The Greek Library Author

Anonymous

Acta Philippi

Authority group
Acta Philippi (catalogue association; authorship remains anonymous)
Edition reference
Acta Philippi (recensio), ed. Bonnet, op. cit., 41–90.
CTS identifier
urn:cts:greekLit:tlg2948.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

125

ἰσχυρά· καὶ τρήσαντες τὰ σφυρὰ τοῦ Φιλίππου ἀνήνεγκαν

κόρακας καὶ τὰ νεῦρα εἰσήνεγκαν διὰ τῶν πτερνῶν αὐτοῦ καὶ

ἐκρέμασαν αὐτὸν κατὰ κεφαλῆς φυτοῦ ὄντος πρὸ τῆς θύρας

τοῦ ἱεροῦ. καὶ πασσάλους πήξαντες εἰς τὸν τοῖχον τοῦ ἱεροῦ

τὸν Βαρθολομαῖον δήσαντες ποδῶν καὶ χειρῶν ἐξέτειναν

γυμνὸν εἰς τὸν τοῖχον.

126

Ὅτε δὲ ἐγύμνωσαν τὴν Μαριάμνην, ἠλλάγη— —

αὐτῆς, καὶ ἐγένετο κιβωτὸς ὑελίνη φωτὸς γέμουσα, καὶ οὐκ

ἠδυνήθησαν ἐγγίσαι πρὸς αὐτήν.

127

Ἐλάλησεν— —Βαρθολομαίου τῇ ἑβ. διαλέκτῳ· Ποῦ

ἐστιν Ἰωάννης σήμερον ἐν τῇ ἡμέρᾳ τῆς ἀνάγκης ἡμῶν; ἰδοὺ γὰρ

λυόμεθα ἀπὸ τῶν σωμάτων ἡμῶν, καὶ εὔξεται ὑπὲρ τίνος; καὶ

γὰρ εἰς αὐτὴν ἐπεχείρησαν τὴν Μαριάμνην παρὰ τὸ καθῆκον·

ἐμαστίγωσαν δὲ τὸν λεόπαρδον καὶ τὸν ἔριφον τῶν αἰγῶν καὶ

πῦρ— —τοῦ Στάχυος, ἐπειδὴ ὑπεδέξατο ἡμᾶς. εἴπωμεν τοίνυν

ἡμεῖς ἵνα πῦρ καταβῇ ἐκ τοῦ οὐρανοῦ καὶ καύσῃ αὐτούς;

128

Καὶ ταῦτα λέγοντος τοῦ Φιλίππου ἰδοὺ— —πόλιν

διακινῶν ἐν τῇ πλ., καὶ ἐξήταζεν τοὺς ἐν τῇ πόλει· Τίς ἐστιν

ὁ θόρυβος καὶ τίνες οἱ ἄνθρωποι οὗτοι; καὶ τίνος ἕνεκα

τιμωροῦνται; Καὶ λέγουσιν αὐτῷ· Οὐκ ἦς ἐν τῇ πόλει ταύτῃ

οὔτε ἔγνως ἕνεκα τῶν ἀνθρώπων τούτων, ὅπως ἐτάραξαν

τοὺς οἴκους ἡμῶν καὶ τὴν πόλιν δὲ πᾶσαν; ἔτι γε μὴν καὶ

τὰς γυναῖκας ἡμῶν ἀποστῆναι ἀνέπεισαν ἀφ' ἡμῶν προφάσει

θεοσεβείας ξένον καταγγέλλοντες ὄνομα Χριστόν. ἔκλεισαν

δὲ καὶ τὰ ἱερὰ ἡμῶν ἔχοντές τινα μαγείαν μεθ' ἑαυτῶν καὶ

ἀναιροῦσι τοὺς ὄφεις τοὺς ὄντας ἐν τῇ πόλει διὰ ξένων ὀνο-

μασιῶν μὴ ἐγνωσμένων ἡμῖν ποτε. τὸ δὲ κατοικητήριον

ἔπηξαν ἐν τῇ οἰκίᾳ Στάχυος τοῦ τυφλοῦ, ὃν καὶ ἐποίησαν

ἀναβλέψαι διὰ πτύσματος γυναικὸς ἀκολουθούσης αὐτοῖς·

ἐκείνη δέ ἐστιν τάχα ἡ ἔχουσα ὅλην τὴν μαγείαν. ἀκολου-

θοῦσιν δὲ αὐτοῖς λεόπαρδος καὶ ἔριφος λαλοῦντες ὡς ἄν-

θρωποι. εἰ δὲ καὶ σὺ τοιαῦτα πράγματα ἑωράκεις, οὐκ εἶχες

ταραχθῆναι ἐπὶ τούτοις;

129

Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν αὐτοῖς· Ὑποδείξατέ

μοι αὐτούς. Οἳ δὲ ἤνεγκαν αὐτὸν εἰς τὸ ἱερὸν ἔνθα ὁ Φί-

λιππος ἐκρέματο. ὁ δὲ Φ. ὡς εἶδεν τὸν Ἰ. λέγει τῷ Β. Ὦ

ἀδελφέ μου, ἰδοὶ ἦλθεν ὁ υἱὸς Βαρεγᾶ· Ὅ ἐστιν τὸ ὕδωρ τὸ

ζῶν. ὁ δὲ Ἰ. εἶδεν τὸν Φ. κρεμάμενον κατὰ κεφαλῆς δεδε-

μένον ἐκ τῶν σφυρῶν αὐτοῦ· εἶδεν δὲ καὶ τ. Β. δεδεμένον

εἰς τὸν τ. τ. ἱεροῦ.

