The Greek Library Catalogue

Anonymous

De expugnatione Thessalonicae

Edition reference
De expugnatione Thessalonicae, ed. G. Böhlig, Joannis Caminiatae de expugnatione Thessalonicae [Corpus Fontium Historiae Byzantinae. Series Berolinensis 4. Berlin: De Gruyter, 1973]: 3–68.
CTS identifier
urn:cts:greekLit:tlg3015.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

{ΙΩΑΝΝΟΥ ΚΛΗΡΙΚΟΥ ΚΑΙ ΚΟΥΒΟΥΚΛΕΙΣΙΟΥ ΤΟΥ ΚΑΜΙΝΙΑΤΟΥ

ΕΙΣ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ}

1

1

Ὡς ἀρίστη τῶν ἀγαθῶν ἡ φιλοπονία καὶ πάσης ἀρετῆς κτῆσιν

ἐν ἑαυτῇ μαρτυροῦσα.

2

σοῦ δὲ μετὰ τῶν ἄλλων πλεονεκτημάτων

ἔκδηλον καὶ ἐν τούτῳ καθέστηκε τὸ φιλόπονον, ὦ ἀνδρῶν βέλτιστε

καὶ πολυμαθέστατε Γρηγόριε, οἷς τε πρὸς ἡμᾶς γράφεις καὶ οἷς παρ'

ἡμῶν ἐπιζητεῖς διὰ γραμμάτων μαθεῖν.

3

οὐκ ὀλίγης γὰρ ἀρετῆς καὶ

φιλοπόνου σπουδῆς ἐπίδειξιν ἔχει τὸ πολλῶν ἐθέλειν εἰληφέναι πραγ-

μάτων γνῶσιν, καὶ μάλιστα δι' ὧν ψυχὴ τὸν θεῖον φόβον ἐγκυμονεῖ

καὶ οἷον χρειώδεις τινὰς ἀφορμὰς ἐκ τούτου τῷ θεωρητικῷ μέρει τοῦ

νοὸς ἐμβιβάζει, ἐξ ὧν διδάσκεται τῆς μὲν ἁμαρτίας ἐκκλίνειν ὡς δημιουρ-

γοῦ τοῦ θανάτου, ἔχεσθαι δὲ τῆς ἀρετῆς, ἧς τὸ τέλος ζωὴ αἰώνιος τοῖς

αἱρουμένοις αὐτήν.

4

ἐγὼ δὲ τὴν ἐπιταγὴν πληρώσειν ἀναβαλέσθαι

τέως ἐδόκουν δυοῖν ἕνεκεν, τό τε πρὸς σὲ περὶ τοιούτων γράφειν ἐπα-

χθὲς κρίνων, ἄνδρα τοσοῦτον, οὗ λόγοι μὲν τὰς πράξεις ἰθύνουσι, πρά-

ξεις δὲ συμφωνοῦσαι τοῖς λόγοις τὸ ἀκριβὲς ἀλλήλοις ἀντιδιδόασιν (ἤδη

γὰρ ἡ φήμη βοᾷ τὴν σὴν ἐν ἅπασι τελειότητα, καὶ σιωπῶντα ταῖς

ἡμετέραις ἐγνώρισεν ἀκοαῖς), καὶ τὸ μηδὲν δύνασθαι περὶ ὧν τὴν ζήτη-

σιν ἐποιήσω καλῶς ἐξηγήσασθαι, τὴν οἰκείαν ἀμαθίαν ὡς εὐπρόσωπον

προβαλλόμενος ἀπολογίαν, ὥστε μὴ καθυβρίσαι μηδὲ σμικρῦναι τῷ

λόγῳ τὸ περιφανὲς τῶν παρὰ σοῦ ζητηθέντων πραγμάτων, καὶ πραγ-

μάτων ἐκείνων τῶν μικροῦ δεῖν ἅπασαν πληρωσάντων τῇ ἀκοῇ τὴν

ὑφ' ἥλιον.

5

ἀλλ' ἐπειδὴ καὶ τοῦτό μοι μετὰ τῶν ἤδη λεχθέντων

ἐπῆλθε, μὴ πρὸς τοῖς ἄλλοις ὀφλήμασι καὶ παρακοῆς ἀπαιτηθείην δίκας,

τἆλλα μὲν φύσει δεινοῦ πάθους καὶ ὀλεθρίου, καὶ αὐτοῦ δὲ τοῦ θείου

νόμου περιφρονῆσαι τοὺς γενάρχας ἡμῶν ἐξ ἀρχῆς ἀναπείσαντος, ἥκω

πληρώσων τὸ αἰτηθέν, τῇ σῇ θαρρήσας εὐγνώμονι καὶ συμπαθεστάτῃ

φιλίᾳ.

6

εὖ γὰρ οἶδα μήτε ταῖς τεχνικαῖς μεθόδοις μήτε μὴν ταῖς ἐπι-

στημονικαῖς τρυτάναις τῆς σῆς ἀκραιφνοῦς καὶ μεγάλης σοφίας τὸ

ἀκαλλὲς τοῦ τῇδε λόγου καὶ ἀνάρμοστον ἢ τῶν λεγομένων τὸν νοῦν

ἀποδοκιμάζεσθαι, ἀληθῆ δὲ μᾶλλον καὶ παντὸς ἀλλοτρίαν καὶ ψεύδους

καὶ πλάσματος τὴν τῶν ῥηθησομένων προβαίνουσαν συγγραφὴν ἁπά-

σης μέμψεως ἀπολύεσθαι.

2

1

Ἐζήτησας μαθεῖν διὰ τῆς ἐπιστολῆς τὸν τρόπον δι' ὃν τὴν

φρουρὰν οἰκοῦμεν βαρβάρων χερσὶν ἐκδοθέντες, καὶ πῶς τὴν ἀλλοτρίαν

ἀντὶ τῆς ἰδίας διημειψάμεθα, ποίας τέ ἐσμεν πατρίδος, καὶ τίνα τὰ κατ'

αὐτήν.

2

τεκμαίρεσθαι γὰρ ἔφης ἐκ τῆς μικρᾶς ἐκείνης ὁμιλίας, δι' ἧς

παροδεύοντί σοι τὴν Τρίπολιν ὀλίγον συνεγενόμεθα, πλήρεις μὲν ὄντας

ἡμᾶς μακρᾶς ἐξηγήσεως, μεγάλα δέ τινα καὶ πάσης τραγῳδίας ἐπέκεινα

τά τε ἤδη συμβεβηκότα ἡμῖν καὶ τὰ ἐς ὕστερον προσδοκώμενα.

3

καὶ

γὰρ ἔτυχες τότε καὶ αὐτὸς ἀλητεύων κατὰ τὴν αὐτὴν ἡμῶν συμφοράν,

καί τισιν αἰχμαλώτοις ἐκεῖσε συνεπαγόμενος, οὓς ἔλεγες ὁμοπατρίους

εἶναί σοι Καππαδόκας, μεθ' ὧν καὶ τὴν πρὸς Ἀντιόχου πόλιν ἐστέλλου,

μηδαμοῦ στῆναι τῶν ἀλγεινῶν ἐξηγούμενος·

4

ὁπότε καὶ ἡμᾶς ἑώρας,

ὡς καὶ αὐτὸς μαρτυρεῖς, τό τε νεαρὸν τοῦ πένθους ἔχοντας καὶ τὰ ἴχνη

τοῦ προλαβόντος φόβου τοῖς προσώποις ἡμῶν ἐγκαθήμενα, ὡς καὶ

σιωπῶντας βοᾶν τὴν συμφορὰν ἐκ τοῦ χρώματος.

5

ἀλλὰ περὶ τού-

των εἰ καθ' ἕκαστον ἐπεξιέναι βουληθείην, μακρὸν ἂν εἴη καὶ τῇ χρείᾳ

μὴ κατάλληλον τὸν λόγον ποιήσομαι, τῆς συμμετρίας τὸν νόμον καθ-

υπερβαίνων, ἵνα μὴ λέγω ὅτι καὶ τὴν σὴν ἀρρᾴθυμον ἀκοὴν ἀποκναίσω,

εἰ καὶ ὅτι δι' ἐφέσεως ἔχεις τοῖς λεγομένοις ἐπακροάσασθαι.

6

ἀλλ'

ἐπειδὴ τοίνυν τοῦτο κατ' ἀρχὰς ὑπέσχου, τὸ νουνεχῶς ἀκούειν, ἄρχο-

μαι τῶν καθ' ἡμᾶς ὧδε.

3

1

Ἡμεῖς, ὦ φίλος, πατρίδος ἐσμὲν Θεσσαλονίκης· αὐτὴν γὰρ πρώ-

την γνωριοῦμαί σοι, δι' ἧς ἔγνων ὧν οὔπω ἐγνώκειν πολλά·

2

καὶ

σοί γε γνωσθεὶς ἄρτι τὴν περὶ αὐτῆς ἐκείνης γνῶσιν εἰσπράττομαι,

πόλεως μεγάλης καὶ πρώτης τῶν Μακεδόνων, τἆλλα μὲν περιφανοῦς

οἷς σεμνύνεται πόλις, καὶ μηδεμιᾷ τῶν ἔγγιστα παραχωρούσης μὴ ὅτι

κατ' αὐτὴν ὀφθῆναι, περιφανεστέρας δὲ τὴν εὐσέβειαν, ἣν ἐξ ἀρχῆς

ἐδέξατο καὶ δεξαμένη μέχρι τοῦ νῦν διεσώσατο.

