Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου
- Scientific editors
- MaximilianBonnet
- Edition reference
- Acta Philippi et Acta Thomae accedunt Acta Barnabae · Leipzig · Hermannus Mendelssohn · 1903
- CTS identifier
urn:cts:greekLit:tlg2948.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου ὅτε ἐξερχόμενος ἀπὸ τῆς Γαλιλαίας ἤγειρε τὸν νεκρόν.
Ἐξελθόντος Φιλίππου τοῦ ἀποστόλου ἀπὸ τῆς Γαλιλαίας χήρα τις ἐξεκόμιζε μονογενῆ τέκνον· ὁ δὲ ἀπόστολος σφόδρα ἔπαθεν τῇ ψυχῇ θεωρήσας τὴν ἀθλίαν γραΐδα οὕτως τὰς τρίχας διαρρήξασαν καὶ τὸ πρόσωπον αὐτῆς ἀφανίσασαν. εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἀπόστολος· Ποίᾳ αἰτίᾳ οὗτος ἐτελεύτησεν; Ἣ δὲ ἔφη· Συγχώρησόν μοι, παρακαλῶ σε, καὶ μή με ἐρώτα· τὰ γὰρ σπλάγχνα μου διερράγη, καὶ ἡ φωνή μου ἀπόλωλεν, καὶ οὐ δύναμαί σοι διηγήσασθαι· ἔασόν με κόπτεσθαι τοῦτον τὸν ἀνώνυμον κοπετόν, ὅτι ἑνὸς υἱοῦ ἐστερήθην, μηδὲν τοὺς θεοὺς ἀδικήσασα, οἷς καθ᾽ ἡμέραν ἔθυον· τῷ μὲν Ἄρει θυσίας οὐκ ὀλίγας· τῷ δὲ Ἀπόλλωνι τοσαῦτα ἀνάλωσα, τῷ δὲ Ἑρμῇ σχεδὸν τὴν ἐμὴν ψυχὴν κατέρριψα, τῇ Ἀρτέμιδι μόσχους θύουσα, τῷ Διὶ στεφάνους ἐκόμισα, τῇ Ἀθήνᾷ τράγους εἰς ὁλοκαυτώματα ἀνήνεγκα· καὶ ἅπαξ ἁπλῶς ὅσοι τέ εἰσι θεοὶ πᾶσι δῶρα ἀπεκόμισα, ὥστε καὶ αὐτῷ τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ· καὶ ὡς νομίζω ὅτι ἐπ᾽ ἐμοὶ κεκοίμηνται, τοσαῦτα ἐκέκραξα, καὶ οὐκ εἰσήκουσάν μου. λοιπὸν ἀναγκαζομένη εὑρίσκω ἄνθρωπον ὅστις λέγει μάντις εἶναι, καὶ εἶπέν μοι· Τί σὺ θέλεις μήτηρ μαντεύσω σοι; Καὶ αὐτὸς τοίνυν ὅμοιος εὑρέθη τῶν θεῶν· πᾶν γάρ μοι ψεῦδος ἐμαντεύσατο· ἀνωφελεῖς δὲ ἐγένοντό μοι αἱ μαντεῖαι, καὶ οἱ θεοὶ μάταιοι καὶ τετυφλωμένοι. τάχα γὰρ κἀγὼ ὁμοία εἰμὶ τούτοις τοῖς πλάνοις· εἰς μάτην ἀπώλεσα τὰ ἐμά, προσέχουσα ματαίοις εἰδώλοις. ἀπώλεσά μου τὴν ψυχὴν καὶ σὺν αὐτῇ τὰ χρήματα. ἐπικατάρατος γὰρ εἴ τις εἰδώλοις λατρεύει ἢ μαντεύεται. οἴμοι, τίνα ἀπαιτήσω τὰ χρήματα ἅτινα εἰς μάτην ἀπώλεσα, προσέχουσαι εἰδώλοις καὶ μαντείαις, τοὺς χριστιανοὺς ἐξουθενοῦσα; ἀπώλεσά μου τὸν υἱόν, ὅς μοι καὶ μόνος ὑπῆρχεν.
Ὁ δὲ ἀπόστολος εἶπεν· Οὐδὲν ξένον πέπονθας ὦ μῆτερ τοιαῦτα πλανηθεῖσα ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἀπόλλοντος τὰς ψυχάς· οὕτως γὰρ ὁ διάβολος πλανᾷ τοὺς ἀνθρώπους, καὶ ὑστεροῦνται τῆς αἰωνίου ζωῆς. σὺ δὲ κατάστειλον τὸν κοπετὸν, καὶ ἄρτι σου τὸ τέκνον ἀναστήσω τῇ τοῦ θεοῦ μου δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ βασιλεύοντος τῶν αἰώνων, ὅστις δὲ πιστεύει εἰς αὐτὸν λαμβάνει ζωἠν αἰώνιον.
Ἡ δὲ γραῦς εἶπεν· Εἰ τὰ λεγόμενά μοι σωτήρια ἄνθρωπε καὶ ὡς ἀληθῶς ἀπόστολε τοῦ θεοῦ, βοήθησον τῷ γήρατί μου τῷ κακῶς γεγηρακότι· ὡς δὲ ηὐξάμην ἀποθανεῖν καὶ οὐκ εἰσηκούσθην τοσαῦτα κακὰ παθοῦσα, τάχα μᾶλλον οὐ συμφέρει μοι γαμεῖν, καὶ μηδὲν ἐσθίειν τὰ εἰς ὕστερον δονοῦντα τὸ σῶμα, οἶνος καὶ κρέα, ἀλλὰ μᾶλλον ἄρτον καὶ ὕδωρ, καὶ λύπας κερδαίνειν καὶ πολλὰ κακὰ καὶ πένθη πικρά. Ὁ δὲ ἀπόστολος εἶπεν· Ἀληθῶς μήτηρ ταῦτα οὐχ ἁπλῶς φθέγγῃ· τί γάρ σοι δοκεῖ ἡ ἁγνεία; ὅτι αὐτῇ τῇ ἁγνείᾳ ὁ θεὸς ὁμιλεῖ, καὶ φθόνον ἔχει πολὺν παρὰ τοῖς ἀνθρώποις· μὴ δυνάμενοι γὰρ ἁγνεῦσαι ἢ ὑδροποτῆσαι σπουδάζουσί τι καταψεύσασθαι τοῦ ἁγνῶς διάγοντος· ὅθεν καὶ ὁ θεὸς ἐμακάρισεν τοὺς τοιούτους· εἶπεν γάρ· Μακάριοί ἐστε ὅταν λαλήσωσιν οἱ ἄνθρωποι καθ᾽ ὑμῶν πᾶν ψεῦσμα. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δυνήσεσθε δαίμονας ἐπιστομίζειν ἐπὶ τῆς γῆς μηδεμίαν φροντίδα ποιούμενοι, ἔχοντες σωτῆρα Ἰησοῦν τὸν σταυρωθέντα.
Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου εἶπεν ἡ γραῦς· Πιστεύω εἰς τὸν Ἰησοῦν τὸν ὑπὸ σοῦ κηρυττόμενον. Τότε προσέρχεται ὁ ἀπόστολος τῷ πτώματι καὶ λέγει· Ἀνάστα νεανίσκε δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ εὐθέως ἀνέστη ὡς ἐξ ὕπνου, καὶ εἶπεν ἐμβλέψας πρὸς τὸν Φίλιππον· Πόθεν τὸ φῶς τοῦ ἀνθρώπου τούτου ἐλθεῖν εἰς τὸν τόπον τοῦτον καὶ ἐμὲ ἀποθανόντα ἀναστῆσαι τηλικαύτῃ σπουδῇ, ἐλθεῖν τε ἄγγελον θεοῦ καὶ ἀνοῖξαι τὰ δεσμωτήρια τῆς κρίσεως, ἔνθα ἤδη ἐγὼ ἐγκεκλεισμένος ἐτύγχανον; εἶδον γὰρ ἐκεῖ κριτήρια καὶ κολάσεις ἃς γλῶσσα ἀνθρωπίνη οὐχ ἱκανὴ διηγήσασθαι. εἴ τις οὖν ἀδελφοὶ θελήσειεν ἑαυτὸν ἐλεῆσαι, πάντων τῶν κακῶν ἐκφεύξεται, καὶ πιστεύσει τῷ θεῷ τῷ ὑπὸ τοῦ ἀνθρώπου τούτου κηρυττομένῳ, καὶ μακάριος ἔσται· καὶ εἴ τις ὁμολογήσει τὸν ἀγαπητὸν Χριστὸν δοξασθήσεται.
Καὶ οὕτως ὁ παῖς ἀναστὰς ἐκ τοῦ θανάτου ἅμα τῇ ἰδίᾳ μητρὶ ἐξαιρέτως ἐπίστευσαν, πολλοὺς ἐπιστρέψαντες· καὶ διὰ τούτων λαβόντες τὸ βάπτισμα ἐδόξαζον τὸν θεόν· καὶ πάντες εὐχαρίστησαν τῷ σωτῆρι Χριστῷ, καὶ τῷ ἀποστόλῳ δόντες πάμπολλα ἐφόδια ἀπηλλάγησαν τῆς πλάνης πιστεύσαντες τῷ Χριστῷ. ὁ δὲ νεανίσκος ἠκολούθησεν τῷ ἀποστόλῳ, μεγαλυνόμενος ἐπὶ τοῖς θαύμασι τοῖς δι᾽ αὐτοῦ καθ᾽ ἡμέραν γινομένοις δοξάζων τὸν θεόν. |
Πρᾶξις β´ ὅτε εἰσῆλθεν εἰς τὴν Ἑλλάδα τῶν Ἀθηνῶν.
