Cesti
- Edition reference
- Cesti (fragmenta), ed. J.-R. Vieillefond, Les "Cestes" de Julius Africanus, Florence: Sansoni, 1970: 103–187, 201–213, 225–255, 267–275, 285–291, 297, 303, 309, 317–323.
- CTS identifier
urn:cts:greekLit:tlg2956.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
pinax
{〈Πίναξ〉}
Τάδε ἔνεστιν ἐν τῷ 〈ζʹ〉 τῶν Ἀφρικανοῦ Κεστῶν·
αʹ Περὶ ὁπλίσεως. —βʹ Περὶ πολεμίων φθορᾶς. —γʹ Ἀγωνιστι-
κόν. —δʹ Πρὸς τομὴν πληγέντος. —εʹ Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν.
—Ϛʹ Ἵππου τιθασία. —ζʹ Μὴ χρεμετίσαι ἵππον. —ηʹ Πρὸς ἵππων ὑπό-
χυσιν. —θʹ Ἵππον μὴ πτοεῖσθαι. —ιʹ Περὶ ἵππων τάχους. —ιαʹ Τα-
ράξιππον. —ιβʹ Πρὸς ὑποζυγίων φθοράν. —ιγʹ Πρὸς ἡμίονον λακτί-
ζουσαν. —ιδʹ Θήρα στρατιωτική. —ιεʹ Ποταμοῦ πλάτος εὑρεῖν καὶ
τείχους 〈ὕψος〉. —ιϚʹ Ἤχου κλοπή. —ιζʹ Ἀγρυπνητικόν. —ιηʹ Πρὸς
ἐλεφάντων μάχην. —ιθʹ Γεωργίας παράδοξα. —κʹ Ἐπισφράγισμα
περὶ βέλους.
prol
{〈Προοίμιον〉}
Κατὰ λόγον ἢ νόμον ἢ εἱμαρμένην ἢ τύχην αἱ τῶν πραγμάτων
ἐκβάσεις, ἐπιγοναὶ καὶ φθοραί, ἀλλοιώσεις καὶ ἰάματ〈α〉· ὧν ἕκαστον
καλὸν εἰδέναι, συναγαγόντας ἐκ πάντων ὠφέλειαν ποικίλην καρπου-
μένην, θεραπείαν παθῶν ἢ ἱστορίαν ἀπόρρητον ἢ λόγου κάλλος·
ἅπερ ἔν τε τοῖς φθάνουσι καὶ τοῖς ἑπομένοις, ὥς γε οἶμαι, κατὰ τὸ ἐμαυ-
τοῦ μέτριον κατώρθωται.
1
{Περὶ ὁπλίσεως}
Καλὸν δὲ ἐν πᾶσι καὶ πόλεμον εἰδέναι. Πολλάκις γὰρ καὶ ἐθαύμασα
τὴν αἰτίαν τῆς διαφόρου τῶν ἐνοπλίων ἀγώνων ῥοπῆς καὶ ἐκ τούτων
μὲν Ῥωμαίων Ἕλληνας, Ἑλλήνων δὲ τοὺς Πέρσας, μηδέπω δὲ ὑπὸ
Ῥωμαίων Πέρσας νενικῆσθαι, ἀλλ' εἰς ἐλευθερίαν θρασύνεσθαι καὶ τὴν
ἰσοτιμίαν βιάζεσθαι πρὸς ἡμᾶς λέγειν τὰ ἄνω τῆς Ἀσίας ἔθνη. Λογισμὸν
δὲ ἐμαυτῷ διδούς, εὗρον οὐ πλεονεξίαν στρατηγημάτων οὐδὲ στρα-
τιωτικὴν τὸ σύνολον ἰσχὺν (πλήθους γὰρ ἐν πολέμῳ παρὰ τοῖς ἀγα-
θοῖς λόγος οὐδὲ εἷς), ἀλλὰ τὴν παρασκευὴν τῶν ὅπλων καὶ τὸ εἶδος
τῆς ἐνυαλίου στολῆς.
Ἕλληνες μὲν γὰρ χαίρουσι βαρείᾳ πανοπλίᾳ· πῖλος ἐκείνοις δι-
πλοῦς, θώραξ λεπιδωτός, ἀσπὶς ἐπίχαλκος κοίλη, ὀχάνοις δύο κρα-
τουμένη, ὧν τὸ μὲν περὶ τῷ πήχει εἰς ὠθισμὸν ἀρκοῦν, τὸ δὲ ἄκρᾳ
χειρὶ κρατούμενον, κνημίδες δύο, ἀκόντιον μετὰ χεῖρας, καὶ ἀγχέμαχον
δόρυ τοῖς τῶν ἱππέων τῶν βασιλικῶν ἴσον, καὶ πλατὺ ξίφος οὐ μα-
κρόν. Σπάνιος τῇ ὁπλίσει ταύτῃ δρόμος, οὐ πολὺς μέν, ὀξὺς δὲ καὶ
τοσοῦτος ὅσος ἂν γένοιτο τοῦ σπεύδοντος ἐντὸς βέλους γενέσθαι φθά-
σαι. Συνασπίζειν τε ᾔδεσαν καὶ ἕκαστος αὐτῶν καθ' αὑτὸν ἐμάχετο,
ὡς 〈εἶναι〉 τὴν ἀρετὴν τοῦ στρατιώτου διπλῆν καὶ κοινῇ καὶ μόνου.
Κατέκοπτον οὖν τοὺς βαρβάρους τρόπῳ τῷδε· πολλὰ ἐν τῇ πορείᾳ
διαναπαύσαντες αὑτούς, ὡς μὴ ἀμβλύνεσθαι τὴν σπουδὴν τῷ μήκει
τῆς ὁδοῦ, ἀκμῆτες τὸν τρόπον τοῦτον μέχρι τῶν κινδύνων ἔμενον·
ὀξεῖ δὲ χρησάμενοι τάχει, πρὸς τὸ ἐντὸς βελῶν γενέσθαι, εἶχον ἔργου,
φερομένων ὑπὲρ αὐτοὺς μακρότερον τῶν βελῶν, ὑποδραμόντων αὐτῶν
τὴν ἔφιξιν, τῶν δὲ οὐχ ὑπομενόντων, διὰ τὸ γυμνητεύειν τῶν πεζῶν,
τῆς τοιαύτης φράξεως τὴν ἐμβολήν· δύναμις γὰρ βέλους μῆκος, ἐν
δὲ τῷ πλησίον, πανοπλίᾳ ἀσφάλεια τῆς μάχης κατορθοῦται. Πρὸς
μὲν οὖν τὸ ἕκαθεν μηδὲν παθεῖν, ὁ μὲν θώραξ παντὸς βέλους κρείττων
τῇ τῶν λεπίδων ἐπιπτυχῇ πρὸς τὸ μεῖναι ἄτρωτον, ὅ τε πῖλος περὶ
τῇ κεφαλῇ κυνῆν 〈ἔχων〉 ἑτέραν δὲ ἐπιθήκην χαλκοῦ καὶ ἄλλην ἐπὶ
ἄλλῃ περικεφαλαίαν τυγχάνει πρὸς τὰ ἀπὸ σφενδόνης βλήματα, πε-
ριθλωμένης μὲν τῆς ἔξω λεπίδος καὶ συνεικούσης, ὡς μὴ ἐφικέσθαι τὸ
πεμφθὲν τοῦ ἐνδοτέρω τῆς κεφαλῆς ἐπιβλήματος. Γυμνὸν δὲ τὸ πρό-
σωπον καὶ αὐχὴν ἐλεύθερος ἀκώλυτον τὴν πανταχοῦ περίσκεψιν χω-
ρεῖ. Τοῖς τε δόρασιν οἳ μὲν τοὺς κοντοφόρους ἀναστέλλουσι τῶν ἱππέων
προνύσσοντες πρὶν ἐμπεσεῖν, οἳ δὲ καὶ ἀραιοτέρας στησάμενοι τὰς
φάλαγγας διαχωρήσαντες ἐφικνοῦνται τῶν βαρβάρων [ὅπη δεῖ ἐλλε-
βοροστρῶσαι]. Χρῶνταί γε μὴν καὶ πελτασταῖς καὶ σφενδονήταις
ἀκινδύνως τῷ τείχει τῶν ὅπλων προπεφραγμένοις. Τά γε μὴν βρα-
χεῖα ξίφη εὐχερείᾳ καὶ σφοδρότητι πληγῆς χρήσιμα.
Ὀλίγα δὲ τούτων παρεποίησαν οἱ ἐπίγονοι Μακεδόνες, διὰ τὸ τῶν
πολέμων ποικίλον, κοινὴν καὶ κατὰ βαρβάρων καὶ πρὸς αὑτοὺς τὴν
ὅπλισιν ἐπισκευάσαντες· σημεῖον δὲ 〈τὸ〉 ἐλευθέρας τῶν μαχομένων
τὰς ὄψεις ὑπὸ πίλῳ Λακωνικῷ ἐν τῇ Μακεδονικῇ γεγενῆσθαι· καλοῦσι
δὲ χρῆμα καὶ ἐπιτήδευμα 〈τοῦτο〉 τὸ τοῦ στρατιώτου βασιλέως.
Αὐτός τε γὰρ καὶ τοὺς στρατιώτας ἐκέλευσε ξυρεῖσθαι τοὺς πώγωνας
ὁ Ἀλέξανδρος καί τινος ἐπιτιμήσαντος ὅτι τοῦ προσώπου τὸν κόσμον
ἀποκείροι, ὃ δὲ «οὐκ οἶσθα γὰρ» ἔφη «ὦ ἀστράτευτε, πώγωνος
ἐν μάχῃ μὴ εἶναι εὐκαιροτέραν λαβήν». Τήνδε οὖν τὴν ὅπλισιν ἐν χρῷ
γενόμενος οὐκ ἂν οὐδεὶς ὑπομείνειεν, ὅπως ἂν ᾖ ἐσταλμένος, βάρβαρος.