3

αὐτὸν γὰρ αὐχεῖ

Θεσσαλονίκη τὸν Παῦλον ἔχειν τῆς εὐσεβείας διδάσκαλον, τὸ σκεῦος

τῆς ἐκλογῆς, ὃς ἀπὸ Ἱερουσαλὴμ κύκλῳ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τῷ

εὐαγγελικῷ περιλαβὼν τὴν οἰκουμένην κηρύγματι ἐν αὐτῇ μᾶλλον τὸν

τῆς θεογνωσίας σπόρον κατέβαλε καὶ πολύχουν ἀποδίδοσθαι τὸν τῆς

πίστεως καρπὸν διεσπούδασε·

4

μετ' ἐκεῖνον δὲ τὸν μέγαν ἐν μάρ-

τυσι καὶ ἀξιοθαύμαστον ἐν ἀθλοφόροις Δημήτριον τὸν μυροβλύτην,

πολὺν ἀγῶνα καὶ αὐτὸν ὑπὲρ τῆς εὐσεβείας καταβαλλόμενον (καὶ γὰρ

ἦν πρὸς τοῖς ἄλλοις τῆς ἀρετῆς αὐχήμασιν ἔτι καὶ θείοις ἐμπρέπων δι-

δάγμασιν καὶ τῇ περὶ τῶν δογμάτων ἀκριβείᾳ κεκοσμημένος, ἐξ οὗ

καὶ μᾶλλον τὸ περὶ αὐτοῦ διεδόθη κλέος τοῖς πέρασιν)·

5

εἶτα τοὺς

καθεξῆς ἀρχιερεῖς πάντας τοῦ σωτηρίου λόγου στερρῶς ἀντεχομένους,

ἐξ ὧν ἀεὶ καταρτιζομένη καὶ παιδαγωγουμένη τὴν θειοτέραν παίδευσιν

δαιμονιώδεις καὶ μυσαρὰς πλάνας καὶ δόξας καὶ εἰδωλικὰς εἰκαιομυθίας

τοῖς τιμῶσι τοὺς δαίμονας ἀπεπέμψατο, ὀρθοδόξῳ δὲ διδαχῇ τὴν

πίστιν σφραγίσασα, καὶ πᾶν ζιζανιῶδες φυτὸν καὶ αἱρετικὸν καὶ ἀλλό-

φυλον οὐμενοῦν οὐδέποτε τῷ θείῳ σπόρῳ συγκαταμίξασα, καθαρὰν καὶ

ἀκίβδηλον διεσώσατο τὴν εὐσέβειαν.

6

ἧς πολλὰ μὲν ἦν καὶ ἄλλα

γνωρίσματα, ἐξ ὧν ἡ φήμη τὰς ἀφορμὰς λαμβάνουσα λαμπρὸν τὸ περὶ

αὐτῆς ἐκήρυττεν ὄνομα, ἓν δὲ τοῦτο πρῶτον καὶ ἰδιαίτατον διεδείκνυτο,

τὸ ὀρθόδοξον αὐτὴν καὶ εἶναι καὶ ὀνομάζεσθαι καὶ τούτῳ μᾶλλον ἤπερ

τοῖς ἄλλοις σεμνύνεσθαι.

7

ἀλλ' ἐπειδὴ καὶ τὰ κατ' αὐτὴν ἐκείνην

τὴν πόλιν φιλοπόνως μαθεῖν ἐπεζήτησας, τοῦτο δὲ δυσεπιχείρητόν τε

ὡς ἐμοὶ τῇ τε παρούσῃ ὁρμῇ τοῦ λόγου παρὰ μικρὸν ἀνακόλουθον,

ὀλίγα τινά, καὶ οἷς μάλιστα ἔξεστι δοκεῖν ὁρᾶν σε τῶν λεγομένων τὰ

πράγματα, τῇ διηγήσει προσθεὶς ἐπὶ τὴν καθ' ἡμᾶς αὐτοὺς τραπήσομαι

συμφοράν.

4

1

Ἔστιν οὖν ἡ πόλις, ὡς εἴρηται, μεγάλη τε καὶ εὐρεῖα, τείχεσι

καὶ προβόλοις συχνοῖς κατωχυρωμένη καὶ τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν

ὅσον ἐκ τῆς τούτων οἰκοδομῆς παρεχομένη, θαλάσσιον ἔχουσα κόλπον

ἐκ νότου καθηπλωμένον, ᾧ καὶ περικλυζομένη τὴν ἐκ πλαγίου πλευρὰν

ταῖς ἁπανταχόθεν εἰσρεούσαις ὁλκάσιν εὐεπίβατον τὴν πρὸς αὐτὴν

πορείαν παρέχεται.

2

ὑποκοιλαίνεται γάρ τις ἐκεῖσε θαυμαστὸς λιμήν,

ἀσφαλῶς ὑπτιάζων τοῖς πλωτῆρσι τὴν εἴσοδον, ταῖς ἐκ πνευμάτων

παντελῶς ἀπείρατος ταραχαῖς καὶ τὸν ὅρμον ἀκύμονα καθιστῶν.

3

ὃν

ἐκ τῆς λοιπῆς θαλάσσης ὁ τεχνίτης ἀπέτεμε· μέσον γὰρ ἀπείρξας διά

τινος τείχους τὴν τῶν ὑδάτων ἐπίρροιαν, συναπεῖρξεν ἐκ τοῦ πρὸς

θάλασσαν καὶ τῶν πνευμάτων τὸν κλύδωνα.

4

ἡ θάλασσα γὰρ τῷ

βυθῷ φυσωμένη καὶ τὴν ἐκδρομὴν πρὸς τὴν χέρσον ἐρευγομένη, τῷ

διαφράγματι τοῦ τῇδε τείχους κωλυομένη, μὴ ἔχουσα τίνι τὴν ἀπει-

λὴν ἐπαφήσει, χωρεῖ τοῖς ἐφ' ἑκάτερα τοῦ τείχους μέρεσι, καὶ τὸ ὕδωρ

ἠρέμα πως ὀλισθῆσαν ζάλης ἁπάσης ἐκτὸς τὸν τοιοῦτον ὅρμον διατηρεῖ.

5

ὁ δὲ δὴ κόλπος ἐκ τῆς μεγάλης θαλάσσης ἀποτμηθεὶς διά τινος αὐχένος,

ἀγκῶνος δίκην προβεβλημένου καὶ ἐπὶ μήκιστον τοῖς ὕδασι διικνου-

μένου, ὃν οἱ κατὰ χώρας Ἔκβολον ὀνομάζουσι διὰ τὸ πόρρω που

τοῖς ὕδασιν ἐκβεβλῆσθαι, στενούμενός τε πρὸς τὴν ἑτέραν ἐξ ἐναντίας

χέρσον τῇ τοῦ αὐχένος τούτου καινοτομίᾳ, ἕτερος λιμὴν πελάγιος

γίνεται·

6

ἐξ οὗ δήπερ ἀγκῶνος μέχρις αὐτοῦ τοῦ τείχους τῆς πόλεως

κύκλον πανευπρεπῆ τὸ ὕδωρ μιμεῖται, τοῖς ἐφ' ἑκάτερα μέρεσιν ἐπὶ

πολὺ ἐκτεινόμενον καὶ πρὸς τὴν πόλιν κατὰ βραχὺ συστελλόμενον.

7

καὶ

ἀφορᾷ μὲν ὁ κόλπος ἐκ νότου τὴν λοιπὴν θάλασσαν, ἀφορᾷ δὲ τοῦτον

ὁμοίως ὁ λιμὴν καὶ τὸν λιμένα ἡ πόλις.

8

ἀλλ' ὁ μὲν λιμὴν τέτρασι

γωνίαις ἐμπεριείληπται, ὁ δὲ κόλπος ἐστὶ περιφερής, τὸ κύτος ἔχων διὰ

πλείστου βάθους χωροῦν, τὰ πέρατα δὲ καὶ πρὸ πολλοῦ τῆς χέρσου

τὰ πολλὰ τῶν ὑδάτων συστείλαντα.

5

1

Ἀλλ' ἐν τούτοις τὸ κατὰ νότον μέρος τῆς πόλεως, τὸ πρὸς βορ-

ρᾶν δὲ ὡς λίαν τραχὺ καὶ δύσβατον.

2

ὄρος γὰρ ὑπερκύπτει τοὺς

λόφους ὑπερανεστηκός, οὐκ ὀλίγον μέρος καὶ αὐτῆς τῆς πόλεως τῆς

λοιπῆς ὑπεραῖρον γῆς, ὡς τὸ μὲν αὐτῆς πεδιάσιμον εἶναι καὶ ταῖς χρείαις

τῶν ἐνοικούντων κατάλληλον, τὸ δὲ τοῖς βουνοῖς καὶ ταῖς τῶν ὀρῶν

ἀκρότησιν ἀνατείνεσθαι.

3

ἀλλ' οὐδὲν ἀδικεῖ τὴν πόλιν ἡ τοῦ ὄρους

παράτασις ὡς ἐμπαρέχειν ἄδειαν τοῖς πολεμίοις ἀφ' ὕψους ἐπεμβαίνειν

καὶ τοῦ τείχους κατεπαμύνεσθαι· ἔδωκε γὰρ ὀλίγην τινὰ σχολὴν ὁ

βουνὸς ἐκεῖσε πρὸς τὸ φυλάττεσθαι πᾶσαν ἐπιβουλήν, τῷ διὰ μέσου

χώρῳ τὴν εὐχερῆ προσβολὴν ἀποκρούσας.

4

τὸ δ' ἐντεῦθεν ἀνατεί-

νεται μέχρι πολλοῦ τὸ ὄρος καὶ ὑπερίδρυται, τοῖς λόφοις καὶ ταῖς χα-

ράδραις ἐντραχυνόμενον, τὴν μεσαιτάτην ἀνατολὴν ἀφορῶν, ἀλλ' ὅσον

διήκει τὴν πρὸς ἀνατολὴν ἐπειγόμενον, τοσοῦτον τὰ ἐκ πλαγίου ἐφ'

ἑκατέρου μέρους ὑποκείμενα διαφεύγει τῆς γῆς.

5

ἐν γὰρ ταῖς δυσὶ

πλευραῖς τοῦδε τοῦ ὄρους, τοῦ τε πρὸς νότον φημὶ καὶ τοῦ πρὸς

βορρᾶν, πεδία ὑφήπλωται βάσιμά τε καὶ χρήσιμα, πᾶσαν ἀφορμὴν

εὐζωΐας τοῖς πολίταις δωρούμενα·

6

ὧν τὸ μὲν ὡς πρὸς νότον τοῦ

ὄρους, πρὸς ἀνατολὴν δὲ τῆς πόλεως, ὡς λίαν ἐστὶ παγκαλλὲς καὶ

ἐράσμιον.

