The Greek Library Catalogue

Anonymous

Gnomologium Vaticanum

Edition reference
Gnomologium Vaticanum, ed. L. Sternbach, Gnomologium Vaticanum e codice Vaticano Graeco 743 [Texte und Kommentare 2. Berlin: De Gruyter, 1887]: 4–204.
CTS identifier
urn:cts:greekLit:tlg2945.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ἀντισθένης τοὺς πόνους ἔφησεν ὁμοίους εἶναι κυσί· καὶ γὰρ

ἐκεῖνοι τοὺς ἀσυνήθεις δάκνουσιν.

2

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, εἰ γήμῃ, εἶπεν· „εἰ μὲν καλήν,

κοινὴν ἕξεις· εἰ δὲ αἰσχρὰν, ποινήν“.

3

Ὁ αὐτὸς εἶπε τοὺς ἀπαιδεύτους ἐνύπνια ἐγρηγορότα.

4

Ὁ αὐτὸς πρότερον ῥητορικὴν ἐδίδασκεν· ἔπειτα Σωκράτους

εἰπόντος μετεβάλετο· ἐντυχὼν δὲ τοῖς ἑταίροις, ”πρότερον”, ἔφη, „ἦτε

μου μαθηταί· νῦν δ' ἂν νοῦν ἔχητε, ἔσεσθε συμμαθηταί“.

5

Ὁ αὐτὸς Διονυσίου λυπουμένου, ὅτι θνητός ἐστιν, ”ἀλλὰ σύ γε”,

ἔφη, „προελθόντος τοῦ χρόνου λυπηθήσῃ, ὅτι μηδέπω ἀποθνήσκεις“.

6

Ὁ αὐτὸς πυνθανομένου τοῦ τυράννου, τί δήποτε οὐχ οἱ πλούσιοι

πρὸς τοὺς σοφοὺς ἀπίασιν, ἀλλ' ἀνάπαλιν, εἶπεν· ”ὅτι οἱ σοφοὶ μὲν ἴσασιν

ὧν ἐστιν αὐτοῖς χρεία πρὸς τὸν βίον, οἱ δ' οὐκ ἴσασιν, ἐπεὶ μᾶλλον χρη-

μάτων ἢ σοφίας ἐπεμελοῦντο.”

7

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τί· τὸν υἱὸν διδάξει, εἶπεν· „εἰ

μὲν θεοῖς αὐτὸν συμβιοῦν ἐθέλοις, φιλόσοφον· εἰ δὲ ἀνθρώποις, ῥήτορα“.

8

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, πῶς ἂν προσέλθοι πολιτείᾳ,

εἶπεν· μήτε λίαν ἐγγύς, ἵνα μὴ κατακαῇ, μήτε πόῤῥω, ἵνα μὴ ῥιγοῖ.

9

Ὁ αὐτὸς ἐπαινούμενος ὑπὸ μοχθηρῶν, ”ἀγωνιῶ”, ἔφη, „μή τι

κακὸν εἴργασται μοι, ὅτι τοιούτοις ἀρέσκω“.

10

Ὁ αὐτὸς λοιδοροῦντος αὐτόν τινος ὡς οὐκ Ἀθηναῖον, ”καὶ

μήν”, εἶπεν, „οὐδεὶς ἑώρακε λέοντα Κορίνθιον οὐδ' Ἀττικόν, ἀλλ' οὐδὲν

ἧττον γενναῖόν ἐστι τὸ ζῷον“.

11

Ὁ αὐτὸς θεασάμενος ἐν πίνακι γεγραμμένον τὸν Ἀχιλλέα

Χείρωνι τῷ Κενταύρῳ διακονούμενον, ”εὖ γε, ὦ παιδίον”, εἶπεν, „ὅτι

παιδείας ἕνεκεν καὶ θηρίῳ διακονεῖν ὑπέμεινας.“

12

Ὁ αὐτὸς ἔφη τὴν ἀρετὴν βραχύλογον εἶναι, τὴν δὲ κακίαν

ἀπέραντον.

13

Ὁ αὐτὸς Πλάτωνός ποτε ἐν τῇ σχολῇ μακρολογήσαντος εἶπεν·

”οὐχ ὁ λέγων μέτρον ἐστὶ τοῦ ἀκούοντος, ἀλλ' ὁ ἀκούων τοῦ λέγοντος.”

14

Ἀνάχαρσις ἔφη τοὺς Ἕλληνας ἁμαρτάνειν, ὅτι παρ' αὐτοῖς

οἱ μὲν τεχνῖται ἀγωνίζονται, οἱ δ' ἀμαθεῖς κρίνουσιν.

15

Ὁ αὐτὸς λοιδορούμενος ὑπό τινος, ὅτι Σκύθης εἴη, ἔφη· „γένει,

ἀλλ' οὐχὶ τοῖς τρόποις· [ἐν ἤθεσι γὰρ ἡ σοφία]“.

16

Ὁ αὐτὸς λοιδορούμενος ὑπ' Ἀθηναίων ἐπὶ τῷ σολοικίζειν

εἶπεν· ”Ἀνάχαρσις Ἀθηναίοις σολοικίζει, Ἀθηναῖοι δὲ Ἀναχάρσιδι”.

17

Ὁ αὐτὸς ἀστραγαλίζων καὶ ἐπιτιμηθείς, διότι παίζει, ἔφη·

„ὥσπερ τὰ τόξα διὰ παντὸς τεταμένα ῥήσσεται, ἐπὰν δὲ ἀνεθῇ, εὔχρηστα

γίνεται πρὸς τὰς ἐν τῷ βίῳ χρείας, οὕτω καὶ ὁ λογισμὸς ἐπὶ τῶν αὐτῶν

μένων κάμνει“.

18

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τί ἐστι πολέμιον ἀνθρώποις,

εἶπεν· ”αὐτοὶ ἑαυτοῖς”.

19

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, διὰ τί οἱ φθονεροὶ ἄνθρωποι

ἀεὶ λυποῦνται, ἔφη· „ὅτι οὐ μόνον τὰ ἑαυτῶν αὐτοὺς κακὰ δάκνει,

ἀλλὰ καὶ τὰ τῶν πέλας ἀγαθὰ λυπεῖ“.

20

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τί ἐθεάσατο ἐν τῇ Ἑλλάδι

παράδοξον εἶπε, τὸ τοὺς νεκροὺς καίεσθαι μὲν ὡς ἀναισθήτους, ἀπο-

καίεσθαι δὲ αὐτοῖς ὡς αἰσθανομένοις.

21

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, ποῖός ἐστι θάνατος χαλεπώ-

τερος, εἶπεν· ”ὁ τῶν εὐτυχούντων”.

22

Ὁ αὐτὸς ὀνειδιζόμενος ὑπό τινος, ὅτι Σκύθης ἐστίν, εἶπεν·

„καὶ γὰρ τὰ ῥόδα ἐν ἀκάνθαις φύεται, ἀλλ' ἐν ἡδονῇ καὶ κάλλει διαφέρει.“

23

Ἀρίστιππος, ὁ Κυρηναῖος φιλόσοφος, πλέων εἰς Ἀθήνας ἐναυ-

άγησεν καὶ ὑποληφθεὶς ὑπ' Ἀθηναίων ὡς ἠρωτήθη, τί μέλλει εἰς Κυρήνην

ἐπανελθὼν λέγειν πρὸς τοὺς οἰκείους, ἔφη· ”τοιαῦτα ἐφόδια κτᾶσθαι, ἃ

καὶ ναυαγοῦσι συννήχεται”.

24

Ὁ αὐτὸς παρὰ τῶν μαθητῶν λαμβάνειν ἔφασκε μισθόν, οὐχ

ὅπως τὸν βίον ἐπανορθώσῃ, ἀλλ' ὅπως ἐκεῖνοι μάθωσιν εἰς τὰ καλὰ δαπανᾶν.

25

Ὁ αὐτὸς ἄσωτον γενόμενον τὸν υἱὸν ἐξέκλεισεν· τῆς δὲ

γυναικὸς μεμφομένης, ὅτι αὐτὸν οὐ προσίεται καὶ λεγούσης παρ' ἕκαστα,

ὡς καὶ οὗτος ἐξ αὐτοῦ εἴη, ἀποπτύσας [ὁ Ἀρίστιππος] 〈ἔφη·〉 „καὶ

γὰρ καὶ τοῦτο ἐξ ἐμοῦ ἐστιν, ἀλλ' ἀποῤῥίπτω αὐτό, ὅτι με λυπεῖ“.

26

Ὁ αὐτὸς ἐρωτώμενος, τί θαυμαστόν ἐστιν ἐν βίῳ 〈εἶπεν〉·

”ἄνθρωπος ἐπιεικὴς καὶ μέτριος, ὅτι ἐν πολλοῖς ὑπάρχων μοχθηροῖς οὐ

διέστραπται”.

27

Ὁ αὐτὸς ἀνθρώπου αὐτὸν ἀδικήσαντος καὶ περιφεύγοντος

καὶ ἀπαντᾶν διατρεπομένου συντυχὼν ἅπαξ εἶπεν· „οὐ σὲ χρὴ ἐμὲ

φεύγειν, ἀλλ' ἐμὲ σὲ ὄντα φαῦλον“.

28

Ὁ αὐτὸς ὀνειδιζόμενος ὑπό τινος, ὅτι Κυρηναῖος ὑπάρχων

ἐκ τῆς πατρίδος πεφυγάδευται, ”καί”, εἶπε, „νεανίσκε, μεγάλα με ἡ

πατρὶς ἠδίκησεν ἐκ τῆς Λιβύης με εἰς τὴν Ἑλλάδα ἐκβαλοῦσα“.

29

Ὁ αὐτὸς ἔφη δεῖν ἐθίζειν ἀπὸ ὀλίγων ζῆν, ἵνα μηδὲν αἰσχρὸν

χρημάτων ἕνεκεν πράττωμεν.

30

Ὁ αὐτὸς Πλάτωνος εἰσελθόντος πρὸς αὐτὸν μαλακῶς ἔχοντα

καὶ πυθομένου, πῶς διάγει, ἔφη τὸν μὲν σπουδαῖον καὶ πυρέττοντα

καλῶς ἔχειν, τὸν δὲ φαῦλον καὶ μὴ πυρέττοντα κακῶς.

