De recta in deum fide
- Edition reference
- De recta in deum fide (olim sub auctore Origene Adamantio), ed. W. H. van de Sande Bakhuyzen, Der Dialog des Adamantius Περὶ τῆς εἰς θεὸν ὀρθῆς πίστεως [Die griechischen christlichen Schriftsteller 4. Leipzig: Hinrichs, 1901]: 2–242.
- CTS identifier
urn:cts:greekLit:tlg2950.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
{ΑΔΑΜΑΝΤΙΟΣ.} Οἱ τὸν φιλαλήθη καὶ φιλάνθρωπον τρόπον
μεταδιώκοντες καὶ τὴν τοῦδε τοῦ κόσμου δίοδον εὖ μάλα βιοῦν ἐθέ-
λοντες, ἐπὶ τὴν ἀξιέραστον καὶ ἀξιάγαστον πίστιν τὴν εἰς θεὸν ἀφο-
ρῶντες, ἐγκρατεῖς τῆς ἀμείνονος καὶ τελειοτάτης δόξης γίνονται,
τοὐναντίον δὲ οἱ ἀστάτῳ γνώμῃ καὶ περιέργῳ γνώσει καὶ ἀνοήτῳ
λογισμῶ ἀδοξίαν ἀντὶ δόξης θεῷ προϊέμενοι. ὅθεν μοι δοκεῖ οὐ
μικρὸν κίνδυνον εἶναι τὸν τῆς ἐπισφαλοῦς καὶ φαύλης εἰς θεὸν
πίστεως· βάσιν γὰρ οἶμαι καὶ ἑδραίωμα εἶναι πασῶν τῶν ἀρετῶν
τὴν ἁρμόζουσαν θεῷ δόξαν τε καὶ πίστιν· ὅθεν, εἴ σοι δοκεῖ, ἀρ-
χώμεθα τοῦ λόγου.
{ΜΕΓΕΘΙΟΣ.} Προλαβὼν ὁ ἀδελφὸς Ἀδαμάντιος τὸν ὑπὲρ ἐμοῦ
λόγον ἐποιήσατο· οἴδαμεν γὰρ καὶ ἡμεῖς ὅτι ἡ πίστις πάντων
διαφέρει καὶ ἡ ὀρθὴ εἰς θεὸν δόξα. χρὴ οὖν τὸν δικαστὴν
ἐπακούσαντα ἀμφοτέρων δοκιμάσαι ἐν τίνι ἐστὶν ἡ ἀληθὴς καὶ
δικαία πίστις ****. δείξω γὰρ ὅτι μᾶλλον βλασφημεῖτε τὸν
θεὸν ἤπερ δοξάζετε, καὶ τὸν μὲν ἀληθινὸν θεόν, ὄντα ἀγαθόν,
γνωρίζειν οὐ θέλετε, ἕτερον δὲ ἀντὶ τοῦ ἀγαθοῦ δοξάζειν βού-
λεσθε, λέγοντος τοῦ Χριστοῦ· <οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ
πατήρ>.
{ΕΥΤΡΟΠΙΟΣ.} Ἀμφότεροι αἱρεῖσθέ με δικαστήν;
{ΑΔ.} Ἀμφότεροι.
{ΕΥΤΡ.} Ἐμμένετε τῇ ἐμῇ κρίσει;
{ΜΕΓ.} Ἐμμένω καὶ στοιχῶ ταῖς σαῖς ἀποφάσεσιν.
4
{ΑΔ.} Ἐπίδοξοι καὶ οὐχ οἱ τυχόντες ἀκροαταὶ πάρεισιν· εἴγε καὶ
αὐτοῖς παραστῇ ἡ ὑπὸ σοῦ κρίσις δικαίως προφερομένη, ἐμμένω καὶ
αὐτὸς τοῖς ὑπὸ σοῦ μετ' ἀληθείας λεγομένοις.
{ΜΕΓ.} Βούλει πρῶτον ἐμὲ ἐξετάσαι ἐκ τῶν γραφῶν;
{ΑΔ.} Ὁρισάσθω πρῶτον Μεγέθιος ὅπως ποτὲ δοξάζει, ἵν' οὕ-
τως ἡ ἐξέτασις καὶ ἡ ἀπόδειξις τῶν ὁρισθέντων ἐκ τῶν γραφῶν
γένηται.
{ΜΕΓ.} Ὁρισάσθω πρῶτον Ἀδαμάντιος, αὐτὸς γὰρ κατήρξατο
τοῦ λόγου.
{ΕΥΤΡ.} Εὔλογόν ἐστι τὸν προαρξάμενον αὐτὸν ὁρίσασθαι.
{ΑΔ.} Ἕνα θεὸν καὶ κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων εἶναι
πεπίστευκα καὶ τὸν ἐξ αὐτοῦ θεὸν λόγον ὁμοούσιον, ἀεὶ ὄντα καὶ
ἐπ' ἐσχάτων καιρῶν ἄνθρωπον ἐκ Μαρίας ἀναλαβόντα, καὶ τοῦτον
σταυρωθέντα καὶ ἀναστάντα ἐκ νεκρῶν. πιστεύω δὲ καὶ τῷ ἁγίῳ
πνεύματι τῷ ἀεὶ ὄντι. ὁρισάσθω δὲ καὶ οὗτος.
{ΜΕΓ.} Ἐγώ φημι εἶναι τρεῖς ἀρχάς, θεὸν τὸν πατέρα τοῦ Χρι-
στοῦ ἀγαθὸν καὶ ἄλλον τὸν δημιουργὸν καὶ ἕτερον τὸν πονηρόν.
ὁ γὰρ ἀγαθὸς οὔτε δημιουργός ἐστι τῶν κακῶν, [οὔτε ἐκ γυναικὸς γε-
γέννηται,] οὔτε ὁ κόσμος οὗτος ἐξ αὐτοῦ δεδημιούργηται, ἀλλότριος
δὲ πάσης κακίας καὶ παντὸς τοῦ δημιουργήματος, καὶ δείξω ταῦθ'
οὕτως ἔχειν.
{ΑΔ.} Ἀρχὰς ἔφησας εἶναι τρεῖς· ἀνάγκη σε ὃ ἐπηγγείλω πλη-
ρῶσαι· ἀρχὴ γάρ μοι δοκεῖ λέγεσθαι διὰ τὸ ἄρχειν τινός, ὥσπερ καὶ
κύριος λέγεται διὰ τὸ κυριεύειν τινῶν· τίνος τοίνυν ἄρχουσιν αἱ
τρεῖς ἀρχαί; ἀποκρίνου.
{ΜΕΓ.} Ἡ ἀγαθὴ ἀρχὴ τῶν Χριστιανῶν ἄρχει, ἡ δὲ δημιουργικὴ
τῶν Ἰουδαίων, ἡ δὲ πονηρὰ τῶν ἐθνικῶν.
{ΑΔ.} Ὁμόφρονες καὶ κοινωνοί εἰσιν οἱ τρεῖς ἢ οὐδὲν κοινὸν
ἔχουσι πρὸς ἀλλήλους;
{ΜΕΓ.} Οὐδὲν κοινὸν ἔχουσι πρὸς ἀλλήλους.
{ΑΔ.} Οἱ τρεῖς ἐπὶ τὸ αὐτὸ γενόμενοι ἔπλασαν ἢ ἐδημιούργησαν
6
τοὺς ἀνθρώπους, ἢ ἕκαστος ἑαυτῷ ἔκτισε τὸν ἄνθρωπον οὗ καὶ
ἄρχει;
{ΜΕΓ.} Οὐχ οἱ τρεῖς ἔκτισαν τοὺς ἀνθρώπους, ἀλλ' ὁ εἷς.
{ΑΔ.} Ποῖος τῶν τριῶν;
{ΜΕΓ.} Ὁ τῶν Ἰουδαίων.
{ΑΔ.} Τοῦ τῶν Ἰουδαίων θεοῦ κτίσαντος τοὺς ἀνθρώπους, κατὰ
ποῖον τρόπον ἢ ποίαν αἰτίαν ἄρχουσιν ὁ ἀγαθὸς καὶ ὁ πο-
νηρὸς τῶν ἀνθρώπων; δείκνυται γὰρ ἐξ ἀμφοτέρων ὁ δημιουργὸς
ἀγαθός. εἰ μὲν ἑκὼν συνεχώρησεν αὐτοῖς τὸ [οὐ] τῶν ἰδίων ἄρχειν,
ἔσται ἐξ ἀνάγκης ὁ δημιουργὸς ἀγαθός, ὁ τὰ ἴδια ἀλλοτρίοις χαρισά-
μενος. εἰ δὲ κατ' ἀδυναμίαν τοῦ δημιουργοῦ ὁ ἀγαθὸς καὶ ὁ πονη-
ρὸς ἀφήρπασαν, ἔσονται οὗτοι πονηροί, οἱ τῶν ἀλλοτρίων ἐφιέ-
μενοι.
{ΕΥΤΡ.} 〈Εἰ〉 ἀγαθὸν λέγεις τὸν ἁρπάσαντα τὰ τοῦ δημιουργοῦ
καὶ ἄρχοντα τῶν ἀλλοτρίων, πῶς οἷόν τέ ἐστιν ἀγαθὸν λέγεσθαι
τὸν τὰ ἀλλότρια ἁρπάζοντα;
{ΜΕΓ.} Οὐχ ἥρπασεν, ἀλλ' ἐλεήσας ἔπεμψε τὸν υἱὸν ὡς 〈ἀγαθὸς〉
ἀγαθὸν καὶ ἐρρύσατο ἡμᾶς.
{ΑΔ.} Τὸ ἐλεεῖν τινα συμπάθειά τις πρὸς τὸ οἰκεῖόν ἐστι γινο-
μένη· συνεπάθησεν οὖν ὁ ἀγαθὸς ἰδίοις ἢ ἀλλοτρίοις;
{ΜΕΓ.} Ἀλλοτρίοις.
{ΑΔ.} Ὡς καλοῖς συνεπάθησεν ἢ ὡς κακοῖς;
{ΜΕΓ.} Ὡς ἁμαρτωλοῖς.