(1) Ἐγένετο δὲ ὅτε εἰσῆλθεν Φίλιππος εἰς τὴν πόλιν τῶν Ἀθηνῶν τὴν καλουμένην Ἑλλάδα, συνήχθησαν παρ᾽ αὐτῷ τριακόσιοι φιλόσοφοι λέγοντες· Ἀπελθόντες ἴδωμεν τις ἡ σοφία αὐτοῦ. λέγουσιν γὰρ περὶ τῶν σοφῶν τῆς Ἀσίας ὅτι μεγάλη αὐτῶν ἐστιν ἡ σοφία. Ἔδοξαν γὰρ τὸν Φίλιππον εἶναι φιλόσοφον, ἐπειδὴ ἦν ὁδεύων σχήματι ἀποτακτικοῦ, καὶ οὐκ ἔγνωσαν ὅτι ἀπόστολός ἐστιν Χριστοῦ. τὸ γὰρ ἔνδυμα ὅπερ ἔδωκεν τοῖς ἀποστόλοις ὁ Ἰησοῦς ἐπενδύτης μόνον ἦν καὶ λέντιον· οὕτως οὖν ἦν περιοδεύων ὁ Φίλιππος. διὰ τοῦτο οὖν ὅτε ἐθεάσαντο αὐτὸν οἱ φιλόσοφοι τῆς Ἑλλάδος ἐφοβήθησαν· συνήχθησαν οὖν εἰς ἕνα τόπον καὶ ἐλάλησαν εἰς ἑαυτούς· Δεῦτε ἐπισκεψώμεθα τὰς βίβλους ἡμῶν, μή πως νικήσῃ ἡμᾶς ὁ ξένος οὗτος καὶ αἰσχύνῃ ἡμᾶς.
(2) Καὶ οὕτως ποιήσαντες συνῆλθον ἐπὶ τὸ αὐτό· καὶ λέγουσι τῷ Φιλίππῳ ὅτι Ἡμεῖς ἔχομεν μαθήματα τῶν πατέρων ἡμῶν, ἐν οἷς ἀρκούμεθα φιλοσοφοῦντες· εἰ δέ τι καινότερον ἔχεις ὦ ξένε, ἐπίδειξον ἡμῖν ἀφθόνως μετὰ παρρησίας· οὐδενὸς γὰρ ἄλλου χρείαν ἔχομεν ἢ μόνον ἀκούειν τι καινότερον.
(3) Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν αὐτοῖς· Ὦ ἄνδρες φιλόσοφοι τῆς Ἑλλάδος, εἰ βούλεσθε καινοτέρου πράγματος ἀκοῦσαι καί ἐστε ποθοῦντές τι καινότερον, ὀφείλετε ἀπορρῖψαι ἀφ᾽ ἑαυτῶν τὸν νοῦν τοῦ παλαιοῦ ἀνθρώπου· ὡς εἶπεν ὁ κύριός μου ὅτι Οὐ δυνατόν ἐστιν βαλεῖν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, ἐπεὶ ῥήγνυται ὁ ἀσκὸς καὶ ἐκχύνεται ὁ οἶνος, καὶ ὁ ἀσκὸς ἀπολεῖται· ἀλλ᾽ οἶνον νέον βάλλουσιν εἰς ἀσκοὺς καινούς, ἵνα ἀμφότερα φυλαχθῶσιν. Ταῦτα δὲ εἶπεν ὁ κύριος ἐν παραβολαῖς, διδάσκων ἡμᾶς ἐν τῇ ἁγίᾳ αὐτοῦ σοφίᾳ ὅτι πολλοὶ ἀγαπήσουσιν τὸν νέον οἶνον μὴ ἔχοντες ἀσκὸν καινὸν καὶ νέον. ὑμᾶς μὲν ἀγαπῶ ὦ ἄνδρες τῆς Ἑλλάδος καὶ μακαρίζω ὑμᾶς εἰρηκότας ὅτι Ἀγαπῶμέν τι καινότερον. Καὶ γὰρ παιδείαν ὄντως νέαν καὶ καινὴν ἤνεγκεν ὁ κύριός μου εἰς τὸν κόσμον, ἵνα πᾶσαν ἐξαλείψῃ κοσμικὴν παίδευσιν.
(4) Λέγουσιν οἱ φιλόσοφοι· Τίς ἐστιν ὃν λέγεις κύριός σου; Λέγει ὁ Φίλιππος ὅτι Ὁ κύριός μού ἐστιν Ἰησοῦς ὁ ἐν οὐρανοῖς. Οἳ δὲ εἶπον αὐτῷ· Δεῖξον ἡμῖν αὐτὸν ἐν συνέσει χωρὶς φθόνου, ἵνα καὶ ἡμεῖς πιστεύσωμεν. Ὁ δὲ Φίλιππος εἶπεν ὅτι Ὃν μέλλω γνωρίζειν ὑμῖν κύριον ὑπεράνω ἐστὶν παντὸς ὀνόματος ὅπερ οὐκ ἔστιν ἄλλο. τοῦτο δὲ μόνον λέγω ὅτι καθὼς εἰρήκατέ μοι Μὴ φθονήσῃς ἡμῖν, μὴ γένοιτό μοι φθονῆσαι ὑμῖν· ἀλλὰ μᾶλλον ἐν μεγάλῃ ἀγαλλιάσει καὶ ἐν μεγάλῃ χαρᾷ ἀποκαλύψαι ὑμῖν ἔχω τὸ ὄνομα ἐκεῖνο· ἄλλο γὰρ ἔργον οὐκ ἔχω ἐν τούτῳ τῷ κόσμῳ εἰ μὴ τὸ τοιοῦτον κήρυγμα. ὅτε γὰρ ἦλθεν ὁ κύριός μου εἰς τοῦτον τὸν κόσμον, ἐξελέξατο ἡμᾶς ὄντας τὸν ἀριθμὸν δώδεκα, πληρώσας ἡμᾶς πνεύματος ἁγίου ἀπὸ τοῦ φωτὸς αὐτοῦ ἐποίησεν ἡμᾶς γνωρίζειν αὐτὸν τίς ἐστιν, καὶ ἐνετείλατο ἡμῖν εὐαγγελίζεσθαι πᾶσι τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, ὅτι οὐκ ἔστιν ἕτερον ὄνομα ὀνομασθὲν ἐξ οὐρανοῦ εἰ μὴ τοῦτο. διὰ τοῦτο ἦλθον ἐγὼ πρὸς ὑμᾶς πληροφορῆσαι ὑμᾶς οὐκ ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν ἀποδείξει θαυμασίων ἔργων ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
(5) Ταῦτα δὲ ὅτε ηκουσαν οἱ φιλόσοφοι, λέγουσιν τῷ Φιλίππῳ ὅτι Τοῦτο τὸ ὄνομα τὸ ἀκουσθὲν ἐν ἡμῖν νῦν παρὰ σοῦ οὐδέποτε εὕραμεν ἐν ταῖς βίβλοις τῶν πατέρων ἡμῶν· νῦν οὖν πῶς δυνάμεθα γνῶναι περὶ τῶν ῥημάτων σου; Ἔτι δὲ προσθέντες λέγουσιν αὐτῷ ὅτι Ἔασον ἡμᾶς τρεῖς ἡμέρας, ἵνα συμβουλευσώμεθα μετ᾽ ἀλλήλων περὶ τοῦ ὀνόματος τούτου. οὐ γὰρ μικρῶς εἰς τοῦτο κεκινήμεθα ἀποστῆναι ἀπὸ τῆς πατρικῆς ἡμῶν δεισιδαιμονίας. Λέγει οὖν αὐτοῖς ὁ Φίλιππος· Βουλεύσασθε ὡς θέλετε· οὐ γὰρ δόλιον πρᾶγμά ἐστιν.
(6) Οἱ δὲ φιλόσοφοι ἀλλήλους συναθροίσαντες οἱ τριακόσιοι ἐλάλησαν μετ᾽ ἀλλήλων λέγοντες· Οἴδατε ὅτι ὁ ἀνὴρ οὗτος ξένην φιλοσοφίαν ἤγαγεν, καὶ οἱ λόγοι οἱ παρ᾽ αὐτοῦ εἰρημένοι εἰς ἔκστασιν ἡμᾶς φέρουσιν· τί οὖν ποιήσωμεν περὶ αὐτοῦ ἢ περὶ τοῦ ὀνόματος τοῦ λεγομένου Ἰησοῦ τοῦ βασιλέως τῶν αἰώνων ὃν λέγει; Καὶ ἔτι εἰς ἀλλήλους φησὶν ὅτι Τάχα ἡμεῖς οὐ δυνάμεθα πρὸς αὐτὸν διαλέγεσθαι, εἰ μὴ ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων. εἰ οὗν δοκεῖ, ἀποστείλωμεν πρὸς αὐτὸν ὅπως αὐτὸς ἀντιστῇ τῷ ξένῳ τούτῳ, καὶ ἀκριβῶς μάθωμεν τὸ εὐαγγελιζόμενον ὄνομα.
