The Greek Library Catalogue

Anonymous

De comoedia

Edition reference
De comoedia (Anonymus Crameri i), ed. Koster, op. cit., 39–42.
CTS identifier
urn:cts:greekLit:tlg3002.tlg013.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

15

οὕτως εἰσῄεσαν· ὅθεν κἀκ τούτου μᾶλλον τῶν ἀδικούντων ἐλεγχομένων ἐπὶ

16

θεάτρου συστολὴ τῶν ἀδικιῶν ἐγίνετο. ἐπεὶ δὲ ἡ πόλις ἐκ τούτου

17

μεγάλης ἀπήλαυσεν ὠφελείας, ποιητὰς ἔταξαν ἐπὶ τούτῳ κωμῳδεῖν, οὓς ἂν

18

βούλωνται ἀκωλύτως. πρῶτον οὖν Σουσαρίων τις τῆς ἐμμέτρου κωμῳδίας

19

γέγονεν ἀρχηγός· οὗ τὰ μὲν ποιήματα λήθῃ κατενεμήθη, δύο δὲ ἢ τρεῖς ἴαμβοι

20

ἐπὶ μνήμῃ φέρονται τούτου· εἰσὶ δὲ οὗτοι·

21

ἀκούετε λέξιν· Σουσαρίων λέγει τάδε·

22

κακὸν γυναῖκες, ἀλλ' ὅμως, ὦ δημόται,

23

οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ.

24

ἀρχὴν οὖν λαβόντος τοῦ πράγματος πολλοὶ γεγόνασι κωμικοὶ ἐλέγχοντες τοὺς

25

κακῶς βιοῦντας καὶ ἀδικίαις χαίροντας, καὶ ἐντεῦθεν ὠφέλουν κοινῇ τὴν πολι-

26

τείαν τῶν Ἀθηναίων. ἐπεὶ δὲ τὸ μὲν παράνομον ἐπικρατές, “ὅτι ἀεὶ τὰ χείρονα

27

νικᾷ”, τὰ δ' ἀγαθὰ ταχέως ἀφίπταται, οὐ μετὰ πολὺν χρόνον οἱ πλούσιοι καὶ οἱ

28

ἄρχοντες οὐ βουλόμενοι κωμῳδεῖσθαι ἤρξαντο κωλύειν τοὺς κωμικοὺς τοῦ

29

φανερῶς οὕτω καὶ ὀνομαστὶ ἐλέγχειν τοὺς ἀδικοῦντας, ἵν' ἐντεῦθεν ἀδικοῦντες μὴ

30

ἐλέγχωνται ὑπ' αὐτῶν· ὅθεν ὥσπερ αἰνιγματωδῶς καὶ οὐ φανερῶς ἠλέγχοντο

31

ὑπὸ τῶν κωμικῶν. ἀλλὰ καὶ ἔτι ἐπὶ πλέον προϊούσης τῆς κακίας ἐκωλύθησαν καὶ

32

τοῦ αἰνιγματωδῶς κωμῳδεῖν· διὸ εἰς ξένους καὶ πτωχοὺς ἔσκωπτον, εἰς δὲ

33

πλουσίους καὶ ἐνδόξους οὐκέτι. διὸ καὶ τρεῖς διαφορὰς ἔδοξεν ἔχειν ἡ κωμῳδία·

34

ἡ μὲν γὰρ καλεῖται παλαιά, ἡ ἐξ ἀρχῆς φανερῶς ἐλέγχουσα· ἡ δὲ μέση, ἡ

35

αἰνιγματωδῶς· ἡ δὲ νέα, ἡ ἐπὶ ξένων ἢ δούλων ἢ πτωχῶν, ὡς εἴρηται.

