Epitome rerum ab Joanne et Alexio Comnenis gestarum
- Edition reference
- Epitome rerum ab Joanne et Alexio Comnenis gestarum, ed. A. Meineke, Joannis Cinnami epitome rerum ab Ioanne et Alexio Comnenis gestarum [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1836]: 3–300.
- CTS identifier
urn:cts:greekLit:tlg3020.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
{ΕΠΙΤΟΜΗ ΤΩΝ ΚΑΤΟΡΘΩΜΑΤΩΝ ΤΩΙ ΜΑΚΑΡΙ-
ΤΗΙ ΒΑΣΙΛΕΙ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΩΙ ΚΥΡΙΩΙ
ΙΩΑΝΝΗΙ ΤΩΙ ΚΟΜΝΗΝΩΙ. ΚΑΙ ΑΦΗΓΗΣΙΣ ΤΩΝ
ΠΡΑΧΘΕΝΤΩΝ ΤΩΙ ΑΟΙΔΙΜΩΙ ΥΙΩΙ ΑΥΤΟΥ ΤΩΙ
ΒΑΣΙΛΕΙ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΩΙ ΚΥΡΩΙ ΜΑ-
ΝΟΥΗΛ ΤΩΙ ΚΟΜΝΗΝΩΙ ΠΟΝΗΘΕΙΣΑ ΙΩΑΝΝΗΙ
ΒΑΣΙΛΙΚΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ΤΩΙ ΚΙΝΝΑΜΩΙ.
ΒΙΒΛΙΟΝ Α.}
1.Οὐδὲ τὸ τῆς ἱστορίας ἔργον ἀφιλότιμον τοῖς πάλαι ἐνομίσθη
σοφοῖς. πλείστους μὲν οὖν αὐτῶν καὶ ἐντεῦθεν εὐδοκιμηκέναι
ξυνέβη. ὁ μὲν γὰρ τὰ Ἑλλήνων εἰς ἱστορίαν ἔλαβεν ἔργα, ὁ δὲ
Κύρου διεξῆλθεν ἀγωγήν τε τὴν ἐκ παίδων καὶ πράξεις, ὅσαι εἰς
4
ἄνδρας ἥκοντι τούτῳ ἐξεπονήθησαν· καὶ καθάπερ ὁπόσα τῷ χρό-
νῳ φανέντα εἰσαῦθις ἐπικρυβήσεσθαι κίνδυνον εἶχον, ταῦτα ἐκεῖ-
νοι καθάπερ ἐν ἀθανάτοις στήλαις ταῖς βίβλοις ἐντυπωσάμενοι τῷ
ἑξῆς παρέδοσαν βίῳ. τὸ μὲν δὴ ἔργον τοιοῦτον. χρὴ γὰρ οἶμαι
τούς γε μὴ πάνυ ἀναξίως τούτῳ ἐπιχειρήσοντας εἰδήσεώς τε τῆς
περὶ ἕκαστα εὖ ἥκειν καὶ πραγμάτων ὡς ἐπίπαν ἀφεστάναι ὅσα βίῳ
τῷδε συνέζευκται διηνεκές· ὧν οὐδέτερον ὅπως οἶμαι χρεὼν ἡμῖν
πάρεστιν. οὔκουν οὐδὲ διὰ τοῦτο παντάπασιν ἔργα σιγητέον, ἃ
τῷ ἡμετέρῳ δήπου συνέπεσεν αἰῶνι, ἐπιμελητέον δ' ὅπως μὴ
καὶ τῆς ἐνούσης ἄρα εὐκαιρίας κατόπιν ἡμῖν ἐλθεῖν γένοιτο. γέ-
νοιτο δ' ἄν, εἰ τῶν ἄλλων καθάπαξ ἁπάντων καὶ ὅσα ἐς τὸν κοι-
νὸν ἥκει τῶν ἀνθρώπων βίον τὴν ἀφήγησιν ὑπερβάντες δυεῖν ἔργα
παραστησόμεθα βασιλέοιν, ὧν ὁ μὲν ἔφθη πρὸ τῆς εἰς τὸν βίον
ἡμῶν προόδου τὸ ζῆν ἀπολιπών, ἅτερος δὲ ἤκμασέ τε ἐφ' ἡμῶν
καὶ ἀπῄει τοῦ βίου τὴν βασιλείαν ἀνήβῳ λιπὼν τῷ παιδί. Ἰωάν-
νης οὗτοι καὶ Μανουὴλ οἱ Κομνηνοί. ὅπως μὲν γὰρ εἶχεν ἐξ
οὗπερ ἄμφω ἐγενέσθην (ὁ μὲν ἐς πατέρα, ὁ δὲ ἐς πάππον αὐτὸν
ἀναφέρων τὴν βασίλειον ἀνεζώσατο ἀρχήν), καὶ ὡς τὰ κοινὰ Ῥω-
μαίων διῴκησε πράγματα, ἱκανῶς οἶμαι διηγηθέντα ἐπὶ τῶν τὰ
ἐκείνου ἀναγραψαμένων οὐ χρὴ καὶ πάλιν ἀναλαμβάνοντας ἐκτιθέ-
ναι, ἀλλ' οὐδὲ ὅπως ἐκεῖνος Νικηφόρῳ ἐπανέστη τῷ τηνικάδε τὴν
5
βασιλείαν διέποντι, ἀνδρὶ πόρρω τῆς ἡλικίας ἥκοντι καὶ ἐπὶ
δυσμαῖς βίου γεγονότι. πάντα γὰρ ἐς τὸ ἀκριβὲς ἤδη, καθάπερ
ἔφην, δεδιήγηνται τοῖς γε μὴ πρὸς ἀπέχθειαν ἐκείνῳ συγγεγραφό-
σιν. εἰρήσεται δέ μοι τὰ μὲν τοῦ Ἰωάννου κατ' ἐπιτομὴν καὶ
ὥσπερ ἐν κεφαλαίῳ, ὅτι μηδ' ἐν τοῖς κατ' ἐκεῖνον, ὅπερ ἤδη
ἔφην, γέγονα χρόνοις. τά γε μὴν τοῦ μετ' ἐκεῖνον Μανουὴλ οὐκ
οἶδα εἴ τις ἐμοῦ κάλλιον ἐξιστορῆσαι ἔχει, ἐπεὶ καὶ οὔπω μειρακίῳ
γε ὄντι μοι πλείστας συνεκδεδημηκέναι οἱ τῶν εἰς ἤπειρον ἑκατέ-
ραν συνέβαινεν ἐκστρατειῶν. ἡ μὲν οὖν πρόθεσις αὕτη, καιρὸς
δ' ἂν εἴη λοιπὸν εἰς ἀρχὴν τὸν λόγον ἀναγαγόντας ἐντεῦθεν τῆς
ἱστορίας ἀπάρξασθαι.
2. Ἀλεξίου τὸν βίον καταλύσαντος, Ἰωάννης καὶ πρότε-
ρον πρὸς τοῦ πατρὸς αὐτῷ μνηστευθεῖσαν τὴν βασιλείαν παρέλα-
βεν, ἐφ' ὅσον τε ὁ καιρὸς ἐπεμέτρει τοῖς πολιτικοῖς ἑαυτὸν ἐπι-
δοὺς πράγμασιν ἐπὶ τὴν Ἀσίαν ἐξώρμησεν. ἔστι δέ τις ἄγχιστα
Λύκου καὶ Κάπρου τῶν Φρυγίων ποταμῶν κειμένη πόλις ὄνομα
Λαοδίκη. ταύτην δὲ χρόνῳ τινὶ πρότερον Πέρσαις ἁλοῦσαν τῇ
Ῥωμαίων ἀνασώσασθαι ὁ βασιλεὺς διανοηθείς, ἀξιόλογον ἐπ'
αὐτῇ στρατείαν ἤλασεν. ἐπειδή τε πόλεως ἀγχοῦ Φιλαδελφείας
ἦν, αὐτὸς μὲν αὐτῇ που χάρακα περιβαλὼν ἐστρατοπεδεύετο,
τῶν δέ τινα εὐνουστάτων αὐτῷ Ἰωάννης ἐς Πέρσας τὸ γένος ἀνα-
φέροντα ἅμα στρατεύματι τῆς πόλεως ἀποπειρασόμενον ἔπεμψε.
δεῆσαν δὲ ὀλίγῳ ὕστερον πανστρατὶ καὶ αὐτὸς ἐπιστὰς αὐτοβοεὶ
6
ταύτην εἷλεν. ἔνθα βαρβάρων τε ἄλλων πολὺν τετύχηκεν ὅμιλον
εἶναι καὶ τῶν ἐν σφίσιν ἐπιφανεστέρων οὐκ ἐλάττους τῶν ὀκτακο-
σίων, ἐν οἷς καὶ Πιχαρᾶς ἦν πολέμων ὡς ἄγαν πολλῶν ἔμπειρος.