(7) Ἔγραψαν οὖν εἰς Ἰερουσαλὴμ τὸν τρόπον τοῦτον· Οἱ φιλόσοφοι τῆς Ἑλλάδος Ἀνανίᾳ τῷ μεγάλῳ ἀρχιερεῖ τῶν Ἰουδαίων τῶν ἐν Ἰερουσαλήμ. Μεγάλης οὔσης μετὰ σοῦ τε καὶ ἡμῶν ἐν παντὶ τῷ καιρῷ, ὡς ὅτι ἡμεῖς οἱ φιλοσοφούμενοι οἱ Ἀθηναῖοι γινώσκεις. ἦλθέν τις ἀνὴρ ξένος κατὰ τὴν Ἑλλάδα, Φίλιππος ὀνόματι, καὶ ἀπλῶς ἐτάραξεν ἡμᾶς σφόδρα ἔν τε λόγοις καὶ δυνάμεσιν ἐξαισίοις, καὶ εἰσφέρει ὄνομα ἐπίδοξον Ἰησοῦν, μαθητὴν ἐκείνου ἑαυτὸν ὁμολογῶν. ποιεῖ δὲ καὶ θαυμάσια ἅπερ γράφομέν σοι, ὅτι ἐξέβαλεν δαίμονας ἐγκεχρονικότας ἐν τοῖς ἀνθρώποις, καὶ κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς βλέπειν· καὶ τὸ θαυμαστότερον, ὅπερ ἔδει καὶ πρῶτον σημᾶναι, ὅτι ἀνθρώπους ἴσως πεπληρωκότας τὸν ἀριθμὸν τοῦ βίου ἀποθανόντας ἀνέστησεν. ἡ δὲ φήμη αὐτοῦ διῆλθεν εἰς πᾶσαν τὴν Ἑλλάδα καὶ Μακεδονίαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι πρὸς αὐτὸν ἀπὸ τῶν κύκλῳ πόλεων φέροντες τοὺς κεκακωμένους ποικίλαις νόσοις, καὶ πάντας ἰᾶται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ. διὰ τοῦτο τοίνυν ἄνευ πάσης φειδοῦς ἐλθὲ πρὸς ἡμᾶς, ἵνα αὐτὸς ἡμῖν ἀπαγγείλῃς τὸ τί βούλεται εἶναι τὸ ὄνομα τι τῶ διδάσκει τὸν Ἰησοῦν. διὰ τοῦτο γὰρ καὶ ἀπεστείλαμέν σοι τήνδε τὴν ἐπιστολήν.
(8) Ἐγένετο δὲ ὡς ἐδέξατο τὴν ἐπιστολὴν ὁ ἀρχιερεὺς καὶ ὡς ἀνέγνω, ὀργῆς μεγάλης ἐπλήσθη, καὶ τὰ ἱμάτια αὐτοῦ διέρρηξεν καί φησιν· Ἇρα ὅτι ὁ πλάνος ἐκεῖνος καὶ ἐν Ἀθήναις ἐν τοῖς φιλοσόφοις ἐχώρησεν ἀπατῆσαι αὐτούς; Ὁ δὲ Μανσημάτ, τοῦτ᾽ ἔστιν ὁ Σατανᾶς, ὑπεισῆλθεν εἰς τὸν Ἀνανίαν καὶ ἐπλήρωσεν αὐτὸν θυμοῦ καὶ ὀργῆς· καὶ εἶπεν ὅτι Ἐὰν ἐάσω αὐτόν τε ἐκεῖνον τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ ζῆσαι, πάντως ὁ νόμος λυθήσεται, καὶ ἡ διδασκαλία αὐτῶν ἴσως πληρώσει τὴν γῆν ὅλην. Καὶ εἰσῄει ὁ ἀρχιερεὺς εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ οἱ νομοδιδάσκαλοι καὶ οἱ Φαρισαῖοι, καὶ συνεβουλεύσαντο μετ᾽ ἀλλήλων λέγοντες· Τὶ ποιήσωμεν περὶ τούτων; Καὶ λέγουσιν τῷ ἀρχιερεῖ· Ἀνανία ἀναστὰς ὅπλισον σεαυτὸν καὶ ἐκ τοῦ λαοῦ πεντακοσίους δυνατοὺς ἄνδρας, καὶ ἄπελθε εἰς τὰς Ἀθήνας, καὶ πάντως ἀνάλισκε τὸν Φίλιππον, καὶ τὴν διδαχὴν αὐτοῦ οὕτως ἀνατρέψεις.
(9) Καὶ ἐνδυσάμενος τὸ ἔνδυμα τὸ ἀρχιερατικὸν παρεγένετο εἰς τὴν Ἑλλάδα ἐν μεγάλῃ φαντασίᾳ μετὰ τῶν πεντακοσίων ἀνδρῶν. ὁ δὲ Φίλιππος ἦν ἐν οἰκίᾳ πρώτου τινὸς τῆς πόλεως μετὰ τῶν πεπιστευκότων ἀδελφοῶν. ὁ δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ καὶ οἱ τριακόσιοι φιλόσοφοι ἀνῆλθον εἰς τὸ προπύλαιον τῆς οἰκίας ἔνθα ἧν ὁ Φίλιππος. καὶ ἐμηνύθη τῷ Φιλίππῳ ἑστάναι αὐτοὺς ἔξω· καὶ ἀναστὰς ἐξῆλθεν. καὶ ὡς εἶδεν αὐτὸν ὁ ἀρχιερεύς, λέγει πρὸς αὐτόν· Ὧ Φίλιππε φαρμακὲ καὶ μάγε· γνωρίζω γάρ σε ὅτι εἰς Ἱερουσαλὴμ ὁ κύριός σου ὁ πλάνος ὠνόμασέν σε υἱὸν βροντῆς· οὐκ ἤρκεσεν ὑμῖν πᾶσα ἡ Ἰουδαία, ἀλλὰ καὶ ὧδε ἤλθατε πλανῆσαι Ἀθηναίους ἄνδρας φιλοσόφους; Καὶ ὁ Φίλιππος εἶπεν· Εἴθε ὦ Ἀνανία ἀφῄρητο τὸ κάλυμμά σου τῆς ἀπιστίας ἀπὸ τῆς καρδίας σου, ἵνα γνῷς τοὺς λόγους σου καὶ ἀπ᾽ αὐτῶν μάθῃς εἰ ἄρα πλάνος ἐγὼ ἢ σύ.
(10) Ταῦτα ἀκούσας ὁ Ἀνανίας εἶπεν τῷ Φιλίππῳ· Ἀποκρι θήσομαι τοῖς πᾶσιν. Καὶ εἶπεν ὁ Φίλιππος· Λάλησον. Λέγει ὁ ἀρχιερεύς· Ὦ ἄνδρες τῆς Ἑλλάδος, οὗτος ὁ Φίλιππος πιστεύει εἰς ἄνθρωπον καλούμενον Ἰησοῦν, ὃς ἐγεννήθη ἐν ἡμῖν, ὃς καὶ ἐδίδαξεν τὴν αἵρεσιν ταύτην, καὶ τὸν νόμον καὶ τὸν ναὸν κατέλυσεν, καὶ τὸν καθαρισμὸν τὸν διὰ Μωσέως κατήργησεν καὶ τὰ σάββατα καὶ τὰς νεομηνίας, Ὅτι φησὶν οὐκ εἰσὶν ὑπὸ θεοῦ τεταγμέναι. Καὶ ὡς εἴδομεν ὅτι τὸν νόμον οὗτος καταλύει, ἐπαναστάντες ἐσταυρώσαμεν αὐτόν, ἵνα μὴ πληθυνθῇ ἡ διδαχὴ αὐτοῦ· ἐστράτευσεν γὰρ ὑπ᾽ αὐτῶν πλήθη πολλά, καὶ ἔδωκεν μαρτυρίαν οὐ καλήν, ἐσθίειν τε πάντα ἁπλῶς καὶ συμμιγεῖς εἶναι μετὰ τῶν ἐθνῶν. καὶ τοῦτον παραδόντες ἐφονεύσαμεν καὶ κατεθάψαμεν αὐτὸν ἐν μνημείῳ· οὗτοι δὲ οἱ μαθηταὶ αὐτοῦ κλέψαντες αὐτὸν διεκήρυξαν πανταχοῦ ὅτι ἠγέρθη ἐκ τῶν νεκρῶν, καὶ ἐπλάνησαν πολὺ πλῆθος, ὁμολογήσαντες αὐτὸν εἶναι ἐκ δεξιῶν τοῦ θεοῦ ἐν οὐρανοῖς ἀλλὰ δὲ καὶ αὐτοὶ οὗτοι τὴν περιτομὴν ἔχοντες ὡς καὶ ἡμεῖς· οὓς καὶ ἐδιώξαμεν, ἐπειδὴ πολλὰς δυνάμεις ἤρξαντο ποιεῖν ἐν Ἰερουσαλὴμ διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ· καὶ ἐκβληθέντες ἐξ Ἰερουσαλὴμ περιέρχονται τὴν οἰκουμένην καὶ πάντας ἀπατῶσιν ἐν τῇ μαγείᾳ ἐκείνου τοῦ Ἰησοῦ, ὡς καὶ νῦν οὗτος ὁ Φίλιππος ἦλθεν πρὸς ὑμᾶς τῇ αὐτῇ τέχνῃ ἀπατῆσαι ὑμᾶς. ἀλλ᾽ ἐγὼ τοῦτον μεθ᾽ ἑαυτοῦ ἀποφέρω εἰς Ἱερουσαλήμ, ὅτι καὶ ζητεῖ αὐτὸν ὁ Ἀρχέλαος ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι αὐτόν.
(11) Ὡς δὲ ἤκουσαν ταῦτα τὸ περιεστῶς πλῆθος, οἱ μὲν ὑπὸ τῆς πίστεως ἐστηριγμένοι οὐκ ἐκινήθησαν οὐδὲ ἐδιψύχησαν· ᾔδεισαν γὰρ ὅτι Φίλιππος νικήσει ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ὁ οὖν Φίλιππος ἀπελογήσατο ἐν τῇ δυνάμει τοῦ Χριστοῦ μετὰ μεγάλης παρρησίας ἀγαλλιῶν καὶ λέγων· Ἐγὼ ἄνδρες Ἀθηναῖοι καὶ οἱ ἐν ὑμῖν φιλόσοφοι ἦλθον πρὸς ὑμᾶς οὐ λόγοις διδάξαι ἀλλ᾽ ἐν ἀποδείξει θαυμασίων, ὧν καὶ ἀπὸ μέρους τάχα ἐθεάσασθε δι᾽ ἐμοῦ γεγενημένων ἐν ἐκείνῳ τῷ ὀνόματι ᾧ οὗτος ὁ ἀρχιερεὺς ἀποβάλλεται. ἰδοὺ οὖν βοήσω πρὸς τὸν θεόν μου καὶ διδάξω ὑμᾶς, καὶ ὑμεῖς δοκιμάσατε τοὺς τῶν ἀμφοτέρων λόγους.
