The Greek Library Catalogue

Anonymous

De poeticae generibus

Edition reference
De poeticae generibus (fort. auctore Joanne Tzetza), ed. Koster, op. cit., 50.
CTS identifier
urn:cts:greekLit:tlg3002.tlg015.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{DE POETICAE GENERIBUS}

1

διαιρεῖται ἡ ποιητικὴ εἰς δʹ· εἰς τραγῳδίαν, κωμῳδίαν, ἐποποιίαν καὶ

2

ἱστορίαν. διαφέρει δὲ ἡ κωμῳδία τῆς τραγῳδίας, ὅτι ἡ μὲν κωμῳδία ἀπὸ

3

γέλωτος εἰς γέλωτα καταλήγει, ἡ δὲ τραγῳδία ἀπὸ θρήνου εἰς θρῆνον. ἡ δὲ

4

ἐποποιία διαφέρει τῆς τε κωμῳδίας καὶ τῆς τραγῳδίας, καθὸ ὁ μὲν ἐποποιὸς

5

ἤτοι ὁ Ὅμηρος δείκνυσι τὸ οἰκεῖον πρόσωπον σὺν τῷ καὶ ἕτερον παρεισάγειν

6

πρόσωπον, ὁ δὲ τραγῳδὸς καὶ ὁ κωμῳδὸς οὐ παριστᾷ τὸ οἰκεῖον πρόσωπον

7

λέγον· ὁ δέ γε ἱστορικὸς “ἀπ' ἀρχῆς ἄκρας” τὸ οἰκεῖον παριστᾷ πρόσωπον, καὶ

8

οὐχ ἕτερον.