36

γέγονε δὲ τῆς μὲν πρώτης κωμῳδίας ἄριστος τεχνίτης οὗτός τε ὁ Ἀριστοφά-

37

νης καὶ Εὔπολις καὶ Κρατῖνος· τῆς δὲ δευτέρας Πλάτων, οὐχ ὁ φιλόσοφος·

38

τῆς δὲ νέας Μένανδρος. κωμῳδοὶ οὖν ἐκλήθησαν ἢ ὅτι οἱ ἀπὸ τῶν κωμῶν

39

συναγόμενοι ταῦτα ᾖδον, ὡς εἴρηται, ἢ ὅτι ἐν τῷ καιρῷ τοῦ κώματος ἤγουν

40

τοῦ ὕπνου—λέγεται γὰρ κῶμα ὁ ὕπνος—ᾖδον. ἔστι δὲ τὴν

41

κωμῳδίαν καὶ τραγῳδίαν εἰπεῖν, οἱονεὶ τρυγῳδίαν τινὰ οὖσαν, ὅτι τρύγα

42

χριόμενοι ἐκωμῴδουν.

43

ἔστι δὲ ἡ κωμῳδία μίμησις πράξεως καθαρτήριος

44

παθημάτων, συστατικὴ τοῦ βίου, διὰ γέλωτος καὶ ἡδονῆς τυπουμένη. διαφέρει

45

δὲ τραγῳδία κωμῳδίας, ὅτι ἡ μὲν τραγῳδία ἱστορίαν ἔχει καὶ ἐπαγγελίαν

46

πράξεων γενομένων, κἂν ὡς ἤδη γινομένας σχηματίζῃ αὐτάς, ἡ δὲ κωμῳδία

47

πλάσματα περιέχει βιωτικῶν πραγμάτων, καὶ ὅτι τῆς μὲν τραγῳδίας σκοπὸς τὸ

48

εἰς θρῆνον κινῆσαι τοὺς ἀκροατάς, τῆς δὲ κωμῳδίας εἰς γέλωτα.

49

καὶ πάλιν καθ' ἑτέραν διαίρεσιν· τῆς κωμῳδίας τὸ μέν ἐστιν ἀρχαῖον, τὸ δὲ

50

νέον, τὸ δὲ μέσον. διαφέρει οὖν τῆς νέας ἡ παλαιὰ κωμῳδία χρόνῳ, διαλέκτῳ,

51

ὕλῃ μέτρου, διασκευῇ. χρόνῳ μέν, καθὸ ἡ μὲν νέα ἐπὶ Ἀλεξάνδρου ἦν, ἡ δὲ

52

παλαιὰ ἐπὶ τῶν Πελοπονησιακῶν εἶχε τὴν ἀκμήν.