(12) Ταῦτα ἀκούσας ὁ ἀρχιερεὺς ἔδραμεν ἐπὶ τὸν Φίλιππον μαστίξαι θέλων αὐτόν, καὶ αὐτῇ τῇ ὥρᾳ ὅλη ἡ χεὶρ αὐτοῦ ἐξηράνθη καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐτυφλώθησαν· ὁμοίως δὲ καὶ οἱ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ ἐτυφλώθησαν καὶ αὐτοί. καὶ ἐνύβριζον καὶ κατεθεμάτιζον τὸν ἀρχιερέα λέγοντες ὅτι Ἐξερχόμενοι τὴν Ἰερουσαλὴμ ἐλέγομέν σοι· Κατάστειλον· ἄνθρωποι γὰρ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα. Ἀλλὰ δεόμεθά σου ἀπόστολε τοῦ θεοῦ τοῦ Ἰησοῦ Φίλιππε, δὸς ἡμῖν τὸ δι᾽ αὐτοῦ φῶς, ἵνα καὶ ἡμεῖς ἀληθῶς αὐτοῦ ἐσόμεθα δοῦλοι.
(13) Ὁ δὲ Φίλιππος ἰδὼν τὸ γενόμενον ἔλεγεν· Ὤ ἀσθενὴς φύσις, ἥτις ἐπαίρει μὲν ἑαυτὴν ἐφ᾽ ἡμᾶς, εὐθέως δὲ εἰς ἑαυτὴν καταταπεινουμένη· ὢ ἡ πικρὰ θάλασσα τὰ ἑαυτῆς κύματα εἰς ἡμᾶς ταράσσουσα καὶ ἐκφοβεῖν νομίζουσα, ἀλλὰ παρ᾽ ἑαυτῇ τὰ κύματα κοιμίζουσα. νῦν οὖν ὁ ἡμέτερος καλὸς οἰκονόμος, Ἰησοῦ, τὸ ἅγιον φῶς, οὐ παρεῖδες ἡμᾶς τὸ σύνολον κράζοντας ἄνω πρὸς σὲ ἐν πᾶσι τοῖς καλοῖς ἔργοις, ἀλλ᾽ ἦλθες τελέσαι αὐτὰ δι᾽ ἡμῶν. νῦν οὗν ἐλθὲ Ἰησοῦ κύριε, ἔλεγξον τὴν ἀπόνοιαν τούτων.
(14) Λέγει ὁ ἀρχιερεὺς τῷ Φιλίππῳ· Ἆρα μὴ νομίζεις ἀποστρέψαι ἡμᾶς ἀπὸ τῶν παραδόσεων τῶν πατέρων ἡμῶν καὶ τοῦ θεοῦ τῆς ἐρήμου τὸ μάννα καὶ Μωσέως, καὶ προσδοκᾷς ἐξακολουθῆσαι ἡμᾶς τῷ Ναζωραίῳ, τῷ Ἰησοῦ; Εἶτα λέγει αὐτῷ ὁ Φίλιππος· Ἰδοὺ δεηθήσομαι τοῦ θεοῦ μου ἵνα ἔλθῃ καὶ φανερώσῃ ἑαυτὸν ἔμπροσθέν σου καὶ τῶν πεντακοσίων καὶ ἐνώπιον τῶν ὧδε πάντων· ἴσως γὰρ πιστεύσεις μετανοήσας. ἐὰν δὲ μέχρι τέλους ἐπιμείνῃς τῇ ἀπιστίᾳ, ἔρχεται ἐπὶ σὲ παράδοξον πρᾶγμα, ὅπερ λαληθήσεται εἰς γενεὰς γενεῶν, ὥστε καὶ κατέλθῃς ζῶν κάτω εἰς τὸν ᾅδην ἐνώπιον πάντων τῶν ὁρώντων σε ὅτι ἔτι διαμένεις ἐν τῇ ἀπιστίᾳ, ὅτι καὶ ζητεῖς ἀποστρέψαι τὸ πλῆθος τοῦτο ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Καὶ ὁ Φίλιππος προσηύξατο λέγων· Ὦ πάτερ ἅγιε τοῦ ἁγίου υἱοῦ Ἰησοῦ Χριστοῦ, ὁ χαρισάμενός μοι τὸ εἰς αὐτὸν πιστεύειν, πέμψον σου τὸν ἀγαπητὸν υἱὸν Ἰησοῦν Χριστὸν ἐλέγξαι τὸν ἄπιστον ἀρχιερέα, ἵνα τὸ σὸν ὄνομα ἐν τῷ ἀγαπητῷ Χριστῷ δοξασθῇ.
(15) Ἔτι δὲ ταῦτα βοῶντος τοῦ Φιλίππου ἐξαίφνης ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ ἐφάνη ὁ Ἰησοῦς κατελθὼν ἐν τιμιωτάτῃ δόξῃ καὶ ἀστραπῇ, καὶ τὸ πρόσωπον αὐτοῦ ἑπταπλάσιον λάμπον ὑπὲρ τὸν ἥλιον, καὶ τὰ ἱμάτια αὐτοῦ λευκότερα χιόνος, ὡς καὶ πάντα τὰ εἴδωλα τῶν Ἀθηνῶν πεσεῖν ἐξαίφνης ἐπὶ τὴν γῆν καὶ ὅλα συντριβῆναι· ἔφυγον δὲ καὶ οἱ ἐν αὐτοῖς δαίμονες οἰκοῦντες ἐκβοῶντες· Ἰδοὺ καὶ ἡμεῖς φεύγομεν διὰ τὸν ἐπιφανέντα τῇ πόλει Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ. Εἶτα λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἀκούεις τῶν δαιμόνων ἐκβοώντων διὰ τὸν ὀφθέντα, καὶ ἀπιστεῖς πρὸς τὸν παρόντα ὅτι αὐτὸς κύριος τῶν πάντων; Λέγει ὁ ἀρχιερεύς· Ἐγὼ οὐκ ἔχω ἄλλον θεὸν ἢ τὸν ἐν τῇ ἐρήμῳ δόντα τὸ μάννα.
(16) Ἀνερχομένου δὲ τοῦ Ἰησοῦ εἰς τὸν οὐρανὸν ἐγένετο σεισμὸς μέγας σφόδρα, ὥστε σχισθῆναι τὸν τόπον ἐφ᾽ ὃν εἱστήκεισαν· καὶ δραμόντες οἱ ὄχλοι ἔκειντο πρὸς τοὺς πόδας τοῦ ἀποστόλου κράζοντες· Ἐλέησον ἡμᾶς ὦ θεοῦ ἄνθρωπε. Ὁμοίως καὶ οἱ πεντακόσιοι ἄνδρες ἔκραξαν καὶ αὐτοὶ πάλιν· Ἐλέησον ἡμᾶς ὦ Φίλιππε, ἵνα σὲ ἴδωμεν καὶ διὰ σοῦ τὸν φωστῆρα τῆς ζωῆς Ἰησοῦν· ὅτι ἐλέγομεν τούτῳ τῷ ἀπίστῳ ἀρχιερεῖ ὅτι Ἄνθρωποι ἁμαρτωλοὶ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.
(17) Τότε λέγει ὁ Φίλιππος· Οὐκ ἔστιν φθόνος ἐν ἡμῖν, ἀλλ᾽ ἡ τοῦ Χριστοῦ χάρις ἀναβλέψαι ὑμᾶς ποιήσει · πρότερον δὲ ὑμῶν τὸν ἀρχιερέα ἀναβλέψαι ποιήσω, ὅπως ἐπὶ τούτῳ πλέον ὑμεῖς πιστεύσητε. Καὶ φωνὴ ἐξ οὐρανοῦ ἠνέχθη τῷ Φιλίππῳ· Φίλιππε υἱὲ ποτὲ βροντῆς, νῦν δὲ πρᾳότητος, εἴ τι ἂν αἰτήσῃ τὸν πατέρα μου, ποιήσει σοι. Καὶ πᾶς ὁ ὄχλος ἔκθαμβος ἦν ἐπὶ τῇ φωνῇ· τὸ γὰρ ἦχος αὐτῆς μεῖζον βροντῆς ἐγένετο. Τότε λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἐν τῷ ὀνόματι τῆς δυνάμεως τῆς φωνῆς τοῦ κυρίου μου Ἰησοῦ ἀνάβλεψον Ἀνανία. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ περιβλεψάμενος εἶπεν· Ὤ φησιν τί ἐστιν τὸ τῆς μαγείας τοῦ Ἰησοῦ; ὅτι οὗτος ὁ Φίλιππος ἐν ὀλίγῳ με ἐτύφλωσεν, καὶ πάλιν ἐν ὀλίγῳ ἀναβλέψαι με ἐποίησεν. Τί οὖν; ἔφη ὁ Φίλιππος, πιστεύεις εἰς τὸν Ἰησοῦν; Λέγει ὁ ἀρχιερεύς· Μὴ γὰρ δύνασαί με μαγεῦσαι καὶ πεῖσαι; Οἱ δὲ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ, ἀκούσαντες ὅτι ὁ ἀρχιερεὺς αὐτῶν ἀναβλέψας ἔτι ἀπιστεῖ, ἔλεγον τοῖς παρεστῶσιν δεηθῆναι τοῦ Φιλίππου ὅπως αὐτοὺς ἀναβλέψαι ποιήσῃ, Ἵνα τὸν ἄπιστον ἀρχιερέα τοῦτον ἀνέλωμεν.
