶ ἀρχηγοί, οἱ μέν, ἐλέγχοντες αὐτοῦ τὴν ἀνομίαν, τὸ διὰ μαρτυρίου ὑπήνεγκαν τέλος καὶ τῆς ἀλήκτου ἐπέτυχον μακαριότητος· οἱ δὲ ἐν ἐρημίαις καὶ ὄρεσιν ἀπεκρύπτοντο, οὐ δέει τῶν Mat. x. 23 ἠπειλημένων βασάνων, ἀλλ’ οἰκονομίᾳ τινὶ θειοτέρᾳ.
Chapter 2
Τῆς τοιαύτης οὖν σκοτομήνης τὴν τῶν Ἰνδῶν καταλαβούσης, καὶ τῶν μὲν πιστῶν πάντοθεν ἐλαυνομένων, τῶν δὲ τῆς ἀσεβείας ὑπασπιστῶν κρατυνομένων, αἵμασί τε καὶ κνίσαις τῶν θυσιῶν καὶ αὐτοῦ δὴ τοῦ ἀέρος μολυνομένου, εἷς τῶν τοῦ βασιλέως, ἀρχισατράπης τὴν ἀξίαν, ψυχῆς παραστήματι, μεγέθει τε καὶ κάλλει, καὶ πᾶσιν ἄλλοις, οἷς ὥρα σώματος καὶ γενναιότης ψυχῆς ἀνδρείας χαρακτηρίζεσθαι πέφυκε, τῶν ἄλλων ἐτύγχανε διαφέρων. τὸ ἀσεβὲς οὖν ἐκεῖνο πρόσταγμα ἀκούσας οὗτος, χαίρειν εἰπὼν τῇ ματαίᾳ ταύτῃ καὶ κάτω συρομένῃ δόξῃ τε καὶ τρυφῇ, ταῖς τῶν μοναχῶν λογάσιν ἑαυτὸν ἐγκατέμιξεν, ὑπερόριος γενόμενος ἐν ἐρήμοις τόποις, νηστείαις τε καὶ ἀγρυπνίαις καὶ τῇ τῶν θείων λογίων ἐπιμελεῖ μελέτῃ τὰς αἰσθήσεις ἄριστα ἐκκαθάρας, καὶ τὴν ψυχήν, πάσης ἀπαλλάξας ἐμπαθοῦς σχέσεως, τῷ τῆς ἀπαθείας φωτὶ κατελάμπρυνεν.
ὁ δὲ βασιλεύς, πάνυ τοῦτον φιλῶν καὶ διὰ τιμῆς ἄγων, ὡς ἤκουσε ταῦτα, ἤλγησε μὲν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ φίλου στερήσει, ἐξεκαύθη δὲ πλέον τῇ κατὰ τῶν μοναζόντων ὀργῇ. καὶ δὴ κατὰ ζήτησιν αὐτοῦ πανταχοῦ ἀποστείλας, καὶ πάντα λίθον κινήσας, τὸ τοῦ λόγου, ὥστε τοῦτον ἐφευρεῖν, μετὰ οὖν χρόνον ἱκανὸν οἱ εἰς ἐπιζήτησιν αὐτοῦ πεμφθέντες, ὡς ἤσθοντο ἐν ἐρήμοις αὐτὸν τὰς οἰκήσεις ἔχοντα, διερευνήσαντες καὶ συλλαβόμενοι, τῷ τοῦ βασιλέως παρέστησαν βήματι. ἰδὼν δὲ αὐτὸν ἐν οὕτω πενιχρᾷ καὶ τραχυτάτῃ ἐσθῆτι τὸν λαμπροῖς ποτε ἱματίοις ἠμφιεσμένον, καὶ τὸν πολλῇ συζῶντα τρυφῇ τεταριχευμένον τῇ σκληρᾷ τῆς ἀσκήσεως ἀγωγῇ, καὶ τοῦ ἐρημικοῦ βίου ἐναργῶς περικείμενον τὰ γνωρίσματα, λύπης ὁμοῦ καὶ ὀργῆς ἐπεπλήρωτο, καί, ἐξ ἀμφοῖν τὸν λόγον κεράσας, ἔφη πρὸς αὐτόν· Ὦ ἀνόητε καὶ φρενοβλαβές, τίνος χάριν ἀντηλλάξω τῆς τιμῆς αἰσχύνην, καὶ τῆς λαμπρᾶς δόξης τὴν ἀσχήμονα ταύτην ἰδέαν; ὁ πρόεδρος τῆς ἐμῆς βασιλείας καὶ ἀρχιστράτηγος τῆς ἐμῆς δυναστείας, παίγνιον μειρακίων σεαυτὸν καταστήσας, οὐ μόνον τῆς ἡμετέρας φιλίας καὶ παρρησίας μακρὰν λήθην πεποιηκώς, ἀλλὰ καὶ αὐτῆς κατεξαναστὰς τῆς φύσεως, καὶ μηδὲ τῶν ἰδίων τέκνων οἶκτον λαβών, πλοῦτόν τε καὶ πᾶσαν τὴν τοῦ βίου περιφάνειαν εἰς οὐδὲν λογισάμενος,
τὴν τοσαύτην ἀδοξίαν τῆς περιβλέπτου προέκρινας δόξης, ἵνα τί σοι γένηται; καὶ τί ἐντεῦθεν κερδήσεις, ὅτι πάντων θεῶν τε καὶ ἀνθρώπων τὸν λεγόμενον προτετίμηκας Ἰησοῦν, καὶ τὴν σκληρὰν ταύτην καὶ δυσείμονα ἀγωγὴν τῶν ἡδέων καὶ ἀπολαυστικῶν τοῦ γλυκυτάτου βίου; Τούτων ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκεῖνος, χαριέντως ἅμα καὶ ὁμαλῶς ἀπεκρίνατο· Εἰ λόγον πρός με συνᾶραι θέλεις, ὦ βασιλεῦ, τοὺς ἐχθρούς σου ἐκ μέσου τοῦ δικαστηρίου ποίησον, καὶ τηνικαῦτα ἀποκρινοῦμαί σοι περὶ ὧν ἂν ζητήσῃς μαθεῖν· ἐκείνων γὰρ συμπαρόντων σοι, οὐδεὶς ἐμοὶ πρός σε λόγος. ἐκτὸς δὲ λόγου τιμώρει, σφάττε, ποίει ὃ θέλεις· ἐμοὶ γὰρ ὁ κόσμος ἐσταύρωται, Gal. vi. 14 κἀγὼ τῷ κόσμῳ, φησὶν ὁ θεῖος καὶ ἐμὸς διδάσκαλος. τοῦ δὲ βασιλέως εἰπόντος, Καὶ τίνες οἱ ἐχθροὶ οὗτοι, οὓς ἐκ μέσου ποιῆσαί με προστάσσεις; φησὶν ὁ θεῖος ἀνήρ· Ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· ταῦτα γὰρ ἐξ ἀρχῆς μὲν συνεργοὶ τῆς φύσεως ὑπὸ τοῦ δημιουργοῦ παρήχθησαν, καὶ νῦν ὡσαύτως Rom. viii. 4 ἔχουσι τοῖς μὴ κατὰ σάρκα πολιτευομένοις, ἀλλὰ κατὰ πνεῦμα· ἐν ὑμῖν δέ, οἵτινες τὸ ὅλον ἐστὲ σάρκες, μηδὲν ἔχοντες τοῦ πνεύματος, ἀντίδικοι γεγόνασι, καὶ τὰ τῶν ἐχθρῶν καὶ πολεμίων διαπράττονται. ἡ γὰρ ἐπιθυμία ἐν ὑμῖν, ἐνεργουμένη μέν,