Ῥωμαίοις δὲ κράνος ὕλης ἁπλῆς, τοῖς μὲν προσώποις ⟦λεῖπον⟧
ὀλίγον ἀναπνοῆς τε καὶ ὄψεως, ἄχρις 〈δ'〉 ἐπὶ τὰς ὠμοπλάτας καθῆ-
κον, ἀπερίστροφον τὸν αὐχένα σφίγγον, ἁλυσιδωτὸς θώραξ, κνημὶς
μία, μακρὰ ἡ σπάθη, θυρεὸς πρόβλημα ἄκρᾳ χειρὶ φορούμενον· ἀδρα-
νέστερον εἰς τὸ σῶμα τῷ συνασπισμῷ γίνεται, τοῦ στρατιώτου μὴ
ἔχοντος παντὶ τῷ ὤμῳ ἐς τὸ ὅπλον ἐμπεσεῖν· δόρατα δ' αὐτοῖς τῶν
Ἑλληνικῶν κολοβώτερα.
Μάχονται δὲ κατὰ τῆς προειρημένης πανοπλίας εὐτυχῶς· τὴν μὲν
γὰρ ἀσφάλειαν ἔχουσιν ἀπὸ τῶν σχεδὸν ἴσων, πλεονεκτοῦσι 〈δὲ〉 τῇ
κουφότητι, εἴς τε ἐφόδους καὶ ἀναχωρήσεις εὔκολοι καὶ ἐπὶ κατάληψιν
ὑπερδεξίων χωρίων θάττονες, τῇ τε τῆς σπάθης χρήσει εὐκατάφοροι
εἰς τὴν τοῦ Ἑλληνικοῦ αὐχένος κροῦσιν, προλαμβάνοντες τῇ πληγῇ
τὴν συμπλοκήν. Πρὸς δὲ καὶ πᾶσαν ἀγχεμάχου παρατάξεως καὶ αὐτοὶ
γεγυμνάκασι τέχνην, ὡς εἶναι τὸ μὲν ἐμπειρίας παρ' ἀμφοτέροις ἴσον,
πλεονεκτεῖν δὲ τῷ τῆς στολῆς κούφῳ. Ὡς δὲ μὴ ἀμβλύνεσθαι αὐτοῖς
τὴν τῶν δοράτων κεντότητα μηδὲ θραύεσθαι τῇ τῶν Ἑλληνικῶν θω-
ράκων προσβολῇ, βέλος ἐντέχνως ἐφαρμόσαντες, τὰς φολίδας διέπει-
ρον ὤσαντες.
Τοὺς οὖν ὑπὸ τῶν Ἑλλήνων αἰεὶ νενικημένους οἱ τοὺς Ἕλληνας
σχεδὸν εἰπεῖν ἀεὶ νενικηκότες σπανίως ἐνίκησαν. Αἴτιον δὲ πρῶτον
μὲν τὸ 〈μὴ〉 ἵεσθαι δρόμῳ ἐς τὰς συμπλοκὰς τῷ μὴ τὰ σκευοφόρα ἀπο-
λιπεῖν· ἀεὶ δὲ τῷ πλινθίῳ τῆς στρατιᾶς ἐγκέκλειται· καθιᾶσίν τε ἐς
γόνυ, κεραμώσαντες τὸν στρατὸν ταῖς ἐπιβολαῖς τῶν ἀσπίδων τῇ
σπουδῇ τοῦ ἀναλῶσαι τὰ Πάρθων βέλη· τόδε δὲ τὸ ἐπιτήδευμα καὶ
ἀπράκτους ᾗ καὶ ἀπαθεῖς καθίστησιν ἡλίῳ καὶ κόπῳ ταλαιπωρουμέ-
νους, τῶν βαρβάρων ἐκ διαδοχῆς ἐπιόντων καὶ ἀναχωρούντων πάλιν,
ταῖς τῶν ἐθνῶν ἐκ διαλείμματος ἐπιπομπαῖς ἀναπαυομένων. Ἔτι δὲ
καὶ μάχεται Ῥωμαῖος καθ' αὑτὸν οὐδείς, οὐδέ τις γίνεται πρὸς τὸ πλῆ-
θος μονομαχῶν ἀριστεύς· τά τε ἀπὸ σφενδόνης βληθέντα ταῖς κεφα-
λαῖς τὸ κράνος θλάσαντα ἐνδύει, ἐκνεῦσαί τε φερόμενον βέλος δύσκολον
τῷ τοῦ περιαυχενίου σιδήρου τμήματι. Πρὸς δὲ τούτοις οὔτε κεκρι-
μένα ἀφιᾶσιν τὰ ἀκόντια, τὰ δέκα εἰς ἕνα τυχὸν φόνον ἀναλοῦντες,
καὶ κοντοῖς πρὸς τοὺς ἐπιόντας ἱππεῖς οὐκ ἀπαντῶσι μικροῖς.
Εἰ γοῦν τις θώρακα Ἑλληνικὸν καὶ κράνος στρατιώτῃ Ῥωμαίῳ
περιθείη, καὶ κοντὸν δοίη προμηκέστερον, καὶ ἕκαστον τῶν δοράτων
ἐφ' ἑκάστου σκοποῦ βάλλειν καθ' αὑτόν τε ἕκαστον διδάσκοι μάχεσθαι,
〈καὶ〉 ἔσθ' ὅτε καταστήσειεν δρόμον, ὡς ὀξεῖαν γενέσθαι τὴν ἐντὸς
βέλους τοῖς πολεμίοις ἐμβολήν, οὐκ ἂν βάρβαρος κοπτόμενος ἀρκέ-
σειε Ῥωμαίοις.
2
{Περὶ πολεμίων φθορᾶς}
Οὐ πάντα συστάσεσιν οὐδὲ μάχαις πρὸς τοὺς πολεμίους ἀγωνι-
στέον, οὐδὲ ποιητέον τῶν ὅλων πραγμάτων κυρίαν τὴν τύχην. Ἄδηλον
γὰρ τὸ τοῦ πολέμου τέλος, καὶ παρὰ δόξαν τὰ πολλὰ χωρεῖ· τοὺς
γοῦν ἄμεινον παρεσκευασμένους σιδήρῳ καὶ ἀνδράσι ἢ τόξοις καὶ
τοίχοις ἢ ἄνεμος πολλάκις ἠδίκησεν, ἢ ἥλιος, ἢ τόπος, ἢ δόλος, ἢ θέα-
μα καὶ φάσμα, συνεχὴς δὲ ἐν τοῖς μεγάλοις τραύμασι δαίμων ὁ Πάν.
Οὐκ ἐδέξαντο μὲν Θηβαίους ἄμεινον τῷ παντὶ παρεσκευασμένοι Φω-
κεῖς, ἐστεφανωμένους αὐτοὺς θεασάμενοι δάφνῃ, τὸν στέφανον φυγόν-
τες οἱ τὸν πόλεμον οὐ φοβηθέντες. Φλαμίνιον δὲ καὶ Παῦλον ἀντιπρό-
σωποι τὸ πλέον μὲν ἄνεμος ἠδίκησεν καὶ ἥλιος. Ἴσον ἐποίησεν Λεω-
νίδαν ταῖς πεντακοσίαις μυριάσιν ἡ τῶν Πυλῶν στενοχωρία. Συνέδρα-
μεν εἰς Μαραθῶνα κατὰ Περσῶν Ἀθηναίοις ὁ Πάν. Ξέρξην δὲ Θεμι-
στοκλῆς Ἑλλάδος ἐξήλασε ψεύσματι. Χρίουσι τὰ βέλη τινὲς φαρμά-
κοις, ἵνα τραῦμα πᾶν γένηται καίριον· τὴν ἐν ὕλαις ἰσχὺν ἄλλοι τί-
θενται. Προδιαφθείρουσί τινες φεύγοντες τὰς νομάς· φαρμακεύουσι τὰ
φρέατα πολλοί. Ἀλανοὺς δὲ εἷλεν Ἀλέξανδρος ἐλλέβορον γεωργῶν.
Οὕτως οὐκ ἐκ τοῦ φανεροῦ μόνον ἐπιχειρητέον τοῖς ἀνθεστηκόσιν,
ἀλλὰ γὰρ πολλαῖς τισι κατὰ τῶν πολεμίων καὶ ταῖς λανθανούσαις
τέχναις στρατηγητέον. Ἐπινενόηται γοῦν Καρχηδονίων παλαιὸς οὗτος
νόμος, ὅτι τοὺς στρατηγοὺς βουλευσαμένους μὲν τὰ ἄριστα, εἰ καὶ
μὴ κατορθώσαντας, ἐτίμων, τοὺς δὲ προπετές τι ἐγχειρήσαντας καὶ
καταπραξαμένους ἐκόλαζον, οὐ τῆς τύχης ποιούμενοι ἀλλὰ τῆς γνώ-
μης τὴν κρίσιν· καλὸν δὲ καὶ τὸ ἰαμβεῖον τὸ ἀρχαῖον, ὡς λυσιτελέ-
στερος πᾶσι τοῦ προπετοῦς ὁ ἀσφαλὴς ἡγεμών.
Τέχναι μὲν οὖν στρατηγίας πλεῖσται καὶ οὐδὲν ὅ τι μὴ ἀνάγραπτον
ὧν συμβαίνει διδάσκειν ἵνα μὴ γένωνται· ὑγιεινὰ στρατοπεδεύσεων
καὶ ἔφυδρα χωρία, ὑψηλοτέρων καταλήψεις τόπων, ταφρεῖαι, προφυ-
λακαί, νυκτοπορίαι, προϊππασίαι, διερευνήσεις, ἐνέδραι, κατασκοπαί,
εὐοπλίαι, προνομείαι καὶ ἅμα τῷ ὕπνῳ παρασκευὴ διαρκής· πρὸς τοὺς
πολεμίους ἐπὶ πᾶσιν ἀπιστία. Πρὸς μὲν οὖν τὸ ἐλέγξαι ὅσα κακουρ-
γοῦσι, φανερά, οἶμαι, καὶ τοῖς ὡμιληκόσιν ἱστορίαις γνώριμα· θηρια-
κῶν μὲν ἀντιδότων προπόσεις τῶν ἰοφόρων βελῶν ἀλεξητήριον, ἀλλὰ
καὶ τῶν ὑδάτων διεφθορότων τὸ ἴσον ἄκος· τὰς ἁλμοποσίας γ' ἂν
διὰ τὸν ἀηδισμὸν τοῦ λαβεῖν τοῖς πολλοῖς παραιτοίμεθα· δένδρα
δ' ἐχθρῶν ἐκκόπτων κωλύσεις τοὺς ἀντιπάλους λαθεῖν· εἰς δὲ τὸ μὴ
χρῄζειν τῆς ἀλλοτρίας νομῆς ὁ ἐπιφερόμενος χιλὸς ἀρκεῖ καὶ ὅσα ἄλλα
ἐπινενόηται εἰς στρατιὰ χρόνιον ἐς τὸ τῶν ἐπιτηδείων εὐπορεῖν ἔχειν
καὶ πρὸς τὸ μηδὲν χαλεπὸν ὑπὸ τῶν ἐχθρῶν διατεθῆναι· ὅπερ καὶ
πρῶτον ἀνδραγάθημα· τοῦ γὰρ ἀδικῆσαι πολλῷ τὸ μὴ παθεῖν κρεῖτ-
τον· Πύρρος γοῦν, Ῥωμαίους πλεονεκτῶν, ἀναλώθη.