(18) Εἶπεν δὲ ὁ Φίλιππος· Μὴ κακοῖς ἀμύνεσθε. Καὶ λέγει τῷ ἀρχιερεῖ· Σημεῖον ἐπὶ σοὶ ἔσται τι μέγα. Λέγει πρὸς τὸν Φίλιππον· Οἶδα ὅτι φαρμακὸς εἶ καὶ τοῦ Ἰησοῦ μαθητής· οὐ μαγεύεις με. Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν Ἰησοῦν· Ζαβαρθάν, σαβαθαβάτ, βραμανούχ, ταχὺ ἐλθέ. Καὶ εὐθὺς ἡ γῆ ἐσχίσθη κατὰ τὸ μέρος τοῦ Ἀνανίου καὶ κάτεπιεν αὐτὸν μέχρι γονάτων. Καὶ ἔκραξεν Ἀνανίας· ῍Ω μεγάλη τῆς ἀληθοῦς μαγγανείας, ὅτι τὴν γῆν ἔσχισεν, ἀπειλήσαντος αὐτὴν ἑβραϊστί τε ἐνορκισαμένου τοῦ Φιλίππου, καὶ συνέχει με μέχρι γονάτων, καὶ ἐκ τῶν πτερνῶν εἰς τὰ κάτω τινὲς ὥσπερ ὄγκινοι καθέλκουσίν με, ἵνα πιστεύσω τῷ Φιλίππῳ. ἀλλ᾽ οὐ δύναταί με πεῖσαι· ἀπὸ γὰρ τῆς Ἰερουσαλὴμ ἐγὼ ἐπίσταμαι τὰς μαγείας αὐτοῦ.
(19) Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ὦ γῆ σύσφιγξον αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ. Καὶ εὐθὺς κατεσύρη. καὶ ἔλεγεν· Ὁ μὲν εἷς μου ποὺς κάτωθεν κρυσταλλοῦται, ὁ δὲ ἕτερος δεινῶς ἐκθερμαίνεται· ἀλλ᾽ ὑπὸ τῆς μαγείας σου Φίλιππε οὐ νικηθήσομαι. πλὴν οὖν ὅτι κακῶς κάτωθεν βασανίζομαι, ὅλως δὲ οὐ πιστεύω. Οἱ δὲ ὄχλοι ἠθέλησαν αὐτὸν λιθάσαι. ὁ δὲ Φίλιππος Μὴ οὗτως φησίν. τοῦτο γὰρ τέως γέγονεν, καταποθῆναι αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ, ἵνα σωτηρία γένηται τῶν ψυχῶν ὑμῶν, ὅτι παρ᾽ ὀλίγον ἔμελλεν ἕλκειν ὑμᾶς ἐν τοῖς κακοῖς αὐτοῦ λόγοις πρὸς ἀπιστίαν. ἀλλ᾽ εἰ καὶ αὐτὸς μετενόησεν, ἀναγάγω αὐτὸν ἐκ τῆς γῆς πρὸς σωτηρίαν τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ τάχα οὐκ ἔστιν ἄξιος σωτηρίας. ἐὰν οὖν ἐπιμείνῃ τῇ ἀπιστίᾳ, βλέψετε αὐτὸν βυθισθέντα κάτω εἰς τὴν ἄβυσσον· εἰ μὴ κύριος μέλλει τοὺς ἐν τῷ ᾅδῃ ἐγείρειν, ἵνα ὁμολογήσωσιν ὅτι κύριος Ἰησοῦς. ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς, καὶ ὅτι μία δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.
(20) Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος διεπέτασεν τὴν δεξιὰν αὐτοῦ χεῖρα σκεπάσας δι᾽ ἀέρος ἐπάνω τῶν πεντακοσίων ἀνδρῶν ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ὕμνησαν τὸν θεὸν πάντες ἐν ἐνὶ στὀματι λέγοντες· Εὐλογοῦμέν σε Χριστὲ Ἰησοῦ τὸν θεὸν τοῦ Φιλίππου ὅτι ἐδίωξας ἀφ᾽ ἡμῶν τὴν πήρωσιν καὶ ἔδωκας ἡμῖν τὸ σὸν φῶς τὸ εὐαγγέλιον. Ὁ δὲ Φίλιππος κατ᾽ ὀλίγον ἦν ἀγαλλιώμενος τοῖς ῥήμασιν αὐτῶν, ὅτι οὕτως ἐστηρίζοντο τῇ πίστει. μετὰ δὲ ταῦτα στραφεὶς ὁ Φίλιππος πρὸς τὸν ἀρχιερέα εἶπεν· Ὁμολόγησον καὶ σὺ ἐν καθαρᾷ καρδίᾳ ὅτι κύριος Ἰησοῦς ἐστιν, ἵνα σωθῇς ὡς οὗτοι οἱ μετὰ σοῦ. Ὁ δὲ ἀρχιερεὺς ἦν καταγελῶν τοῦ Φιλίππου καὶ ἐπιμένων τῇ ἀπιστίᾳ.
(21) Ἰδὼν οὖν ὁ Φίλιππος ὅτι ἐπιμένει τῇ ἀπιστίᾳ βλέψας εἰς αὐτὸν λέγει τῇ γῆ· Ἄνοιξόν σου τὸ στόμα καὶ κατάπιε αὐτὸν μέχρι τοῦ τραχήλου αὐτοῦ ἐνώπιον τῶν πιστευσάντων εἰς τὸν Χριστὸν Ἰησοῦν. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς ἐδέξατο αὐτὸν ἕως τραχήλου. ὡς δὲ οἱ ὄχλοι ἦσαν ὁμιλοῦντες ἀλλήλοις διὰ τὰ γεγονότα θαυμάσια,
(22) ἦλθέν τις πρῶτος τῆς πόλεως βοῶν καὶ λέγων· Ὦ μακάριε ἀπόστολε, τῷ υἱῷ μου δαίμων τις ἐπέστη, καὶ ἔκραζεν λέγων πρός με· Ἐπειδὴ ἀφῆκας ξένον ἄνθρωπον εἰσελθεῖν εἰς τὴν πόλιν ἡμῶν σὺ ὢν πρῶτος, ὃς κατέλυσεν τὰς λατρείας ἡμῶν καὶ τὰς θυσίας ἡμῶν, τί σοι ποιήσω εἰ μὴ τοῦτον ἀνελῶ τὸν μονογενῆ σου υἱόν; Καὶ μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα ἀπέπνιξεν τὸν υἱόν μου. νῦν οὖν, παρακαλῶ σε ἀπόστολε τοῦ Χριστοῦ, μὴ ἐάσῃς τὴν χαράν μου στραφῆναι εἰς πένθος, ὅτι κἀγὼ ἐπίστευσα τοῖς σοῖς λόγοις.
(23) Ἀκούσας δὲ ὁ ἀπόστολος ταῦτα εἶπεν· Θαυμάζω τὴν ἐνέργειαν τῶν δαιμόνων, ὅτι ἐνεργεῖ ἐν παντὶ τόπῳ, τολμᾷ δὲ εἰς οὓς οὐκ ἔχει δύναμιν ἐπιβαίνειν, ὡς νῦν ἐπείρασαν ὑμᾶς θέλοντες σκανδαλίσαι. Καὶ λέγει τῷ ἀνθρώπῳ· Ἔνεγκέ μοι τὸν υἱόν σου, κἀγὼ αὐτὸν δώσω σοι ζῶντα διὰ τὸν Χριστόν μου. Καὶ ἔδραμεν χαίρων τοῦ ἐνέγκαι τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἤγγισεν τῇ οἰκίᾳ αὐτοῦ, ἔκραξεν λέγων· Υἱέ μου βλέπεις; ἦλθον ἐπὶ σέ, ἀπενέγκαι σε πρὸς τὸν ἀπόστολον, ὅστις σε ζῶντα παρέξει μοι. Καὶ ἐκέλευσεν τοῖς ἑαυτοῦ δούλοις βαστάξαι τὴν κλίνην· ἦν δὲ ὁ παῖς ἐτῶν κγ´ . ὅτε δὲ εἶδεν αὐτὸν ὁ Φίλιππος, συνεχύθη, καὶ στραφεὶς πρὸς τὸν ἀρχιερέα λέγει αὐτόν· Τοῦτο γέγονεν τῇ σῇ ἀφροσύνῃ· ἐὰν οὖν ἀναστήσω αὐτόν, πιστεύσεις λοιπόν; Ὃ δὲ λέγει· Οἶδα τὰς μαγείας ὑμῶν ὅτι ἀναστήσεις αὐτόν· ἐγὼ δὲ οὐ πιστεύσω σοι. Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Κατάθεμα· ἄπελθε λοιπὸν κάτω ὅλος εἰς τὴν ἄβυσσον ἐνώπιον τούτων ἀπάντων. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ κατῆλθεν εἰς τὸν ᾅδην ζῶν· πλὴν τὸ ἀρχιερατικὸν ἔνδυμα ἐξεπετάσθη ἀπ᾽ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδεὶς ἔγνω τί ἐγένετο τὸ ἔνδυμα τὸ ἱερατικόν. καὶ ἐπιστραφεὶς ὁ ἀπόστολος ἐπηύξατο τῷ παιδί, καὶ ἀπελάσας ἀπ᾽ αὐτοῦ τὸν δαίμονα ἀνέστησεν αὐτὸν καὶ παρέστησεν αὐτὸν τῷ πατρὶ ζῶντα.
(24) Οἱ δὲ ὄχλοι ταῦτα θεασάμενοι ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ ἐλέγξας τὴν ἀπιστίαν τοὺ ἀρχιερέως καὶ τὸν δαίμονα τοῦ νεανίσκου ἀπελάσας καὶ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Οἱ δὲ πεντακόσιοι ἰδόντες τὸν ἀρχιερέα βυθισθέντα εἰς τὴν ἄβυσσον καὶ τὰ ἄλλα θαυμάσια ἐδεήθησαν τοῦ Φιλίππου, καὶ ἔδωκεν αὐτοῖς τὴν ἐν Χριστῷ σφραγῖδα. Ἐπέμεινεν δὲ ὁ Φίλιππος εἰς τὰς Ἀθήνας ἔτη δύο, καὶ κατασκευάσας ἐκκλησίαν κατέστησεν ἐπίσκοπον καὶ πρεσβύτερον, καὶ οὕτως ἀπῆλθεν κατὰ τὴν Παρθίαν εὐαγγελιζόμενος τὸν Χριστόν.
