The Greek Library Catalogue

Anonymous

De comoedia

Edition reference
De comoedia, ed. W. J. W. Koster, Prolegomena de comoedia. Scholia in Acharnenses, Equites, Nubes [Scholia in Aristophanem 1.1A. Groningen: Bouma, 1975]: 7–10.
CTS identifier
urn:cts:greekLit:tlg3002.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΠΕΡΙ ΚΩΜΩΙΔΙΑΣ}

1

τὴν κωμῳδίαν ηὑρῆσθαί φασιν ὑπὸ Σουσαρίωνος, τὴν δὲ ὀνομασίαν ἔχειν οἱ

2

μέν, ὅτι ἐπὶ τὰς κώμας περιιόντες ᾖδον καὶ ἐπεδείκνυντο μήπω πόλεων οὐσῶν,

3

ἀλλ' ἐν κώμαις οἰκούντων τῶν ἀνθρώπων, οἱ δὲ ἀντιλέγοντές φασι μὴ κώμας

4

καλεῖσθαι παρὰ Ἀθηναίοις, ἀλλὰ δήμους, καὶ κωμῳδίαν αὐτὴν καλοῦσιν, ἐπεὶ

5

ἐν ταῖς ὁδοῖς ἐκώμαζον. τὴν αὐτὴν δὲ καὶ τρυγῳδίαν φασὶ διὰ τὸ τοῖς εὐδοκι-

6

μοῦσιν ἐπὶ τῷ Ληναίῳ γλεῦκος δίδοσθαι, ὅπερ ἐκάλουν τρύγα, ἢ ὅτι μήπω

7

προσωπείων ηὑρημένων τρυγὶ διαχρίοντες τὰ πρόσωπα ὑπεκρίνοντο. γεγόνασι

8

δὲ μεταβολαὶ κωμῳδίας τρεῖς· καὶ ἡ μὲν ἀρχαία, ἡ δὲ νέα, ἡ δὲ μέση.

9

οἱ μὲν οὖν τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ οὐχ ὑποθέσεως ἀληθοῦς, ἀλλὰ

10

παιδιᾶς εὐτραπέλου γενόμενοι ζηλωταὶ τοὺς ἀγῶνας ἐποίουν· καὶ φέρεται

11

αὐτῶν πάντα τὰ δράματα τξεʹ σὺν τοῖς ψευδεπιγράφοις. τούτων δέ εἰσιν ἀξιολο-

12

γώτατοι Ἐπίχαρμος, Μάγνης, Κρατῖνος, Κράτης, Φερεκράτης, Φρύνιχος,

13

Εὔπολις, Ἀριστοφάνης.

14

〈Ἐπίχαρμος Συρακόσιος〉. οὗτος πρῶτος τὴν κωμῳδίαν διερριμμένην

15

ἀνεκτήσατο πολλὰ προσφιλοτεχνήσας. χρόνοις δὲ γέγονε κατὰ τὴν ογʹ Ὀλυμ-

16

πιάδα, τῇ δὲ ποιήσει γνωμικὸς καὶ εὑρετικὸς καὶ φιλότεχνος. σῴζεται δὲ αὐτοῦ

17

δράματα μʹ, ἐξ ὧν ἀντιλέγονται δʹ.

18

Μάγνης δὲ Ἀθηναῖος ἀγωνισάμενος Ἀθήνησι νίκας ἔσχεν ιαʹ. τῶν δὲ

19

δραμάτων αὐτοῦ οὐδὲν σῴζεται· τὰ δὲ ἐπιφερόμενά ἐστιν ἐννέα.

20

Κρατῖνος Ἀθηναῖος νικᾷ μετὰ τὴν πεʹ Ὀλυμπιάδα, τελευτᾷ δὲ Λακεδαιμο-

21

νίων εἰς τὴν Ἀττικὴν εἰσβαλόντων τὸ πρῶτον, ὥς φησιν Ἀριστοφάνης·

22

ὡρακιάσας· οὐ γὰρ ἐξηνέσχετο

23

ἰδεῖν πίθον καταγνύμενον οἴνου πλέων.