7

κεκόσμηται γὰρ δένδρεσιν ἀμφιλαφέσι, παραδείσοις ποι-

κίλοις, ὕδασιν ἀπείροις, τοῖς μὲν πηγαίοις, τοῖς δὲ ποταμίοις, οἷς αἱ

λόχμαι τοῦ ὄρους τῷ πεδίῳ χαρίζονται καὶ αὐτὴν δὲ δεξιοῦνται τὴν

θάλασσαν.

8

ἄμπελοι γὰρ ἀλλήλαις παραπεφυτευμέναι τὰ χωρία

στεφανοῦσι καὶ τὸν φιλόκαλον ὀφθαλμὸν τῇ πληθύϊ τῶν καρπῶν εἰς

εὐφροσύνην προτρέπονται·

9

μοναὶ δὲ μοναχῶν πολλαὶ καὶ συχναὶ τό

τε ὑπτιάζον τοῦ ὄρους καὶ τὸ τῆς λοιπῆς γῆς ὑποκείμενον κατοικοῦσαι,

καί τισι τερπνοτάτοις χωρίοις ἐγκαθεζόμεναι, καινόν τι χρῆμα τοῖς τε

ὁδίταις καὶ αὐτοῖς τοῖς πολίταις πεφύκασι.

10

τὸ δὲ κατὰ λαιὰν πλευ-

ρὰν τοῦ ὄρους πεδίον ἐστὶ καὶ αὐτὸ τεταμένον εἰς μῆκος πολύ, εὐρύνεται

δὲ μέχρις ἄλλων ὀρέων· οὗτινος ἐν μέσῳ πελαγίζονται δύο τινὲς εὐρεῖαι

λίμναι, τὸ πλεῖστον τούτου διακατέχουσαι καί τινα μεγάλην καὶ αὖται

συνεισφέρουσαι χρείαν.

11

τρέφουσι γὰρ ἰχθύας καὶ μικροὺς καὶ μεγά-

λους, καὶ τοῖς εἴδεσι διαφόρους καὶ πολλοὺς τῷ πλήθει, ταῖς τε γείτοσι

κώμαις καὶ αὐτῇ δὲ τῇ πόλει δαψιλεστάτην ἀποπληροῦντας τράπε-

ζαν.

12

καὶ γὰρ οἷον φιλονεικοῦσιν αἱ λίμναι ταῖς τούτων ἐπιδόσεσι

πρὸς τὴν θάλασσαν, καὶ ἁμιλλῶνται τίς αὐτῶν τὸ πλεῖον παράσχηται.

13

πλὴν ἑκάτεραι νικῶνται ἐξ ἑκατέρων, καὶ ἡ νικῶσα οὐκ ἔχει τίνι τὴν

ἧτταν καταψηφίσεται.

14

τὸ δὲ λοιπὸν τοῦ πεδίου ἀνεῖται τοῖς

γεωργοῖς, παραχωρεῖται τοῖς ζῴοις, τοῖς τε πειθομένοις ταῖς τῶν ἀν-

θρώπων τέχναις καὶ τοῖς ἐλεύθερον ἀφιεῖσι τὸ ἴχνος τοῖς ὄρεσιν.

15

ἔλα-

φοι γὰρ τὰ ὄρη λιποῦσαι καὶ ταῖς λίμναις ὥσπερ τῶν ὑδάτων ἐπιτερ-

πόμεναι ὁμοῦ τε ἔχουσιν ἄφθονον τὸ ποτόν, καὶ ταῖς βουσὶν ἐν αὐτῷ

συναγελαζόμεναι κοινὰ τὰ σῖτα προσφέρονται.

6

1

Ἀλλ' ἱκανῶς ἐν τούτοις τά τε πρὸς ἀνατολὴν καὶ βορρᾶν τῆς

πόλεως, ἔτι γε μὴν καὶ τὰ πρὸς νότον διαγραψάμενοι τὴν πρὸς δύσιν

αὐτῆς τοῦ χώρου θέσιν κατὰ τὸ δυνατὸν ἱστορήσωμεν.

2

ἔστιν ἕτε-

ρον πεδίον, ἀπ' αὐτοῦ τοῦ τείχους τῆς Ἐκβολῆς ἀπαρχόμενον, τῇ δεξιᾷ

τοῦ ὄρους ἁπτόμενον, τῇ λαιᾷ δὲ τῇ θαλάσσῃ συνομοροῦν, ἀμύθητον

κάλλει ταῖς τῶν ὁρώντων ὑποκείμενον ὄψεσιν.

3

ἔστι γὰρ τὸ μὲν

αὐτοῦ διάβροχον ὕδασιν, ὅσον αὐχεῖ τήν τε πόλιν ἔχειν καὶ τὴν θάλασ-

σαν γείτονα, ἀμπέλοις καὶ δένδρεσι κατακόμοις καὶ παραδείσοις κατε-

στεμμένον, οἰκήμασί τε καί τισι πλείστοις σεβασμίοις σηκοῖς κεκοσμη-

μένον, ὧν τοὺς πλείονας μοναχῶν ἀγέλαι διείλοντο, πᾶν εἶδος ἀρετῆς

ἀσκοῦντες καὶ θεῷ μόνῳ ζῶντες, πρὸς ὃν ἐπείγονται καὶ δι' ὃν τὰς

πολιτικὰς ταραχὰς λιπόντες τὴν πρὸς αὐτὸν καὶ μόνον φέρουσαν τρί-

βον ἀνείλοντο.

4

τὸ δ' ἐντεῦθεν αὐτοῦ διαχεῖται τῇ χέρσῳ μέχρι

πολλοῦ, ἄξυλον μὲν ὡς τὰ πολλὰ τὴν βλάστην ἔχον, πάσης δὲ γεωρ-

γικῆς ἐπιμελείας ἐπιτήδευσιν παρεχόμενον.

5

διήκει δὲ τὴν ἡλίου δύσιν

ἀποσκοποῦν, ἕως τινῶν ἄλλων ὀρέων ὑψηλῶν καὶ μεγάλων παρα-

τεινόμενον, ἔνθα καὶ πόλις τις Βέρροια καλουμένη κατῴκισται, καὶ αὐτὴ

περιφανεστάτη τοῖς οἰκήτορσί τε καὶ πᾶσι τοῖς ἄλλοις οἷς αὐχεῖ πόλις

τὴν σύστασιν.

6

ἐμπεριέχει δὲ τῷ διὰ μέσου χώρῳ τὸ πεδίον τοῦτο

καὶ ἀμφιμίκτους τινὰς κώμας, ὧν αἱ μὲν πρὸς τῇ πόλει τελοῦσι, Δρου-

γουβῖταί τινες καὶ Σαγουδάτοι τὴν κλῆσιν ὀνομαζόμενοι, αἱ δὲ τῷ

συνομοροῦντι τῶν Σκυθῶν ἔθνει οὐ μακρὰν ὄντι τοὺς φόρους ἀποδι-

δόασιν.

7

πλὴν γειτνιάζουσιν ἀλλήλαις αἱ κῶμαι τὴν οἴκησιν, καὶ ἔστι

καὶ τοῦτο πρὸς τοῖς ἄλλοις Θεσσαλονικεῦσιν οὐ μικρῶς συμβαλλόμενον,

τὸ πρὸς τοὺς Σκύθας διὰ τῶν ἐμπορικῶν μεθόδων συναναμίγνυσθαι, καὶ

μάλισθ' ὅταν ἔχωσι πρὸς ἀλλήλους καλῶς καὶ μὴ κινῶσιν ὅπλα τὴν

μάχην ἐξαγριαίνοντα· ὃ δὴ καὶ πολλῷ τινι τῷ πάλαι χρόνῳ παρ' ἑκα-

τέρων μελετηθέν, κοινότητα ζωῆς τὰς χρείας ἀλλήλοις ἀμείβουσι, θαυ-

μασίαν τινὰ καὶ βαθεῖαν εἰρήνην ἐν ἑαυτοῖς συντηρούμενοι.

8

ποταμοὶ

δέ τινες παμμεγέθεις ἐκ τῆς Σκυθῶν ἐξορμώμενοι καὶ τὸ προλεχθὲν πεδίον

καθ' ἑαυτοὺς διελόμενοι πολλὴν δαψίλειαν καὶ αὐτοὶ τῇ πόλει παρέχονται

ταῖς τε χορηγίαις ταῖς ἀπὸ τῶν ἰχθύων καὶ ταῖς δι' αὐτῶν ἀπὸ τῆς θαλάσσης

τῶν νηῶν ἀναδρομαῖς, δι' ὧν ἐπινοεῖται ποικίλη τις πρόσοδος τῶν

χρειῶν τῶν ὑδάτων ἐκείνων συγκαταρρέουσα.

7

1

Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν μακρόν, ἢ ὡς ἀπ' ἀρχῆς ὑπεσχόμην,

τὸν περὶ τούτων παρατείνας λόγον.

2

πεποίηκε δὲ τοῦτο ὁ περὶ

τὴν πατρίδα πόθος, ἡδέως τῇ τε μνήμῃ συνεφελκόμενος, καὶ ταῖς ἀνα-

τυπώσεσιν οἷον δοκῶν συνεῖναι τοῖς λεγομένοις, καὶ τὸ πρόθυμον καὶ

ζητητικὸν τῆς σῆς φιλομαθοῦς ἀκοῆς, ἣν ἐξ ἀρχῆς παραθέσθαι πᾶσαν

ἡμῖν καθυπέσχου, μηδενὸς ἄλλου περισπῶντος αὐτὴν ἢ τοῦδε τοῦ

διηγήματος ὑποσύροντος.

3

ταῦτα δὲ οὕτως ἔχει. φιλοῦσι γὰρ ἀεὶ τὰ

ποθούμενα τῶν πραγμάτων ἀνάγκης δεσμοῖς καὶ τὸν λέγοντα περὶ

αὐτῶν κατέχειν καὶ τὸν ἀκούοντα· καὶ οὐκ ἂν οὕτως εὐχερῶς καὶ ῥᾳδίως

οὔτε ὄψις τῶν ἡδίστων θεαμάτων οὔτε ἀκοὴ τῶν τερπνῶν ἀποστήσεται

ἀκουσμάτων, οὔτε λόγος ἡδὺς τῆς ὁρμῆς ἀνακοπήσεται, μέχρις ἂν φθάσῃ

τὸ πέρας πρὸς ὃ κατ' ἀρχὰς ἐπείγεται.