ἡδονὴν ἐγείρει, καταργουμένη δέ, θυμόν. ἀπέστω οὖν ταῦτα σήμερον ἀπὸ σοῦ, προκαθεζέσθωσαν δὲ εἰς ἀκρόασιν τῶν λεγομένων καὶ κρίσιν ἡ φρόνησις καὶ ἡ δικαιοσύνη. εἰ γὰρ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐκ μέσου ποιήσεις, ἀντεισάξεις δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην, φιλαλήθως πάντα λέξω σοι. πρὸς ταῦτα ὁ βασιλεὺς ἔφη· Ἰδού, εἴξας σου τῇ ἀξιώσει, ἐκβαλῶ τοῦ συνεδρίου τήν τε ἐπιθυμίαν καὶ τὸν θυμόν, μεσάζειν δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην ποιήσω. λέγε μοι λοιπὸν ἀδεῶς πόθεν σοι ἡ τοσαύτη ἐγένετο πλάνη, καὶ τὸ προτιμᾶν τὰ ἐν κεναῖς ἐλπίσι τῶν ἐν χερσὶ βλεπομένων. Ἀποκριθεὶς δὲ ὁ ἐρημίτης εἶπεν· Εἰ τὴν ἀρχὴν ζητεῖς, ὦ βασιλεῦ, πόθεν μοι γέγονε τῶν προσκαίρων μὲν ὑπεριδεῖν, ὅλον δὲ ἐμαυτὸν ταῖς αἰωνίοις ἐπιδοῦναι ἐλπίσιν, ἄκουσον. ἐν ἡμέραις ἀρχαίαις, ἔτι κομιδῇ νέος ὑπάρχων, ἤκουσά τι ῥῆμα ἀγαθὸν καὶ σωτήριον, καί με κατ’ ἄκρας ἡ τούτου δύναμις εἷλε, καί, ὥσπερ τις θεῖος σπόρος, ἡ τούτου μνήμη, τῇ ἐμῇ φυτευθεῖσα καρδίᾳ, ἀχώριστος εἰς ἀεὶ διετηρήθη ὡς καὶ ῥιζωθῆναι, καὶ ἐκβλαστῆσαι, καὶ ὃν ὁρᾷς καρπὸν ἐνεγκεῖν ἐν ἐμοί. ἡ δὲ τοῦ ῥήματος 1 Cor. l. 28 δύναμις τοιαύτη τις ἦν· Ἔδοξε, φησί, τοῖς ἀνοήτοις τῶν ὄντων μὲν καταφρονεῖν ὡς μὴ ὄντων, τῶν μὴ ὄντων δὲ ὡς ὄντων ἀντέχεσθαί τε καὶ περιέχεσθαι· ὁ μὴ γευσάμενος οὖν τῆς τῶν ὄντων γλυκύτητος, οὐ δυνήσεται τῶν μὴ ὄντων καταμαθεῖν τὴν φύσιν· μὴ καταμαθὼν δέ, πῶς αὐτῶν ὑπερόψεται; ὄντα μὲν οὖν ἐκάλεσεν ὁ λόγος τὰ αἰώνια καὶ μὴ σαλευόμενα μὴ ὄντα δὲ τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὴν ψευδομένην εὐημερίαν· οἷς, ὦ βασιλεῦ, κακῶς φεῦ, ἡ σὴ προσήλωται καρδία.
κἀγὼ δέ ποτε τούτων ἀντειχόμην· ἀλλ’ ἡ τοῦ ῥήματος δύναμις, νύττουσά μου τὴν ψυχὴν ἀδιαλείπτως, ἐξήγειρε τὸν ἡγεμόνα νοῦν εἰς ἐκλογὴν τοῦ κρείττονος· Rom. vii. 25 ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός μου, καὶ ὥς τισι σιδηροπέδαις δεσμῶν με, τῇ προσπαθείᾳ τῶν παρόντων αἰχμάλωτον κατεῖχεν. Tit. iii. 4 Ὅτε δὲ εὐδόκησεν ἡ χρηστότης καὶ ἀγαθοσύνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐξελέσθαι με τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας, ἐνίσχυσέ μου τὸν νοῦν περιγενέσθαι τοῦ νόμου τῆς ἁμαρτίας, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς διακρίνειν τὸ φαῦλον ἀπὸ τοῦ κρείττονος. τότε δή, τότε κατενόησα Eccles. i. 14 καὶ εἶδον, καὶ ἰδοὺ πάντα τὰ παρόντα ματαιότης καὶ προαίρεσις πνεύματος, καθά που καὶ Σολομῶν ὁ σοφώτατος ἐν τοῖς αὐτοῦ ἔφη 2 Cor. iii. 15 συγγράμμασι· τότε περιῃρέθη τῆς καρδίας μου τὸ κάλυμμα τῆς ἁμαρτίας, καὶ ἡ ἐκ σωματικῆς παχύτητος ἐπικειμένη τῇ ψυχῇ μου ἀμαύρωσις διεσκεδάσθη, καὶ ἔγνων εἰς ὃ γέγονα καὶ ὅτι δεῖ με πρὸς τὸν δημιουργὸν ἀναβῆναι, διὰ τῆς τῶν ἐντολῶν ἐργασίας.
ὅθεν, πάντα καταλιπών, αὐτῷ ἠκολούθησα καὶ εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅτι ἐρύσατό Ex. i. 14 με τοῦ πηλοῦ καὶ τῆς πλινθείας, καὶ τοῦ ἀπηνοῦς Eph. vi. 12 καὶ ὀλεθρίου ἄρχοντος τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ ἔδειξέ μοι ὁδὸν σύντομον καὶ ῥᾳδίαν, 2 Cor. iv. 7 δι’ ἧς δυνήσομαι ἐν τῷ ὀστρακίνῳ τούτῳ σώματι τὴν ἀγγελικὴν ἀσπάσασθαι πολιτείαν, ἥνπερ Mat. vii. 14 φθάσαι ζητῶν, τὴν στενὴν καὶ τεθλιμμένην εἱλόμην βαδίζειν ὁδόν, πάνυ καταγνοὺς τῆς τῶν παρόντων ματαιότητος καὶ τῆς ἀστάτου φορᾶς Eccles. ii. 2 τούτων καὶ περιφορᾶς, καὶ μὴ πειθόμενος ἄλλο τι καλὸν ὀνομάζειν πρὸ τοῦ ὄντος καλοῦ, οὗπερ σὺ ἐλεεινῶς, ὦ βασιλεῦ, διερράγης τε καὶ διέστης. ὅθεν καὶ ἡμεῖς διέστημέν σου καὶ διῃρέθημεν, διὰ τὸ εἰς σαφῆ καὶ ὡμολογημένην σέ τε καταπίπτειν ἀπώλειαν καὶ πρὸς ἴσον κατενεχθῆναι καὶ ἡμᾶς κίνδυνον ἀναγκάζειν.
