The Greek Library Catalogue

Anonymous

De comoedia

Edition reference
De comoedia, ed. Koster, op. cit., 13–15.
CTS identifier
urn:cts:greekLit:tlg3002.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

διαβάλλων καὶ ὥσπερ δημοσίᾳ μάστιγι τῇ κωμῳδίᾳ κολάζων.ἀλλ' ἔτι μὲν καὶ οὗτος τῆς ἀρχαιότητος μετεῖχε καὶἠρέμα πως τῆς ἀταξίας. ὁ μέντοι γε Ἀριστοφάνης μεθοδεύσας τεχνικώτεροντῶν μεθ' ἑαυτοῦ τὴν κωμῳδίαν ἐνέλαμψεν ἐν ἅπασιν ἐπίσημος ὀφθεὶς οὕτωςκαὶ οὕτως πᾶσανκωμῳδίαν ἐμελέτησε. καὶ γὰρ τὸ τούτου δρᾶμα ὁ Πλοῦτος νεωτερίζει κατὰ τὸπλάσμα· τήν τε γὰρ ὑπόθεσιν ὡς ἀληθῆἔχει καὶ χορῶν ἐστέρηται,ὅπερ τῆς νεωτέρας ὑπῆρχε κωμῳδίας.{ΑΛΛΩΣ ΠΕΡΙ ΚΩΜΩΙΔΙΑΣ} ὅτι ὁ γέλως τῆς κωμῳδίας ἔκ τε λέξεων καὶ πραγμάτων ἔχει τὴν σύστασιν.ἐκ μὲν τῆς λέξεως κατὰ τρόπους ἑπτά. πρῶτον καθ' ὁμωνυμίαν, ὡς τὸ †δια-φορουμένοις† [†διαφορούμενος†], οἷον τὸ “<μέτρον>”. δεύτερον δὲ κατὰσυνωνυμίαν, ὡς τὸ “<ἥκω καὶ κατέρχομαι>”· ταὐτὸν γάρ ἐστιν. τρίτον κατὰἀδολεσχίαν, ὡς ὅταν τις τῷ αὐτῷ ὀνόματι χρήσηται. τέταρτον κατὰ παρωνυ-μίαν, ὡς ὅταν τῷ κυρίῳ ἔξωθέν τι ἅπτηται, ὡς τὸ “<μώμαξ καλοῦμαιΜίδας>”. πέμπτον κατὰ ὑποκορισμόν, ὡς τὸ “<Σωκρατίδιον”, „Εὐριπίδιον>“.ἕκτον κατὰ ἐξαλλαγήν, ὡς τὸ “<ὦ Βδεῦ δέσποτα>” ἀντὶ τοῦ “ὦ Ζεῦ”. ἕβδομονκατὰ σχῆμα λέξεως· τοῦτο γίνεται ἢ φωνῇ ἢ τοῖς ὁμογενέσιν. ἐκ δὲ τῶνπραγμάτων κατὰ τρόπους δύο. πρῶτον κατὰ ἀπάτην, ὡς Στρεψιάδης πεισθεὶςἀληθεῖς εἶναι τοὺς περὶ ψύλλης λόγους. δεύτερον κατὰ ὁμοίωσιν· ἡ δὲ ὁμοίωσιςεἰς δύο τέμνεται, ἢ εἰς τὸ βέλτιον, ὡς ὁ Ξανθίας εἰς Ἡρακλέα,ἢ εἰς τὸ χεῖρον, ὡς ὁ Διόνυσος εἰς Ξανθίαν.{DE CHORO} ὁ χορὸς ὁ κωμικὸς εἰσήγετο ἐν τῇὀρχήστρᾳ, τῷ νῦν λεγομένῳ λογείῳ· καὶ ὅτε μὲν πρῶτον πρὸς τοὺς ὑποκριτὰςδιελέγετο, πρὸς τὴν σκηνὴν ἀφεώρα, ὅτε δὲἀπελθόντων τῶν ὑποκριτῶν τοὺς ἀναπαίστους διεξῄει, πρὸς τὸν δῆμον ἀπε-στρέφετο, καὶ τοῦτο ἐκαλεῖτο στροφή· ἦν δὲ τὰ ἰαμβεῖα τετράμετρα. εἶτα τὴνἀντίστροφον προσᾴδοντες πάλιν τετράμετρα ἐπέλεγον ἴσων στίχων· ἦν δὲἐπὶ τὸ πλεῖστον ιϚʹ· ἐκαλεῖτο δὲ ταῦτα ἐπιρρήματα. ἡ δὲ ὅλη πάροδος τοῦχοροῦ ἐκαλεῖτο παράβασις. Ἀριστοφάνης ἐν Ἱππεῦσινεἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶςἠνάγκαζεν λέξοντας ἔπη †ἐπὶ† τὸ θέατρον παραβῆναι.{ΤΩΝ ΤΗΣ ΑΡΧΑΙΑΣ ΚΩΜΩΙΔΙΑΣ ΠΟΙΗΤΩΝΟΝΟΜΑΤΑ ΚΑΙ ΔΡΑΜΑΤΑ}Θεοπόμπου δράματα ιζʹ.