53

διαλέκτῳ δέ, καθὸ ἡ μὲν νέα τὸ σαφέστερον ἔσχε τῇ νέᾳ κεχρημένη Ἀτθίδι,

54

ἡ δὲ παλαιὰ τὸ δεινὸν καὶ ὑψηλὸν τοῦ λόγου· ἐνίοτε δὲ καὶ ἐπιτηδεύουσι λέξεις

55

τινάς. ὕλῃ δέ, καθὸ ἡ μὲν νέα τῷ ἰαμβικῷ μέτρῳ ἐπὶ πλεῖστον χρῆται, σπανίως

56

δὲ καὶ ἑτέροις μέτροις, τῇ δὲ παλαιᾷ πολυμετρία τὸ σπουδαζόμενον. διασκευῇ

57

δέ, ὅτι ἐν μὲν τῇ νέᾳ χορῶν οὐκ ἔδει, ἐν ἐκείνῃ δὲ καὶ μάλιστα. καὶ αὐτὴ δὲ ἡ

58

παλαιὰ ἑαυτῆς διαφέρει· καὶ γὰρ οἱ ἐν τῇ Ἀττικῇ πρῶτον συστησάμενοι τὸ

59

ἐπιτήδευμα τῆς κωμῳδίας—ἦσαν δὲ οἱ περὶ Σουσαρίωνα—τὰ πρόσωπα ἀτάκ-

60

τως εἰσῆγον καὶ γέλως ἦν μόνος τὸ κατασκευαζόμενον. ἐπιγενόμενος δὲ ὁ

61

Κρατῖνος κατέστησε μὲν πρῶτον τὰ ἐν τῇ κωμῳδίᾳ πρόσωπα μέχρι τριῶν,

62

στήσας τὴν ἀταξίαν, καὶ τῷ χαρίεντι τῆς κωμῳδίας τὸ ὠφέλιμον προσέθηκε

63

τοὺς κακῶς πράσσοντας διαβάλλων καὶ ὥσπερ δημοσίᾳ μάστιγι τῇ κωμῳδίᾳ

64

κολάζων· ἀλλ' ἔτι μὲν καὶ οὗτος τῆς ἀρχαιότητος μετεῖχε καὶ ἠρέμα πως τῆς

65

ἀταξίας· ὁ μέντοι γε Ἀριστοφάνης μεθοδεύσας τεχνικώτερον τὴν κωμῳδίαν ἐν

66

ταύτῃ ἀνέλαμψεν ἐν ἅπασιν ἐπίσημος φανείς.

67

ὁ δὲ γέλως τῆς κωμῳδίας ἔκ τε λέξεων καὶ πραγμάτων ἔχει τὴν σύστασιν·

68

ἐκ μὲν τῶν λέξεων κατὰ τρόπους ἑπτά. πρῶτον καθ' ὁμωνυμίαν, ὡς τὸ

69

“<διαφορουμένοις”·> σημαίνει γὰρ τό τε “διαφόροις

70

οὖσι” καὶ τὸ “ἐπικερδέσι”. δεύτερον κατὰ συνωνυμίαν, ὡς τὸ <ἥκω καὶ

71

κατέρχομαι>“· ταὐτὸν γάρ ἐστιν. τρίτον κατὰ ἀδολεσχίαν, ὡς ὅταν τις τῷ

72

αὐτῷ ὀνόματι πολλάκις χρήσαιτο. τέταρτον κατὰ παρωνυμίαν, ὡς ὅταν

73

τῷ κυρίῳ ἔξωθέν τι κατάθηται, ὡς τὸ ”<μώμαξ“ καλοῦμαι

74

Μίδας”>. πέμπτον κατὰ ὑποκορισμόν, ὡς τὸ “<Σωκρατίδιον”, “Εὐριπίδιον>”.

75

ἕκτον κατὰ ἐναλλαγήν, ὡς τὸ “<ὦ Βδεῦ δέσποτα>”, ἀντὶ τοῦ “ὦ Ζεῦ”. ἕβδομον

76

κατὰ σχῆμα λέξεως· τοῦτο δὲ ἢ φωνῇ γίνεται ἢ τοῖς ὁμογενέσιν. ἐκ δὲ τῶν

77

πραγμάτων κατὰ τρόπους δύο· πρῶτον κατὰ ἀπάτην, ὡς Στρεψιάδης πεισθεὶς

78

ἀληθεῖς εἶναι τοὺς περὶ ψύλλης λόγους· δεύτερον κατὰ ὁμοίωσιν· ἡ δὲ ὁμοίωσις

79

εἰς δύο τέμνεται, ἢ εἰς τὸ βέλτιον, ὡς ὁ Ξανθίας εἰς Ἡρακλῆν,

80

ἢ εἰς τὸ χεῖρον, ὡς ὁ Διόνυσος εἰς Ξανθίαν.