31

Ὁ αὐτὸς ἐγκαλοῦντός τινος ἀνθρώπῳ τινί, ὅτι λαβὼν ἀργύριον

οὐκ ἀπέδωκε, ”σαυτῷ δέ”, φησίν, „οὐκ ἐγκαλεῖς, εἰ μὴ ὀρθῶς ἐδοκί-

μασας, ᾧ ἐδίδους;“

32

Ὁ αὐτὸς καθόλου τὸ εὔχεσθαι τὰ ἀγαθὰ καὶ ἀπαιτεῖν τι

παρὰ τοῦ θεοῦ ἔφη γελοῖον εἶναι· οὐ γὰρ τοὺς ἰατροὺς ὅταν ἄῤῥωστος

αἰτῇ τι βρωτὸν ἢ ποτόν, τότε διδόναι, ἀλλ' ὅταν αὐτοῖς δοκήσῃ

συμφέρειν.

33

Ὁ αὐτὸς ὁρκίζοντός τινος παῖδα χρηστὸν γενέσθαι καὶ δίκαιον

εἰς αὐτὸν εἶπεν· ”ὅρκωσον αὐτὸν καὶ γραμματικὸν καὶ μουσικὸν γενέσθαι

καὶ ὅρα, εἰ ἔσται μηδὲν μαθὼν τῶν τοιούτων”.

34

Ὁ αὐτὸς εἶπεν· „ὥσπερ τὰ σώματα ἡμῶν τρεφόμενα μὲν

αὔξεται, γυμναζόμενα δὲ στερεοῦται, οὕτω καὶ ἡ ψυχὴ μελετῶσα μὲν

αὔξεται, καρτεροῦσα δὲ βελτίων γίνεται“.

35

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ Διονυσίου τοῦ τυράννου, πότε παύ-

σεται αἰτῶν αὐτόν, ”ὅτε”, ἔφη, „καὶ σὺ διδούς· τοῦτο δὲ ἔσται, ὅταν

μὴ εὐαρεστήσωμεν ἀλλήλοις“.

36

Ὁ αὐτὸς ἐρωτηθείς, τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη·

”τὸ ἀδεῶς τοῖς ἐντυγχάνουσιν ὁμιλεῖν”.

37

Ὁ αὐτὸς εἰπόντος τινὸς αὐτῷ, διὰ τί τοῖς μοχθηροῖς πλη-

σιάζει, εἶπεν· „ὅτι καὶ ἰατροὶ τοῖς νοσοῦσιν.“

38

Ὁ αὐτὸς θεασάμενός τινα ὀργιζόμενον καὶ διὰ τῶν λόγων

σφοδρῶς χαλεπαίνοντα ὑποτυχὼν ἔφη· ”μὴ τοὺς λόγους δι' ὀργῆς

ἄγωμεν, ἀλλὰ τὴν ὀργὴν διὰ τῶν λόγων καταλύωμεν”.

39

Ὁ αὐτὸς οὐκ ὀλίγα χρήματα παρὰ Διονυσίου [καὶ] μετὰ

τὸν ἀπόπλουν λαβὼν καὶ δι' αὐτὰ ἐπιβουλεύεσθαι μέλλων ὑπὸ τῶν

ναυτῶν, μεταβὰς ἐκ τοῦ μέσου τῆς νηὸς παρ' ἕνα τοῖχον ἐκέλευσεν ἐκ-

κενωθῆναι τὰ ἀγγεῖα ἐπὶ τῶν σανίδων ὡς ἀριθμεῖν τὸ ἀργύριον ἐσπου-

δακώς, περινεύσας δὲ ἐξέβαλεν αὐτὸ εἰς τὸν βυθόν· τῶν δὲ ναυτῶν

ἐπὶ τούτῳ δυσφορησάντων εἶπε· „λυσιτελεῖ δι' ἐμὲ τὸ ἀργύριον ἀπο-

λέσθαι ἢ ἐμὲ δι' αὐτό“.

40

Ὁ αὐτὸς ἐπιλαμβανομένου αὐτοῦ ποτε Πλάτωνος [ἐπὶ] τῶν

δώδεκα δραχμῶν πολυτελῆ ἰχθὺν πρίασθαι ἠρώτησεν, εἰ αὐτὸς ἂν δραχ-

μῆς τὸν αὐτὸν ἰχθὺν ὠνήσατο· τοῦ δὲ συνθεμένου ἔφη μηδὲ αὑτῷ

πολλοῦ καθεστηκέναι· ”ὃ γάρ ἐστι Πλάτωνι ἡ μία δραχμή, τοῦτο Ἀρι-

στίππῳ αἱ δώδεκα.”

41

Ὁ αὐτὸς παρὰ Διονυσίῳ ποτὲ τῷ τυράννῳ γυναικείων ἐσθή-

των περιφερομένων ἐν τῷ συμποσίῳ τοῖς βουλομένοις ἐνδύσασθαι καὶ

συμπαῖξαι ἡνδήποτε παιδιὰν καὶ τοῦ Πλάτωνος παραιτησαμένου διὰ

τοιούτου στίχου·

οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολὴν

[ὁ Ἀρίστιππος] εἶπεν· δός·

καὶ γὰρ ἐν βακχεύμασιν

οὖς' ἥ γε σώφρων οὐ διαφθαρήσεται.

42

Ὁ αὐτὸς μεταπεμπομένου πολλάκις αὐτὸν τοῦ πατρός, ὡς

οὐχ ὑπήκουσεν γράψαντος, ὅτι πωλήσει αὐτὸν κατὰ τοὺς πατρίους νό-

μους, ἀντέγραψεν ὀλίγον ἔτι περιμεῖναι χρόνον· καὶ 〈γὰρ〉 πλείονος

ἄξιον γενόμενον πλείονος πωλήσειν.

43

Ὁ αὐτὸς μέλλων ἐντυγχάνειν Φαρναβάζῳ, τῷ βασιλέως σα-

τράπῃ, [καὶ] λέγοντός τινος αὐτῷ· „θάρσει, ὦ Ἀρίστιππε“, ἔφη· ”εἴ τι

ἕτερον ἔχεις, λέγε· ἐγὼ δὲ, ἐξ οὗ Σωκράτει ὡμίλησα, οὐδενὸς ἀνδρὸς

ὁμιλίαν ηὐλαβήθην”.

44

Ὁ αὐτὸς ἔφησεν· „καὶ εἰ μηδὲν ἄλλο, ἐκ φιλοσοφίας τοῦτό

μοι περιγέγονε· τὸ τοῖς προσπίπτουσι κατὰ λόγον ὑπαντᾶν.“

45

Ὁ αὐτὸς ἐπιλαβομένων αὐτοῦ τῶν πολιτῶν, ὅτι μειρακίοις

μᾶλλον συνδιατρίβει διαλεγόμενος αὐτοῖς περὶ φρονήσεως, ἔφη· ”καὶ

γὰρ ὑμᾶς, ὦ πολῖται, ὁρῶ οὐ τοὺς γέροντας τῶν ἵππων δαμάζοντας,

ἀλλὰ τοὺς πώλους”.

46

Ἄλεξις, ὁ τῶν κωμῳδιῶν ποιητής, ἐπειδή τις αὐτὸν ὄντα πρε-

σβύτην ἑώρα μόλις πορευόμενον καὶ ἠρώτα· „τί ποιεῖς“; ”κατὰ σχολὴν”,

φησίν, „ἀποθνήσκω“.

47

Ἀριστείδης ὁ δίκαιος ὀνειδιζόμενός ποτε ἐπὶ πενίᾳ εἶπεν·

”ἀλλ' ἐμοὶ μὲν ἡ πενία οὐδὲν συνιστορεῖ κακόν, σοὶ δὲ ὁ πλοῦτος πολλά”.

48

Ὁ αὐτὸς ἀκούσας, ὅτι τὰς εἰκόνας αὐτοῦ κατέβαλον οἱ Ἀθη-

ναῖοι, „ἀλλ' οὐ τὴν ἀρετήν,“ ἔφη, ”δι' ἣν ἐκείνας ἀνέστησαν”.

49

Ἀριστοτέλης ὁ φιλόσοφος ἰδὼν νέον σπουδάζοντα περὶ τὰς

θέας, „ὅρα“, εἶπεν, ”ὦ νεανίσκε, μὴ σπουδάζων περὶ τὸ θεᾶσθαι ἑτέ-

ρους αὐτὸς μηδὲν ἄξιον σχῇς θέας”.

50

Ὁ αὐτὸς ἔφη τὴν παιδείαν εὐτυχοῦσι μὲν εἶναι κόσμον, ἀτυ-

χοῦσι δὲ καταφύγιον.

51

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, διὰ τί οἱ Βυζάντιοι λάλοι εἰσίν,

εἶπεν· „ὅτι ἐπὶ τοῦ στόματος οἰκοῦσιν“.

52

Ὁ αὐτὸς Θεοφράστου ποτὲ καὶ Καλλισθένους μελετώντων

παρ' αὐτῷ καὶ τοῦ μὲν εὐροοῦντος ἐν τῷ λέγειν, τοῦ δὲ βραδύτερον

γυμναζομένου ᾧ μὲν ἔφησε δεῖν χαλινὸν περιτεθῆναι, ᾧ δὲ προσαχθῆναι

μύωπα.

53

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τί ἄνθρωπος ἶσον ἔχει θεῷ, εἶπε·

”τὸ εὐεργετεῖν”.

54

Ὁ αὐτὸς θεασάμενός τινα ταῖς τοῦ πατρὸς ἀπειλαῖς ἀχθόμενον

εἶπε· „μὴ εἰς τοὺς λόγους αὐτοῦ ἀπόβλεπε, μειράκιον, ἀλλ' εἰς τὰ

σπλάγχνα“.

55

Ὁ αὐτὸς ἔφη τοὺς ἀπαιδεύτους ἐν τοῖς ζῶσι νεκροὺς περιπατεῖν

56

Ὁ αὐτὸς συνηδομένου τινὸς αὐτῷ, ὅτι Ἀλέξανδρον μαθητὴν

ἔχει, ”ἐκείνῳ”, ἔφη, „συνήδου, ὅτι Ἀριστοτέλην ὑφηγητὴν ἔχει.“

57

Ὁ αὐτὸς ἔφη· μεγάλους χρὴ λαμβάνειν μισθοὺς παρὰ μὲν

τῶν εὐφυῶν, ὅτι πολλὰ ὠφελοῦνται, παρὰ δὲ τῶν ἀφυῶν, ὅτι πολλὰ

πράγματα μανθάνοντες παρέχουσι τοῖς διδάσκουσιν.

58

Ὁ αὐτὸς ἐρωτηθείς, τί δυσκολώτατόν ἐστιν ἐν βίῳ, εἶπε· ”τὸ

σιωπᾶν”.