Χρόνῳ δὴ πρῶτον καὶ τριβῇ καὶ λιμῷ καὶ φθορᾷ μάλιστα κατὰ
τῶν βαρβάρων χρηστέον, οἷς πρόσκαιρος ἡ τοῦ στρατεύματος συλλογὴ
καὶ οὐ δύναμις διαρκής, ἀλλ' ἐξ ἐπιδρομῆς ἁρπαγή. Τροφάς τε γὰρ
ἐπιφέρονται ἡμέραις μεμετρημένας καὶ ῥητὸν ἀριθμὸν βελῶν καὶ πρό-
δηλος, ἀναλωθέντων αὐτῶν, ἡ φυγή. Τί οὖν σπεύδουσιν πολεμίοις
ἀπαντᾶν, οὕς, περιμείνας, ὄψομαι ὑπὸ τῆς αὑτῶν προθεσμίας δεδιωγ-
μένους; Λιμὸς ἔπεισιν αὐτοὺς ὑπερήμερος, τῶν ὀλίγων τροφῶν μάτην
ἀνηλωμένων.
Ἄγε δὴ μὴ ἐπιτρέπωμεν μηδὲ λιμώττουσι ἐκείνοις φυγεῖν· κατα-
σχέτω αὐτοὺς δίχα σιδήρου φθορά, δίχα μάχης ἡ τελευτή. Νικήσω-
μεν αὐτοὺς ἀέρι συμμάχῳ καὶ ὕδατι βοηθῷ· μετὰ τῶν στοιχείων κατ'
αὐτῶν ὁπλισώμεθα. Ἀπορρήτου παρατάξεως στρατηγῶ, ἀσυμφα-
νεῖ μάχῃ χρῶμαι. Πεσέτω πολέμιος πᾶς, ἀναπνεύσας, διψῶν, ἢ φαγών·
ἐπικίνδυνα αὐτῷ πάντα ποιῶ. Λιμωττέτω μὲν ἂν μείνῃ, λοιμωττέτω
δὲ ἵνα μὴ φύγῃ. Ἔργον μεγάλης ποιήσωμεν εὐχῆς. Ἐκένωσε τὰς Ἀθή-
νας πεπληρωμένας Λακεδαιμονίοις ἀὴρ συμμαχῶν, καὶ Καρχηδονίους
τὸ τοιοῦτο κατάστημα κατέσχεν ἐν Σικελίᾳ. Ἀνατιθέασιν οἱ νικῶντες
τοὺς τοιούτους πολέμους ἰδίοις θεοῖς. Ἐκείνους καὶ ἡμεῖς μιμησώμεθα
τοὺς θεούς· αὐτόματος τύχη ὑπὸ τῆς ἡμετέρας τέχνης γίνεται.
Τροφὴ μὲν οὖν οὕτως· ἄρτους ποιήσωμεν, τοὺς θρέψοντας τὴν
ἐσχάτην ἡμέραν, ζῷα ἅπερ ἀνάγραπτα ἐπὶ τέλει κεῖται, ἐν πεντα-
γώνῳ 〈αʹ〉, ᾧ κατὰ γραμμοειδὲς ἔγκειται Λυδίου τρόπου προσλαμβα-
νομένου σημεῖα, ζῆτα ἐλλιπὲς καὶ ταῦ ὕπτιον. Εἰς ἀγγεῖον κατάκλει-
σον ἀμφότερα κοινῇ, φιμώσας τὸ πῶμα πηλῷ, ὡς διάπνοιαν μὴ γε-
νέσθαι τοῖς θηρίοις ὑφ' αὑτῶν ἔνδον ἀνηλωμένοις· εἶτ' αὐτῶν λειώσας
τὰ λείψανα, εἰς τὸ ὕδωρ κάθες ὅθεν τὸ πέμμα φυρᾶται. Ταὐτὸ δὲ δρά-
σεις ἂν τῷ χυλῷ τούτῳ τοὺς κριβάνους χρίσῃς· ἀλλὰ γὰρ τοῖς πέτ-
τουσι τοῦτο κίνδυνος 〈.....〉. Τὸ αὔταρκες οὖν τῶν τοιούτων παρασ-
κευάσας τροφῶν, πάρασχε τοῖς πολεμίοις ὃν δύνασαι τρόπον.
Γένοιτο δ' ἂν ἀνυπόπτως, εἰ τὴν παρακομιδὴν ῥᾳθυμῶν τις ἐργά-
σαιτο εἰς τὴν τῶν ἐχθρῶν εὔκολον ἐπιδρομὴν καὶ εὐκταίαν τῶν φερο-
μένων αὐτοῖς ἁρπαγήν, ἢ εἴ τις, πλασάμενος φυγὴν σπουδαίαν, παρα-
χωρήσειεν ἐπιοῦσι τοῦ στρατοπέδου τοιαύταις τροφαῖς τετειχισμέ-
νου. Οὐ φέρει θάνατον ταῦτα μονήμερον, οὐδὲ τὸν χρησάμενον εὐθέως
ἀναιρεῖ, λοιμοῦ τέχνῃ τοῦτον καὶ τὸν οὐ φαγόντα καταλαμβάνοντος·
ἀνακίρναται πᾶσι καὶ εἰς τὸν ὁμοδίαιτον μέτεισιν· εἰς οἰκίαν, εἰς πόλιν,
εἰς στράτευμα, εἰς ἔθνος ἡ ἐπιβουλὴ μετοικεῖ. Τοιοῦτον αὐτοῖς μόρον
ἐρινὺς προξενεῖ. Ταῦτα δίκαια κατὰ βαρβάρων δεῖπνα ποινῶν, χεο-
μένης ἐπὶ πάντα νόσου καὶ ἀπαραιτήτου καταλαμβανούσης τοὺς πο-
λεμίους συμφορᾶς.
Εἰ δὲ πεφοβήμεθα μὴ μάτην τοιαύτῃ χρησώμεθα παρασκευῇ, ἤτοι
δι' ὑποψίαν οὐ χρησαμένων, ἢ ἐξ αὐτομόλων τοῦτο μεμαθηκότων,
ἑστιάσαντες, παρ' αὐτούς, ἢ τοὺς κακούργους, ἢ τοὺς αἰχμαλώτους
ἀπολύσωμεν· οἱ δὲ ὁμιλήσαντες αὐτοῖς [οἱ πολέμιοι] εὐθὺ λοιμώξουσιν.
Ἐπίβουλον αὐτοῖς φιλανθρωπίαν πέμπω.
Ποτίσωμεν αὐτοὺς ὁμοίως τοιαύτῃ φιλοτησίᾳ. Τρισσὰ γένη ζῴων
ἅπερ ἐν πενταγώνῳ δευτέρῳ κεῖται, πρὸς σημείοις ὑπάτης ὑπάτων,
γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν, ταῦτα σύγκοπτε, ὡς ἰχῶρα
γενέσθαι τὰ πάντα, καὶ ὕδατι πλείστῳ ζέσας μέχρι τοῦ πᾶσαν ἀναλω-
θῆναι τὴν τῶν ἑψημένων πιμελήν, ἔγχεε τῶν πολεμίων ὑδρεύματι.
Ὀγκωθήσεται τὰ σώματα τῶν πεπωκότων, αὐτῶν τε καὶ ὑποζυγίων,
εἶτα οἴδησις μετ' ὀδύνης αὐτοῖς ἐπιστήσεται, καί τις ὁρῶν αὑτὸν ἄλλον
ἐξ ἄλλου γεγενημένον, τὴν παροῦσαν μορφὴν οὐκ ἐπιγνούς, καὶ φυγῇ
βραδὺς καὶ τελευτῇ, τὸν γειτνιῶντα θάνατον περιμένων, τάχος ἐφόδου
πολεμικῆς εὔξεται, ἵνα παύσηται καὶ τάσει φλεγμονῆς κολαζόμενος,
καὶ διὰ τὴν εἰδέχθειαν ὑφ' αὑτοῦ μισούμενος, μὴ χωρούσης τὸν νῦν
ἄνθρωπον πανοπλίας τῆς τῷ πρώην σώματι πεπρησμένης, 〈ὡς〉
ἀφαιρεῖσθαι αὐτὸν καὶ τὴν ὑπόκρισιν τοῦ κἂν ἐν τοῖς ὅπλοις στῆναι.
Λυμαίνεσθαι δὲ καὶ ἄλλως τὰ ὕδατα, 〈τὰ〉 μὲν φρέατα κόπρῳ καὶ
λίθοις ἐγχοῦντα, εἰ δ' ἀμφιλαφὲς εἴη τὸ ὕδωρ, τῷ ἰχθυΐνῳ ἐλαίῳ ἐγχεο-
μένῳ εἰς αὐτὰ καὶ τῇ θαλαττίᾳ πορφύρᾳ, ἅπερ ἐπὶ πολὺν χρόνον ἅπαν
ὕδωρ ἄποτον ποιεῖ. Μείζονα δὲ σύστασιν ὑδάτων ἢ λίμνην ὁ τιθύ-
μαλλος ἐμβαλλόμενος μυρσινίτης δηλήσεται· οὕτως τοὺς πολεμίους
πρῶτον κωλύσομεν τῷ ποτῷ. Μὴ ἀμαθεῖς δέ τις ἐς ταῦτα νομίσῃ τοὺς
τῆς ἀνατολῆς βαρβάρους· καὶ αὐτοὶ πολλάκις τοὺς ἐπερχομένους
κακουργοῦσιν.