{ΑΔ.} Πρὶν ἢ ἁμάρτωσιν οἱ ἄνθρωποι, καλοὶ πρὸς τοῦ δημιουργοῦ
ἐκτίσθησαν ἢ κακοί; ὡς οὖν καλῶν ἐπεθύμησεν ἢ ὡς κακῶν; εἰ
μὲν οὖν ὡς κακῶν, ἔσται κακῶν ἐπιθυμητής· ἀγαθὸς δὲ κακῶν
οὐκ ἐπιθυμεῖ· εἰ δὲ ὡς ἀγαθῶν, ἔσται ὁ δημιουργὸς ἀγαθῶν ποιη-
τής, (οὐκοῦν ἀγαθός· ἐξ ὧν γὰρ πράττει τις τὰς προσηγορίας λαμ-
βάνει, ἐλεήμων ἐκ τοῦ ἐλεεῖν, καὶ τἄλλα ὁμοίως).
{ΜΕΓ.} Οὔτε ὡς ἀγαθῶν οὔτε ὡς κακῶν, ἀλλὰ σπλαγχνισθεὶς
ἠλέησεν.
{ΕΥΤΡ.} Βούλεται λέγειν Μεγέθιος ὅτι οὔτε ἡμέρα οὔτε νύξ, ἀλλά
τι μέσον τούτων. ἑρμηνευσάτω οὖν τί ἐστιν ὃ λέγει, εἰ μήτε κα-
λοὺς λέγει τοὺς ἀνθρώπους ἐκτίσθαι μήτε κακούς· τί οὖν ἐστὶ με-
ταξὺ καλοῦ τε καὶ κακοῦ;
8
{ΜΕΓ.} Ταῦτα σοφίσματά ἐστιν· ἐγὼ γὰρ δεικνύω ἀπὸ τῶν γρα-
φῶν ὅτι τρεῖς εἰσιν ἀρχαί.
{ΑΔ.} Ἰσοσθενεῖς εἰσιν αἱ τρεῖς ἀρχαὶ ἢ ἑτέρα θατέρας διενήνοχε;
{ΜΕΓ.} Μὴ γένοιτο· οὐκ εἰσὶν ἴσαι.
{ΑΔ.} Ποία οὖν προφερεστέρα;
{ΜΕΓ.} Ἡ τοῦ ἀγαθοῦ ἰσχυροτέρα.
{ΑΔ.} Ὑπόκεινται αἱ ἀτονώτεραι ἀρχαὶ τῇ ἰσχυροτέρᾳ;
{ΜΕΓ.} Ὑπόκεινται.
{ΑΔ.} Οὔκουν κατὰ βούλησιν τοῦ κρείττονος αἱ ἥττονες ἀρχαὶ
πάντα πράττουσιν;
{ΜΕΓ.} Οὐ κατὰ βούλησιν αὐτοῦ οὗτοι τὰ πονηρὰ πράττουσιν·
(ἅπαξ δὲ ἰσχυρότερος αὐτῶν ἐστί), καὶ γὰρ ὁ ἐλθὼν Χριστὸς καὶ τὸν
διάβολον ἐνίκησε καὶ τὰ τοῦ δημιουργοῦ δόγματα ἀνέτρεψεν.
{ΑΔ.} Κατὰ βούλησιν τοῦ ἀγαθοῦ εἰσιν οὗτοι;
{ΜΕΓ.} Οὔ.
{ΑΔ.} Ἀγνοεῖ οὖν ὅτι εἰσίν;
{ΜΕΓ.} Οὐκ ἀγνοεῖ.
{ΕΥΤΡ.} Ἔφης ἰσχυρότερον εἶναι τὸν ἀγαθόν, ἄλλως δὲ καὶ μὴ
βουλόμενον αὐτοὺς εἶναι· πῶς τοίνυν τοῦτ' ἐνδέχεται; εἰ γάρ ἐστιν
αὐτὸς ἰσχυρότερος καὶ μὴ βουλόμενος εἶναι αὐτούς, εἰσὶ δὲ κατὰ τὸν
σὸν λόγον, ἢ βούλεται αὐτοὺς εἶναι, ἢ οὐ δύναται αὐτοὺς ἀνελεῖν, ἢ
ἀγνοεῖ ὅτι εἰσίν.
{ΜΕΓ.} Ἐγὼ δύναμαι δεῖξαι ὅτι φάλσα ἐστὶ τὰ εὐαγγέλια.
{ΑΔ.} Ἀπὸ ποίων ἀποδείξεων ἔχεις δεῖξαι ταῦθ' οὕτως ἔχειν;
{ΜΕΓ.} Ἀπ' αὐτῶν τῶν εὐαγγελίων δεικνύω ὅτι φάλσα ἐστίν.
{ΑΔ.} Δέχῃ οὖν κἀμὲ ἐκ τῶν εὐαγγελίων δεικνύοντα μὴ εἶναι
πλαστά;
{ΜΕΓ.} Δέχομαι ἐὰν δείξῃς εἰπὲ δὲ πρῶτον τὰ ὀνόματα τῶν γρα-
ψάντων τὰ εὐαγγέλια.
{ΑΔ.} Οἱ μαθηταὶ τοῦ Χριστοῦ γεγραφήκασιν, Ἰωάννης καὶ Ματ-
θαῖος, Μᾶρκος καὶ Λουκᾶς.
{ΜΕΓ.} Μᾶρκον καὶ Λουκᾶν οὐκ ἔσχε μαθητὰς ὁ Χριστός· ἐντεῦθεν
ἐλέγχεσθε φάλσα ποιοῦντες. διὰ τί γὰρ οἱ μαθηταί, ὧν γέγραπται
τὰ ὀνόματα ἐν τῷ εὐαγγελίῳ, οὐκ ἔγραψαν, ἀλλ' οἱ μὴ ὄντες μαθηταί;
10
τίς οὖν ἐστὶ Λουκᾶς ἢ Μᾶρκος; ἠλέγχθητε ἐπὶ τούτῳ ὀνόματα 〈οὐ〉
γεγραμμένα ἐν τῇ γραφῇ προφέροντες.
{ΕΥΤΡ.} Ἔχων μαθητὰς ὁ Χριστὸς οὐ μᾶλλον τούτοις ἐνεχείριζεν
ἢ τοῖς μὴ οὖσι μαθηταῖς; φαίνεταί μοι τοῦτ' οὐ καλῶς ἔχειν· ἔδει
γὰρ τοὺς μαθητὰς αὐτοὺς ἐμπιστευθῆναι μᾶλλον.
{ΑΔ.} Μαθηταί εἰσι καὶ οὗτοι τοῦ Χριστοῦ.
{ΜΕΓ.} Ποίησον ἀναγνωσθῆναι τὸ εὐαγγέλιον καὶ εὑρήσεις ὅτι
οὐ γέγραπται τὰ ὀνόματα ταῦτα.
{ΕΥΤΡ.} Ἀναγνωσθήτω.
{ΑΔ.} Τῶν δώδεκα ἀποστόλων ἀνεγνώσθη τὰ ὀνόματα, οὐχὶ καὶ
τῶν οβʹ.
{ΕΥΤΡ.} Πόσους ἔσχεν ὁ Χριστὸς ἀποστόλους;
{ΑΔ.} Πρώτους ἀπέστειλε ιβʹ καὶ μετὰ ταῦτα οβʹ εὐαγγελίσασθαι.
Μᾶρκος οὖν καὶ Λουκᾶς, ἐκ τῶν οβʹ ὄντες, Παύλῳ τῷ ἀποστόλῳ
συνευηγγελίσαντο.
{ΜΕΓ.} Ἀδύνατον ὅτι ποτ' εἶδον οὗτοι Παῦλον.
{ΑΔ.} Δείκνυμι αὐτὸν τὸν ἀπόστολον μαρτυροῦντα Μάρκῳ καὶ
Λουκᾷ.
{ΜΕΓ.} Τῷ σῷ φάλσῳ οὐ πιστεύω ἀποστολικῷ.
{ΑΔ.} Προένεγκε τὸ ἀποστολικόν σου, εἰ καὶ τὰ μάλιστα περι-
κεκομμένον ἐστί, καὶ δείκνυμι ὅτι Μᾶρκος καὶ Λουκᾶς συνήργησαν
Παύλῳ.
{ΜΕΓ.} Δεῖξον.
{ΑΔ.} Ἀναγινώσκω ἐν τοῖς τελευταίοις τῆς πρὸς Κολοσσαεῖς
Παύλου· <Ἀσπάζεται ὑμᾶς>, φησίν, <Ἀρίσταρχος, ὁ συναιχμάλω-
τός μου, καὶ Μᾶρκος, ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε
ἐντολὰς ἵνα ἔλθῃ πρὸς ὑμᾶς· δέξασθε οὖν αὐτόν· καὶ Ἰησοῦς
ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς. οὗτοι μόνοι
μού εἰσι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγε-
νήθησάν μοι παρηγορία>, καὶ τὰ ἑξῆς. <ἀσπάζεται ὑμᾶς Λουκᾶς
καὶ Δημᾶς>. παρέσχον τὰς ἀποδείξεις τῆς ἐπιστολῆς. ὁρᾷς ὅτι καὶ
αὐτὸς ὁ ἀπόστολος μαρτυρεῖ αὐτοῖς.
{ΕΥΤΡ.} Δήλη ἡ περὶ τούτων ἀπόδειξις.
{ΜΕΓ.} Ἐγὼ ἐλέγχω ἑτέρωθεν ὅτι φάλσα ἐστὶ τὰ εὐαγγέλια. λέγει
γὰρ ὁ ἀπόστολος ἓν εὐαγγέλιον, ὑμεῖς δὲ τέσσαρα λέγετε.
12
{ΑΔ.} Εὐαγγελισταὶ μὲν τέσσαρες, εὐαγγέλιον δὲ ἕν, ἕνα γὰρ Χρι-
στὸν εὐηγγελίσαντο καὶ τὸ αὐτὸ ἔφρασαν. εἰ μὲν οὖν ἕκαστος αὐτῶν
ἄλλον καὶ ἄλλον Χριστὸν ἀνηγόρευσεν ἢ εὐηγγελίσατο, εὖ λέγεις· εἰ
δὲ οἱ τέσσαρες περὶ ἑνὸς Χριστοῦ λέγουσιν, οὐκέτι τέσσαρα ἀλλὰ ἕν.