59

Ὁ αὐτὸς ἔφη τὰς μὲν ῥίζας τῆς παιδείας εἶναι πικράς, τοὺς

δὲ καρποὺς γλυκεῖς.

60

Ἀρχίδαμος, ὁ τῶν Λακεδαιμονίων βασιλεύς, θεασάμενος τὸν

ἴδιον παῖδα προπετῶς μαχόμενον τοῖς Ἀθηναίοις εἶπεν· „ἢ τῇ δυνάμει

πρόσθες ἢ τοῦ θράσους ἄφελε“.

61

Ἀναξιμένης ἐπὶ ξένης τελευτῶν ἠρωτᾶτο ὑπὸ τῶν φίλων, εἰ

βούλοιτο εἰς πατρίδα ἀνακομισθεὶς κηδευθῆναι· ὁ δὲ εἶπεν· ”οὐ γὰρ ἐκ

παντὸς κλίματος ὁδὸς ἀνέῳγεν εἰς Ἅιδην”;

62

Αἰσχίνης ὁ ῥήτωρ ἐκπεσὼν τῆς πατρίδος παραγενόμενος εἰς

Ῥόδον ἐσοφίστευεν· ἐλθόντος οὖν ποτε τοῦ Δημοσθένους εἰς Ῥόδον

καὶ ἀσπασαμένου αὐτὸν καὶ δραχμαῖς χιλίαις τιμήσαντος, δεξάμενος τὰ

χρήματα ἐδάκρυσε· τοῦ δὲ παρακαλοῦντος αὐτὸν θαῤῥεῖν, ἴσως καὶ

κάθοδον αὐτῷ διὰ τῇς σπουδῆς πέμπειν· „οὐ μέλλω“, ἔφη, ”δακρύειν

τοιαύτης πατρίδος ἐστερημένος, ἐν ᾗ καὶ οἱ ἐχθρεύοντές εἰσι τοιοῦτοι,

ὥστε καὶ βοηθεῖν βούλεσθαι”;

63

Ὁ αὐτὸς λέγων ποτὲ δίκην καὶ ἀποκοιμηθέντων τῶν δικαστῶν,

„προσέχετε“, εἶπεν, ”ἄνδρες δικασταί· οὕτως ὑμῖν γένοιτο ἰδεῖν ἐνύ-

πνιον περὶ τῆς δίκης ἧς λέγω”.

64

Ἀνάξαρχος, ὁ φυσικὸς φιλόσοφος, Ἀλεξάνδρου τοῦ βασιλέως

εἰπόντος αὐτῷ· „κρεμῶ σε“, ”ἄλλοις”, ἔφη, „ἀπείλει· ἐμοὶ δὲ οὐδὲν δια-

φέρει ὑπὲρ γῆς ἢ κατὰ γῆς σήπεσθαι.“

65

Ἀρκεσίλαος ὁ φιλόσοφος ἐπιπλήσσοντός τινος αὐτῷ, ὅτι οὐ δεῖ

τὸν φιλόσοφον ἐρωμένην ἔχειν, μᾶλλον μὲν οὖν ἔφη δεῖν ἔχειν καὶ μὴ

ἔχεσθαι ὑπ' αὐτῆς.

66

Ὁ αὐτὸς ἔφη τοὺς συκοφάντας πολιτικοὺς λύκους εἶναι.

67

Ἀλκιδάμας ὁ ῥήτωρ Ὀδύσσειαν εἶπεν εἶναι κατόπτρον τοῦ ἀν-

θρωπίνου βίου.

68

Ἀγησίλαος ὁ Λακεδαιμόνιος ἐρωτηθεὶς ὑπό τινος, τί ἄν τις

ποιῶν γένοιτο πλούσιος, ἔφη· ”ἐὰν τὰς ἐπιθυμίας παραιτήσηται”.

69

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, διὰ τί ἀτείχιστός ἐστιν ἡ Σπάρτη,

„μὴ ψεύδου“, ἔφη, ”τετείχισται γάρ, οὐ λίθοις, ἀλλὰ ταῖς τῶν 〈ἐνοικούν-

των ἀρεταῖς〉”.

70

Ὁ αὐτὸς ἐρωτηθείς, τίνα δεῖ τὸν στρατηγὸν ἔχειν εἶπεν·

„πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν,

πρὸς δὲ τοὺς καιροὺς λογισμόν.“

71

Ἀντιφῶν ἐρωτηθεὶς τί ἐστι μαντικὴ εἶπεν· ”ἀνθρώπου

φρονίμου εἰκασμός”.

72

Ἀνακρέων λαβὼν τάλαντον χρυσίου παρὰ Πολυκράτους τοῦ

τυράννου πάλιν ἀνταπέδωκεν εἰπών· „μισῶ δωρεάν, ἥτις ἀναγκάζει με

ἀγρυπνεῖν.“

73

Ἀλέξανδρος, ὁ τῶν Μακεδόνων βασιλεύς, 〈πρός τινα〉 δια-

βάλλοντα αὐτῷ Ἀντίπατρον εἶπεν· 〈παῦσαι ἄνθρωπε· πολλὰ γάρ μοι

ἀντὶ πατρὸς Ἀντίπατρος ἐγένετο.〉

74

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τίνι τρόπῳ τὰς τηλικαύτας

πράξεις ἐν ὀλίγῳ χρόνῳ κατειργάσατο εἶπεν· ”μηδὲν ἀναβαλλόμενος”.

75

Ὁ αὐτὸς πικρότερόν τι αὐτῷ ἐπιτασσούσης Ὀλυμπίαδος τῆς

μητρὸς εἶπεν· „βαρύ γε ἐνοίκιον τῆς δεκαμήνου ἀπαιτεῖς“.

76

〈Ὁ〉 αὐτὸς ἀξιούμενος ὑπὸ τῶν φίλων τεκνοποιῆσαι εἶπε·

”μὴ ἀγωνιᾶτε· καταλείπω γὰρ τέκνα τὰς ἐκ τῶν ἀγώνων πράξεις.”

77

Ὁ αὐτὸς παρακαλούμενος ὑπὸ τῶν φίλων νυκτὸς ἐπιθέσθαι

τοῖς πολεμίοις εἶπεν· „οὐ βασιλικὸν τὸ κλέψαι τὴν νίκην.“

78

Ὁ αὐτὸς ἐλθὼν εἰς Ἴλιον καὶ θεασάμενος τὸν Ἀχιλλέως τά-

φον στὰς εἶπεν· ”ὦ Ἀχιλλεῦ· ὡς [οὐ] μέγας ὢν μεγάλου κήρυκος ἔτυχες

Ὁμήρου!” παρόντος δὲ Ἀναξιμένους καὶ εἰπόντος· „καὶ ἡμεῖς σέ, ὦ βα-

νιλεῦ, ἔνδοξον ποιήσομεν“, ”ἀλλὰ νὴ τοὺς θεοὺς”, ἔφη, „παρ' Ὁμήρῳ

ἐβουλόμην ἂν εἶναι Θερσίτης ἢ παρὰ σοὶ Ἀχιλλεύς.“

79

Ὁ αὐτὸς εἶπεν ἄριστον εἶναι πρὸς κοίτην στρῶμα τὸν πόνον.

80

Ὁ αὐτὸς Ἀντιπάτρου αὐτῷ πολλάκις κατὰ τῆς μητρὸς Ὀλυμ-

πιάδος γράφοντος ἔφη· ”ἀγνοεῖ Ἀντίπατρος, ὅτι μητρὸς ἓν δάκρυον

πολλῶν διαβολῶν ἐπιστολὰς δύναται ἀπαλεῖψαι.”

81

Ὁ αὐτὸς σφαιρίσας μετά τινος νεανίσκου ἐδωρήσατο αὐτῷ

τάλαντον· τῶν δὲ φίλων λεγόντων ὅτι „πλέον τοῦ δέοντος ἔδωκας“,

”οὐ τοῦτό με δεῖ σκοπεῖν”, ἔφη, „πόσον ἐκεῖνος ἄξιος ἦν λαβεῖν, ἀλλὰ

πόσον ἐμὲ παρασχεῖν.“

82

Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖος βασιλεὺς δοκεῖ ἄριστος εἶναι ἔφη·

”ὁ τοὺς φίλους δωρεαῖς συνέχων, τοὺς δὲ ἐχθροὺς διὰ τῶν εὐεργεσιῶν

φιλοποιούμενος.”

83

Ὁ αὐτὸς ἰδὼν ὁμώνυμον δειλῶς μαχόμενον εἶπεν· „ἔα νεα-

νίσκε, ἢ τὸ ὄνομα ἄλλαξον ἢ τοὺς τρόπους.“

84

Ὁ αὐτὸς ἐπεί τις τῶν βαρβάρων ὀχυρὸν τόπον ἔχων ἑαυτὸν

παραδέδωκε, καὶ τὸν τόπον καὶ τὰ ἴδια ἀπεκατέστησεν αὐτῷ καὶ πολ-

λῆς ἄλλης χώρας ἔπαρχον ἀποίησεν· ἐρωτηθεὶς δὲ ὑπὸ τῶν φίλων διὰ

τί οὕτως ἐχρήσατο αὐτῷ ἔφη· ”ὅτι ἀνδρὶ ἀγαθῷ μᾶλλον ἑαυτὸν ἐπί-

στευσεν ἢ τόποις ὀχυροῖς.”

85

Ὁ αὐτὸς εἰπόντος Ἀναξιμένους· „ἐὰν πᾶσι πολλὰ διδῷς, οὐ

δυνήσῃ τοῦτο ποιεῖν διὰ παντός“, ἔφη· ”οὐδέ γε, ἐὰν παύσωμαι, μόνος

πάντ' ἔχειν δυνήσομαι πολὺν χρόνον.”

86

Ὁ αὐτὸς μέλλων εἰς τὴν Ἀσίαν διαβαίνειν πυνθανομένου Φω-

κίωνος αὐτοῦ, ποίοις χρήμασι πεπιστευκὼς ἐπὶ μέγαν καὶ πλούσιον

βασιλέα Δαρεῖον μέλλει στρατεύειν, δείξας τοὺς φίλους εἶπεν· „τούτοις.“

87

Ὁ αὐτὸς ἐρωτηθεὶς τίνα μᾶλλον ἀγαπᾷ, Φίλιππον ἢ Ἀριστο-

τέλην, εἶπεν· ”ὁμοίως ἀμφοτέρους· ὁ μὲν γάρ μοι τὸ ζῆν ἐχαρίσατο, ὁ

δὲ τὸ καλῶς ζῆν ἐπαίδευσεν.”