[Οἴνου φάρμαξις]. Ἐσεμνύναντο Φαρισαῖοί ποτε Ῥωμαίων ἀποκ-
τείναντες φάλαγγα φυγῆς ὑποκρίσει. Εὐωχοῦντο γὰρ δῆθεν, εἶτ' ἀνε-
χώρησαν ἐπιόντων, ἕτοιμον καταλιπόντες τὸ ἄριστον. Ἐπίβουλος
δὲ ὁ οἶνος ἦν, ἐναποσβεσθείσης τιτάνου πεφαρμαγμένος. Φαρμάσσεται
δὲ οἶνος ἀφρονίτρῳ, πύξῳ, κωνείῳ, καὶ τοῖς ὁμοίοις τρόποις· ταῦτα
γὰρ ἐσθιόμενα ἱκανὰ λυμήνασθαι καὶ δεινῶς διαθεῖναι πολεμίους.
Ἐπειδὴ τοίνυν συμμάχους τροφάς τε καὶ ποτὰ παρειλήφαμεν,
φέρε δὴ καὶ ἀέρι κατ' αὐτῶν καὶ ἀνέμῳ χρησώμεθα· δύναται φυλά-
ξασθαί τις παρὰ πολεμίων μὴ φαγεῖν, μὴ πιεῖν· πῶς φυλάξηταί τις
ἀναπνοήν, πῶς ἀποκλείσῃ ἀέρα; Διὰ τούτων ἐπ' αὐτοὺς ἔρχομαι.
[Ἀέρος φάρμαξις]. Θρίσσος ὄφις ἐστὶ Θετταλός, 〈πυρρὸς〉 χρόαν,
δρακοντίδος παραπλήσιος μήκει, [ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῆς Ἀσίας πο-
λὺς γίνεται· Σύροι καλοῦσιν αὐτὸν «βαθανηραθὰν»] ὃς ἑξῆς γέγραπ-
ται ἐν πενταγώνῳ τρίτῳ οὗ σημεῖά ἐστιν παρυπάτης ὑπάτων, βῆτα
ἐλλιπὲς καὶ γάμμα ὕπτιον· καὶ λέων ὄφις ἄλλος, διάφορος· μικρός
τε γὰρ ἔστι καὶ μέγας· ἀλλὰ γὰρ ὁ μικρὸς ἐς τοῦτο ληπτὸς μᾶλλον
[πολὺς δὲ καὶ αὐτὸς ἐν Συρίᾳ γεννώμενος]. Συγκαθειργνύσθωσαν εἰς
ἄγγος ἀμφότεροι ἀσφαλῶς μάλα στεγνόν· βλεπέτω δὲ τὸ ἄγγος ὁ
δριμύτατος ἥλιος. Ἐπειδὰν οὖν διαφθαρῶσιν ὑπό τε ἀλλήλων καὶ τῆς
ἕλης καὶ τοῦ χρόνου, κατ' ἄνεμον τὸν συνεχῶς εἰς ἐκείνους φέρειν συ-
νειθισμένον τὸ σκεῦος τεθὲν ἀνοιγνύσθω, ὡς τὴν ἀπ' αὐτοῦ ἀποφορὰν
ἐς τοὺς ἀντιπάλους οἴχεσθαι, πορθμευομένης τῆς αὔρας εἰς τοὺς τῶν
ἐπιβουλευομένων ἀναπνοάς. Τῆς δὲ ἐνεργείας τὰ παραδείγματα· ἵππος
πεσεῖται παρατρέχων, καὶ γειτνιάσας ἄνθρωπος, καὶ ὄρνις οὐχ ὑπερ-
πτὰς κάτεισιν ἐξ ἀέρος πεφονευμένος, καταληφθεὶς ἀνέμῳ φεύγοντος
ὠκυτέρῳ πτεροῦ.
Εἰ δέ πῃ καὶ καθ' ἡμᾶς, ἤτοι τέχνῃ τῶν ἐξ ἐπιβουλῆς, ἢ καὶ ἀπό
τινος τῶν στοιχείων συμβαίη φθορά, εἰς ἀποφυγὴν τοῦ λοιμοῦ τὴν
θεραπείαν προὔλαβον ἐκθέμενος ἐν ταῖς πρὸ τούτου διφθέραις.
Προϋπέσχετο τὴν κατὰ Μήδων νίκην ἑαυτῷ τῷ γίνεσθαι τὴν ναυ-
μαχίαν Θεμιστοκλῆς στρατηγῶν περιπλευσουμένων ἀγρυπνίᾳ, μέγα
καὶ τοῦτο ὂν πλεονέκτημα τῶν πολεμίων τὸ ὕπνον ἁρπάσαι. Καὶ
Ῥωμαίων δὲ αὐτοκράτορες παλαιοὶ γυμνότερον καὶ δραστικώτερον
ἐχρήσαντο τῷ πράγματι, νύκτωρ ἐπάγοντες τῷ στρατοπέδῳ τῶν
ἐναντίων κουφοτάτους τε πεζοὺς καὶ μετ' αὐτῶν σαλπιγκτὰς ἱππέας
δι' ὧν κατώρθουν δυοῖν θάτερον· ἢ γὰρ ἀμελεστέρας τὰς προφυλακὰς
καὶ φυλακὰς καταλαβόντες, ἀνήλισκον τοὺς ἐμποδών, ἢ πανικὸν ἐπε-
νέβαλλον· τῶν μὲν καὶ τοξευόντων καὶ ἀκοντιζόντων, καὶ τῶν ἀπὸ
σφενδόνης δὲ ἀφιεμένων φερομένων, ὁπότε ἀστοχοῖεν, κατὰ σκηνῆς
ἢ ἵππου ἢ ὅπλου, ἦν ὁ κτύπος πλεῖον τοῦ τρῶσαι κατορθῶν, ἐκπλήσ-
σων δὲ ἀεὶ τὸν πλησίον τῷ φόβῳ· περιϊππεύοντες δὲ οἱ σαλπιγκταὶ
πολεμικὸν ἐνηχοῦντο, ὡς ἀεὶ φαντασίαν τοῖς κατ' αὐτὸ τεταγμένοις
παρέχειν ἐπιπεσεῖσθαι ὅσον οὐδέπω τοὺς πολεμίους. Εἶτα μεθ' ἡμέραν
ἐξήγοντο τὸ στρατόπεδον, παντὶ τρόπῳ τὸ μὴ συμβάλλειν μηχανώ-
μενοι, τήν τε ἐπιοῦσαν νύκτα ὁμοίαν ἐκτιθέντες τῇ παρελθούσῃ, τῶν
μὲν οἰκείων διαναπαυομένων ὅλῃ σχολῇ ἡμέρας, ἢ ἄλλων ἐπιπομπῇ,
τῶν δὲ αὐτῶν αἰεὶ ἐπιβουλευομένων ἀγρυπνεῖν. Ὅσα δὲ ἐκ τούτου
δυστράπελα τίς οὐκ οἶδεν; ἄλγημα κεφαλῆς, κακοσιτίας, σώματος
ἀτονίαν τοῦ ὑπνῶσαι κἂν ὁπωσοῦν ἐπιθυμίᾳ, τὴν αὐτὴν περίστασιν
διαδεχομένων νυκτός τε καὶ ἡμέρας. Τοῦτο ἑξῆς δράσαντες, αὐτοβοεὶ
τοὺς ἀντιπάλους αἱρήσομεν ἀγρυπνίᾳ τεθηλυμμένους.
3
{Ἀγωνιστικόν}
Τοὺς δὲ εὑρισκομένους ἐν ταῖς γαστράσι τῶν γενναίων ἀλεκτρυό-
νων λίθους ἐπαινοῦσι μὲν ἅπαντες οἱ περὶ ταῦτα δεινοί, ὡς ἀρετῆς
τε καὶ νίκης συνεργούς· φορουμένους γὰρ ἤτοι ἐν σκυτίσιν, ἢ ὑπὸ
τῇ γλώττῃ φερομένους, εὐϋποστάτους καὶ διαρκεῖς καὶ ἀδίψους φυ-
λάττειν στρατιώτας καὶ ἀθλητὰς καὶ μονομάχους. Ἄλλοι δὲ ἄλλο εἶδος
καὶ χρόαν αὐτῶν διηγοῦνται, οἳ μὲν κρυσταλλοειδεῖς καὶ τραχεῖς, οἳ
δὲ μέλανας, οἱ ἀληθεύοντες· εὑρίσκεσθαι δὲ ἐν κατατυθέντι τῷ νική-
σαντι, ὡς οὐχὶ τῆς ἀρετῆς τοῦ ὄρνιθος, ἀλλὰ τῆς φύσεως τοῦ λίθου
αἰτίας τοῦ κρατεῖν γεγενημένης. Ἐπεὶ οὖν, ἤτοι ὑπὸ στόματι ἢ περὶ
βραχίονι φορούμενος, ὁ λίθος ἢ ἐκπίπτει ἢ ὑπ' ἀνταγωνιστοῦ περι-
τέμνεται, ἀνυπόπτῳ καὶ πολλῆς δυνάμεως χρηστέον περιβολῇ.
Ἀλεκτρυὼν ὁ νικήσας, ὥσπερ ἔθος σκευασθείς, ἐσθιέσθω πᾶς ὑπὸ
τοῦ ἀγωνιῶντος, ὡς περιλέπεσθαι τὰς σάρκας καὶ πάσας, ὁλόκληρα
δὲ φυλαχθῆναι ἄθραυστα τὰ ὀστέα· εἶτα μετὰ τὴν τράπεζαν καθα-
ριζέσθω πυρί. Ὁ ὄρνις, οὐκ ἔθ' ἡμέρας ἀλλὰ νίκης ἐσομένης ἄγγελος,
διάδοχον ἀηττησίας τῆς ἑαυτοῦ τὸν φαγόντα ποιῶν, ἐς τὸν ἄνδρα
ᾗ ἀρετῇ μετοικεῖ.
Ἐχρήσατο Πέρσαις μαχόμενος ὁ Νεοκλέους τῷ λίθῳ καὶ τῇ τροφῇ·
κἀκεῖθεν ἐνομοθέτησε τοὺς ἀλεκτρυόνων ἀγῶνας ἐν Ἀθήναις ἐγηγερ-
μέναις, καὶ ἤγαγον Ἀθηναῖοι μετὰ νίκην τὴν Μηδικὴν ἀλεκτρυόνων
ἐπινίκια.