24

γέγονε δὲ ποιητικώτατος, κατασκευάζων εἰς τὸν Αἰσχύλου χαρακτῆρα. φέρεται

25

δὲ δράματα αὐτοῦ καʹ.

26

Κράτης Ἀθηναῖος. τοῦτον ὑποκριτήν φασι γεγονέναι τὸ πρῶτον, ὃς ἐπιβέβληκε

27

Κρατίνῳ, πάνυ γελοῖος καὶ ἱλαρὸς γενόμενος, καὶ πρῶτος μεθύοντας ἐν κωμῳ-

28

δίᾳ προήγαγεν. τούτου δράματά ἐστιν ἑπτά.

29

Φερεκράτης Ἀθηναῖος. νικᾷ ἐπὶ Θεοδώρου· γενόμενος 〈καὶ〉 ὅδε ὑποκριτὴς

30

ἐζήλωσε Κράτητα, καὶ αὖ τοῦ μὲν λοιδορεῖν ἀπέστη, πράγματα δὲ εἰσηγούμενος

31

καινὰ ηὐδοκίμει γενόμενος εὑρετικὸς μύθων.

32

Φρύνιχος †† 〈Πολυ〉φράδμονος ἔθανεν ἐν Σικελίᾳ.

33

Εὔπολις Ἀθηναῖος. ἐδίδαξεν ἐπὶ ἄρχοντος Ἀπολλοδώρου, ἐφ' οὗ καὶ

34

Φρύνιχος, γεγονὼς δυνατὸς τῇ λέξει καὶ ζηλῶν Κρατῖνον· πολὺ γοῦν λοίδορον

35

καὶ σκαιὸν ἐπιφαίνει. γέγραπται δὲ αὐτῷ δράματα ιδʹ.

36

Ἀριστοφάνης Φιλίππου Ἀθηναῖος. μακρῷ λογιώτατος Ἀθηναίων καὶ

37

εὐφυΐᾳ πάντας ὑπεραίρων, ζήλῳ δὲ Εὐριπίδου ††, τοῖς δὲ μέλεσι λεπτότερος.

38

ἐδίδαξε δὲ πρῶτος ἐπὶ ἄρχοντος Διοτίμου διὰ Καλλιστράτου. τὰς μὲν γὰρ

39

πολιτικὰς τούτῳ φασὶν αὐτὸν διδόναι, τὰ δὲ κατ' Εὐριπίδου καὶ Σωκράτους

40

Φιλωνίδῃ. διὰ δὲ τούτων νομισθεὶς ἀγαθὸς ποιητὴς τὰ λοιπὰ ἐπιγραφόμενος

41

ἐνίκα. ἔπειτα τῷ υἱῷ ἐδίδου τὰ δράματα ὄντα τὸν ἀριθμὸν νδʹ, ὧν νόθα δʹ.

42

τῆς δὲ μέσης κωμῳδίας οἱ ποιηταὶ πλάσματος μὲν οὐχ ἥψαντο ποιητικοῦ,

43

διὰ δὲ τῆς συνήθους ἰόντες λαλιᾶς λογικὰς ἔχουσι τὰς ἀρετάς, ὥστε σπάνιον

44

ποιητικὸν εἶναι χαρακτῆρα παρ' αὐτοῖς. κατασχολοῦνται δὲ πάντες περὶ τὰς

45

ὑποθέσεις. τῆς μὲν οὖν μέσης κωμῳδίας εἰσὶ ποιηταὶ νζʹ, καὶ τούτων δράματα

46

φέρεται χιζʹ. τούτων δέ εἰσιν ἀξιολογώτατοι Ἀντιφάνης καὶ †Στέφανος†.

47

Ἀντιφάνης μὲν οὖν Στεφάνου Ἀθηναῖος, καὶ ἤρξατο διδάσκειν μετὰ τὴν

48

Ϙηʹ Ὀλυμπιάδα. καί φασιν αὐτὸν γενέσθαι μὲν τῶν ἀπὸ Θεσσαλίας ἐκ Λαρίσ-

49

σης, παρεγγραφῆναι δὲ εἰς τὴν Ἀθηναίων πολιτείαν ὑπὸ Δημοσθένους. γενέσθαι

50

δὲ λέγουσιν αὐτὸν εὐφυέστατον εἰς τὸ γράφειν καὶ δραματοποιεῖν. ἐτελεύτησε

51

δὲ ἐν Χίῳ καὶ τὰ ὀστᾶ αὐτοῦ εἰς τὰς Ἀθήνας μετηνέχθη. τῶν δὲ κωμῳδιῶν

52

αὐτοῦ τινας καὶ ὁ Στέφανος ἐδίδαξεν. ἔστι δὲ αὐτοῦ δράματα σξʹ.