τότε μὲν οὖν φρουρὰν ἀποχρῶσαν τῇ πόλει καταλιπὼν τῶν ἐπιτη-
δείων τε διαρκῶς ἐμπλησάμενος ἐς Βυζάντιον ἐπανέζευξε. χρόνῳ
δὲ ὕστερον Σωζόπολιν ἐπιστρατεύσας πόνῳ οὐδενὶ καὶ ταύτην ὑπὸ
Ῥωμαίοις ἔθετο. τὸ δὲ ὅπως αὐτὰ καὶ δή μοι λελέξεται. Σωζό-
πολις αὕτη πόλις μέν ἐστι τῶν ἐν Ἀσίᾳ πάλαι ἐπισήμων, ἐφ' ὑψη-
λοῦ δέ τινος καὶ ἀποκρήμνου ἱδρυμένη χωρίου τῷ μὲν ἄλλῳ ταύ-
της μέρει πανταχόθεν ἄβατος γίνεται, μίαν δέ τινα κομιδῇ στε-
νωτάτην παρέχεται εἴσοδον, ἐφ' ἣν οὔτε μηχανὴν ἄν τις ἑλκύσαι
δυνήσεται οὔτε τι τῶν εἰς τειχομαχίαν εὐτρεπίσασθαι· καὶ ἀνθρώ-
ποις γὰρ ὅτι μὴ κατ' ὀλίγους πορευομένοις μόλις ἐπὶ τὴν πόλιν εἰσ-
ηγητὰ γίνεται. ἡ μὲν δὴ πόλις οὕτως εἴληχε θέσεως. βασιλεῖ
δὲ Ἰωάννῃ τὸ μὲν πρῶτον ἀπέγνωστο τὰ τῆς ἐπιχειρήσεως, ἔπειτα
ἔννοιά τις ἐπῆλθεν αὐτῷ, ἣ τήν τε πόλιν Ῥωμαίοις οὐ σὺν πόνῳ
παρεστήσατο καὶ αὐτὸν μέγα κλέος ἐς ἀνθρώπους πάντας περιβα-
λέσθαι πεποίηκεν. ἥτις δὲ αὕτη δηλώσω. δύο δὴ δορυφόρων
προσκαλεσάμενος τῶν αὐτοῦ, ὧν ὁ μὲν Πακτιάριος, ἅτερος δὲ
Δεκανὸς ἐπεκέκληντο, ἐκέλευεν ἅμα τῷ ἀμφ' αὐτοὺς στρατεύματι
εὐθὺ τῶν τῆς πόλεως ἰόντας πυλῶν ἀκροβολίζεσθαι πρὸς τοὺς ἐν
τῷ τείχει, ἐπεξιόντων δὲ αὐτῶν φεύγειν μηδὲν αἰσχυνομένους ἕως
ἐπὶ πλεῖστον ἐκπεσόντες εἰς δίωξιν τὸ στενὸν ἀπολίποιεν, τὸ δὲ
7
ἀπὸ τοῦδε ἀγχιστρόφῳ ἐπελάσει τῇ τῶν πυλῶν προτερήσαντας δια-
κληροῦσθαι χώραν. οἱ μὲν οὖν ἀπῄεσαν ὡς ἐπὶ τὴν πόλιν· οἱ
δὲ βάρβαροι ἐπειδὴ προσιόντας αὐτοὺς εἶδον, τὰς πύλας εὐθὺς
ἀνακλίναντες ὡς εἶχον τάχους ἐξέθεον ἐπ' αὐτούς. τῶν δὲ νῶτα
δόντων αὐτοῖς ξυνέβαινε τὴν δίωξιν ἐπὶ πολὺ γίνεσθαι. ἅτερος
τοίνυν τοῖν εἰρημένοιν αὐτίκα ὀπίσω ἐχώρει, καὶ Ῥωμαίων αὐτῷ
πλεῖστοι εἵποντο. ἐπειδή τε πρὸς ταῖς πύλαις ἐγένοντο, τῶν ἵπ-
πων ἀποβάντες αὐτοῦ ἵσταντο· ἑξῆς δὲ καὶ τὸ ἄλλο Ῥωμαίων
στράτευμα τῶν πραττομένων αἰσθόμενοι δρόμῳ πολλῷ ἐχώρουν,
καὶ οἱ πολέμιοι ἐν μέσῳ λοιπὸν ἐναπειλημμένοι ἄλλος ἀλλαχῆ κατὰ
τῆς προκειμένης ἐθέοντο πεδιάδος, ἥ τε πόλις ἡλίσκετο.
3. Βασιλεὺς δὲ ἐκεῖθεν μεταβὰς Ἱερακορυφίτην τε εἷλε
τὸ φρούριον καὶ πλείστων ἄλλων ἃ τῇδε ἵδρυται τῇ Ἀττάλου ἐπὶ
πλεῖστον ἀγχιθυροῦντα, οὕτω τε λοιπὸν ἐς Βυζάντιον ἀνακομίζε-
ται. οὗ δὴ ἐπ' ὀλίγον διατρίψας ἐπὶ τὴν Μακεδονικὴν ἐχώρει.
Σκύθαι γὰρ πανστρατὶ τὸν Ἴστρον διαβάντες εἰς τὰ Ῥωμαίων εἰσ-
έβαλον ὅρια. ἀλλὰ τότε μὲν χειμῶνος ἐπιλαβομένου ἐνταῦθά που
περὶ πόλιν Βερόην διεχείμαζε, τὸ μὲν τὰ πρὸς τὸν πόλεμον ἐξαρ-
τύων, τὸ δὲ πλέον ἤθελε τῶν ἐν σφίσι φυλάρχων τινὰς ἑταιρί-
σασθαι, ὡς ἂν οὕτω τοὺς ἄλλους χωρὶς ἀπολαβὼν οὐ σὺν πόνῳ
καταγωνίσηται. ἔαρος δὲ πολλοὺς ἤδη διὰ πρεσβειῶν αὐτῷ προσ-
χωρῆσαι ἀναπείσας ἐπὶ τοὺς λοιποὺς ἐχώρει, πολέμῳ κρῖναι θέ-
8
λων τὰ πράγματα. συρραγέντων τοίνυν ἀλλήλοις τῶν στρατευμά-
των, μέχρι μέν τινος ἰσοτάλαντος ἡ μάχη ἐγίνετο, ὅτε καὶ αὐτὸς
βασιλεὺς βέλει τὸν πόδα ἐπλήγη· τῶν δὲ Ῥωμαίων εὐθύμως ἀγω-
νιζομένων ἡττῶνται κατὰ κράτος οἱ Σκύθαι, καὶ αὐτῶν οἱ μὲν
ἔπεσον, οἱ δὲ ζωγρείᾳ ἑάλωσαν. μοῖρα δέ τις οὐκ ἀγενὴς ἐπὶ τὸ
στρατόπεδον ἐπανιοῦσα οὐκέτι φεύγειν ἠξίου, ἀλλ' αὐτοῦ σὺν γυ-
ναιξὶ καὶ τέκνοις τοῖς αὐτῶν τὸν κίνδυνον ὑποστῆναι εἵλοντο προ-
πονούμενοι τῶν ἀμαξῶν, ἃς βοείοις ἄνωθεν βύρσαις περιλαβόντες
ἐς τὸ ἀκριβές τε ἁρμοσάμενοι ἐπ' αὐτῶν τὰς γυναῖκας καὶ τὰ τέκνα
ἐνέθεσαν. αὖθις οὖν μάχη συνίσταται καρτερὰ καὶ φόνος ἀμφο-
τέρωθεν γίνεται. Σκύθαι γὰρ ὥσπερ ἐπιτειχίσματι ταῖς ἀμάξαις
χρησάμενοι μεγάλα Ῥωμαίοις ἐλύπουν. ὃ βασιλεὺς ἐννοησάμενος
ἤθελε μὲν αὐτὸς τοῦ ἵππου ἀποβὰς πεζῇ σὺν τοῖς στρατιώταις τὸν
ἀγῶνα διαθλῆσαι. Ῥωμαίων δὲ οὐδαμῆ ἐπαινούντων ἐκέλευε
τοῖς ἀμφ' αὐτὸν πελεκυφόροις (ἔθνος δέ ἐστι τοῦτο Βρεταννικὸν
βασιλεῦσι Ῥωμαίων δουλεῦον ἀνέκαθεν) πελέκεσιν ἐπιστάντας δια-
κόπτειν αὐτάς. τῶν δὲ αὐτίκα ἔργου ἐχομένων, οὕτω δὴ καὶ αὐ-
τοῦ τοῦ Σκυθῶν στρατοπέδου ἐγκρατὴς βασιλεὺς γίνεται. ὅτε καὶ
τῶν ἄλλων, ὅσοι φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο, οἱ πλείους
τῷ φίλτρῳ τῶν ἑαλωκότων αὐτόμολοι βασιλεῖ γεγονότες, εἰς ἤθη
τε τὰ Ῥωμαίων ἀπήχθησαν καὶ στρατιωτικοῖς ἐγγραφέντες κατα-
λόγοις ἐπὶ μακρὸν διετέλεσαν.