88

Ὁ αὐτὸς Ἰολάου οἰνοχοοῦντος αὐτῷ [καὶ] φιάλην χρυσῆν

ἀπολέσαντος καὶ δυσφοροῦντος εἶπεν· „ὅπου ἂν ᾖ, ἡμετέρα ἐστίν.“

89

Ὁ αὐτὸς ὡς ἐν παρατάξει τινὶ Πισίδας ζωγρήσαντος τρισχι-

λίους ἠξίουν οἱ Μακεδόνες ἀποκτεῖναι πάντας διὰ τὸ πολλὰ κακὰ πε-

πονθέναι ὑπ' αὐτῶν πολλάκις, ”οὐ ποιήσω τοῦτο”, ἔφη· „οὐ γὰρ βού-

λομαι δήμιος ἀντὶ βασιλέως κεκλῆσθαι“.

90

Ὁ αὐτὸς παρακαλούμενος ὑπὸ τῶν φίλων συνάγειν χρήματα

εἶπεν· ”οὐδὲν ὤνησεν οὐδὲ Κροῖσον.”

91

Ὁ αὐτὸς θεασάμενος Διογένην τὸν κυνικὸν φιλόσοφον καὶ

θαυμάσας εἶπέ τινι τῶν γνωρίμων· „ὡς ἡδέως ἂν ἐγενόμην Διογένης,

εἰ μὴ ἐγεγόνειν Ἀλέξανδρος!“

92

Ὁ αὐτὸς παραινοῦντος αὐτῷ Φιλίππου τοῦ πατρὸς Ὀλύμπια

ἀγωνίσασθαι εἶπε· ”τὸ μὲν νικᾶν τὸν ἀγῶνα τοῦτον οὐ βασιλικόν, τὸ

δὲ ἡττᾶσθαι αἰσχρόν.”

93

Ὁ αὐτὸς λοιδορούμενος ὑπὸ κακοῦ τραγῳδοῦ „νεανίσκε“, εἶ-

πεν, ”οὑδὲν θαυμαστὸν ποιεῖς· σὺ γὰρ καὶ τὸν Αἴαντα καὶ τὸν Ἀχιλλέα

λοιδορεῖς.”

94

Ὁ αὐτὸς παραινούντων αὐτῷ τῶν φίλων στρατεύειν ἐπὶ τὰς

Ἀμαζόνας εἶπε· „τὸ μὲν νικῆσαι γυναῖκας οὐκ ἔνδοξον τὸ δὲ νικηθῆναι

ὑπ' αὐτῶν ἄδοξον.“

95

Ὁ αὐτὸς ἰδών τινα ἐν γήρᾳ βάπτοντα τὰς τρίχας εἶπεν· ”μὴ

τὰς τρίχας βάπτε, ἀλλὰ τὰ γόνατα.”

96

Ἀλέξανδρος ὁ βασιλεὺς πληρώσας ποτὲ ὀστέων πίνακα ἔπεμ-

ψεν Διογένει τῷ Κυνικῷ· ὁ δὲ λαβὼν εἶπε· „κυνικὸν μὲν τὸ βρῶμα, οὐ

βασιλικὸν δὲ τὸ δῶρον.“

97

Ὁ αὐτὸς ἰδὼν Διογένην κοιμώμενον ἐν πίθῳ εἶπε· ”πίθε μεστὲ

φρενῶν”, ὁ δὲ φιλόσοφος ἀποστὰς εἶπεν· „ὦ βασιλεῦ μέγιστε,

θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον,

ἧς μὴ παρούσης δυστυχοῦσιν αἱ φρένες.“

98

Τῷ αὐτῷ ἐξιόντι ἐπὶ πόλεμον Ἀριστοτέλης ἔφη· ”περίμεινον

τὸ τέλειον τῆς ἡλικίας καὶ τότε πολέμει.” ὁ δὲ ἔφη· „φοβοῦμαι, μὴ

περιμένων τὸ τέλειον τῆς ἡλικίας τὴν τῆς νεότητος τόλμαν ἀπολέσω·“

99

Ὁ αὐτὸς ἰδὼν Δαρεῖον πεσόντα καὶ τὸ σῶμα γυμνωθέντα

ἄρας τὴν ἑαυτοῦ χλαμύδα ἐπέθηκεν αὐτῷ εἰπών· ”ἄνδρες φίλοι, οὐ τὸν

νεκρὸν καλύπτω, ἀλλὰ τὴν τύχην περιστέλλω.”

100

Ὁ αὐτὸς εἰς Ἰλλυρίους παραγενόμενος ἐν τῷ τοῦ Διὸς ἱερῷ

κατιδὼν 〈γυναῖκα〉 κάλλει διαφέρουσαν 〈ἐκπλαγεὶς〉 αὐτῆς τὴν εὐμορ-

φίαν πολὺν χρόνον ἐθεᾶτο· τοῦ δὲ Ἡφαιστίωνος εἰπόντος, 〈ὅτι〉 εἰκό-

τως 〈ἂν〉 παραλάβοι τὴν προῃρημένην ἔφη· „καὶ πῶς οὐ δεινόν, εἰ

ἄλλων ἀκρασίας κολάζειν βουλόμενοι δουλεύοντες ἀκρασίαις ὑπὸ τῶν

ἐκτὸς ἀνθρώπων φωραθῶμεν;“

101

Ὁ αὐτὸς ”ἐν τίνι μάλιστα ἀπολέκαυκας τῆς δυναστείας;”

ἐρωτηθεὶς ἔφη· „ἐν τῷ μηδενὸς εἰς εὐεργεσίαν ἡττᾶσθαι.“

102

Ὁ αὐτὸς παράγγελμα ἔλαβεν ὅτι ”ἐὰν δύνῃ ὁδεῦσαι, μὴ

πλεύσῃς· καθ' ἑκάστην ἡμέραν διατίθου· γυναικὶ ἀπόῤῥητα μὴ θαῤῥή-

σῃς· καὶ ἐὰν ὀργισθῇς κατά τινος, μὴ ποιήσῃς εἰς αὐτὸν 〈ἐξέλευσιν〉,

πρὶν 〈ἂν〉 ἀπαγγείλῃς 〈τὰ κ̅δ στοιχεῖα τοῦ ἀλφαβήτου〉”.

103

Ὁ αὐτὸς πρεσβευτὴν μέλλων πέμπειν εἰς Πέρσας ἔφη εὐλα-

βεῖσθαι, μὴ ἀλογηθῇ· τοῦ δὲ εἰπόντος· „καλὸν ἔχοιμι ὑπεραποθνήσκειν

σοῦ, βασιλεῦ“ εἶπε· ”κἀμοὶ τὸ φείδεσθαι τῶν τοιούτων φίλων.”

104

Ὁ αὐτὸς αἰτήσαντος αὐτὸν Διογένους δραχμὴν ἔφη· „οὐ βασι-

λικὸν τὸ δῶρον·“ τοῦ δὲ εἰπόντος· ”καὶ δὸς τάλαντον” εἶπεν· „ἀλλ' οὐ

κυνικὸν τὸ αἴτημα.“

105

Ὁ αὐτὸς συμβουλευόντων αὐτῷ πολλῶν καταδουλώσασθαι τὴν

Ἑλλάδα ”βούλομαι”, ἔφη, „ἐπὶ πολὺν χρόνον χρηστὸς κληθῆναι ἢ δε-

σπότης ἐπ' ὀλίγον“.

106

Ἀνταγόρας ὁ ποιητὴς ἀκρόασιν παρέχων ἐν Θήβαις καὶ μηδε-

μιᾶς τυγχάνων τιμῆς εἶπεν· ”ὦ ἄνδρες Θηβαῖοι· ἥμαρτεν Ὀδυσσεὺς

ἐμφράξας τῶν ἑταίρων τὰς ἀκοάς, ὅτε τὰς Σειρῆνας παρέπλει· ἔδει

γὰρ αὐτὸν ὑμᾶς ναύτας μισθώσασθαι.”

107

Ἀντίγονος ὁ βασιλεὺς ᾔτει τὸ θεῖον εὐχόμενος φυλάττειν

αὐτὸν ἀπὸ τῶν δοκούντων εἶναι φίλων· πυθομένου δέ τινος διὰ ποίαν

αἰτίαν τοιαύτην εὐχὴν ποιεῖται, „ὅτι“, ἔφη, ”τοὺς ἐχθροὺς ἐγὼ φυ-

λάξομαι.”

108

Ἄμασις, ὁ τῶν Αἰγυπτίων βασιλεύς, φίλῳ ἀποβαλόντι υἱὸν

γράφων παραμυθητικῶς εἶπεν· „εἰ, ὅτε μηδέπω ἦν, οὐκ ἐλυποῦ, μηδὲ

νῦν, ὅτε οὐκ ἔστι, λυπηθῇς“.

109

Ἀνταγόρας ὁ Ῥόδιος ἐποποιὸς ἐν Θήβαις ἀναγινώσκων τὸ

τῆς Θηβαΐδος σύγγραμμα, ὡς οὐδεὶς ἐπεσημαίνετο, εἱλήσας τὸ βιβλίον

εἶπεν· ”δικαίως καλεῖσθε Βοιωτοί· βοῶν γὰρ ὦτα ἔχετε.”

110

Ὁ αὐτὸς εἰς τὸ Τριχώνιον τῆς Αἰτωλίας ἐπιὼν, ἐπεὶ ἀνα-

γινώσκοντος αὐτοῦ οὐδεὶς ἐπεσήμαινε, „δεόντως“, εἶπεν, ”ἄνδρες, καὶ

σφόδρα οἰκείως ὑμῖν ἐπίκειται τὸ τῆς πόλεως ὄνομα· παρὰ τρίχα 〈γὰρ〉

ὄνοι γεγόνατε.”