ἕως μὲν γὰρ περὶ μόνην τὴν κοσμικὴν στρατείαν ἐξηταζόμεθα, οὐδὲν τῶν δεόντων ἡμεῖς ἐνελίπομεν· μαρτυρήσεις μοι καὶ αὐτὸς ὅτιπερ οὐδὲ ῥᾳθυμίαν τινὰ οὐδὲ ἀμέλειάν ποτε ἐνεκλήθημεν. Ἐπεὶ δὲ καὶ αὐτὸ τῶν καλῶν τὸ κεφάλαιον ἀφελέσθαι ἐφιλονείκησας ἡμᾶς, τὴν εὐσέβειαν, καὶ τὸν Θεὸν ζημιῶσαι τὴν ἐσχάτην ταύτην ζημίαν, τιμῶν τε διὰ τοῦτο καὶ φιλοτιμίας ἀναμιμνήσκεις, πῶς οὐκ ἀμαθῶς ἔχειν σε τοῦ καλοῦ δικαίως ἂν εἴποιμι, ὅτι καὶ παραβάλλεις ὅλως αὐτὰ πρὸς ἄλληλα, εὐσέβειάν φημι πρὸς τὸν Θεὸν καὶ φιλίαν ἀνθρωπίνην καὶ δόξαν τὴν ἴσα παραρρέουσαν ὕδατι; πῶς δέ σοι καὶ κοινωνοὶ ἐσόμεθα ἐπὶ τούτῳ, καὶ οὐχί, τοὐναντίον, καὶ φιλίαν, καὶ τιμήν, και στοργὴν τέκνων καὶ εἴ τι ἄλλο μεῖζον ἦν, ἀρνησόμεθα; ὁρῶντές σε μᾶλλον, ὦ βασιλεῦ, ἀγνωμονοῦντα πρὸς τὸν Θεόν, τὸν καὶ αὐτό σοι τὸ εἶναι καὶ τὸ ἀναπνεῖν παρεχόμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ὁ Κύριος τῶν ἁπάντων, ὃς συνάναρχος ὢν καὶ συναΐδιος τῷ Πατρὶ καὶ τοὺς οὐρανοὺς τῷ λόγῳ καὶ τὴν γῆν ὑποστήσας, τὸν Ps. cxix. 73 ἄνθρωπόν τε χερσὶν οἰκείαις ἐδημιούργησε καὶ ἀθανασίᾳ τοῦτον ἐτίμησε, καὶ βασιλέα τῶν ἐπὶ γῆς κατεστήσατο, καθάπερ τινὰ βασίλεια τὸ κάλλιστον ἁπάντων ἀποτάξας αὐτῷ, τὸν παράδεισον.
Wisd. ii. 24 ὁ δέ, φθόνῳ κλαπεὶς καὶ ἡδονῇ ʽφεῦ μοἰ δελεασθείς, ἀθλίως τούτων ἐξέπεσε πάντων· καὶ ὁ πρὶν ζηλωτὸς ἐλεεινὸς ὡρᾶτο καὶ δακρύων διὰ John i. 1-3 τὴν συμφορὰν ἄξιος. ὁ πλάσας τοίνυν ἡμᾶς καὶ δημιουργήσας φιλανθρώποις πάλιν ἰδὼν ὀφθαλμοῖς τὸ τῶν οἰκείων χειρῶν ἔργον, τὸ Θεὸς εἶναι μὴ μεταβαλών, ὅπερ ἦν ἀπ’ ἀρχῆς, ἐγένετο δι᾽ Cp. Heb. iv. 15 ἡμᾶς ἀναμαρτήτως ὅπερ ἡμεῖς, καὶ σταυρὸν ἑκουσίως καὶ θάνατον ὑπομείνας, τὸν ἄνωθεν τῷ ἡμετέρῳ γένει βασκαίνοντα κατέβαλε πολέμιον, καί, ἡμᾶς τῆς πικρᾶς ἐκείνης αἰχμαλωσίας ἀνασωσάμενος, τὴν προτέραν ἀπέδωκε φιλαγάθως ἐλευθερίαν, καί, ὅθεν διὰ τὴν παρακοὴν ἐκπεπτώκαμεν, ἐκεῖ πᾶλιν διὰ φιλανθρωπίαν ἡμᾶς ἐπανήγαγε, μείζονος ἡμᾶς ἢ πρότερον τιμῆς ἀξιώσας. Τὸν δὴ τοιαῦτα δι’ ἡμᾶς παθόντα καὶ τοιούτων ἡμᾶς πάλιν καταξιώσαντα, τοῦτον αὐτὸς ἀθετεῖς καὶ εἰς τὸν ἐκείνου σταυρὸν ἀποσκώπτεις; ὅλος δὲ τῇ τρυφῇ τοῦ σώματος καὶ τοῖς ὀλεθρίοις προσηλωμένος πάθεσι, θεοὺς ἀναγορεύεις τὰ τῆς ἀτιμίας καὶ αἰσχύνης εἴδωλα; οὐ μόνον σεαυτὸν τῆς τῶν οὐρανίων ἀγαθῶν συναφείας ἀλλότριον κατεσκεύασας, ἀλλὰ καὶ πάντας τοὺς πειθομένους τοῖς σοῖς προστάγμασι ταύτης ἤδη ἀπέρρηξας,
καὶ ψυχικῷ κινδύνῳ παρέδωκας. ἴσθι τοίνυν ὡς ἔγωγε οὐ πεισθήσομαί σοι, οὔτε μὴν κοινωνήσω σοι τῆς τοιαύτης εἰς τὸν Θεὸν ἀχαριστίας, οὐδὲ τὸν ἐμὸν εὐεργέτην καὶ Σωτῆρα ἀρνήσομαι, εἰ καὶ θηρίοις ἀναλώσεις, εἰ ξίφει καὶ πυρὶ παραδώσεις με, ἃ τῆς σῆς ἐξουσίας ἐστίν. οὔτε γὰρ θάνατον δέδοικα, οὔτε ποθῶ τὰ παρόντα, πολλὴν αὐτῶν καταγνοὺς τὴν ἀσθένειαν καὶ ματαιότητα. τί γὰρ αὐτῶν χρήσιμον, ἢ μόνιμον, ἢ διαρκές; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ εἶναι πολλὴ συνυπάρχει αὐτοῖς ἡ ταλαιπωρία, πολλὴ ἡ λύπη, πολλὴ καὶ ἀδιάσπαστος ἡ μέριμνα. τῇ γὰρ εὐφροσύνῃ αὐτῶν καὶ ἀπολαύσει πᾶσα συνέζευκται κατήφεια καὶ ὀδύνη· ὁ πλοῦτος αὐτῶν πτωχεία ἐστί, καὶ τὸ ὕψος αὐτῶν ταπείνωσις ἐσχάτη. καὶ τίς ἐξαριθμήσει τὰ τούτων κακά; ἅπερ δι’ ὀλίγων ῥημάτων ὑπέδειξέ μοι ὁ ἐμὸς θεολόγος. φησὶ 1 John v. 19; ii, 15-17 γάρ· Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται· καί, Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονία τοῦ βίου· καί, ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. τοῦτο ἐγὼ ζητῶν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν, ἀφῆκα πάντα, καὶ ἐκολλήθην τοῖς τὸν αὐτὸν κεκτημένοις πόθον καὶ τὸν αὐτὸν ἐκζητοῦσι Ps. liii. 2 Phil. i. 15