130

Καὶ εἶπεν τοῖς ἀ. τ. πόλεως· Ὦ τέκνα τοῦ ὄφεως,

πόση ἐστὶν ἡ ἄνοια ὑμῶν ἡ οὖσα μεθ' ὑμῶν· ἢ πόση ἐστὶν

ἡ ἄγνοια ὑμῶν ἡ οὖσα μεθ' ὑμῶν· ἐπλάνησεν γὰρ ὑμᾶς ἡ

ὁδὸς τῆς πλάνης· πνέων ἔ. εἰς ὑ. ὁ δράκων ὁ πονηρός. διὰ

τί τιμωρεῖσθε— —εἰρήκασιν· Ἐχθρὸς— —ὄφις;

131

Ὡς δὲ ἤκ. τοὺς λόγους τούτους τοῦ Ἰ., ἐπήνεγκαν

ἐπ' α. τὰς χεῖρας αὐτῶν λέγοντες· Ἐνομίζομέν σε συμπο-

λίτην εἶναι· νῦν δὲ ἡ λαλιά σου ἐφανέρωσέν σε ὅτι καὶ σὺ

κοινωνὸς τυγχάνεις αὐτῶν. ἐν ᾧ οὖν θανάτῳ ἀπέρχεσθαι

μέλλουσιν οὗτοι, καὶ σὺ ἐν τούτῳ ἀπέρχῃ· οὕτως γὰρ ἐβου-

λεύσαντο οἱ ἱερεῖς, ὅτι Ἐκστραγγίσωμεν αὐτῶν τὸ αἷμα κρε-

μαμένων κατὰ κεφαλῆς, καὶ μίξαντες μετ' οἴνου προσενέγκωμεν

τῇ ἐχίδνῃ. Ὡς δὲ ἦσαν λέγοντες ταῦτα, ἰδοὺ ἡ Μαριάμνη

ἀνέστη ἀπὸ τοῦ τόπου ἐν ᾧ ἐτύγχανεν καὶ ἐγένετο κατὰ τὸν

πρῶτον αὐτῆς τύπον· οἱ δὲ ἱερεῖς ἐπήνεγκαν αὐτῶν τὰς χεῖρας

ἐπὶ τὸν Ἰωάννην θέλοντες αὐτὸν κρατῆσαι, καὶ οὐκ ἠδυνή-

θησαν. τότε ὁ Φίλιππος μετὰ Βαρθολομαίου εἶπεν τῷ Ἰω-

άννῃ· Ποῦ ἐστιν Ἰησοῦς ὁ Ναζωραῖος ὁ μὴ ἐπιτρέπων ἡμῖν

ποιῆσαι τὴν ἑαυτῶν ἐκδίκησιν κατὰ τούτων τῶν βασανιζόν-

των ἡμᾶς; ἀπὸ δὲ τοῦ νῦν οὐκ ἀνέξομαι ὑμῶν.

132

Καὶ ἐλάλησεν ὁ Φίλιππος ἐν τῇ ἑβραΐδι διαλέκτῳ

λέγων· Ὁ πατήρ μου οὐθαήλ· Τοῦτ' ἔστιν Ὁ πατήρ μου ὁ

Χριστός, ὁ πατὴρ τοῦ μεγέθους, οὗ τὸ ὄνομα φοβοῦνται

πάντες αἰῶνες, ὁ ὢν δυνατὸς καὶ δύναμις τοῦ παντός, οὗ τὸ

ὄνομα πορεύεται ἐν δυναστείᾳ Ἐλωά, εὐλογητὸς εἶ εἰς τοὺς

αἰῶνας· ὃν τρέμουσιν ἀρχαὶ καὶ ἐξουσίαι φρίττοντες ἐνώπιόν

σου· ὁ βασιλεὺς τῆς τιμῆς· ὁ πατὴρ τῆς μεγαλειότητος— —

ἔφθασεν πρὸς— —ἡσύχασαν σοῦ ἕνεκα, καὶ διὰ σὲ ἀπέστησαν

ἀφ' ἡμῶν οἱ ὄφεις· ἐπάκουσον ἡμῶν πρὸ τοῦ ἡμᾶς αἰτῆσαι·

ὁ βλέπων ἡμᾶς πρὸ τοῦ ἡμᾶς καλέσαι· ὁ γινώσκων τὴν βου-

λὴν ἡμῶν· ὁ νοῦς ὁ ὑπερύψωτος ἐν τῇ αὐτοῦ δόξῃ· ὁ παντε-

πίσκοπος πάντων· ὁ προβάλλων ἐφ' ἑαυτοῦ τοὺς οἰκτιρμοὺς

τοὺς ἀναριθμήτους· ἀνοιξάτω τὸ ἑαυτῆς στόμα ὁ αἰὼν τοῦ

φραγμοῦ, ὅ ἐστιν ἡ ἄβυσσος, καὶ καταπιέτω— —ἀλη-

θείας σου.

133

Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἤνοιξεν τὸ ἑαυτῆς στόμα ἡ

ἄβυσσος, καὶ ἐξετινάχθη ὅλος ὁ τόπος ἐκεῖνος ἀπὸ τοῦ τυ-

ραννογνόφου ἕως παντὸς τοῦ πλήθους σὺν τοῖς ἱερεῦσιν· καὶ

κατεβυθίσθησαν πάντες· ἔμειναν δὲ ἀσάλευτοι οἱ τόποι ἐν

οἷς ἐτύγχανον οἱ ἀπόστολοι, καὶ πάντες οἱ μετ' αὐτῶν,

134

καὶ ἡ οἰκία τοῦ Στάχυος, καὶ ἡ γυνὴ τοῦ τυραννο-

γνόφου Νικανόρα, καὶ αἱ εἰκοσιτέσσαρες γυναῖκες αἱ φυγοῦ-

σαι ἀπὸ τῶν ἀνδρῶν, καὶ αἱ τεσσαράκοντα παρθένοι αἵτινες

οὐκ ἔγνωσαν ἄνδρας· οὗτοι μόνοι οὐ κατῆλθον εἰς τὴν ἄβυσ-

σον, ὅτι ἦσαν δεδουλωμένοι καὶ δεξάμενοι τὸν λόγον τοῦ θεοῦ

καὶ τὴν σφραγῖδα αὐτοῦ· οἱ δὲ λοιποὶ πάντες τῆς πόλεως

κατεπόθησαν εἰς τὴν ἄβυσσον.

