The Greek Library Author

Anonymous

Dialectica

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Dialectica sive Capita philosophica (recensio brevior), ed. Kotter, vol. 1, PTS 7 (1969) 47–50, 57–59, 74–81, 87–88, 95–101, 111.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg067.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

proem

ἀντίπαλον, τῆς σατανικῆς πλάνης «εὕρημα σκοτεινὸν καὶ διανοίας

ἀνάπλασμα κακοδαίμονος», ὡς ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος. Τὸν

τῆς μελίσσης οὖν τρόπον μιμούμενος τοῖς οἰκείοις τῆς ἀληθείας συνθή-

σομαι καὶ παρ' ἐχθρῶν σωτηρίαν καρπώσομαι, ἀποπέμψομαι δὲ πᾶν,

ὅ τι φαῦλον καὶ τῆς ψευδωνύμου ἐχόμενον γνώσεως. Εἶτα τούτων

ἐχόμενα τῶν θεοστυγῶν αἱρέσεων συντάξω τὰ φληναφήματα, ὡς ἂν

τὸ ψεῦδος ἐπιγινώσκοντες πλέον τῆς ἀληθείας ἑξώμεθα. Εἶτα τὴν τῆς

πλάνης ὀλέτειραν καὶ τοῦ ψεύδους ἐλάτειραν, ὥσπερ κροσσωτοῖς

χρυσοῖς τοῖς τῶν θεοπνεύστων προφητῶν καὶ θεοδιδάκτων ἁλιέων καὶ

θεοφόρων ποιμένων τε καὶ διδασκάλων λόγοις κεκαλλωπισμένην καὶ

περικεκοσμημένην ἀλήθειαν σὺν θεῷ καὶ τῇ αὐτοῦ ἐκθήσομαι χάριτι, ἧς ἡ

δόξα ἔσωθεν ἀπαστράπτουσα τοὺς ἐντυγχάνοντας μετὰ τῆς δεούσης

καθάρσεως καὶ τῶν ταραχωδῶν λογισμῶν ἀποθέσεως φωτίζει τοῖς

ἀμαρύγμασιν. Ἐρῶ δὲ ἐμὸν μέν, ὡς ἔφην, οὐδέν, τὰ δὲ τοῖς ἐγκρίτοις

τῶν διδασκάλων πεπονημένα εἰς ἓν συλλεξάμενος, ὅση δύναμις, συντε-

τμημένον τὸν λόγον ποιήσομαι κατὰ πάντα ὑπείκων τῷ ὑμετέρῳ προσ-

τάγματι. Ἀλλά μοι συγγνώμονες γένοισθε, θεοτίμητοι, παρακαλῶ,

ταῖς ὑμετέραις ἐντολαῖς πειθαρχήσαντι καὶ λαμβάνοντες τὸ ὑπήκοον

τὴν τῶν εὐχῶν χορηγίαν ἀντίδοτε.

1

{Περὶ τοῦ ὄντος οὐσίας τε καὶ

συμβεβηκότος.}

Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάν-

των τῶν ὄντων. Τοῦτο οὖν τὸ ὂν

τέμνεται εἰς οὐσίαν καὶ συμ-

βεβηκός. Οὐσία μὲν οὖν ἐστι

πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον

ἑτέρου πρὸς σύστασιν ἤγουν τὸ

ἐν ἑαυτῷ ὂν καὶ

μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν,

συμβεβηκὸς δὲ τὸ μὴ δυνάμενον

ἐν ἑαυτῷ εἶναι ἀλλ' ἐν ἑτέρῳ

ἔχον τὴν ὕπαρξιν.

Ἡ μὲν γὰρ οὐ-

σία ὑποκείμενόν ἐστιν ὥσπερ

ὕλη τῶν πραγμάτων, συμβεβηκὸς

δὲ τὸ ἐν τῇ οὐσίᾳ

θεωρούμενον οἷον τὸ σῶμα

καὶ τὸ χρῶμα·

(v. i. 26—29)

οὐ γάρ ἐστι τὸ σῶμα

ἐν τῷ χρώματι ἀλλὰ

τὸ χρῶμα ἐν τῷ σώματι. Ἔστιν

οὖν τὸ μὲν σῶμα οὐσία, τὸ δὲ

χρῶμα συμβεβηκός. Ὁμοίως καὶ ἡ

ψυχὴ καὶ ἡ φρόνησις· οὐ γάρ

ἐστιν ἡ ψυχὴ ἐν τῇ φρονήσει

ἀλλ' ἡ φρόνησις ἐν τῇ ψυχῇ.

Διὸ οὐδὲ

λέγεται τὸ σῶμα τοῦ χρώματος

ἀλλὰ τὸ χρῶμα τοῦ σώματος, οὐ-

δὲ ἡ ψυχὴ τῆς φρονήσεως ἀλλ' ἡ

φρόνησις τῆς ψυχῆς.

Ἔστιν οὖν ἡ μὲν ψυχὴ οὐσία ἡ

δὲ φρόνησις συμβεβηκός. Τῆς μὲν

γὰρ ψυχῆς ἀναιρουμένης ἀναιρεῖ-

ται καὶ ἡ φρόνησις· μὴ οὔσης

γὰρ ψυχῆς ἐν τίνι ἔσται ἡ φρό-

νησις; Φρονήσεως δὲ ἀναιρουμέ-

νης οὐ πάντως ἀναιρεῖται ἡ ψυχή·

ἐνδέχεται γὰρ ψυχὴν εἶναι ἐκτὸς

φρονήσεως. Ὁμοίως καὶ ἐπὶ πάν-

των τῶν ὄντων τὸ ἐν ἑαυτῷ ἔχον

τὸ εἶναι καὶ μὴ ἐν ἑτέρῳ οὐσία

ἐστί, τὸ δὲ μὴ δυνάμενον καθ'

ἑαυτὸ εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον

τὴν ὕπαρξιν συμβεβηκός ἐστι.

(v. s. 6—8)

(v. s. 12 s.)

2

{Περὶ γένους καὶ εἴδους, τοῦ

γενικωτάτου καὶ τοῦ εἰδικωτά-

του καὶ τῶν ὑπαλλήλων.}

Τὸ γένος τρισσῶς λέγεται.

Καθ' ἕνα μὲν τρόπον ὡς ἀπὸ τοῦ

τεκόντος, ὥσπερ οἱ ἐξ Ἰσραὴλ

Ἰσραηλῖται λέγονται. Κατὰ δὲ

ἕτερον τρόπον ἀπὸ τῆς πα-

τρίδος, ὥσπερ οἱ ἀπὸ Ἱεροσολύ-

μων Ἱεροσολυμῖται λέγονται καὶ

οἱ ἀπὸ Παλαιστίνης Παλαιστι-

ναῖοι.

Κατὰ δὲ τρίτον τρόπον γέ-

νος λέγεται τὸ διαιρούμενον

εἰς εἴδη, περὶ οὗ παρὰ τοῖς

φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὁρι-

ζόμενοι λέγουσι· Γένος ἐστὶ τὸ

κατὰ πλειόνων καὶ διαφερόν-

των τῷ εἴδει ἐν τῷ τί ἐστι

κατηγορούμενον.

Καὶ τὸ εἶδος δὲ δύο σημαι-

νόμενα ἔχει. Λέγεται γὰρ εἶδος

τὸ σχῆμα καὶ ἡ μορφὴ οἷον τὸ

εἶδος τοῦ ἀνδριάντος. Λέγεται

δὲ πάλιν εἶδος

τὸ τασσόμενον ὑπὸ

τὸ γένος ἤγουν τὸ

ἐκ τοῦ γένους διαιρούμενον.

Περὶ τούτου

παρὰ τοῖς φιλοσόφοις ὁ

λόγος.

Ἐπειδὴ δὲ καὶ περὶ γένους διαλεγόμενοι τοῦ εἴδους ἐμνημονεύσαμεν

εἰπόντες ‘γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη’, καὶ πάλιν περὶ τοῦ εἴδους

διαλεγόμενοι τοῦ γένους ἐμνημονεύσαμεν εἰπόντες ‘εἶδός ἐστι τὸ ἐκ τοῦ

γένους διαιρούμενον’, χρὴ γινώσκειν, ὅτι ὥσπερ περὶ πατρὸς λέγοντες

ἐξ ἀνάγκης καὶ υἱοῦ μνημονεύομεν—οὗτος γάρ ἐστι πατὴρ ὁ ἔχων

υἱόν—καὶ περὶ υἱοῦ διαλεγόμενοι ἐξ ἀνάγκης καὶ πατρὸς μνημονεύο-

μεν—οὗτος γάρ ἐστιν υἱὸς ὁ ἔχων πατέρα—, οὕτω καὶ ἐνταῦθα ἀδύ-

νατον περὶ τοῦ γένους διαλαβεῖν ἐκτὸς τοῦ εἴδους ἢ περὶ τοῦ εἴδους

ἐκτὸς τοῦ γένους· τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται πάντως, καὶ τὸ μὴ

ἔχον εἴδη ἐξ αὐτοῦ διαιρούμενα οὐκ ἔστι γένος. Καὶ τὰ εἴδη ἐκ τοῦ γένους

διαιροῦνται, καὶ τὰ μὴ ἔχοντα γένος οὔκ εἰσιν εἴδη.