53

τῆς δὲ νέας κωμῳδίας γεγόνασι μὲν ποιηταὶ ξδʹ, ἀξιολογώτατοι δὲ τούτων

54

Φιλήμων, Μένανδρος, Δίφιλος, Φιλιππίδης, Ποσείδιππος, Ἀπολλόδωρος.

55

Φιλήμων μὲν οὖν Δάμωνος Συρακόσιος, μετέσχε δὲ τῆς τῶν Ἀθηναίων

56

πολιτείας, ἐδίδαξε δὲ πρὸ τῆς ριγʹ Ὀλυμπιάδος. σῴζεται δὲ αὐτοῦ δράματα Ϙζʹ.

57

Μένανδρος δὲ Διοπείθους υἱὸς Ἀθηναῖος, λαμπρὸς καὶ βίῳ καὶ γένει, συν-

58

διατρίψας δὲ τὰ πολλὰ Ἀλέξιδι ὑπὸ τούτου δοκεῖ παιδευθῆναι. ἐδίδαξε δὲ

59

πρῶτος ἔφηβος ὢν ἐπὶ Φιλοκλέους ἄρχοντος. γέγονε δὲ εὐφυέστατος ἐν πᾶσι.

60

γέγραφε δὲ τὰ πάντα δράματα ρηʹ. τελευτᾷ δὲ ἐν Ἀθήναις ἐτῶν ὑπάρχων νβʹ.

61

Δίφιλος Σινωπεὺς κατὰ τὸν αὐτὸν χρόνον ἐδίδαξε Μενάνδρῳ. τελευτᾷ δὲ ἐν

62

Σμύρνῃ. δράματα δέ ἐστιν αὐτοῦ ρʹ.