135

Φανεὶς δὲ ὁ σωτὴρ ἐν ἐκείνῃ τῇ ὥρᾳ λέγει τᾷ

Φιλίππῳ· Τίς ἐστιν ὁ θέμενος τὴν ἑαυτοῦ χεῖρα ἐπ' ἄροτρον

καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὐθεῖαν ποιῶν τὴν αὔλακα; ἢ τίς

παρέχει τ. ἑ. λ. ἑτέροις καὶ αὐτὸς μένει καθήμενος ἐν τῷ

σκότει; ἢ τίς οἰκεῖ ἐν κοπρίᾳ καὶ καταλείπει τὸ ἑαυτοῦ οἰκη-

τήριον ἄλλοις; ἢ τίς τίθησιν τὸ ἑαυτοῦ ἔνδυμα κάτω καὶ

πορεύεται ἐν ταῖς ἡμέραις τοῦ χειμῶνος γυμνός; ἢ τίς ἐχθρὸς

χαίρει ἐν τῇ χαρᾷ τ. μισ. αὐτόν; ἢ τίς στρατιώτης πορεύεται

εἰς πόλεμον ὡπλισμένος καλῶς καὶ οὐ λαμβάνει τὸ ἔνδυμα

τῆς νίκης; ἢ τίς δοῦλος πληρώσας τὴν διακονίαν τοῦ κυρίου

αὐτοῦ οὐ κληθήσεται ὑπ' αὐτοῦ εἰς τὸ δεῖπνον; ἢ τίς τρέχει

μετὰ σπουδῆς ἐν τῷ σταδίῳ καὶ οὐ λαμβάνει τὸ βραβεῖον;

Φίλιππε ἰδοὺ ὁ— —ἐστιν καὶ μακάριός ἐστιν ὁ ἔχων τὸ

ἑαυτοῦ ἔνδυμα— —στέφανον τῆς χαρᾶς ἐπὶ— —ἕτοιμόν

ἐστιν, καὶ μακάριός ἐστιν ὁ κεκλημένος ὑπὸ τοῦ νυμφίου.

πολύς ἐστιν— —ἐργάτης ὁ δυνατός.

136

Ὅτε δὲ ὁ Φίλιππος ἤκουσεν τοὺς λόγους τούτους

παρὰ τοῦ σωτῆρος, ἀποκριθεὶς λέγει αὐτῷ· Ἀφῆκας ἡμᾶς

ὦ Ἰησοῦ Ναζωραῖε καὶ οὐκ ἐπιτρέπεις ἡμῖν πατάξαι τούτους

μὴ βουληθέντας σε βασιλεῦσαι ἐπ' αὐτοῖς; τοῦτο δὲ ἔγνωμεν

ἀπὸ σοῦ ὅτι οὔ πω ἐκηρύχθη τὸ ὄνομά σου ἐν παντὶ τῷ

κόσμῳ, καὶ ἔπεμψας ἡμᾶς εἰς τὴν πόλιν ταύτην· οὐκ εἶχον δὲ

κατὰ διάνοιαν ἐλθεῖν εἰς αὐτήν, καὶ ἀπέστειλάς με δοὺς τὴν

ἐντολήν σου τὴν ἀληθινὴν ἵνα διώξω πᾶσαν πλάνην καὶ

εἴδωλον καὶ δαιμόνιον καταργήσω καὶ πᾶσαν τὴν δύναμιν

τοῦ ἀκαθάρτου. ὅτε δὲ παρεγενόμην ἐνταῦθα, οἱ δαίμονες

ἔφυγον ἀπὸ προσώπου ἡμῶν διὰ τὸ ὄνομά σου, καὶ οἱ δρά-

κοντες καὶ οἱ ὄφεις ἐξηράνθησαν· οὗτοι δὲ οὐ προσεδέξαντο

εἰς ἑαυτοὺς τὸ φῶς σου τὸ ἀληθινόν, καὶ διὰ τοῦτο ἐβουλευ-

σάμην ταπεινῶσαι αὐτοὺς κατὰ τὴν ἀπόνοιαν αὐτῶν.

137

Εἶπεν δὲ ὁ σωτήρ· Ὦ Φίλιππε, ἐπειδὴ κατέλιπες

τὴν ἐντολήν μου ταύτην μόνον μὴ τελειώσας τοῦ μὴ ἀπο-

δοῦναι κακὸν ἀντὶ κακοῦ, διὰ τοῦτο κατασχεθήσῃ ἐν τοῖς

αἰῶσιν ἐπὶ τεσσαράκοντα ἡμέρας μὴ γενόμενος ἐν τῷ τόπῳ

τῆς ἐπαγγελίας σου· πλὴν τοῦτό ἐστιν τὸ τέλος τῆς ἐξελεύ-

σεώς σου ἀπὸ τοῦ σώματος ἐν τῷ τόπῳ τούτῳ. ὁ δὲ Βαρ-

θολομαῖος τὸν κλῆρον ἔχει ἐν Λυκαονίᾳ καὶ σταυροῦται ἐκεῖ·

ἡ δὲ Μ. τὸ σ. α. κατατίθησιν ἐν τῷ Ἰ. ποταμῷ.