{ΜΕΓ.} Ὁ ἀπόστολος οὐκ εἶπε· κατὰ τὰ εὐαγγέλιά μου, ἀλλά·
<κατὰ τὸ εὐαγγέλιόν μου>. ἴδε πῶς λέγει ἓν εἶναι. καὶ λέγει· <εἴ
τις ὑμᾶς εὐαγγελίσεται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνά-
θεμα ἔστω>. ἐκείνου λέγοντος ἓν εἶναι, πῶς ὑμεῖς τέσσαρα λέγετε;
{ΑΔ.} Εὐαγγέλιον καὶ ἡμεῖς φαμεν ἕν, εὐαγγελισταὶ δὲ τέσσαρες.
{ΜΕΓ.} Οὐδὲ τέσσαρες εὐαγγελισταὶ ἀλλ' [οὐδὲ] εἷς· λέγει γὰρ ὅτι·
<οὐκ ἔστιν ἄλλο κατὰ τὸ εὐαγγέλιόν μου, εἰ μή τινές εἰσιν
οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι εἰς ἕτερον
εὐαγγέλιον τοῦ Χριστοῦ>.
{ΑΔ.} Παύλου λέγοντος πλείους εἶναι τοὺς εὐαγγελιστάς, πῶς φῂς
ἕνα εἶναι;
{ΜΕΓ.} Οὐκ εἶπεν ὅτι πολλοὶ εὐαγγελισταί.
{ΑΔ.} Ἔχω μετὰ χεῖρας τὸν ἀπόστολον καὶ δείκνυμι λέγοντα ἐν
τῇ πρὸς Γαλάτας ἐπιστολῇ· <ἀλλὰ κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρα-
νοῦ εὐαγγελίσηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα. εὐηγγελι-
σάμεθα> εἶπεν, εἰ γὰρ εἷς ἦν, ἔλεξεν ἄν· παρ' ὃ εὐηγγελισάμην· τὸ δὲ
<εὐηγγελισάμεθα> πολλοὺς σημαίνει.
{ΕΥΤΡ.} Τὸ <εὐηγγελισάμεθα> πολλῶν ἐστὶ καὶ οὐχ ἑνός.
{ΜΕΓ.} Οὐ τούτους λέγει ἀλλὰ Σιλουανὸν καὶ Τιμόθεον.
{ΕΥΤΡ.} Τὸ πρότερον λέγων Παῦλον μόνον εἶναι εὐαγγελιστήν,
νῦν καὶ ἄλλους ὡμολόγησας. ἐξὸν οὖν καὶ τοὺς λοιποὺς μαθητὰς
εὐαγγελίσασθαι. εἰ γὰρ Σιλουανὸς καὶ Τιμόθεος καὶ Παῦλος εὐηγγε-
λίσαντο, λέγει δὲ Παῦλος· <κατὰ τὸ εὐαγγέλιόν μου>, εἰκὸς πολλῶν
ὄντων εὐαγγελιστῶν ἓν λέγεσθαι τὸ εὐαγγέλιον.
14
{ΜΕΓ.} Διαφωνοῦσι τὰ εὐαγγέλια καὶ ἄλλα καὶ ἄλλα λέγουσιν,
ὅθεν φαίνεται φάλσα.
{ΑΔ.} Ἄλλον καὶ ἄλλον Χριστὸν εὐαγγελίζονται; ἐν τούτῳ οἴει
διαφωνεῖν;
{ΜΕΓ.} Οὔκ, ἀλλ' ἀντίκεινται.
{ΑΔ.} Ὅρισαι ὃ βούλει. νοητὰς εἶναι λέγεις τὰς γραφὰς ἢ ψιλάς;
καί, ἐὰν βούλῃ, φράσον, ἵνα οὕτως ἡ ἐξέτασις γένηται.
{ΜΕΓ.} Ψιλάς, καὶ ὥσπερ γέγραπται οὕτως ἔχει καὶ οὐδὲν ἄλλο.
{ΑΔ.} Λέγει οὖν ὁ Χριστὸς ὅτι· <υἱὸς ἀνθρώπου εἰμί>· υἱὸς
ἀνθρώπου ἐστὶ κατὰ σέ, καὶ οὐ θεοῦ;
{ΜΕΓ.} Ὁ Χριστὸς θεοῦ ἐστιν υἱός.
{ΕΥΤΡ.} Ἔφης τὰ γεγραμμένα οὕτως ἔχειν· πῶς οὖν ἐστιν υἱὸς
θεοῦ, ἑαυτὸν λέγων υἱὸν ἀνθρώπου;
{ΜΕΓ.} Παραβολῇ ἐχρήσατο λέγων υἱὸν ἀνθρώπου.
{ΕΥΤΡ.} Παραβολὴ νοητή ἐστιν ἢ αἰσθητή;
{ΜΕΓ.} Νοητή.
{ΕΥΤΡ.} Πῶς οὖν ἔφης ψιλὰ εἶναι τὰ τῶν γραφῶν; οὐκοῦν νοητά
ἐστι καὶ 〈οὐ〉 ψιλά, (καὶ εἰς ὃ δοκοῦσι τῇ λέξει διαφωνεῖν ὁ νοῦς ὁ
αὐτὸς εὑρίσκεται*).
{ΜΕΓ.} Τὰ μὲν νοητά, τὰ δὲ ψιλά.
{ΕΥΤΡ.} Δοκεῖς μοι ἀστάτῳ γνώμῃ φέρεσθαι.
{ΜΕΓ.} Ὅπου παραβολὴ ἐπιγέγραπται, ἐκεῖνά ἐστι νοητά, τὰ δὲ
ἄλλα ψιλά.
{ΑΔ.} Δεικνύεις οὖν ὅτι περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου παραβολὴ
ἐπιγέγραπται; ἀνάγνωθι ὅτι οὐκ ἐπιγέγραπται παραβολή. (πόθεν οὖν
δεικνύεις ὅτι υἱὸς θεοῦ ἐστι; τῶν δύο γὰρ θάτερον ὁμολογήσεις.)
κατὰ γὰρ τὰ σοὶ δόξαντα ἢ ψευστὴς εὑρίσκεται ὁ Χριστός, ὅτι μὴ
ὢν ἄνθρωπος ἑαυτὸν ἔλεγεν υἱὸν ἀνθρώπου, ἢ νοηταί εἰσι πᾶσαι αἱ
θεῖαι γραφαί, εἰ καὶ μὴ ἐπιγέγραπται παραβολή· [διὸ καὶ πᾶσα θεό-
πνευστος εἴρηται παρὰ τοῦ ἀποστόλου·] καὶ ἐν νοῒ αὐτῶν ἡ συμφωνία
εὑρίσκεται [ἢ νοηταί εἰσι πᾶσαι αἱ γραφαί], καὶ οὐκ ἤδη τὰ γεγραμμένα
ψιλὰ ταῦτ' ἐστὶ τὰ ἀληθῆ καὶ σαφῆ.
16
{ΜΕΓ.} Δείξω ὅτι ἕν ἐστι τὸ εὐαγγέλιον.
{ΑΔ.} Τίς ἐστιν ὁ γράψας τὸ εὐαγγέλιον τοῦτο ὃ ἔφης εἶναι ἕν;
{ΜΕΓ.} Ὁ Χριστός.
{ΑΔ.} Αὐτὸς ὁ κύριος ἔγραψεν ὅτι ἐσταυρώθη καὶ ἀνέστη τῇ
τρίτῃ ἡμέρᾳ; οὕτω γράφει;
{ΜΕΓ.} Ὁ ἀπόστολος Παῦλος προσέθηκεν.
{ΑΔ.} Παρῆν γὰρ Παῦλος ἐν τῷ σταυρωθῆναι τὸν Χριστόν;
{ΜΕΓ.} Αὐτὸς ἔγραψε τὸ εὐαγγέλιον ἁπλῶς.
{ΑΔ.} Ἐὰν οὖν δείξω ὅτι οὐ παρῆν, ἀλλὰ καὶ μετὰ ταῦτα ἐδίωκε
τοὺς τῆς ἐκκλησίας, γίνῃ Χριστιανός;
{ΜΕΓ.} Οὐ γάρ εἰμι Χριστιανός;
{ΑΔ.} Πῶς εἶ Χριστιανός, ὃς οὐδὲ ὄνομα Χριστιανοῦ κατηξίωσαι
φέρειν; οὐ γὰρ Χριστιανὸς ὀνομάζῃ ἀλλὰ Μαρκιωνιστής.
{ΜΕΓ.} Καὶ ὑμεῖς τῆς καθολικῆς λέγεσθε· οὐκ ἐστὲ οὖν Χριστιανοὶ
οὔτε ὑμεῖς.
{ΑΔ.} Εἰ ἀνθρώπου τὴν προσωνυμίαν ἐκεκτήμεθα, καλῶς ἔλεξας,
εἰ δὲ διὰ τὸ καθ' ὅλου τοῦ κόσμου εἶναι λεγόμεθα, τί ἐν τούτῳ
φαῦλον; δεῖξον οὖν εἰ [οὐκ] ἔξεστιν ὄνομα ἀνθρώπου φέρειν· ἐγὼ
δείκνυμι οὐ μόνον ἐπισκόπου μὴ ἐξὸν εἶναι φέρειν ὄνομα, ἀλλὰ μηδ'
ἀποστόλου. τίς μείζων ἦν, Μαρκίων ἢ Παῦλος;
{ΜΕΓ.} Παῦλος.
{ΑΔ.} Ἄκουε οὖν, εἰ βούλει, τοῦ διενηνοχότος Παύλου προστάσ-
σοντος· <ἤκουσταί μοι>, φησίν, <ὑπὸ τῶν Χλόης ὅτι ἔριδες εἰσὶν
ἐν ὑμῖν· ὃς μὲν γὰρ ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ
δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. μεμέρισται ὁ Χριστός; (μὴ Παῦ-
λος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτί-
σθητε>;)
{ΜΕΓ.} Σύ μοι ἐπιφέρεις τὸ ὄνομα· ἐγὼ Χριστιανὸς λέγομαι, καὶ
γὰρ ὧδε λέγονται Σωκρατιανοί τινες.
{ΑΔ.} Ἐγὼ τὸ Σωκράτους ὄνομα ἀρνοῦμαι, οὐκ εἰδὼς τίς ἐστιν.
{ΕΥΤΡ.} Εἰ ἀλλήλοις ἐπιφέρετε τὰ ὀνόματα, ἀνάγκη ἀμφοτέρους
ἀρνήσασθαι.
{ΑΔ.} Οὔτε οἶδα τίς ἐστι Σωκράτης, ἀρνεῖται καὶ οὗτος Μαρκίωνα;
{ΜΕΓ.} Μαρκίων ἐπίσκοπός μου ἦν.