9
4. Ἡ μὲν οὖν τῶν Σκυθικῶν ἐθνῶν ἐς Ῥωμαίων διάβασις
ταύτῃ πη ἔσχε· βασιλεὺς δὲ καὶ αὖθις τῶν κατὰ τὴν Ἀσίαν εἴχετο
πραγμάτων. ἀπροσδόκητος γὰρ τοῖς τῇδε βαρβάροις χειμῶνος
μάλιστα ἐπιτιθέμενος ἄρδην ἠνδραποδίζετο, πλείστους τε αὐτῶν
ἐπὶ τὴν εὐσεβῆ μεταφέρων δόξαν αὔξην στρατευμάτων ἐντεῦθεν
Ῥωμαίοις πεποίητο. οὔπω γὰρ γεηπονικοῖς ἐνησκημένοι ἔργοις
γαλακτός τε ἀπερρόφουν καὶ κρεῶν ἐσιτοῦντο, κατὰ τοὺς Σκύθας,
ἀεὶ σποράδες τε ἀνὰ τὸ πεδίον ἐσκηνημένοι ταύτῃ τοῖς βουλομέ-
νοις αὐτοῖς ἐγχειρεῖν προχειρότατοι ἐγίνοντο. Πέρσαις μὲν δὴ
οὕτω συνέβαινε βιοῦν πρότερον· Ῥωμαίοις δὲ καὶ Οὔννοις, οἳ ἐπὶ
τῆς ὑπὲρ τὸν Ἴστρον χώρας οἰκοῦσι, πόλεμος ἀπ' αἰτίας ἐνερράγη
τοιᾶσδε. Λαδισθλάβῳ τῷ Παννονίας ῥηγὶ παῖδες ἄρρενες ἤστην
δύο, Ἀλμούζης καὶ Στέφανος. ἀλλὰ Στέφανος μέν, ἐπειδήπερ
ὁ πατὴρ αὐτοῖς ἀποθάνοι, τὴν ἀρχὴν αὐτὸς ἀναλαμβάνει πρεσ-
βύτερος ὤν, ἅτερος δὲ φυγὰς ἐπὶ βασιλέα παραγίνεται. ἔθος
γὰρ Οὔννοις ἐστί, τοῦ ἐν σφίσιν ἄρχοντος ἐπὶ παισὶ τετελευτηκό-
τος, ἕως μὲν ὁ τὴν ἡγεμονίαν ἐκ τούτων παραλαβὼν ἄρρενος οὐκ
εἴη πατὴρ παιδός, ξυνεῖναί τε ἀλλήλοις τοὺς ἀδελφοὺς καὶ τῆς
παρ' ἀλλήλων τυγχάνειν εὐνοίας, ἐπειδὰν δὲ ἤδη παῖς αὐτῷ γένη-
ται, οὐκέτι ἄλλως τὴν ἐπὶ τῆς χώρας ξυγχωρεῖν αὐτοῖς διατριβὴν
ἀλλ' ἢ τὰς ὄψεις ἐκκεντηθεῖσιν. Ἀλμούζης μὲν οὖν τούτου δὴ
ἕνεκα παρὰ βασιλέα ἦλθεν. ὃ δὲ ἄσμενός τε τὸν ἄνθρωπον εἶδε
καὶ ξὺν φιλοφροσύνῃ ἐδέξατο. ἐτύγχανε γὰρ δὴ βασιλεὺς Ἰωάν-
νης Εἰρήνην τὴν Βλαδισλάβου παῖδα γυναῖκα γαμετὴν ἤδη πε-
10
ποιημένος, σωφρονεστάτην τε εἴπερ τινὰ καὶ ἀρετῆς ἐς τὰ μάλι-
στα μεταποιουμένην. ὅσα γοῦν ἐκ βασιλέως τε ξυνοίκου καὶ τῆς
βασιλείας ἐπεπόριστο, οὔτε τοῖς παισὶν εἰς κλήρους ἀφώρισεν οὔτε
περιττότητι κόσμων ἠνάλωσε καὶ τρυφῇ. εὖ δὲ ποιοῦσα διετέλει
τὸν πάντα τῆς ζωῆς αἰῶνα τοὺς ὅσοι ἐφ' ὁτῳοῦν ἐκείνης δεόμενοι
ἦσαν. ἣ δὲ καὶ φροντιστήριον ἐπ' ὀνόματι τοῦ παντοκράτορος ἐν
Βυζαντίῳ συνεστήσατο, ἐς κάλλος καὶ μέγεθος ἐν τοῖς μάλιστα
τῶν ἐπισημοτάτων ὄν. ἡ μὲν δὴ Αὐγοῦστα τοιάδε τις ἦν. ὁ δὲ
τῶν Οὔννων ῥὴξ ἐπειδὴ τὰ κατὰ τὸν ἀδελφὸν ἤκουσε, πρέσβεις
ἐς βασιλέα πέμψας γῆς τῆς Ῥωμαίων ἀπελαύνεσθαι τοῦτον ἠξίου.
ὡς δ' οὐκ εἶχε πείθειν, ποταμὸν Ἴστρον περαιωθεὶς Βελεγράδα
πόλιν παρ' αὐτῷ κειμένην ἐκπολιορκήσας εἷλεν, εἰς ἔδαφός τε αὐ-
τὴν καθελὼν ναυσὶ τοὺς λίθους ἐκεῖθεν μετήνεγκε, δι' ὧν Ζεύγμην
ἐν Σιρμίῳ πόλιν ἀνήγειρεν, ἣ πολλοῖς μὲν ἔκτοτε διήρκεσε χρό-
νοις, ἐπὶ δὲ τῆς Μανουὴλ βασιλέως αὐτοκρατορίας ἐκ βάθρων
κατενεχθεῖσα ὡς ἐκ περιτροπῆς τινος ὅλη πρὸς τειχοδομίαν πό-
λεως τῆς Βελεγράδων ἐγένετο. ἀλλὰ ταῦτα μὲν εἰσέπειτά μοι λε-
λέξεται, ἐπειδὰν ὁ λόγος βαδίζων ἐπ' ἐκείνους ἔλθῃ τοὺς χρόνους.
βασιλεὺς δὲ τούτων ἀκούσας πανστρατὶ ἐπὶ τὸν Ἴστρον ἐφέρετο,
συμμαχικὸν ἐπαγόμενος ἔκ τε Λιγούρων ἱππέων, οὓς Λωμπάρδους
ἡμῖν ὀνομάζουσιν ἄνθρωποι, καὶ Περσῶν. καὶ ὁ μὲν αὐτοῦ που
ἐπὶ ταῖς ὄχθαις ηὐλίζετο τὰ πρὸς τὴν μάχην εὐτρεπιζόμενος· Στε-
11
φάνῳ δὲ ξυνέπεσε τὸ σῶμα μαλακισθέντι περί που τὰ τῆς χώρας
αὐτῷ μέσα νοσοκομεῖσθαι. οὐ μέντοι οὐδὲ ὣς καταμελεῖν ἤθε-
λεν, ἀλλὰ δυνάμεις ὅπως εἶχε τάχους ἐξέπεμπεν ἐμποδὼν βασιλεῖ
ἐς τὴν περαίαν στήσεσθαι σφίσιν ἐγκελευσάμενος. Οὖννοι μὲν
οὖν κατὰ τὸ κελευσθὲν ἐποίουν· βασιλεὺς δὲ ὅπως αὐτῷ μὴ ξὺν
βίᾳ τὰ τῆς ἀποφάσεως γίνοιτο, ἐνενόει τοιάδε. τὸ ξυμμαχικὸν
ἀποτεμόμενος ἅπαν ἐκέλευε τοῦ ποταμοῦ κατόπιν ὡς ἐπὶ χωρίον
Τέμπον οὕτω καλούμενον ἐλθόντας, ἔνθα βουνός τις ἐκ τῆς τῶν
Οὔννων φυόμενος χώρας ἄχρι ἐς τὸν ποταμὸν διήκει, ἐντεῦθεν
περαιοῦσθαι· ὃ δὲ σὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ ἀντικρὺ φρου-
ρίου Χράμου ἑστὼς δόκησιν παρεῖχεν ὡς ἐκεῖθεν αὐτίκα μάλα
περαιωθησόμενος. οὗ δὴ γεγονότος ἀμογητὶ Ῥωμαῖοι διέβαινον,
Οὖννοί τε μηδὲ τὴν πρώτην αὐτοὺς ὑποστάντες ἀνὰ κράτος λοιπὸν
ἔφευγον, καὶ ἡ δίωξις ἄχρι ἐς ποταμὸν ἐγένετο, ἔνθα τῶν Οὔννων
τῇ γεφύρᾳ ἀθρόον ἣ τὸν ποταμὸν ἐζεύγνυ ξυμπεπτωκότων, αὐτὴν
μὲν κατασπασθῆναι ξυνέβη, τῶν δὲ πλείστους μὲν τῷ ποταμῷ
παρασυρέντας ἐνταῦθα δὴ τὰς ψυχὰς ἀπερεύξασθαι, πολλοὺς δὲ
καὶ χερσὶν ἁλῶναι Ῥωμαϊκαῖς, ἐν οἷς Ἀκούσης καὶ Κελαδὴς ἤστην,
ἄνδρες ὀνομαστότατοι παρ' Οὔννοισι. ταῦτα κατωρθωκὼς ὁ βα-
σιλεὺς τὸ Χράμον τε αὐτοβοεὶ παραστησάμενος φρούριον αὐτίκα
ἐπὶ τὴν Ῥωμαίων αὖθις μετέβαινε, πόλιν τε Βρανιτζοβὰν στρα-
τιωτῶν ἀσφαλείᾳ κρατηνάμενος, ὧν Κουρτίκιος ἦρχεν, ἐς Βυ-
12
ζάντιον ἦλθεν. Οὖννοι δὲ οὐ πολλῷ ὕστερον Βρανιτζοβάν τε περι-
καθίσαντες εἷλον, καὶ τῶν ἐν αὐτῇ Ῥωμαίων οὓς μὲν ἔκτειναν
οὓς δὲ ἐζώγρησαν· ἦσαν δὲ οἳ καὶ φυγῇ τὴν σωτηρίαν ἐπραγμα-
τεύσαντο. ἐφ' οἷς χαλεπήνας βασιλεὺς Κουρτίκιον μὲν προδοσίας
ἐγκλήματι ὑποδικάζει καὶ πολλὰς αὐτῷ ξαίνει κατὰ τῶν νώτων,
καίτοι οὐ πρότερον ἐκεῖνος τειχέων ἀφίστατο πρὶν ἢ (φασὶν) οἱ
πολέμιοι εἰσερρέοντο πανστρατὶ ἐπὶ τὴν πόλιν καὶ πυρὶ τὰς οἰκο-
δομὰς ἔφλεγον.
5. Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Σέρβιοι, ἔθνος Δαλματι-
κόν, ἐς ἀποστασίαν ἰδόντες τὸ Ῥάσον κατεστρέψαντο φρούριον.
οὗ δὴ ἕνεκα καὶ Κριτόπλον βασιλεὺς ἀμυνόμενος, ὃς τὴν τοῦ φυ-
λακτηρίου τοῦδε ἐπετρέψατο τήρησιν, γυναικείαν ἐνδεδυκότα στο-
λὴν διὰ τῆς ἀγορᾶς ἦγεν ὄνῳ ἔποχον. ὃ δὲ ἐν Βρανιτζόβῃ τὸ
δεύτερον γεγονὼς ἀνοικοδομεῖν αὐτὴν σπουδῇ ἐποιεῖτο. χρόνου
γοῦν ἐς τὸ ἔργον τριβομένου ξυνέβαινε χειμῶνι καὶ σπάνει τῶν
ἀναγκαίων δυσπαθοῦν τὸ στρατιωτικὸν ἐς ἄγαν ταλαιπωρεῖσθαι.