4

πλὴν εἰ δοκεῖ, καὶ πάλιν

ἀναδράμωμεν πρὸς αὐτὴν ἐκείνην τὴν πόλιν· μέχρι γὰρ τίνος ὡς ἐν

κατόπτρῳ τὸν ἀνδριάντα διαμορφοῦμεν, καὶ ταῖς ἔξωθεν τῶν χρωμάτων

ποικιλίαις ἀπεικονίζειν πειρώμεθα τὸ ἀρχέτυπον, ἐξὸν αὐτοῖς ἐκείνοις

ἐντυχεῖν διὰ τῶν καιρίων διηγημάτων τοῖς πράγμασιν, ὡς ἂν γνωριμώτε-

ρον εἴη τὸ ἀμυδρῶς πως παραδηλούμενον;

5

Θεσσαλονίκην γάρ, ὁποία

τυγχάνει, τῷ λόγῳ διαγράψαι καθ' ὅσον οἷόν τε κατ' ἀρχὰς ὑποσχόμε-

νοι, καὶ τίς οὖσα πρότερον εἰς τί κεχώρηκεν ὕστερον, τοῖς περὶ αὐτὴν

ὥσπερ ὑποκλαπέντες, καὶ τοῖς ἔξωθεν, ὡς ἂν εἴποι τις, μέχρι τοῦδε

σχολάσαντες διηγήμασι, κινδυνεύομεν βραδύνοντες τὴν τῶν καιρίων

ἐξήγησιν.

6

χρεὼν οὖν ἐστι καὶ πάλιν πρὸς αὐτὴν ἐπανιέναι τῷ λόγῳ

καὶ τὸ πρῶτον περὶ αὐτὴν καταμαθεῖν κάλλος, εἶθ' οὕτω γε τοῦ πάθους

ἐξειπεῖν ἐν ὑστέρῳ τὸ μέγεθος, ἵνα ὅσον φανείη τῶν ἄλλων πόλεων

ἀσυγκρίτως ὑπερτερεύουσα, τοσοῦτον ἀξία κριθείη παρὰ πασῶν θρηνεῖ-

σθαι καὶ κατοικτίζεσθαι.

8

1

Εἴπομεν ὡς εὐρεῖά τίς ἐστι καὶ μεγάλη ἡ πόλις καὶ τῷ περιέχοντι

πολὺν τὸν διὰ μέσου χῶρον ἐναποκλείσασα.

2

ἀλλ' ὅσον μὲν τοῦ

τείχους τὴν χέρσον ἀποσκοπεῖ, ἐρυμνότατόν τέ ἐστι καὶ τῷ πάχει τῆς

οἰκοδομῆς κατωχυρωμένον, τῷ ἔξωθέν τε προτειχίσματι τὸ ἀσφαλὲς

πάντοθεν συντηροῦν, προβόλοις καὶ ἐπάλξεσιν ἅπαν καταπεπυκνωμένον,

καὶ μηδεμίαν ἀνάγκην φόβου τοῖς οἰκήτορσι παρεχόμενον.

3

τὸ δὲ πρὸς

νότον αὐτοῦ χθαμαλόν τέ ἐστι παντελῶς καὶ πρὸς πόλεμον ἀπαράσκευον·

οἶμαι γὰρ τῷ μηδεμίαν ὑφορᾶσθαι προσβολὴν βλάβης ἐκ τοῦ πρὸς

θάλασσαν ὁ τεχνίτης πάλαι τῆς οἰκοδομῆς κατημέλησε.

4

φέρεται δέ τις

καὶ παλαιὸς λόγος μέχρις ἡμῶν φθάσας, ὡς ἀτείχιστος ἦν ἐξ ἐκείνου τοῦ

μέρους ἡ πόλις χρόνους πολλούς, εἰ μὴ τῷ δέει ποτὲ τοῦ Μήδων Ξέρξου,

πλωτὴν γῆν τεκτηναμένου καὶ κατὰ τῆς Ἑλλάδος στρατοπεδεύσαντος

καὶ πολλῶν νηῶν πληθὺν ἐπιφερομένου, ὁ τῶν Ῥωμαίων τὰ σκῆπτρα

κατ' ἐκείνους τοὺς καιροὺς ἰθύνων μικρόν τινα καὶ ὡς ἐκ τοῦ παρατυχόντος

φραγμὸν τῷ τῇδε περιέθηκε μέρει.

5

ἀφ' οὗ δὴ χρόνου καὶ μέχρι τοῦ

δεῦρο τὸ αὐτὸ τοῦτο διαμεμένηκεν, οὐδέποτε τῆς ἐκεῖθεν βλάβης, ὡς

ᾤετο, κἂν ἐν ὑπονοίᾳ τισὶν ἐσομένης.

6

εἰ γὰρ καὶ πολλοὺς πολλάκις

ἀνέτλη πολέμους καὶ λίαν σφοδροτάτους ἡ πόλις, τούς τε ἐκ τῶν βαρβά-

ρων καὶ αὐτῶν δὲ τῶν συνομορούντων Σκυθῶν, πᾶν εἶδος ἀμυντηρίων

κατ' αὐτῆς ἐπινοουμένων καὶ ψάμμου δίκην τῷ πλήθει τῆς στρατιᾶς

εἰσρεόντων καὶ μηδὲν ὑποφέρειν τὴν ἀπειλὴν αὐτῶν φιλονεικούντων (καὶ

γὰρ ὡς ἀληθῶς ἦσαν ἀκάθεκτοι ταῖς ὁρμαῖς καὶ ποικίλῃ τινὶ πανοπλίᾳ

πεφραγμένοι),

7

ἀλλ' ἦν ἄρα περίγειος ὥσπερ ἡ μάχη καὶ διέφευγε

τὰς ἐπιβουλὰς τῷ ἀσφαλεῖ τοῦ τείχους τὴν ἔφοδον ὑπεκκλίνασα καὶ τῷ

συνήθως αὐτῇ καὶ θερμῶς ὑπερμαχοῦντι, λέγω δὴ τῷ πανενδόξῳ μάρτυρι

Δημητρίῳ, τὴν ἑαυτῆς σωτηρίαν καταπιστεύουσα.

8

ἐκ πολλῶν γὰρ

αὐτὴν κινδύνων ὁ σωσίπατρις οὗτος ἐρρύσατο καὶ τὸ νικᾶν αὐτῇ καὶ

μήπω τοῦ πολέμου πειραθείσῃ πολλάκις συμπαθῶς ἐδωρήσατο.

9

ἀλλὰ

ταῦτα ταῖς τῶν θαυμάτων αὐτοῦ βίβλοις ἐξηγεῖσθαι παραχωρήσαντες

τοῖς ἑξῆς ἡμεῖς τῶν ἤδη λεχθέντων προΐωμεν.

9

1

Ἦν οὖν ταῖς ῥηθείσαις αἰτίαις ἀνωτέρα κινδύνου παντὸς ἡ πόλις.

2

ἐξ ὅτου γὰρ ἡ κολυμβήθρα τοῦ θείου βαπτίσματος τὸ τῶν Σκυθῶν

ἔθνος τῷ χριστωνύμῳ λαῷ συνεμόρφωσε καὶ τὸ τῆς εὐσεβείας γάλα

κοινῶς ἀμφοτέροις διείλετο, πέπαυτο μὲν ἡ τῶν πολέμων στάσις, ἀνεῖτο

δὲ τῆς ἐνεργείας ἡ τὰς σφαγὰς ἐπιτηδεύουσα μάχαιρα, καὶ τὰ προλεχθέντα

τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἠσαΐᾳ ἐναργῶς ἐφ' ἡμῖν ἐπληροῦτο·

3

αἱ μάχαιραι γὰρ ἡμῶν μετῆλθον εἰς δρέπανα καὶ αἱ ζιβύνες εἰς ἄροτρα,

καὶ πόλεμος ἦν οὐδαμοῦ, καὶ τὴν περίχωρον ἅπασαν εἰρήνη κατεπρυ-

τάνευε, καὶ οὐδεμία ἦν εὐζωΐας ἀφορμὴ ἧς οὐκ εἰς κόρον ἡμεῖς ἀπελαύομεν,

ἔνθεν αἱ τῆς γεωργίας ἀφθονίαι, ἐκεῖθεν αἱ τῆς ἐμπορίας χορηγίαι.

4

γῆ

γὰρ καὶ θάλασσα λειτουργεῖν ἡμῖν ἐξ ἀρχῆς ταχθεῖσαι πλουσίαν καὶ

ἀδάπανον τὴν περὶ ἕκαστον ἐδωροφόρουν. ὧν γὰρ ἦν ἐνδεῶς ἢ καὶ

ἀνεπιτηδείως ἔχουσα πρὸς καρπογονίαν ἡ γῆ, τούτων παρ' ἑαυτῆς ἡ

θάλασσα τὴν κτῆσιν μηχανωμένη καὶ ταῖς ὁλκάσι συνεισκομίζουσα

ἀνενδεὲς τὸ λεῖπον ἐδίδου τοῖς χρῄζουσι.

5

τί δὲ τῶν ἁπανταχόθεν

ἐπιδημούντων εἴποιμι πρῶτον, καὶ μάλιστα οἷς ἐφιλοτιμοῦντο τοὺς πολί-

τας ἡμᾶς, τὰ παρ' ἑαυτῶν διδόντες καὶ τὰ παρ' ἡμῶν ἀντιλαμβάνοντες;

6

λεωφόρου γὰρ δημοσίας τῆς πρὸς ἀνατολὴν ἀγούσης ἀπὸ τῆς δύσεως διὰ

μέσου τῆσδε χωρούσης τῆς πόλεως καὶ ἀναγκαίως πειθούσης τοὺς

παροδεύοντας πρὸς ἡμᾶς ἐνδιατρίβειν καὶ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι,

πᾶν ὁτιοῦν ἂν εἴποι τις τῶν καλῶν ἐξ αὐτῶν ἐκαρπούμεθά τε καὶ προσ-

εκτώμεθα.