111

Ὁ αὐτὸς ἔφη· „αἱρετώτερόν ἐστιν ἐν ἐρημίᾳ λέγειν ἢ 〈ἐν〉

ἀκροαταῖς μὴ ἐπισημαινομένοις· ἐκεῖ μὲν γὰρ ἠχὼ τὴν ἀντιφώνησιν

ἐρανίζει· ἐν δὲ τούτοις καὶ τὴν ὑπὸ τῆς φύσεως δεδομένην φωνὴν ἀπόλ-

λυσθαι συμβαίνει.“

112

Ὁ αὐτὸς καταδικάζειν τινὸς θανατικὴν ψῆφον μέλλων ἐδά-

κρυσεν· εἰπόντος δέ τινος· ”τί παθὼν αὑτὸς καταδικάζεις καὶ κλαίεις”;

εἶπεν· „ὅτι ἀναγκαῖόν ἐστι τῇ μὲν φύσει τὸ συμπαθὲς ἀποδοῦναι, τῷ

δὲ νόμῳ τὴν ψῆφον.“

113

Ὁ αὐτὸς αἰσχρὸς ὢν τὴν ὄψιν γενομένων αὐτῷ παιδίων

ὁμοίων εἶπεν· ”ἔχω γυναῖκα λίαν σώφρονα.”

114

Ἀναξαγόρας ἐρωτηθεὶς εἰς τί γεγένηται ἔφη· „εἰς τὸ τὰ

τῆς φύσεως ἔργα θεωρῆσαι“· πρὸς δὲ τὸν εἰπόντα· ”ἐστερήθης Ἀθη-

ναίων” „οὐ μὲν οὖν“, ἔφη, ”ἀλλ' ἐκεῖνοι ἐμοῦ.”

115

Ὁ αὐτὸς πρὸς τὸν δυσφοροῦντα, ὅτι ἐπὶ ξένης ἐτελεύτα,

„πανταχόθεν“, ἔφη, ”ὁμοία ἐστὶν ἡ εἰς Ἅιδου κάθοδος.”

116

Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι „κατεψηφίσαντό σου Ἀθηναῖοι

θάνατον“ ἔφη· ”πάλαι καὶ ἐκείνων καὶ ἐμοῦ ἡ φύσις τοῦτον κατεψηφίσατο”.

117

Ἀναξαγόρας ἀπαγγείλαντός τινος, ὅτι τεθνήκασιν αὐτοῦ οἱ

παῖδες, ἔφη θνητοὺς γεννῆσαι.

118

Ἀρίμνηστος, ὁ Πυθαγόρου υἱός, ἐρωτηθεὶς τί μέγιστον ἀν-

θρώπῳ ἀγαθὸν ἔφη· „τὸ καλῶς ἀποθανεῖν.“

119

Ἀλκιβιάδης, ὡς αὐτόν τις ἐλοιδόρει φαῦλος ὤν, εἶπεν·

”οὐδ' οἰμώζειν σοι λέγω ὡς οὐδὲ τούτου ἀξίῳ ὄντι.”

120

Ἀρίστων ὁ φιλόσοφος τοὺς πλουσίους καὶ φειδωλοὺς ὁμοί-

ους ἔφησεν εἶναι τοῖς ἡμιόνοις, οἵτινες χρυσὸν καὶ ἄργυρον φέροντες

χόρτον ἐσθίουσιν.

121

Ὁ αὐτὸς πολυκέφαλον θηρίον εἶπεν πάντα δῆμον.

122

Ὁ αὐτὸς τοὺς τὰ γραπτὰ λέγοντας ὁμοίους ἔφησεν εἶναι

τοῖς λεοντοχάσμασι [τοῖς ἐπὶ τῶν κεράμων]· ἐκεῖνα μὲν γάρ, ἕως [μὲν] ἂν

βρέχῃ, ῥεῖ· [ὅταν δὲ παύσηται, κέχηνεν· οὗτοί τε, ἕως ἂν ἔχωσι

γραπτὰ λέγειν, εὐρόως φέρονται· ὅταν δὲ ἐπιλείπῃ, χάσκουσιν.]

123

Ὁ αὐτὸς παρεκελεύετο τοὺς τῶν ὑγιαινόντων πόνους ἀνα-

δέχεσθαι, ἵνα μὴ τοὺς τῶν νοσούντων ὑπομένωμεν.

124

Αἴσωπος ὁ λογοποιὸς ἀγόμενος ὑπὸ τοῦ δεσπότου εἰς

μυλῶνα ἠρώτα· „τί με ἄγεις;“ ὁ δὲ εἶπεν· ”ἵνα χρήσιμος γένῃ”· „τί

οὖν“, φησίν, ”οὐχὶ καὶ τοὺς υἱούς σου ὧδε ἄγεις;”

125

Ὁ αὐτὸς ἐρωτώμενος ὑπό τινος διὰ τί τὰ αὐτομάτως ἐκ

γῆς φυόμενα ταχεῖαν τὴν αὔξησιν ἔχει, τὰ δὲ σπειρόμενα καὶ φυτευό-

μενα βραδέως αὔξεται εἶπεν· „ὅτι 〈ἡ γῆ〉 τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ

μητρυιά.“

126

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί τῶν ζῴων ἐστὶ σοφώτατον

εἶπεν· ”τῶν μὲν χρησίμων μέλισσα, τῶν δὲ ἀχρήστων ἀράχνης.”

127

Ὁ αὐτὸς ἐρωτηθεὶς πότε τοῖς ἀνθρώποις ἔσται κακῶς εἶπεν·

„ὅταν πάντες πάντα ποιῶσιν“.

128

Ὁ αὐτὸς ἐρωτώμενος ὑπό τινος πῶς ἂν μεγίστη ταραχὴ

γένοιτο ἐν ἀνθρώποις ἔφη· ”εἰ οἱ τετελευτηκότες ἀναστάντες ἀπαιτοῖεν

τὰ ἴδια.”

129

Ἀπελλῆς ὁ ζωγράφος ἐρωτηθεὶς διὰ τί τὴν Τύχην καθη-

μένην ἔγραψεν εἶπεν· „ὅτι οὐχ ἕστηκεν.“

130

Ἀνάχαρσις ἐρωτηθεὶς πότεροι πλείους εἰσίν, οἱ ζῶντες ἢ οἱ

νεκροί, ἔφη· ”τοὺς οὖν πλέοντας ποῦ τίθης;”

131

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστιν ἐν ἀνθρώποις ἀγαθόν τε καὶ

φαῦλον ἔφη· „γλῶσσα“.

132

Ὁ αὐτὸς κρεῖττον ἔφη εἶναι ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον

ἢ πολλοὺς μηδενὸς ἀξίους.

133

Ὁ αὐτὸς ὑπὸ μειρακίου παρὰ πότον ὑβρισθεὶς ἔφη· ”μει-

ράκιον· ἐὰν νέος ὢν τὸν οἶνον μὴ φέρῃς, γέρων γενόμενος τὸ ὕδωρ

οἴσεις.”

134

Ὁ αὐτὸς ἔφασκε μὴ ἐκ τῶν λόγων τὰ πράγματα, ἀλλ' ἐκ

τῶν πραγμάτων τοὺς λόγους κρατεῖν· οὐ γὰρ ἕνεκεν τῶν λόγων τὰ

πράγματα συντελεῖσθαι, ἀλλ' ἐκ τῶν πραγμάτων τοὺς λόγους.

135

Ὁ αὐτὸς ἔλεγεν· „ὅταν ἐπαινῶσί με πολλοί, τότε νομίζω

μηδενὸς ἄξιος εἶναι· ὅταν δὲ ὀλίγοι, σπουδαῖος ἄνθρωπος.“

136

Ὁ αὐτὸς ἐπῄνει τὸν γλώσσης καὶ κοιλίας καὶ αἰδοίων κρα-

τοῦντα καὶ μάλιστα γλώσσης· ὅπερ δὴ καὶ ἐν τῷ ὑπνοῦν ἐδείκνυεν·

ἑστιαθεὶς γάρ ποτε παρὰ Σόλωνι καὶ καθεύδων ὤφθη τὴν δεξιὰν

χεῖρα ἔχων ἐπὶ τοῦ στόματος, τὴν δὲ ἀριστερὰν ἐπὶ τῶν ὑπὸ γαστέρα,

ταύτῃ δηλῶν, ὡς πολλῷ μεῖζόν ἐστι γλώσσης κρατεῖν ἢ τῶν ὑπὸ

γαστέρα.

137

Ἀριστοτέλης ἐρωτηθεὶς τί ἐστι φίλος ἔφη· ”μία ψυχὴ ἐν

δυσὶ σώμασιν οἰκοῦσα.”

138

Ὁ αὐτὸς ἐρωτηθεὶς τί τάχιστα γηράσκει εἶπε· „χάρις“.

139

Ὁ αὐτὸς ἐπεκούρησέ ποτέ τινι αἰτήσαντι αὐτόν, καί τις πρὸς

αὐτὸν εἶπεν, ὡς πονηρὸς εἴη ὁ ἄνθρωπος, ”ἀλλ' οὐ τῷ ἀνθρώπῳ

ἔδωκα”, φησίν, „ἀλλὰ τῷ ἀνθρωπίνῳ“.

140

Ὁ αὐτὸς θεασάμενος νεανίσκον κατωφρυωμένον, μηδὲν δὲ

ἐπιστάμενον, ”νεανίσκε”, ἔφη, „οἷος μὲν δοκεῖς σεαυτῷ εἶναι, ἐγὼ γενοί-

μην· οἷος δὲ τῇ ἀληθείᾳ ὑπάρχεις, τοιοῦτοί μου οἱ ἐχθροὶ γένοιντο.“

141

Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί τοῖς καλοῖς ἥδιστα διαλέγεται

ἔφη· ”τυφλοῦ τὸ ἐρώτημα”.

142

Ὁ αὐτὸς τὰς εὐειδεῖς ἑταιρίδας ἔλεγε θανάσιμον μελίκρα-

τον εἶναι.

143

Ὁ αὐτὸς ἔφησεν ὅμοιον εἶναι τὸν τῶν ἀνθρώπων βίον

σικύῳ· ἑκατέρωθεν γὰρ αὐτοῦ τὰ ἄκρα πικρὰ τυγχάνουσιν.

144

Ἀριστοτέλης θεασάμενος μειράκιον ὡραϊζόμενον „οὐκ αἰ-

σχύνῃ“, ἔφη, ”ὅτι τῆς φύσεως ἄνδρα σε ποιησάσης ἑαυτὸν τεθήλυκας”;

145

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἰσχυρότερόν ἐστιν ἀνδριάντος εἶπεν·

„ἄνθρωπος ἀναίσθητος“.

146

Ἀριστοτέλης εἶπε τοὺς ἀπαιδεύτους μόνῃ τῇ μορφῇ τῶν

θηρίων διαφέρειν.

147

Βίας ὁ σοφὸς ἐρωτηθεὶς ὑπό τινος τί ἂν εἴη [πρᾶγμα]

ἄφοβον εἶπεν· ”〈ὀρθὴ〉 συνείδησις”.