Καὶ ὥσπερ ὁ πρῶτος ἄνθρωπος ἤγουν ὁ Ἀδὰμ μὴ ἐσχηκὼς πατέρα οὐ

λέγεται υἱός, λέγεται δὲ πατήρ, ἔσχε γὰρ υἱούς· ὁ δὲ Σὴθ καὶ υἱὸς λέγεται

τοῦ τεκόντος αὐτόν, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, καὶ πατὴρ λέγεται τοῦ

τεχθέντος ἐξ αὐτοῦ, ἐγέννησε γὰρ τὸν Ἐνώς· ὁ δὲ Ἄβελ υἱὸς μὲν λέγεται,

ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, πατὴρ δὲ οὐ λέγεται, οὐ γὰρ ἔσχεν υἱόν, —

οὕτω καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. Τὸ πρῶτον γένος, ὅπερ οὐ

διαιρεῖται ἀπὸ ἑτέρου γένους οὐδὲ ἔχει πρὸ αὐτοῦ γένος, γένος μόνον

ἐστὶ καὶ οὐκ ἔστιν εἶδος καὶ λέγεται γενικώτατον γένος, ὃ καὶ ὁριζόμενοί

φασιν· Γενικώτατον γένος ἐστίν, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ

ἔχειν ἐπάνω αὐτοῦ γένος. Τὰ δὲ ἐξ αὐτοῦ διαιρούμενα, ἐὰν ἔχωσιν

ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα, καὶ εἴδη εἰσὶ τῶν πρὸ

αὐτῶν ἤγουν τῶν ἐπάνω, ἐξ ὧν τέμνονται, καὶ γένη τῶν ἐξ αὐτῶν τεμνο-

μένων ἤγουν τῶν ὑποκάτω καὶ λέγονται καὶ γένη καὶ εἴδη ὑπάλληλα. Τὰ δὲ

εἴδη τὰ ἔσχατα καὶ κατώτερα τὰ μὴ ἔχοντα ὑποκάτω αὐτῶν ἄλλα

εἴδη

οὐ

λέγονται γένη ἀλλ' εἴδη μόνον

διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτῶν

ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα·

ἀδύνατον γὰρ ἐνθεῖναι γένος,

εἰ μὴ ἔχει ὑποκάτω αὐτοῦ εἴδη

ἐξ αὐτοῦ διαιρούμενα. Λέγεται

οὖν τὸ εἶδος τὸ μὴ ὂν

γένος εἰδικώτα-

τον εἶδος,

ὥσπερ τὸ γένος

τὸ μὴ ὂν εἶδος λέγεται γε-

νικώτατον γένος.

Χρὴ δὲ γινώσκειν, ὅτι ἀνάγ-

κη ἐστίν, ἵνα τὰ εἴδη καὶ τὸ

ὄνομα τοῦ γέ-

νους αὐτῶν καὶ τὸν ὁρισμὸν δέ-

χωνται καὶ τοῦ γένους τοῦ ἀπὸ

γένους ἕως τοῦ γενικωτά-

του. Ἀλλήλων δὲ τὰ εἴδη οὐ δύ-

νανται τὸν ὁρισμὸν δέξασθαι.

Πρῶτον οὖν καὶ γενικώτατον γέ-

νος ἐστὶν ἡ οὐσία· εἰ γὰρ καὶ

τέμνεται ἐκ τοῦ ὄντος ἡ οὐσία

καὶ τὸ συμβεβηκός, ἀλλ' οὐκ

ἔστι γένος αὐτῶν τὸ ὄν, ἐπειδὴ

τὸ μὲν ὄνομα τοῦ ὄντος δέχον-

ται, τὸν δὲ ὁρισμὸν οὐ δέχονται·

τὸ γὰρ ὂν οὕτως ὁρίζεται·

Ὄν ἐστι πρᾶγμα ἢ αὐθύπαρκτον

καὶ μὴ δεόμενον ἑτέρου πρὸς

σύστασιν ἢ τὸ μὴ καθ' ἑαυτὸ δυ-

νάμενον εἶναι ἀλλ' ἐν ἑτέρῳ

ἔχον τὴν ὕπαρξιν· ἡ δὲ οὐσία

πρᾶγμα αὐθύπαρκτον καὶ

μὴ δεόμενον ἑτέρου πρὸς σύστα-

σιν μόνον,

(v. s. 84—89

et—i. 121—125)

καὶ τὸ συμβεβηκὸς

πρᾶγμα τὸ μὴ καθ'

ἑαυτὸ δυνάμενον εἶναι ἀλλ' ἐν

ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μόνον.

Ἰδοὺ οὔτε ἡ οὐσία ἐδέξατο ὅλον

τὸν ὅρον τοῦ ὄντος οὐδὲ τὸ

συμβεβηκός, ἀλλ' ἡ μὲν οὐσία τὸ

ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἄλλο

ἥμισυ.

(v. s. 93—96)

(v. i. 138 s)

Τὰ δὲ

εἴδη καὶ τὸ ὄνομα καὶ ὅλον τὸν

ὅρον τοῦ γένους τέλειον θέλου-

σι δέχεσθαι. Ὥστε ἡ οὐσία οὐκ

ἔστιν εἶδος μὴ ἔχουσα ἐπάνω

αὐτῆς γένος, ἀλλ' αὐτή ἐστι

πρῶτον καὶ γενικώτατον γένος.

Αὕτη οὖν ἡ οὐσία τέμνεται

εἰς σῶμα καὶ ἀσώματον· τὸ οὖν

σῶμα καὶ τὸ ἀσώματον εἴδη εἰ-

σὶ τῆς οὐσίας.

Πάλιν τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον· ἰδοὺ πάλιν τὸ σῶμα

εἶδος ὂν τῆς οὐσίας γένος ἐστὶ τοῦ ἐμψύχου καὶ τοῦ ἀψύχου. Τὸ ἔμψυχον

πάλιν διαιρεῖται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον. Αἰσθητικὸν μὲν οὖν ἐστι

τὸ ζῷον τὸ ζωὴν καὶ αἴσθησιν ἔχον, ἀναίσθητον δὲ τὸ φυτόν· οὐ γὰρ

ἔχει αἴσθησιν. Ἔμψυχον δὲ λέγεται τὸ φυτὸν διὰ τὸ ἔχειν θρεπτικὴν καὶ

αὐξητικὴν καὶ γεννητικὴν δύναμιν. Τὸ ζῷον πάλιν τέμνεται εἰς λογικὸν

καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον,

ἵππον, βοῦν καὶ τὰ τοιαῦτα, ἅτινα οὐκέτι τέμνεται εἰς ἄλλα εἴδη ἀλλ'

εἰς ἄτομα ἤγουν ὑποστάσεις· διαιρεῖται γὰρ ὁ ἄνθρωπος εἰς Πέτρον,

Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες

οὔκ εἰσιν εἴδη ἀλλ' ὑποστάσεις. Τὰ γὰρ εἴδη, ὡς εἴπομεν, οὐ δέχονται

τὸν ὁρισμὸν ἀλλήλων, οἷον τὸ σῶμα οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἀσωμά-

του, ὁ ἄνθρωπος οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἵππου· ὁ δὲ Πέτρος καὶ

Παῦλος καὶ Ἰωάννης ἕνα ὅρον δέχονται, τὸν τοῦ ἀνθρώπου, ὁμοίως καὶ

οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι, ὥστε οὔκ εἰσιν εἴδη τοῦ ἀνθρώπου ἀλλ'

ἄτομα ἤγουν ὑποστάσεις.

Πάλιν τὸ εἶδος τεμνόμενον μεταδίδωσι τοῖς ὑποκάτω αὐτοῦ καὶ τοῦ

ὀνόματος καὶ τοῦ ὅρου. Ὁ δὲ Πέτρος τεμνόμενος εἰς ψυχὴν καὶ σῶμα

οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι μεταδίδωσι τοῦ ὀνόματος καὶ τοῦ ὅρου·

οὔτε γὰρ μόνη ἡ ψυχὴ Πέτρος οὔτε μόνον τὸ σῶμα ἀλλὰ τὸ συναμφότερον.

Ἔτι πᾶσα διαίρεσις ἀπὸ γένους εἰς εἴδη γινομένη μέχρι δύο ἢ

τριῶν σπανίως δὲ τεσσάρων φθάνει· ἀδύνατον γὰρ διαιρεθῆναι γένος

εἰς πέντε εἴδη καὶ ἐπάνω. Ὁ δὲ ἄνθρωπος εἰς πάντας τοὺς κατὰ μέρος

ἀνθρώπους διαιρεῖται, οἵτινες ἄπειροί εἰσι τῷ ἀριθμῷ. Διό τινες οὐδέ

φασι λέγεσθαι διαίρεσιν τὴν ἀπὸ εἴδους εἰς ἄτομα ἀλλ' ἀπαρίθμησιν.

Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης εἴδη ἀλλ'

ἄτομα ἤγουν ὑποστάσεις. Οὔτε ὁ ἄνθρωπος γένος τοῦ Πέτρου καὶ

Παύλου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ὑποστάσεων ἀλλ' εἶδος. Διὸ

εἰδικώτατον εἶδός ἐστιν ὁ ἄνθρωπος·

εἶδος γάρ ἐστι τοῦ ἐπάνω

καὶ εἶ-

δος τῶν ὑποκάτω.

Ὁμοίως καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ τοιαῦτα εἴδη εἰσὶν εἰδικώτατα.

Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν

γένη εἰσὶν ὑπάλληλα καὶ εἴδη, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν

ὑποκάτω.

Καὶ αὗταί εἰσιν αἱ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες,

αἵτινες λέγονται διαιρετικαὶ καὶ συστατικαί, διαιρετικαὶ μὲν τῶν ἐπάνω

συστατικαὶ δὲ τῶν ὑποκάτω· τὸ γὰρ σῶμα καὶ τὸ ἀσώματον διαιροῦσι

τὴν οὐσίαν, ὁμοίως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διαιροῦσι τὸ σῶμα,

ὁμοίως τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον διαιροῦσι τὸ ἔμψυχον. Αὗται

οὖν συνιστῶσι τὸ ζῷον. Λαμβάνω γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν καὶ

ποιῶ τὸ ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Λαμβάνω

πάλιν οὐσίαν ἄψυχον ἀναίσθητον καὶ ποιῶ τὸν λίθον. Πάλιν λαμβάνω

οὐσίαν ἔμψυχον ἀναίσθητον καὶ ποιῶ φυτόν.

Πάλιν τὸ λογικὸν καὶ τὸ ἄλο-

γον διαιροῦσι τὸ ζῷον, τὸ θνη-

τὸν καὶ τὸ ἀθάνατον διαιροῦσι

τὸ λογικόν.

Λαμβάνω οὖν τὸ ζῷον γένος ὂν

καὶ τὸ λογικὸν καὶ τὸ

θνητὸν καὶ συνιστῶ τὸν ἄνθρω-

πον· ἄνθρωπος γάρ ἐστι ζῷον

λογικὸν θνητόν. Καὶ λαμβάνω

τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ

θνητὸν καὶ

συνιστῶ τὸν ἵππον τυχὸν ἢ κύ-

να καὶ τὰ τοιαῦτα.

Διαφοραὶ δὲ λέ-

γονται οὐσιώδεις καὶ φυσικαί,

ὅτι αὗται ποιοῦσι διαφέρειν

εἶδος ἄλλου εἴδους καὶ φύσιν

καὶ οὐσίαν ἑτέρας οὐσίας καὶ

φύσεως.

3

{Περὶ ἀτόμου.}

Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον

μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα

λέγονται. Ἄτομον λέγεται καὶ τὸ δύστμητον τουτέστι τὸ δυσχερῶς

τεμνόμενον ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. Ἄτομον λέγεται καὶ τὸ

εἶδος, ὅπερ οὐκέτι εἰς ἕτερα εἴδη τέμνεται ἤτοι τὸ εἰδικώτατον εἶδος ὡς

ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. Ἄτομον δὲ κυρίως λέγεται, ὅπερ

τέμνεται μέν, οὐ σῴζει δὲ μετὰ τὴν τομὴν τὸ πρῶτον εἶδος, ὥσπερ

Πέτρος τέμνεται εἰς ψυχὴν καὶ σῶμα, ἀλλ' οὔτε ἡ ψυχὴ καθ' αὑτήν

ἐστι τέλειος ἄνθρωπος ἢ Πέτρος τέλειος οὔτε τὸ σῶμα. Περὶ τούτου

τοῦ ἀτόμου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὅπερ ἐπὶ τῆς οὐσίας δηλοῖ

τὴν ὑπόστασιν.

4

{Περὶ διαφορᾶς.}

Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον

γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρει εἶδος

εἴδους, καὶ ἄλλοις ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως

καὶ ἄλλοις ὑπόστασις ἑαυτῆς. Διαφέρει μὲν γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου

τοῦ εἴδους τοῦ ἵππου κατὰ τὸ λογικὸν καὶ ἄλογον. Καὶ λέγεται τὸ

λογικὸν καὶ ἄλογον οὐσιώδης διαφορά. Ὁμοίως καὶ πάντα, οἷς δια-

φέρει εἶδος εἴδους, φυσικὴ καὶ οὐσιώδης καὶ συστατικὴ διαφορὰ καὶ

ποιότης λέγεται καὶ φυσικὸν ἰδίωμα, ὅπερ παντὶ τῷ εἴδει ἐνυπάρχει

ἀπαραλλάκτως, ἥτις καλεῖται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ

ὡς οἰκειοτέρα καὶ τῆς φύσεως παραστατική. Πάλιν διαφέρει ἄνθρωπος

ἀνθρώπου ἢ ἵππος ἵππου ἢ κύων κυνός, τουτέστιν ἄτομον ὁμοειδοῦς

ἀτόμου, καθὸ ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν παλαιὸς ὁ δὲ νέος, ὁ

μὲν σιμὸς ὁ δὲ γρυπός, ὁ μὲν φρόνιμος ὁ ἕτερος μωρός. Ταῦτα πάντα

ἐπουσιώδεις διαφοραὶ καὶ ποιότητες λέγονται, ὅπερ ἐστὶ τὸ συμβεβηκός,

περὶ οὗ ἀκολούθως ἐροῦμεν.

5

{Περὶ συμβεβηκότος.}

Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκει-

μένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶναι·

καὶ γὰρ ἐνδέχεται ἄνθρωπον καὶ λευκὸν εἶναι καὶ μὴ εἶναι λευκόν, ὁμοίως

καὶ μακρὸν καὶ φρόνιμον καὶ σιμόν.

Τοῦτο τὸ συμβεβηκὸς διαιρεῖται εἰς δύο, εἰς τὴν κοινῶς λεγομένην

διαφορὰν καὶ εἰς τὴν ἰδίως διαφοράν. Κοινῶς μὲν οὖν διαφορά ἐστι τὸ

χωριστὸν συμβεβηκός, οἷον κάθηταί τις καὶ ἕτερος ἵσταται· ἐνδέχεται ἐν

τῷ ἀναστῆναι τὸν καθήμενον καὶ καθίσαι τὸν ἱστάμενον χωρισθῆναι τὴν

διαφορὰν αὐτῶν καὶ λαβεῖν ἄλλην ἀντ' ἄλλης. Καὶ ἑαυτοῦ δέ τις λέγεται

διαφέρειν κατὰ τὸ χωριστὸν συμβεβηκός· διαφέρει γὰρ ἑαυτοῦ ἐν τῷ

καθῆσθαι καὶ ἀνίστασθαι, ἐν τῷ νεάζειν καὶ γηρᾶν, ἐν τῷ νοσεῖν καὶ

ὑγιαίνειν καὶ τοῖς τοιούτοις. Ἰδίως δὲ διαφορά ἐστι τὸ ἀχώριστον

συμβεβηκός, οἷόν ἐστί τις σιμός· ἀδύνατον χωρισθῆναι αὐτοῦ τὴν

σιμότητα, ὁμοίως καὶ τὴν γλαυκότητα καὶ τὰ τοιαῦτα. Κατὰ ταῦτα

οὖν τὰ ἀχώριστα συμβεβηκότα ἄτομον ἀτόμου τουτέστιν ὑπόστασις

ὑποστάσεως διαφέρει, αὐτὸς δὲ ἑαυτοῦ οὐδέποτε. Ταῦτα δὲ οὐ συν-

τελοῦσιν εἰς τὸν ὁρισμὸν τῆς φύσεως· ἐνδέχεται γὰρ ἄνθρωπον εἶναι

σιμὸν καὶ μὴ εἶναι. Καὶ ἀπογινομένης τῆς γλαυκότητος οὐδὲν ἧττον ὁ

ἄνθρωπος μένει ἄνθρωπος.

6

{Περὶ ἰδίου.}

Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ

παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ· μόνος γὰρ ὁ ἄνθρωπος

γεωμέτρης, ἀλλ' οὐ πᾶς ἄνθρωπος γεωμέτρης. Δεύτερον, ὅπερ παντὶ

μὲν τῷ εἴδει ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίπουν· πᾶς γὰρ ἄνθρωπος

δίπους, οὐ μόνον δὲ ἄνθρωπος δίπους ἀλλὰ καὶ περιστερὰ καὶ τὰ τοιαῦτα.