7

ἔνθεν καὶ παμμιγής τις ὄχλος ἀεὶ περιεστοίχει τὰς ἀγυιὰς

τῶν τε αὐτοχθόνων καὶ τῶν ἄλλως ἐπιξενουμένων, ὡς εὐχερέστερον εἶναι

ψάμμον παράλιον ἐξαριθμεῖν ἢ τοὺς τὴν ἀγορὰν διοδεύοντας καὶ τῶν

συναλλαγμάτων ποιουμένους τὴν μέθοδον.

8

ἐντεῦθεν χρυσίου καὶ ἀργυ-

ρίου καὶ λίθων τιμίων παμπληθεῖς θησαυροὶ τοῖς πολλοῖς ἐγίνοντο, καὶ

τὰ ἐκ Σηρῶν ὑφάσματα ὡς τὰ ἐξ ἐρίων τοῖς ἄλλοις ἐπινενόητο.

9

περὶ

γὰρ τῶν ἄλλων ὑλῶν, χαλκοῦ καὶ σιδήρου κασσιτέρου τε καὶ μολύβδου

καὶ ὑέλου, οἷς αἱ διὰ πυρὸς τέχναι τὸν βίον συνέχουσι, καὶ μνησθῆναι

μόνον παρέλκον ἡγοῦμαι, τοσούτων ὄντων ὡς ἄλλην τινὰ δύνασθαι

πόλιν δι' αὐτῶν δομεῖσθαί τε καὶ ἀπαρτίζεσθαι.

10

1

Οὕτω δὲ πανταχόθεν εὐθηνουμένη καὶ πλεονάζουσα, ταῖς τεχνι-

καῖς τε καλλυνομένη μεθόδοις καὶ ταῖς τῶν οἰκημάτων ὑπερηφανευομένη

λαμπρότησιν, ἆρα ταῖς ἐκ νόμων παρατηρήσεσιν ἢ ταῖς περὶ τὸ πολί-

τευμα τάξεσιν ἢ ταῖς περὶ λόγους αὐχήσεσιν ἐφαίνετο τῶν ἄλλων ἐνδεῶς

ἔχουσα; οὐμενοῦν·

2

ἐσπουδάζετο γὰρ αὐτῇ γνῶσις ὡς ὀφθαλμοῖς

βλέψις καὶ εὐνομία ὡς ζωῆς πραγματεία.

3

καὶ εἶδες ἂν περὶ μηδὲν ἄλλο

τὴν νεάζουσαν τῶν παίδων κήραν σχολάζουσαν ἢ περὶ λόγους, ἐξ ὧν

ἐπιστῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσι.

4

τὰ δὲ περὶ τῆς ἁρμονίου

μουσικῆς τῶν ᾀσμάτων, ἢ τῶν ᾀδόντων τὰ ψυχοτερπῆ μέλη καὶ τῶν τῷ

θεῷ κεκληρωμένων σπουδάσματα πῶς τῷ λόγῳ σημανῶ;

5

πῶς δὲ

τὴν τούτων διαγράψωμαι δήλωσιν; μέχρι γὰρ τοῦδε τοῦ διηγήματος

οὐκ οἶδ' ὅπως τῇ ῥύμῃ τοῦ λόγου συναπαχθεὶς καὶ τῆς οἰκείας ὥσπερ

ἰδιωτείας ἐπιλαθόμενος ἐπειρώμην μετρίως πως, καὶ ὡς οὐκ ἄν τις ἄλλος

τῶν λίαν ἀμαθῶν καὶ ἀγροίκων, τῶν παρὰ τῆς σῆς ἀρετῆς αἰτηθέντων

τὴν δήλωσιν διαγράφεσθαι·

6

τὸ δ' ἀπὸ τούτου, καὶ μάλισθ' ὅτι τῆς

εὐρύθμου τῶν ᾀσμάτων ἐμνήσθην ἡδυφωνίας, οὐκ οἶδα τίς γένωμαι ἢ ποῖ

τῷ λόγῳ χωρήσω, ποῖον δὲ παραλείπω τῶν ἡδίστων ἐκείνων καὶ εὐτάκτων

μελῳδημάτων, οἷς συνέψαλλον καὶ συνεόρταζον ἄνθρωποι ταῖς οὐρανίαις

δυνάμεσιν.

7

εἰ γάρ τις τὴν μοῦσαν ἐκείνην, τὴν ἐκ παντὸς στόματος

ὑφ' ἓν τῷ θεῷ ἀναπεμπομένην τοὺς ὕμνους ἐν ταῖς πανδήμοις συνάξεσι,

τῷ ἤχῳ τῶν ἑορταζόντων ἀγγέλων, ἔνθα εὐφραινομένων πάντων ἡ

κατοικία, ἐξεικονίσαι θελήσειεν, οὐδὲν τοῦ δέοντος ἁμαρτήσεται.

11

1

Ναοὶ γάρ τινες παμμεγέθεις καὶ περικαλλεῖς τῇ ποικίλῃ διακο-

σμήσει, διὰ μέσου προβεβλημένοι τῆς πόλεως ὥσπερ τινὰ κοινὰ πρὸς τὸ

θεῖον ἐξιλαστήρια, καὶ τούτων μάλιστα ὁ τῆς παντουργοῦ καὶ θείας τοῦ

ὑπερουσίου λόγου σοφίας οἶκος, καὶ ὁ τῆς ἀειπαρθένου πανάγνου καὶ

θεομήτορος, ἀλλὰ μὴν καὶ ὁ τοῦ προλεχθέντος πανενδόξου καὶ καλλινίκου

μάρτυρος Δημητρίου, ἔνθα τοὺς θείους ἄθλους διήνυσε καὶ τὸ βραβεῖον

τῆς νίκης ἐδέξατο, οἱ καὶ τὸν ἅπαντα δῆμον ταῖς κατὰ περίοδον ἐπανιού-

σαις τῶν ἑορτῶν ἡμέραις ἐν ἑαυτοῖς ἐκκλησιάζοντες, ἀνεκλάλητον

εὐφροσύνην καὶ πνευματικὴν χαρμονὴν τοῖς συνιοῦσιν ἐβράβευον.

2

ἐκεκλήρωντο γὰρ ἐν ἑκάστῳ τούτων τάγματα ἱερέων, δι' ὧν ἡ μυστικὴ

τελεῖται λατρεία, καὶ ἀναγνωστῶν συστήματα, δι' ὧν ἡ τῶν ᾀσμάτων

σπουδάζεται ὑμνῳδία, ἀμοιβαδὸν τοὺς στίχους ἀλαλάζοντες, καὶ ταῖς

χειρονομίαις τῶν μελῶν τὸν φθόγγον διατιθέντες, καὶ μεγάλην τινὰ καὶ

ἀξιοθέατον χορείαν συνιστῶντες, τῷ τε εἴδει τῆς ἀστραπτούσης στολῆς

τὰς τῶν ὁρώντων θέλγοντες ὄψεις, καὶ τῇ τεχνωμένῃ τῶν ψαλμῶν λύρᾳ

τὴν ἀκοὴν κατατέρποντες.

3

τί γὰρ ἦν πρὸς τοῦτον τὸν ὕμνον ὁ

μυθικὸς Ὀρφεὺς ἢ ἡ Ὁμηρικὴ μοῦσα ἢ τὰ τῶν Σειρήνων ληρήματα, τῷ

ψεύδει τῶν πλασμάτων ἀναγραφόμενα, οἷς λόγος μὲν ἐπαίνων οὐδεὶς

ἀληθής, φῆμαι δὲ ψευδεῖς τοὺς ἀνθρώπους πλανῶσαι καὶ πρὸς ἀπάτην

ἀνδραποδίζουσαι.

4

μάτην οὖν ἐν τούτοις ἐψευδοκτύπησαν Ἕλληνες,

τὴν ἀληθῆ γνῶσιν τῶν πραγμάτων ἀφῃρημένοι καὶ ταῖς κενολογίαις τῆς

αὐτῶν δεισιδαιμονίας καθ' ἑαυτῶν ὁπλισάμενοι.

5

ἡμῖν δὲ καὶ τὸ

σεβαζόμενον ἦν ἀληθὲς καὶ αὐτὸ δὲ τὸ ὑμνούμενον.

12

1

Ἔνθα δή μοι καὶ θάμβος ἐπέρχεται καὶ φρίκη καὶ ἔκπληξις, ὅταν

κατὰ νοῦν λάβω πῶς ὁ τοιοῦτος καὶ τοσοῦτος ὕμνος, ὁ μήπω τινὶ τῶν

ἄλλων προφερομένων θυσιῶν τῷ μεγέθει ἐξομοιούμενος, ἀθρόον οὕτως

ἐσίγησε καὶ εἰς οὐδὲν ἐλογίσθη καὶ ὡς ὄναρ ὑπανεχώρησε.

2

πλήν γε

τοῦτο λογίζομαι, ὅτι ἐν ἁμαρτίαις ὄντες τὰ θεῖα κατὰ τὸν ψαλμῳδὸν

ἐδιηγούμεθα δικαιώματα, καὶ τὸ μοχθηρὸν ἡμῶν τῶν τρόπων ἀδόκιμον

τὸ περιφανὲς τοῦτο καὶ σεβάσμιον ἀπειργάσατο, ἀνάξιον κρίναντος τοῦ

θεοῦ βεβήλοις καὶ ἐναγέσι χείλεσιν ὑμνεῖσθαί τε καὶ γεραίρεσθαι.

3

μέχρι

γὰρ τίνος τὴν ἀληθῆ αἰτίαν τοῦ πάντα κίνδυνον ἐπενεχθῆναι ἡμῖν εἰς μέσον

οὐ παριστῶμεν, ἵν' ἔχωσι γνῶναι διὰ τοῦ καθ' ἡμᾶς ὑποδείγματος οἱ μετέπει-

τα ὅπως δεῖ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ καὶ ἑαυτοὺς ὑπεράνω παντὸς

ὀλέθρου διατηρεῖν, ἵνα μὴ τοῖς ὁμοίοις ἡμῶν τῆς κακίας ὑπολισθαίνοντες

πλημμελήμασι τὴν θείαν ἀγανάκτησιν ἐφ' ἑαυτοὺς ἐπισπῶνται.