148

Ὁ αὐτὸς συμπλέων ποτὲ πονηροῖς καὶ διὰ τὸ χειμάζεσθαι

τοὺς θεοὺς ἐπικαλουμένων αὐτῶν „μηδαμῶς“, εἶπεν, ”ὦ ἄνδρες, ἀλλὰ

πειραθῶμεν αὐτοὺς λαθεῖν, μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας”.

149

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ ἀνθρώπου ἀσεβοῦς τί ἐστιν εὐσέ-

βεια „σίγα“, ἔφη· τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου ”σιώπα”,

ἔφη, „ὅτι περὶ τῶν οὐδέν σοι προσηκόντων πυνθάνῃ“.

150

Ὁ αὐτὸς χαλεπώτερον εἶπεν εἶναι φίλους διαφερομένους

διαιτῆσαι ἤπερ ἐχθρούς· τῶν μὲν γὰρ φίλων τὸν ἡττώμενον ἐχθρὸν

γίνεσθαι, τῶν δὲ ἐχθρῶν τὸν νικήσαντα φίλον.

151

Ὁ αὐτὸς εἰπόντος αὐτῷ τινος· ”καὶ λαλεῖς σὺ ἀπὸ τοιού-

των γονέων γεγονώς”; „ἀπ' ἐμοῦ με“, εἶπεν, ”ἀρίθμει”.

152

Ὁ αὐτὸς ἀηδοῦς τινος ἐν συμποσίῳ διαφερομένου πρὸς

αὐτὸν καὶ λέγοντος· „ἀναστῶ σοι“ εἶπεν· ”ἀπέλθω σοί”.

153

Βίας ἔλεγεν ἀτυχῆ εἶναι τὸν εὐτυχίαν μὴ φέροντα καὶ νόσον

ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν.

154

Βίας ἐρωτηθεὶς τί δυσχερὲς „τὴν ἐπὶ τὸ χεῖρον“, ἔφη,

”μεταβολὴν εὐγενῶς ὑπενεγκεῖν”.

155

Βίας ἐρωτηθεὶς τί γλυκὺ ἀνθρώποις „ἐλπὶς“ ἔφη.

156

Βίων ἐρωτηθείς· ”πότε χρὴ ἀριστᾶν;” ἔφη· „τοὺς μὲν πλου-

σίους, ὅταν θέλωσι, τοὺς δὲ πένητας, ὅταν ἔχωσιν“.

157

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος διὰ τί αὐτὸν οὐκ ὠφελεῖ τὰ

ὑπ' αὐτοῦ λεγόμενα ”οὐδὲ γὰρ αἱ πυξίδες”, εἶπεν, „αἱ τὰ χρηστότατα

φάρμακα ἔχουσαι, ἀφ' ἑαυτῶν ὠφελοῦνται.“

158

Ὁ αὐτὸς ἰδών τινα φθονερὸν σφόδρα συγκεχυμένον ”ἀδύ-

νατον”, εἶπεν, „εἰ μὴ τούτῳ μέγα κακὸν γέγονεν ἢ ἄλλῳ 〈μέγα〉 ἀγαθόν“.

159

Ὁ αὐτὸς ζητήσεως γενομένης παρὰ πάντων ἰδὼν νεανίσκον

σιγῶντα εἶπεν· ”εἰ μὲν παπαιδευμένος σιωπᾷς, ἀπαίδευτος εἶ· εἰ δὲ

ἀπαίδευτος ὤν, πεπαίδευσαι”.

160

Βίων ἔλεγε δύο διδασκαλίας θανάτου εἶναι, τόν τε πρὸ τοῦ

γενέσθαι χρόνον καὶ τὸν ὕπνον.

161

Βίων ὁ Περιπατητικὸς „τὰ χρήματα“, ἔφη, ”τοῖς πλουσίοις

ἡ τύχη οὐ δεδώρηκεν, ἀλλὰ δεδάνεικεν”.

162

Ὁ αὐτὸς τὴν μὲν φρόνησιν ἔφη παντοπώλιον εἶναι τῶν

ἀγαθῶν, τὴν δὲ σωφροσύνην στρατουργίαν.

163

Ὁ αὐτὸς ἔφη τὸ γῆρας λείψανον εἶναι τοῦ βίου.

164

Γλύκων ὁ φιλόσοφος τὴν παιδείαν ἔλεγεν ἱερὸν ἄσυλον εἶναι.

165

Ὁ αὐτὸς ἐρωτηθεὶς τί λυπεῖ τοὺς ἀγαθοὺς εἶπε· „πονηρὸς

εὐτυχῶν“.

166

Γοργίας ὁ ῥήτωρ ἔλεγε τοὺς φιλοσοφίας μὲν ἀμελοῦντας,

περὶ δὲ τὰ ἐγκύκλια μαθήματα γινομένους ὁμοίους εἶναι τοῖς μνηστῆρ-

σιν, οἳ Πηνελόπην θέλοντες ταῖς θεραπαίναις αὐτῆς ἐμίγνυντο.

167

Γοργίας τοὺς ῥήτορας ἔφη ὁμοίους εἷναι τοῖς βατράχοις·

τοὺς μὲν γὰρ ἐν ὕδατι κελαδεῖν, τοὺς δὲ πρὸς κλεψύδραν.

168

Διογένης θεασάμενος μικρὰν πόλιν μεγάλας πύλας ἔχουσαν

ἔφη· ”κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ἐξέλθῃ”.

169

Ὁ αὐτὸς θεασάμενος μειράκιον ἄσωτον δεδαπανηκὸς τὰ

πατρῷα [καὶ] ἐλαίας καὶ ἄρτον ἐσθίον καὶ πῖνον ὕδωρ ἔφη· „εἰ οὕτως

κατὰ γνώμην ἠρίστας, οὐκ ἂν οὕτως κατ' ἀνάγκην ἐδείπνεις“.

170

Ὁ αὐτὸς θεασάμενος μάχαιραν ἐῤῥιμμένην ἔφη· ”τίς σὲ

ἀπώλεσεν ἢ τίνα σύ”.

171

Ὁ αὐτὸς θεασάμενος νεανίσκον καλλωπιζόμενον ἔφη· „εἰ

μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς“.

172

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος διὰ τί χρυσίον ὠχρόν ἐστιν

ἔφη· ”ὅτι πολλοὺς ἐπιβούλους ἔχει”.

173

Ὁ αὐτὸς θεασάμενος 〈υἱὸν〉 αὐλητρίδος οἰήματος πλήρη

ἔφη· „νεανίσκε, μεῖζον ἔχεις τὸ φύσημα τῆς μητρός.“

174

Ὁ αὐτὸς ἀκούσας ὑπό τινος ὅτι ”οὐκ ὢν φιλόσοφος προσ-

ποιῇ εἶναι” εἶπε· „κατὰ τοῦτο γοῦν κρείττων σου εἰμί, τό γε βούλεσθαι“.

175

Ὁ αὐτὸς ἀριστῶν ἐν ἀγορᾷ ἀκούων παρὰ τῶν παρεστώτων

κύων εἶπε· ”καὶ μὴν ὑμεῖς κύνες ἐστέ· οἱ γὰρ κύνες βλέπουσι 〈πρὸς〉

τοὺς ἐσθίοντας.”

176

Ὁ αὐτὸς θεασάμενος μειράκιον εὔμορφον καὶ διὰ τοῦτο

φιλούμενον ἔφη· „ὦ μειράκιον, σπουδάσον τοὺς τοῦ σώματος ἐραστὰς

ἐπὶ τὴν ψυχὴν μεταγαγεῖν.“

177

Ὁ αὐτὸς κατανοήσας μειράκιον ἐπὶ τῇ πολυτελείᾳ τῆς χλα-

μύδος σεμνυνόμενον ”οὐ παύσῃ”, ἔφη, „μειράκιον ἐπὶ προβάτου σεμνυνό-

μενον ἀρετῇ;“

178

Ὁ αὐτὸς θεασάμενος ἑταιρίδος υἱὸν λίθους εἰς ὄχλον βάλ-

λοντα ”οὐκ εὐλαβῇ”, ἔφη, „σύ, μή σου τὸν πατέρα πλήξῃς“;

179

Ὁ αὐτὸς προσελθόντος αὐτῷ τινος καὶ λέγοντος ὅτι ”ὁ δεῖ-

νά σε κακῶς λέγει” εἶπε· „μὴ θαύμαζε· καλῶς 〈γὰρ〉 λέγειν οὐκ ἔμαθεν.“

180

〈Ὁ〉 αὐτὸς ἐρωτηθεὶς τίς ἐν ἀνθρώποις πλούσιος εἶπεν·

”ὁ αὐτάρκης”.

181

Διογένης ἔφασκεν ἡδονὴν ἀληθινὴν εἶναι τὸ τὴν ψυχὴν ἐν

ἡσυχίᾳ καὶ ἱλαρότητι ἔχειν, ἄνευ δὲ τούτου οὐδὲ τὰ Μίδου οὐδὲ τὰ

Κροίσου χρήματα ὠφέλιμα εἶναι· ἐὰν δέ τις ἢ ὑπὲρ μεγάλου ἢ ὑπὲρ

μικροῦ λυπῆται, οὐκ εὐδαίμων, ἀλλὰ κακοδαίμων ἐστίν.

182

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ Ἀριστίππου τί αὐτῷ περιεγένετο

ἐκ φιλοσοφίας εἶπε· „τὸ πλουτεῖν μηδὲ ὀβολὸν ἔχοντα.“

183

Ὁ αὐτὸς ἀκούσας τινὸς λέγοντος ὡς χαλεπὸν τὸ ζῆν ”οὐ

μὲν οὖν”, ἔφη, „τὸ ζῆν κακόν, ἀλλὰ τὸ ζῆν κακῶς“.

184

Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι ”καταγελῶσί σου οἱ ἄνθρωποι”

ἔφη· „ἐγὼ δὲ οὐ καταγελῶμαι.“

185

Ο αὐτὸς θεασάμενος μειράκιον ἀρυόμενον χερσὶ κοίλαις ἀπὸ

τοῦ παραῤῥέοντος ὕδατος καὶ πῖνον ἀπέῤῥιψεν αὐτίκα καὶ τὴν ἐξ ἧς

εἰώθει πίνειν κύλικα βελτίους καὶ χρησιμωτέρας τὰς χεῖρας φήσας ἑαυ-

τὸν εἰληφέναι παρὰ τῆς φύσεως.