Τρίτον, ὅπερ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὥσπερ τὸ πολιοῦσθαι

τῷ ἀνθρώπῳ· τοῦτο γὰρ παντὶ μὲν καὶ μόνῳ ἀνθρώπῳ ἁρμόζει, οὐκ ἀεὶ δὲ

ἀλλ' ἐν τῷ γήρᾳ. Τέταρτον, ὅπερ γίνεται τῶν τριῶν τῶν πρώτων

συνερχομένων, τουτέστι παντὶ καὶ μόνῳ καὶ ἀεί, ὅπερ καὶ ἀντιστρέφει,

ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ

καὶ τὰ τοιαῦτα· μόνος γὰρ ἄνθρωπος ἔχει τὸ γελαστικὸν καὶ πᾶς ἄνθρω-

πος καὶ ἀεί, εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ. Εἴ τι γὰρ ἄνθρωπος, πάντως

γελαστικόν, καὶ εἴ τι γελαστικόν, πάντως ἄνθρωπος. Τοῦτό ἐστι τὸ

ἀντιστρέφειν. Περὶ τούτου τοῦ σημαινομένου παρὰ τοῖς φιλοσόφοις ὁ

λόγος. Ὃ καὶ ὑπογράφοντές φαμεν· Ἴδιόν ἐστι, ὃ παντὶ καὶ μόνῳ τῷ

εἴδει καὶ ἀεὶ ὑπάρχει. Τοῦτο δὲ τριχῶς διαιροῦσιν· ἀπὸ τῆς διοργανώ-

σεως τουτέστι διαπλάσεως, ὡς τὸ πλατυώνυχον καὶ τὸ ὀρθοπερι-

πατητικὸν τῷ ἀνθρώπῳ· ἀπὸ τῆς ἐνεργείας, ὡς τῷ πυρὶ τὸ ἀνωτάτω

φέρεσθαι· ἀπὸ τῆς δυνάμεως, ὡς λέγομεν τῷ πυρὶ ὑπάρχειν τὴν θερμαν-

τικὴν δύναμιν ὑπερβάλλουσαν τὰς τῶν ἄλλων σωμάτων θερμότητας.

Λέγεται δὲ τὸ ἴδιον ἐπουσιῶδες.

7

{Περὶ τῶν κατηγορουμένων.}

Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέ-

ποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν

μερικωτέρων· καθολικώτερα οὖν εἰσι τὰ ἐπάνω, μερικώτερα δὲ τὰ

ὑποκάτω. Καθολικώτερον μὲν οὖν ἐστι πάντων τὸ ὄν, διὸ πάντων

κατηγορεῖται· καὶ γὰρ καὶ ἡ οὐσία ὂν λέγεται καὶ τὸ συμβεβηκὸς ὂν

λέγεται. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι τὸ ὂν οὐσία ἐστίν· οὐ μόνον γὰρ

οὐσία ἐστὶ τὸ ὂν ἀλλὰ καὶ συμβεβηκός. Ὁμοίως καὶ τὰ γένη κατηγοροῦν-

ται τῶν εἰδῶν ὡς καθολικώτερα, τὰ δὲ εἴδη οὐ κατηγοροῦνται τῶν

γενῶν αὐτῶν· τὰ γὰρ εἴδη μερικώτερα τῶν γενῶν εἰσι. Κατηγορεῖται

τοίνυν ἡ οὐσία τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον

οὐσία ἐστὶ καὶ ὁ ἄνθρωπος ζῷόν ἐστιν. Οὐκ ἀντιστρέφει δέ· πᾶς μὲν

γὰρ ἄνθρωπος ζῷον, οὐ πᾶν δὲ ζῷον ἄνθρωπος.

Καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσιν, ὁμοίως καὶ πᾶν ζῷον οὐσία

ἐστίν, οὐ πᾶσα δὲ οὐσία ζῷόν ἐστιν· καὶ ὁ λίθος γὰρ καὶ τὸ ξύλον

οὐσία ἐστίν, ἅτινα οὔκ εἰσι ζῷα. Ὁμοίως καὶ τὸ εἶδος κατηγορεῖται τῶν

ὑπ' αὐτοῦ περιεχομένων ἀτόμων τουτέστιν ὑποστάσεων ὡς καθολι-

κώτερον. Τὸ δὲ ἄτομον ἤγουν ἡ ὑπόστασις οὐ κατηγορεῖται τοῦ εἴδους·

μερικωτέρα γάρ ἐστι τοῦ εἴδους ἡ ὑπόστασις. Καὶ Πέτρος τοίνυν ἄνθρωπός

ἐστι καὶ Παῦλος ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος Πέτρος ἢ Παῦλος·

εἰσὶ γὰρ καὶ ἄλλαι ὑποστάσεις ὑπὸ τὸ εἶδος τοῦ ἀνθρώπου. Καὶ αἱ διαφοραὶ

δὲ κατηγοροῦνται τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν ἀτόμων αὐτῶν. Κα-

θολικώτεραι γάρ εἰσιν αἱ διαφοραὶ τῶν εἰδῶν· τὸ γὰρ λογικὸν καθολικώτε-

ρόν ἐστι τοῦ εἴδους τοῦ ἀνθρώπου. Καὶ γὰρ πᾶς μὲν ἄνθρωπος λογικός, οὐ

πᾶς δὲ λογικὸς ἄνθρωπος· καὶ ὁ ἄγγελος γὰρ λογικὸς ὢν οὐκ ἔστιν ἄν-

θρωπος.

Καὶ αὕτη μέν ἐστιν ἡ ἐπὶ πλέον κατηγορία· ἡ δὲ ἐπίσης κατηγορία,

ὅτε ἀντιστρέφει. Κατηγοροῦνται γὰρ τὰ ἴδια τῶν εἰδῶν, ὧν ἐστιν ἴδια,

ἀλλὰ καὶ τὰ εἴδη κατηγοροῦνται τῶν ἰδίων αὐτῶν· πᾶς γὰρ ἄνθρωπος

γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος. Εἰ γὰρ καὶ γελᾶν λέγεται

πίθηκος, οὐ γελᾷ τῇ καρδίᾳ ἀλλὰ τοῖς σχήμασι· μιμητικὸν γὰρ ζῷόν

ἐστιν. Ὥστε ἡ μὲν τῶν γενῶν κατὰ τῶν εἰδῶν κατηγορία καὶ ἡ τῶν

διαφορῶν κατὰ τῶν εἰδῶν καὶ ἡ τῶν εἰδῶν κατὰ τῶν ἀτόμων ἐπὶ πλέον

λέγεται, ἡ δὲ τῶν ἰδίων ἐπίσης. Ταῦτα δὲ τὰ ἐπίσης ἀντιστρέφοντα καὶ

ἀντικατηγορούμενα λέγονται.

8

{Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.}

Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ

τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον τὸ ζῷον κατηγορεῖται τοῦ

ἀνθρώπου. Καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ

ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Καὶ ὁ ἄνθρωπος δὲ

ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρωπος καὶ

ἔμψυχος καὶ αἰσθητικός.

Ὁμώνυμος δέ ἐστι κατηγορία, ὅτε τὸ μὲν ὄνομα δέχεται, τὸν δὲ

ὅρον οὐδαμῶς, οἷον ἡ εἰκὼν τοῦ ἀνθρώπου τὸ μὲν ὄνομα τοῦ ἀνθρώπου

δέχεται, τὸν δὲ ὅρον τοῦ ἀνθρώπου οὐ δέχεται· ὁ γὰρ ὅρος τοῦ ἀνθρώ-

που ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἡ δὲ εἰκὼν

οὔτε ζῷόν ἐστιν· οὐ γάρ ἐστιν ἔμψυχος οὔτε λογικὸν οὔτε νοῦ καὶ ἐπι-

στήμης δεκτικόν.

Χρὴ γινώσκειν, ὅτι, ὅσα κατηγορεῖται κατά τινος καθ' ὑποκειμένου

ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσεται, οἷον

τὸ ζῷον ὡς καθ' ὑποκειμένου κατηγορεῖται τοῦ ἀνθρώπου ἤγουν

συνωνύμως καὶ ὁ ἄνθρωπος τοῦ Πέτρου· ὑκόκειται γὰρ τῷ ἀνθρώπῳ ὁ

Πέτρος. Κατηγορεῖται οὖν καὶ τοῦ Πέτρου τὸ ζῷον· καὶ ὁ Πέτρος γὰρ

ζῷόν ἐστι.

Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς

κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς

συμβεβηκόσιν· ἐν αὐτῇ γὰρ ἔχουσι τὸ εἶναι καὶ ἐκτὸς αὐτῆς οὐχ ὑφ-

ίστανται. Τὸ δὲ πρὸς κατηγορίαν ὑποκείμενόν ἐστι τὸ μερικόν· ὑπόκειται

γὰρ τὸ μερικὸν τῷ καθολικωτέρῳ πρὸς κατηγορίαν, ἐπειδὴ τὸ καθολι-

κώτερον κατηγορεῖται τοῦ μερικωτέρου, ὡς τὸ ζῷον κατηγορεῖται τοῦ

ἀνθρώπου. Λέγεται δὲ τὸ μὲν καθόλου καθ' ὑποκειμένου, τὸ δὲ μερι-

κώτερον ὑποκείμενον πρὸς κατηγορίαν. Λέγεται δὲ τὸ συμβεβηκὸς ἐν

ὑποκειμένῳ τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὑποκείμενον πρὸς ὕπαρξιν.