138

Στραφεὶς δὲ ὁ σωτὴρ ἀνέτ. τ. χεῖρα αὐτοῦ καὶ

ἐχ. στ. ἐν τῷ ἀέρι διαβαίνων· καὶ ἦν πλήρης φωτὸς καὶ εἶχεν

τὸν τύπον καθ' ὁμοιότητα κλίμακος· πᾶν δὲ τὸ πλῆθος τῶν

ἀπὸ τῆς πόλεως καταβεβηκότων εἰς τὴν ἄβυσσον ἀνήρχοντο

ἐν τῇ κλίμακι τοῦ φωτεινοῦ σταυροῦ, καὶ οὐδεὶς ἀπ' αὐτῶν

ἔμεινεν εἰς τὴν ἄβυσσον εἰ μὴ μόνον ὁ τυραννογνόφος καὶ οἱ

ἱερεῖς καὶ ἡ ἔχιδνα ἡ ὑπ' αὐτῶν λατρευομένη. ὅτε δὲ ἀνῆλθον

οἱ ὄχλοι ἀπὸ τῆς ἀβύσσου, βλέψαντες εἶδον τὸν Φίλιππον

κρεμάμενον κατὰ κεφαλῆς, τὸν δὲ Βαρθολομαῖον εἰς τὸν

τοῖχον τοῦ ἱεροῦ· εὗρον δὲ καὶ τὴν Μαριάμνην κατὰ τὸν

πρῶτον αὐτῆς τύπον· ὁ δὲ σωτὴρ ἀνῆλθεν εἰς τὸν οὐρανὸν

βλεπόντων εἰς αὐτὸν τοῦ τε Φιλίππου καὶ Β. καὶ Μ. καὶ τοῦ

λεοπάρδου καὶ τοῦ ἐρίφου τῶν αἰγῶν καὶ Νικανόρας καὶ

Στάχυος· ἦσαν δὲ πάντες μετὰ φωνῆς μεγάλης δοξάζοντες

— —τρόμῳ κράζοντες· Εἷς θεὸς ὁ ἀποστείλας ἡμῖν τὴν

ἑαυτοῦ σωτηρίαν, οὗ τὸ ὄνομα κηρύττουσιν οὗτοι οἱ ἄνθρω-

ποι· μετανοοῦμεν τοίνυν ἐν τῇ πλάνῃ ἐν ᾗ ἐτυγχάνομεν πρὸ

τῆς χθές, μή που γενόμενοι ἄξιοι τ. αἰ. ζωῆς, καὶ πιστεύομεν

θεασάμενοι τὰ θαυμάσια τὰ δι' ἡμᾶς γινόμενα. Τινὲς δὲ

αὐτῶν ἔρριψαν ἑαυτοὺς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν τοὺς

ἀποστόλους· ἄλλοι δὲ ἐσκέπτοντο φυγεῖν λέγοντες· Μή ποτε

ἔσται ἕτερος σεισμὸς καθ' ὁμοιότητα τοῦ παρελθόντος.

139

Ἐκτείνας δὲ τὰς χεῖρας αὐτοῦ ὁ ἀπόστολος Φίλιπ-

πος κρεμάμενος κατὰ κεφαλῆς εἶπεν· Ἄνδρες τῆς πόλεως

ἀκούσατε τοὺς λόγους τούτους οὓς ἐγὼ μέλλω ὑμῖν λέγειν

κρεμάμενος κατὰ κεφαλῆς. ἐμάθετε πόσαι ε. αἱ δ. τ. θεοῦ καὶ

τὰ θαυμάσια ἅπερ ἐθεάσασθε, ὅτι ἐν τῷ γεναμένῳ σεισμῷ

ἡ πόλις ὑμῶν ἀπώλετο· καὶ τοῦτο δὲ φανερὸν ἐγένετο ὑμῖν

ὅτι οὐκ ἀπώλετο ἡ οἰκία Στάχυος οὔτε κατῆλθεν εἰς τὴν

ἄβυσσον αὐτός, ἐπειδὴ ἐπίστευσεν εἰς τὸν θεὸν τὸν ἀληθινὸν

καὶ ὑπεδέξατο ἡμᾶς τοὺς δούλους αὐτοῦ. ἐγὼ δὲ τελειώσας

ὅλον τὸ θέλημα τοῦ θεοῦ μου ὀφειλέτης αὐτοῦ εἰμι ἀνθ' ὧν

ἀπέδωκα τῷ ποιήσαντί μοι κακόν.

140

Καὶ τινὲς τῶν βαπτισθέντων ἔδραμον ἵνα λύσωσιν

τὸν Φίλιππον κρεμάμενον κατὰ κεφαλῆς· ἀποκριθεὶς δὲ εἶπεν

αὐτοῖς· Ἄνδρες ἀδελφοί μου οἱ φωτισθέντες ἐν Χριστῷ,

ἀκούσατε τὸ ῥῆμα ὃ μέλλω λέγειν ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ.

γινώσκετε ὅτι οὐκ ἦλθον εἰς τὴν πόλιν ταύτην ποιῆσαι ἐμ-

πορείαν οὔτε ἄλλην τινὰ πρᾶξιν τοῦ βίου τοῦ κόσμου τούτου

τῶν λυομένων καὶ παρερχομένων, οὐδὲ διὰ τὸ ἴδιόν μου θέ-

λημα, ἀλλὰ διὰ τὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ

ῥυσαμένου ὅλον τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ διαβόλου.

αὐτὸς δέ με ἀπέστειλεν εἰς τὴν πόλιν ὑμῶν ἐν ᾗ νῦν εἰμι

κρεμάμενος κατὰ κεφαλῆς· ἐκληρώθην γὰρ ἐξελθεῖν ἀπὸ τοῦ

σώματός μου δι' ὑμῶν αὐτῶν. μὴ οὖν λυπεῖσθε ὅτι εἰμὶ κρε-

μάμενος κατὰ κεφαλῆς· τὸν γὰρ τύπον πληρῶ τοῦ σταυροῦ.

λέγω δὲ ὑμῖν τὴν ἐντολὴν ταύτην τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ

Χριστοῦ ὅτι Ἐὰν μὴ ποιήσητε τὰ ἀριστερὰ δεξιὰ καὶ τὰ

ἄτιμα λογίζεσθε ἔντιμα, οὐ δυνήσεσθε εἰσελθεῖν εἰς τὴν βασι-

λείαν τῶν οὐρανῶν. Ὑμεῖς οὖν ἀδελφοὶ ὁμοιώθητέ μοι ἐν τῷ

τύπῳ τούτῳ· ἐνηλλαγμένος γάρ ἐστιν ὅλος ὁ κόσμος οὗτος

καὶ πᾶσα ψυχὴ γενομένη ἐν αὐτῷ. ἔχοντες οὖν τὴν ἐπου-

ράνιον δόξαν καὶ τὴν μακαριότητα τοῦ φωτὸς μὴ ζητήσητε

τὸ σκότος ὅπερ ἐστὶν ὁ οἶκος τῆς δουλείας, ἀλλὰ καταλείψατε.

καὶ μὴ γίνεσθε ἄπιστοι ἀπὸ τῆς σήμερον ἀλλὰ μᾶλλον πιστοί·

κ. ἀφίετε ἀλλήλοις. ἐγὼ δὲ κατεκρίθην παρὰ τοῦ ἀληθινοῦ

κριτοῦ ὅτι ὅλως ἀνταπέδωκα τῷ ποιήσαντί μοι κακὸν τὸ

σύνολον· καὶ ἔδωκα πρόσκ. τῇ εὐθ. μου. νῦν οὖν διὰ τῶν

χειρῶν αὐτοῦ ἀνέρχομαι εἰς τὸ ὕψος. καὶ μὴ γίνεσθε στυγνοὶ

ὅτι ἐξέρχομαι ἐκ τοῦ σώματος τούτου, ἀλλὰ μᾶλλον χαίρετε

ὅτι καταλ. τὸ κατοικητήριον τοῦ δράκοντος τοῦ κολαφίζοντος

πᾶσαν ψυχὴν ἁμαρτάνουσαν.

141

Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος στραφεὶς εἶπεν τοῖς

ὄχλοις τοῖς κύκλῳ αὐτοῦ· Ὦ ὑμεῖς οἱ ἀναστάντες ἐκ τῶν

νεκρῶν καὶ ἀπὸ τοῦ ᾅδου τῆς ἀβύσσου, οὓς ὁ σταυρὸς ὁ

φωτεινὸς ἀνήγαγεν διὰ τὴν ἀγαθότητα τοῦ Χριστοῦ· αὐτὸς

γὰρ θεὸς ἦν καὶ ἄνθρωπος ἐγένετο· ἀγέννητος ἦν, καὶ ἐγεν-

νήθη· ἀθάνατος ἦν καὶ ἐθανατώθη, καὶ ἐν τῷ θανάτῳ

αὐτοῦ ἀνήγαγεν τοὺς νεκρούς· ἀσώματος ἦν καὶ ἐφόρεσεν

σῶμα ἅγιον καὶ ἤλεγξεν τὸ σῶμα τῆς ἁμαρτίας· μέγας ἦν

κ. ἐγ. μικρὸς κατὰ ἀνθρώπους ἕως ἂν αὐξήσῃ— —αὐτοῦ.

αὐτός— —γλυκύτητα πᾶσαν, καὶ ἐμπτύσαντες εἰς αὐτὸν

ἔδωκαν χολήν, ἵνα τὸν πικρανθέντα ᾅδην ποιήσῃ ἐλθεῖν εἰς

γλυκύτητα. γεύσασθε οὖν αὐτοῦ καὶ μὴ καταλίπητε αὐτόν,

καὶ αὐτὸς παρέξει ὑμῖν τὴν ζωὴν εἰς τοὺς αἰῶνας.

142

Ὅτε— —παραγγελίαν ταύτην, λέγει— —Β. Οἳ

δὲ ἔλυσαν αὐτόν· λυθέντος δὲ αὐτοῦ λέγει ὁ Φ. πρὸς αὐτόν·

Ὦ Βαρθολομαῖε ἀδ. μου ἐν Χριστῷ, οἶδα ὅτι ὁ κύρ. ἀπέστει-

λέν σε— —καὶ συνεκοινώνησάς μοι εἰς π. τ. κινδύνους

μου, σύ τε καὶ Μαριάμνη· καὶ γινώσκω ὅτι ἡ ἔξοδος τοῦ

σώματός σου ἐτάγη ἐν Λυκαονίᾳ καὶ τῆς Μαριάμνης ἐν τῷ

Ἰορδάνῃ ποταμῷ. ἐντέλλομαι οὖν ὑμῖν, ἐὰν ἐξέλθω ἐκ τ. σ.