186

Διογένης πρὸς τὸν λοιδορούμενον αὐτῷ ”ἀλλ' οὔτε ἐμοί”,

ἔφη, „πιστεύσει τις εὐφημοῦντί σε οὔτε σοὶ ἐμὲ βλασφημοῦντι“.

187

Ὁ αὐτὸς ἐρωτώμενος πῶς ἄν τις ἀμύναιτο τὸν ἐχθρὸν

εἶπεν· ”εἰ σύ γε καλὸς καὶ ἀγαθὸς αὐτῷ γένοιο”.

188

Διογένει τῷ σοφῷ ἐπισκώψαντός τινος ὅτι φιλόσοφος ὢν

πλακοῦντας ἐσθίει „πάντων“, ἔφη, ”οἱ φιλόσοφοι ἅπτονται, ἀλλ' οὐχ

ὥσπερ οἱ λοιποὶ ἄνθρωποι”.

189

Ὁ αὐτὸς ἐρωτηθεὶς τί κακὸν ἐν βίῳ ἔφη· „γυνὴ καλὴ τῷ

εἴδει“.

190

Ὁ αὐτὸς γεγονώς ποτε κριτὴς δύο ἀνθρώπων πονηρῶν,

ἐγκαλοῦντος κλοπῆς θατέρου τῷ ἄλλῳ, μετὰ τὸ ἀκοῦσαι ἀμφοτέρων ”σὺ

μέν”, ἔφη, „φαίνει μοι μὴ ἀπολέσας, οὗτος δὲ κεκλοφέναι“.

191

Ὁ αὐτὸς ἐλθών ποτε εἰς Μέγαρα καὶ θεασάμενος Μεγαρέων

τὰ πρόβατα ταῖς διφθέραις εἱλημένα, τοὺς δὲ υἱοὺς γυμνοὺς αὐτὰ ποι-

μαίνοντας ἔφη· ”κρεῖσσόν ἐστι Μεγαρέων κριὸν εἶναι ἢ υἱόν”.

192

Διογένης Ἀριστίππου θεασαμένου ποτὲ αὐτὸν ἐπὶ κρήνης

λάχανα ἄγρια πλύνοντα καὶ εἰπόντος· „ὦ Διόγενες, εἰ αὐλὰς τυράννων

ἐθεράπευες, οὐκ ἂν ταῦτα ἤσθιες“, ”σὺ μὲν οὖν, ὦ Ἀρίστιππε”, ἔφη,

„εἰ ταῦτα ἤσθιες, οὐκ ἂν αὐλὰς τυράννων ἐθεράπευες“.

193

Ὁ αὐτὸς καταμαθὼν νεανίσκον τινὰ πᾶσι τοῖς σοφισταῖς

προσομιλοῦντα [καὶ] προθυμούμενον καὶ αὐτῷ προσομιλῆσαι ἔφη·

”μήτι μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε”.

194

Ὁ αὐτὸς ἀγανακτοῦντος Πολυξένου τοῦ διαλεκτικοῦ ἐπὶ τῷ

κύνα αὐτόν τινας προσαγορεύειν ἔφη· „καὶ σύ με κάλει κύνα· Διο-

γένης γάρ μοί ἐστι παρώνυμον· εἰμὶ δὲ κύων, τῶν μέντοι γενναίων καὶ

φυλαττόντων τοὺς φίλους“.

195

Ὁ αὐτὸς τριδούλους ἐκάλει τοὺς γαστρὸς καὶ αἰδοίου καὶ

ὕπνου ἥττονας.

196

Ὁ αὐτὸς ἐρωτηθεὶς δι' ἣν αἰτίαν ἐν τῇ στοᾷ ἐσθίει εἶπεν

ὅτι ”καὶ τοὺς κυβερνήτας ὁρῶ καὶ τοὺς ἄλλους τεχνίτας πρὸς τὸ ἔργον

τὴν τροφὴν λαμβάνοντας”.

197

Ὁ αὐτὸς καταμαθών τινα τῶν γνωρίμων μοχθηροῖς ἀνθρώ-

ποις ὁμιλοῦντα „ἄτοπόν γε“, εἶπεν, ”εἰ πλεῖν μὲν βουλόμενοι σύμπλους

βελτίστους ἐπιλεξόμεθα, βιοῦν δὲ ὀρθῶς προαιρούμενοι κοινωνοὺς τοῦ

βίου τοὺς τυχόντας αἱρησόμεθα”.

198

Ὁ αὐτὸς συνιστάντος τινὸς αὐτῷ υἱὸν καὶ λέγοντος ὅτι

καλὸς καὶ ἀγαθός ἐστι καὶ δυνάμενος χάριτας ἀποδοῦναι „τί οὖν“, ἔφη,

”ἔτι μου χρείαν ἔχει;”

199

Ὁ αὐτὸς θεασάμενος πόῤῥωθεν προσιόντα κυρτόν, ἐπειδὴ

ἐγγὺς ἐγένετο, εἶπεν· „ἄνθρωπε· ᾤμην τί σε φέρειν“.

200

Ὁ αὐτὸς νοσήσας ποτὲ ἐν πανδοχείῳ καὶ κινδυνεύων πυθο-

μένου αὐτοῦ τινός, εἰ ἀποθάνοι, τίς αὐτὸν ἐκκομίσει, ἔφη· ”ὁ τῆς οἰ-

κίας δεσπότης”.

201

Ὁ αὐτὸς ἔφη πάντα ἔχειν τὰ ἐν ταῖς τραγῳδίαις· εἶναί τε γὰρ

πτωχός, πλανήτης, βίον ἔχων ἐφήμερον·

„ἀλλ' ὅμως τοιούτων ὑπαρχόντων τῶν κατ' ἐμὲ ἕτοιμός εἰμι περὶ εὐδαι-

μονίας τῷ Περσῶν βασιλεῖ ἀγωνίσασθαι.“

202

Ὁ αὐτὸς παραινοῦντός τινος αὐτῷ τῶν φίλων ἤδη ὄντι ἐν

γήρᾳ κἂν νῦν προσανεῖναι διὰ τὴν ἡλικίαν ὅμοιον ἔφη εἶναι, ὡς εἰ

ἀγωνιζομένῳ αὐτῷ δρόμον καὶ ἤδη ἐγγίζοντι τῷ βραβείῳ προσανεῖναι

τὸ τάχος παρεκελεύετο, ὅτε ἔδει τοὐναντίον ἐπιτεῖναι παραινεῖν.

203

Δημοσθένη ὁ ῥήτωρ τὸν οἶνον παρῃτεῖτο οὐ ψυχῆς ὄντα

πόμα, ἀλλὰ σώματος, ἵνα τε ξυνιέναι ὀξύτερος ᾖ καὶ ἀμείνων μνη-

μονεύς.

204

Ὁ αὐτὸς σκωπτόμενος ὑπό τινος ὅτι διὰ σμικρολογίας τοῦτο

ποιεῖ εἶπεν· ”ἀλλ' ἐγὼ πλεῖον ἔλαιον δαπανῶ νυκτὸς οὗ πίνεις οἴνου.”

205

Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστι συκοφάντης εἶπεν· „καθημερι-

νὸς λωποδύτης“.

206

Ὁ αὐτὸς ἔφη τὸν κόλακα τοῦτο διαφέρειν τοῦ κόρακος, ᾗ

ὁ μὲν ζῶντας, ὁ δὲ νεκροὺς ἐσθίει.

207

Ὁ αὐτὸς μειρακίου παρὰ πότον πολλὰ ληροῦντος καὶ μὴ

βουλομένου σιωπῆσαι ”μειράκιον” εἶπε· „πῶς, παρ' ᾧ ἔμαθες λαλεῖν,

παρὰ τούτῳ σιωπᾶν οὐκ ἔμαθες“;

208

Ὁ αὐτὸς σκυτοτόμου τινὸς ἐν ἐκκλησίᾳ ταράττοντος ”εὕρηκα

ἄλλον” εἶπεν „Ὑποδημάδην“.

209

Ὁ αὐτὸς εἶπεν· ”ὥς περ δεῖ τοὺς πλέοντας πνεῦμα δεξιὸν

ἐπιτηρεῖν, οὕτω καὶ τοὺς πολιτευομένους καιρόν, ἵν' ἔλθωσιν, ὅπου

βούλονται”.

210

Ὁ αὐτὸς ὀνειδίζοντος αὐτόν τινος καὶ λέγοντος· „μεθύων

παραλαλεῖς“ εἶπεν· ”σὺ δὲ οἴει με νήφοντα παραλαλεῖν”.

211

Ὁ αὐτὸς ἔφησε τοὺς νόμους δημοκρατίας νεῦρα.

212

〈Ὁ〉 αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί μάλιστα 〈παρ'〉 ἀνθρώ-

ποις γηράσκει εἶπε· „χάρις“.

213

Ὁ αὐτὸς ἐπὶ ἐκφοράν ποτε παραγενόμενος φιλαργύρου

”οὗτος” ἔφη „ζήσας ἀβίωτον βίον ἑτέροις ἀπολέλοιπεν βίον“.

214

Ὁ αὐτὸς νεωτέρου τινὸς εὐειδοῦς μὲν τὴν ὄψιν, ἀσελγοῦς

δὲ τὸν τρόπον, λοιδορουμένου αὐτῷ καὶ λέγοντος ὡς, εἰ ἐπίσης αὐτῷ

ἐμισεῖτο ὑπὸ τῶν πολιτῶν, ἀπήγξατο ἂν ἔφη· ”ἐγὼ μὲν οὖν ἀπηγξά-

μην ἄν, 〈εἰ〉 ἐπίσης σοι ὑπὸ τῶν πολιτῶν ἐφιλούμην”.

215

Ὁ αὐτὸς ἑξηκονταετοῦς τινος εἰπόντος μηδεπώποτε οὕτως

ἀσθενῆσαι ἔφη· „οὐδεπώποτε γὰρ ἑξηκονταετὴς ἐγένου“.

216

Ὁ αὐτὸς τὸν πλούσιον καὶ ἀπαίδευτον ἔφη Τύχης ἔμετον

εἶναι.

217

Ὁ αὐτὸς ἐπαινοῦντός τινος Κλέανδρον καὶ λέγοντος ὅτι

ἐστὶν ἀγαθὸς ῥήτωρ, ὑποκρίσει δὲ λείπεται, εἶπεν· ”ὅμοιός ἐστι ταὐτὸ

ποιεῖν τούτῳ, εἴ τις ἐπαινοίη φρέαρ, λέγει δὲ ὅτι πότιμον ὕδωρ οὐκ

ἔχει”.