9

{Περὶ τῆς ἐν τῷ τί ἐστι κατ-

ηγορίας καὶ τῆς ἐν τῷ ὁποῖόν

τί ἐστι κατηγορίας.}

Ἄλλο ἐστὶν ἡ ἐν τῷ τί ἐστι

κατηγορία καὶ ἄλλο ἡ ἐν τῷ ὁ-

ποῖόν τί ἐστι· καὶ ἡ ἐν τῷ τί

ἐστι μέν, ὅτε

ἐρωτώμενοι ‘τί ἐστιν

ἄνθρωπος’ λέγομεν ‘ζῷον’·

ἐν δὲ τῷ

ὁποῖόν τί ἐστιν, ὅτε ἐρωτώ-

μενοι ‘ὁποῖον ζῷον’ φαμὲν ‘λογι-

κὸν θνητόν’. Ὥστε τὸ μὲν γένος

καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγο-

ρεῖται,

ἡ δὲ διαφορὰ ἥ τε οὐσιώδης

καὶ ἡ ἐπουσιώδης ἤγουν τὸ

συμβεβηκὸς καὶ τὸ ἴδιον ἐν

τῷ ὁποῖόν τί ἐστι κατηγοροῦν-

ται.

Ἡ δὲ ὑπόστασις οὐδὲ τί ἐστι δη-

λοῖ οὐδὲ ὁποῖόν τί ἐστιν, ἀλλὰ

τίς ἐστιν· ἐρωτώμενοι γὰρ ‘τίς

ἐστιν οὗτος’ λέγομεν ‘Πέτρος’.

Εἶτα ἐρωτώμενοι ‘τί ἐστι Πέ-

τρος’ λέγομεν ‘ἄνθρωπος’.

Πάλιν ἐρωτώμενοι

‘ὁποῖος ἄνθρωπος’

λέγομεν ‘μακρὸς τυχὸν

ἢ κολοβός’.

Χρὴ δὲ γινώσκειν, ὅτι τὰ φύσει διαφέροντα ἄλλο καὶ

ἄλλο λέγονται. Λέγομεν γάρ· Ἄλλο ἐστὶν ἄνθρωπος καὶ

ἄλλο ἵππος, ἄλλο δὲ κατὰ φύσιν· καὶ γὰρ ἕτερον εἶδος τοῦ

ἀνθρώπου καὶ ἄλλο τοῦ ἵππου. Τὰ δὲ ἀριθμῷ διαφέροντα

ἤγουν αἱ ὑποστάσεις ἄλλος καὶ ἄλλος λέγονται. Λέγομεν

γάρ, ὅτι ἄλλος ἐστὶν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος. Οὐ

δυνάμεθα δὲ εἰπεῖν, ὅτι ἄλλο ἐστὶ Πέτρος καὶ ἄλλο Παῦ-

λος, ἐπεὶ ψευδόμεθα· ἓν γάρ εἰσι τῇ φύσει, οὔκ εἰσι δὲ εἷς

τῷ ἀριθμῷ.

Δεῖ δὲ γινώσκειν, ὅτι ἡ μὲν οὐσία ἄλλο καλεῖται, ὁμοίως

καὶ αἱ οὐσιώδεις διαφοραί, τὸ δὲ συμβεβηκὸς ἀλλοῖον,

διότι αἱ μὲν οὐσιώδεις διαφοραὶ περὶ τὸ εἶδος ἤγουν περὶ

τὴν φύσιν θεωροῦνται καὶ ταύτην συνιστῶσι, τὸ δὲ συμ-

βεβηκὸς περὶ τὸ ἄτομον· συστατικὰ γὰρ τῆς ὑποστάσεως

τὰ συμβεβηκότα. Ἄλλο οὖν ἐστιν ἄνθρωπος καὶ ἄλλο

ἵππος, ἀλλοῖος δὲ καὶ ἄλλος ὁ Πέτρος καὶ ἀλλοῖος καὶ

ἄλλος ὁ Παῦλος. Πᾶσα δὲ διαφορὰ οὐσιώδης τε καὶ ἐπου-

σιώδης ἑτεροῖον ποιεῖ· τὸ γὰρ ἑτεροῖον σημαίνει καὶ τὸ

ἄλλο καὶ τὸ ἀλλοῖον. Καὶ ἡ μὲν φύσις τὸ τί σημαίνει, ἡ δὲ

ὑπόστασις τὸν τινὰ καὶ τόδε τι. Πᾶσα δὲ διαφορὰ ὁποῖόν

ἐστιν.

10

{Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.}

Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ἁπλῶς μὲν γὰρ λεγόμενον

σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ' ἑαυτὴν ὑπόστασις τὸ ἄτομον

σημαίνει καὶ τὸ ἀφοριστικὸν πρόσωπον. Καὶ τὸ ἐνυπόστατον δὲ δύο

σημαίνει· σημαίνει γὰρ καὶ τὸ ἁπλῶς ὄν, καθὸ σημαινόμενον οὐ μό-

νον τὴν ἁπλῶς οὐσίαν ἀλλὰ καὶ τὸ συμβεβηκὸς ἐνυπόστατον καλοῦ-

μεν. Σημαίνει δὲ καὶ τὴν καθ' αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον.

Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· λέγεται γὰρ ἀνυπόστατον καὶ

τὸ μηδαμῇ μηδαμῶς ὄν. Λέγεται πάλιν ἀνυπόστατον καὶ τὸ συμβεβη-

κός, διότι τὸ συμβεβηκὸς οὐκ ἔχει ἰδίαν ὕπαρξιν, ἀλλ' ἐν τῇ οὐσίᾳ

ὑφέστηκεν.

11

{Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ

προσώπου καὶ ὑποστάσεως.}

Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον

οὐσίας καὶ φύσεως, οὐσίαν μὲν εἰπόντες τὸ ἁπλῶς εἶναι, φύσιν δὲ οὐσίαν

εἰδοποιηθεῖσαν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν καὶ μετὰ τοῦ ἁπλῶς εἶναι

καὶ τὸ τοιῶσδε εἶναι ἔχουσαν, εἴτε λογικὴν εἴτε ἄλογον, εἴτε θνητὴν

εἴτε ἀθάνατον, ἤγουν αὐτήν, ὥς φαμεν, τὴν ἀμετάβλητον καὶ ἀμετάθετον

ἀρχὴν καὶ αἰτίαν καὶ δύναμιν τὴν παρὰ τοῦ δημιουργοῦ ἐντεθεῖσαν

ἑκάστῳ εἴδει πρὸς κίνησιν, τοῖς μὲν ἀγγέλοις πρὸς τὸ νοεῖν καὶ ἐκτὸς

προφορικοῦ λόγου μεταδιδόναι ἀλλήλοις τὰ νοήματα, τοῖς δὲ ἀνθρώ-

ποις πρὸς τὸ νοεῖν καὶ λογίζεσθαι καὶ διὰ προφορικοῦ λόγου διαδιδόναι

ἀλλήλοις τὰ ἐν καρδίᾳ νοήματα, τοῖς δὲ ἀλόγοις τὴν ζωτικὴν καὶ αἰσθητι-

κὴν καὶ ἀναπνευστικὴν κίνησιν, τοῖς δὲ φυτοῖς τὴν θρεπτικὴν καὶ αὐξη-

τικὴν καὶ γεννητικὴν δύναμιν, τοῖς δὲ λίθοις τὴν τοῦ θερμαίνεσθαι

καὶ τοῦ ψύχεσθαι καὶ τὴν ἀπὸ τόπου εἰς τόπον ἑτεροκίνητον μετάβασιν

ἤγουν τὴν ἄψυχον. Ταύτην ἐκάλεσαν φύσιν ἤγουν τὰ εἰδικώτατα εἴδη,

οἷον ἄγγελον, ἄνθρωπον, ἵππον καὶ τὰ τοιαῦτα, ὡς καθολικώτερα καὶ

περιεκτικὰ τῶν ὑποστάσεων καὶ ἐν ἑκάστῃ τῶν ὑπ' αὐτῶν περιεχο-

μένων ὑποστάσεων ὁμοίως καὶ ἀπαραλείπτως ὑπάρχοντα. Ὥστε τὸ

μὲν μερικώτερον ἐκάλεσαν ὑπόστασιν, τὸ δὲ καθολικώτερον καὶ περιέχον

τὰς ὑποστάσεις ἐκάλεσαν φύσιν, τὴν δὲ ἁπλῶς ὕπαρξιν ἐκάλεσαν

οὐσίαν.