{DE COMOEDIA} ἡ κωμῳδία ἐκλήθη ἀπὸ τοῦ ἐν κώματι ἤτοι ἐν καιρῷ ὕπνου, ὡς ἔξεστινοεῖν, ἀπὸ τῶν γεωργῶν ᾄδεσθαι, καὶ ἐτυμολογεῖται “ἡ ἐν κώμασιν ᾠδή”.ἢ ὅτι ἐν κώμαις ἢ χωρίοις διερχόμενοι ταῦτα ᾖδον· καὶ γὰρ τὸ πρῶτον οὐχεὕρηνται τείχη ἐν Λακεδαιμονίᾳ, ἀλλ' ἢ κῶμαι ἤτοι χωρία. ἐκεῖσε οὖν διερχό-μενοι ἐκωμῴδουν τὸν ἀδικήσαντα.{ΕΚ ΤΟΥ ΗΦΑΙΣΤΙΩΝΟΣΕΠΙΤΟΜΗ ΤΩΝ ΕΝΝΕΑ ΜΕΤΡΩΝ} αʹ. τὸ ἰαμβικὸν μέτρον δέχεται κατὰ μὲν τὰς περιττὰς χώρας, τουτέστιπρώτην, πέμπτην, ἴαμβον (⏑–)· τρίβραχυν (⏑⏑⏑), σπονδεῖον (––), δάκτυλον(–⏑⏑), ἀνάπαιστον (⏑⏑–)· κατὰ δὲ τὰς ἀρτίους, τουτέστι δευτέραν, τετάρτην,ἕκτην, ἴαμβον (⏑–) καὶ τρίβραχυν (⏑⏑⏑) καὶ ἀνάπαιστον (⏑⏑–)·τοῦτον δὲ παρὰ τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖςσπανιώτερον. ὅτε μὲν οὖν ἀκατάληκτόν ἐστιν, ἐπὶ τῆς τελευταίας τὸν ἴαμβονδέχεται μόνον ἢ πυρρίχιον (⏑⏑) διὰ τὴν ἀδιάφορον· ὅτε δὲ καταληκτικόν,τὸν ἴαμβον παραλήγοντα ἢ σπανίως τρίβραχυν, ὥστε γίνεσθαι τὴνκατακλεῖδα ἤτοι ἀμφίβραχυν (⏑–⏑) ἢ βακχεῖον (⏑––). βʹ. τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον (–⏑),τρίβραχυν (⏑⏑⏑), ἴαμβον (⏑–) καὶ δάκτυλον (–⏑⏑), κατὰ δὲ τὰς ἀρτίουςτούτους τε καὶ σπονδεῖον (––) καὶ ἀνάπαιστον (⏑⏑–). καταληκτικὸν δὲὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον (–⏑) δέχεται, ἔστι δὲ ὅτεκαὶ τρίβραχυν (⏑⏑⏑). ἐὰν δὲ ᾖ βραχυκατάληκτον, οὐ βούλεται τὸν παραλή-γοντα τετράσημον ἔχειν. γʹ. τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴντῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν καταληκτικὸν εἴη,δάκτυλον (–⏑⏑) ἕξει ἢ διὰ τὴν ἀδιάφορον κρητικόν (–⏑–), εἰ δὲ καταληκτι-κόν, τὰ ἀπ' αὐτοῦ μεμειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς· καὶ τὸ μὲνκαλεῖται καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δισύλλαβον. τὰ δὲαἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβωνἀδιάφορον ἤτοι σπονδεῖον (––) ἢ ἴαμβον (⏑–) ἢ τροχαῖον (–⏑) ἢπυρρίχιον (⏑⏑), τοὺς δὲ ἐν μέσῳ δακτύλους πάντας. ἔστι δέ τινα καὶ λογαοι-δικὰ καλούμενα δακτυλικά, ἅπερ ἐν μὲν ταῖς ἄλλαις χώραις δακτύλους ἔχει,τελευταίαν δὲ τροχαϊκὴν συζυγίαν. ἴστεον, ὅτι τὰ μὲν ἄνω εἰρημένα κατὰσυζυγίαν μετρεῖται, τοῦτο δὲ μόνον κατὰ μονοποδίαν. δʹ. τὸ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται σπονδεῖον (––), ἀνάπαι-στον (⏑⏑–), σπανίως δὲ καὶ προκελευσματικόν (⏑⏑⏑⏑)· παρὰ δὲ τοῖς δραματο-ποιοῖς ἴαμβον (⏑–) καὶ δάκτυλον (–⏑⏑). εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἕξ, κατὰσυζυγίαν διαιρουμένου· ὑπερκατάληκτον εἰς δισύλλαβον, ὑπερκατάληκτον εἰςσυλλαβήν, ἀκατάληκτον, καταληκτικὸν εἰς δισύλλαβον, καταληκτικὸν εἰςσυλλαβήν, βραχυκατάληκτον. ὥσπερ δὲ ἐν τῷ δακτυλικῷ ἦν τι λογαοιδικόν,οὕτω κἀν τοῖς ἀναπαιστικοῖς τὸ εἰς βακχεῖον (⏑––) περαιούμενον,οὗ ἐστιν ἐπισημότατον τὸ μετὰ τέσσαρας πόδας αὐτὸν ἔχον τὸν βακχεῖον· ὧν ὁπρῶτος γίνεται καὶ σπονδεῖος καὶ ἴαμβος. εʹ. τὸ χοριαμβικὸν (–⏑⏑–) συντίθεται μὲν καὶ καθαρόν, συντίθεταιδὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς (⏑–⏑–)· ὡς ἐπίπαν δέ, ὅτε καταλη-κτικόν ἐστιν, ἐς τὴν ἰαμβικὴν κατακλεῖδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν(⏑–⏑) ἢ βακχεῖον (––⏑) διὰ τὴν ἀδιάφορον· περαιοῦται μὲν γὰρ καὶ εἰςτὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, ἀλλὰ τῷ ταῦτα συνεχέστερα εἶναι ἀπρε-πέστερά εἰσιν. Ϛʹ. τὸ ἀντισπαστικὸν (⏑––⏑) τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένηνκατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα, τὰς δ'[δὲ β] ἐν μέσῳ καθαρὰς ἀντισπατικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκα-τάληκτον, ἰαμβικήν, ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς, οὐ μόνον τὴν πρώτηνσυζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς ἰαμβικαῖςἑπομένην. ἔστι δὲ ὅτε καὶ λύεται ὁ πρότερος ποὺς εἰς τρίβραχυν. ζʹ. τὸ ἀπὸ μείζονος ἰωνικὸν (––⏑⏑) συντίθεται μὲν καὶ καθαρόν, συντίθεταιδὲ καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον· ὅτε μέντοι ἀκατάληκτόν ἐστι, καθόλουσπανίως εἰς τὴν ἰωνικὴν περαιοῦται διὰ τὸ ἀπρεπῆ εἶναι τὴν ἰωνικὴν ἐπὶ τέλουςοὖσαν. ηʹ. τὸ ἀπ' ἐλάσσονος ἰωνικὸν (⏑⏑––) συντίθεται μὲν καὶ καθαρόν,συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τροχαϊκὰς διποδίας οὕτως, ὥστε τὴν πρὸτῆς τροχαϊκῆς ἀεὶ γίνεσθαι πεντάσημον, τουτέστι τρίτην παιωνικήν (⏑⏑–⏑),καὶ τὴν τροχαϊκήν, ὁπόταν προτάττοιτο τῆς ἰωνικῆς, γίνεσθαι ἑπτάσημοντροχαϊκήν, τὸν καλούμενον δεύτερον ἐπίτριτον (–⏑––). ἔσθ' ὅτε δὲ ἡ μὲντρίτη παιωνικὴ συναιρεῖται εἰς παλιμβάκχειον (⏑––), τῆς δὲ ἐπιφερομένηςτροχαϊκῆς ὁ πρότερος λύεται εἰς τρίβραχυν. ἐμπίπτουσι δὲ καὶ οἱ μολοττοὶ(–––) ἐπὶ τῶν περιττῶν χωρῶν ἐν τοῖς ἀπ' ἐλάττονοςἰωνικοῖς, ὥσπερ ἐν τοῖς ἀπὸ μείζονος ἐπὶ τῶν ἀρτίων. θʹ. τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικόν (–⏑–), τὸ βακχεια-κὸν (––⏑) καὶ τὸ παλιμβακχειακόν (⏑––), ὃ καὶ ἀνεπιτήδειόν ἐστι πρὸςμελοποιίαν· τὸ δὲ κρητικὸν ἐπιτήδειον, δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺςκαλουμένους παίωνας· καλεῖται δὲ καὶ ὑπ' αὐτῶν τῶν ποιητῶν κρητικόν.τοσαῦτα περὶ τῶν ἐννέα μέτρων τῶν μονοειδῶν καὶ ὁμοιοειδῶν. παντὸς δὲ μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλλαβή, ὥστε δύνασθαι εἶναιαὐτὴν καὶ βραχεῖαν καὶ μακράν· καὶ πᾶν δὲ μέτρον εἰς τελείαν περατοῦταιλέξιν, ὅθεν ἐπίληπτά ἐστι τὰ μὴ οὕτως ἔχοντα.I Τῆς ποιήσεως ἡ μὲν ἀμίμητος A ἱστορική B παιδευτική 1 ὑφηγητική 2 θεωρητική ἡ δὲ μιμητική A τὸ μὲν ἀπαγγελτικόν B τὸ δὲ δραματικὸν καὶ πρακτικόν 1 κωμῳδία 2 τραγῳδία 3 μίμους 4 σατύρουςἡ τραγῳδία ὑφαιρεῖ τὰ φοβερὰ παθήματα τῆς ψυχῆς δι' οἴκτουκαὶ δέους· [καὶ ὅτι] συμμετρίαν θέλει ἔχειν τοῦ φόβου· ἔχει δὲμητέρα τὴν λύπην.κωμῳδία ἐστὶ μίμησις πράξεως γελοίας καὶ ἀμοίρουμεγέθους, τελείας, 〈ἡδυσμένῳ λόγῳ〉 χωρὶς ἑκάστῳ τῶνμορίων ἐν τοῖς εἴδεσι, δρώντων καὶ 〈οὐ〉 δι' ἀπαγγελίας, δι'ἡδονῆς καὶ γέλωτος περαίνουσα τὴν τῶν τοιούτων παθημάτωνκάθαρσιν. ἔχει δὲ μητέρα τὸν γέλωτα.γίνεται δὲ ὁ γέλως—ἀπὸ τῆς λέξεως—ἀπὸ τῶν πραγ-μάτων 1 κατὰ ὁμωνυμίαν 2 〈κατὰ〉 συνωνυ-μίαν 3 〈κατὰ〉 ἀδολεσ-χίαν 4a 〈κατὰ〉 παρω-νυμίαν, παρὰπρόσθεσιν καὶἀφαίρεσιν, 4b 〈παρὰ〉 ὑπο-κόρισμα, 4c 〈παρὰ〉 ἐξαλ-λαγήν.[—φωνῇ—τοῖς ὁμογενέσι] 5 〈κατὰ παρ-ῳδίαν〉 6 〈κατὰ μετα-φοράν—φωνῇ—τοῖς ὁμογε-νέσι〉