4

οὐδὲ

γὰρ ἄλλου τινὸς ἕνεκεν τῆς μεγάλης ἀπειλῆς ἐκείνης, ἧς καὶ μεμνημένος

ἐξίσταμαι, διὰ πείρας γεγόναμεν, ἀλλ' ἢ διὰ μοχθηρᾶς καὶ κακῆς προαιρέ-

σεως,

5

εἴτε διὰ τὸ παρηλλαγμένον καὶ διάφορον τῆς τε πολιτείας καὶ

τῶν ἠθῶν, τῶν συνεισρεόντων τῇ πόλει ἀνθρώπων ἐκ παντὸς ἔθνους καὶ

τόπου ἄλλων ἄλλο τι συνεισφερόντων κακὸν καὶ τούτου τῷ πλησίον

μεταδιδόντων

6

(καὶ γὰρ δι' ἣν εἴπομεν ἄφθονον τῶν χρειῶν χορηγίαν

οἱ τῶν πλησίον χωρῶν καὶ πόλεων ἄνθρωποι ἐν ταύτῃ τὴν οἴκησιν

μετηλλάττοντο, καὶ μάλισθ' ὅσοι ταῖς ἤδη προαλωθείσαις νήσοις ἐκ τῆς

τῶν δυσωνύμων Ἀγαρηνῶν ἐπιδρομῆς ὑπελείφθησαν, ἐπὶ τήνδε προσ-

έφευγον, μηδεμίαν, ὡς ὑπελάμβανον, ἐν αὐτῇ πολεμίων φροντίδα τοῦ

λοιποῦ ποιησόμενοι),

7

εἴτε δὲ πάλιν διὰ τὸ ἀνειμένον τῆς τρυφῆς καὶ

ἀφρόντιστον καὶ πρὸς πᾶσαν ἡδονὴν ποικίλον τῆς χρείας καὶ ἐπιτήδειον

ὥσπερ τινὰ λήθην πεπόνθαμεν τοῦ θεοῦ, μακράν τινα καὶ ἀδιεξόδευτον

πλανώμενοι πλάνην, καὶ καθώς φησιν ὁ ἀπόστολος, ἕκαστος ταῖς ἰδίαις

ἐπιθυμίαις ἐπορευόμεθα, ἀδεῶς κατὰ πάσης ἁμαρτίας χωροῦντες καὶ τῆς

πρὸς ἀρετὴν ἀγούσης μηδεμίαν ποιούμενοι ἐπιμέλειαν.

13

1

Ποῖον γὰρ εἶδος κακίας, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν ἡμῖν οὐκ ἐπράττετο;

πορνεῖαι, μοιχεῖαι, ἀκαθαρσίαι, μίση, ψεύδη, κλοπαί, ἔριδες, φιλονεικίαι,

λοιδορίαι, θυμοί, πλεονεξίαι, ἀδικίαι· καὶ ὁ ἀρχηγὸς τῶν κακῶν φθόνος

κοινὸν ἐμμελέτημα καθ' ἑκάστην καὶ ἀγοραῖον ἦν.

2

οὐ γὰρ ὅστις ἡμῶν

τῷ πλησίον πράξει καλῶς διὰ σπουδῆς εἶχεν, ἀλλ' ὅστις αὐτῷ τῶν

ἀβουλήτων ἐπενεγκεῖν τι φρενοβλαβῶς ἐτεκταίνετο·

3

οὐδ' ὅστις ἐκ

τοῦ οἰκείου μεταδοῦναι τῷ χρῄζοντι τὸ συμπαθὲς πληρῶν ἐβεβούλητο,

ἀλλ' ὅστις ἐκ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον πλεονάσαι πρὸς τὸν ὁμόφυλον

διεμάχετο, κατ' ἀλλήλων εἰρωνευόμενοι, ἀλλήλους πλήττοντες, ἀλλήλους

ἐνδιαβάλλοντες, πᾶν ὁτιοῦν κακὸν ἐν ἑαυτοῖς ἐξευρίσκοντες, ὀρφανοὺς

ἄγχοντες, ὁρίοις χηρῶν ἐπεμβαίνοντες, ἔχθρας συνάπτοντες, δόλους

συρράπτοντες.

4

καὶ τί δὴ τὸ τέλος τούτων ἁπάντων; ὀκνῶ μὲν τὴν

γλῶτταν τῷ μεγέθει τῶν πραγμάτων ἐπαφιέναι, καὶ οὐκ ἂν ἠνεσχόμην

τῶν ἀλγεινῶν ἐκείνων ὧν ἤδη πεπόνθαμεν καὶ πάλιν ἐπιμνησθῆναι.

5

ἀλλ' ἐπειδὴ τῶν τοιούτων διηγημάτων οὐκ ἔστιν ὅπως ὑπεκκλῖναι τὴν

μνήμην, δι' ὧν τῷ βίῳ καινόν τι καὶ φοβερὸν ὑπελείφθημεν ἄκουσμα,

λέξων ἔρχομαι τοῦ κινδύνου τὸ μέγεθος, ἵν' εἰδῇς καὶ αὐτὸς ὁποῖα τῆς

ἁμαρτίας εἰσὶ τὰ ὀψώνια.

6

ἐν ὅσῳ γὰρ ἐτρυφῶμεν, ἐν ὅσῳ ἐσπατα-

λῶμεν καὶ πᾶσιν ἀτόποις διεζῶμεν ἐπιτηδεύμασιν, ὅτε κατὰ τὸ ψαλμικῶς

ᾀσθὲν πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ὁ ἐκζητῶν τὸν

θεόν, τότε τῆς φοβερᾶς ἐκείνης ἐπειράθημεν ἀπειλῆς, μᾶλλον δὲ καταστρο-

φῆς, ἵν' οἰκειότερον εἴπω, ἢ δικαίας ἀνταποδόσεως.

14

1

Καὶ σκόπει κἀνταῦθα τοῦ θεοῦ τὸ φιλάνθρωπον, τοῦ μὴ βουλο-

μένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.

2

εἰδὼς γὰρ τὸ ἀκάθεκτον καὶ μοχθηρὸν τῆς γνώμης ἡμῶν καὶ ὅτι ἐπι-

μελῶς ἔγκειται ἡ διάνοια ἡμῶν ἐπὶ τὰ πονηρά, τί μηχανᾶται πρὸς τὸ τὴν

ὁρμὴν ἐπισχεῖν τῆς κακίας καὶ ἐπιστροφῆς ἡμῖν ἐμβαλεῖν αἰτίας;

3

πρῶ-

τον μὲν τὴν ἤδη λεχθεῖσαν γείτονα πόλιν, τὴν Βέρροιαν λέγω, ἐπι-

κατασεισθῆναι πεποίηκε τοῖς περιοίκοις ὡς πολλοὺς τῶν ἐκεῖσε συλλη-

φθέντων ἐξαναλῶσαι, τί διοικούμενος ἐκ τούτου;

4

ἵν' ἡμεῖς πάντας τῶν

ἑτέροις ἀπειλουμένων τὴν αἴσθησιν λαβόντες, τῶν ἰδίων κακῶν ἀποχὴν

κἂν ὀψὲ γοῦν ποιησώμεθα καὶ πρὸς ἀρετὴν τὰς πράξεις ἰθύνωμεν.

5

εἶτα

ἐπειδὴ τούτου γενομένου οὐκ ἐνεδώκαμεν τῆς κρατούσης ἐν ἡμῖν παλαιᾶς

συνηθείας, ἐφ' ἕτερον εἶδος μηχανῆς μεταβαίνει, τὴν καὶ ἡμῖν αὐτοῖς

ἔσεσθαι μέλλουσαν ἀμεταμέλητα πράττουσι συμφορὰν ἐν ἄλλοις προϋπο-

δείξας.

6

Δημητριὰς γὰρ οὕτω καλουμένη τῆς Ἑλλάδος ἑτέρα πόλις, οὐ

μακρὰν ἡμῶν ἀπῳκισμένη, πολλῷ πλήθει τῶν οἰκητόρων καὶ τοῖς ἄλλοις

οἷς μέγα καυχῶνται πόλεις τῶν ἔγγιστα ὑπεραιρομένη, οὐ πρὸ πολλοῦ

τῆς ἡμῶν ἁλώσεως ἔργον ἐγένετο τῶν βαρβάρων.

7

πολιορκηθεῖσα γὰρ

ὡς μικροῦ δεῖν πάντας τῶν ὑπ' αὐτὴν ἐν μαχαίρᾳ πεσεῖν, οὐδὲν ἕτερον

παρεῖχε νοεῖν ἢ τοῖς κακοῖς ἡμᾶς ἐπιμένοντας τὴν ὁμοίαν πεῖραν τῶν

πραγμάτων ἐκδέχεσθαι καὶ καθάπερ εἰς ἔμψυχον στήλην ἐν αὐτῇ τὰ

κεχρεωστημένα ἡμῖν ἀναγινώσκειν παθήματα.

15

1

Ἀλλὰ μηδεὶς ἀποφαινόμενόν με οἰέσθω ταῦτα λέγοντα ὅτι δι'

ἡμᾶς αἱ πόλεις αὗται τῶν φοβερῶν τὴν πεῖραν ἐδέξαντο. ὠφείλετο γὰρ

αὐταῖς, ὡς οἶμαι, καὶ δι' οἰκείαν μοχθηρίαν ὁ κίνδυνος, ὡς καὶ ἡμῖν μετ'

ἐκείνας, ἀξίας τῶν ἡμαρτημένων ἑκάστῳ τὰς τιμωρίας ἐπάγοντος τοῦ

θεοῦ.

2

ἀλλ' ἐν τούτοις καὶ ἡμᾶς οὐ τὴν τυχοῦσαν ἀφορμὴν τῆς ἐπὶ τὸ

κρεῖττον ἐπιστροφῆς καὶ σωτηρίας εὔκολον ἦν ἐξευρεῖν, τὴν ἐκείνων

καταστροφὴν οἰκείαν ἀσφάλειαν ποιουμένους.