{ΠΕΡΙ ΚΩΜΩΙΔΙΑΣ} τὸ παλαιὸν οἱ ἐν ταῖς κώμαις ἀδικούμενοι παρὰ τῶν πολιτῶννυκτὸς ἀπήρχοντο παρὰ τὸν δῆμον ἐκεῖνον, ἔνθα ὁἀδικήσας ἦν, καὶ ἔλεγον, ὅτι ἔστι τις ἐνταῦθα ποιῶν εἰς τὸν γεωργὸν τάδε. καὶτοῦτο ποιοῦντες ὑπεχώρουν μὴ ἐπιλέγοντες καὶ τοὔνομα· ὀνομαστὶ γὰρ κωμῳ-δεῖν ὁ νόμος οὐ δίδωσιν. μεθ' ἡμέραν δὲ ὁ δράσαςἐξητάζετο, καὶ οὕτως αἰσχυνόμενος ἀνεστέλλετο τοῦ ἀδικεῖν. ὁρῶντες οὖν οἱπολῖται τοῦτο χρήσιμον τῇ πόλει καὶ ἀδικίας ἀποτρεπτικὸν ἐκέλευσαν τοὺςἀδικουμένους ἐπὶ μέσης ἀγορᾶς τοὺς ἀδικήσαντας κωμῳδεῖν. οἱ δὲ δεδιότεςαὐτοὺς ὡς πλουσίους πηλὸν χρίοντες καὶ τρύγα ἐπὶ μέσηςἀγορᾶς τοὺς ἀδικοῦντας ἐκωμῴδουν. ἐπεὶ δὲ μεγάλως ἡ πόλις ὠφελεῖτο ἐκτούτου, ποιητὰς ἔταξαν ἐπὶ τούτῳ κωμῳδεῖν, ὃν ἂν βούλωνται, ἀκωλύτως. ἐπεὶδὲ ἡ κακία προέκοπτεν, οἱ πλούσιοι καὶ οἱ ἄρχοντες μὴβουλόμενοι κωμῳδεῖσθαι τὸ μὲν φανερῶς κωμῳδεῖν ἐκώλυσαν, ἐκέλευσαν δὲαἰνιγματωδῶς. εἶτα δὴ καὶ τοῦτο ἐκώλυσαν, καὶ εἰςξένους μὲν καὶ πτωχοὺς ἔσκωπτον, εἰς δὲ πλουσίους καὶ ἐνδόξους οὐκέτι.γέγονε δὲ τῆς μὲν πρώτης κωμῳδίας ἄριστος τεχνίτης οὗτος ὁ Ἀριστοφάνης καὶΕὔπολις, τῆς δὲ δευτέρας Πλάτων, τῆς δὲ τρίτης Μένανδρος. κωμῳδίαοὖν ἢ ὅτι ἀπὸ κωμῶν συναγόμενοι ᾖδον ταῦτα ἢ ὅτιἐν καιρῷ κώματος ᾖδον· ἔστι δὲ ταύτην εἰπεῖν καὶτραγῳδίαν, οἱονεὶ τρυγῳδίαν τινὰ οὖσαν, ὅτι τρύγα χριόμενοι ἐκωμῴδουν. καὶτῆς μὲν τραγῳδίας σκοπὸς τὸ εἰς θρῆνον κινῆσαι τοὺς ἀκροατάς, τῆς δὲ κω-μῳδίας τὸ εἰς γέλωτα. διό φασιν· ἡ μὲν τραγῳδία λύει τὸν βίον, ἡ δὲκωμῳδία συνίστησιν.{ΠΕΡΙ ΤΗΣ ΚΩΜΩΙΔΙΑΣ} τῆς κωμῳδίας τὸ μέν ἐστιν ἀρχαῖον, τὸ δὲ νέον,τὸ δὲ μέσον. τῆς δὲ νέας διαφέρει ἡ παλαιὰ κωμῳδία χρόνῳ,διαλέκτῳ, ὕλῃ, μέτρῳ, διασκευῇ. χρόνῳ μὲν καθὸ ἡ μὲν νέα ἐπὶ Ἀλεξάνδρου, ἡδὲ παλαιὰ ἐπὶ τῶν Πελοπονησιακῶν εἶχε τὴν ἀκμήν. διαλέκτῳ δέ, καθὸ ἡ μὲννέα τὸ σαφέστερον ἔσχε τῇ νέᾳ κεχρημένη Ἀτθίδι,ἡ δὲ παλαιὰ τὸ δεινὸν καὶ ὑψηλὸν τοῦ λόγου·ἐνίοτε δὲ καὶ ἐπιτηδεύουσι λέξεις τινάς. ὕλῃδέ, καθὸ ἡ μὲν νέα †† κατὰ τὸ πλεῖστον στρέφεται περὶ τὸἰαμβικόν, σπανίως δὲ μέτρον ἕτερον, ἐν δὲ τῇ παλαιᾷ πολυμετρία τὸσπουδαζόμενον. διασκευῇ δέ, ὅτι ἐν μὲν τῇ νέᾳ χοροῦοὐκ ἔδει, ἐν ἐκείνῃ δὲ δεῖ. καὶ αὐτὴ δὲ ἡ παλαιὰ ἑαυτῆς διαφέρει. καὶ γὰρ οἱ ἐν Ἀττικῇ πρῶτον συστη-σάμενοι τὸ ἐπιτήδευμα τῆς κωμῳδίας—ἦσαν δὲ οἱ περὶ Σαννυρίωνα—καὶ τὰ πρόσωπα εἰσῆγον ἀτάκτως, καὶ μόνος ἦν γέλωςτὸ κατασκευαζόμενον. ἐπιγενόμενος δὲ ὁ Κρατῖνος κατέστησε μὲν πρῶτον τὰ ἐντῇ κωμῳδίᾳ πρόσωπα μέχρι τριῶν στήσαςτὴν ἀταξίαν καὶ τῷ χαρίεντι τῆς κωμῳδίας τὸ ὠφέλιμον προστέθεικετοὺς κακῶς πράττοντας