Θεόν· ἐν οἷς οὐκ ἔστιν ἔρις ἢ φθόνος, λύπαι τε καὶ μέριμναι, ἀλλὰ πάντες τὸν ἴσον τρέχουσι Luke xvi. 9 δρόμον, ἵνα καταλάβωσι τὰς αἰωνίας μονάς, ἃς Jas. i. 17 ἡτοίμασεν ὁ Πατὴρ τῶν φώτων τοῖς ἀγαπῶσιν 1 Cor. ii. 3 αὐτόν. τούτους ἐγὼ γεννήτορας, τούτους ἀδελφούς, τούτους φίλους καὶ γνωστοὺς ἐκτησάμην· Ps. lv. 8 τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν Ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Τούτων εὐκαίρως οὕτω καὶ ἡδέως τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ὑπαγορευθέντων, ὁ βασιλεὺς ἐκινεῖτο μὲν ὑπὸ τοῦ θυμοῦ, καὶ πικρῶς αἰκίζειν τὸν ἅγιον ἠβούλετο, ὤκνει δὲ πάλιν καὶ ἀνεβάλλετο, τὸ αἰδέσιμον αὐτοῦ καὶ περιφανὲς εὐλαβούμενος. ὑπολαβὼν δὲ ἔφη πρὸς αὐτόν. Πανταχόθεν, ἄθλιε, τὴν σεαυτοῦ ἐκμελετήσας ἀπώλειαν, πρὸς ταύτην, ὡς ἔοικεν, ὑπὸ τῆς τύχης συνελαυνόμενος, ἠκόνησας τὸν νοῦν ἅμα καὶ τὴν γλῶτταν· ὅθεν ἀσαφῆ τινα καὶ ματαίαν βαττολογίαν διεξῆλθες. καὶ εἰ μὴ κατ’ ἀρχὰς τοῦ λόγου ἐπηγγειλάμην σοι ἐκ μέσου τοῦ συνεδρίου τὸν θυμὸν ποιήσασθαι, νῦν ἂν πυρί σου τὰς σάρκας παρέδωκα. ἐπεὶ δὲ προλαβὼν τοιούτοις με κατησφαλίσω τοῖς ῥήμασιν, ἀνέχομαί σου τοῦ θράσους, τῆς προτέρας μου ἕνεκεν πρός σε φιλίας. ἀναστὰς οὖν, λοιπὸν φεῦγε ἐξ ὀφθαλμῶν μου, μηκέτι σε ὄψομαι καὶ κακῶς ἀπολέσω.
Καὶ ἐξελθὼν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀνεχώρησεν εἰς τὴν ἔρημον, λυπούμενος μὲν ὅτι οὐ μεμαρτύρηκε, 2 Cor. i. 11 μαρτυρῶν δὲ καθ’ ἡμέραν τῇ συνειδήσει καὶ ἀντιπαλαίων πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, Eph. vi. 12 πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὡς φησὶν ὁ μακάριος Παῦλος. ἐκείνου μὲν οὖν ἀποδημήσαντος, πλέον ὁ βασιλεὺς ὀργισθεὶς διωγμὸν σφοδρότερον κατὰ τοῦ μοναχικοῦ ἐκμελετᾷ τάγματος, πλείονος δὲ τιμῆς τοὺς τῶν εἰδώλων ἀξιοῖ Acts xix. 35 θεραπευτάς τε καὶ νεωκόρους. Ἐν τοιαύτῃ δὲ ὄντος τοῦ βασιλέως πλάνῃ δεινῇ καὶ ἀπάτῃ, γεννᾶται αὐτῷ παιδίον, πάνυ εὐμορφότατον, καὶ ἐξ αὐτῆς τῆς ἐπανθούσης αὐτῷ ὡραιότητος τὸ μέλλον προσημαῖνον. ἐλέγετο γὰρ μηδαμοῦ ἐν τῇ γῇ ἐκείνῃ τοιοῦτόν ποτε φανῆναι χαριέστατον καὶ περικαλλὲς παιδίον. χαρᾶς δὲ μεγίστης ἐπὶ τῇ γεννήσει τοῦ παιδὸς ὁ βασιλεὺς πλησθείς, τοῦτον μὲν Ἰωάσαφ ἐκάλεσεν, αὐτὸς δὲ πρὸς τοὺς εἰδωλικοὺς ναοὺς ἀνοήτως ἀπῄει τοῖς ἀνοητοτέροις αὐτῶν θεοῖς θύσων καὶ εὐχαριστηρίους ὕμνους ἀποδώσων, ἀγνοῶν τίς ὁ τῶν καλῶν ἁπάντων ἀληθῶς αἴτιος, πρὸς ὃν ἔδει τὴν πνευματικὴν ἀναφέρειν θυσίαν. ἐκεῖνος οὖν, τοῖς ἀψύχοις καὶ κωφοῖς τὴν αἰτίαν τῆς τοῦ παιδὸς γεννήσεως ἀνατιθείς, πανταχοῦ διέπεμπε συναγαγεῖν τὰ πλήθη εἰς τὰ τούτου γενέθλια· καὶ ἦν ἰδεῖν πάντας συρρέοντας τῷ φόβῳ τοῦ βασιλέως, ἐπαγομένους τε τὰ πρὸς τὴν θυσίαν εὐτρεπισμένα, ὡς ἑκάστῳ ἡ χεὶρ εὐπόρει καὶ ἡ πρὸς τὸν βασιλέα εὔνοια εἶχε. μάλιστα δὲ αὐτοὺς ἠρέθιζε πρὸς φιλοτιμίαν αὐτός,
ταύρους καταθῦσαι φέρων ὅτι πλείστους καὶ εὐμεγέθεις, καὶ οὕτω πάνδημον ἑορτὴν τελέσας, πάντας ἐφιλοτιμεῖτο δώροις ὅσοι τε τῆς βουλῆς ἦσαν καὶ τῶν ἐν τέλει, καὶ ὅσοι περὶ τὸ στρατιωτικόν, ὅσοι τε τῶν εὐτελῶν καὶ ἀσήμων.
Chapter 3
Ἐν αὐτῇ δὲ τῇ τῶν γενεθλίων τοῦ παιδὸς ἑορτῇ συνῆλθον πρὸς τὸν βασιλέα ἐξ ἐπιλογῆς ἄνδρες ὡσεὶ πεντηκονταπέντε, περὶ τὴν ἀστροθεάμονα τῶν Χαλδαίων ἐσχολακότες σοφίαν. καὶ τούτους ἐγγυτάτω παραστησάμενος ὁ βασιλεὺς ἀνηρώτα ἐξειπεῖν ἕκαστον τί μέλλει ἔσεσθαι τὸ γεννηθὲν αὐτῷ παιδίον. οἱ δέ, πολλὰ διασκεψάμενοι, ἔλεγον μέγαν αὐτὸν ἔσεσθαι ἔν τε πλούτῳ καὶ δυναστείᾳ, καὶ ὑπερβάλλειν πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας. εἷς δὲ τῶν ἀστρολόγων, ὁ τῶν σὺν αὐτῷ πάντων διαφορώτατος, εἶπεν ὡς, Ἐξ ὧν με διδάσκουσιν οἱ τῶν ἀστέρων δρόμοι, ὦ βασιλεῦ, ἡ προκοπὴ τοῦ νυνὶ γεννηθέντος σοι παιδὸς οὐκ ἐν τῇ σῇ ἔσται βασιλείᾳ, ἀλλ’ ἐν ἑτέρᾳ κρείττονι καὶ ἀσυγκρίτως ὑπερβαλλούσῃ. δοκῶ δὲ καὶ τῆς παρὰ σοῦ διωκομένης αὐτὸν ἐπιλαβέσθαι τῶν Χριστιανῶν θρησκείας, καὶ οὐκ ἔγωγε οἶμαι τοῦ σκοποῦ ἐκεῖνον καὶ τῆς ἐλπίδος ψευσθήσεσθαι. ταῦτα μὲν εἶπεν ὁ ἀστρολόγος, ὥσπερ ὁ πάλαι Num. xxii.-xxiv. Βαλαάμ, οὐ τῆς ἀστρολογίας ἀληθευούσης, ἀλλὰ τοῦ Θεοῦ διὰ τῶν ἐναντίων τὰ τῆς ἀληθείας παραδεικνύντος, ὥστε πᾶσαν τοῖς ἀσεβέσι πρόφασιν περιαιρεθῆναι.
Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, βαρέως τὴν ἀγγελίαν ἐδέξατο, λύπη δὲ τὴν εὐφροσύνην αὐτῷ διέκοπτεν. ἐν πόλει δὲ ὅμως ἰδιαζούσῃ παλάτιον δειμάμενος περικαλλὲς καὶ λαμπρὰς οἰκίας φιλοτεχνήσας, ἐκεῖ τὸν παῖδα ἔθετο κατοικεῖν, μετὰ τὴν συμπλήρωσιν τῆς πρώτης αὐτῷ ἡλικίας, ἀπρόϊτόν τε εἶναι παρεκελεύσατο, παιδαγωγοὺς αὐτῷ καὶ ὑπηρέτας καταστήσας, νέους τῇ ἡλικίᾳ καὶ τῇ ὁράσει ὡραιοτάτους, ἐπισκήψας αὐτοῖς μηδὲν τῶν τοῦ βίου ἀνιαρῶν κατάδηλον αὐτῷ ποιήσασθαι, μὴ θάνατον, μὴ γῆρας, μὴ νόσον, μὴ πενίαν, μὴ ἄλλο τι λυπηρὸν καὶ δυνάμενον τὴν εὐφροσύνην αὐτῷ διακόπτειν, ἀλλὰ πάντα τὰ τερπνὰ καὶ ἀπολαυστικὰ προτιθέναι, ἵνα τούτοις ὁ νοῦς αὐτοῦ τερπόμενος καὶ ἐντρυφῶν μηδὲν ὅλως περὶ τῶν μελλόντων διαλογίζεσθαι ἰσχύσειε, μήτε μέχρι ψιλοῦ ῥήματος τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δογμάτων ἀκούσειεν. τοῦτο γὰρ μάλιστα πάντων ἀποκρύψαι αὐτῷ διενοεῖτο, τὴν τοῦ ἀστρολόγου προαγόρευσιν ὑφορώμενος. εἴ τινα δὲ τῶν ὑπηρετούντων αὐτῷ νοσῆσαι συνέβη, τοῦτον μὲν θᾶττον ἐκβαλεῖν ἐκεῖθεν παρεκελεύετο, ἕτερον δὲ ἀντ’ αὐτοῦ σφριγῶντα καὶ εὐεκτοῦντα ἐδίδου, ἵνα μηδὲν ὅλως ἀνώμαλον οἱ τοῦ παιδὸς ὀφθαλμοὶ θεάσαιντο. ὁ μὲν οὖν βασιλεὺς οὕτω ταῦτα διενοεῖτό τε καὶ Is. vi. 9; Mat. xiii. 18 ἐποίει· βλέπων γὰρ οὐχ ἑώρα, καὶ ἀκούων οὐ συνίει.
Μαθὼν δέ τινας τῶν μοναζόντων ἔτι περισώζεσθαι, ὧν μηδὲ ἴχνος ὑπολελεῖφθαι ἐδόκει, θυμοῦ ὑπερεπίμπλατο καὶ ὀξύτατα κατ’ αὐτῶν ἐκινεῖτο, κήρυκάς τε ἀνὰ πᾶσαν τὴν πόλιν καὶ τὴν χώραν ἐκέλευε διαθέειν, ἐκβοῶντας μηδαμοῦ τινὰ τὸ παράπαν μετὰ τρεῖς ἡμέρας τοῦ τῶν μοναζόντων τάγματος εὑρεθῆναι. εἰ δέ τινες εὑρεθεῖεν μετὰ τὰς διωρισμένας ἡμέρας, τῷ διὰ πυρὸς καὶ ξίφους ὀλέθρῳ παραδοθήτωσαν· Οὗτοι γὰρ ʽφησίν’ ἀναπείθουσι τὸν λαὸν ὡς Θεῷ προσέχειν τῷ ἐσταυρωμένῳ. ἐν δὲ τῷ μεταξὺ συνέβη καί τι τοιοῦτον, ἐφ’ ᾧ ἐπὶ πλέον χαλεπαίνων ἦν ὁ βασιλεὺς καὶ κατὰ τῶν μοναζόντων ὀργιζόμενος.
Chapter 4
Ἀνὴρ γάρ τις, τῶν ἐν τέλει τὰ πρῶτα φέρων, ἐν τοῖς βασιλείοις ἐτύγχανε, τὸν μὲν βίον ἐπιεικής, εὐσεβὴς δὲ τὴν πίστιν· καί, τὴν ἑαυτοῦ σωτηρίαν, ὡς οἷόν τε, ἐμπορευόμενος, λανθάνων ἦν διὰ τὸν φόβον τοῦ βασιλέως. ὅθεν τινές, τῆς εἰς τὸν βασιλέα παρρησίας τούτῳ βασκήναντες, διαβάλλειν αὐτὸν ἐμελέτων, καὶ τοῦτο αὐτοῖς διὰ φροντίδος ἦν. καὶ δή ποτε πρὸς θήραν ἐξελθόντι τῷ βασιλεῖ μετὰ τῆς συνήθους αὐτῷ δορυφορίας, εἷς ἦν τῶν συνθηρευτῶν καὶ ὁ ἀγαθὸς ἐκεῖνος ἀνήρ. περιπατοῦντι δὲ αὐτῷ κατὰ μόνας, ἐκ θείας τοῦτο συμβάν, ὡς οἶμαι, οἰκονομίας, εὑρίσκει ἄνθρωπον ἐν λόχμῃ τινὶ κατὰ γῆς ἐρριμμένον, καὶ δεινῶς τὸν πόδα ὑπὸ θηρίου συντετριμμένον, ὅς, ἰδὼν αὐτὸν παριόντα, ἐδυσώπει μὴ παραδραμεῖν, ἀλλ’ οἰκτεῖραι αὐτὸν τῆς συμφορᾶς, καὶ εἰς τὸν ἴδιον ἀπαγαγεῖν οἶκον, ἅμα καὶ τοῦτο προστιθείς, ὡς Οὐκ ἀνόνητός σοι καὶ παντελῶς ἀνενέργητος, φησίν, εὑρεθείην ἐγώ.
ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνὴρ λέγει αὐτῷ· Ἐγὼ μὲν δι’ αὐτοῦ τοῦ καλοῦ τὴν φύσιν προσλήψομαί σε καὶ θεραπείας, ὅση δύναμις, ἀξιώσω· ἀλλὰ τίς ἡ ὄνησις, ἣν παρὰ σοῦ μοι ἔσεσθαι ἔφησας; ὁ δὲ πένης ἐκεῖνος καὶ ἀσθενής, Ἐγώ, φησίν, ἄνθρωπός εἰμι θεραπευτὴς ῥημάτων· εἰ γάρ ποτε ἐν ῥήμασιν ἢ ὁμιλίαις πληγή τις ἢ κάκωσις εὑρεθείη, καταλλήλοις φαρμάκοις ταῦτα θεραπεύσω, τοῦ μὴ περαιτέρω τὸ κακὸν χωρῆσαι· ὁ μὲν οὖν εὐσεβὴς ἀνὴρ ἐκεῖνος τὸ λεχθὲν ἀντ’ οὐδενὸς ἡγήσατο, ἐκεῖνον δὲ διὰ τὴν ἐντολὴν ἀπαγαγεῖν οἴκαδε παρεκελεύσατο, καὶ τῆς προσηκούσης ἐπιμελείας οὐκ ἀπεστέρησεν. οἱ δὲ προμνημονευθέντες φθονεροὶ ἐκεῖνοι καὶ βάσκανοι, ἣν πάλαι ὤδινον κακίαν εἰς φῶς προενεγκόντες, διαβάλλουσι τὸν ἄνδρα πρὸς τὸν βασιλέα, ὡς, οὐ μόνον τῆς αὐτοῦ φιλίας ἐπιλαθόμενος, ἠλόγησε τῆς πρὸς τοὺς θεοὺς θεραπείας καὶ πρὸς Χριστιανισμὸν ἀπέκλινεν, ἀλλὰ καὶ δεινὰ κατὰ τῆς αὐτοῦ μελετᾷ βασιλείας, τὸν ὄχλον διαστρέφων καὶ ἑαυτῷ πάντας οἰκειούμενος. Ἀλλ’, εἰ βούλει, φασί, βεβαιωθῆναι μηδὲν ἡμᾶς πεπλασμένον λέγειν, καλέσας αὐτὸν ἰδίως, εἰπὲ πειράζων βούλεσθαί σε, καταλιπόντα τὴν πάτριον θρησκείαν καὶ τὴν δόξαν τῆς βασιλείας, Χριστιανὸν γενέσθαι, καὶ τὸ μοναχικὸν περιβαλέσθαι σχῆμα, ὃ πάλαι ἐδίωξας, ὡς οὐ καλῶς δῆθεν τούτου γεγενημένου.
οἱ γὰρ ταῦτα δεινῶς κατὰ τοῦ ἀνδρὸς σκηπτόμενοι ᾔδεισαν τῆς αὐτοῦ γνώμης τὴν εὐκατάνυκτον προαίρεσιν, ὡς, εἰ τοιαῦτα παρὰ τοῦ βασιλέως ἀκούσειεν, ἐκείνῳ μὲν τὰ κρείττονα βουλευσαμένῳ γνώμην δώσειε μὴ ἀναβαλέσθαι πρὸς τὰ καλῶς βεβουλευμένα, καὶ ἐκ τούτου ἀληθῆ λέγοντες ἐκεῖνοι εὑρεθεῖεν. Ὁ δὲ βασιλεύς, τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν εὔνοιαν ὁπόση μὴ ἀγνοῶν, ἀπίθανά τε ἡγεῖτο καὶ ψευδῆ τὰ λεγόμενα, καὶ ὅτι μὴ ἀβασανίστως ταῦτα προσδέχεσθαι δεῖ, δοκιμάσαι τὸ πρᾶγμα καὶ τὴν διαβολὴν διεσκέψατο. καί, προσκαλεσάμενος αὐτὸν κατ’ ἰδίαν, ἔφη πειράζων· Οἶδας, ὦ φίλε, ὅσα ἐνεδειξάμην τοῖς τε λεγομένοις μονάζουσι καὶ πᾶσι τοῖς Χριστιανοῖς. νυνὶ δέ, μετάμελος ἐπὶ τούτῳ γενόμενος καὶ καταγνοὺς τῶν παρόντων, ἐκείνων βούλομαι γενέσθαι τῶν ἐλπίδων ὧν λεγόντων αὐτῶν ἀκήκοα, ἀθανάτου τινὸς βασιλείας εἰς ἄλλην βιοτὴν μελλούσης ἔσεσθαι· ἡ γὰρ παροῦσα θανάτῳ πάντως διακόπτεται. οὐκ ἂν ἄλλως δὲ τοῦτο κατορθωθῆναί μοι δοκῶ καὶ μὴ διαμαρτεῖν τοῦ σκοποῦ, εἰ μὴ Χριστιανός τε γένωμαι, καὶ χαίρειν εἰπὼν τῇ δόξῃ τῆς ἐμῆς βασιλείας καὶ τοῖς λοιποῖς ἡδέσι καὶ τερπνοῖς τοῦ βίου, τοὺς ἀσκητὰς ἐκείνους καὶ μονάζοντας ζητήσας ὅπου ποτ’ ἂν εἶεν, οὓς ἀδίκως ἀπήλασα, ἐκείνοις ἑαυτὸν ἐγκαταμίξω. πρὸς ταῦτα τί φὴς αὐτός, καὶ ὁποίαν δίδως βουλήν; εἰπέ, πρὸς αὐτῆς τῆς ἀληθείας. οἶδα γὰρ ἀληθῆ καὶ εὐγνώμονα εἶναί σε ὑπὲρ πάντας. ὁ δὲ ἀγαθὸς ἀνὴρ ἐκεῖνος, ὡς ταῦτα ἤκουσε, μηδόλως τὸν ἐγκεκρυμμένον ἐπιγνοὺς δόλον,
κατενύγη τὴν ψυχήν, καὶ δάκρυσι συγκεχυμένος ἁπλοϊκῶς ἀπεκρίνατο· Dan. vi. 21 Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· βουλὴν γὰρ ἀγαθὴν καὶ σωτήριον ἐβουλεύσω, ὅτι, κἂν δυσεύρετος ἡ τῶν οὐρανῶν βασιλεία, ἀλλ’ ὅμως δεῖ Luke xi. 10; Mat. vii. 8 ταύτην πάσῃ δυνάμει ζητεῖν· Ὁ ζητῶν γάρ, φησίν, εὑρήσει αὐτήν. ἡ δὲ τῶν παρόντων ἀπόλαυσις, κἂν τῷ φαινομένῳ τέρπῃ καὶ ἡδύνῃ, ἀλλὰ καλὸν αὐτὴν ἀπώσασθαι· ἐν αὐτῷ γὰρ τῷ εἶναι οὐκ ἔστι, καὶ οὓς εὐφραίνει ἑπταπλασίως αὖθις λυπεῖ. τά τε γὰρ ἀγαθὰ αὐτῆς τά τε λυπηρὰ Cp. Wisd. v. 9-11 σκιᾶς ἐστιν ἀσθενέστερα, καί, ὡς ἴχνη νηὸς ποντοπορούσης ἢ ὀρνέου τὸν ἀέρα διερχομένου, θᾶττον ἀφανίζονται. ἡ δὲ τῶν μελλόντων ἐλπίς, ἣν κηρύττουσιν οἱ Χριστιανοί, βεβαία ἐστὶ καὶ ἀσφαλεστάτη· θλῖψιν δὲ ἔχει ἐν τῷ κόσμῳ. ἀλλὰ τὰ μὲν ἡμέτερα νῦν ἡδέα ὀλιγοχρόνια, ἐκεῖ δὲ ὅλως οὐδὲν ἢ κόλασιν μόνον προξενοῦντα καὶ τιμωρίαν εἰς αἰῶνας μὴ λυομένην· τὸ γὰρ ἡδὺ τούτων πρόσκαιρον, τὸ δὲ ὀδυνηρὸν διηνεκές· τῶν δὲ Χριστιανῶν τὸ μὲν ἐπίπονον πρόσκαιρον, τὸ δὲ ἡδὺ καὶ χρήσιμον ἀθάνατον. κατευθυνθείη οὖν ἡ ἀγαθὴ τοῦ βασιλέως βουλή· καλὸν γάρ, σφόδρα καλὸν τῶν φθαρτῶν τὰ αἰώνια ἀνταλλάξασθαι.