ὃ πυθόμενος ὁ τῶν Παιόνων ῥὴξ ἔγνω τὴν ταχίστην τὸν Ἴστρον δια-
βὰς οὐδὲν προειδομένοις ἐπιθήσεσθαι τούτοις. ἦν δέ τις ἐν τῇ
τῶν Οὔννων χώρᾳ γυνὴ Λατίνα μὲν γένος, πλούτῳ δὲ καὶ τῇ ἄλλῃ
περιφανείᾳ διαφέρουσα. αὕτη παρὰ βασιλέα πέμψασα δῆλα κα-
θίστη τὰ μελετώμενα. ὃ δὲ ἐπειδὴ μὴ εἶχεν ἐξ ἀντιπάλου δυνά-
μεως αὐτοῖς ξυμπλακήσεσθαι, ἅτε νόσῳ καὶ σπάνει τῶν ἀναγ-
καίων ᾗπερ εἴρηται προκατεργασθέντος αὐτῷ τοῦ στρατεύματος,
13
τὴν πόλιν ὅποι δυνατὰ τειχισάμενος ὀπίσω ἐχώρει. ὅπως μέν-
τοι μὴ τῶν Οὔννων στράτευμα συμμῖξαι αὐτῷ γένοιτο, διά τι-
νων ἐρυμνῶν καὶ ἀποκρήμνων χωρίων τὴν πορείαν ἐτίθετο·
ἀμέλει καὶ Κακὴ σκάλα ἐγχωρίως ὁ τόπος ὠνόμασται. ἔνθα ὁ
τῶν Οὔννων στρατὸς αἰφνίδιος ταῖς οὐραγούσαις ἐπεισπεσὼν φά-
λαγξιν, ἄλλῳ μὲν οὐδενὶ Ῥωμαίους ἐζημίωσαν, τεμάχια δὲ τῶν
τὴν βασιλικὴν ξυμπληρούντων αὐλὴν παραπετασμάτων ὑποζυγίων
ἀπορίᾳ περιοραθέντα ἀνελόμενοι ἀνεχώρησαν, καὶ τὸ Ῥωμαίων
στράτευμα ἀσινὲς ἐκεῖθεν διαγέγονεν. ὀλίγῳ δὲ ὕστερον ἐπὶ τὴν
Ἀσίαν βασιλεὺς διέβη, πόλιν Καστάμονα Παφλαγόσι πρόσοικον
ἐξελεῖν ἐπειγόμενος. Πέρσαι γὰρ οἱ ἐνταῦθα ᾠκημένοι ἐπὶ τὴν
πλησιόχωρον καὶ βασιλεῖ κατήκοον ἐξορμώμενοι ἐκεῖθεν ἀεὶ κακῶς
τοὺς τῇδε Ῥωμαίους διετίθεσαν. ἐκπλήξας τοίνυν αὐτοὺς τῷ με-
γέθει τῆς ἐς τὸν πόλεμον παρασκευῆς, τήν τε πόλιν καὶ σφᾶς
αὐτοὺς προδοῦναι Ῥωμαίοις ἠνάγκασεν, οὕτω τε ἐς Βυζάντιον
ἐπανιὼν μεγαλοπρεπέστερα ἐπόμπευσεν. ὅτε καὶ ἅρμα ἀργύρου
μὲν πεπηγμένον, χρυσῷ δὲ κατακόρως ἀληλιμμένον ἡτοίμησε μὲν
ὡς ἐπιβησόμενος, οὐ μέντοι καὶ ὠχήσατο τούτῳ δι' ὑπεροψίας
ἴσως παραίτησιν· ἀμέλει καὶ εἰκόνα τῆς θεοτόκου ἐνθέμενος αὐ-
τῷ, ὃ μὲν σὺν τῷ σταυρικῷ προῆλθε σημείῳ, τὸ δὲ ἐχώρει,
θαῦμά τε ἦν Βυζαντίοις ὁρᾶν, ὅπερ οἶμαι οὔπω μέχρι καὶ τότε
14
κατεῖδον ἐξ ὅτου Ἡράκλειοι καὶ Ἰουστινιανοὶ τὴν Ῥωμαίων διεῖπον
ἀρχήν.
6. Ῥωμαίων οὖν ὁ δῆμος ἐν τούτοις ἦν. Τανισμὰν δὲ ὃς
Καππαδοκίας ὑπὸ τοῦτον ἦρχε τὸν χρόνον Καστάμονα στρατεύ-
ματι περιλαβὼν ἐπολιόρκει. ἐπειδή τε βασιλεῖ ἐς τὸν πόλεμον ἤδη
καθισταμένῳ τύχη τις ἐμποδὼν ἐγένετο (ἥ τε γὰρ ξύνοικος Εἰρήνη
ἐξ ἀνθρώπων ἠφάνιστο, ὃ δὲ νόσῳ ἁλοὺς ἐς Βυζάντιον ἀνεκο-
μίσθη), λιμῷ τὸ πρότερον αὐτὴν κατατρίψας εἶτα καὶ τειχομα-
χήσας εἷλεν. ὃ δὴ ξυνενεχθὲν μεγάλα τῆς βασιλέως καθίκετο
ψυχῆς. ἐπειδὴ γοῦν τύχῃ τινὶ Τανισμὰν μεταξὺ τὸν βίον κατα-
στρέψαντος Μαχούμετ ἐπὶ τῆς ἀρχῆς καταστὰς διάφορος τῷ φυ-
λάρχῳ τῆς Ἰκονίου γένοιτο πόλεως, ὃν δὴ Σουλτὰν τῶν ἄλλων
ὑπερτιθέντες ὀνομάζουσι Πέρσαι, πρέσβεις εἰς Ἰκόνιον στείλας,
ἐπειδήπερ ἐς τὸ φίλιον αὐτῷ ξυνεγένετο, Ῥωμαίοις ξυμμαχήσειν
κατὰ Μαχούμετ ἀνέπεισεν. ἧκε τοίνυν οὐκ ἐς μακρὰν τῶν παρ'
αὐτῷ τις ἐπιφανῶν ἅμα στρατεύματι ὁμηρεύσων τε ἅμα καὶ τοῦ
πολέμου συνεφαψόμενος. βασιλεὺς μὲν οὖν οὕτω ξὺν τοῖς εἰρη-
μένοις ἐπὶ Γάγγραν ἐλθὼν πρὸ τοῦ ταύτης περιβόλου τὴν στρατο-
πεδείαν ἐπήξατο, ἐν παρασκευῇ ὢν ὡς ἐς νέωτα τειχομαχήσων.
ἀλλὰ Μαχούμετ οὔκουν ἀξιόμαχον ἑαυτὸν βασιλεῖ ἐπιστάμενος δεῖν
ἔγνωκε τὸν Σουλτὰν ἑταιρίσασθαι ἄλλως τε καὶ κατὰ γένος αὐτῷ
προσήκοντα. καὶ τοίνυν τὰ διάφορα λύσαντες κατὰ Ῥωμαίων καὶ
ἄμφω ξυνεπνευσάτην, οἵ τε ξύμμαχοι Πέρσαι μετάπεμπτοι πρὸς
15
τοῦ Σουλτὰν γεγονότες νυκτὸς ᾤχοντο φεύγοντες. γνοὺς οὖν τὴν
ἐπιβουλὴν βασιλεὺς ἐν ἀθυμίᾳ πολλῇ ἦν καὶ βεβούλευται παρ'
αὐτὰ ἐκεῖθεν ἀναζευγνύειν. ἀλλά τινες μοναχοὶ κατά τινα τύχην
ἐνταῦθα παρόντες ἀπέλεγον πρὸς τὴν ἐγχείρησιν, μονονουχὶ θαρ-
σεῖν αὐτῷ τὰ ἐπὶ τῆς Γάγγρας ἁλώσει διατεινόμενοι. οἷς ἀνα-
πεισθεὶς τῇ ὑστεραίᾳ τῷ περιβόλῳ προσέβαλεν, ἐκεῖθεν δὲ ἀπο-
κρουσθεὶς ἐπὶ Ῥυνδακηνὴν μετέβη, ἐνταῦθά τε παντὶ τῷ στρατῷ
διεχείμαζεν. ἔνθα Ῥωμαίοις πολύν τινα διατρίβουσι χρόνον,
ἐπειδὴ μὴ εἶχον ὅθεν χειμῶνος ἐσκομίσονται τὰ ἐπιτήδεια, ξυνέ-
βαινεν ἤδη λιμῷ πιέζεσθαι. ἄρας τοίνυν ἐκεῖθεν ἐπὶ Καστάμονα
ἦλθεν, ὁμολογίᾳ τε ταύτην ἑλὼν ἐπὶ Γάγγραν μετῆγε τὸ στράτευ-
μα. Πέρσαι τοίνυν οἳ τὴν πόλιν κατεῖχον δυνάμεις ἐπὶ Ῥυνδα-
κηνῆς ἀθροιζομένας καὶ πάλιν μεμαθηκότες, τὸ μὲν πρῶτον
ὤκνουν βασιλεῖ τὴν πόλιν ἐνδοῦναι, ἐλπίσιν ἐπικουρίας εἰς τοῦτο
φερόμενοι. ἐπεὶ δὲ αἱ μὲν εἰρημέναι δυνάμεις οὔπω ἔτι ἐς ταὐτὸν
ξυνελθοῦσαι διελύοντο αὖθις (χειμῶνος γὰρ ὥρᾳ στρατεύειν ἀδύ-
νατα εἶχον, καθάπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται), ὑπ'
ἀνάγκης ἀπειρηκότες τὴν πόλιν αὐτῷ παρέδοσαν ἐπὶ ὁμολογίᾳ τοῦ
αὐτούς τε καὶ τοὺς ὅσοι Τανισμὰν ἔτι περιόντος δορυάλωτοι Ῥω-
μαίοις ἐγένοντο ἀθώους τῆς Ῥωμαϊκῆς ἀπαλλάξαι χειρός. ἀλλὰ
Πέρσαι ἀντὶ τῆς ἐν χερσὶν ἐλευθερίας αὐθαίρετον προελόμενοι
δουλείαν εὐνοίας τε τῆς παρὰ βασιλέως ἔτυχον καὶ προσθήκη δυ-
νάμεως οὐκ ἀγενὴς Ῥωμαίοις ἐγένοντο.