{ΑΔ.} Ἐξ ὅτου Μαρκίων ἐτελεύτησε, τοσούτων ἐπισκόπων, μᾶλλον
18
δὲ ψευδεπισκόπων, παρ' ὑμῖν διαδοχαὶ γεγόνασι· διὰ τί μὴ τῇ τῶν
διαδόχων ἐπωνυμίᾳ κέκλησθε. ἀλλὰ τῇ τοῦ σχισματοποιοῦ Μαρκίωνος;
{ΕΥΤΡ.} Τοῦ ἀποστόλου Παύλου αἰτιωμένου διὰ τὸ τινὰς ἐπ' ὀνό-
ματος αὐτοῦ ἢ Ἀπολλὼ ἢ Κηφᾶ φέρεσθαι, δείκνυται μὴ δεῖν ὀνόματι
ἐπισκόπου κεχρῆσθαι· δεῖ γὰρ μᾶλλον τῷ διαφέροντι ὀνόματι προσπε-
λάσαι ἢ τῷ ἥττονι
{ΜΕΓ.} Ἐάν μοι συγχωρήσητε εἰπεῖν, δείξω ὅτι καὶ τρεῖς ἀρχαὶ
εἰσίν, καὶ ὅτι ἄλλος ἐστὶν ὁ τοῦ νόμου θεὸς καὶ ἕτερος θεὸς ὁ
πονηρός, καὶ ἀπὸ τῶν ὑμετέρων γραφῶν δείξω ὅτι οὕτως ἔχει.
{ΕΥΤΡ.} Πρότερον δειχθήτω εἰ τρεῖς ἀρχαί, εἰ τρεῖς φύσεις, καὶ
τότε φανήσεται ἡ ἑκάστου διοίκησις.
{ΑΔ.} Δεῖξον ὅτι τρεῖς εἰσιν ἀρχαί, καὶ τότε λέγε ὃ βούλει.
{ΜΕΓ.} Δεικνύω ὅτι ὁ δημιουργὸς ἄλλα ἐνομοθέτησε, καὶ ὁ Χρι-
στὸς ἐναντία τούτου.
{ΑΔ.} Διὰ τὸ διαφόρους καὶ ἐναντιουμένους τοὺς νόμους ὑπο-
νοεῖν σε, διὰ τοῦτο οἴει ἄλλον καὶ ἄλλον θεὸν εἶναι;
{ΜΕΓ.} Καὶ μάλα· ἑαυτῷ οὐδείς ποτε ἐναντιοῦται οὐδὲ ἀντίκειται,
ὥσπερ ἀντίκειται τὸ εὐαγγέλιον τῷ νόμῳ.
{ΑΔ.} Τὸν δημιουργὸν θεὸν ἔφης τῶν Ἰουδαίων εἶναι. μόνος καὶ
εἷς ἐστιν ἢ πολλοί;
{ΜΕΓ.} Εἷς ὁ τῶν Ἰουδαίων.
{ΑΔ.} Οὐδενὸς εἰκὸς μικροῦ παραδείγματος ἅψασθαι πρὸς τὸ συν-
ετώτερον γενέσθαι τὸ λεγόμενον. ὃν τρόπον γυνὴ τετοκυῖα παιδίον,
οὐ πρότερον τελείαν τούτῳ προσκομίζει τὴν τροφήν, ἀλλὰ γαλακτο-
20
τροφεῖ, καὶ μετέπειτα μείζοσι καὶ ἰσχυροτέροις κέχρηται βρώμασι
—οἶδε γὰρ καὶ ὁ ἀπόστολος Παῦλος κατὰ προκοπὴν νομοθεσίας τοῖς
ἀνθρώποις προσάγειν, λέγων· <γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα,
οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδ' ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρ-
κικοί ἐστε> —τὸν αὐτὸν τρόπον καὶ ὁ θεός· κατὰ γὰρ αὔξησιν τοῖς
ἀνθρώποις ἐνομοθέτησεν, ἄλλα τῷ Ἀδὰμ ὡς νηπίῳ, ἄλλα τῷ Νῶε,
ἄλλα τῷ Ἀβραάμ, ἕτερα διὰ Μωσέως καὶ ἄλλα διὰ τοῦ εὐαγγελίου
κατὰ προκοπὴν ἀρχομένου τοῦ κόσμου καὶ μεσάζοντος καὶ τελειου-
μένου, τὸ τέλειον τῷ τελείῳ ταμιευσάμενος. ἵν' οὖν μὴ δόξῃς ἀσύ-
στατόν με τὸν λόγον ποιεῖσθαι, παρέξομαι τὰς ἀποδείξεις ὅπως ὁ
αὐτὸς θεὸς ἀμφότερα ἐνομοθέτησε. προστάττει γὰρ τῷ Ἀβραὰμ
φονεύειν αὐτοῦ τὸν υἱόν· μετὰ ταῦτα νομοθετεῖ διὰ Μωσέως μὴ δεῖν
φονεύειν, ἀλλὰ τὸν δράσαντα ἀνδροκτονίαν, τοῦτον ἀντικτείνεσθαι.
ἐπεὶ οὖν ὁ αὐτὸς δικαιοῖ φονεύειν καὶ μὴ φονεύειν, δύο ἐρεῖς εἶναι
θεοὺς καὶ ἠναντιωμένους ἀλλήλοις;
{ΕΥΤΡ.} Ὁ αὐτὸς κελεύει φονεύειν καὶ μὴ φονεύειν;
{ΑΔ.} Ὁ αὐτός, καὶ οὐ μόνον ἐν τούτῳ εὑρίσκεται ἀλλὰ καὶ ἐν
πολλοῖς πολλάκις, καί ἐσθ' ὅτε μὲν νομοθετεῖ θυσίας καὶ ὁλοκαυτώ-
ματα αὑτῷ προσφέρεσθαι, καὶ πάλιν μὴ προσφέρεσθαι. ἀποκρινάσθω
οὖν εἰ ἄλλος ἐστὶν ὁ κελεύων σφάζεσθαι τὸν Ἰσαάκ, καὶ ἄλλος προσ-
τάττει μὴ φονεύειν καὶ θυσίας προσφέρεσθαι καὶ μὴ προσφέρεσθαι.
{ΕΥΤΡ.} 〈Εἰ〉 οὕτω περιέχεται ἐν τῇ γραφῇ, ποτὲ μὲν ἐπιτρέπειν
θυσίαν προσκομίζειν, ποτὲ δὲ μὴ βούλεσθαι, τί λέγεις, Μεγέθιε; ὁ
αὐτός ἐστιν ὁ θεὸς ὁ ἐνδιαλλάσσων τοὺς νόμους, ἢ δύο εἰσίν, (ὧν
ὡρίσω ἕνα τὸν δημιουργὸν εἶναι; καὶ οὐκέτι τρεῖς ἀρχαὶ ἀλλὰ τέσσαρες,
καὶ οὐχ ἵσταται ὑμῶν τὸ δόγμα).
{ΜΕΓ.} Ὁ τῶν Ἰουδαίων ὁ αὐτός ἐστιν, ὁ δημιουργός, ὁ δὲ ἡμέ-
τερος οὐκ ἔστιν αὐτοῦ υἱός.
{ΑΔ.} Ποία ἀπόδειξις τοῦ μὴ εἶναι τὸν Χριστὸν υἱὸν τοῦ δημι-
ουργοῦ;
{ΜΕΓ.} Ὅτι ὁ Χριστὸς ἀνέτρεψε τὰ τοῦ δημιουργοῦ, καὶ δείκνυμι
ὅτι ἀνέτρεψε.
{ΑΔ.} Δεῖξον ὅτι ἀνέτρεψε.
22
{ΜΕΓ.} Ὁ θεὸς τῆς γενέσεως ἐντέταλται Μωσεῖ ἐκβαίνοντι ἐκ γῆς
Αἰγύπτου λέγων· <ἕτοιμοι γένεσθε, τὴν ὀσφὺν ἐζωσμένοι, τοὺς
πόδας ὑποδεδεμένοι, τὰς ῥάβδους ἐν ταῖς χερσὶν ὑμῶν, τὰς
πήρας ἔχοντες ἐφ' ἑαυτούς· χρυσὸν καὶ ἄργυρον καὶ τὰ ἄλλα
πάντα ἀπενέγκασθε τῶν Αἰγυπτίων>. ὁ δὲ κύριος ἡμῶν ὁ ἀγα-
θός, ἀποστέλλων τοὺς μαθητὰς αὐτοῦ εἰς τὴν οἰκουμένην, λέγει·
<μήτε ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, μήτε πήραν, μήτε δύο
χιτῶνας, μήτε χαλκὸν ἐν ταῖς ζώναις ὑμῶν>. ἴδε πῶς τηλαυγῶς
ὁ ἀγαθὸς τοῖς ἐκείνου ἐναντιοῦται δόγμασιν.
{ΕΥΤΡ.} Τὸ αὐτό μοι φαίνεται τοῦτο ὅπερ τὸ φονεύειν καὶ μὴ
φονεύειν, καὶ τὸ διδόναι θυσίας καὶ μὴ διδόναι. ταὐτὸν οὖν ἐστι καὶ
τὸ λαμβάνειν ἀργύριον καὶ πήραν, καὶ μὴ λαμβάνειν. ζητῶ δὴ τοῦτο
εἰ, τοῦ δημιουργοῦ προστάξαντος τῷ Ἀβραὰμ φονεύειν τὸν υἱόν, ἄλλος
ἐστὶν ὁ νομοθετήσας μὴ φονεύειν καὶ ἄλλος ὁ τῷ Ἀβραὰμ προστάξας.
({ΑΔ.} Εἰ δὲ εἷς ἐστιν ὁ ταῦτα νομοθετήσας τὰ ἠναντιωμένα,
ἅπερ αὐτὸς ἐδοκίμασεν εὖ ἔχειν, εἰ καὶ ἡμῖν δοκοῦσιν ἐναντία εἶναι.