3

ὅμως ἐπειδὴ τὸν νοῦν

ἡμῶν εἶδεν ὁ τὰς καρδίας ἐρευνῶν πάσῃ σπουδῇ τῆς ἐπ' ἀπωλείᾳ ἀγούσης

ἐχόμενον, μηδεμίαν δὲ τῶν σωτηρίων ἐντολῶν καὶ παιδευτικῶν ἐνεργειῶν

ὑπολειφθεῖσαν, ἐξ ὧν αἰσθητικὴ καὶ νήφουσα ψυχὴ τὸ καλὸν μετα-

μανθάνει, διαφεύγουσα τῶν χειρόνων τὰς πράξεις, δι' ἃς ἐπέρχεται ἡ

ὀργὴ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ὥς φησιν ὁ ἀπόστολος, ἔδει δὲ τὴν

κακίαν ἐκτριβῆναι, ἵνα μὴ τῇ ἐπὶ πλεῖον προόδῳ καὶ ἑτέρους λυμαίνοιτο,

4

διὰ τοῦτο ἀφῆκεν ἡμῖν ἐπενεχθῆναι τὴν φοβερὰν ἐκείνην καὶ φρικώδη

πληγήν, ἵν' ὅπερ ἄλλων πασχόντων ἡμεῖς οὐκ ἐδιδασκόμεθα, τοῦτο ἡμεῖς

παθόντες ἄλλοις ὑπόδειγμα ποιησώμεθα.

16

1

Ἀλλὰ τί δεῖ μακρολογεῖν; καιρὸς γὰρ ἤδη τῶν καιρίων διηγη-

μάτων ἐφάψασθαι, καὶ ὅπως τὴν ὀδυνηρὰν ἐκείνην πολιορκίαν ὑπέστημεν

παραστῆσαι τῷ λόγῳ, ὡς εἶναι τοῖς μετέπειτα νουθεσίας ὑπόθεσιν καὶ

ἐναργοῦς διδασκαλίας παραίνεσιν.

2

ἐν τούτοις γὰρ ὄντων ἡμῶν ἧκέ

τις ταχυδρόμος ἄγγελος ἀπὸ τοῦ κρατοῦντος τὰ τῶν Ῥωμαίων σκῆπτρα,

Λέοντος τοῦ φιλευσεβοῦς ἄνακτος, τὴν ἔφοδον τῶν βαρβάρων, λέγω δὴ

τῶν δυσωνύμων Ἀγαρηνῶν, καταμηνύων καὶ ὡς τάχος ὁπλίζεσθαι καὶ

πρὸς τὴν μάχην ἡμᾶς συσκευάζεσθαι, πρόσφυγάς τινας ἀπ' αὐτῶν ἐκείνων

τῶν βαρβάρων ἀφῖχθαι λέγων, καὶ τὴν βουλὴν αὐτῶν, ἥτις ἐστί, προ-

ειπόντας τῷ βασιλεῖ, καὶ ὅτι πᾶσαν τὴν ὁρμὴν ἐπὶ τήνδε πεποίηνται, ὑπὸ

πολλῶν ἤδη τῶν ὑπ' αὐτῶν προχειρωθέντων βεβαιωθέντες ὡς ἀτείχιστός

ἐστιν ἐκ τοῦ πρὸς θάλασσαν μέρους καὶ ταῖς ἀπὸ τῶν νηῶν μάχαις

εὐεπιχείρητος.

3

ταύτης οὖν ἀγγελθείσης τῆς πονηρᾶς ἀγγελίας, θροῦς

μὲν ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν καὶ φόβος καὶ τάραχος, ἀσυνήθους

πράγματος καὶ φοβεροῦ ταῖς ἀκοαῖς ἡμῶν ἐν ἀρχαῖς προσπεσόντος,

ἐβουλευσάμεθα δ' ὅμως τὴν οἰκείαν περιποιήσασθαι σωτηρίαν, καὶ ὅσα

πρὸς τὴν τῶν ἐναντίων ἄμυναν καταρτίζειν, καὶ πρὸς τὸν κατ' αὐτῶν

πόλεμον διεγείρεσθαι.

4

πλὴν ἔκαμνε μὲν ὁ λογισμὸς ἑκάστου καὶ ταῖς

ἄλλαις μερίμναις τῆς ἀπειρίας τοῦ μάχεσθαι, μήπω τοῦ πράγματος ὢν ἐν

πείρᾳ, μηδ' ὅπως τὴν ἀρχὴν λαμβάνει δεδιδαγμένος·

5

πλέον δὲ τὸ μὴ

ἐπιτήδειον εἶναι τὸ τεῖχος ἔνθα καὶ τὴν προσβολὴν ἐσκοποῦμεν, τὰς

ἁπάντων ψυχὰς κατεβύθιζε.

6

καὶ γὰρ ἦν ὡς ἀληθῶς ὕποπτον, οὐ μόνον

τοῖς ἀπειροπολέμοις καὶ ἀόπλοις ἡμῖν, ἀλλ' ἤδη καὶ αὐτοῖς τοῖς γεγυ-

μνασμένοις καὶ προαποκειμένας ἔχουσι τὰς τῶν τοιούτων πραγμάτων

αἰτίας.

17

1

Ἐβουλευσάμεθα δ' οὖν, εἴ τι καὶ δέοι πράττειν, ἐν αὐτῷ πράττειν

τῷ τείχει καὶ πρώτης ἔχεσθαι τῆς αὐτοῦ ἀσφαλείας καὶ πρὸς τὸ κρεῖττον

μεταποιήσεως.

2

οὐ συνεβούλευε δ' ἡμῖν τοῦτο τέως ὁ ταύτην ἡμῖν τὴν

ἀγγελίαν πρὸς τοῦ βασιλέως κομίσας (Πετρωνᾶς δὲ οὗτος ἐκαλεῖτο, τῷ

καταλόγῳ τῶν πρωτοσπαθαρίων ἐναριθμούμενος, ὃς ἦν ἐπιτετραμμένος

ἐγχρονίσαι μικρὸν τῇ πόλει καί τινος αὐτῇ μεταδοῦναι βοηθείας καὶ

δεούσης ἐν τοῖς πράγμασι συνεργείας), ἄλλην δέ τινα σοφωτάτην ἔλεγεν

ἐξευρεῖν ἐπίνοιαν, ὡς λίαν ἐνεργῆ καὶ σωτήριον, εἰ μὴ καὶ ταύτης αἱ

προοδοποιοῦσαι τὴν καθ' ἡμῶν ἀπώλειαν ἁμαρτίαι ἀναίρεσιν καθυπέ-

βαλον.

3

ἐλλόγιμος γὰρ ὢν ὁ ἀνὴρ καὶ πολλὴν πραγμάτων ἐσχηκὼς

πεῖραν, καθ' ἑαυτὸν συνιδὼν ὡς εἰ θελήσοι τοῦ τείχους τῆς οἰκοδομῆς

ἐπιμεληθῆναι, καὶ κόπους παρέξει τῇ πόλει καὶ πλέον οὐδὲν τῶν πρὸ

αὐτοῦ περὶ τούτου φροντισάντων ὀνήσειεν, ἐφ' ἕτερον εἶδος ἀσφαλείας

(καὶ σκόπει πῶς εὐφυὲς καὶ ἁρμόδιον) τὸν νοῦν μετηγάγετο.

4

εἰδὼς

γὰρ ὡς ἅπαν περικλύζεται τὸ κατὰ νότον μέρος τῆς πόλεως ἀπὸ τῶν

θαλασσίων ὑδάτων, ἐκεῖθεν δὲ προσπίπτοντος τοῦ πολέμου εὐχερῶς

ἔχειν τοὺς βαρβάρους πᾶν ὁτιοῦν βούλοιντ' ἂν ἐν αὐτῷ διαπράξασθαι,

μηδενὸς κωλύοντος αὐτοὺς ὑπεράνω τῆς οἰκοδομῆς γενέσθαι τοῦ τείχους

διὰ τὸ πρόσγειον καὶ χθαμαλωτάτην εἶναι τάς τε νῆας μᾶλλον ὑπερανέχειν

ἐκ τοῦ κατὰ πρύμναν μέρους, καὶ ἀπὸ μετεώρου δύνασθαι τοὺς ἐν ταῖς

ἐπάλξεσιν ὄντας κατατιτρώσκειν,

5

ἐβουλεύσατο φραγμόν τινα καὶ

τετεχνημένην ἐνέδραν ἐν αὐτοῖς ἐγκρύψαι τοῖς ὕδασιν, ὡς ἂν καὶ τῇ πόλει

τὸ ἀσφαλὲς καὶ τοῖς ἐχθροῖς ἐμπόδιον κατ' αὐτὸ γένηται.

6

πολλοὶ γὰρ

ἦσαν ἐκ μονολίθου γεγλυμμένοι τύμβοι κατά τε τὸ πρὸς ἀνατολὴν καὶ

δύσιν μέρος τῆς πόλεως, ἐν οἷς πάλαι τοὺς ἑαυτῶν νεκροὺς οἱ τήνδε

κατοικοῦντες ἐνεταφίαζον Ἕλληνες·

7

οὓς καὶ συνάγων καί τινι παραδό-

ξῳ μεθόδῳ, ἣν αὐτὸς μόνος ἐξεῦρε, τῇ θαλάσσῃ βυθίζων, καὶ ὡς ἀπὸ μικροῦ

τινος διαστήματος στοιχηδὸν τούτους τοῖς ὕδασιν ὑποκρύβων, θαλάσσιόν

τε καὶ ξένον ἔρυμα καὶ τοῦ πρὸς ὕψος τῇ χέρσῳ προβεβλημένου τείχους

ὀχυρώτερόν τε καὶ ἀσφαλέστερον τῇ ἀληθείᾳ κατετεχνάζετο.

8

καὶ

δὴ καὶ εἰς ἔργον ἂν ἐξέβη πᾶσαν ἀσφάλειαν τῇ πόλει περιποιούμενον,

ὡς μηδὲ δύνασθαι τὰς νῆας πλησιάσαι τὸ παράπαν καὶ τῆς ἑαυτῶν

μεταδοῦναι βλάβης, εἰ μὴ καὶ τοῦτο διὰ τὴν μοχθηρίαν ἡμῶν ἐκωλύθη

καὶ εἰς οὐδὲν προεχώρησεν.