16
7. Τὸ δ' ἐντεῦθεν τὰ τῶν Ἰσαυρικῶν πολέμων ἀρχὴν Ῥω-
μαίοις εὕρατο. Λεβούνης γὰρ ἀνὴρ Ἀρμένιος ἄλλας τε ὡς πλεί-
στας τῶν Ῥωμαίοις κατηκόων πόλεις εἷλεν Ἰσαυρικὰς καὶ δὴ καὶ
τὴν Σελεύκου πολιορκεῖν ἐπεβάλετο. ὃ πυθόμενος βασιλεὺς, τὰς
δυνάμεις ἀγείρας τάχει πολλῷ ἐπ' ἐκεῖνον ἵετο. τούτου δὴ ἕνεκα
βασιλεὺς ἐπὶ τὴν Κιλίκων ἐστέλλετο καὶ οὗπερ ἄρτι δηλώσω. Βαϊ-
μούνδου ὃς Ἀντιοχέων ἦρχεν ἐξ ἀνθρώπων ἠφανισμένου, οἱ τῆς
χώρας προὔχοντες ἐπὶ βασιλέα πέμψαντες ἔφασαν, ὡς εἴτε βουλο-
μένῳ αὐτῷ εἴη θυγατέρα τὴν Βαϊμούνδου τῷ ὑστάτῳ τῶν παίδων
ξυνοικεῖν τῷ Μανουήλ, αὐτίκα μετὰ κῆδος τὰ Ἀντιοχέων ὑπ' αὐ-
τῷ πράγματα ἔσται. ἀλλ' οὔπω ἔφθη τῇ Κιλίκων αὐτὸς ἐπιβῆ-
ναι, καὶ τοῦ σκοποῦ μεταθέμενοι ἀντὶ φίλων τε καὶ ξυμμάχων
πολεμιώτατοι τούτῳ κατέστησαν. οὐκ ἀξιομάχους γε μὴν ἑαυ-
τοὺς τῇ Ῥωμαίων εἰδότες στρατιᾷ δεῖν ἔγνωσαν καὶ Λεβούνην σφί-
σιν ἐπιστήσασθαι. ἀμέλει καὶ τῆς φρουρᾶς τὸν ἄνθρωπον ἐξε-
λόντες, ἔνθα ἐπειδὴ πολέμῳ περιγεγόνασι καθείρξαντες αὐτὸν
ἐτήρουν, τὰ πιστά τε παρ' αὐτοῦ λαβόντες ἐφ' ᾧ φίλον καὶ ξύμ-
μαχον κατὰ βασιλέως αὐτοῖς ἔσεσθαι, ξὺν φιλοφροσύνῃ ἀπέλυσαν.
βασιλεὺς δὲ ἐς τὴν Κιλίκων παρελθὼν Μοψουεστίαν τε εἷλε, καὶ
Ταρσοῦ καὶ Ἀδάνης περιγεγονὼς πρὸ Ἀναζάρβου τὸν χάρακα πή-
γνυται. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο ξυνέπεσέ τι τοιοῦτον. τῷ κόμητι
Πετούης, ἣ περὶ κόλπον ἵδρυται τὸν Ἰόνιον, παῖδες γίνονται δύο.
ὧν ὁ μὲν τοῦ πατρὸς τετελευτηκότος εἰς τὴν πατρῴαν καθίσταται
17
ἀρχήν, ἅτερος δὲ ἐν πένητος σχήματι ἐς τὸν ἐν Ἱεροσολύμοις νεὼν
παραγίνεται. ἐπειδή τε αὐτὸν ὁ νεωκόρος ἴδοι, κάλλους τε καὶ
μεγέθους ἐκπεπληγμένος ἐπυνθάνετο προσιὼν ὅστις εἴη δηλῶσαι
αὐτῷ, ὃ δὲ συνεῖρε μὲν ἐξ ὧν ἥκιστα δηλωθήσεσθαι ᾤετο, πεί-
θειν δ' οὐκ ἔχων ἔκφορα λοιπὸν τὰ περὶ ἑαυτοῦ καθιστᾷ. ὃ δὲ
τούτων ἀκούσας, δρομαῖος ἐς τὸν ῥῆγα παρελθὼν παρ' αὐτὰ τὸν
ἄνδρα ἐμήνυσε, καὶ ὃς ὡς ἑαυτὸν τὸν Ῥαϊμοῦνδον μεταπεμψάμε-
νος (τοῦτο γὰρ αὐτῷ ὄνομα ἔκειτο) τῇ Βαϊμούνδου ξυνοικήσειν ἀνέ-
πειθε θυγατρὶ οὔπω ἔτι εἰς ἡλικίαν ἀφιγμένῃ. ὃ μὲν οὖν ἀπῄει
ὡς τῇ Ἀντιόχου λοιπὸν ἐπιβησόμενος, καὶ τύχῃ τινὶ τοῖς Ῥωμαϊ-
κοῖς σκοποῖς ἐμπεσὼν ἐγγὺς μὲν ἁλῶναι ἐγίνετο· τῶν γάρ τις
στρατιωτῶν ἐπιόντα τοῦτον ἐπιστὰς παίει κατὰ τοῦ κράνους, καὶ
εἰ μὴ ἀμφοτέραις τοῦ ἱππείου ἐπιλαβόμενος αὐχένος ἐπέσχε τὸν
ὄλισθον πλεῖστοί τε ἤδη τῶν ἑπομένων συνέστησαν, ὕπτιος ἂν
παρ' αὐτὰ ἐξεκυλίσθη. ὃ μὲν οὕτω τὸν κίνδυνον διαφυγὼν ἐς
Ἀντιοχείαν ἦλθε, βασιλεὺς δὲ Ἀνάζαρβον ἐνέκειτο πολιορκῶν.
ἀλλ' οἱ ἔνδον ἀπρακτῆσαί οἱ μηχανώμενοι τὴν ἐγχείρησιν, σιδήρια
ἱκανῶς τῷ πυρὶ διακαίοντες ἐπὶ τὰ πετροβόλα τῶν μηχανημάτων
ἠφίεσαν, τὰ δὲ ταῖς ἐμπροσθίοις αὐτῶν ξυλίναις πελάζοντα κίοσιν
ἐνεπίπρων αὐτίκα. τοῦτο πολλάκις γινόμενον εἰς ἀθυμίαν ἐνῆγε
τὸν βασιλέα. ὀψὲ γοῦν ἀλύοντι προσελθὼν Ἰσαάκιος “ἀλλὰ ἄγε
ὦ πάτερ πλίνθοις” ἔφη “περιειλῆφθαι κέλευε τὰ ξυλώματα” οὗ
18
γεγονότος οὐκ ἔτι ταῖς συχναῖς προσβολαῖς οἱ ἔνδον ἀντέχειν δεδυνη-
μένοι τὰς πύλας ἀναπετάσαντες τὸν Ῥωμαίων εἰσεδέχοντο στρατηγόν.