4
{Πρὸς τομὴν πληγέντος}
Ἐπεὶ πολλοὶ πρὸς τὰς ἀναγκαίας ἀπὸ σιδήρου θεραπείας εἰσὶ
δειλοί, φοβούμενοι μᾶλλον τὴν ἀπὸ τῆς ἰάσεως ἀλγηδόνα τοῦ μέλλον-
τος ἐκ τοῦ μὴ θεραπευθῆναι βλάβους, φέρε πως παραμυθησώμεθα
τὸν τῆς ὀδύνης ὄκνον, εὐθαρσεστέρους τοὺς κάμνοντας εἰς τὸ ὑποστῆ-
ναι τὴν ἴασιν καθιστάντες.
Κούφην ἐχέτω ὁ ἰώμενος χεῖρα, ἵνα εὐκόλως τὴν τομὴν ἐπιδράμῃ,
ὀξεῖαν δὲ φερέτω τὴν ἀκμήν· ὀδυνηρὸν γὰρ ἡ ἀμβλύτης. Εὐτρεπὴς
δὲ ἐς πάντα ὢν ὁ βοηθῶν, καὶ ἐπιπασάτω τῇ πλίνθῳ ἥπερ ἐν πεντα-
γώνῳ δʹ κεῖται, ᾧ κατὰ τὸ πυραμοειδὲς ἔγκειται σημεῖα λέξεώς τε καὶ
κρούσεως ὑπάτων ἐναρμονίου, ἄλφα ὕπτιον καὶ γάμμα ἀπεστραμμέ-
νον ὄπισθεν γραμμὴν ἔχον.
5
{Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν}
Καὶ τῷ πληγέντι δὲ ἀπὸ σιδήρου τόδε ὀδύνης ἄκος· τὸν τρώ-
σαντα σίδηρον ἀλεῖψαι προσήκει, εἶτ' ἐπικροῦσαι αὐτὸν τῷ τραύ-
ματι· λέγωμεν 〈δὲ〉 «τὰ τὰ» τρίς, ἅμα τε ἐπιπτύοντες Ῥωμαῖαν τινὰ
ῥῆσιν ἣ ἐν τῷ ἐκκειμένῳ πενταγώνῳ 〈εʹ〉 ἔγκειται πρὸς τὰ σημεῖα
χρωματικῆς, ἄλφα 〈ὕπτιον ὄπισθε γραμμὴν ἔχον καὶ γάμμα〉 ἀπε-
στραμμένον ὄπισθε βʹ γραμμὰς ἔχον. Ἡ μὲν οὖν ἀλγηδὼν παύσεται·
τὸ δὲ τραῦμα ἰατρῶν παῖδες θεραπευέτωσαν, τοῦ κάμνοντος ἑαυτὸν
εὐχερῶς ἐς τὴν ἐπάφησιν αὐτῶν χορηγοῦντος.
6
{Ἵππου τιθασία}
Σπάνιος ὥσπερ ἐν ἀνδράσιν οὑτωσὶ δὲ καὶ ἐν ἵπποις εἰλικρινής
ἐστιν ἀρετή. Ἐγγὺς γὰρ τοῖς ἀγαθοῖς κακία βάσκανος, ἵνα μὴ τὸ κα-
λὸν καθαρὸν φανῇ· λόγιός τις, ἀλλ' οὐ σεμνός· καὶ ἄλλος στρατηγεῖ
μέν, ἀλλ' οὐ σωφρονεῖ· καί τις ἀνδρεῖος, ἀλλ' ἀλαζὼν ἄχραντον οὐκ
ἐφύλαξε τὸ κάλλος αὑτῷ· καὶ ἄλλος ἄλλῳ πλεονεκτεῖ τε καὶ ἁμαρ-
τάνει. Ὅμοια καὶ τὰ ἐφ' ἵππων καλὰ καὶ πονηρά· ταχεῖς, ἀλλ' ἐρω-
τικοί, θηρευταί, ἀλλὰ στομίαι, βαδισταί, ἀλλ' ὑβρισταί· τοὺς ἀνα-
βάτας ἄλλοι οὐ δέχονται, οἳ δὲ ἀποσείονται· παρατρίβουσιν ἔνιοι
τοίχοις ἢ φυτοῖς· οἳ μὲν ἐκ φύσεως κακοῦργοι, οἳ δὲ ὑπὸ τῶν κεκτη-
μένων γεγενημένοι, δάκνουσι καὶ λακτίζουσι καὶ ἀφίστανται καὶ ἀνα-
χαιτίζουσιν, ἢ μισοῦντες ἢ ὑπερηφανοῦντες τοὺς δεσπότας. Καὶ πολ-
λοὺς εἰπεῖν ἔχω, ἄλλον ἄλλῃ συμφορᾷ καὶ εἴδει κακῶν ποικίλως ὑφ'
ἵππων διεφθαρμένους.
Τέχναι μὲν οὖν πωλοδαμνῶν ὡς οἷόν τε τὰς κακίας ἢ ἐπέχουσιν
ἢ διορθοῦσιν, ὀλιγοσιτίᾳ τοὺς ὑβριστάς, ἐκτομῇ τοὺς ἐραστάς, κημοῖς
τοὺς δάκνοντας, τοὺς στομίας λύκοις, πληγαῖς τοὺς ἀπειθεῖς. Τί δ'
ἄν τις ποιήσειεν κατὰ τοῦ ἀφεστηκότος καὶ πείθεσθαι μηδενὶ τρόπῳ
ἐς μηδὲν μήτε ἐπιταγμάτων μήτε μαθημάτων προῃρημένου; Ὥσπερ
γὰρ τὰ ἀγριώτατα τῶν θηρίων τέλεια ληφθέντα οὐ τιθασσεύεται,
ἀλλά, κἂν πρὸς ὀλίγον χειροήθη γεγενῆσθαι δοκῇ, ὅμως τῆς πρόσθεν
ὠμότητος οὐκ ἐπιλανθάνεται, οὑτωσὶ δὲ καὶ τόδε τὸ θρέμμα δυσμε-
τάγωγον, κακίας ἐγχρονισθείσης.
Ἐπεὶ τοίνυν ἀσθενὴς πρὸς τὰ τοιαῦτα πληγὴ καὶ ἀπειλὴ καὶ τέχνη
καὶ τροφή, κακία φύσεως τέχνῃ φύσεως διορθούσθω. Ἡμερωσάτω αὐτὸν
καὶ γραφή, ἣν οὐ φοβηθήσεται, ἣν οὐχ ὑποπτεύσει, ἣν φορῶν δαμα-
σθήσεται. Κοίλῳ ὁπλῆς προτέρου ποδὸς εὐωνύμου, χειρὶ εὐωνύμῳ
ἐγχάραττε γραφίῳ χαλκῷ, σελήνης ἑκκαιδεκαταίας, Ῥωμαίας προ-
σταγῆς ἀπειλήν· ἀνάγκην ἔχει πειθαρχίας ἡ γραφή· κεῖται δὲ ἐν Ϛʹ
πενταγώνῳ, ᾧπερ ἐγγέγραπται ὑπάτων διατόνου σημεῖα, φῖ καὶ
δίγαμμα.
7
{Μὴ χρεμετίσαι ἵππον}
Ἵπποι χρεμετίζουσιν, οἳ μὲν ἀπειλοῦντες, οἳ δὲ τὴν ἀπὸ θηλειῶν
μόνον λαβόντες ὀδμήν. Χρήσιμος δὲ αὐτῶν καὶ ἡ φωνὴ καὶ σιωπή.
Ὁπότε μὲν γὰρ 〈ἐφορμῶσιν〉, εἰς φόβον συναλαλάξαι τοῖς συστρα-
τιώταις διδάσκονται, ὅτε δὲ λοχῶσιν, αὐτοῖς συλλαθεῖν. Ἀλλὰ γὰρ
τὸ τεχνητὸν τοῦτο ἢ ὥρα ἔτους ἢ ἐρωτικὴ φύσις ἐπὶ μᾶλλον ἀμβλύνει.
Ἀριστομένης γοῦν ὁ Μεσσήνιος Λακεδαιμονίους εἷλεν λοχῶντας, τῶν
ἵππων αὐτοῖς χρεμετισάντων, αὐτὸς θηλείας ἄγων. Καὶ πάλιν αὐτὸς
τὴν ἐνέδραν κατέστησεν ἀκίνδυνον, τῶν ἵππων αὐτοῦ ἀναγκασθέν-
των σιωπᾶν Σπαρτιατῶν ἵππων θηλειῶν στάσει.
Τὸ τοῦ Μεσσηνίου στρατήγημα μένει μεμνημένον. Εἴτ' οὖν λῃστευό-
μενόν τις διΐοι χωρίον, εἴθ' ὑφιζάνοι πολεμίοις λόχον ἱππότην, τὸ
ὑποδειχθησόμενον πραττέτω· οὐ μόνον δὲ τοῦτο Ἑλλήνων ἔργον
καὶ εὕρεμα παλαιῶν στρατηγῶν, ἀλλὰ γὰρ καὶ Πάρθοι τοὺς ἵππους
οὕτως τοὺς ἑαυτῶν ἐς τὰς μάχας ἄγουσι σιγῶντας. Νευρᾷ εὐστρόφῳ
ἡ οὐρὰ τοῦ ἵππου ὑπὲρ τὴν τρίχα κατασφίγγεται, ὡς ἐνδῦναι τὸν
δεσμὸν τῇ ἐπιφανείᾳ πολύν· τῇ γὰρ εὐτονίᾳ τῆς ἐπιδέσεως ὁ ἵππος
ἀλγῶν, τὸν μὲν αὐτὸν θυμὸν φυλάττει καὶ τάχος, μόνον δὲ τὸ φώ-
νημα ἴσχει, κἂν ὁ ἀναγκάζων καιρὸς ἢ ἔρως ᾖ.
8
{Πρὸς ἵππων ὑπόχυσιν}
Ἵππους Ὅμηρος ταχεῖς μὲν ἀνέγραψεν τοὺς Τρωϊκούς, μαντικοὺς
δὲ ἐποίησε τοὺς Θετταλοὺς καὶ φωνὴν αὐτοῖς ἀνθρωπίνην ἐδωρή-
σατο, οὐ δαίμονας μὲν ὑποδεικνύων, ἀλλὰ μάθη〈μα〉 ἐλέγχων ἵππειον.