Πρᾶξις τρίτη πραχθεῖσα κατὰ τὴν Παρθίαν ὑπο Φιλίππου τοῦ ἀποστόλου.
(1) Ἡνίκα δὲ Φίλιππος ὁ τοῦ Χριστοῦ ἀπόστολος κατῆλθεν εἰς τὴν ἀρχὴν τῆς Παρθίας, καὶ ἰδοὺ εὗρεν ἔν τινι πόλει τὸν τοῦ Χριστοῦ ἀπόστολον Πέτρον μετὰ καὶ ἑτέρων τῶν σὺν αὐτῷ μαθητῶν καὶ γυναικῶν τινων αἵτινες ἐμιμήσαντο τὴν πίστιν τὴν ἀρρενικήν. καὶ εἶπεν Φίλιππος τῷ Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ· Δέομαι ὑμῶν τῶν εἰληφότων τὸν στέφανον τοῦ Χριστοῦ ἐν τῇ ἀποστολικῇ τάξει, ἐνδυναμώσατε κἀμέ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι καὶ συναριθμηθῶ ἐν τῇ δόξῃ ὑμῶν ἐν τοῖς οὐρανοῖς. ὑμεῖς ἐφανερώσατε τὴν ἑαυτῶν σπουδὴν κατὰ τὴν δύναμιν ὑμῶν· εὔξασθε οὖν καὶ νῦν ὑπὲρ ἐμοῦ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι, ὅπως συναριθμηθῶ ἐν τοῖς τετελεκόσι τὴν ἑαυτῶν δύναμιν.
(2) Ταῦτα δὲ τοῦ Φιλίππου εἰπόντος ἔκλιναν τὰ γόνατα ὑπὲρ αὐτοῦ πρὸς τὸν κύριον, ὥστε χαρῆναι πάντας ἐπ᾽ αὐτῷ, ὅτι οὕτως ἐζήτησεν ὁ Φίλιππος τελειῶσαι τὴν ἀποστολὴν αὐτοῦ καὶ τὴν διακονίαν.
(3) Ἦν δὲ ἐκεῖ καὶ ὁ μακάριος Ἰωάννης, καὶ λέγει τῷ Φιλίππῳ· Ἀδελφέ μου καὶ συναπόστολε, εἰ καὶ μακρὰν ἔχεις τὴν ἀποδημίαν, γνώριζε ὅτι καὶ ὁ ἀδελφὸς Ἀνδρέας ἐπορεύθη εἰς τὴν Ἀχαίαν καὶ ὅλην τὴν Θρᾴκην, καὶ ὁ Θωμᾶς εἰς τὴν Ἰνδικὴν καὶ εἰς τοὺς σαρκοφάγους παλαμναίους, καὶ ὁ Ματθαῖος εἰς τοὺς τρωγλοδύτας καὶ ἀνηλεεῖς· ἡ γὰρ φύσις αὐτῶν ἐστιν ἠγριωμένη· καὶ ὁ κύριος ἐστι μετ᾽ αὐτῶν. καὶ σὺ οὖν Φίλιππε μὴ ῥᾳθυμήσῃς· Ἰησοῦς γὰρ μετὰ σοῦ ἐστιν. Καὶ ἐπευξάμενοι αὐτὸν καὶ ἀσπασάμενοι ἀπέλυσαν εἰς τὸ κήρυγμα.
(4) Ἦλθεν οὖν τότε ὁ Φίλιππος κατὰ θάλασσαν ὅροις τῶν Κανδάκων, καὶ εὗρεν ἐκεῖ πλοῖον μέλλον ἀπαίρειν εἰς Ἄζωτον, καὶ εἶπε τοῖς ναύταις· Δέξασθέ με ὦ ναυτικοὶ καὶ · ἀπαγάγετε εἰς Ἄζωτον. Καὶ συνέθετο δοῦναι αὐτοῖς τέσσαρας στατῆρας τὸ ναῦλον, καὶ ἀνέβη μετ᾽ αὐτῶν. ἐμείναμεν δὲ πλέονες ἄχρι σταδίων τετρακοσίων, καὶ ἐπεισῆλθεν ἄνεμος ἰσχυρός, ὥστε καὶ τὸ πλοῖον κινδυνεύειν· οἱ δὲ ναῦται εἰς πολλὴν ἀδημονίαν ἦλθον μὴ εἰδότες τί πράξουσι, καὶ ἤρξαντο ἐκβολὴν τῶν σκευῶν ποιεῖν, καὶ ἀλλήλοις ἀσπαζόμενοι ἀπεδύροντο.
(5) Ἰδὼν οὖν ὁ ἀπόστολος τοῦ Χριστοῦ τὴν θλῖψιν αὐτῶν, ἀναστὰς ἀπὸ τοῦ τόπου οὗ ἦν ἡσυχάζων, εἶπεν· Μὴ φοβεῖσθε ὦ ἄνδρες· ἀποβολὴ γὰρ ἐξ ἡμῶν οὐδεμία ἔσται, ἀλλ᾽ οὐδὲ τοῦ πλοίου· Καὶ ἀπελθὼν ἔστη ἐπὶ τὰ πρῷρα, καὶ ἐβόησεν εἰς ἐπήκοον πάντων· Θάλασσα, θάλασσα, κελεύει σοι Ἰησοῦς ὁ Χριστὸς δι᾽ ἐμοῦ τοῦ δούλου αὐτοῦ, ὁ ἐπὶ τῶν σῶν ὑδάτων περιπατήσας, καταστεῖλαί σου τὸν θυμὸν τῆς ἀτάκτου φορᾶς. Καὶ εὐθέως σὺν τῷ λόγῳ Φιλίππου ἐν πολλῇ γαλήνῃ ἐγένοντο αὐτῆς τὰ κύματα. ἰδόντες δὲ οἱ ναῦται τὸ γεγονὸς ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ λέγοντες· Εὐχαριστοῦμέν σοι δοῦλε θεοῦ· διὰ σοῦ γὰρ ἡμῖν ἡ ζωὴ κεχάρισται· εἰπὲ οὖν ἡμῖν τί ἡμᾶς ποιῆσαι δεῖ ἵνα γενώμεθα δοῦλοι τοῦ Ἰησοῦ τοῦ ὑπὸ σοῦ κηρυττομένου.
(6) Ὁ δὲ ἀπόστολος ἤρξατο αὐτοὺς ἀπὸ τῶν γραφῶν διδάσκειν τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ λέγειν· Ἐὰν δέξησθε τὸν δυνάμενον σῴζειν τὸ ἀσθενές, σωθήσεσθε, καὶ ἐὰν δέξησθε τὸν ἐν οὐρανοῖς πλούσιον, πλουτίσει ἡμᾶς· καταλείψατε οὖν τὸ ἀηδὲς τοῦ κόσμου τούτου, καὶ τὴν μέριμναν τῆς ζωῆς ἐπιρρίψατε εἰς τὸν ἐν οὐρανοῖς εὐεργέτην, ἵνα αἰωνίας τρυφῆς ἀπολαύσητε.
(7) Οἳ δὲ πάλιν ἀπεκρίνοντο ὁμοθυμαδὸν λέγοντες· Πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιοῦμεν, καὶ πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τότε λαβόμενος ὁ Φίλιππος ἅπαντας καὶ ἐξελθὼν ἐπὶ τῆς ξηρᾶς ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἐμεγαλύνοντο τῇ πίστει.
Πρᾶξις δ´ περὶ τῆς θυγατρὸς Νικοκλείδους ἧς ἰάσατο ἐν Ἀζώτῳ.
(1) Ὡς δὲ πολλὴ φήμη περιέδραμεν περὶ τοῦ ἀποστόλου Φιλίππου εἰς τὴν Ἄζωτον ἐπὶ τοῖς δι᾽ αὐτοῦ γινομένοις θαύμασι, πολλοὶ συνέτρεχον πρὸς αὐτόν, καὶ ἦσαν θεραπευόμενοι ἀπὸ τῶν νοσημάτων αὐτῶν. πολλὰ δὲ καὶ δαιμόνια φυγαδευόμενα ἀπὸ τῶν ἀνθρώπων ἐβόων ὥσπερ μαστιζόμενα καὶ ἔλεγον ὅτι Καὶ ὧδε πάρει Φίλιππε, ἐντεῦθεν φυγαδεῦσαι ἡμᾶς; ἴδε, ὁμολογοῦμεν ἡττᾶσθαι διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ. Ὡς οὖν ἦσαν οἱ ὄχλοι ἀτενίζοντες εἰς αὐτόν, οἳ μὲν ἔλεγον· Ἀληθῶς θεοῦ ἄνθρωπος· Ἄλλοι δὲ ἔλεγον· Τάχα μάγος ἐστί. Τινὲς δὲ καὶ ἐξεμυκτήριζον τοὺς λόγους αὐτοῦ. αἱ δὲ γυναῖκες τῶν πρώτων ἔλεγον· Ἀληθῶς πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ τὰ λαλούμενα παρ᾽ αὐτοῦ καλά. Ἄλλαι δὲ ἔλεγον ὅτι Μάγος καὶ σκολιὸς ἄνθρωπος οὗτος, ὅτι διαχωρίζει τὰς συμβιώσεις· διδάσκει γὰρ ὅτι ἡ ἁγνεία ὁρᾷ τὸν θεόν; καὶ τὴν τεκνογονίαν ὀδύνην εἶναι λέγει.
(2) Ὡς οὖν ταῦτα ἔλεγον, κατέλαβεν ἡ ἐσπέρα, καὶ πάντες ἐπορεύοντο εἰς τοὺς οἴκους αὐτῶν. ὁ οὖν Φίλιππος ἐζήτησεν οἶκον καταπαύσεως, καὶ μικρὸν ἀποστὰς τοῦ τόπου οὗ ἦν ἑστηκὼς ἦλθεν εἰς οἰκητήριον ἐν ᾧ ὑπῆρχον ἀποθῆκαι ὑπομνηματογράφου τινὸς Νικοκλείδους ὀνόματι, φίλου τοῦ βασιλέως, ἐν αἷς καὶ κατέλυον ξένοι πλείονες.