Οἱ δὲ ἅγιοι πατέρες παρεάσαντες τὰς πολλὰς ἐρεσχελίας τὸ μὲν

κοινὸν καὶ κατὰ πολλῶν λεγόμενον ἤγουν τὸ εἰδικώτατον εἶδος οὐσίαν

καὶ φύσιν καὶ μορφὴν ἐκάλεσαν, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον, κύνα

καὶ τὰ τοιαῦτα· καὶ γὰρ καὶ ἡ οὐσία παρὰ τὸ εἶναι λέγεται, καὶ ἡ φύσις

παρὰ τὸ πεφυκέναι, τὸ δὲ εἶναι καὶ πεφυκέναι ταὐτόν ἐστι· καὶ ἡ μορφὴ

δὲ καὶ τὸ εἶδος τὸ αὐτὸ σημαίνει τῇ φύσει. Τὸ δὲ μερικὸν ἐκάλεσαν

ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασιν οἷον Πέτρος, Παῦλος. Ἡ δὲ

ὑπόστασις θέλει ἔχειν οὐσίαν μετὰ συμβεβηκότων καὶ καθ' ἑαυτὴν

ὑφίστασθαι καὶ αἰσθήσει ἤγουν ἐνεργείᾳ θεωρεῖσθαι. Ἀδύνατον δὲ δύο

ὑποστάσεις μὴ διαφέρειν ἀλλήλων τοῖς συμβεβηκόσι καὶ ἀριθμῷ δια-

φέρειν ἀλλήλων. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ χαρακτηριστικὰ ἰδιώματα τὰ

συμβεβηκότα εἰσὶ τὰ χαρακτηρίζοντα τὴν ὑπόστασιν.

12

{Περὶ διαιρέσεως.}

Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ

πράγματος, οἷον τὸ ζῷον διαιρεῖται

εἰς λογικὸν καὶ ἄλογον·

(v. i. 20—27)

ὑποδιαίρεσις δὲ τοῦ

ἑνὸς μέρους τῶν δύο τμημάτων τομὴ

καὶ διαίρεσις, οἷον τοῦ ζῴου διαιρε-

θέντος εἰς λογικὸν καὶ ἄλογον τὸ ἓν

μέρος ἤγουν τὸ λογικὸν διαιροῦμεν

εἰς θνητὸν καὶ ἀθάνατον·

ἐπιδιαί-

ρεσις δέ, ὅταν ποιήσας διαίρεσιν

πράγματος ποιήσω πάλιν ἄλλην διαί-

ρεσιν πράγματος τοῦ αὐτοῦ, οἷον διαι-

ρεῖται ὁ ἄνθρωπος εἰς ἄρσεν καὶ θῆλυ

—ἰδοὺ διαίρεσις—καὶ πάλιν δι-

αιρεῖται ὁ ἄνθρωπος εἰς ψυχὴν καὶ

σῶμα—ἰδοὺ ἐπιδιαίρεσις. Οὐ πάν-

τοτε δὲ γίνεται διαίρεσις καὶ ἐπι-

διαίρεσις, ἀλλ' ὅτε μὴ πάντα περι-

έχονται ὑπὸ τὴν πρώτην διαίρεσιν·

ἰδοὺ γὰρ καὶ ἐν τῷ

ἄῤῥενι καὶ ἐν τῇ θηλείᾳ θεωρεῖ-

ται ψυχὴ καὶ σῶμα.

Χρὴ δὲ γινώσκειν, ὅτι ἀντιδιαιρούμε-

να λέγονται τὰ δύο εἴδη τὰ ἐκ τοῦ

αὐτοῦ γένους τμηθέντα, οἷον τὸ ζῷον

διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, ἃ

ἀντιδιαιρούμενα λέγονται.

Εἰσὶ δὲ διαιρετικοὶ τρόποι

ὀκτώ·

—ἢ ὡς γέ-

νος εἰς εἴδη, οἷον τὸ ζῷον

διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον,

—ἢ ὡς εἶδος εἰς ἄτομα, οἷον ὁ ἄν-

θρωπος διαιρεῖται εἰς Πέτρον καὶ

Παῦλον καὶ εἰς τοὺς λοιποὺς κατὰ μέ-

ρος ἀνθρώπους, —ἢ ὡς ὅλον εἰς μέ-

ρη· καὶ τοῦτο διχῶς, ἢ ὁμοιομερῆ

ἢ ἀνομοιομερῆ. Ὁμοιομερῆ

μὲν οὖν εἰσιν, ὅτε τὰ μέρη ἐπι-

δέχονται τὸ ὄνομα καὶ τὸν ὁρισ-

μὸν τοῦ ὅλου καὶ ἀλλήλων,

ὡς ὅταν τέμνωμεν σάρκα εἰς πολλὰς

σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς

σὰρξ λέγεται καὶ τὸν ὁρισμὸν τῆς

σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερῆ δέ,

ὅτε τὰ μέρη

μήτε τὸ ὄνομα μήτε τὸν

ὁρισμὸν ἐπιδέχονται μήτε τοῦ ὅλου

μήτε ἀλλήλων, ὡς ὅταν διέλωμεν τὸν

Σωκράτην εἰς

κεφαλήν, πόδας καὶ χεῖρας· οὔτε γὰρ

ἡ κεφαλὴ οὔτε οἱ πόδες οὔτε αἱ χεῖ-

ρες ἐπιδέχονται τὸ ὄνομα ἢ τὸν ὁρισ-

μὸν τοῦ Σωκράτους οὔτε ἀλλήλων.

—ἢ ὡς ὁμώνυμος φωνὴ εἰς

διάφορα σημαινόμενα, καὶ τοῦτο

διχῶς· ἢ ὡς ὅλον

ἢ ὡς μέρος. Ὡς ὅλον

μὲν ὡς ἡ κύων φωνή· φέρεται γὰρ κα-

τά τε χερσαίου κυνὸς καὶ ἀστρῴου

καὶ θαλαττίου, ἅπερ ὅλον τί εἰσι

καὶ οὐ μέρος ζῴου· ὡς δὲ μέρος, ὅτε

τὸ τῆς γλώσσης ὄνομα φέρεται κατὰ

τοῦ ἄκρου τοῦ ὑποδήματος καὶ τοῦ ἄ-

κρου τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μο-

ρίου τῶν ζῴων, ἅτινα μέρη εἰσὶ καὶ

οὐχ ὅλα.

—ἢ ὡς οὐσία εἰς συμβε-

βηκότα, ὡς ὅταν εἴπω· Τῶν ἀνθρώπων

οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες·

—ἢ ὡς

συμβεβηκότα εἰς οὐσίας, ὡς ὅταν εἴ-

πω· Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ

ἄψυχα·

—ἢ

ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς

ὅταν εἴπω· Τῶν ψυχρῶν τὰ μὲν

ξηρὰ τὰ δὲ ὑγρά,

—ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς

ἕν· ἀφ' ἑνὸς μὲν ὡς ἀπὸ τῆς ἰατρικῆς

ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον,

πρὸς ἓν δὲ ὡς ὑγιεινὸν

φάρμακον, ὑγιεινὸν βρῶμα· πρὸς ἓν

γὰρ βλέπουσι, τὴν ὑγίειαν.

Κατὰ τοῦτον οὖν τὸν τρόπον διαιρεῖ-

ται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός.

Δεῖ δὲ γινώσκειν, ὡς οὐδὲ ἐν ἑνὶ

τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν

τοῖς τμήμασι τὸ φύσει πρότερον καὶ

ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, εἰ

μὴ ἐν τοῖς ἀφ' ἑνὸς καὶ πρὸς

ἕν.

13

{Περὶ τοῦ φύσει προτέρου.}

Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφέρον καὶ μὴ συνεισ-

φερόμενον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον,

οἷον τὸ ζῷον φύσει πρότερόν ἐστι τοῦ ἀνθρώπου. Ἀναι-

ρουμένου γὰρ καὶ μὴ ὄντος ζῴου ἐξ ἀνάγκης οὐδὲ ἄνθρω-

πος ἔσται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ

ἀναιρουμένου καὶ μὴ ὄντος δυνατὸν εἶναι ζῷον· ἔσται

γὰρ ἵππος, κύων καὶ τὰ τοιαῦτα, ἅτινα ζῷά εἰσι. Πάλιν

εἰσφερομένου ἀνθρώπου πάντως καὶ ζῷον εἰσφέρεται·

ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ζῴου δὲ εἰσφερομένου οὐ

πάντως, ὅτι συνεισφέρεται ἄνθρωπος ἀλλ' ἵππος ἢ

κύων ἤ τι τῶν τοιούτων· ζῷα γάρ εἰσι καὶ αὐτά. Οὔτε

οὖν ὁ Πέτρος ἐστὶ φύσει πρότερος τοῦ Παύλου οὔτε τὸ

λογικὸν ζῷον τοῦ ἀλόγου ζῴου. Πέτρου γὰρ ἀναιρουμέ-

νου καὶ μὴ ὄντος ἔσται Παῦλος· καὶ Παύλου εἰσφερομέ-

νου οὐ συνεισφέρεται Πέτρος, τοῦ δὲ Πέτρου συνεισφερο-

μένου οὐ συνεισφέρεται Παῦλος, καὶ οὔτε Πέτρος ἐστὶ

μᾶλλον ἤγουν πλέον τοῦ Παύλου ἄνθρωπος οὔτε

Παῦλος τοῦ Πέτρου. Εὑρίσκεται δὲ φάρμακον

ὑγιεινότερον φαρμάκου καὶ βιβλίον ἰατρικώτερον βιβλίου

ἄλλου.

14

{Περὶ ὁρισμοῦ.}

Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως

τοῦ ὑποκειμένου πράγματος ἤγουν ὁ λόγος ὁ δι'

ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος,

οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπι-

στήμης δεκτικόν. Πολλοὶ μὲν γὰρ ἐποίησαν περὶ φύσεως

ἀνθρώπου λόγους κατεπεκτάδην ἤγουν ἐκτεταμένους καὶ

μεγάλους, ἀλλ' οὔκ εἰσι σύντομοι διὸ οὐδὲ ὁρισμοί εἰσιν.

Εἰσὶ δὲ καὶ σύντομοι λόγοι ὡς τὰ ἀποφθέγματα, ἀλλ'

ἐπειδὴ οὐ δηλοῦσι φύσιν πράγματος, οὔκ εἰσιν ὁρισμοί.

Καὶ τὸ ὄνομα δὲ πολλάκις δηλοῖ τὴν φύσιν τοῦ ὑποκει-

μένου πράγματος, ἀλλ' οὐκ ἔστιν ὁρισμός· τὸ γὰρ

ὄνομα μία λέξις ἐστίν, ὁ δὲ ὁρισμὸς λόγος ἐστί. Λόγος δὲ

ἐκ δύο τὸ ἐλάχιστον σύγκειται λέξεων. Ὥστε ὁ ὁρισμὸς

θέλει ἐκ διαφόρων λέξεων συγκεῖσθαι καὶ σύντομος εἶναι καὶ

δηλοῦν τὴν φύσιν τοῦ ὑπ' αὐτοῦ ὁριζομένου πράγματος.

Συνίσταται δὲ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν

διαφορῶν ἤγουν οὐσιωδῶν, ὡς ἐπὶ τοῦ ὅρου τοῦ ζῴου·

ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Ἰδοὺ ἡ μὲν

οὐσία γένος ἐστί, τὸ δὲ ἔμψυχον καὶ τὸ αἰσθητικὸν συστα-

τικαὶ διαφοραί. Λαμβάνεται δὲ καὶ ἐξ ὕλης καὶ εἴδους, οἷον

ἀνδριάς ἐστιν ἐκ χαλκοῦ πεποιημένος, ἀνδρὸς εἶδος σημαί-

νων· ὁ μὲν οὖν χαλκὸς ὕλη ἐστί, τὸ δὲ τοῦ ἀνδρὸς εἶδος εἶδος.

Ἀναλογεῖ δὲ ἡ μὲν ὕλη τῷ γένει, τὸ δὲ εἶδος διαφορᾷ.

Λαμβάνεται δὲ καὶ ἐξ ὑποκειμένου καὶ τέλους, οἷον ἰατρική

ἐστι τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη

ὑγιείας περιποιητική. Ἰδοὺ ὑποκείμενά εἰσι τῇ ἰατρικῇ τὰ

ἀνθρώπινα σώματα, τέλος δὲ αὐτῆς ἡ ὑγίεια.

Ἡ δὲ ὑπογραφὴ ἐκ τῶν ἐπουσιωδῶν σύγκειται ἤγουν

ἰδίων καὶ συμβεβηκότων, οἷον ἄνθρωπός ἐστι γελαστικόν,

ὀρθοπεριπατητικόν, πλατυώνυχον· ταῦτα γὰρ ὅλα

ἐπουσιώδη εἰσί. Διὸ καὶ ὑπογραφὴ λέγεται, ὡς

σκιάζουσα καὶ οὐ τὴν οὐσιώδη ὕπαρξιν τοῦ ὑποκειμένου

δηλοῦσα ἀλλὰ τὰ παρεπόμενα. Ὁ δὲ ὑπογραφικὸς ὁρισ-

μὸς μικτός ἐστιν ἐξ οὐσιωδῶν καὶ ἐπουσιωδῶν, οἷον

ἄνθρωπός ἐστι ζῷον λογικόν, ὀρθοπεριπατητικόν, πλα-

τυώνυχον.

Εἴρηται δὲ ὁρισμὸς ἀπὸ μεταφορᾶς τῶν τῆς γῆς ὁροθε-

σίων· ὥσπερ γὰρ τὸ ὁροθέσιον χωρίζει τὸ ἴδιον ἑκάστου,

οὕτω καὶ ὁ ὁρισμὸς τὴν φύσιν ἑκά-

στου χωρίζει ἐκ τῆς τοῦ ἑτέρου φύσεως.

Ὑγίεια δὲ ὁρισμοῦ ἐστι τὸ μήτε ἐλλείπειν μήτε πλεονά-

ζειν ταῖς λέξεσι, κακία δὲ τὸ ἐλλείπειν καὶ πλεονά-

ζειν. Τέλειος δὲ ὁρισμός ἐστιν ὁ ἀντιστρέφων

πρὸς τὸ ὁριστόν, ἀτελὴς δὲ ὁ μὴ ἀντιστρέφων. Οὔτε οὖν

ὁ ἐλλείπων ταῖς λέξεσιν ἀντιστρέφει οὔτε ὁ πλεονάζων.

Ὅτε μὲν γὰρ πλεονάσει ταῖς λέξεσι, λείπει τοῖς πράγμα-

σιν· ὅτε δὲ λείψει ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν.

Οἷον ὁ τέλειος ὁρισμὸς τοῦ ἀνθρώπου ‘ζῷον λογικὸν

θνητόν’. Ἰδοὺ ἀντιστρέφει· πᾶν γὰρ ζῷον λογικὸν θνη-

τὸν ἄνθρωπός ἐστι, καὶ πᾶς ἄνθρωπος ζῷόν ἐστι λογικὸν

θνητόν. Ἐὰν οὖν λείψῃ μιᾷ λέξει, πλεονάζει τοῖς πρά-

γμασιν, οἷον ζῷον λογικόν. Ἰδοὺ ἔλειψε τῇ λέξει, οὐ γὰρ

εἶπον ‘θνητόν’, καὶ ἐπλεόνασε τοῖς πράγμασιν, οὐ γὰρ

μόνος ἐστὶν ἄνθρωπος ζῷον λογικὸν ἀλλὰ καὶ ἄγγελος,

καὶ οὐκ ἀντιστρέφει. Ἐὰν δὲ εἴπω ‘ζῷον λογικόν, θνη-

τόν, γραμματικόν’, πάλιν οὐκ ἀντιστρέφει· ἐπλεόνασε

γὰρ τῇ λέξει διὰ τοῦ εἰπεῖν ‘γραμματικόν’, ἔλειψε δὲ τοῖς

πράγμασιν. Οὐ πάντα γὰρ ἄνθρωπον ὡρίσατο, ἀλλ' ἦ

μόνον τοὺς γραμματικούς. Πᾶν μὲν γὰρ ζῷον λογικόν,

θνητόν, γραμματικὸν ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρω-

πος ζῷον λογικόν, θνητόν, γραμματικόν ἐστιν· οὐ γὰρ

πᾶς ἄνθρωπος γραμματικός ἐστι.

15

{Περὶ ὁμωνύμων.}

Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ

ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ

τὸν χερσαῖον καὶ τὸν θαλάσσιον κύνα· ἕτερον δὲ ὁρισμὸν ἔχει ὁ χερσαῖος

καὶ ἕτερον ὁ θαλάσσιος, ἐπειδὴ καὶ ἑτέρα φύσις καὶ ἑτέρα. Ὑπογράφουσι

δὲ τὰ ὁμώνυμα οὕτως· Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ

κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. Λόγον ἐνταῦθα τὸν ὁρισμὸν

εἶπε καὶ τὴν ὑπογραφήν· κατὰ τοὔνομα δὲ εἶπε δηλῶν ἕτερον εἶναι τὸν

ὁρισμὸν αὐτοῦ τοῦ ὀνόματος, καθ' ὃν γίνονται ὁμώνυμα. Οἷον ὁ χερ-

σαῖος καὶ ὁ θαλάσσιος κύων κατὰ τὸ ὄνομα τοῦ κυνός εἰσιν ὁμώνυμοι·

εἰ γὰρ θελήσει τις τὸν ὁρισμὸν τοῦ χερσαίου κυνὸς ἀποδοῦναι καὶ τοῦ

θαλασσίου, καθ' ὃ κύων καλεῖται ἑκάτερος αὐτῶν, ἄλλον ὁρισμὸν

ἀποδίδωσι τῷ χερσαίῳ καὶ τῷ θαλασσίῳ ἕτερον. Ἐνδέχεται δὲ αὐτοὺς

καὶ κοινωνεῖν τῷ ὁρισμῷ πάλιν καὶ τῷ ὀνόματι· ζῷα γὰρ λέγονται

ἀμφότερα καὶ τὸν ὁρισμὸν τοῦ ζῴου δέχονται, ἀλλ' οὔκ εἰσι κατὰ τὸ

ὄνομα τοῦ ζῴου ὁμώνυμοι ἀλλὰ μᾶλλον συνώνυμοι. Ἐπὶ δὲ τῶν ὁμω-

νύμων τρία δεῖ ζητεῖν· εἰ ἔστι τῶν ὁμωνύμων καὶ κατὰ πόσων σημαι-

νομένων φέρεται καὶ περὶ ποίου σημαινομένου ἡ ἐρώτησις γέγονεν.