Χρῄζουσι γοῦν οἱ νῦν ἐφεστηκότες διαφανῶς μαθεῖν τὴν ἐξ ἵππων
μαντικήν, ἀλλ' εἰσὶν ἀσυνήθεις.
Σημαίνει ποικίλα ἵππου καὶ νεῦμα καὶ βλέμμα καὶ φωνὴ καὶ σιωπή.
Τὰ μὲν οὖν ἄλλα παραλιμπάνω, χειμῶνας καὶ εὐθηρίας καὶ καρπῶν
εὐετηρίας καὶ τὰς αὑτῶν ἐπιγονάς. Τὸ δὲ μέγιστον, τῶν πολεμίων
ἐφόδους καὶ λέγουσι καὶ δεικνύουσι· καὶ προμαντεύονται καὶ φόνους·
καὶ λανθάνοντα πολλάκις ἤλεγξαν τὰ λῃστήρια ὤτων τάσει, ἢ ὄκνῳ
προόδου, 〈ἢ〉 φριμαξάμενοι. Καὶ οὐκ ἀνθρώπους πονηροὺς ἔδειξαν
μόνον· πίστευσον λέγοντι, ὁρῶσι καὶ δαίμονας, καὶ οἶδα πολλοὺς
ἐν τριόδοις χρεμετίσαντας καὶ πεσόντας καὶ κηρύξαντας τῇ φωνῇ τὴν
ἀπειλήν. Μάλιστα δὲ εἰς τὴν τῶν τοιούτων σύνεσιν εὐδοκιμεῖν δοκοῦ-
σιν οἱ ἑτερόμματοι, καταφρονοῦντες καὶ πολέμου καὶ φάσματος, καὶ
λεόντων μόνοι τῆς τῶν ζῴων βασιλείας ἀντιποιούμενοι. Εἴτε οὖν ψυχῆς
ἔργον, εἴτε φύσις ὀμμάτων, ἀμφότερα ἀσκητέον τὰ μὲν διδασκαλίᾳ
καὶ τέχνῃ, τὰ δὲ φροντίδι.
Ἵππους δὲ ὥσπερ ἀνθρώπους ἀθλητὰς ἀπέχεσθαι χρὴ τῶν ἀφρο-
δισίων· τοῦτο δὲ φέρει βλάβος ὀμμάτων, ἀλλὰ καὶ χειμὼν πολὺς
χρόνιον ἐπενεγκὼν στάξιν, πρὸς δὲ καὶ βῆχα. Ἑκάτερον πάθος θερα-
πευέσθω [τὴν ὑπόχυσιν] φυτῷ Βακχικῷ. [Θεραπεία ἵππων ὑποκε-
χυμένων]. Κισσὸς γὰρ χυλισθεὶς καὶ τῇ προειρημένῃ ὕλῃ μιχθεὶς ἔγχρι-
σμα δὲ ἔστω δύο ἑξῆς ἡμέρας· διαλειπομένης πάλιν τῆς ἑπομένης,
τρὶς τοῦτο ἔστω καὶ πολλάκις, μέχρις ἂν ὁ ἵππος ἀπολάβῃ τὴν συνήθη
[καὶ] ὄψιν [μαντικήν]. Οὐ βασκαίνω δὲ τὴν θεραπείαν καὶ τοῖς ἵππων
δευτέροις κτήνεσιν. Χρῶ δὲ τῇδε 〈πρὸς〉 τὴν βῆχα· μετ' ὀλίγον εὑρή-
σεις ἔνδον τι κείμενον.
9
{Ἵππον μὴ πτοεῖσθαι}
Καὶ τῷ μὴ πτοεῖσθαι δὲ τοὺς ἵππους μάτην θεάμασι καινοῖς ἢ
σκιαῖς ἄκος ὠτὶ δεξιῷ ζῴου προσαρτηθεῖσα οὐρά, ἢν ζῶντος αὐτοῦ
θηρίου ἀποκοπῇ· κεῖται δὲ ἐν πενταγώνῳ ἑβδόμῳ, ᾧ σημεῖα ὑπερ-
κεῖται ὑπάτης μέσων, σίγμα καὶ σίγμα.
10
{Περὶ ἵππων τάχους}
Ἵππων τάχος ἀμβλύνεται καὶ αὔξει· † λύκος ἀντιπαθὲς ἑκάστη
ἵσταται καὶ ναρκᾷ τὼ πόδε θᾶττον δὲ αὐτοῦ χθονὶ ὑπὸ λύκου γίγνε-
ται †. Περισπούδαστον ἱππόταις κτῆμα λύκου πόδες, καὶ ἀπαρτη-
θεὶς δὲ ἀστράγαλος τοῦ αὐτοῦ θηρίου ἐπιστομίζει τρέχοντα. Σπάνιον
μὲν οὖν, τὸ τρωθῆναι καὶ ἀραιῶσαι συμβῆναι δυνάμενον. Εὕρομεν
δ' ἑτέρως τὸν λύκον συνεργῆσαι δυνάμενον εἰς ὠκύτητα, δίχα τῆς
τοῦ ἵππου βλάβης. Οἱ γάρ τοι κυνόδοντες ζῶντος ἐξαιρεθέντες τοῖς
περιδεραίοις συμπλέκονται καὶ εἰς ἀμφότερα συμβάλλονται· ἀνύποπ-
τός τε εἶναι βοήθεια καὶ φαλάρων κόσμος ἐναγωνίων. Καλὸν μὲν οὖν,
εἰ τῷ τετραόρῳ τις παντὶ προσαρτήσειεν· εἰ δ' οὖν, κἂν ὁ ἡγεμὼν
μόνος ἵππος τὸ περίθεμα ἔχων τοῦτο θάττονας ποιῆσαι τοὺς συντρέ-
χοντας ἀρκεῖ.
11
{Ταράξιππον}
Εἰς τοῦτό ποτε ἐλάσαι τρυφῆς Συβαρίτας λόγος ὡς παρὰ δεῖπνον
εἰς τὸ συμπόσιον τοὺς ἵππους εἰσάγειν. Τοὺς δ' ἀκούσαντας αὐλή-
ματος ἀνίστασθαι ἐπὶ τὼ πόδε καὶ τοῖς προσθίοις ὥσπερ χειρονο-
μοῦντας ὀρχεῖσθαι. Ὑβρισθέντα δὲ αὐλητὴν εἰς Κροτωνιάτας αὐτο-
μολῆσαι προσφάτως ἱππομαχίᾳ νενικημένους· μέγιστα δὲ ὠφελῆσαι
τὸ κοινὸν ἐπαγγείλασθαι, παραδώσειν γὰρ πᾶν τὸ Συβαριτικὸν ἱππι-
κὸν αἰχμάλωτον· πιστεῦσαι τοὺς Κροτωνιάτας αὐτῷ καὶ ἐπιτρέψαι
στρατηγεῖν. Τὸν δέ, ἀθροίσαντα τοὺς τῆς πόλεως αὐλητάς, δεῖξαι
τὸ μέλος, καὶ ὅτε καιρὸς ἦν, παρεγγυῆσαι τὴν ἐπὶ τοὺς πολεμίους
ἔξοδον. Ὡς δὲ οἱ Συβαρῖται ἐπῆλθον πανδημεὶ πολύ τι φρυαττόμενοι
τῇ τῆς ἵππου περιουσίᾳ, καὶ ἀνεμίγησαν ἀλλήλαις αἱ φάλαγγες, ὑπὸ
σημεῖον ἕν, ηὔλησαν οἱ πάντες· συνήθους δὲ ἤχου ἀκούσαντες οἱ ἵπποι
ὥσπερ οἴκοι ἐδεδιδάχατο, ἀποσεισάμενοι τοὺς ἀναβάτας, ὑπωρχοῦντο
πάντες. Τότε οὖν οἱ ἱππόται ἑάλωσαν κείμενοι καὶ οἱ ἵπποι ἐλήφθη-
σαν ὀρχούμενοι, ἀναστησάντων αὐτοὺς συνήθων μελῶν.
Εὔχονται δὲ καὶ ἄλλοι, μάχεσθαι μέλλοντες, οὐ μὴν ἀλλὰ καὶ θύου-
σιν, ἐν ἀγῶνι καθεστηκότες, ταραξίππῳ Ποσειδῶνι. Καὶ ἡμεῖς δὲ εὕρο-
μεν φάρμακον εὐχῆς ὀξύτερον, κρεῖττον πάντων ὁπόσα ἂν ἔχοις,
οὗπερ ἐπὶ τέλει πενταγώνῳ ηʹ τὸ εἶδος ἐγγέγραπται, ᾧ σημεῖα ὑπέρ-
κειται παρυπάτης μέσων, ῥῶ καὶ σίγμα ὕπτιον. Εἰς πυουλκοὺς ἐμ-
βάλλεται καὶ εἰς παράταξιν κούφοις ἀνδράσιν δίδοται φέρειν, ὡς εὐκό-
λως ὑπὸ τῷ στίφει τῶν προμαχομένων ἑστάναι. Οἳ μὲν οὖν ἐπάγου-
σιν ἀλκῇ καὶ τάχει καὶ σιδήρῳ τεθαρρηκότες· ἄν τε οὖν κατάφρακτοι
οὗτοι τύχωσιν, ἄν τε καὶ ἄλλως ἐσταλμένοι, ἐς τὸν αὐτὸν σπεύδουσι
κίνδυνον. Γενομένης γὰρ τῆς ἐς τοὺς πεζοὺς ἐμβολῆς, οἳ μὲν προτε-
ταγμένοι φέρουσιν τὴν ἐπιδρομὴν τῷ τῶν ἀσπίδων φράγματι, οἳ δὲ
τοὺς πυουλκοὺς ἔχοντες ἐκθλίβουσι τὸ φάρμακον εἰς τὰς τῶν ἵππων
ἀναπνοάς· (δεινὸς δὲ ὁ χυλὸς καὶ ἀνδράσιν εἰς βλάβην). Ἐπειδὰν
οὖν οἱ ἵπποι δέξωνται τὴν ὀδμὴν τοῦ κακοῦ, μεμήνασι καὶ φριμάσσουσι
καὶ διὰ σπουδῆς ἀνίστανται, ὥσπερ τὴν ἀπὸ τῆς γῆς ἀναπνοὴν πε-
φοβημένοι, καὶ ἀνασκιρτῶσιν ὄρθιοι. Πίπτουσι δὲ οἱ ἀναβάται ἀπὸ
τῶν ἵππων χαμαί, ἕτοιμοι πρὸς ζωγρίαν ἅμα καὶ σφαγήν, τοῖς αὑτῶν
θώραξιν εἰς τὸ μὴ διαφυγεῖν πεπεδημένοι, ἢ πατούμενοι, ἢ παιόμενοι.
Ἔξεστι δὲ τοῦ φαρμάκου τοῦδε καὶ ἐφ' ἡσυχίας πεῖραν λαβεῖν, καὶ
θαυμάσαι πόση ἀπὸ τοῦδε ἰσχύς ἐστιν καὶ ἐν πολέμῳ κρείττων βελῶν.
Καταπέσοι δ' ἂν ἄλλως ἵππος, θαλαττίας χελώνης ῥανθεὶς τοὺς
μυκτῆρας τῇ χολῇ, καί, πρὸς τῶν ἰδίων ἀπογνωσθείς, ἡμέτερόν ἐστι
κέρδος. Ἀναστήσεται γάρ, εἰ κρόκον σμύρναν τε ἅμα κρίνῳ μίξας ἐπί-
σης τοῦ ῥύγχους ἐπαφῆσαί τις αὐτοῦ· ἀναστήσονται καταπεσόντες
καὶ ὀρεῖς. Ἀλλὰ γὰρ καὶ ὁ τοῦ καρπάσου ὀπὸς μᾶλλον ἵπποις θανα-
τήσιος. Ἀποθάνοιεν δ' ἂν καὶ φαλαγγίοις καὶ σαλαμάνδρᾳ περιπε-
τεῖς τε γενόμενοι κισσοῦ τε δακρύῳ καὶ στύρακος χυλῷ. Ἀδικοῦνται
δὲ καὶ τῷ ἐξ ἀφέδρου ῥάκους καπνῷ. Ταυτὶ μὲν οὖν ἄλλως εἰρήσθω.
Δερκυλλίδας δὲ ὁ Λακεδαιμόνιος, τῇ τῶν ἀντιπάλων ἵππῳ πεζὴν
φάλαγγα προσαγαγών, ἐν τῷ πλινθίῳ καὶ ἀντινώτους τάξας εἰς
βάθος, παρήγγειλεν ἑζομένοις ὑπ' ἀσπίδι τοῖς κατόπιν ὅ τι τά-
χος τοῖς ἐγχειριδίοις βόθρους ὀρύσσειν· ἔπειτ' εἰς τὸ μέσον ἀνῆγε
τοὺς ὁπλίτας· καὶ ἦσαν ἔρυμα· οἱ γὰρ βόθροι τοῖς ἱππεῦσι πο-
λεμιώτατοι.
12
{Πρὸς ὑποζυγίων φθοράν}
Ἐμπόδιον στρατιώτῃ νοσήσας ἵππος καὶ ὑποζύγιον ἐν πολέμῳ
ὁπλοφοροῦν καὶ τὰ χρειώδη φέρων νωτοφόρος ὀρεύς· οἷς ἅπασι τὴν
θεραπείαν τῶν τε ἄλλων καὶ λοιμικῶν παθῶν τοιάνδε προσοιστέον.
[Θεραπεία νοσούντων κτηνῶν]. Σελίνου σπέρματος τρία ἡμίξεστα·
κἀπίτριτον λινοσπέρμου· τήλεως δὲ τοῦ δευτέρου τὸ διπλάσιον·
ὀρόβου τε ἀλητοῦ τῆς τήλεως τετραπλάσιον· μέτρῳ μὲν ταῦτα· πά-
νακος δὲ ῥίζης καὶ ἴρεως Ἰλλυρικῆς βράθυός τε τῆς ἀπὸ Σαβίνων πόας
ἀνὰ ὀκτὼ καὶ τεσσαράκοντα δραχμάς· καὶ τετραπλάσιον ἅμα τῶν
τριῶν ἀξουγγίου παλαιοῦ σταθμὸν τοῦ ἀνάλου. Τῶν δὲ προειρη-
μένων ξηρῶν ἕκαστον ἰδίᾳ κόπτεται καὶ σήθεται οἴνῳ τε παλαιῷ καὶ
τῷ στῆρι παλύνεται, εἶτ' εἰς ἀρτίσκους ἀναπλασθέντα, ἐν σκιᾷ ξηραί-
νεται· ἐπὶ δὲ τῆς χρείας, ὁπόσον καρύου μέγεθος βασιλικοῦ, (ὃ δὴ
ἑπτὰ γράμματα ἕλκει) σὺν μέλιτος κυάθοις τρισὶ λειοῦται, εἶτα οἴνῳ
παλαιοτάτῳ καὶ σπουδαιοτάτῳ ἀναλύεται· εἴη δὲ ξέστης εἷς· κἀπὶ
τρεῖς ἡμέρας ἑκάστου ἔτους τὸ κτῆνος προσλαμβάνον οὐ πείσεται τὸ
θανατήσιον τῶν κτηνῶν πάθος. Τοῖς δὲ νοσοῦσιν, ἀντὶ τοῦ οἴνου,
ὕδατι ἀναλύεται τῶν πρὸ τοῦ ἐπίσης εἰσηγησαμένων. Εἰ δὲ πίτυι
κἀκ τῆς νοσερᾶς συστάσεως ἀνάγκη γένοιτο χρῆσθαι, τῶν ἀρτίσκων
ἀπουσίᾳ, κολλύρας τρεῖς ἐγχυματίζειν οἴνῳ βρέχοντα, οἵῳ τρόπῳ
καθ' αὑτὸ ἀξούγγιον ἐνιᾶσι πολλοί. Οἷς δὲ λύκοι θηρῶνται ῥᾷστα,
οἳ δ' οὕτως ἰῶνται τῶν προειρημένων παθῶν τὰ ὑποζύγια· κρέως
λυκείου τῶν σαρκῶν διαιροῦντες πλατείας σχελίδας, [καὶ] ἰσχνὰς
ἀφαυαίνουσιν ὑπὲρ καπνοῦ κρεμαννύντες, οἵας τῶν βοῶν ἡμεῖς. Χρὴ
δ' ἐπὶ τῆς χρείας ἑψεῖν τι τούτων ἔστ' ἂν συντακῇ, τῷ τε ὕδατι ἀνὰ
ἡμίξεστον οἴνου τε καὶ ἐλαίου μίξαντες, ἑκάστου ἔτους ἐγχυματίζειν.
Ἀλλὰ γὰρ καὶ νεκροῦ κυνὸς ἤδη σεσηπότος ἀποτμηθεῖσα κεφαλὴ
νοσοῦντι τῷ ἵππῳ τὸ δεινὸν ἐκεῖνο πάθος ὑπολύεται· ὃ δὲ τῇ τῆς
ὀδμῆς ἀποφορᾷ συνεχεῖ καπνιζόμενος ἰαθήσεται.
[Σύνθεσις ποικιλωτέρα καὶ πολυϋλωτέρα.] Τὸ δὲ δὴ πολυϋλώτα-
τον, οὗ πεῖραν ἔσχον αὐτός, ᾧ χρῶνται Ῥωμαῖοι οἱ προήκοντες, μα-
θεῖν ἀναγκαῖον· ὅσον ὀκτὼ δραχμῶν ἀμώμου τε τοῦ βοτρυΐτου καὶ
πεπέριδος ἑκατέρας, μελαίνης τε καὶ λευκῆς 〈....〉 τὸ διπλάσιον· τρι-
πλάσιον φύλλου πυρέθρου τε καὶ ἀριστολοχίας, ἀβροτόνου δὲ καὶ
ὑσσώπου καὶ ἴριδος τῆς ῥυπαρᾶς· ἔτι δὲ γεντιανῆς τὸ τετραπλάσιον·
πενταπλάσιον (δηλαδὴ τοῦ πρώτου) ναρδοστάχυος καλάμου τε ἀρω-
ματικοῦ, πρὸς δὲ μήου, πυρέθρου, ἀλόης, μύρτων, κόστου, κασίας,
ζιγγιβέρεως, κροκομάγματος, ἔτι δὲ κρόκου, πετροσελίνου κυμίνου τε
Αἰθιοπικοῦ. Τούτων ἕκαστον κόπτεται ἄκρως καὶ ἀρωματικῷ σήθεται
κοσκίνῳ· κἀκ τούτου τρισὶ δακτύλοις ἀφελών, οἴνου τε καλλίστου
ξέστῃ μίξας ἑνί, καὶ ὀλίγιστον ἐλαίου προσλαβών, εἶτά τι μετρίως
ἀνακόψας, ἔγχει κατὰ τῆς εὐωνύμου ῥινὸς διὰ τοῦ κέρως ἡμιόνοις νω-
τοφόροις τε καὶ τοῖς ὑποζυγίοις τελείοις μίξιν τὴν τελείαν, ἵπποις δὲ
τῆς κράσεως τὸ ἥμισυ τριετέσι τε ἡμιόνοις ἢ διετέσι τῶν ἄλλων κτη-
νῶν, καὶ ὑγιαίνουσι, καθ' ἕκαστον ἔτος, τρίς, ὅπερ ἂν εἴη τριῶν ἐφεξῆς
ἡμερῶν· καὶ νοσήσαντι δὲ τῷ ζῴῳ τὸ θανατήσιον ὁμοίως ἐπαρκέσει,
τῆς λοιπῆς ἐπιμελείας, ὥσπερ εἰκός, προσφερομένης αὐτοῖς τῆς ἐξ ἔθους·
ἄλλα γὰρ κατὰ τῶν μικροτέρων παθῶν, κατὰ τῶν ὀχληρῶν δὲ τὰ
ἄλλα εὐπορεῖν ἀναγκαῖον.
[Θεραπεία βησσόντων ἵππων.] Ἵππῳ βήσσοντι θεραπεία φακὸς
ἐπτισμένος, ἢν δίχα τῶν ἐλύτρων ἄκρως ἀλέσας ἢ λειώσας ἅμα ὕδατι
ποτίσῃς· μέτρον δὲ τοῦ ὀσπρίου ζῴῳ παντὶ καθ' αὑτὸ ξέστου τέταρ-
τον ἂν εἴη σύμμετρον.
Πᾶν δὲ κτῆνος καμάτῳ ἔκλυτον ἢ ὀρθοπνοίᾳ περιπετὲς οὕτως
ἰάσαιο· φθεῖρας ἢ κόρεις οἴνῳ λελειωμένους πότιζε, ἢ πίσσαν ἅμ' ἀλ-
φίτοις τὴν ὑγράν.
Τῶν δ' ἄλλων ἀλλαχόσε θεραπειῶν τοῖσδε τοῖς συγγράμμασι
σποράδην ἐγκειμένων οὐκ ἀπορήσεις.
13
{Πρὸς ἡμίονον λακτίζουσαν}
Οὐδὲν δὲ ὄφελος ὑγιαίνοντος μὲν ὑποζυγίου, στασιάζοντος δὲ
ἤτοι ἄλλως ἀπειθοῦντος ἢ καὶ λακτίζοντος. Εἰς μὲν οὖν τῶν ἵππων
τὸ πειθήνιον ἡ Ῥωμαία πρόκειται φωνή. Λακτίζουσαν δὲ παύσεις
ἡμίονον, τὸ τῆς πύξου σπέρμα 〈καὶ〉 τοὺς τριβόλους οἴνῳ ἀφεψήσας
καὶ ποτίσας· καί σοι ἐπὶ μῆνας Ϛʹ τιθασὸς μενεῖ.
14
{Θήρα στρατιωτική}
Ἀντὶ δὲ γυμνασίας στρατεύματι καὶ θήρα προσκείσεται 〈λεόντων〉.
Λέοντες τὰ μὲν ὠκέα καταλαμβάνουσι τάχει, τὰ δὲ ἄλκιμα καθαιροῦ-
σιν ἀλκῇ. Κατὰ κράτος μὲν οὖν 〈ἂν〉 αὐτοὺς ἕλοι ζῶντας ἀνθρώπων
οὐδείς, καιρῷ δὲ καὶ τέχνῃ καὶ μηχανῇ· ὅσα γὰρ οὐ γίνεται ῥώμῃ,
ταῦτ' ἐπινοίᾳ κατορθοῦται. Τὸ οὖν ἡγεμονικώτατον τῶν θηρίων κου-
φότατόν τε καὶ τάχιστον καὶ μαχιμώτατον λαμβάνεται τρόποις ποι-
κίλοις ὧν, ἐν τῷδε τῷ συγγράμματι, 〈τὰ στρατεύματι〉 χρησιμεύοντα
διηγήσομαι.
Ἡνίκα ὁ πολέμαρχος γυμνάσεται ἅμα τῷ στρατεύματι καὶ θηρᾶσαι
δοκιμάσει, πᾶν ἐπὶ κυνηγέσιον τὸ πεζικὸν ἐξάγει τὰ ἐμπολέμια ἑσσά-
μενον. Σκοπὸν δὲ προηγγέλκασιν οἱ τῶν ἀλκίμων θηρίων ἰχνευταὶ
ἔνθα φωλεύει λέων. Ἡσυχῆ τοιγαροῦν ἐπελθόντες, ἀνὴρ ἀνδρὸς ἐχό-
μενος, ἵστανται κύκλῳ, περιβαλλόμενοι τὰς ἀσπίδας καὶ πρὸς ἀλλή-
λαις καὶ ἐπ' ἀλλήλας ἁρμόσαντες, ὡς εἶναι κεράμων εἰκόνα τὴν ἐπιπ-
τυχὴν αὐτῶν. Ἠχοῦσιν αἱ σάλπιγγες σφοδρὸν καὶ συμβοῶσιν οἱ ἄν-
δρες μέγα. Ὃ δ' ἐξάλλεται τῆς εὐνῆς τεταραγμένος ὁ θήρ, καὶ ἰδὼν τό τε
τῶν ὁπλιτῶν τεῖχος καὶ προσφερομένας λαμπάδας ἡμμένας (ταύτας
γὰρ ἀντὶ δοράτων οἱ ὁπλῖται φέρουσιν), ἡσυχάζει καὶ μένει καὶ τὸ
στῖφος τῶν ἀσπίδων οὐχ ὑπεράλλεται. Καθὸ δ' ἔστιν τοῦ χωρίου κα-
ταντέστερον, προσάγεται μηχανὴ ἐφ' ᾗ πλατεῖα καὶ ἡπλωμένη γαλεά-
γρα ἵδρυται ἔριφον φέρουσα. Ὄπιθεν δὲ τῷ λέοντι ἄνδρες κατάφρακτοι,
βύρσας αὔας καὶ ὁλοκλήρους ἔχοντες, ἐμβοῶσι, κρούοντες ξύλοις. Ὃ δὲ
τόν τε ἦχον καὶ τὴν ὄψιν καὶ τὴν κραυγὴν καταπλαγείς, ἐπὶ τὴν γα-
λεάγραν δρόμῳ ἵεται, τῶν τε ὁπλιτῶν [καὶ] τῶν κατόπιν τῆς μηχα-
νῆς κεκλιμένων καὶ ἀσυνόπτων τῷ θηρίῳ καὶ τῶν περὶ τὴν γαλεάγραν
σανίσιν ὑψηλαῖς τετειχισμένων, ἵν' ἐκείνῃ μόνῃ διεκφυγεῖν δοκῶν κρα-
τηθῇ.
Οὗτος μὲν οὖν θήρας τρόπος εἷς γυμναζομένῃ τῇ φάλαγγι· τοὺς
δ' ἄλλους ἀλλαχόθι διηγησάμην.
15
{Ποταμοῦ πλάτος εὑρεῖν καὶ τείχους 〈ὕψος〉}
Οἱ τῆς ἐγκυκλίου μετρίως ἐπήβολοι παιδείας τῶν Εὐκλείδου «Στοι-
χείων» ἐπὶ ποσόν, ὡς εἰκός, ἐφήψαντο. Οὐ δὴ χαλεπὸν διὰ τοῦ πρώ-
του συστῆσαι καὶ τάδε· ποταμοῦ πλάτος ἐκμετρῆσαι, τῆς ἑτέρας
ὄχθης ἀβάτου διὰ τοὺς ἐφεστῶτας αὐτῇ πολεμίους, πρὸς τὸ γεφυ-
ρῶσαι σύμμετρον ἐπαγαγόντας ζεῦγμα, τῷ τ' αὐτῷ λόγῳ τείχους ὕψος
ἐκ διαστήματος λαβεῖν εἰς τὸ τὰς ἑλεπόλεις μηχανὰς ἰσοστασίους ἐπε-
νεγκεῖν. Εἰς εὐμαθίαν δὲ τῆς ἀποδείξεως ἡγήσεται θεώρημα τόδε·
«Ἐὰν ὀρθογωνίου τριγώνου μία τῶν περὶ τὴν ὀρθὴν γωνίαν
〈πλευρῶν〉 δίχα τμηθῇ, ἀπὸ δὲ τῆς τομῆς πρὸς ὀρθὰς 〈εὐθεῖα〉 ἀνα-
ταθῇ, καὶ διὰ τοῦ σημείου καθὸ τέμνει τὴν λοιπὴν πλευρὰν παράλληλος
ἀχθῇ, καὶ αἱ λοιπαὶ τοῦ τριγώνου δίχα τέμνονται πλευραί».
Ἔστω γὰρ τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ, ὀρθὴν ἔχον τὴν Β γω-
νίαν. Καὶ τετμήσθω δίχα ἡ ΑΒ, τῷ Δ. Καὶ πρὸς ὀρθὰς ἤχθω ἡ ΔΕ.
Καὶ διὰ τοῦ Ε, παράλληλος ἤχθω ἡ ΕΖ. Λέγω ὅτι καὶ 〈αἱ〉 λοιπαὶ
τοῦ τριγώνου πλευραὶ δίχα τέμνονται, ἡ μὲν ΑΓ κατὰ τὸ Ε, ἡ δὲ ΒΓ
κατὰ τὸ Ζ. Ἐπεζεύχθω γὰρ ἡ ΔΖ. Ἐπεὶ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΔΒ, 〈ἡ
δὲ ΔΒ τῇ ΕΖ〉, ἄρα ἡ ΑΔ τῇ ΕΖ ἴση καὶ παράλληλος. Αἱ δὲ ἴσας τε καὶ
παραλλήλους ἐπὶ τὰ αὐτὰ μέρη ἐπιζευγνύουσαι ἴσαι τε καὶ παράλληλοί
εἰσιν. Ἀλλὰ καὶ αἱ ΔΕ ΖΓ παραλληλόγραμμον τὸ ΓΕΔΖ. Ἴση ἄρα ἡ
ΔΖ τῇ ΕΓ. Ἀλλὰ καὶ τῇ ΑΕ ἦν ἴση. 〈Ἡ ΕΓ ἄρα τῇ ΑΕ ἐστιν ἴση〉.
Πάλιν, ἐπεὶ ἑκάτερον τῶν ΒΔ ΕΖ, ΓΕ ΔΖ παραλληλόγραμμον, ἡ ΔΕ
ἄρα ἴση ἐστὶν ἑκατέρᾳ τῶν ΒΖ ΖΓ· ἀπεναντίον γάρ. Ὥστε καὶ αἱ ΒΖ
ΖΓ ἴσαι εἰσίν. Εἰσὶν αἱ ἀποδείξεις καὶ κατὰ παντὸς τριγώνου.
Ἀκολούθως δὴ τοῖσδε ποταμοῦ πλάτος ἐκ διαστήματος μετρηθή-
σεται. Ἔστωσαν ὄχθαι, καταντικρὺ μὲν ἣ τῶν πολεμίων ἐφ' ᾗ σημεῖον
τὸ Α, ἣ δὲ πρὸς ἡμᾶς ἡ ΦΗ. Πήγνυται διόπτρα ἐν χώρᾳ τῇ πρὸς ἡμᾶς
ἡ σχιστή, κατὰ τὸ Ι, οὕτως ὥστε τὸ διάστημα τὸ τοῦ Ι μέχρι…
…
The complete text is available when the reading interface loads.