(3) Ὁ δὲ Φίλιππος εἰσελθὼν ἔστη ἐν μιᾷ γωνίᾳ τοῦ οἴκου εἰς προσευχήν, λέγων μετὰ μικρᾶς φωνῆς· Κύριέ μου Ἰησοῦ Χριστέ, γενηθήτω σου τὸ θέλημα καὶ ἐν τῷ τόπῳ τούτῳ, καὶ δώρησαι πᾶσι τοῖς πιστεύουσι τῷ σῷ ὀνόματι ῥῶσιν ψυχῆς καὶ ἴασιν σώματος· σὺ γὰρ γινώσκεις τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως ὡς ποιήσας αὐτήν.
(4) Ταῦτα δὲ λέγοντος τοῦ ἀποστόλου καὶ τούτων πλείονα Χαριτίνη ἡ θυγάτηρ τοῦ Νικοκλείδους, ἔχουσαν πληγὴν μεγάλην ἐν τῷ ὀφθαλμῷ αὐτῆς τῷ δεξιῷ, ἀκούουσα τοῦ ἀποστόλου, δι᾽ ὅλης τῆς νυκτὸς ἔκλαιεν· πρωίας δὲ γενομένης εἰσῆλθε πρὸς τὸν πατέρα αὐτῆς, καί φησι· Κύριέ μου καὶ γλυκύτατε πάτερ ἀτένισόν μοι καὶ πρόσσχες τῇ πληγῇ τοῦ ὀφθαλμοῦ μου πῶς ἐγὼ μυκτηρίζομαι, ὅτι αἱ συνήλικαί μου ἐπιγελῶσί μου, καὶ αἰσχύνομαι· καὶ οὐ φέρω τας ἀλγηδόνας. Καὶ λέγει αὐτῇ ὁ πατὴρ αὐτῆς· Ὦ ἀγαπητὴ ψυχή μου, ποῖον λοιπὸν ἰατρῶν εἰσαγάγω σοι; μὴ οὐκ εἰσήγαγον Λεύκιον τὸν τοῦ βασιλέως, καὶ ὅλου τοῦ παλατίου τοὺς ἰατρούς, ἀλλὰ καὶ Ἠλείδην τὸν τῆς βασιλίσσης εὐνοῦχον, καὶ τὴν Σολγίαν τὴν πρὸς χεῖρα τῆς βασιλίσσης, ἔχουσαν φάρμακα καὶ πᾶσαν θεραπείαν, καὶ οὐδεὶς ἠδυνήθη ἰάσασθαί σε; Ἣ δὲ εἶπεν· Οἶδα πάτερ, οἶδα ὅτι κέκμηκας σὺν ἐμοί· ὅπερ δὲ νῦν ἀξιῶ ποίησόν μοι. ἰδοὺ ἤκουσα ἐν τῇ νυκτὶ ταύτῃ ἰατροῦ τινος ξένου φωνὴν καὶ κηρύττοντος ξένα φάρμακα ἐν ταῖς ἀποθήκαις ταῖς σαῖς· ἐκεῖνος μόνος δύναταί με ἰάσασθαι. καὶ γὰρ ὡς ἤμην ἀκροωμένη αὐτοῦ ἄνεσιν πολλὴν τῶν πόνων ἐλάμβανον. διὸ παρακαλῶ πάτερ καὶ δέομαι, κάλεσόν μοι ἐκεῖνον · καὶ οἶδα ὅτι ἰαθήσομαι.
(5) Ὃ δὲ ταχέως ἐπορεύθη εἰς τὰς ἀποθήκας, καὶ ἐζήτει τὸν ξένον, καὶ εὑρὼν τὸν Φίλιππον καθήμενον εἶπεν· Σὺ εἶ ὁ ξένος ὁ ἐπιδημήσας τῇ πόλει ταύτῃ ἰατρός; Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ἰησοῦς ἐστιν ὁ ἐμὸς ἰατρός, ὁ τῶν κρυπτῶν καὶ φανερῶν θεραπευτής· ἀπέρχομαι οὖν μετὰ σοῦ. Καὶ ἀναστὰς ὁ Φίλιππος εἰσῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ εὗρεν τὴν θυγατέρα αὐτοῦ κλαίουσαν πικρῶς.
(6) Καί φησιν ὁ πατὴρ αὐτῆς· Τί κλαίεις τέκνον; ἰδοὺ ἤγαγον τὸν ἰατρόν. Ἣ δὲ εἶπεν· Καλῶς ὦ πάτερ ὅτι σήμερον ἀνέπαυσας τὴν ψυχήν μου. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Μὴ φοβοῦ κόρη· τὰ φάρμακα τοῦ ἐμοῦ ἰατροῦ ἄρτι ἴασίν σοι παρέξουσιν. Καὶ ὡς ἤκουσεν ἡ κόρη, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ λέγουσα· Προσκυνῶ τὸν ἐν σοὶ ἰατρόν. ἰδοὺ ῥαίνω μου τὴν οἰκίαν ὕδατι καθαρῷ εἰς ἐπίβασιν τοῦ σοῦ ἰατροῦ, καὶ ἐκδυσαμένη μου τὰ βύσσινα ὑποστρώσω αὐτὰ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄνθρωπε τοῦ ἀληθινοῦ θεοῦ βοήθησόν μοι· οἶδα γὰρ ὅτι δύνασαι. Καὶ λέγει τῷ πατρὶ αὐτῆς· Εἰσαγάγωμεν αὐτὸν ἐνδοτέρω, ἵνα ἴδῃ ὁ τοῦ θεοῦ ἄνθρωπος τὴν πληγὴν τὴν οὖσαν ἐν ὅλῳ τῷ προσώπῳ μου.
(7) Ὁ δὲ Φίλιππος ἰδὼν παρεμυθεῖτο αὐτήν τε καὶ τὸν πατέρα αὐτῆς, διδάσκων αὐτοὺς καὶ παραδιδοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ὅτι Αὐτός ἐστι μόνος μονογενὴς ὁ τοῦ ἐπουρανίου θεοῦ υἱός, ὅνπερ ἐὰν πιστεύσητε, ὅλους τους αἰῶνας ζήσεσθε. Καὶ λέγει Χαριτίνη τῷ ἀποστόλῳ· Παρακαλῶ οὖν σε δοῦλε τοῦ θεοῦ, θεράπευσόν μου τὴν ὀδύνην, καὶ τελεία ἔσομαί σοι δούλη. Λέγει αὐτῇ ὁ Φίλιππος· Ἀνάστα καὶ ἔνεγκαι τὴν δεξιάν σου χεῖρα διὰ τοῦ προσώπου σου λέγουσα· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἰαθήτω ἡ πληγὴ τοῦ ὀφθαλμοῦ μου. Ἐποίησεν δὲ καθὼς εἶπεν αὐτῇ, καὶ παραχρῆμα ἰάθη ἐν αὐτῇ τῇ ὥρᾳ.
(8) Ἐπίστευσεν δὲ καὶ ὁ πατὴρ αὐτῆς καὶ ἡ θυγάτηρ αὐτοῦ, καὶ κατηξιώθησαν τῆς ἐν Χριστῷ σφραγῖδος. ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῷ οἴκῳ αὐτῶν· καὶ πολλοὶ δοῦλοι πολλαί τε παιδίσκαι καὶ παῖδες καὶ νήπια ἐπίστευσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἡ δὲ Χαριτίνη σχῆμα καὶ ἔνδυμα ποιήσασα ἀρρενικὸν ἠκολούθει τῷ Φιλίππῳ ἐν πίστει Χριστοῦ δοξάζουσα τὸν θεόν.
Πρᾶξις ε´ γεναμένη ἐν πόλει Νικάτηρα καὶ περὶ τοῦ Ἱερέως.
(1) Φίλιππος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πρὸ ὀφθαλμῶν θέμενος ἀνελθεῖν καὶ εἰς Νικάτηρα πόλιν οὕτω λεγομένην τῆς Ἑλλάδος, ἠκολούθησαν αὐτῷ πολλοὶ μαθηταί, καὶ ἦσαν ἀγαλλιώμενοι. βαδίζοντες οὖν σὺν αὐτῷ ἐθεώρουν τὴν χάριν τῆς ἀποκαλύψεως τοῦ Χριστοῦ· ἐν οἷς ἦν ὁ Φίλιππος ἡμέρας καὶ νυκτὸς μὴ διαλιμπάνων ὁμιλῶν μετ᾽ αὐτῶν καὶ διδάσκων αὐτοὺς τὰ μεγαλεῖα τοῦ Χριστοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν πρᾳότητα καὶ τὴν ἐλπίδα τῆς αἰωνίου ζωῆς.
(2) Καὶ ἐν τῷ τὸν Φίλιππον ἀνιέναι ἐν τῇ πόλει σὺν τοῖς μετ᾽ αὐτοῦ, ἐκινήθη ἡ πόλις ὅλη, ὅτι ἦλθεν Φίλιππος ὁ μαθητὴς τοῦ Ἰησοῦ, καὶ ἐταράχθησαν λέγοντες· Τί ποιοῦμεν περὶ αὐτοῦ; ὅτι ἐὰν συγχωρήσωμεν αὐτῷ πᾶσα ἡ πόλις αὐτῷ ἀκολουθήσει· καὶ οὐ μικρὸν πρᾶγμα ἐὰν οὗτος ὧδε οἰκήσῃ, ὅτι ἠκούσαμεν αὐτὸν πολλὰ πεποιηκέναι σημεῖα εἰς τὰς ἄλλας πόλεις, καὶ οὐδεὶς ἠδυνήθη κακῶσαι αὐτόν. ἡ δὲ διδασκαλία αὐτοῦ ἐστι διαχωρίζουσα ἄνδρας καὶ γυναῖκας, λέγων ὅτι Ἡ ἁγνεία φησὶν ὁμιλεῖ τῷ θεῷ. Καὶ διδάσκει πιστεύειν εἰς ὄνομά τινος Ἰησοῦ. νῦν οὖν, ἐπειδὴ οὔπω εὗρεν ἐν τῇ πόλει ἡμῶν οἴκησιν, ἐκβάλλωμεν αὐτὸν πρὶν κηρύξει, καὶ τὰς γυναῖκας ἡμῶν ὑπ᾽ αὐτοῦ ἀπατηθῆναι.