πῶς διὰ τὸ δοκεῖν ἠναντιῶσθαί τινα τῶν ἐν τῷ εὐαγγελίῳ ταῖς τοῦ
νόμου προστάξεσι, δύο λέγεις εἶναι θεοὺς τοὺς προστάσσοντας, μὴ
δείξας πῶς οὖν ὁ αὐτὸς τοῦ νόμου θεός, εἷς ὤν, εἶπε φονεύειν καὶ
μὴ φονεύειν; εἰ δὲ ἐξὸν αὐτῷ ὡς θεῷ κατὰ καίρους ὃ βούλεται,
μᾶλλον δὲ ὃ δοκιμάζει χρήσιμον, νομοθετεῖν, ὁ αὐτὸς δείκνυται ὁ
προστάξας λαμβάνειν ἐφόδια τῆς ὁδοῦ καὶ μὴ λαμβάνειν. τὴν δὲ
αἰτίαν τούτων ἐγὼ εἰπεῖν οὐκ ἔχω, τὰ δὲ πράγματα ὅμοια τυγχάνει.)
{ΕΥΤΡ.} Τί λέγεις, Μεγέθιε; ὁ αὐτὸς θεὸς εἷς ἐστιν, ἢ δύο ἐν τῷ
νόμῳ ἐναντία προστάσσοντες;
{ΜΕΓ.} Οὗτος μὲν ὁ αὐτός, ὁ δὲ Χριστὸς οὐκ ἔστιν αὐτοῦ υἱός.
{ΕΥΤΡ.} Εἰ διὰ τὸ δοκεῖν ἐναντιοῦσθαι τὰς νομοθεσίας λέγεις
ἄλλου υἱὸν εἶναι τὸν Χριστόν, πλάττῃ, Μεγέθιε, ἐδείχθη γὰρ ὁ αὐτὸς
τὰ ἴδια ἀνατρέψας, ὡς καὶ αὐτὸς ὡμολόγηκας.
{ΑΔ.} Καὶ εἰ ἦν ὃ προέτεινε κεφάλαιον, ἐδεικνύετο ἑνὸς καὶ τοῦ
24
αὐτοῦ θεοῦ· ὅμως δὲ δείκνυμι μὴ εἶναι ἐναντίον τοῦτο ἀλλὰ διαφορὰς
πραγμάτων. οἱ μὲν γὰρ ἀφ' Ἱερουσαλὴμ ὑπὸ Χριστοῦ πεμπόμενοι
εἰρήνην εὐαγγελίσασθαι ἀπεστέλλοντο· οἱ δὲ ἐξ Αἰγύπτου πολέμῳ
ἐδιώκοντο ὑπὸ τῶν ἰδίων [<Χὰμ γὰρ παῖς οἰκέτης ἔσται τοῖς ἀδελ-
φοῖς αὐτοῦ>, φησὶν ἡ γραφὴ περὶ τῶν υἱῶν τοῦ Νῶε, Σήμ, Χάμ, Ἰαφέθ.
<Χὰμ παῖς οἰκέτης ἔσται τῷ ἀδελφῷ αὐτοῦ>] οἰκετῶν. ἔδει οὖν τοὺς
οἰκέτας τοὺς τὸν πόλεμον αἱρησαμένους ὑπὸ πολέμου ἀναλωθῆναι·
καὶ τὸ εὐαγγέλιον δὲ οἶδε τοὺς κακοὺς ἀμύνεσθαι καὶ φονεύειν. οὕτω
γὰρ λέγει ὅτι· <ἥξει ὁ κύριος τοῦ κακοῦ δούλου ἐν ἡμέρᾳ ᾗ οὐ
γινώσκει καὶ ἐν ὥρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ διχοτομήσει αὐτὸν
καὶ θήσει τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων>. ἐστὶ τοίνυν
δίκαιον τοὺς πολεμοῦντας ἀδίκως ἀντιπολεμεῖσθαι δικαίως. οὕτω
τοίνυν δίκαιον τοὺς εἰρήνην εὐαγγελισαμένους δίχα ὅπλων εὐαγγελί-
σασθαι. ἄλλως δὲ καὶ Ἡσαΐας ὁ προφήτης ἔλεγεν· <ὡς ὡραῖοι οἱ
πόδες τῶν εὐαγγελιζομένων εἰρήνην>. ἦν δὲ καὶ παρὰ τῷ
προφήτῃ δεδοκιμασμένος ὁ καιρὸς πότε τὰ ὅπλα συγκοπῆναι ἔδει,
φήσαντος· ἐκ <Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ
Ἱερουσαλὴμ καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν καὶ ἐλέγξει λαὸν
πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ
τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ λήψεται ἔθνος
ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν>.
{ΕΥΤΡ.} Αὕτη οὐκ ἔστιν ἐναντίωσις ὁπότε ἐδείχθη καὶ ὁ Χριστὸς
τοὺς κακοὺς ἀμυνόμενος, λέγων διχοτομεῖσθαι τὸν δοῦλον τὸν κακόν.
{ΜΕΓ.} Ὁ προφήτης τοῦ θεοῦ τῆς γενέσεως, πολέμου συστάντος
πρὸς τὸν λαόν, ἀναβὰς ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἐξέτεινε τὰς
χεῖρας αὐτοῦ πρὸς τὸν θεόν, ἵνα πολλοὺς τῷ πολέμῳ ἀνέλῃ· ὁ δὲ
κύριος ἡμῶν, ἀγαθὸς ὤν, ἐξέτεινε τὰς χεῖρας αὐτοῦ οὐχὶ τοῦ ἀνελεῖν
τοὺς ἀνθρώπους ἀλλὰ τοῦ σῶσαι. τί οὖν ὅμοιον; ὁ μὲν διὰ τῆς
ἐκτάσεως τῶν χειρῶν ἀναιρεῖ, ὁ δὲ σῴζει.
{ΑΔ.} Ἀναγκαῖον ἂν εἴη ἀκριβῶς τὰς ἐκτάσεις ἀμφοτέρων δοκι-
26
μάσαι, Μωσέως τε καὶ τοῦ Χριστοῦ, καὶ ἐὰν μὲν ὅμοιαι, εὖ ἂν ἔχοι,
εἰ δὲ ἐναντίαι πρὸς ἀλλήλους, ἀποδεικτέον. καὶ ἡ Μωσέως γὰρ ἔκ-
τασις τῶν χειρῶν τὸν λαὸν πιστὸν τῷ θεῷ ἔσωσε, τοὺς δὲ ὑπεναν-
τίους ἀπώλεσε, καὶ ἡ τοῦ Χριστοῦ οὕτως ἐποίησεν. εἰ μὲν οὖν ἡ
ἔκτασις τῶν χειρῶν τοῦ Χριστοῦ πάντας ἔσωσε, πιστούς τε καὶ ἀπί-
στους καὶ φονεῖς καὶ μοιχούς, δοκεῖς τι λέγειν· εἰ δὲ οἱ πιστεύσαντες
μὲν αὐτῷ ἐσώθησαν, οἱ δὲ ἀπιστήσαντες αὐτῷ ἀπώλοντο, ὡς ὁ
Ἀμαλέκ, τί ἐναντίον; καὶ γὰρ μετὰ τὴν ἔκτασιν τῶν χειρῶν τοῦ
Χριστοῦ τῶν ἀπίστων καὶ ὁ ναὸς καὶ ἡ πόλις κατεστράφη, καὶ
διεσπάρη ὁ λαὸς καὶ ἀπώλετο. ὁμοία τοίνυν ἐστὶν ἡ ἔκτασις τῶν
χειρῶν ἀμφοτέρων, προτύπωσις τοῦ Χριστοῦ ἡ Μωσέως γενομένη·
ἄμφω γὰρ τοὺς μὲν πιστοὺς ἔσωσαν, τοὺς δὲ ἀπίστους ἀπώλεσαν.
{ΜΕΓ.} Οὐκ ἔστιν ἴσον οὐδὲ ὅμοιον.
{ΕΥΤΡ.} Δοκεῖς μοι μὴ νοεῖν τὰ λεγόμενα· τότε γὰρ δοκεῖ διαλ-
λάττειν, ὁπόταν ὁ εἷς τοὺς πιστοὺς σώσῃ, ὁ δὲ ἕτερος τοὺς ἀπίστους.
Ἀμφότεροι δὲ εὑρίσκονται τὸ αὐτὸ πράττοντες· οὐδὲν οὖν τὸ ἀντί-
πιπτον. λέγε εἴ τι ἕτερον ἔχεις.
{ΜΕΓ.} Ὁ ἐν τῷ νόμῳ κύριος λέγει· <ἀγαπήσεις τὸν ἀγαπῶντά
σε, καὶ μισήσεις τὸν ἐχθρόν σου>· ὁ δὲ κύριος ἡμῶν, ἀγαθὸς ὤν,
λέγει· <ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν
διωκόντων ὑμᾶς>.
{ΑΔ.} Εἰ μὲν γὰρ ἐν μόνῳ τῷ εὐαγγελίῳ ἔκειτο, καλῶς ἔλεξας· εἰ δὲ
καὶ ἐν τῷ νόμῳ εὑρίσκομεν διεσταλμένον· <ἐὰν ἴδῃς>, φησί, <τὸν βοῦν
ῥεμβόμενον τοῦ ἐχθροῦ σου, οὐκ ἐάσεις αὐτὸν ἀπολέσθαι·
ἀνάξας ἀποδώσεις αὐτῷ τὸν βοῦν αὐτοῦ>. καὶ πάλιν φάσκει·
<ἐὰν ἴδῃς τὸν ὄνον τοῦ ἐχθροῦ σου ἐν τῇ ὁδῷ πεσόντα, οὐ
μὴ ἀντιπαρέλθῃς αὐτόν, ἕως ἐπάρας γομώσῃς τὸν ὄνον>. ἀλλ'
οὖν γε καὶ ὅτε ὁ λαὸς ἐπῆλθεν ἀνελεῖν Μωσέα καὶ ἐπεσκίασεν ἡ δόξα
28
κυρίου, ἦν δὲ ὅσιον τοὺς ἐπελθόντας ἐχθρῶν δίκην ἀναιρεῖσθαι, καὶ
ἔπεσε κατὰ τὸ γεγραμμένον ἡ θραῦσις, καὶ ἔμελλεν ὄλλυσθαι ὁ λαός,
εἰ μὴ Μωσῆς, παραπέμψας τὴν ἔχθραν, ἐδεήθη τοῦ θεοῦ ὑπὲρ τῶν
ἐχθρῶν αὐτοῦ, εἰπών· <Ἀαρών, ἀπάντησον τῷ ὀλοθρευτῇ, λαβὼν
ἐν τῇ χειρί σου τὸ πυρεῖον>· ἀκούσας Ἀαρὼν ἀπήντησε καὶ ἐκό-
πασεν ἡ θραῦσις. ἀλλὰ καὶ Δαυῒδ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ καὶ
εὑρὼν τόπον ἀνελεῖν αὐτόν, οὐκ ἀνεῖλεν ἀλλὰ τοὐναντίον εὐχὴν
ὑπὲρ αὐτοῦ ποιεῖται· ἀλλ' οὖν γε καὶ Ἱερεμίας, βληθεὶς ὑπ' ἐχθρῶν
εἰς λάκκον, οὐκ ἐμνησικάκησεν ἀλλὰ τοὐναντίον καὶ αὐτὸς ηὔχετο
ὑπὲρ αὐτῶν. λέγει δὲ ἐν τῷ γράμματι τοῦ εὐαγγελίου· <ἀναχωρεῖτε
ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν>. ὁρᾷς ὅτι συνᾴδει τὸ
εὐαγγέλιον τῷ νόμῳ.