Στράττιδος δράματα ιϚʹ.Φερεκράτους δράματα ιηʹ.Κράτητος δράματα ηʹ.Πλάτωνος δράματα κηʹ.Τηλεκλείδου δράματα Ϛʹ.Φρυνίχου δράματα ιʹ.{DE HELLENISMO ET ATTICISMO} ὅτι κατὰ τρόπους δέκα διαφέρει τὸ ἑλληνίζειν τοῦ ἀττικίζειν· κατὰ ἀναλογίαν,παρὰ τὴν ἐτυμολογίαν, παρὰ τὰ σχήματα, παρὰ τὸν σχηματισμὸν τῶν ὀνομάτων,παρὰ τὴν ἀλληγορίαν, παρὰ τοὺς ἀριθμούς, παρὰ τὰ γένη, παρὰ τὰ πνεύματα,παρὰ τοὺς χρόνους, παρὰ τοὺς τόνους. παρὰ μὲν τὴν ἀναλογίαν καὶ ἐτυμολογίαν,ὅτι οἱ μὲν ἑλληνίζοντες τούτοις μάλιστα χρῶνται, οἱ δὲ ἀττικίζοντες οὐδ'ὅλως. παρὰ τὰ σχήματα, ἐπειδὴ πάλιν ἔθος ἐστὶ τοῖς ἀττικοῖς χρῆσθαι σχήμασι,τοῖς δὲ ἑλληνίζουσιν οὐκέτι. παρὰ δὲ τὸν σχηματισμόν, ἐπειδὴ κατὰ πολλοὺςτρόπους ἐκ τῆς ἑλληνικῆς συνηθείας μετασχηματίζεται τὰ ὀνόματα. παρὰ δὲ τοὺςχρόνους, ὅτι συστελλόντων τινὰ τῶν ἑλληνιζόντων αὐτοὶ ἐκτείνουσι μᾶλλον ἢσυστέλλουσι. παρὰ δὲ τὰ πνεύματα, ἐπεὶ δασύνουσιν ἔνια ψιλούντων, ἢ ψιλοῦσιδασυνόντων. παρὰ δὲ τὰ γένη, ἐπειδὴ θηλυκῶς τινα λεγόντων 〈ἀρσενικῶς〉 ἢοὐδετέρως αὐτοὶ προφέρονται, ἢ ἀνάπαλιν ἀρσενικῶς ἢ οὐδετέρως 〈τινὰ λεγόν-των θηλυκῶς〉 ἐκφέρουσι. παρὰ τοὺς ἀριθμούς, ἐπειδὴ ἑνικῶς τινα λεγόντωνπληθυντικῶς λέγουσιν, ἢ καὶ ἀνάπαλιν.{DE CHORO} ὁ κωμικὸς χορὸς συνέστηκεν ἐξ ἀνδρῶν κδʹ· καὶ εἰ μὲν ὡς ἀπὸ τῆς πόλεωςἤρχετο ἐπὶ τὸ θέατρον, διὰ τῆς ἀριστερᾶς ἁψῖδος εἰσῄει, εἰ δὲ ὡς ἀπὸ ἀγροῦ, διὰτῆς δεξιᾶς, ἐν τετραγώνῳ σχήματι, ἀφορῶν εἰς τοὺς ὑποκριτάς. ἀναχωρούντωνδὲ τῶν ὑποκριτῶν ἑπτάκις ἐστρέφετο ὁ χορός, προσέχων ἐφ' ἑκάτερα μέρη τοῦθεάτρου. ἐκαλεῖτο δὲ τῷ γένει τὸ τοιοῦτον ὄρχημα †† τῆς ὀρχήσεως †† παράβασιςὁμωνύμως τῷ γένει· τὸ τρίτον μακρόν, τὸ καὶ πνίγος· τὸ τέταρτον στροφὴ ἢᾠδή· τὸ πέμπτον ἐπίρρημα· τὸ ἕκτον ἀντίστροφος ἢ ἀντῳδή· τὸ ἕβδομονἀντεπίρρημα.{DE SCOLIIS} σκολιὰ λέγεται τὰ παροίνια μέλη τὰ ἐπὶ τοῖς συμποσίοις ᾀδόμενα, καί, ὡςμὲν ἔνιοί φασιν, ἐκ τοῦ ἐναντίου προσηγορεύθησαν· ἁπλᾶ γὰρ αὐτὰ ἐχρῆν εἶναικαὶ εὔκολα ὡς παρὰ πότον ᾀδόμενα. οὐκ εὖ δὲ τοῦτο· τὰ γὰρ δύσφημα ἐπὶ τὸεὐφημότερον μεταλαμβάνεται, οὐ μὴν τὸ ἔμπαλιν. τί οὖν; ἐπάναγκες ἦν τοῖς ἐνσυμποσίοις ἅπασιν ᾄδειν μετὰ λύρας· ὅσοι δὲ οὐκ ἠπίσταντο λύρᾳ χρῆσθαι,δάφνης ἢ μυρρίνης κλῶνας λαμβάνοντες ᾖδον. ἐπὶ τοῖς οὖν οὐκ ἐπισταμένοιςμέλη πρὸς λύραν ᾄδειν σκολιὰ ἐδόκει· ὅθεν καὶ σκολιὰ ὠνομάσθησαν. τινὲς δὲοὕτως· οὐ κατὰ τὸ ἑξῆς φασι δίδοσθαι τὴν λύραν, ἀλλ' ἐναλλάξ. διὰ τὴν σκολιὰνοὖν καὶ μὴ ἐπ' εὐθείας τῆς λύρας περιφέρειαν σκολιὰ ἐλέγετο.