16

{Περὶ συνωνύμου.}

Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπο-

γραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν

ἄνθρωπον καὶ τὸν ἵππον, καὶ κατὰ τὸ ὄνομα τοῦτο ἤγουν τοῦ ζῴου

συνώνυμοί εἰσιν· ἕκαστον γὰρ αὐτῶν καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ

ζῴου δέχεται. Ὑπογράφουσι δὲ τὰ συνώνυμα οὕτως· Συνώνυμά εἰσιν,

ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός.

17

{Περὶ πολυωνύμων.}

Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι

διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν

οἷον φάσγανον, ἄορ, σπάθη, μάχαιρα, ξίφος· πάντα γὰρ ταῦτα τὰ

ὀνόματα ἕνα ὅρον ἐπιδέχονται, ἤγουν σίδηρος ἀμφήκης τουτέστιν

σίδηρος ἀμφοτέρωθεν ἠκονημένος. Ὑπογράφουσι δὲ τὰ πολυώνυμα

οὕτω· Πλεῖστα ὀνόματα καθ' ἑνὸς κυρίου λεγόμενα.

18

{Περὶ ἑτέρων καὶ ἑτερωνύμων.}

Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν

ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ κατάβασις,

ἔχουσι γὰρ ἓν ὑποκείμενον, τὴν κλίμακα, ἢ οὐκ ἔχουσιν ἓν ὑποκείμενον

καὶ λέγονται ἕτερα ὡς οὐσία καὶ συμβεβηκός· ταῦτα γὰρ καὶ ἕτερον

ὄνομα ἔχουσι καὶ ἑτέραν ὑπογραφὴν καὶ οὐδὲ ἔχουσιν ἓν ὑποκείμενον.

Τούτων δὲ ἀμφοτέρων, τῶν τε ἑτερωνύμων καὶ τῶν ἑτέρων, ὑπογραφὴ

αὕτη· Ὧν τό τε ὄνομα καὶ ὁ ὅρος ἕτερος.

19

{Περὶ παρωνύμων.}

Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ

διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς

ἀπὸ τῆς γραμματικῆς γραμματικός· κοινωνοῦσι γὰρ τῷ ὀνόματι,

διαφέρουσι δὲ κατὰ τὴν λῆξιν τοῦ ὀνόματος ἤγουν τὴν τελευταίαν

συλλαβήν· καὶ πάλιν τῷ ὅρῳ κοινωνοῦσί τε καὶ διαφέρουσιν, ὅτι ἡ μὲν

γραμματικὴ γνῶσίς ἐστιν, ὁ δὲ γραμματικὸς οὐσία, ἐν ᾗ ἡ γνῶσις.

Παρώνυμα δέ εἰσιν, ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει ἤγουν τῇ

κλίσει τοῦ ὀνόματος τὴν προσηγορίαν ἔχει.

Δεῖ δὲ γινώσκειν, ὡς ἡ γραμματικὴ καὶ ἡ μουσικὴ οὔκ εἰσι παρώνυμα,

ἀλλ' ὁ μουσικὸς ἐκ τῆς μουσικῆς καὶ ὁ γραμματικὸς ἐκ τῆς γραμματικῆς

παρωνομάσθη καὶ ὁ δίκαιος ἐκ τῆς δικαιοσύνης.

Δεῖ δὲ γινώσκειν, ὅτι τὰ μὲν παρώνυμα περιέχουσι τὰ ἀφ' ὧν παρωνο-

μάσθησαν ὡς ὁ γραμματικὸς τὴν γραμματικὴν καὶ ὁ δίκαιος τὴν

δικαιοσύνην, τὰ δὲ ἀφ' ἑνὸς οὐδαμῶς· οὐ γὰρ περιέχει τὸ ἰατρικὸν ἐρ-

γαλεῖον τὴν ἰατρικήν.

20

{Περὶ τῶν δέκα γενικωτάτων γενῶν.}

Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία,

συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς ἵππος τρέχει,

Σωκράτης φιλοσοφεῖ. Τῶν δὲ ἁπλῶς λεγομένων καὶ ἄνευ συμπλοκῆς

αʹ τὸ μὲν οὐσίαν σημαίνει οἷον ἄνθρωπος, ἵππος· βʹ τὸ δὲ ποσὸν οἷον

δύο, τρία, δίπηχυ, τρίπηχυ· γʹ τὸ δὲ πρός τι ὡς πατήρ, υἱός· δʹ

τὸ δὲ ποιὸν ὡς λευκόν, μέλαν· εʹ τὸ δὲ ποῦ ὡς ἐν ναῷ, ἐν ἀγορᾷ·

Ϛʹ τὸ δὲ ποτὲ ὡς πέρυσι, σήμερον· ζʹ τὸ δὲ κεῖσθαι ὡς τὸ ἵστασθαι,

καθῆσθαι· ηʹ τὸ δὲ ἔχειν ὡς τὸ ἐνδεδύσθαι, ὑποδεδύσθαι· θʹ τὸ δὲ

ποιεῖν ὡς τὸ καίειν, τέμνειν· ιʹ τὸ δὲ πάσχειν ὡς τὸ καίεσθαι, τέμνεσθαι.

Αὗται αἱ δέκα λέγονται κατηγορίαι ὡς ἐκ τοῦ λέγεσθαι κατά τινων· τὸ

γὰρ ἀγορεύειν λέγειν ἐστίν.

Χρὴ γινώσκειν, ὅτι ἕκαστον τούτων τῶν δέκα γενικώτατον γένος

ἐστί. Τούτων οὖν τῶν δέκα κατηγοριῶν τῶν καὶ γενικωτάτων γενῶν ἡ

μὲν μία οὐσία ἐστίν, αἱ δὲ ἐννέα συμβεβηκότα. Εἰσὶ δὲ αὗται· οὐσία,

ποσόν, πρός τι, ποιόν, ποῦ, ποτέ, κεῖσθαι, ἔχειν, ποιεῖν, πάσχειν.

21

{Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε

καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.}

Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερο-

γενῆ δέ εἰσιν, ὅσα ὑπ' ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσίν· ταῦτα ἕτερα

τῷ γένει εἰσίν. Ὁμοειδῆ δέ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσεται καὶ

κοινωνοῦσι τῷ λόγῳ τῆς οὐσίας ὡς Πέτρος καὶ Παῦλος. Ἑτεροειδῆ

εἰσι τὰ τῷ εἴδει διαφέροντα ἀλλήλων ἤγουν ὅσα τῷ λόγῳ τῆς οὐσίας

διαφέρουσιν ὡς ἄνθρωπος, ἵππος. Ἀριθμῷ δὲ διαφέρουσιν, ὅσα τῇ

συμπλοκῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως

ἀφωρίσαντο καὶ τὴν καθ' αὑτὸ ἐσχήκασιν ὕπαρξιν ἤγουν τὰ ἄτομα

ὡς Πέτρος, Παῦλος καὶ ἕκαστος τῶν ἀνθρώπων. Τῶν πάντῃ ἑτερογενῶν

ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραὶ οἷον ζῷον καὶ ἐπιστήμη· τὸ μὲν γὰρ

ζῷον ὑπὸ τὴν οὐσίαν τελεῖ, ἡ δὲ ἐπιστήμη ὑπὸ τὸ ποιόν. Τοῦ μὲν οὖν

ζῴου διαφοραὶ συστατικαὶ μὲν τὸ ἔμψυχον, τὸ αἰσθητικόν, διαιρετικαὶ

δὲ τὸ λογικόν, τὸ ἄλογον, τὸ πτηνόν, τὸ ἔνυδρον· τῆς δὲ ἐπιστήμης

συστατικαὶ μὲν τὸ τοῖς ἐμψύχοις καὶ λογικοῖς ἐνυπάρχειν, ἔτι δὲ καὶ τὸ

δυσμετάβλητον, διαιρετικαὶ δὲ γραμματική, φιλοσοφία. Ἧς γὰρ κατη-

γορίας ὑπάρχει τὸ γένος, ἐκείνης καὶ τὸ εἶδος καὶ αἱ τοῦ εἴδους διαφοραί·

τῶν δὲ ὑπ' ἄλληλα γενῶν τε καὶ εἰδῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι

διαφοράς, εἰ καὶ μὴ πάσας. Διαφορὰς δὲ ἐνταῦθά φημι τὰς συνιστώσας

αὐτά.

Χρὴ δὲ γινώσκειν, ὅτι αἱ ἐννέα κατηγορίαι…

The complete text is available when the reading interface loads.