{ΜΕΓ.} Ἐν τίνι συνᾴδει;
{ΕΥΤΡ.} Πῶς οὐκ ἔστι τὰ αὐτά; ἃ προέτεινεν ὁ Χριστὸς γενέσθαι,
ταῦτα ἐν τῷ νόμῳ γέγονεν. ἐχθροὺς ἀγαπᾶν προσέταξε, καὶ ὁ νόμος
ἐχθροὺς μὴ ἀμύνεσθαι προσέταξεν, ἀλλ' οὐδὲ μέχρι βοὸς ἢ ὄνου
παρορᾶν κελεύει. πῶς δὲ καὶ ὁ Χριστὸς οὐ μισήσει τοὺς τὰ φαῦλα
πράσσοντας ὡς ἐχθρούς, λέγων· <ἀναχωρεῖτε ἀπ' ἐμοῦ>; τοῦτο οὐκ
ἔστιν ἀγάπης τὸ ἀπώσασθαι τοὺς ἐχθρούς.
{ΜΕΓ.} Ὁ προφήτης τοῦ θεοῦ τῆς γενέσεως, ἵνα πολεμῶν πλείονας
ἀνέλῃ, ἔστησε τὸν ἥλιον τοῦ μὴ δῦσαι μέχρι συντελέσῃ ἀναιρῶν τοὺς
πολεμοῦντας πρὸς τὸν λαόν· ὁ δὲ κύριος, ἀγαθὸς ὤν, λέγει· <ὁ ἥλιος
μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν>.
{ΑΔ.} Περὶ τοῦ τοὺς ἀδίκως πόλεμον κατὰ δεσποτῶν συστησα-
μένους [ὅσιον] δικαίως ἀναιρεῖσθαι ἀποδέδεικται, ἐξ ὧν καὶ ὁ Χριστὸς
τὸν φαύλως ἀναστραφέντα κελεύει βληθῆναι <εἰς τὸ σκότος τὸ ἐξώ-
τερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων>. ἕνεκεν
δὲ τοῦ· <ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν>, τοῦτο
δείκνυται οὐ μόνον δι' ἐντολῆς ἐν τῷ νόμῳ, ἀλλὰ δι' ἔργου γεγονός,
ὡς γέγραπται ὅτι παρώργισαν τὸν Μωσῆν ἐν τοῖς ἔργοις αὐτῶν
Ἀαρὼν καὶ Μαρία ἡ ἀδελφὴ αὐτοῦ, συμβῆναι δὲ τὴν Μαρίαν λέπρᾳ
περιπεσεῖν διὰ τὸν παροργισμόν· ὁ δὲ Μωσῆς παρὰ τοῦ Ἀαρὼν 〈αἰτη-
θεὶς〉 οὐκ ἀνέμεινε τὸν ἥλιον δῦσαι, ἀλλὰ τοὐναντίον ἱκέτευσε τὸν
θεὸν ἰαθῆναι τὴν ἀδελφὴν αὐτοῦ. ὅρα τοίνυν ὅτι καὶ ἐν τῷ νόμῳ
30
τοιαῦτα ἐγένετο, ὅπως μὴ ἐπιδύῃ ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ. ἀλλὰ
μὴν καὶ ὁ προφήτης κηρύσσει ἀναφανδόν· <μὴ μνησικακεῖτε ἕκα-
στος πρὸς τὸν πλησίον αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν>. ὡδὶ
πέφηνε τοίνυν καὶ ἐν νόμῳ καὶ ἐν εὐαγγελίῳ εἶναι τό· <ὁ ἥλιος μὴ
ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν>.
{ΜΕΓ.} Οὐδὲ γέγραπται τοῦτο ἐν τῷ νόμῳ περὶ τοῦ μὴ ἐπιδύειν
τὸν ἥλιον· τί ἄλλα ἀντ' ἄλλων λέγεις;
{ΕΥΤΡ.} Βούλει μόνον φιλονεικεῖν ἀδίκως, Μεγέθιε· εὕρηται καὶ
ἔργῳ καὶ παραγγελίᾳ γεγενημένον ἐν τῷ νόμῳ· τὸ γὰρ παραγγεῖλαι
τὸν προφήτην μὴ μνησικακεῖν οὐ δοκεῖ σοι ἀκριβέστερον εἶναι; ὁ μὲν
οὖν Χριστὸς κἂν μιᾶς ἡμέρας προθεσμίαν τῷ παροργισμῷ ἔδωκεν, ὁ
δὲ προφήτης οὐδ' ὅλως μνησικακεῖν προσέταξε.
{ΜΕΓ.} Ὡς φαίνεται, οὐ δικαστὴς εἶ, ἀλλ' ἀντίδικος.
{ΑΔ.} Οὐκ Εὐτρόπιος ἀντίδικός σού ἐστιν, ἀλλ' ἡ ἀλήθεια· αὕτη
γὰρ ἀντιδικεῖν τοῖς ψευδηγόροις πέφυκε. καὶ γὰρ ἀήττητος καὶ ἀθά-
νατος ὑπάρχει ἡ ἀλήθεια, βλάστημα τοῦ ἀγαθοῦ θεοῦ οὖσα.
{ΕΥΤΡ.} Οἱ παρόντες ἀκροαταὶ λεγέτωσαν εἰ παρὰ τὸ δίκαιον
ἀπεφηνάμην· καὶ γὰρ αὐτὸς Ἕλλην ὢν βούλομαι Χριστιανὸς γενέσθαι
**** ἀνάγκη οὖν **** τὸ κρεῖττόν με αἱρήσασθαι.
{ΜΕΓ.} Δείξω ὅτι ἠναντίωται τὸ εὐαγγέλιον τῷ νόμῳ.
{ΕΥΤΡ.} Τὸ ἠναντιῶσθαι οὐκ ἤδη δύο θεοὺς δείκνυσι· καὶ γὰρ
ὡμολόγηται ὑπὸ σοῦ ὅτι εἷς ἦν ὁ λέγων· φόνευσον, καί· μὴ φονεύσῃς.
{ΜΕΓ.} Ἐκ τούτου δείκνυται μὴ ὢν ἀγαθὸς ὁ δημιουργὸς ὅτι
ἑαυτῷ ἐναντιοῦται.
{ΑΔ.} Εἰ διὰ τὸ διαφόρους νόμους αὐτὸν τεθεικέναι λέγεις αὐτὸν
μὴ εἶναι ἀγαθόν, ἄκουε [ἴσος ὢν] ὅτι καὶ ὁ Χριστὸς οὐδὲν διαλλάττει
αὐτοῦ, ἀλλ' ἴσως τοῦ δημιουργοῦ καὶ αὐτὸς διάφορα νομοθετεῖ· λέγει
γάρ· <ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν>, καὶ μετὰ ταῦτα λέγει τοῖς
ἐχθροῖς τῆς πίστεως· <πορεύεσθε εἰς τὸ σκότος τὸ ἐξώτερον>
32
πῶς ἠγάπα τοὺς ἐχθροὺς οὓς ἀπέστελλεν εἰς τὸ σκότος τὸ ἐξώτερον;
ἐν τούτῳ ποία ἀγάπη;
{ΜΕΓ.} Ἐν τῷ νόμῳ λέγει· <ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ
ὀδόντα ἀντὶ ὀδόντος>, ὁ δὲ κύριος, ἀγαθὸς ὤν, λέγει ἐν τῷ εὐαγ-
γελίῳ· <ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν σιαγόνα, παράθες αὐτῷ καὶ
τὴν ἄλλην>.
{ΑΔ.} Καλλίστως καὶ ἁρμοδίως τέθεινται αἱ φωναὶ νομοθεσίας.
ἡ μὲν γὰρ πρώτη ἐν τῷ νόμῳ, <ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ>, φόβῳ
συγκέκραται, ὅπως μή τις τολμήσῃ θατέρου ὀφθαλμὸν ἐξελεῖν καὶ
παύσωνται τῆς πρὸς ἀλλήλους μνησικακίας. ὥσπερ οὖν ἐν τῷ νόμῳ
ὁ φόβος ἐκώλυσε τὴν μάχην, οὕτω καὶ ἐν τῷ εὐαγγελίῳ τὸν αὐτὸν
τρόπον κεκώλυται μὴ διὰ τὸ ἐλάχιστον ῥάπισμα ἀντιλέγειν καὶ μνη-
σικακεῖν, ἀλλ' εἴκειν καὶ πείθεσθαι. ταῦτα τοίνυν ἐστὶ φόβος καὶ
ἐπιείκεια, ἀμφότερα εἰρήνης κατασκευαστικά· καὶ ὃς μὲν διὰ τὸν φόβον
πέπαυται τῆς μάχης, ὃς δὲ διὰ τῆς ἐπιεικείας τὴν εἰρήνην ἠσπάσατο.
εἰ δὲ μόνον ἐν τῷ νόμῳ τὰς ἀνταποδόσεις λελέχθαι λέγεις, ἄκουε
τοῦ εὐαγγελίου λέγοντος· <ᾧ μετρεῖτε μέτρῳ ἀντιμετρηθήσεται
ὑμῖν>. μάθετε σαφέστερον ἐκ τοῦ αὐτοῦ εὐαγγελίου ὅτι ἕκαστος καθὸ
ἔπραξε τοῦτο κομίζεται, ὥσπερ <ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ>, ἐν τῷ
λέξαι· <ὃς ἄν με ἀρνήσηται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνή-
σομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρα-
νοῖς>. δέδεικται τοίνυν καὶ διὰ νόμου καὶ διὰ τοῦ εὐαγγελίου ὅτι
ἕκαστος πρὸς ἃ πράττει πρὸς τὸν ἀδελφὸν αὐτοῦ, τοῦτο κομιεῖται.