μου, οἰκοδομήσατε ἐκκλησίαν ἐν τῷ τόπῳ ἐν ᾧ ἐξῆλθον ἐκ

τοῦ σώματος. καὶ τὸν λ. κ. τ. ἔριφον τῶν αἰγῶν ἐάσατε ἐν

τῇ ἐκκλησίᾳ τῇ μελλούσῃ οἰκοδομεῖσθαι ὑφ' ὑμῶν, ἵνα γέ-

νωνται εἰς σημεῖον πᾶσι τοῖς μέλλουσι πιστεύειν, ἡ δὲ Νικα-

νόρα πρόνοιαν αὐτῶν ποιείσθω ἕως ἂν ἐξέλθωσιν ἐκ τοῦ

σώματος αὐτῶν. θάψατε δὲ αὐτὰ ἐν τῶ πυλῶνι τ. ἐκκλ.— —

θέτε εἰς τὴν οἰκίαν Στάχυος ὥσπερ ὁ κύριος ἡμῶν ἔθηκεν

τ. ἑ. εἰρ. ἐπὶ τὴν πόλιν ταύτην. ἔ. δὲ ἐν τῇ οἰκίᾳ ταύτῃ πᾶσαι

αἱ παρθ. νηστεύουσαι· ἐπισκεπτέτωσαν δὲ τοὺς νοσοῦντας βαδί-

ζουσαι ἀνὰ δύο δύο· καὶ μὴ λαλείτωσαν μετὰ τῶν νεανίσκων

τὸ σύνολον ἵνα μὴ π. α. ὁ Σ. ὄφις γάρ ἐστιν ἕρπων ἐν τῇ Εὔᾳ

καὶ ἐποίησεν αὐτὴν ὀλισθῆσαι εἰς θάνατον. οὕτως ἔσται ἐν

τῷ καιρῷ ἐκείνῳ· ἔσται γὰρ χρόνος καὶ καιρὸς πονηρός· καὶ

πολλοὶ ἔσονται ἐν τῷ καιρῷ ἐκείνῳ μεθυσθέντες ἐν τῷ λόγῳ

μόνῳ ἀλλ' οὐκ ἐν τῇ δυνάμει αὐτοῦ, παρθενεύοντες τὰ μέλη

τῆς σαρκὸς αὐτῶν καὶ πορνεύοντες ἐν τῇ καρδίᾳ αὐτῶν· καὶ

ἡ πορνεία τῶν ὀφθαλμῶν αὐτῶν πληθυνθήσεται ὡς κατα-

κλυσμός. πληθύνουσι δὲ τοῦ ἀκούειν ἐν ταῖς πιθαναῖς ἡδοναῖς,

ἐπιλανθανόμενοι τῆς γνώσεως τοῦ εὐαγγελίου, καὶ πληθύνον-

ται αἱ καρδίαι αὐτῶν ὑπερηφανίας, ἐσθίοντες καὶ πίνοντες

ἐν τῇ αὐτῶν λατρείᾳ, ἐπιλανθανόμενοι τῆς ἁγίας ἐντολῆς

καὶ αὐτὴν ἀθετοῦντες. διεστραμμένη ἔσται ἡ γενεὰ ἐκείνη,

μακάριος δέ ἐστιν ὁ ἀναχωρῶν ἐν τοῖς ταμείοις αὐτοῦ, ὅτι

αὐτὸς ἀναπαύεται ἐν τῇ ἐξόδῳ αὐτοῦ. οὐκ οἶδας ὦ Βαρ-

θολομαῖε ὅτι ὁ λόγος τοῦ κυρίου ἡμῶν ζωή ἐστιν ἀληθινὴ

καὶ γνῶσις; εἶπεν γὰρ ὁ κύριος ἡμῶν διδάσκων ἡμᾶς ὅτι

Πᾶς ὃς ἐὰν ἐμβλέψῃ γυναικὶ καὶ ἐπιθυμήσῃ αὐτὴν ἐν τῇ

καρδίᾳ αὐτοῦ ἐπλήρωσεν τὴν μοιχείαν. Καὶ διὰ τοῦτο ὁ

ἀδελφὸς ἡμῶν Πέτρος ἔφυγεν ἀπὸ παντὸς τόπου ἐν ᾧ ὑπῆρ-

χεν γυνή· ἔτι δὲ καὶ σκάνδαλον εἶχεν διὰ τὴν ἰδίαν θυγατέρα,

καὶ ηὔξατο πρὸς κύριον, καὶ ἐγένετο ἐν παραλύσει τῆς πλευρᾶς

αὐτῆς διὰ τὸ μὴ ἀπατηθῆναι αὐτήν. ὁρᾷς ἀδελφὲ ὅτι ἡ

ὅρασις τῶν ὀφθαλμῶν φέρει καταλαλιὰν καὶ ἀρχὴν τῆς ἀμαρ-

τίας, καθὼς γέγραπται ὅτι Βλέψασα Εὖα εἶδεν τὸ φυτὸν

ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς αὐτῆς καὶ καλὸν εἰς βρῶσιν· Καὶ

ἠπατήθη. ἡ ἀκοὴ τοίνυν τῶν παρθένων ἔστω ἁγία· ἐν δὲ τῆ

ἐξόδῳ πορευέσθωσαν ἀνὰ δύο δύο, ὅτι πολλαί εἰσιν αἱ διαστρο-

φαὶ τοῦ ἐχθροῦ. ἡ πορεία αὐτῶν καὶ ὁ τρόπος ἐχέτω τάξιν

καλήν, ἵνα σωθῶσιν· εἰ δὲ μή, ὁ καρπὸς αὐτῶν ἐστιν κενός.

143

ἀδελφέ μου Β. δὸς τὰς παραγγελίας ταύτας—

—κατάστησον αὐτὸν ἀρχηγὸν καὶ ἐπίσκοπον ἐν τῇ ἐκκλησίᾳ,

ἵνα καὶ αὐτὸς ὅμοιος γένηται καλῶς διδάσκων. μὴ ἐμπιστεύ-

σῃς οἰκονομίαν μηδενὶ νεωτέρῳ. μὴ καταστήσῃς μηδένα τοιοῦ-

τον ἐπὶ καθέδρᾳ διδασκόντων, ἵνα μὴ βεβηλώσῃ τὸ μαρ-

τύριον τοῦ Χριστοῦ· ὁ γὰρ διδάσκων ὀφείλει ἔχειν τὰ ἔργα

αὐτοῦ ἴσα τῶν λόγων, ἵνα ὁ λόγος ἠρτυμένος ᾖ ἐν παντὶ

καιρῷ ἐν τῇ ἰδίᾳ δόξῃ. ἐγὼ δὲ ἀπολύομαι ἀπὸ τοῦ σώματός

μου κρεμάμενος κατὰ κεφαλῆς· ἆρον οὖν τὸ σῶμά μου καὶ

ἐνταφίασον χάρταις συριατικοῖς καὶ μὴ βάλῃς ὀθόνην λινῆν,

ἐπειδὴ ἔβαλαν εἰς τὸ σῶμα τοῦ κυρίου ἡμῶν. καὶ σφίγξον

αὐτὸ ἐν χάρταις καὶ παπύροις, καὶ χῶσον αὐτὸ ἐν τῇ αὐλῇ

τῆς ἐκκλησίας. καὶ γίνεσθε ὑπὲρ ἐμοῦ εὐχόμενοι ἐπὶ τεσσα-

ράκοντα ἡμέρας ἵνα ἀφῇ μοι ὁ θεὸς τὴν παράβασιν ἣν

ἐποίησα ὅτι ἀνταπέδωκα τῷ ποιήσαντί μοι κακά, καὶ ὅπως

μὴ γένηταί μοι ἐν τοῖς αἰῶσιν ἐπὶ τεσσαράκοντα ἔτη.