8. Ἀνάζαρβος μὲν οὖν τοῦτον τὸν τρόπον ὑπὸ Ῥωμαίους ἐγέ-
νετο. Ῥαϊμοῦνδος δὲ καὶ Βαλδουῖνος, ὃς Μαραυσίου κατ' ἐκεῖ-
νον τὸν χρόνον ἡγεμονεύων ἦν, ἕως μὲν οὔπω ἐπὶ θύραις ὁ κίνδυ-
νος ἵστατο, στράτευμα ἀγείραντες ἱκανὸν ἐπὶ Παλαιστίνην ἠπεί-
γοντο τὸν τῇδε ῥῆγα τοῦ κινδύνου ἐξαιρησόμενοι. Σαρακηνοὶ γὰρ
οἳ Παλαιστίνοις προσοικοῦσι πολέμῳ περιγεγονότες αὐτοῦ, ἐς τὸ
Μουντάφαρας φρούριον ἀνασωθέντα ἐπολιόρκουν. ἐπεὶ δὲ βασι-
λεὺς Ἀνάζαρβον ἤδη παραστησάμενος ἐπὶ τὸ Βακᾶ ἐχώρει κρησ-
φύγετον, δείσαντες περὶ τῇ Ἀντιόχου σπουδῇ καὶ πάλιν ἐπ' ἐκεί-
νην ᾔεσαν. ἐν τούτῳ δὲ καὶ ὁ Ῥωμαίων στρατὸς τὴν Βακᾶ ὑπερ-
θέμενος πολιορκίαν περὶ ποταμὸν ὃς τὴν πόλιν αὐτοῖς παραρρεῖ
τὸν χάρακα ἐπήξατο. Ἀντιοχεῖς δὲ τὸ μὲν πρῶτον ἄτρεστοι ἦσαν
τειχέων τε καρτερότητι καὶ τῇ ἄλλῃ ἀσφαλείᾳ πιστεύοντες. ὅθεν
καὶ ἐπειδή ποτε τῆς πολιορκίας ἐφ' ἱκανὸν παρατεινομένης τῶν ἐκ
καταλόγου τινές, ὁποῖα ἐν πολλῷ στρατεύματι γίνεσθαι εἴωθεν,
ἐς τοὺς πρὸ τῆς πόλεως ἐκδραμόντες κήπους ἐδρέποντο τῶν ὀπω-
ρῶν, αἰφνίδιοι κατ' αὐτῶν ἐπελάσαντες πολλοὺς ἔκτειναν. συν-
αισθήσεως δὲ γενομένης καὶ τῶν Ῥωμαίων στρατιωτῶν σπουδῇ
βεβοηθηκότων, ταῖς πύλαις ἐνέπεσον φεύγοντες πολλοὺς τῶν σφε-
τέρων ἐν τῷ φεύγειν ἀποβαλόντες. ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχίας
ἤδη ἥπτοντο, εἰς πολλήν τινα ἐνέπεσον ὀρρωδίαν. ὅθεν καὶ συ-
19
χνὰ ἐπὶ βασιλέα Ῥαϊμοῦνδος ἐξιὼν θερμῶς ἐλιπάρει τὴν πόλιν αὐ-
τῷ παραδιδοὺς ἐφ' ᾧ βασιλέα μὲν κύριον εἶναι καὶ λέγεσθαι, τὸν
δὲ δικαίῳ τῷ ἐξ αὐτοῦ ταύτης ἐπιτροπεύειν. ἀποτυγχάνων δὲ ὧν
ἐδεῖτο ἄπρακτος ἀνεκομίζετο· ἡμέραις δὲ ὀλίγαις ὕστερον τῆς Ῥω-
μαίων βουλῆς περὶ τούτου ψηφισαμένης, αὐτός τε προσεδέχθη
ἐφ' οἷς εἴρηται καὶ αἱ λοιπαὶ Λατίνων δυνάμεις βασιλεῖ προσεχώ-
ρησαν, οἵ τε παρ' αὐτοῖς Φρέριοι λεγόμενοι καὶ οἳ τὴν χώραν πε-
ριοικοῦσι. ταῦτα μὲν ὧδε ἐγένετο. βασιλεὺς δὲ Ἰωάννης τηλι-
καύτην καιροῦ ξυντυχίαν μηδαμῆ καταπροήσεσθαι θέλων ξὺν δυ-
νάμεσι ταῖς εἰρημέναις εἰς τὴν ἀνωτάτω ἐμβάλλει Συρίαν, τὸ
Πιζᾶ τε φρούριον πολέμου νόμῳ λαβὼν καὶ λαφύρων μέγα τι χρῆ-
μα ἐντεῦθεν περιβαλόμενος, τὰ μὲν ἅμα τῷ πλήθει τῶν ἀνδρα-
ποδισθέντων ἀνθρώπων ἐπὶ Ἀντιοχείας ἔπεμψε Θωμᾶν ἐπιστήσας
αὐτοῖς, ἄνδρα ἐξ ἀσήμων μὲν γεγονότα τοῖς δὲ βασιλέως ὑπο-
γραμματεῦσιν ἐκ παίδων οἶμαι κατειλεγμένον· ὃ δὲ ἐπὶ Βέρροιαν
ἐχώρει πόλιν ἀρχαίαν καὶ λόγου πολλοῦ ἀξίαν. ἀλλὰ Θωμᾶς
μὲν οὐκ εἰς μακρὰν πολεμίων αἴφνης ἐπιθεμένων αὐτῷ ἅ τε ἐπή-
γετο λάφυρα καὶ τῶν αἰχμαλωτῶν τὸν ὅμιλον ἀποβεβληκὼς μόγις
αὐτὸς τὸν κίνδυνον ἔφυγε· βασιλεὺς δὲ πρὸς Βέρροιαν γεγονὼς
ἐπειδὴ παντάπασιν ἄνυδρον χώρᾳ τῇ ἐκτὸς αὐτὴν κατενόει, τὴν
μὲν παρῆλθε, Χαμᾶ δὲ καὶ Χαβαρδᾶ ἐξ ἐφόδου παραστησάμενος
φρούρια ἐπὶ Σέσερ μετέβη, πόλιν εὐδαίμονά τε καὶ πολυάνθρω-
20
πον. ἀλλὰ τὴν μὲν πόλιν τειχομαχήσας εἷλεν, ἐν δὲ τῇ ἀκρο-
πόλει γεγονὼς ἀπεκρούσθη. μέλλοντι δὲ καὶ δευτέραν προσάγειν
πεῖραν αὐτῇ πρέσβεις ἀφίκοντο χρήματα ἃ μὲν αὐτίκα παρέχειν
ἐπαγγελλόμενοι τὰ δὲ καὶ ἀνὰ πᾶν ἐκεῖθεν Ῥωμαίοις κομίζεσθαι
ἔτος τακτόν τινα φόρον. τοιοῦτος μὲν τῆς πρεσβείας αὐτοῖς νοῦς
ἦν· βασιλεὺς δὲ τότε μὲν ἀπεπέμψατο τούτους ἐλπίδα ἔχων πολέ-
μῳ περιγεγονέναι καὶ αὐτῶν. ἐπεὶ δὲ πολλάκις αὖθις προσβαλὼν
ἀνηνύτοις ἐπιχειρεῖν ἔγνω, δεξάμενος τὴν πρεσβείαν ἐπὶ συμβά-
σεις ἐχώρει· κομίζονται γοῦν αὐτῷ μεγάλα μὲν χρήματα, προσά-
γεται δὲ καὶ σταυρός, ἐξαίσιόν τι χρῆμα καὶ βασιλεῦσι δῶρον
ἀντάξιον. λίθος ἦν λυχνίτης μεγέθους μὲν ἱκανῶς ἔχων, ἐς
σταυρικὸν δὲ διαλαξευθεὶς σχῆμα ὀλίγον τῆς φυσικῆς ἐν τῷ λα-
ξεύεσθαι ἀποβεβλήκει χροιᾶς. οὗ ὁ ἐν βασιλεῦσί φασιν ἀπόστο-
λος ἐφιλοτεχνήσατο Κωνσταντῖνος, τρόπῳ δὲ ὅτῳ δὴ Σαρακη-
νοῖς εἰς χεῖρας ἦλθε. ταῦτά τε οὖν δεξάμενος, τὰ πιστὰ δὲ καὶ
περὶ τῶν ἑξῆς φόρων λαβὼν ὡς ἐπὶ τὴν Κιλίκων αὖθις ἐχώρει.
τὸ Βακᾶ τε τὸ Καπνισκέρτι φρούρια παραστησάμενος ὀχυρὰ ὃ μὲν
ἐπὶ χώρας ἔμενε, μοῖραν δὲ τοῦ στρατεύματος ἀποτεμόμενος ἐπὶ
καταδρομῇ τῶν λοιπῶν ἔστελλεν. ἀλλὰ ταῦτα μὲν πρὸς ἀκρί-
βειαν ἱστορεῖν ὑπόσχεσιν οἶμαι ὑπερβαίνει τὴν ἡμετέραν. ὡς γὰρ
ἐν κεφαλαίῳ προὔκειτό μοι περὶ τῶν παρόντων εἰπεῖν, ἅτε μηδὲ
αὐτοπτήσαντι ταῦτα μηδὲ τὸ πιστὸν ἐντεῦθεν λαβόντι. τοσαῦτα
21
δ' οὖν ὅμως τῆς τύχης εὐμενῶς προσβλεψάσης αὐτῷ ἐνιαυτοῖς οἶ-
μαι δυσὶν εἴργαστο.
9. Οὕτω δὴ βασιλεῖ Ἰωάννῃ τάς γε ἐν Ἀσίᾳ εὐδοκιμεῖν
ξυνέβαινε μάχας, πλήν γε δὴ ὅτι μὴ τὰ ἀμφὶ τῇ νέᾳ Καισαρείᾳ
κατὰ σκοπὸν τούτῳ ξυνέπεσον. ἦν μὲν γὰρ ἀμφὶ τροπὰς ἤδη
χειμερινάς, ὁ δὲ οὐ μακρὰν ἄποθεν αὐτῆς αὐλισάμενος πολιορκίᾳ
παραστήσεσθαι ᾤετο. ἐπεὶ δὲ Πέρσαι τε οἳ τὴν πόλιν εἶχον ἰσχυ-
ρότατα τούτῳ ἐνέκειντο πολεμοῦντες καὶ χειμὼν ἐξαίσιος οἷος ἐπι-
γεγονὼς ἐπίεζε τὸ στρατιωτικόν, τῆς μὲν πόλεως ἀπῆρεν, ἐς δὲ
τὴν παρακειμένην Περσῶν εἰσελάσας χώραν λείαν ἐκεῖθεν πολλὴν
ἤλασε καὶ ἀνθρώπων ὅμιλον μακροῦ τοῦ χρόνου Πέρσαις δου-
λεύοντα τῇ Ῥωμαίων ἀπέδωκεν. ἐν ταύτῃ δὴ τῇ ἐκστρατείᾳ, λέ-
γω δὲ ὁπηνίκα ἔτι αἱ νέας Καισαρείας ἐπαύλεις εἶχον αὐτόν, ξυν-
έπεσέ τι λόγου καὶ ἀκοῆς ἄξιον. ἐπειδή ποτε ξυμβολῆς μεταξὺ
Ῥωμαίων καὶ Περσῶν καρτερᾶς γενομένης τύχῃ τινὶ τὰ Περσῶν
καθυπέρτερα ἦσαν, τὰ πρασσόμενα Μανουὴλ κατιδών, ὃς ὕστα-
τος ὥς μοι πολλάκις ἐρρέθη παίδων βασιλεῖ ἐγένετο Ἰωάννῃ, τοῦ
πατρὸς οὐδὲν αὐτῷ ξυνειδότος ἐς μέσους σὺν τοῖς ἀμφ' αὐτὸν
ἐμπίπτει τοὺς πολεμίους, καὶ αὐτοὺς μὲν ἀπεώσατο, τὸ δὲ τῶν
Ῥωμαίων στρατιωτῶν ἤδη ἐκλελοιπὸς ἀνέρρωσε φρόνημα. ἐφ'
οἷς ἐδυσχέραινε μὲν ὁποῖα εἰκὸς ὁ πατὴρ καὶ ἐν δεινῷ τὴν τόλ-
μαν ἐποιεῖτο, θαῦμα δὲ αὐτὸν ἔνδον ἐπεῖχε καὶ ἐξεπέπληκτο μο-
νονουχί, εἰ ὀκτωκαίδεκα οὔπω γεγονὼς ἔτη τηλίκοις ἑαυτὸν παρα-
βάλλειν κινδύνοις τολμᾷ, ῥύστην τε αὐτὸν δημοσίᾳ τοῦ Ῥωμαίων
22
ἀπεκάλει στρατοῦ. οὕτως οὐκ οἶδε παντάπασιν ἡλικίαις ἀρετὴ
περιγράφεσθαι. ἐκ τούτου δὲ πολέμου σχεδὸν οὐδενὶ Ῥωμαίων
ἐφ' ἵππῳ ἐπανιόντι ξυνέπεσε.