18

1

Ἤδη γὰρ περὶ τὰ μέσα που τοῦ κινδυνώδους τόπου πεφθακότος

τοῦ τοιούτου διαποντίου φραγμοῦ καὶ πᾶσαν ἡμῶν ὑπόνοιαν ἐπίφοβον

καὶ πονηρὰν ὑποτέμνοντος, ἧκέ τις ἕτερος, καὶ αὐτὸς πρὸς τοῦ βασιλέως

πεμφθείς, τὸν εἰς τοῦτο ταχθέντα Πετρωνᾶν σπουδαίως μεταπεμπόμενος

καὶ τὴν φροντίδα πᾶσαν τῆς πόλεως εἰς ἑαυτὸν μετατιθείς·

2

Λέων

δὲ οὗτος ἐκαλεῖτο, πάσης τῆς περιχώρου προχειρισθεὶς στρατηγὸς καὶ

πᾶσαν ἐπιμέλειαν τῶν πρὸς τὴν μάχην εὐτρεπιζομένων πραγμάτων

ἀναδεξάμενος.

3

ᾧ καὶ ἔδοξε τὴν τοῦ ἔργου τούτου σχολάσαι τέως

φροντίδα καὶ τοῦ τείχους τὴν οἰκοδομὴν ἐξανύεσθαι.

4

ἅμα γὰρ ἧκε,

καὶ μεθίστησιν εὐθὺς τὸν δῆμον ἅπαντα τὸν εἰς τοῦτο τεταγμένον πρὸς

τὸ τὰς χρειώδεις ὕλας τοῖς τεχνίταις ἐπικομίζειν, ὡς ἂν τῇ πολυχειρίᾳ

τυχὸν καὶ τῇ τῶν δεόντων δαψιλεῖ χορηγίᾳ τὸ σπουδαζόμενον εἰς

ἔργον ἄγοιτο. ἤδη μὲν οὖν πάλιν τὰ τῆς οἰκοδομῆς ἦν ἐνεργῆ.

5

ἀλλ'

ὅσον ἐδόκει τὸ πρὸς ὕψος ἐγειρόμενον τοῦ τείχους τὴν τῶν ἐναντίων

ἀπείργειν κακόνοιαν, τοσοῦτον ἐφαίνετο τὸ λεῖπον τοῖς πολίταις ἡμῖν

παντὸς κινδύνου καθυπεμφαῖνον ὑπόνοιαν.

6

οὔτε γὰρ ἅπαν διορ-

θωθῆναι δυνατῶς εἶχε πολλῷ μήκει διατεινόμενον πρὸς τὸ μηκέτι τὴν

ἐξ αὐτοῦ συμφορὰν ἡμᾶς ὑποπτεύειν, καὶ ὁ χρόνος τὴν τῶν πολεμίων

ἔφοδον ἐφεστάναι προεμαρτύρατο μήπω τοῦ μέσου χώρου τῆς οἰκο-

δομῆς ἁψαμένης, ἐξ οὗ καὶ τὴν βλάβην ὑποπτευόμεθα.

7

ἀγγελίαι

γὰρ τῶν προτέρων φοβερώτεραι καὶ συχνότεραι τὰς ἁπάντων ἡμῶν

ἀκοὰς περιεθρύλλουν, καὶ τοὺς βαρβάρους ἐγγίζειν ἤδη τὸ πλεῖστον

τοῦ πλοὸς διανύσαντας.

8

οὐκ ἦν γὰρ ὅπου καὶ πρὸς μικρὸν αὐτοὺς

ἐμβραδῦναι, διὰ τὸ τὰς πλείονας νήσους ὑπ' αὐτῶν προεκπορθηθῆναι,

καὶ τὰς πρὸς θάλασσαν ἐχούσας πόλεις τὴν οἴκησιν τῇ καταπλήξει

μόνῃ τῆς ἀκοῆς αὐτῶν πρὸς φυγὴν ἐκτραπῆναι, καὶ μηδὲν ὑπάρχειν

ὃ τὴν ὁρμὴν αὐτῶν ἢ τὴν τῶν ὅπλων συνέχειαν ἐξαρκεῖν ὑπομεῖναι.

9

τέτταρας γὰρ ὁμοῦ καὶ πεντήκοντα τὰς βαρβαρικὰς εἶναι προέλεγον

νῆας, οὐδὲν ἧττον πόλεως ἑκάστης αὐτῶν τῷ μεγέθει καὶ ταῖς ἄλλαις

κατασκευαῖς τυγχανούσης, ἐν αἷς ἦν παμμιγής τις ὄχλος ἀπονενοημένων

καὶ μανιωδῶν, τῶν τε τὴν Συρίαν οἰκούντων Ἰσμαηλιτῶν καὶ τῶν

ὁμορούντων Αἰγυπτίοις Αἰθιόπων, πάντων αἱμοβόρων καὶ θηριογνω-

μόνων ἀνθρώπων, πολλὴν τὴν ἐν τοῖς φόνοις ἐπιστήμην ἐξησκημένων

καὶ ταῖς λῃστρικαῖς ἐπινοίαις τὰς σφαγὰς ἐμμελετησάντων, ὡς μὴ δύ-

νασθαί τινα κἂν ἀκοῇ τὴν τούτων ἐκδέξασθαι πεῖραν, ἀλλὰ σπεύδειν

ἕκαστον ὑποχωρεῖν τῆς ἐνεγκαμένης, κρεῖττον ἡγούμενον τὴν μετὰ

θηρῶν ἀγρίων ἐν τοῖς ὄρεσιν οἴκησιν ἢ τὸ ὑπ' αὐτῶν ληφθῆναι καὶ

πολυώδυνον ἀπενέγκασθαι θάνατον.

19

1

Πλὴν ἐν τούτοις τούτων ἐχόντων πάλιν φοβερώτερός τις τῶν

ἤδη λεχθέντων ἐλήλυθεν ἄγγελος, τῶν βαρβάρων τὴν ἔφοδον πλησι-

έστερον οὖσαν ἅπασι προδηλῶν.

2

Νικήτας δὲ οὗτος ἐκαλεῖτο, στρα-

τηγὸς τὴν ἀξίαν καὶ τὴν ἐν τοῖς βουλεύμασιν εὐταξίαν.

3

οὗτος ἐλθὼν

συνεπαμῦναι τῇ πόλει κατηγγυᾶτο (εἰς τοῦτο γὰρ ἔλεγεν ἀφῖχθαι),

καὶ εἴ τι δέοι πράττειν, ἑτοίμως ἔχειν καθυπετίθετο.

4

πλὴν ὅτι συνέβη

τι καὶ τοιοῦτον γενέσθαι μεταξὺ τῆς προσδοκίας τῶν πολεμίων ἐξ

ἐπινοίας τοῦ σκανδαλουργοῦ καὶ πονηροτάτου δαίμονος.

5

ὁ γὰρ

ἤδη λεχθεὶς στρατηγὸς τούτῳ δὴ τῷ νεωστὶ παραγενομένῳ Νικήτᾳ

αὐτοῦ που περὶ τὴν οἰκοδομὴν τοῦ τείχους κατ' ἀρχὰς ἐντυχὼν ἵππῳ

ἐφεζόμενος, ὡς τὴν συνήθη πρὸς τὸν φίλον ἔδοξεν ἐκπληρῶσαι τῷ ἀσπα-

σμῷ προσηγορίαν, καὶ αὐτὸν ἵππῳ ἐγκαθεζόμενον, τοῦ ῥυτῆρος ἀμε-

λήσας δεινόν τι πέπονθε πρᾶγμα καὶ πολλῶν δακρύων ἐπάξιον.

6

ἐκτα-

ραχθέντες οἱ ἵπποι, καὶ πλέον οὗτος ἐφ' ὃν ὁ στρατηγὸς κεκαθίκει, τῇ

φυσικῇ μανίᾳ πληγεὶς τόν τε αὐχένα σιμώσας καὶ τὴν κόμην φρίξας, ὄρ-

θιον ἀρθεὶς τῆς ἕδρας αὐτὸν ἀπεβάλετο, καὶ ἐκ τοῦ πρὸς οὐρὰν κυβι-

στήσας καὶ πρὸς τοὔδαφος ῥιφεὶς τὸν δεξιόν τε μηρὸν καὶ τὰ πρὸς τὴν

κοτύλην μέλη θλασθεὶς ἐλεεινὸς ἦν καὶ αὐτῆς τῆς ζωῆς ἀπειπών·

7

ὃν

οἱ τῆς στρατιωτικῆς τάξεως δορυφόροι παραχρῆμα ταῖς χερσὶν ἀνελό-

μενοι ἀπῆγον οἴκαδε, μηδὲν ὡς εἰκὸς περὶ τῶν προκειμένων πραγμάτων

τοῦ λοιποῦ φροντιούμενον.

8

ἔκειτο δὴ οὖν ὁ ἀνὴρ ὀδύναις ἀφορήτοις

βληθείς, οὐκ ἔχων ᾧτινι πρῶτον τὸν νοῦν ἐπαφήσει.

9

εἷλκε μὲν γὰρ

αὐτὸν ἡ φροντὶς τοῦ προσδοκωμένου κινδύνου, πῶς καὶ τίνα τρόπον

περισώσει τὴν πόλιν ἐκ τῆς ἐπιδρομῆς τῶν βαρβάρων·

10

ἀνθεῖλκε

δὲ τοῦτον πρὸς ἑαυτὸν πλέον ἡ δριμεῖα ὀδύνη καὶ τὸ θάνατον ἀπειλεῖν

τῶν πληγέντων μελῶν τὸ πάθος, καὶ ἀνέπειθε μηδὲν ἕτερον προτιμᾶν

τῆς ἑαυτοῦ σωτηρίας.

11

καὶ οὕτως ἐν μεθορίῳ δύο χαλεπῶν κείμενος

καὶ ἐξ ἑκατέρου νικώμενος πρὸς πᾶσαν ἐνέργειαν ἦν τῶν δεόντων ἀνε-

πιτήδειος.

12

πλὴν διὰ τὸ κατεπεῖγον τοῦ καιροῦ πύργους τινὰς ξυλο-

συνθέτους τῷ διερρυηκότι μέρει τοῦ τείχους ἡμεῖς δομησάμενοί τε καὶ προσ-

πελάσαντες ὀλίγην τινὰ παρέσχομεν ἑαυτοῖς…

ψυχήν,…

The complete text is available when the reading interface loads.