144

Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος ηὔξατο λέγων· Κύριέ

μου Ἰ.— —βασιλεῦ ὅλου τοῦ φ.— —σου· ὁ δεδωκὼς ἡμῖν

τὴν ὑψηλὴν γνῶσιν· ὁ χαρισάμενος ἡμῖν τ. β.— —νόσον ἀπὸ

τῶν κ. εἰς σέ· σὺ— —τὴν π. τ. σοφίας τῆς σῆς τῆς μὴ δυνα-

μένης λαληθῆναι· σὺ εἶ ὁ δεδωκὼς ἡμῖν τὸν λόγον τοῦ ἐπι-

στρέψαι ἐπὶ σὲ τοὺς πλανωμένους· σὺ εἶ ὁ δεδωκὼς ἡμῖν

σημεῖα καὶ τέρατα διὰ τοὺς ὀλιγοπίστους· σὺ εἶ ὁ παρέχων

τὸν στέφανον ἐπὶ τῶν νικησάντων· σὺ τυγχάνεις ἡμῶν ἀγω-

νοθέτης ὁ δωρησάμενος ἡμῖν τὸν στέφανον τῆς χαρᾶς· ὁ λα-

λῶν σὺν ἡμῖν ἵνα δυνηθείημεν ἀντιστῆναι τοῖς βλάπτουσιν

ἡμᾶς· σὺ εἶ ὁ σπείρων καὶ θερίζων καὶ πληθύνων καὶ αὐ-

ξάνων καὶ ζωοποιῶν πάντας τοὺς ἰδίους δούλους σου· οἱ

ἔλεγχοι καὶ αἱ ἀπειλαὶ ὑπάρχουσιν ἡμῖν βοήθεια καὶ δύναμις

διὰ τοὺς ἐπιστρέφοντας ἐπὶ σὲ δι' ἡμῶν τῶν δούλων σου·

ἐλθὲ κύριε καὶ δός μοι νῖκος καὶ στέφανον ἐνώπιον τῶν ἀν-

θρώπων. μὴ ἐπικαλυψάτω— —ἀήρ, μηδὲ ὁ καπνὸς αὐτῶν

καύσῃ τὴν μορφὴν τῆς ψυχῆς μου, ὅπως διαπεράσω τὰ ὕδατα

τῆς ἀβύσσου καὶ μὴ βυθισθῶ ἐν αὐτοῖς· κύριέ μου Ἰ. Χρ.,

μὴ εὕρῃ ὁ ἐχθρὸς τοῦ δύνασθαι κατηγορῆσαί μου ἐνώπιόν

σου τοῦ ἀληθινοῦ κριτοῦ· ἀλλ' ἔνδυσόν με τὴν φωτεινήν

σου στολὴν καὶ δός μοι τὴν ἔνδοξόν σου σφραγῖδα, ἕως— —

δράκοντα. ἀλλὰ ποίησόν με ἀπαντῆσαί σοι ἐν νεφέλαις τοῦ

ἀέρος, χαρισάμενός μοι· καὶ ἀφῇς τὸ παράπτωμά μου ὅτι ἀντα-

πέδωκα τοῖς ἐχθροῖς μου κακά· καὶ μεταμόρφωσον τ. μ. τ. σ. μου

σύμμορφον τῆς εἰκόνος τῆς δόξης σου· καὶ ἀνάπ. με ἐν τῇ

δόξῃ τῆς μακαριότητός σου, εἰσαγαγὼν εἰς ἃ ἐπηγγείλω τ. ἁγ.

σου πᾶσιν εἰς τ. αἰῶνας.

145

Ταῦτα δὲ εἰπὼν ἀπέδωκεν τὸ πνεῦμα ἁπάντων τ.

ὄ. βλ. εἰς αὐτόν.

146

Ὁ δὲ Β. κ. ἡ Μ. κατεβίβασαν αὐτὸν καὶ ἐποίησαν

αὐτῷ καθὼς ἐνετείλατο αὐτοῖς καὶ ἔθαψαν α. ἐν ἐκ. τῷ τόπῳ.

147

Καὶ ἐποίησαν τὰ ἐντεταλμένα ὑπ' αὐτοῦ ἐπὶ τεσσα-

ράκοντα ἡμέρας προσφέροντες προσφορὰς καὶ προσευχόμενοι

δωδεκάκις τῆς ἡμέρας. ᾠκοδόμησαν δὲ τὴν ἐκκλησίαν ἐν τ.

τ. ἐκείνῳ, καὶ κατέστησαν τὸν Στάχυν ἐπ' αὐτῆς ἐπίσκοπον·

ἀφῆκαν δὲ καὶ τὸν λεόπαρδον καὶ τὸν ἔριφον τῶν αἰγῶν ἐν

τῇ ἐκκλησίᾳ· καὶ ἡ Νικανόρα ἐποιεῖτο αὐτῶν πρόνοιαν ἕως

ἡμέρας τῆς ζωῆς αὐτῆς. αὐτοὶ δὲ οὐ διέλειπον δοξάζοντες

τὸν θεὸν διὰ τὰ θαυμάσια τὰ γινόμενα ἐπ' αὐτοῖς· καὶ γὰρ

ἐκ τῆς κορυφῆς τοῦ ἀποστόλου μύρον ἐπήγασεν. ὁ δὲ Βαρ-

θολομαῖος ἐνετείλατο τῷ Στάχυϊ βαπτίζειν εἰς— —πνεύ-

ματος.

148

Μετὰ δὲ τὰς τεσσ. ἡμ. ἀναλαβὼν ὁ κύριος τὴν μορ-

φὴν τοῦ ἀποστόλου Φ. ἐφάνη τῷ Β. κ. τῇ Μ. ἐν ὁράματι

καὶ εἶπεν αὐτοῖς· Ἀδελφοί μου εὐλογημένοι ἀνεπάην ἐν τῇ

ἀποθήκῃ τοῦ πατρὸς καὶ ἐν ταῖς φωτειναῖς αὐτοῦ μοναῖς.

ἀπέρχεσθε εἰς τ. τόπ. τ. κεκληρωμένον ὑμῖν· τὸ γὰρ φυτὸν

τὸ ῥιζωθὲν ἐν τῇ πόλει ταύτῃ καρποφορήσει καλῶς. Καὶ

ἀσπασάμενοι τ. ἀδ. καὶ εὐξάμενοι ἐπάνω ἑκάστου ἐξῆλθον ἐκ

τῆς πόλεως καὶ ἕκαστος αὐτῶν ἀπῆλθον εἰς τὸ κλῖμα τὸ

ἴδιον, καθὼς εἶπεν αὐτοῖς ὁ κύριος. ὁ μὲν Βαρθολομαῖος

ἀπῆλθεν εἰς Λυκαονίαν, ἡ δὲ Μαριάμμη εἰς τὸν Ἰορδάνην

ποταμόν· ὁ Στάχυς δὲ σὺν αὐτῷ ἔμεινεν κατηχῶν τὴν ἐκ-

κλησίαν ἐν Χρ. Ἰ. τ. κ. ἡμῶν, ᾧ ἡ δ. καὶ τὸ κράτος νῦν καὶ

ἀεὶ καὶ εἰς τ. αἰ. τ. αἰώνων. ἀμήν.