Ἤκουσε ταῦτα ὁ βασιλεὺς καὶ λίαν ἐδυσχέραινε, κατέσχε δὲ ὅμως τὴν ὀργήν, καὶ οὐδὲν τέως τῷ ἀνδρὶ λελάληκεν. ὁ δέ, συνετὸς ὢν καὶ ἀγχίνους, ἐπέγνω βαρέως δέξασθαι τὸν βασιλέα τὰ ῥήματα αὐτοῦ καὶ ὅτι δόλῳ ἦν αὐτὸν ἐκπειράζων. ὑποστρέψας δὲ οἴκαδε ἠνιᾶτο καὶ ἐδυσφόρει, ἀπορῶν τίνι τρόπῳ θεραπεύσει τὸν βασιλέα καὶ ἐκφύγῃ τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον. ἀΰπνῳ δὲ ὅλην τὴν νύκτα διατελοῦντι ἐπὶ μνήμης ἦλθεν αὐτῷ ὁ τὸν πόδα συντετριμμένος, καί, τοῦτον πρὸς ἑαυτὸν ἀγαγών, ἔφη· Μέμνημαί σου εἰρηκότος θεραπευτὴν ῥημάτων κεκακωμένων ὑπάρχειν σε. ὁ δέ, Ναί, φησί· καί, εἰ χρῄζεις, ἐπιδείξομαι τὰ τῆς ἐπιστήμης. ὑπολαβὼν δὲ ὁ συγκλητικὸς ἀφηγήσατο αὐτῷ τήν τε ἐξ ἀρχῆς πρὸς τὸν βασιλέα εὔνοιαν αὑτοῦ, καὶ ἣν ἐκέκτητο παρρησίαν, καὶ τὴν ἔναγχος προτεθεῖσαν αὐτῷ δολερὰν ὁμιλίαν, καὶ ὅπως αὐτὸς μὲν ἀγαθὰ ἀπεκρίνατο, ἐκεῖνος δὲ δυσχερῶς δεξάμενος τὸν λόγον, τῇ τοῦ προσώπου ἀλλοιώσει τὴν ἐνδομυχοῦσαν αὐτῷ ὀργὴν ἐνεδείξατο. Ὁ δὲ πένης ἐκεῖνος καὶ ἀσθενὴς διασκεψάμενος Dan. iii. 10; Acts ii. 14 ἔφη· Γνωστὸν ἔστω σοι, ἐνδοξότατε, πονηρὰν ἔχειν πρὸς σὲ ὑπόληψιν τὸν βασιλέα, ὡς ὅτι κατασχεῖν αὐτοῦ τὴν βασιλείαν ζητεῖς, καὶ πειράζων σε εἶπεν ἅπερ εἶπεν. ἀναστὰς οὖν, καὶ κείρας σου τὴν κόμην, καὶ ἐκβαλὼν τὰ λαμπρὰ ἱμάτια ταῦτα,
τρίχινα δὲ ἀμφιεσάμενος, ἅμα πρωὶ πρόσελθε τῷ βασιλεῖ. τοῦ δὲ πυνθανομένου, Τί σοι τὸ σχῆμα τοῦτο βούλεται; ἀποκρίθητι· Περὶ ὧν μοι χθὲς ὡμίλησας, ὦ βασιλεῦ, ἰδοὺ πάρειμι ἐν ἑτοίμῳ τοῦ ἀκολουθῆσαί σοι τὴν ὁδὸν ἣν προεθυμήθης ὁδεῦσαι· εἰ γὰρ καὶ ποθεινή ἐστιν ἡ τρυφὴ καὶ ἡδίστη, ἀλλὰ μή μοι γένοιτο μετὰ σὲ ταύτην ἀναδέξασθαι· ἡ δὲ τῆς ἀρετῆς ὁδός, ἣν μέλλεις βαδίζειν, κἂν δύσκολός ἐστι καὶ τραχεῖα, ἀλλὰ μετὰ σοῦ ὄντι ῥᾳδία μοι αὕτη καὶ εὔκολος καὶ ποθεινή· ὡς γὰρ κοινωνόν με ἔσχες τῶν ἐνταῦθα καλῶν, οὕτω καὶ τῶν λυπηρῶν ἕξεις, ἵνα καὶ τῶν μελλόντων συγκοινωνήσω σοι. ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνήρ, ἀποδεξάμενος τὰ ῥήματα τοῦ ἀσθενοῦς, ἐποίησε καθὰ δὴ καὶ αὐτῷ λελάληκεν· ὃν ἰδὼν ὁ βασιλεὺς καὶ ἀκούσας, ἥσθη μὲν ἐπὶ τούτῳ, ἀγάμενος λίαν τὴν εἰς αὐτὸν εὔνοιαν, ψευδῆ δὲ τὰ κατ’ αὐτοῦ λαληθέντα γνούς, πλείονος αὐτὸν τιμῆς καὶ τῆς εἰς αὐτὸν παρρησίας ἀπολαύειν πεποίηκεν· κατὰ δὲ τῶν μοναζόντων ὀργῆς αὖθις ὑπερεπίμπλατο, ἐκείνων εἶναι ταῦτα λέγων τὰ διδάγματα, τὸ ἀπέχεσθαι τοὺς ἀνθρώπους τῶν τοῦ βίου ἡδέων καὶ ἀδήλοις ὀνειροπολεῖσθαι ἐλπίσιν. Ἐξερχόμενος δὲ αὖθις εἰς θήραν, ορᾷ δύο μοναχοὺς κατὰ τὴν ἔρημον διερχομένους, οὓς κρατηθῆναι καὶ τῷ αὐτοῦ προσαχθῆναι ὀχήματι κελεύσας,
ὀργίλως τε αὐτοῖς ἐνιδών, καὶ πῦρ, τὸ τοῦ λόγου, πνεύσας, ἔφη· Οὐκ ἠκούσατε, ὦ πλάνοι καὶ ἀπατεῶνες, τῶν κηρύκων διαρρήδην βοώντων μή τινα τῆς ὑμῶν κακοδαιμονίας μετὰ τρεῖς ἡμέρας ἐν πόλει ἢ χώρᾳ τῆς ἐμῆς εὑρεθῆναι ἐξουσίας, ἢ πάντως πυρίκαυστος ἔσται; οἱ δὲ μοναχοί· Ἰδοὺ ʽφασἲ καθὰ δὴ καὶ προσέταξας, ἐξερχόμεθά σου τῶν πόλεων καὶ τῶν χωρῶν· μακρᾶς δὲ ἡμῖν τῆς ὁδοῦ προκειμένης τοῦ ἀπελθεῖν πρὸς τοὺς ἡμετέρους ἀδελφούς, ἐνδεῶς ἔχοντες τροφῆς, ταύτην ἐποριζόμεθα, τοῦ ἔχειν τὰ ἐφόδια καὶ μὴ λιμοῦ παρανάλωμα γενέσθαι. ὁ δὲ βασιλεὺς ἔφη· Ὁ θανάτου δεδοικὼς ἀπειλὴν οὐκ ἀσχολεῖται εἰς πορισμὸν βρωμάτων. λέγουσιν οἱ μονασταί· Καλῶς εἶπας, ὦ βασιλεῦ· οἱ θάνατον δεδοικότες διὰ φροντίδος ἔχουσι πῶς αὐτὸν ἐκφύγωσι. τίνες δέ εἰσιν οὗτοι, ἀλλ’ ἢ οἱ τοῖς ῥευστοῖς προστετηκότες καὶ τούτοις ἐπτοημένοι, οἵτινες, μηδὲν ἀγαθὸν ἐλπίζοντες εὑρεῖν ἐκεῖθεν, δυσαποσπάστως ἔχουσι τῶν παρόντων, καὶ διὰ τοῦτο δεδοίκασι θάνατον; ἡμεῖς δὲ οἱ πάλαι μισήσαντες κόσμον καὶ τὰ ἐν Mat. vii. 14; Luke xiii. 24 κόσμῳ, καὶ τὴν στενὴν καὶ τεθλιμμένην διὰ Χριστὸν βαδίζοντες ὁδόν, οὔτε θάνατον δεδοίκαμεν, οὔτε τὰ παρόντα ποθοῦμεν, ἀλλὰ τῶν μελλόντων ἐφιέμεθα μόνον. ἐπεὶ οὖν ὁ παρ’ ὑμῶν ἐπαγόμενος ἡμῖν θάνατος διαβατήριον γίνεται τῆς
ἀϊδίου ζωῆς καὶ κρείττονος, ποθητὸς ἡμῖν μᾶλλον ἢ φοβερός ἐστιν οὗτος. Ἐφ’ οἷς ἐξ ἀγχινοίας δῆθεν ὁ βασιλεὺς ἐπιλαβέσθαι τῶν μοναχῶν βουλόμενος, ἔφη· Τί δέ; οὐ πρὸ μικροῦ εἴπατε ὑποχωρεῖν ὑμᾶς, καθὰ δὴ καὶ προσέταξα; καί, εἰ οὐ δεδοίκατε τὸν θάνατον, πῶς φυγῇ ἐχρήσασθε; ἰδοὺ καὶ ταῦτα μάτην κομπάζοντες διεψεύσασθε. ἀπεκρίθησαν οἱ μοναχοί· Οὐ τὸν παρὰ σοῦ ἀπειλούμενον θάνατον δεδοικότες φεύγομεν, ἀλλ’ ἐλεοῦντές σε, ἵνα μὴ περισσοτέρας κατακρίσεως αἴτιοί σοι γενώμεθα, προεθυμήθημεν ὑποχωρεῖν· ἐπεί, τό γε εἰς ἡμᾶς ἧκον, οὐδόλως σου τὰς ἀπειλάς ποτε δειλιῶμεν. πρὸς ταῦτα ὁ βασιλεὺς ὀργισθεὶς ἐκέλευσεν αὐτοὺς πυρικαύστους γενέσθαι· καὶ ἐτελειώθησαν οἱ τοῦ Χριστοῦ θεράποντες διὰ πυρός, τῶν μαρτυρικῶν τυχόντες στεφάνων. δόγμα τε ἐξέθετο, εἴ πού τις εὑρεθῇ μονάζων, ἀνεξετάστως φονεύεσθαι. καὶ οὐδεὶς ὑπελείφθη ἐν ἐκείνῃ τῇ χώρᾳ τοῦ τοιούτου τάγματος, εἰ μὴ οἱ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἑαυτοὺς κατακρύψαντες. ταῦτα μὲν οὖν δὴ τοιαῦτα.
Chapter 5
Ὁ δὲ τοῦ βασιλέως υἱός, περὶ οὗ ὁ λόγος ἀπʼ ἀρχῆς εἰπεῖν ὥρμηται, ἐν τῷ κατασκευασθέντι αὐτῷ παλατίῳ ἀπρόϊτος ὤν,
τῆς ἐφήβου ἥψατο ἡλικίας, πᾶσαν τὴν Αἰθιόπων καὶ Περσῶν μετελθὼν παιδείαν, οὐκ ἔλαττον τὴν ψυχὴν ἢ τὸ σῶμα εὐφυὴς ὢν καὶ ὡραῖος, νουνεχής τε καὶ φρόνιμος καὶ πᾶσι διαλάμπων ἀγαθοῖς πλεονεκτήμασι, ζητήματά τε φυσικὰ πρὸς τοὺς διδάσκοντας αὐτὸν προβαλλόμενος, ὡς κἀκείνους θαυμάζειν ἐπὶ τῇ τοῦ παιδὸς ἀγχινοίᾳ καὶ συνέσει, ἐκπλήττεσθαι δὲ καὶ τὸν βασιλέα τό τε χαριέστατον τοῦ προσώπου καὶ τὸ τῆς ψυχῆς κατάστημα. ἐντολάς τε ἐδίδου τοῖς συνοῦσιν αὐτῷ, μηδὲν τὸ παράπαν τῶν τοῦ βίου ἀνιαρῶν αὐτῷ γνώριμον θεῖναι, μηδ’ ὅτι ὅλως θάνατος τὰ παρόντα τερπνὰ διαδέχεται. κεναῖς δὲ ἐπηρείδετο ἐλπίσι, καί, τοῦτο δὴ τὸ τοῦ λόγου, εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν. πῶς γὰρ ἂν καὶ διέλαθεν ἀνθρωπίνῃ φύσει ὁ θάνατος; οὐ μέντοι οὐδὲ τῷ παιδὶ διέλαθε. πάσῃ γὰρ συνέσει κατάκομον ἔχων ἐκεῖνος τὸν λογισμόν, ἐσκόπει καθ’ ἑαυτὸν τίνι λόγῳ αὐτόν τε ἀπρόϊτον εἶναι ὁ πατὴρ κατεδίκασε καὶ παντὶ τῷ βουλομένῳ τὴν εἰς αὐτὸν οὐ συγχωρεῖ εἴσοδον. ἔγνω γὰρ καθ’ ἑαυτὸν μὴ ἄνευ τῆς τοῦ πατρὸς προσταγῆς τοῦτο εἶναι. ὅμως ᾐδεῖτο ἐρωτῆσαι αὐτόν· τοῦτο μὲν ἀπίθανον εἶναι λέγων, μὴ τὰ συμφέροντα αὐτῷ τὸν πατέρα διανοεῖσθαι, τοῦτο δὲ σκοπῶν, ὡς, εἰ κατὰ γνώμην τοῦ πατρός ἐστι…
ὅ…
The complete text is available when the reading interface loads.