{ΜΕΓ.} Ὁ προφήτης τοῦ θεοῦ τῆς γενέσεως ἐκ δρυμοῦ [Ἐλισσαῖος]
ἄρκτῳ εἶπεν ἐξελθεῖν καὶ καταφαγεῖν τοὺς ἀπαντήσαντας αὐτῷ
παῖδας· ὁ δὲ ἀγαθὸς κύριος· <ἄφετε>, φησί, <τὰ παιδία ἔρχεσθαι
πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν>.
{ΑΔ.} Χρὴ τοίνυν ἀμφοτέρων τῶν παιδίων τὰς προσελεύσεις ἱστο-
ρῆσαι, καὶ εἰ μὲν ἴσαι εἰσὶν αἱ προσαγωγαί, εὖ ἂν ἔχοι, ἐστὶ γὰρ τὸ
πᾶν αἴτιον τοῖς προσιοῦσιν. οἱ μὲν τῷ Χριστῷ προσεληλυθότες δι'
εὐλογίας προσῄεσαν· οἱ δὲ διὰ χλεύην καὶ ὕβριν ἐπεσπάσαντο ἑαυτοῖς
ὄλεθρον θηριώδη. δέδεικται γὰρ ὅτι πρὸς ἃ πράττει ἕκαστος, οὕτω
κομίζεται. δίκαιον τοίνυν τοὺς προσεληλυθότας λαβεῖν εὐλογίας
34
τυχεῖν τῆς ἑαυτῶν προαιρέσεως, καὶ τοὺς ὑβρίσαντας τὸν τοῦ θεοῦ προ-
φήτην καὶ τοὐναντίον τούτους θηριοβρώτους γενέσθαι· καθὼς ἐκο-
λάσθη εἰς κύριον ἀσεβήσας Ἰούδας. αὐτὸς γὰρ ὁ Χριστὸς ἀπεφήνατο
λέγων· <οὐαὶ τῷ ἀνθρώπῳ δι' οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα-
δίδοται· συμφέρει αὐτῷ εἰ μὴ ἐγεννήθη, ἢ γεννηθέντα μύλῳ
ὀνικῷ προστεθῆναι καὶ καταποντισθῆναι ἐν τῷ βάθει τῆς
θαλάσσης>. εὑρήσεις δὲ καὶ τοὺς προφήτας πολλάκις πολλοὺς ἐλεή-
σαντας· ἀλλ' οὖν γε καὶ νεκροὺς ἐγείραντας. ἀλλὰ καὶ Σωμανῖτις
δεηθεῖσα τοῦ προφήτου ἀπείληφε τὸν τεθνηκότα αὐτῆς υἱόν. ἀπο-
δέδεικται οὖν φανερῶς ἑνὸς θεοῦ τοὺς προφήτας ὄντας καὶ τὸν
Χριστόν· εἷς γὰρ ὤν, ὃν ὡς εἰδὼς ἔφης ἀγαθὸν μόνον εἶναι 〈καὶ〉
οὐχὶ καὶ δίκαιον [ὁ Χριστός], τίνι λόγῳ κελεύει τὸν ἀδίκως ἀσεβήσαντα
Ἰούδαν δικαίως εἰς θάλασσαν ῥίπτεσθαι; οἶμαι γὰρ τὸ τοὺς ἁμαρτά-
νοντας κολάζειν δικαίου εἶναι καὶ οὐκ ἀγαθοῦ κατὰ σέ. ἀγαθὸς γὰρ
ὢν μόνον καὶ οὐχὶ καὶ δίκαιος, ὀφείλει μηδένα κολάζειν, εἰ δὲ κολάζει,
ἔσται καὶ δίκαιος. λεκτέον τοίνυν καὶ τοῦτο· δῆλον γὰρ ὅτι δίκαιος,
ὁ δημιουργός, οὐδὲν εἶχε πρᾶγμα κολάσαι τὸν Ἰούδαν, μηδὲν ἠδικη-
μένος παρ' αὐτοῦ. ἀλλ' οὐδὲ διάβολος ἠδύνατο κολάσαι τὸν Ἰούδαν,
μηδὲν ὑπ' αὐτοῦ βλαβείς, μᾶλλον δὲ τοὐναντίον βοηθηθείς· ὃν γὰρ
ἐφοβεῖτο καὶ ἐβόα· <τί ἐμοὶ καὶ σοί; ἦλθες πρὸ καιροῦ βασανίσαι
με>; τοῦτον ἐθεώρει θανάτῳ ὑποβληθέντα ὑπὸ τοῦ Ἰούδα. εἰκὸς οὖν
μήτε ὑπὸ τοῦ ἀγαθοῦ Χριστοῦ κολάζεσθαι τὸν Ἰούδαν, ἀγαθὸς γὰρ
οὐδέποτε κολάζει. τίνα τοίνυν τῶν τριῶν φὴς κεκολακέναι τὸν
Ἰούδαν; δέδεικται γὰρ ὅτι 〈ὁ〉 δίκαιος, οὔτε ἀδικηθεὶς αὐτός, οὐκ
ἐκόλασε μηδὲν βλαβείς· εἰ δὲ ἐκόλασεν, ἀνάγκη αὐτὸν ὡς ἔκδικον κατα-
στάντα εἶναι παρὰ τοῦ ἀδικηθέντος. εἰ δὲ ὁ διάβολος ἐκόλασε τὸν
Ἰούδαν, ἔσται δίκαιος καὶ οὐ κακός· ὁ γὰρ κατακρίνας τὸν ἀδίκως
παραδόντα δίκαιος· ἔσται οὖν δίκαιος καὶ οὐ πονηρός. εἰ δὲ ὁ Χρι-
στὸς ἐκόλασε, τοὐναντίον τῆς σῆς γνώμης ἔσται· ἀγαθὸς γὰρ οὐδέποτ
κολάζει· εἰ δὲ ἐκόλασε, δίκαιος καὶ οὐκ ἀγαθὸς ἔσται. ἄκουε δὴ καὶ
36
τοῦ ἀποστόλου λέγοντος ὅτι· <ἕκαστος παρὰ Χριστοῦ κομίζεται
εἴτε ἀγαθὸν εἴτε κακόν>.
{ΜΕΓ.} Τί ὅμοιον; ὁ προφήτης ἀπέκτεινεν, ὁ δὲ Χριστὸς ἔσωσεν.
({ΑΔ.} Τοὐναντίον δὲ τοὺς ἀπίστους ἀπώλεσεν. ἔλεγε γὰρ ἑκάστῳ·
<ἡ πίστις σου σέσωκέ σε>· εἰ οὖν ἡ πίστις ἑκάστου, ἡ ἐκ προαιρέσεως,
πέφυκε σώζειν, τοὐναντίον ἡ ἀπιστία ἀπώλεσεν.*)
{ΕΥΤΡ.} Οἱ τῷ προφήτῃ προσελθόντες εὐλογίας λαβεῖν προσῆλθον;
{ΑΔ.} Οὐκ, ἀλλὰ χλεύης ἕνεκεν καὶ ὕβρεως ἀμέλει φαλακρὸν
τοῦτον ἐκίκλησκον.
{ΕΥΤΡ.} Δίκαιον ἦν κατὰ τὴν προαίρεσιν τῆς προσαγωγῆς οὕτω
καὶ κομίσασθαι, μάλιστα τοῦ ἀποστόλου λέγοντος παρὰ τοῦ Χριστοῦ
ἀγαθὰ καὶ κακὰ κομίζεσθαι.
{ΜΕΓ.} Ὁ δημιουργὸς οὐδὲ ᾔδει ποῦ ἐστιν ὁ Ἀδάμ, λέγων· <ποῦ
εἶ>; ὁ δὲ Χριστὸς καὶ τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ᾔδει.
{ΑΔ.} Πῶς οὖν καὶ ὁ Χριστὸς περὶ Λαζάρου λέγει· <ποῦ τεθεί-
κατε αὐτόν>; ἠγνόει ἴσως ποῦ κεῖται.
{ΜΕΓ.} Οὐ γέγραπται ἐν τῷ ἡμετέρῳ εὐαγγελίῳ.
{ΑΔ.} Οἶδας ὅτι ἐπηγγείλω ἐκ τοῦ ἡμετέρου εὐαγγελίου δεικνύναι.
ἐπεὶ οὖν 〈οὐ〉 βούλει τοῦτο, πῶς πυνθάνεται ὁ Χριστὸς παρὰ τοῦ ἀρχι-
δαίμονος λέγων· <τί σοί ἐστιν ὄνομα; ὁ δέ>, φησίν, <εἶπε· Λεγεών>.
ἴσως οὖν κατὰ σὲ ἠγνόει καὶ διὰ τοῦτο ἐπυνθάνετο.
{ΜΕΓ.} Οὐχ ὅμοιον.
{ΕΥΤΡ.} Ἀμφότερά μοι δοκοῦσιν ἄγνοια εἶναι, τό τε λέγειν· <ποῦ
εἶ>; καὶ τό· <τί σοι ὄνομα>; λέγειν.
{ΑΔ.} Οὐχ ὡς πυνθανόμενος ὁ θεὸς τῷ Ἀδὰμ φάσκει· <ποῦ εἶ>;
ἀλλ' ὑπομιμνήσκειν αὐτὸν ἐβούλετο. τὸ πρότερον γὰρ ἐν μακαριότητι
διάγοντα καὶ μικρὸν ὕστερον παρακούσαντα τῆς ἐντολῆς καὶ ὄντα
γυμνόν, ὑπομιμνήσκει <ποῦ εἶ>; λέγων, ὅρα ἐν ποίοις ἦς καὶ ποῦ εἶ,
ἐκπεσὼν τῆς τρυφῆς παραδείσου.