{Μαρτύριον τοῦ ἁγίου ἀποστόλου Φιλίππου.} Ὅτε δὲ Φίλιππος ὁ τοῦ Χριστοῦ ἀπόστολος κατε-κλείσθη ἐν τῷ ἱερῷ τῆς ἐχίδνης ὑπὸ τοῦ ἡγεμόνος, ὡσαύτωςκαὶ ὁ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη καὶ ὁ λεόπαρδος καὶ ὁἔριφος, συνήχθησαν οἱ ἱερεῖς ἐπὶ τὸ αὐτὸ ὡς ἄνδρες ἑπτά,κ. δρ. ἐπὶ τ. ἀνθ. κατεβόων· Ὦ ἀνθύπατε τυραννογνάφε ἐκ-δίκησον ἡμ. ἀπὸ τ. ξένων ἀνθρώπων τῶν ἀπαιδεύτων κ.φθορ. κ. μάγ. καὶ πλανώντων τοὺς ὄχλους. ἀφ' οὗ γ. ἐπ. εἰςἡμ. ἐπλ. ἡ πόλις πάσης ἀχρήστου πράξεως αὐτῶν· ἀπ.— —ἱερὸν ἡμῶν κ. ἠρ. ὁ βωμός· κ. οὐχ εὑρήκαμεν οἶνον μεμιγμένονἵνα π. ἡ ἔ. ὑπνώσῃ· πολλαὶ δὲ νύμφαι καὶ γυναῖκες ἀπῆλθονπρὸς αὐτοὺς καὶ ἀφῆκαν τοὺς ἄνδρας. εἰ δὲ θέλ.— —βλ.κ. ἴδε τὸν λεόπαρδον καὶ τὸν ἔριφον ἀνθρωπίνως λαλοῦντας·ἀλλὰ καὶ ἡμᾶς θέλουσιν— —ἐν ἁγνείᾳ, πιστεύσαντες— ἐτ. αὐτοὺς καὶ ἀνεῖλον, πῶς— —ἔπιον, ἀλλὰ καὶ αὐτοὶὑπὸ τούτων τῶν μάγων κατεβλήθησαν, εἰ καὶ αὐτά εἰσιν ἐντέχνῃ μαγικῇ, ἐν ὅλῃ γὰρ τῇ κτίσει οὐκ ἐφάνη οὕτως ἀλλα-γῆναι φύσιν καὶ φωνήν, ὅτι τὰ πετεινὰ πέτανται κατὰ τὸἴδιον εἶδος καὶ τὰ τετράποδα καὶ τὰ κτήνη καὶ πᾶν ὃ ἔστινἐν τῇ ἰδίᾳ γενέσει, πῶς δὲ καὶ ὁ λεόπαρδος καὶ ὁ ἔριφοςὁμιλοῦσιν αὐτοῖς, ἐκπληττόμεθα. Ἀκούσας— —πλεῖον ἐξεκαύθη τ. θ. ὀργῆς τε καὶἀπειλῆς, καὶ ἦν ὀργιζ. σφόδρα· λέγει πρὸς τ. ἱερεῖς· Τί ὅτι καὶτὴν ἐμὴν γυναῖκα ἔχουσιν μεθ' ἑαυτῶν; κἀκεῖθεν ξένα ῥήμ.ὁμ. καὶ πᾶσαν νύκταν εὐχομένη ξένῳ φωτὶ καταλάμπεται καὶἀναστενάζουσα λ.— —Κἀγὼ δὲ ἐξελθὼν ἀπὸ τ. ἐ. κοιτ.ἠθέλησα διὰ τ. θυρ. ἐνοπτρίσασθαι καὶ ἰδ. ὅπερ ἔλεγεν—προσυπήντησέν μοι ὡς ἀποτυφλῶσαί με. καὶ ἐξ ἐκείνου τὴνγυν.— —εἴπατέ μοι οὖν ὦ ἱερεῖς— —εἶπον· Ἀ. τ. οὐκἐ. ἱ. ἀφ' ἧς γὰρ— —αὐτῶν ὅλον τὸ ἱερὸν σαλεύεται ἐκθεμ. ἢ τάχα συμπίπτει. Τότε πρ. ὁ ἀ. ἐξελθόντας ἐκ τ. ἱ. τοὺς π. τ. Φ.ἀγαγεῖν εἰς τὸ βῆμα— —διερευνήσατε, ἀλλὰ καὶ ἀμφοτέ-ρους, μή πως εὑρεθῇ τι αὐτῶν τῆς μαγείας— —ἦλθον δὲἐπὶ τ. Μ. κ. σύροντες α. ἔλ. Γυμνώσωμεν α., ἵνα π. ἴδωσινὅτι γ. οὖσα ἀνδράσιν ἐπ. α. γ. μάλιστα ἐν εὐπρεπείᾳ πάσαςτ. γ.— —ὁ τυραννογράφος— —εἰς πᾶσαν τὴν πόλιν καὶπερικύκλῳ ἵνα ἔ. πάντες οἱ ἄνδρες καὶ πᾶσαι αἱ γυναῖκες,ὅπως ἴδ. τ. ἀσχ. αὐτῆς καὶ μάθωσιν ὅτι ψεύδεται λέγουσαὅτι Οὐκ εἰμὶ γυνή· Ἀλλ' ὡς ἀνὴρ συμπορεύεται αὐτοῖς καὶπάντως— —διατμηθῆναι, καὶ κομισθῆναι δέκα κόρακαςσιδηροῦς· Καὶ διαπείραντες τὰς πτέρνας αὐτοῦ ἀνακρεμάσετεκατὰ κεφαλῆς— —δένδρου· τὸν δὲ Β. ἐκτείνατε ἀπ. τ. Φ.περονήσαντες τὰς χ. αὐτοῦ πορθμήσαντες ἐν τῷ τοίχῳ τοῦἱεροῦ τῆς πύλης. Καὶ ἐγένετο οὕτως.