10. Τὰ μὲν δὴ νέας Καισαρείας ἐνταῦθα ἐτελεύτα. βα-
σιλεὺς δὲ Πέρσας ἐς αὖθις Σωζόπολιν πυθόμενος πολεμεῖν, πα-
σίρρωμος ἐνταῦθα ἐφέρετο. ἐπειδή τε οὐδενὶ πολεμίων ἐντετυ-
χηκέναι αὐτῷ ἐγένετο (ἤδη γὰρ ἐπιέναι σφίσι Ῥωμαίους πυθόμε-
νοι ᾤχοντο ἀπιόντες), ἐπὶ τὴν Πασχούση καλουμένην λίμνην διε-
βίβαζε τὸν στρατόν. αὕτη γὰρ δὴ ἐς ἄφατόν τι μῆκος καὶ εὖ-
ρος ἐκτεινομένη νήσους κατὰ μέσον παρέχεται διακριδὸν ἀλλήλαις
τοῦ ὕδατος ἀνεχούσαις, ἐν αἷς φρούρια ἐκ παλαιῶν ἀνῳκοδόμη-
ται χρόνων. οἰκοῦσί τε ἐν αὐτοῖς ἄνθρωποι τὸ ὕδωρ ἀντὶ τα-
φρείας πεποιημένοι· ἔξεστι δ' αὐτοῖς ἐς Ἰκόνιον ἀνιοῦσιν αὐθη-
μερὸν ἐκεῖθεν ἐπανελθεῖν. οὗ δὴ ἕνεκα μάλιστα βασιλεὺς περὶ
πλείστου τὴν τῆς λίμνης ἐπικράτησιν ἐποιεῖτο. τῶν δ' ἐν αὐτῇ
Ῥωμαίων οὐκ ἐνδιδόντων ταύτην αὐτῷ (χρόνῳ γὰρ δὴ καὶ ἔθει
μακρῷ Πέρσαις τὰς γνώμας ἀνακραθέντες ἦσαν), τοιάδε τινὰ
ἐνενόει. λέμβους ὡς πλείστους καὶ ἀκάτια ξυναγαγὼν ξύλοις
ἄνωθεν ἐπεζεύγνυ· ἐπὶ τούτων δὲ τὰς μηχανὰς θέμενος εὐθὺ τῶν
εἰρημένων ἦγε φρουρίων. ἔνθα ξυνέβη πνεύματι ξηρῷ τῆς λίμνης
ἐκταραχθείσης πολλοὺς τῶν Ῥωμαίων ἀπολωλέναι στρατιωτῶν·
μόγις δ' ὅμως καὶ ξὺν βίᾳ πολλῇ καὶ ταῦτα εἷλεν. ἐπειδή τε
Ῥαϊμοῦνδον τὸν Ἀντιοχείας πρίγκιπα νεωτερίζειν ἐπύθετο, εὐθὺ
23
καὶ πάλιν Κιλίκων ἐχώρει, κατὰ νοῦν ἔχων τὴν Κιλίκων καὶ
Ἀντιοχέων ξὺν Ἀττάλου καὶ Κύπρῳ εἰς κλῆρον ἀποδώσεσθαι τῷ
Μανουήλ. ὅθεν δὲ ἐπὶ ταυτηνὶ τὴν ἔννοιαν ἦλθεν ἐρῶν ἔρχομαι.
φθάνει μὲν Ἀλεξίῳ, ὃς πρεσβύτατος αὐτῷ παίδων ἐγένετο, τὰ
Ῥωμαίων ἐκ πολλοῦ μνηστευσάμενος σκῆπτρα. ἐπεὶ δὲ καὶ Μα-
νουὴλ ἔσχατος αὐτῷ γένοιτο, φάσεις αὐτίκα ἐφοίτων καὶ ξύμ-
βολα βασιλείας εἰς τὸν παῖδα ἐγνωρίζετο, ὧν ἑνὸς ἢ δυοῖν ἐπι-
μνησθῆναι οὔ μοι ἔδοξεν ἄπο εἶναι καιροῦ. ἐπειδή ποτε πρὸς
ὕπνον κατέδαρθεν ὁ Μανουήλ, γυνή τις ὄναρ ἐφίσταται τούτῳ,
ὄψις σεμνή, μέλαινα ἐσθής, ἐν δὲ χερσὶ πέδιλα ὁποῖα βασιλεῦ-
σιν ὑποδεδέσθαι νόμος. καὶ παρείχετο τῷ Μανουὴλ χρῆσθαι
κελεύουσα ἀποσεισαμένῳ ταυτί· ἐδείκνυε δὲ τὰ συνήθη κυανά.
ὃ δὲ θορύβου μεστὸς ἀνεγρόμενος ἐπειδὴ μὴ ἐντυγχάνειν τοῖς ὁρα-
θεῖσιν εἶχεν, ἐκλαυθμυρίζετο κατὰ τοὺς παῖδας καὶ ἀφῃρῆσθαι
ταῦτα παρά του τῶν περὶ τὴν ἑστίαν ᾤετο. τοῦτο μὲν δὴ τοιοῦ-
τον, ἕτερον δὲ οὐδὲν αὐτῷ ἔλασσον. ἦν τις μοναχῶν· πατρὶς
αὐτῷ Γαλιλαία, βίος ἀναχωρητικός τε καὶ ὄρειος· οὗτος ἐπει-
δή ποτε ἐς ὁμιλίαν βασιλεῖ καθίστατο Ἰωάννῃ, τοὺς παῖδας ἐς
αὐτὸν παρελθόντας ἰδὼν τοῖς μὲν ἄλλοις ὅσα καὶ ἰδιωτικοῖς προση-
νέχθη, Μανουὴλ δὲ τοῦτον σὺν εὐλαβείᾳ προσιὼν ἐπευλόγει.
πυνθανομένου δὲ βασιλέως ὅτου ἕνεκα ταῦτα ποιοίη, ὑπολαβὼν
ὁ μοναχὸς “ὅτι” ἔφη, “μόνος ἐξ ἁπάντων Μανουὴλ βασιλεὺς
ἐμοὶ φαίνεται.” ἐκ δὲ τούτων καὶ τοιούτων ἄλλων ἐς ἀπεράν-
24
τους ὁ βασιλεὺς ἐννοίας ἐξέπιπτεν, ἀναλύειν δ' οὐκ ἔχων ἅπερ
αὐτῷ δόξειεν ἀρχῆθεν ἐς τὸν εἰρημένον σκοπὸν ἔβλεψεν. ἀλλ'
ἔοικεν ἀνθρωπίνης ἄρα ἐπινοίας τῶν πάντων πραγμάτων ἠρτῆ-
σθαι μηδέν. οὔπω γὰρ τῆς Κιλίκων ἐφίστατο, καὶ δυεῖν μὲν
ἀφῄρητο παίδων οἳ χρόνῳ προῆκον, ἅτερος δὲ τοῖν ἀπολελειμμέ-
νοιν, ἐπεὶ μηδ' αὐτῷ ξυνέβαινεν ἐς τὸ σῶμα καλῶς ἔχειν, ἀπῄει
τοὺς νεκροὺς ἐς Βυζάντιον ἀνακομίζων. βασιλεὺς δὲ ἐπὶ τῆς
Κιλίκων τὸν βίον ξυνεμερίσατο, καὶ Μανουὴλ λοιπὸν εἰς τὸν βα-
σιλείας ἄνεισι θρόνον. ἄξιον δὲ καὶ τὸν τῆς τελευτῆς αὐτοῦ
τρόπον διηγήσασθαι. ἐξιόντι πρὸς θήραν αὐτῷ σῦς ἀπήντα,
μέγα τι χρῆμα, ὁποῖα πολλὰ ἡ Κιλίκων τρέφει γῆ καὶ ὄρη τὰ
Ταυρικά. ὃ μὲν οὖν ἀκόντιον ὥς φασι χειρισάμενος ἐπιόντα τοῦ-
τον ὑφίστατο· ὃ δὲ τῆς αἰχμῆς τῷ στέρνῳ ἐγκρυφθείσης θυμαί-
νων ἐπὶ τῇ πληγῇ ὠθισμῷ μᾶλλον ἐχρῆτο, ὡς ἐντεῦθεν τὴν βα-
σιλέως χεῖρα διὰ σφοδρὰν τὴν ἀντέρεισιν τοῦ εὐθέως ἐκτραπεῖ-
σαν ἐφ' ἣν παρήρτητο παρενεχθῆναι φαρέτραν πλήρη βελῶν οὖ-
σαν. εὐθὺς οὖν τραῦμα ἐπηκολούθει ταῖς ἀκίσι ξυσθέντος αὐ-
τοῦ τοῦ ἐπικαρπίου· καὶ ἀφρὸς μὲν ἐντεῦθεν ἐξεμύσατο ὕφαι-
μος, ὑμὴν δέ τις λεπτός, ὃν ἐκδηρὰν οἱ πολλοὶ ἰδιωτικῶς ὀνο-
μάζουσι, προσήγετο δῆθεν συνάξων τὸ διεστηκὸς καὶ συνουλώ-
σων τὸ τραῦμα, ὡς μὴ φλεγμῆναν ὀδύνας ἐγείρῃ. ἀλλ' ἦν ἐκεῖνο
τῆς εἰσέπειτα φλεγμονῆς αἴτιον. τὸν γὰρ τῆς ἀκίδος ἰὸν ἔνδον
τῇ στυφότητι ἐναπολαβὸν ἐπὶ τὸ ἄλλο μετέφερε σῶμα. ἀλλὰ