218

Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖον τῶν λόγων ἠγωνίσατο μᾶλλον

εἶπεν· „ὃν μετ' εὐνοίας ἠκροάσαντο 〈μᾶλλον〉 Ἀθηναῖοι“.

219

Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖον μέγιστον ὅπλον εἶπε· ”λόγος”.

220

Ὁ αὐτὸς μειρακίου τινὸς αὐτὸν προκαλουμένου εἰς μελέτην

„μειράκιον“ ἔφη· ”σοὶ μὲν τοῦτο εὐκτόν ἐστιν, ἐμοὶ δὲ οἰμωκτόν”.

221

Ὁ αὐτὸς ἐρωτηθεὶς τί δυσκολώτατον ἐν βίῳ εἶπε· „τὸ

πᾶσιν ἀρέσαι“.

222

Ὁ αὐτὸς ἀκούσας ὅτι ἱπὸ Φιλίππου λοιδορεῖται εἶπεν·

”ἀπόντα με καὶ τυπτέτω”.

223

Ὁ αὐτὸς εὐχερῶς αὐτῷ ἀργύριον χρήσαντός τινος εἶθ' ὁρῶν

πολλοῖς αὐτὸν τὸ αὐτὸ ποιοῦντα εἶπεν· „οὐκέτι σοι ἔχω χάριν· νόσῳ

γάρ, οὐ κρίσει τοῦτο ποιεῖς“.

224

Ὁ αὐτὸς ἰδὼν παρὰ ποταμὸν μειράκιον εὐειδὲς κεκοσμη-

μένον προπεπτωκὸς νύξας αὐτὸ καὶ ἐγείρας εἶπεν· ”οὐ φοβῇ, μή τίς

τοι εὕδοντι μετισχίῳ ἐν δόρυ πήξῃ;”

225

Ὁ αὐτὸς ὡς οἱ γνώριμοι ἔλεγον· „οὐκ ἀκούουσίν σου Ἀθη-

ναῖοι“ εἶπεν· ”ἀλλ' αὐτίκα ἀκούσονται καὶ σιωπᾶν βουλόμενον οὐκ

ἐάσουσιν”.

226

Ὁ αὐτὸς ἰδὼν κακὸν παλαιστὴν ἰατρεύοντα „νῦν“ εἶπεν

”εὕρηκας μέθοδον, δι' ἧς πολλοὺς καταβαλεῖς”.

227

Ὁ αὐτὸς θορυβούντων ποτὲ τῶν δικαστῶν ἤρετο αὐτούς·

„ποταπὴ αὕτη ἡ κρίσις ἐστίν, ἐν ᾗ σιωπᾷ μὲν ὁ κρινόμενος, λέγουσι δὲ

οἱ δικάζοντες“;

228

Ὁ αὐτὸς δημηγορήσας ποτὲ παρ' Ἀθηναίοις λαμπρῶς ἔπειτα

καθίσας καὶ ἰδὼν ἐξανιστάμενον Δημάδην εἶπεν· ”ἀνίσταται ἡ τῶν ἡμε-

τέρων λόγων σφῦρα”.

229

Ὁ αὐτὸς ἔφη πόλεως εἶναι ψυχὴν τοὺς νόμους· „ὥσπερ

δὲ σῷμα στερηθὲν ψυχῆς πίπτει, οὕτω καὶ πόλις μὴ ὄντων νόμων

καταλύεται“.

230

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τίς ῥήτορα 〈αὐτὸν〉 ἐποίησεν

εἶπεν· ”τὸ Ἀθηναίων βῆμα”.

231

Ὁ αὐτὸς προτρεπόμενός ποτε Ἀθηναίους κἀκείνων ὁρμη-

σάντων βαλεῖν αὐτὸν λίθοις „βάλλετε“ ἔφη· ”ὦ Ἀθηναῖοι· κρεῖττον

γάρ ἐστι παρ' ὑμῶν ἀπολέσθαι ἢ μεθ' ὑμῶν”.

232

Ὁ αὐτὸς θεασάμενός τινα πλείονα τῆς οὐσίας ποιούμενον

φροντίδα *ὑπὲρ τοὺς υἱοὺς ἔφη· „σύ μοι δοκεῖς, ὦ οὗτος, μὴ τὴν

οὐσίαν ἐθέλειν τοῖς υἱοῖς καταλιπεῖν, ἀλλὰ τὰ τέκνα τῇ οὐσίᾳ“.

233

Δημάδης ὁ ῥήτωρ μετακαλούντων αὐτόν τινων ἀπὸ τοῦ

πολιτεύεσθαι καὶ κελευόντων γεωργεῖν εἶπεν· ”αἱρετώτερόν μοί ἐστι

στιγμὴν τοῦ βήματος γεωργεῖν ἢ ὅλην τὴν Ἀττικήν”.

234

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος βουλομένου τὴν θυγατέρα αὐτοῦ

γῆμαι εἰ καλή ἐστιν „ὡς μὲν ἐρωμένη“ εἶπεν ”αἰσχρά, ὡς δὲ γυνὴ

καλή”.

235

Ὁ αὐτὸς ψήφισμα γράψας παράνομον καὶ εὐθυνόμενος ὑπὸ

Λυκούργου ἐρωτήσαντος αὐτὸν ἐκείνου εἰ, ὅτε ἔγραφεν τὸ ψήφισμα,

οὐκ ἐνέβλεπεν εἰς τοὺς νόμους, „οὐκ ἐνέβλεπον“ ἔφησεν· ”ἐπεσκότει

γὰρ αὐτοὺς τὰ Μακεδόνων ὅπλα.”

236

Ὁ αὐτὸς οὐ θελόντων Ἀθηναίων τιμᾶν Ἀλέξανδρον ὡς

θεὸν „δέδια“, φησίν, ”〈ὦ〉 ἄνδρες, ὑπὲρ ὑμῶν, μὴ τοῦ οὐρανοῦ φθο-

νοῦντες Ἀλεξάνδρῳ τὴν γῆν ἀφαιρεθῆτε ὑπ' αὐτοῦ”.

237

Ὁ αὐτὸς ἐπεὶ ἐλοιδορεῖτο ὑπό τινος νεανίσκου τὰ αἴσχιστα

„νεανίσκε“ ἔφη· ”ἡ γλῶττά σου οὐκ ἐν τῷ στόματι κάθηται, ἀλλ' ἐπὶ

οἰκήματος.”

238

Ὁ αὐτὸς Δημοσθένην ὅμοιον ἔφη εἶναι ταῖς χελιδόσι· „καὶ

γὰρ ἐκεῖναι οὔτε καθεύδειν ἐῶσιν οὐδ' ἐγείρειν δύνανται·“ [καὶ Δημο-

σθένης οὔτε ἡσυχίαν ἄγειν ἐᾷ οὔτε ἄξιον τῆς πόλεως οὐδὲν ἐπιβάλλεται].

239

〈Ὁ〉 αὐτὸς θορυβούμενος ὑπὸ τοῦ δήμου ”ὦ δῆμε” φησί·

„μᾶλλον δὲ δήμιε“.

240

Ὁ αὐτὸς εἶπε τὴν ἐπιτίμησιν τοῖς ἀνθρώποις ἔμψυχον

μάστιγα.

241

Ὁ αὐτὸς λέγων ποτὲ κρίσιν ἐν πανδοκείῳ ὑβρισμένος μάρ-

τυρας προεφέρετο τοὺς πανδοκέας, τῶν δὲ κρινόντων οὐκ ἀξιοπίστους

εἶναι φασκόντων ”τοιοῦτος γὰρ” φησὶ „καὶ ὁ τόπος ἦν, ἐν ᾧ ἡ ὕβρις

ἐπετελέσθη· εἰ δὲ ἐν τῷ δουρείῳ ἵππῳ ὕβρισε, τοὺς ἀριστεῖς ὑμῖν ἂν

παρειχόμην μάρτυρας Μενέλαον καὶ Διομήδην καὶ Ὀδυσσέα“.

242

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί εἴη πεποιηκὼς τὰ ἐκ Μα-

κεδονίας χρήματα ἀναβαλόμενος καὶ ἐπιδείξας τήν τε κοιλίαν καὶ τὰ

αἰδοῖα ἔφη· ”τὶ ἂν τούτοις 〈ἱκανὸν γένοιτο〉;”

243

Ὁ αὐτὸς δυσημερῶν ἐπί τινος δημηγορίας „οἶδα“, φησίν,

”ὅτι οὐδένα ὑμεῖς ἐσιτίσατε, ὃν οὐκ ἀπεκόψατε”.

244

Ὁ αὐτὸς ὀνειδιζόμενος καθ' ὅτι ἕνα μόνον υἱὸν ἔθρεψεν

εἶπεν· „ἕνα κρεῖττόν ἐστι τριηράρχην ἢ δέκα κωπηλάτας καταλιπεῖν.“

245

Ὁ αὐτὸς ἔφη· ”ὥσπερ τὸ τῆς Ἑλένης κάλλος ἐπ' ἀπωλείᾳ

τῶν ἡρώων ἐγένετο, οὕτω καὶ Δημοσθένους ἐν τῷ λέγειν δύναμις ἐπ'

ἀπωλείᾳ τῆς Ἑλλάδος ηὐξήθη”.

246

Ὁ αὐτὸς ἔφη, ὥσπερ ἀγωνιστοῦ γίνεσθαι δυσημερίαν, οὕτω

καὶ ἀκροατοῦ.

247

Ὁ αὐτὸς ἐν ἐκκλησίᾳ θροούμενος εἶπεν· „οὐκ ἐμὲ ἐκωλύσατε

λέγειν, ἀλλ' ἑαυτοὺς ἀκούειν“.

248

Δημοκράτης ὁ Παῤῥησιαστὴς ἐρωτήσαντός [ποτε αὐτὸν]

Φιλίππου τί ἂν ποιῶν χαρίζοιτο Ἀθηναίοις εἶπεν· ”ἀπαγξάμενος.”

249

Ὁ αὐτὸς πρὸς τοὺς πυκνῶς ἐγκωμιάζοντας Φίλιππον „οὐ

παύσεσθε“ εἶπε ”θνητοῦ σώματος ἀθάνατοι κόλακες ὄντες;”

250

Ὁ αὐτὸς τοὺς πλουσίους καὶ ἀπαιδεύτους παραπλησίους

ἔφησεν εἶναι τοῖς κριοῖς τοῖς ἐπιπόκοις, πλὴν ὅτι…

ρεῖς,…

The complete text is available when the reading interface loads.