38
{ΜΕΓ.} Πῶς οὖν ἐν τῷ νόμῳ λέγει· <ἱμάτιον ἀνθ' ἱματίου>, ὁ
δὲ ἀγαθὸς κύριος λέγει· <ἐάν τίς σου ἄρῃ τὸ ἱμάτιον, πρόσθες
αὐτῷ καὶ τὸν χιτῶνα>;
{ΑΔ.} Τοῦτο μὲν τὸ κεφάλαιον ὅμοιόν ἐστι τοῦ· <ὀδόντα ἀντὶ
ὀδόντος>· ἀλλ' ἵνα μὴ οἰηθῇς ἀργῶς ἡμᾶς πρὸς τὰς προτάσεις φέρε-
σθαι, εἰ καὶ μάλιστα δικαστοῦ τόπον φθάσας κατείληφας ἐν τῷ ἐπι-
φέρειν τὰς ἐκ τῶν γραφῶν ἐρωτήσεις· ὁ γάρ τοι ἐπιφέρων μείζων
ἐστὶ τοῦ ἐπιλυομένου· τοῦτο τό· <ἐάν τίς σου ἄρῃ τὸ ἱμάτιον> ἐν
μὲν τῷ εὐαγγελίῳ γέγραπται, ἐν δὲ τοῖς πατριάρχαις ἔργῳ γεγένηται.
Ἰωσὴφ ἀποδυθεὶς τὸ ἱμάτιον ὑπὸ τῶν ἀδελφῶν οὐ μόνον τὸν χιτῶνα
προσδίδωσι, κατὰ τὸ λεχθὲν ἐν τῷ εὐαγγελίῳ, ἀλλὰ καὶ σιτία καὶ ἐν
καιρῷ λιμοῦ τροφὰς καὶ ὅσα πλεῖστα [ὅσα] χρήματα. ἀλλὰ καὶ ἐν τῷ
νόμῳ τοῦτο προστέτακται· <ἐὰν λάβῃ σου ὁ ἀδελφὸς ἀργύριον>
[ἢ ἱμάτιον], <τῷ ἑβδόμῳ μηνὶ καὶ τὸν τόκον καὶ τὸ κεφάλαιον
ἀφήσεις αὐτῷ> [καὶ τὸν χιτῶνα].
{ΜΕΓ.} Ὁ προφήτης τοῦ θεοῦ τῆς γενέσεως λέγει· <τὰ τόξα μου
ἐντεταμένα καὶ τὰ βέλη μου ἠκονημένα>, ὁ δὲ ἀπόστολός φησιν·
<ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι τὰ
βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι>.
{ΑΔ.} Καλὸν καλῷ οὐκ ἀντίκειται, οὔτε κακὸν κακῷ, οὔτε φῶς
φωτί, οὔτε λευκὸν λευκῷ, ἀλλὰ τὸ μέλαν τῷ λευκῷ. πῶς τοίνυν
οἴει ταῦτα ἀντικεῖσθαι τὰ τοῦ προφήτου καὶ τὰ τοῦ ἀποστόλου; ἢ
ἀγνοεῖς ὅτι τόξα καὶ [ἡ] μάχαιρα καὶ θυρεὸς καὶ βέλη καὶ ὅπλα πάντα
πολεμικά ἐστιν;
{ΕΥΤΡ.} Ὁ προφήτης τίνος ἦν, τοῦ δικαίου ἢ τοῦ πονηροῦ;
{ΜΕΓ.} Τοῦ δικαίου.
{ΑΔ.} Πῶς οὖν πονηρὸν λέγει ὁ ἀπόστολος τὸν δίκαιον, λέγων·
<τὰ βέλη τοῦ πονηροῦ>;
{ΕΥΤΡ.} Οὐ ταὐτόν ἐστιν.
40
{ΜΕΓ.} Ὁ θεὸς τῆς γενέσεως ὑποχυθέντα τὸν Ἰσαὰκ οὐκέτι
ἐποίησε διαβλέψαι, ὁ δὲ κύριος ἡμῶν, ἀγαθὸς ὤν, πολλῶν τυφλῶν
ἤνοιξεν ὀφθαλμούς.
{ΑΔ.} Ἀγνοεῖς τὴν οἰκονομίαν τοῦ θεοῦ. ὁ οὖν δοὺς τῷ Ἀβραὰμ
παρὰ προσδοκίαν ἐπὶ τῷ γήρᾳ υἱούς, καὶ Τωβίᾳ χαρισάμενος τὸ
βλέπειν, ἵνα μὴ πάντα τὰ μεγαλεῖα διεξερχόμενοι μηκύνωμεν τὸν
λόγον, ἠδύνατο καὶ τὸν Ἰσαὰκ μὴ συγχωρῆσαι ὑποχυθῆναι. ἀλλ' ἐπεὶ
ἔμελλεν ὁ Ἰσαὰκ τὸν Ἠσαῦ εὐλογεῖν, ἦν δὲ εἰρημένον τῇ Ῥεβέκκᾳ ὅτι
<ὁ μείζων δουλεύσει τῷ ἐλάττονι>, διὰ τὸ μυστήριον τῶν δύο
λαῶν ὑπεχύθη, ὅπως ἄκων εὐλογήσῃ τὸν νεώτερον Ἰακώβ, τουτέστι
τὸν μεταγενέστερον τῶν Ἰουδαίων λαὸν τῆς καθολικῆς ἐκκλησίας.
{ΜΕΓ.} Ἐκ τοῦ διωχθῆναι ἡμᾶς πολλάκις καὶ μισεῖσθαι οὐκ ἔστι
φανερὸν ὅτι ἄλλου ἐσμὲν θεοῦ καὶ τοῦ τῆς γενέσεως ἀλλότριοι;
λέγει γάρ· <καρδία βασιλέως ἐν χειρὶ θεοῦ>. δῆλον οὖν ὅτι αὐτὸς
ὁ τῆς γενέσεως θεὸς ἡμᾶς ἐδίωκεν ἀπὸ τοῦ ἐν χερσὶν ἔχειν τὰς καρ-
δίας τῶν βασιλέων.
{ΑΔ.} Ταῦτα μέν, εἰ (πρὸ τούτων τῶν χρόνων) ἐσοφίζου, ὅπως ποτὲ
εἶχε λόγον, εἶχε δὲ καὶ εὐχερῆ τὴν ἐπίλυσιν· οἴομαι δὲ ἀναρμόστως
καὶ ἀπεπιτηδείως (τοῦ καιροῦ) σε προαγηοχέναι τοῦτο τὸ κεφάλαιον.
(νῦν δὲ τοῦ βασιλέως ὄντος θεοσεβοῦς, τί φὴς ἕτερον τὸν ἐν τοῖς πρὸ τούτου
κατέχοντα τὰς καρδίας ἐκείνων καὶ διώκοντα, καὶ ἕτερον θεὸν τὸν κατέχοντα
τὴν καρδίαν τούτου; κρεῖττον γὰρ καὶ τοὐναντίον τῶν βασιλέων ἐκείνων αὐτὸς
βασιλεύει. ἃ γὰρ ἐκεῖνοι καθεῖλον αὐτὸς ἀνῳκοδόμησεν, οὓς ἐκεῖνοι ἐμίσησαν
οὗτος ἠγάπησεν, οὓς ἐκεῖνοι ἐτίμων ναούς τε καὶ εἴδωλα αὐτὸς καθεῖλε.)
κατὰ σὲ οὖν ἄλλος θεὸς ἦν ἐν ἐκείνοις καὶ ἕτερος ἐν τούτῳ· πολλὴ
ἐν τούτῳ ἄνοια. ἀλλ' οὐ μόνον ἡμεῖς (ἐδιώχθημεν), ἀλλὰ καὶ οἱ προ-
φῆται πολλοὶ ἐμαρτύρησαν, <ἀλλὰ> καὶ οἱ τρεῖς παῖδες πρὸ τούτου.
καὶ τοῦτό φησιν ὁ προφήτης· <ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν
ἡμέραν>, (ὅθεν καὶ Παῦλος, τῇ αὐτῇ προφητικῇ φωνῇ χρησάμενος,
ἔλεγεν· <ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν>.*) ὁμοίως δὲ
καὶ οἱ τοῦ Χριστοῦ μαθηταί, κατόπιν τῶν προφητῶν βαίνοντες,
ὡσαύτως (ἐδιώκοντο)· ἀνάγκη σε ἀλλότριον εἶναι τοῦ κανόνος τῶν
42
διωχθέντων προφητῶν καὶ δικαίων, ἀποστόλων τε καὶ τῶν διωκο-
μένων διὰ Χριστὸν μαθητῶν.
{ΕΥΤΡ.} Πῶς οὖν 〈ὁ ἀπόστολος〉 ἀποκέχρηται τοῖς προφήταις;
εἰ γὰρ οἱ προφῆται λέγουσι καὶ αὐτὸς ὁμοίως, δῆλον ὅτι οὐκ ἀκυροῖ,
ἀλλ' ὥσπερ καλοῖς καὶ νομίμοις κέχρηται.
{ΜΕΓ.} Οὐδενὶ ῥητῶς ἀποκέχρηται τῶν ἀρχαίων· ἀμήχανον.
{ΑΔ.} Δείκνυμι ἐν πολλοῖς λέγοντα τὸν ἀπόστολον καὶ ἐπικυροῦντα
καὶ οὐκ ἀποβάλλοντα. λέγει γὰρ ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπι-
στολῇ· <ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· ἐξ
αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃ ἐγενήθη σοφία
ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
ἵνα καθὼς γέγραπται· ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω>.
ἀκριβέστερον δὲ ἐν τῇ αὐτῇ ἐπιστολῇ ἐμφαίνει, λέγων· <τίς ποι-
μαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος οὐκ ἐσθίει; μὴ κατ'
ἄνθρωπον ταῦτα λαλῶ, ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; ἐν
γὰρ τῷ Μωσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλο-
ῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει;
δι' ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν
ἀροτριᾶν>.
{ΜΕΓ.} Οἶδας ὅτι Μωσέως νόμον εἶπεν, οὐ τοῦ θεοῦ.
{ΕΥΤΡ.} Οἶδα ὅτι Μωσέως νόμον εἶπεν, ἀλλ' ἐκύρωσεν εἰπών·
<μὴ περὶ τῶν βοῶν μέλει>, φησί, <τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως
λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη>. ὁρᾶς ὅτι κυροῖ καὶ ὡς καλῶς κειμένῳ
κέχρηται. οὐδεὶς γὰρ σαπρῷ νόμῳ κέχρηται πρὸς ἀπόδειξιν ἢ φαύλῳ,
ἀλλὰ κρείττονι καὶ…
σοῦ…
The complete text is available when the reading interface loads.