{DE HISTRIONIBUS} ὑποκριταὶ Ἀριστοφάνους Καλλίστρατος καὶ Φιλωνίδης, δι' ὧν ἐδίδασκε τὰδράματα ἑαυτοῦ, διὰ μὲν Φιλωνίδου τὰ δημοτικά, διὰ δὲ Καλλιστράτου τὰἰδιωτικά.{DE PARTIBUS} πόσα μέρη κωμῳδίας; πρῶτον· πρόλογος τὸ μέχρι τῆς εἰσόδου τοῦ χοροῦμέρος. δεύτερον· χορικὸν τὸ τοῦ χοροῦ ᾀδόμενον μέλος. τρίτον· ἐπεισόδιον τὸμεταξὺ δύο χορικῶν μελῶν. τέταρτον· ἔξοδος τὸ ἐπὶ τέλει λεγόμενον τοῦ χοροῦ.εἴρηται δὲ καὶ πόσα μέρη παραβάσεως. ἡ δὲ παράβασις τοῦ χορικοῦ.{DE METRO COMICO} τὸ ἴδιον κωμικοῦ στίχου τὸ ἐκ τρισυλλάβων ὡς ἐπὶ τὸ πλεῖστον συγκεῖσθαι,οἷον ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ' ἱερῶν.καὶ ἄλλως ἡ αὐτή †† τὸ παρὰ τῷ κωμικῷ ἰαμβικὸν μέτρον ἐν τῇ πρώτῃ καὶ τρίτῃ καὶ πέμπτῃβάσει δέχεται πόδας εʹ· δάκτυλον (–⏑⏑), σπονδεῖον (––), χορεῖον (⏑⏑⏑),ἀνάπαιστον (⏑⏑–) καὶ τὸν ὁμώνυμον ἴαμβον (⏑–), ἐν δὲ τῇ δευτέρᾳ καὶτετάρτῃ τοὺς ἀπὸ βραχέων ἀρχομένους, οἷον· χορεῖον (⏑⏑⏑), ἀνάπαιστον (⏑⏑–),ἴαμβον (⏑–), ἐν δὲ τῇ ἕκτῃ ἢ ἴαμβον (⏑–) ἢ πυρρίχιον (⏑⏑).{ANONUMUS CRAMERI IΕΚ ΠΟΙΑΣ ΑΙΤΙΑΣ ΣΥΝΕΣΤΗ Η ΚΩΜΩΙΔΙΑ} κωμῳδίαι λέγονται τὰ τῶν κωμικῶν ποιήματα, ὡς τὰ τοῦ Μενάνδρου,Ἀριστοφάνους, Κρατίνου, καὶ τῶν ὁμοίων. εὑρέθη δὲ ἡ κωμῳδία,ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. τὸ παλαιὸν ἐν ταῖς κώμαις ἀδικούμενοί τινεςὑπὸ τῶν ἐν Ἀθήνησι πολιτῶν καὶ θέλοντες ἐλέγχειν αὐτοὺς κατῄεσανἐν τῇ πόλει καὶ νυκτὸς καθευδόντων πάντων παριόντεςπαρὰ τὰς ἀγυιὰς ἔλεγον ἀνωνύμως τὰς βλαβάς, ἃς ἔπασχον ὑπ' αὐτῶν, τοι-αῦτα λέγοντες· “ἐνταῦθα μένει τις τάδε καὶ τάδε ποιῶν τισι τῶν γεωργῶν καὶοὐ μετρίας βλαβὰς ἐπιφέρων αὐτοῖς”, ὥστε τοὺς γειτνιῶντας ἀκούοντας ἡμέ-ρας γινομένης πρὸς ἀλλήλους λέγειν, ἃ νύκτωρ παρὰ τῶνγεωργῶν ἤκουσαν. ἐπονείδιστον δὲ ἦν τοῦτο τῷ ἀδικοῦντι, ὥστε καὶ πολλοῖςτῶν ἀδικούντων τὸ τοιοῦτο διορθώσεως γέγονεν αἴτιον αἰσχυνομένοις τὴνὕβριν· ὅθεν τοῖς τῆς πόλεως ἔδοξεν ἐπ' ἀγαθῷ γεγονέναι τὸ ἐγχείρημα τῶνἀγροίκων καὶ ἀναζητήσαντες αὐτοὺς ἠνάγκασαν καὶ ἐπὶ θεάτρου τοῦτο ποιεῖν.οἱ δὲ δειλιῶντες τοῦτο ποιεῖν ἐμφανῶς τρύγα περιχρίοντες τὰς ἑαυτῶν ὄψεις