(3) Ἦσαν δὲ καὶ Ἰουδαῖοι λέγοντες σκληρὰ ῥήματα κατὰ Φιλίππου, ὅτι ἦν παραλύων τὰς παραδόσεις αὐτῶν. ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ἄρχων ὀνόματι Ἴρεος ἔφη· Ἀκούσατέ μού φησιν ὦ ἄνδρες φίλοι καὶ συμπολῖται· μὴ ἐπαναστῶμεν ἀνδρὶ ξένῳ ἐπ᾽ ἀδικίᾳ καὶ βίᾳ· ἀλλὰ ἀκούσωμεν καὶ δοκιμάσωμεν τὴν διδασκαλίαν αὐτοῦ, καὶ τότε τελέσωμεν τὰ λαλούμενα.
(4) Ἦν δὲ ὁ Ἴρεος πλούσιος ἐν αὐτοῖς· ἠρέμα δὲ βουλόμενος διασκορπίσαι τὴν βουλὴν αὐτῶν ταῦτα ἔλεγεν· ἦν γὰρ συνετὸς καὶ ἀγαθὸς καὶ μισῶν ἄδικα· διὸ οὐδεὶς ἐτόλμησεν ἀντ ειπεῖν αὐτῷ. ἀναχωρήσας δὲ ὁ Ἴρεος ἀπὸ τῆς συστροφῆς αὐτῶν ἀπῆλθεν πρὸς τὸν Φίλιππον, καὶ δέδωκεν αὐτὸν τὸ χαῖρε πρῶτος. καὶ ὁ Φίλιππος εἶπεν αὐτῷ· Κεχαριτωμένος σὺ ἐν εἰρήνῃ Χριστοῦ, ὅτι οὐκ ἔστι δόλος ἐν τῇ ψυχῇ σου. Καὶ εἶπεν ὁ Ἴρεος· Ἀκολουθήσω σοι, καὶ τί ἄρα ἔσται μοι; Καὶ ὁ Φίλιππος· Ὅτι ὅλως ἔθου ἐν τῇ καρδίᾳ σου ζητῆσαι τὴν ὄντως ζωήν, λέγω σοι· σωθήσῃ σὺ καὶ ἡ οἰκία σου καὶ πάντες οἱ σὺν σοί· καὶ καθὼς ἠγωνίσω σὺ ὑπὲρ ἐμοῦ ἐν τῷ ὄχλῳ, ὁ κύριος Ἰησοῦς δώσει σοι ἀνάπαυσιν ἐν τῇ ἐσχάτῃ σου πνοῇ.
(5) Λέγει ὁ Ἴρεος· Πῶς οἶδας ὅτι ὑπὲρ σοῦ ἠγωνισάμην; Καὶ λέγει ὁ Φίλιππος· Οἶδα τέκνον, οἶδα τὰ παρ᾽ ἑκάστου εἰρημένα. Λέγει ὁ Ἴρεος· Γίνωσκε ἄνθρωπε τοῦ θεοῦ ὅτι ἦλθον εἰς συνάντησίν σου οὐκ ἔχων δόλον· μὴ οὖν ἀμελήσῃς μου, ὅτι ἡτοίμακα τὴν ψυχήν μου εἰς σωτηρίαν. Καὶ ὁ Φίλιππός φησι· Ὁ κύριος τελειώσει τὴν ἐπιθυμίαν σου· μόνον μὴ διστάσῃς πρὸς τὸν καταρτισμὸν οὗ ἕνεκεν πρὸς ἡμᾶς παρεγένου. Λέγει ὁ Ἴρεος· Ἐγὼ οὐκ ἐπιστρέφομαι πρὸς τὰ ὀπίσω ἐν ᾧ τὴν ἐλπίδα ἔχω. Λέγει ὁ Φίλιππος· Θέλημά ἐστι τοῦ θεοῦ δι᾽ ὃν καὶ ἦλθον ἵνα μὴ ἐκπέσωσιν οἱ πιστεύσαντες, ἀλλὰ ζήσωσιν ἐν τῷ Χριστῷ, καὶ λάβωσι τὰς ἐπαγγελίας τὰς ὑπ᾽ αὐτοῦ τεταγμένας εἰς σωτηρίαν.
(6) Λέγει οὖν ὁ Ἱρεὺς πρὸς τὸν Φίλιππον· Δοῦλε τοῦ θεοῦ, εἰ εὗρον χάριν ἐνώπιόν σου, εἴσελθε εἰς τὴν οἰκίαν μου, εἰ ἄξιός εἰμι, κἀγὼ ποιήσω αὐτὴν συναγωγὴν χριστιανῶν. Εἶπεν δὲ ὁ Φίλιππος αὐτῷ· Ἄπελθε πρῶτον εἰς τὴν οἰκίαν σου, καὶ καθάρισον αὐτήν. Ὃ δὲ Καὶ πῶς φησι κύριε καθαρίσω αὐτήν; Λέγει ὁ Φίλιππος· Μηδεμίαν ἀδικίαν ἐάσῃς, καὶ τῇ γυναικί σου ἀπόταξαι. Ἀκούσας δὲ ὁ Ἴρεος ἔδραμεν, καὶ ἦν θαυμάζων ὁ Φίλιππος. καὶ ὁ Ἴρεος ἔλεγεν πρὸς ἑαυτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ· Γένοιτό μοι Ἰησοῦ κύριε καὶ ἕως θανάτου ὑπὲρ τοῦ σοῦ ἀποστόλου ἀγωνίσασθαι.
(7) Ὡς δὲ εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ οἰκίαν, λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἤκουσα ἄνερ καλὲ ὅτι ἐσκόρπισας τὴν βουλὴν τῶν ἱερέων καὶ Ἰουδαίων περί τινος ξένου μάγου ὀνόματι Φιλίππου. Ὃ δὲ εἶπεν αὐτῇ· Εἴθε γύναι ἄξιοι ὑπήρχομεν τοῦ ποιῆσαι τὴν οἰκίαν ἡμῶν τοῦ θεοῦ αὐτοῦ κατοικητήριον. Λέγει αὐτῷ· Οὐ θέλω αὐτὸν εἰσελθεῖν εἰς τὴν οἰκίαν μου, ὅτι ὡς ἔμαθον χωρίζει ἄνδρας καὶ γυναῖκας· ἀπελεύσομαι δὲ εἰς τὴν οἰκίαν τῶν γονέων μου, καὶ οὐκ ἀφήσω τὴν προῖκά μου εἰς τὴν οἰκίαν σου. ἀποσπάσω δὲ καὶ τοὺς δούλους μου οὓς προήγαγόν σοι, καὶ τὰς ἅβρας μου, σὺν πᾶσι τοῖς τέκνοις αὐτῶν. ἰδοὺ χρόνους εἴκοσι τέσσαρας συνέζησά σοι καὶ οὐκ ἀντεῖπόν σοι μικρὸν ἢ μέγα ῥῆμα. τί δὲ καὶ τὰ τέκνα σου ποιήσεις ἐὰν εἰσάγῃς τὸν μάγον ἐκεῖνον ὧδε; πάντως γὰρ καὶ θόρυβος πολὺς ἔσται τῆς πόλεως ἐν τῇ οἰκίᾳ σου.
(8) Λέγει αὐτῇ ὁ Ἴρεος ἐν πρᾳότητι· Τί λυπῆσαι; μακροθύμησον μᾶλλον. πιστεύω γὰρ ὅτι καὶ σὺ αὐτὴ πιστεύσεις τῷ διὰ τοῦ ξένου κηρυττομένῳ θεῷ, ὅτι αὐτὸς κρείττων ἡμῖν ἐστιν ὑπὲρ τὸν μάταιον ἡμῖν πλοῦτον. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἀνάστηθι, φάγε καὶ πίε, καὶ γενοῦ εὐφραινόμενος· ἐμὲ γὰρ οὐ δύνασαι ἀπατῆσαι. Λέγει αὐτῇ· Καὶ ποῖον δίκαιον φαγεῖν με ἢ πιεῖν τοῦ ἀνθρώπου τοῦ θεοῦ πεινῶντος ἐν τῇ ἡμετέρᾳ πόλει; ὅνπερ ἐὰν ἴδῃς, πιστεύεις ὅτι ἅγιός ἐστι. κατάστειλον οὖν σεαυτὴν ἐκ τῆς ματαίας ἀπονοίας καὶ ἀπιστίας σου, ἵνα κἀγὼ ἀπαγγείλω σοι μέρος τι τῆς ἐν αὐτῷ ἐπιστήμης. γνῶθι οὖν ὦ γύναι ὅτι ἄνθρωπος θεοῦ ἐστι, καὶ ὅτι χάρις πολλὴ ἐν προσώπῳ αὐτοῦ, πρᾳότης δὲ καὶ ἁπλότης ἐν αὐτῷ.
(9) Λέγει αὐτῷ ἡ γυνή· Ἆρα ὁ θεὸς αὐτοῦ ὡς οἱ θεοὶ τῆς πόλεως ἡμῶν εἰσι, χρυσοῖ καὶ ἠσφαλισμένοι ἐν τῷ ναῷ; Ὃ δέ φησι· Οὐχ οὕτως· ὁ γὰρ θεὸς αὐτοῦ θεός…
(10…
The complete text is available when the reading interface loads.