{ANONYMUS CRAMERI II} ἰστέον, ὅτι Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Λυκόφρων ὁ Χαλκιδεὺς ὑπὸ Πτολε-μαίου τοῦ Φιλαδέλφου προτραπέντες τὰς σκηνικὰς διώρθωσαν βίβλους, Λυκό-φρων μὲν τὰς τῆς κωμῳδίας, Ἀλέξανδρος δὲ τὰς τῆς τραγῳδίας, ἀλλὰ δὴ καὶ τὰςσατυρικάς. ὁ γάρτοι Πτολεμαῖος φιλολογώτατος ὢν διὰ Δημητρίου τοῦ Φαλη-ρέως καὶ ἑτέρων ἐλλογίμων ἀνδρῶν δαπάναις βασιλικαῖς ἁπανταχόθεν τὰςβίβλους εἰς Ἀλεξάνδρειαν συνήθροισεν καὶ δυσὶ βιβλιοθήκαις ταύτας ἀπέθετο,ὧν τῆς ἐκτὸς μὲν ἦν ἀριθμὸς τετρακισμύριαι δισχίλιαι ὀκτακόσιαι, τῆς δὲ τῶνἀνακτόρων ἐντὸς συμμιγῶν μὲν βίβλων ἀριθμὸς τεσσαράκοντα μυριάδες,ἀμιγῶν δὲ καὶ ἁπλῶν μυριάδες ἐννέα· ὧν τοὺς πίνακας ὕστερον Καλλίμαχοςἀπεγράψατο. Ἐρατοσθένει δὲ ἡλικιώτῃ Καλλιμάχου παρὰ τοῦ βασιλέως τὸτοιοῦτον ἐνεπιστεύθη βιβλιοφυλάκιον. τὰ δὲ συνηθροισμένα βιβλία οὐχ Ἑλ-λήνων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐθνῶν ἦσαν, καὶ δὴ καὶ Ἑβραίωναὐτῶν. τὰς δὴ οὖν τῶν ἄλλων ἐθνῶν σοφοῖς ἀνδράσιν ἐξ ἑκάστου ἔθνους τήν τεοἰκείαν φωνὴν τήν τε τῶν Ἑλλήνων καλῶς εἰδόσι τὰς ἐξ ἑκάστου ἐγχειρίσας,οὕτως ἑρμηνευθῆναι αὐτὰς πεποίηκεν εἰς τὴν ἑλλάδα γλῶτταν, ὅτε δὴ καὶ τὰςτῶν Ἑβραίων διὰ τῶν ἑβδομήκοντα ἑρμηνευθῆναι πεποίηκεν. οὕτω μὲν οὖνμετενεχθῆναι τὰς τῶν ἄλλων ἐθνῶν εἰς τὴν ἑλλάδα φωνὴν πεποίηκε· τὰς δέγε σκηνικὰς Ἀλέξανδρός τε, ὡς ἔφθην εἰπών, καὶ Λυκόφρων διωρθώσαντο.τὰς δέ γε ποιητικὰς Ζηνόδοτος πρῶτον καὶ ὕστερον Ἀρίσταρχος διωρθώσαντο.καίτοι τὰς ὁμηρικὰς ἑβδομήκοντα δύο γραμματικοὶ ἐπὶ Πεισιστράτου τοῦἈθηναίων τυράννου διέθηκαν οὑτωσὶ σποράδην οὔσας τὸ πρίν· ἐπεκρίθησαν δὲκατ' αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὑπ' Ἀριστάρχου καὶ Ζηνοδότου, ἄλλων ὄντωντούτων τῶν ἐπὶ Πτολεμαίου διορθωσάντων. οἱ δὲ τέσσαρσί τισι τὴν ἐπὶ Πεισι-στράτου διόρθωσιν ἀναφέρουσιν· Ὀρφεῖ Κροτωνιάτῃ, Ζωπύρῳ Ἡρακλεώτῃ,Ὀνομακρίτῳ Ἀθηναίῳ καὶ Ἐπικογκύλῳ. ὕστερον δὴ ταύτας ἁπάσας σκηνικάςτε καὶ ποιητικὰς πλεῖστοι ἐξηγήσαντο· Δίδυμος, Τρύφων, Ἀπολλώνιος,Ἡρωδιανός, Πτολεμαῖος Ἀσκαλωνίτης, καὶ οἱ φιλόσοφοι Πορφύριος, Πλού-ταρχος καὶ Πρόκλος, ὡς καὶ πρὸ αὐτῶν πάντων Ἀριστοτέλης. ἔτι ἐστέον, ὅτι ἡ πρώτη κωμῳδία, ἧς τὰ σκώμματα φανερὰ κατὰ πάντωνἦσαν τῶν πολιτῶν, μέχρις Εὐπόλιδος διήρκεσεν. ἐπεὶ δὲ αὐτὸς εἰς Ἀλκιβιάδην