ταῦτα μὲν ὕστερον· τότε δὲ μηδεμίαν ἔτι ὀδύνης συναίσθησιν
25
ἔχοντι τράπεζά τε αὐτῷ παρετίθετο, καὶ ἡ κλίνη τοῦτον εἶχεν
ὡς ἀριστήσοντα. προβαίνοντος δὲ τοῦ ἀρίστου παῖδες ἰατρῶν
ἐνταῦθα περιεστηκότες ὡς τὸ ἐπίθεμα εἶδον, ἐπυνθάνοντό τε τὴν
τοῦ τραύματος αἰτίαν καὶ μαθόντες τῇ τε τραπέζῃ ἐπεμέμφοντο
καὶ ἠξίουν αὐτίκα τῆς χειρὸς ἀπεῶσθαι τοῦτο· ὃ δὲ προσφῦναί
τε τὸ τραῦμα ἐνταῦθα διετείνετο καὶ τοῦ λοιποῦ μηδὲν ὄγκου καὶ
φλεγμονῆς πέρι δεινὸν ὑφορᾶσθαι. ἀλλ' ἄρτι πρὸς ὕπνον κατέ-
δαρθεν ἀριστήσας, καὶ ὀδύναι δριμεῖαι ἀνέβαινον αἴφνης καὶ ὄγ-
κος ἀνίστατο τῆς χειρός. συνῄει τε πᾶς ὁ τῶν ἰατρῶν κύκλος
καὶ ἀγὼν προὔκειτο περὶ τοῦ πρακτέου. τοῖς μὲν οὖν τέμνειν
ἐδόκει τὸν ὄγκον, τοὺς δὲ τὸ ἀπέπαντον ἐδυσώπει καὶ ἄλλως μα-
λάσσεσθαι τοῦτο προὐτρέποντο. ἀλλ' ἔδει γὰρ ὡς ἔοικε γενέσθαι
κακῶς, ἐκράτει τῆς χειρουργίας ἡ ψῆφος. τμηθέντος γοῦν ὄγ-
κος ἀνέβαινε μείζων, καὶ ἡ χεὶρ ὠργανοῦτο. καὶ ὁ βασιλεὺς ἐλ-
πίσιν ἤδη θανάτου τὴν ψυχὴν κατασείεσθαι ἤρχετο, καὶ μάλισθ'
ὅτι μηδὲ πέρατι τὸν σκοπὸν ἔδωκε, ὃν περὶ τῆς ἐς Παλαιστίνην
ἐπιδημίας πάλαι ὠδινήσας ἔφθη. οὗ δὴ ἕνεκα καὶ εἴκοσι ταλάν-
των ἀπὸ χρυσοῦ λυχνίαν εἰργασμένος ἔτυχεν, ἀνάθημα τῷ τῇδε
ναῷ κατασκευαζόμενος. ἐπειδὴ γοῦν ἐν ἀμηχάνοις ἦν, μοναχόν
τινα ἐκ Παμφυλίας ἄνδρα μεταπεμψάμενος ἱερὸν παννύχῳ δεήσει
τὸ θεῖον ἱλάσκεσθαι ἠξίου. τὸν δὲ τῇ δεήσει προσεσχηκότα φω-
νῶν ἀκοῦσαι λέγεται ᾀδόντων τινῶν. ὡράθη ὁ λυχνὸς μετηρμέ-
26
νος καὶ θεῖος νεανίας καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυ-
χῆς. τοῦτο μὲν δὴ τοιοῦτον· βασιλεὺς δὲ αἰσθόμενος ἤδη ἐν
κακοῖς ἑαυτοῦ γεγονότος παρεῖναι τοὺς ἐν τέλει κελεύσας καὶ ὅσον
ἐν μεγιστᾶσι καὶ στρατηγοῖς καὶ ἄλλως ἀπόβλεπτον ἦν, ἔλεξε
τοιάδε. “ἄνδρες Ῥωμαῖοι ὅσοι ἐπὶ ταυτηνὶ ξυνελέγητέ μοι τὴν
ἀκρόασιν, ὡς μὲν πολλοῖς ἤδη καὶ ἄλλοις τῶν παρ' ἡμῖν βασι-
λεῦσιν ἐπὶ τοὺς παῖδας τοὺς αὐτῶν ὥσπερ τινὰ κλῆρον πατρῷον
τὴν ἡγεμονίαν διαβιβάζειν ἔδοξεν, αὐτὸς δὲ οἶδα πρὸς πατρὸς
βασιλέως τήνδε παραλαβὼν τὴν ἀρχήν, καὶ ὑμῶν δὲ ἑκάστῳ
ταὐτά μοι περὶ τούτου γινώσκειν ξυμβαίνει. ταύτῃ ἄρα καὶ οἴεσθ'
ἐμὲ ἴσως ἐς πέρατα τῆς παρούσης ὡς ὁρᾶτε ἀφιγμένον ζωῆς παί-
δοιν ἐμοὶ ἀπολελειμμένοιν δυεῖν ἐπὶ τὸν χρόνῳ προήκοντα, ὥσπερ
ἀνθρώποις νόμος ἐστίν, ἀρχὴν τήνδε καὶ θρόνον μεταγαγεῖν.
ἐμοὶ δὲ τοσοῦτον ἐμέλησεν ὑμῶν, ὡς εἰ μηδετέρῳ τοῖν εἰρημένοιν
τὸ χρῆμα τοῦτο προσῆκεν ἐξ ἀρετῆς, εἱλόμην γε ἂν ὅσπερ ἂν ἐμοί
τε καὶ ὑμῖν οὐκ ἄπο γνώμης εἶναι φανείη. ξυνοίσει γὰρ οἶμαι
οὐδὲν οὔτε τῷ δόντι οὔτε τῷ δεξαμένῳ, ἐπειδὰν ἀμαθίᾳ κυβερνή-
της τὴν ναῦν καταδύῃ, εἰ μὴ καὶ μᾶλλον προσαπολεῖται τῷ δώρῳ
καὶ κατερεῖ τοῦ δεδωκότος οὐκ ἀγαθά. ἀπειροκαλίαν μὲν οὖν
καὶ τοῦ δωρεῖσθαι ἀμαθίαν καὶ ξυνόλως οὐδὲν οἶμαι ὑγιές. οὕτω
μὲν δὴ γνώμης αὐτὸς περὶ ὑμᾶς ἔχω. τεκμήριον δέ· καὶ γὰρ
ἐπὶ ξυμφέροντι τῷ ὑμῶν δεῆσαν τάχα καὶ φύσιν ἀδικήσων ἰδοὺ
πάρειμι. παῖδέ μοι ἄμφω καλώ, ἅτερος δ' αὐτοῖν καὶ χρόνῳ
27
προάγει. ἀλλ' ἡ γνώμη τὸ πρεσβεῖον ἀποσεισαμένη τὸ βέλτιον
ἰχνηλατεῖ καὶ πείθει ἀρετὴν ἀρετῇ παραβάλλοντα. δυσχερὲς δὴ
τοῦτο τῶν ἁπάντων ἀγώνισμα τὴν κρείττω πειρᾶσθαι λαβεῖν. ἐπεὶ
καὶ χρὴ τῷ βελτίστῳ προσνεῖμαι τὸ βέλτιον (βασιλείας δὲ τί ἄν
τις θεῖτο σεμνότερον ἕτερον;) βουλοίμην μεντἄν, ἄνδρες συστρα-
τιῶται, τῷ χρόνου πρεσβείῳ καὶ τὸ ἐξ ἀρετῆς μᾶλλον προσεῖναι
ἐντελές. ἀλλ' ἥ γε ψῆφος ἐπὶ τὸν τελευταῖον ὁρᾷ, καὶ ὁ βασι-
λείας κανὼν τῷ ἐσχάτῳ μᾶλλον προσφύεται. καὶ οὐ δήπου ὀφ-
θαλμίαν ἐμοὶ τὴν ἐξ εὐνοίας δεδιέναι ἔπεισι. παῖδε γὰρ ἄμφω
καὶ φίλω πάντως ἀπὸ ταὐτοῦ, καὶ τοῦτό γε τὸ μέρος οὐδὲν ἅτε-
ρος προήκει. ψῆφον μὲν δὴ τὴν ἐπ' ἀμφοῖν ἐμοὶ καὶ μᾶλλον
διὰ ταῦτα ἤπερ ὑμῖν πιστευτέον αὐτοῖς. ἐκεῖνο δὲ κοινῇ καὶ μά-
λιστα περιεργαστέον, λέγω δὲ μή ποτε ἀδελφοῦ μὲν κρατιστεύειν
δήπου τὸν παῖδα ξυμβαίνῃ, ἐς δὲ τὸν θρόνον παραβαλλόμενος
ἥσσων ἐλέγχηται. ἐμαυτῷ γὰρ οὐκέτι καὶ τοῦτο θαρρῶ, δεινῶς
μονωθεῖσαν ὑπειδομένῳ τὴν εὔνοιαν· ἱκανὴ γὰρ μάλιστα ψῆφον
δεκάσαι πηνίκα μὴ παρὰ ἴσης ἐκκρούοιτο. βούλεσθε τοίνυν αὐ-
τοὶ μὲν ὑμῖν τῶν αὐτοῦ καταλέγοιμι, ἐπιψηφιεῖσθαι δ' αὐτοί;
ἰσχύος μὲν δὴ καὶ ῥώμης καὶ τοῦ ