The Greek Library Author

Anonymi De Terrae Motibus

Anonymi Dissertatio De Terrae Motibus

Edition reference
Ioannis Lavrentii Lydi Liber de Ostentis et Calendaria Graeca Omnia · Leipzig · Teubner · 1897
CTS identifier
urn:cts:greekLit:tlg2972.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Sentence 1

Καθόλου τοίνυν περὶ τῶν ἐν τῇ γῇ γινομένων σεισμῶν καὶ τῆς τούτων αἰτίας, καθὰ τοῖς παλαιοῖς διείληπται, ῥητέον δυσεπηβόλου τε καὶ σχεδὸν ἀτεκμάρτου αὐτοῖς τοῦ τοιούτου εἴδους καταληφθέντος· ἐπεὶ τοίνυν τοῖς περὶ τὴν γῆν πάθεσιν μίαν ἐκ πασῶν τὴν περὶ τοῦ καταγείου πυρὸς αἰτίαν τέως ἀποδεχομένους ὁρῶμεν, ἐπεὶ καὶ τοὺς τόπους, ἐν οἷς συνεχῶς σάλοι συμβαίνουσιν, ἐπετήρησαν.

Sentence 2

καὶ γὰρ τὸ πῦρ διεργαζόμενον cetera quae apud Lydum cap. 53 p. 107 v. 14 usque ad p. 109 v. 10 leguntur.

Sentence 3

οἱ δέ γε τῶν φυσικῶν ἀκριβέστερον περὶ σεισμῶν ἀναλαβόντες τὴν αὐτῶν γένεσιν οὕτως πώς φασιν. ἔστι φανερὸν ὅτι ἀναγκαῖον καὶ ἀπὸ ὑγροῦ καὶ ἀπὸ ξηροῦ γίνεσθαι ἀναθυμίασιν cetera quae leguntur per totum caput octavum Aristotelis meteorologic. lib. II; et explicit: περὶ μὲν οὖν σεισμῶν καὶ ὅντινα τρόπον γίγνονται τὰ παρὰ τῶν παλαιῶν εὑρήματα τοσαῦτα.

ΠΕΡΙ ΣΕΙΣΜΩΝ ΠΡΟΣΗΜΕΙΩΣΕΙΣ

Ἃ δὲ καὶ περὶ τοῦ προγνῶναι τὴν αὐτῶν γένεσιν, ὅσον κατὰ δύναμιν ἀνθρώποις ἐσημειώθη, συναγαγόντες εἰς ἓν σύνοπτον παραθεῖναι διέγνωμεν.

Sentence 5

λέγεται τοίνυν σημαίνειν σεισμὸς τῶν κακοποιῶν ἀστέρων ἐν τοῖς ἐπισήμοις τῷ πάθει ζωδίοις γιγνομένων.

Sentence 6

Κρόνος ἐν ταύρῳ.

Sentence 7

Κρόνος μὲν γὰρ εἰς τὸν ταῦρον τὴν μετάβασιν ποιούμενος σεισμὸν ὡς ἐπὶ τὸ πλεῖστον ποιεῖ κατὰ τόπους καὶ μάλιστα ἐν ταῖς χώραις καὶ πόλεσιν, ἐν αἷς ὑπάρχει ἡ τοῦ ταύρου δεσποτία.

Sentence 8

ὁ δ᾽ αὐτὸς ἀστὴρ τοῦ Κρόνου καὶ φάσιν ποιούμενος ἐν τῷ πρώτῳ δεκανῷ τοῦ ταύρου σεισμοὺς κατὰ τόπους ποιεῖ.

Sentence 9

Κρόνος ἐν διδύμοις.

Sentence 10

ἐν δὲ τοῖς διδύμοις ὁ Κρόνος γενόμενος καὶ ἐν τοῖς βορείοις ἐλθὼν τούτου τοῦ ζωδίου μέρεσι σεισμοὺς κατὰ τόπους ποιεῖ.

Sentence 11

Κρόνος ἐν καρκίνῳ.

Sentence 12

ἔτι δ᾽ ἐν καρκίνῳ τὴν μετάβασιν ὁ Κρόνος ποιούμενος σεισμοὺς ποιεῖ.

Sentence 13

Κρόνος ἐν σκορπίῳ.

Sentence 14

ἐν δὲ τῷ τρίτῳ δεκανῷ τοῦ σκορπίου φάσιν ὁ Κρόνος ποιούμενος σεισμὸν γενέσθαι σημαίνει.

Sentence 15

Ἄρης ἐν ταύρῳ.

Sentence 16

Ἄρης δ᾽ ἐν ταύρῳ διὰ μέσου τοῦ ζωδίου γινόμενος σεισμῶν ἐστι κινητικός.

Sentence 17

ἐν δὲ τοῖς διδύμοις ὁ αὐτὸς ἀστὴρ γινόμενος καὶ ἐν τοῖς βορείοις τοῦ ζωδίου μέρεσιν ἐλθὼν σεισμὸν ποιεῖ.

Sentence 18

ἐν καρκίνῳ δὲ Ἄρης φάσιν ποιούμενος ἐν τῷ πρώτῳ δεκανῷ σεισμὸν σημαίνει.

Sentence 19

ἥλιος ἐν ὑδροχόῳ.

Sentence 20

καὶ ἥλιος δὲ ἐκλείπων ἐν τῷ δευντέρῳ δεκανῷ τοῦ ὑδροχόου σεισμοὺς σημαίνει.

Sentence 21

ἥλιος ἐν ἰχθύσιν.

Sentence 22

ἔτι δὲ ἐκλείπων ὁ ἥλιος ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τῶν ἰχθύων σεισμὸν ἐν ταῖς παραλίαις σημαίνει.

Sentence 23

σελήνη ἐν σκορπίῳ.

Sentence 24

σελήνη δὲ ἐκλείπουσα ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τοῦ σκορπίου ἐνίοτε σεισμὸν σημαίνει.

Sentence 25

Καθόλου δὲ αἱ ὑπὸ γῆν ἐκλείψεις ἡλίου ἢ σελήνης σεισμοὺς ἀποτελοῦσιν ὡς ἐπὶ τὸ πλεῖστον.

Sentence 26

ἔτι τὰ προηγούμενα τοῦ δωδεκατημορίου τοῦ ταύρου καὶ μάλιστα τὰ κατὰ τὴν πλειάδα σεισμώδη γίγνεται, εἰ μή τις τῶν ἀγαθοποιῶν ἀστέρων ἐπίδοι.

Sentence 27

καὶ τὰ βόρεια δὲ τοῦ δωδεκατημορίου τῶν διδύμων σεισμώδη καθίσταται καὶ τὰ τοῦ δωδεκατημορίου τοῦ σκορπίου ἑπόμενα σεισμώδη φασίν.

Sentence 28

ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ τὴν οἰκοδεσποτίαν λαβὼν σεισμῶν ἀποτελεστικὸς περὶ τὸ κατάστημα.

Sentence 29

περὶ δὲ τὰς τῆς σελήνης ἐκλείψεις ἐνίοτε προσδοκᾶν χρὴ εὐθὺς γενέσθαι σεισμόν.

Sentence 30

ἐὰν δὲ μεθ᾽ ἡμέραν ἢ μικρὸν μετὰ δυσμὰς αἰθρίας οὔσης νεφέλιον λεπτὸν φαίνηται διατεῖνον καὶ μακρὸν οἷον γραμμῆς μῆκος εὐθύτητι διηκριβωμένον, σεισμὸν σημαίνει παραυτίκα.

Sentence 31

καὶ ψόφος δὲ γιγνόμενος ὑπὸ γῆν σεισμὸν σημαίνει.

Sentence 32

ὅταν δὲ σεισμὸς μέγας γένηται, πρότερον μὲν ἐπὶ τεσσαράκοντα ἡμέρας σείει·

Sentence 33

ὕστερον δὲ καὶ ἐπ᾽ ἐνιαυτὸν καὶ δύο ἔτη πολλάκις σείει κατὰ τοὺς αὐτοὺς τόπους.

Sentence 34

Τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς τῶν σεισμῶν προγνώσεως ἐσημειώθη παρὰ τοῖς παλαιοῖς· ἡμῖν δὲ νόμος καὶ ὅρος ἑκάστοτε καὶ ἐφ᾽ ἑκάστῳ τῶν συμβαινόντων ἄνωθεν τὸ θεῖον πρόσταγμα πιστεύεται, ἀρρήτῳ τινὶ προνοίας λόγῳ τοῦ πάντα πεποιηκότος θεοῦ κυβερνῶντος καὶ διοικοῦντος τὰ σύμπαντα.

Sentence 35

Σχόλιον ἀπὸ φωνῆς Συμεὼν μονάχου τοῦ χρυσογράφου εἰς τὰ προκείμενα δύο κανόνια περὶ σεισμῶν.

Sentence 36

τὸν ἀστέρα τὸν κύριον τῆς προγενομένης συνόδου ἢ πανσελήνου ἐπισκόπει καὶ τὸ πλάτος αὐτοῦ εἴτε βόρειόν ἐστιν ἢ νότιον, καὶ ἐπὶ ποίου βαθμοῦ τοῦ πλάτους ἕστηκεν ὁ ἀστήρ, καὶ ταῦτα ἐφευρίσκων εἰσέρχου τὰ προκείμενα κανόνια καὶ ἀναψηλαφῶν τὸ ζώδιον, ἐν ᾧ ὁ κύριος τῆς συζυγίας ἔτυχεν, ἀποφαίνου.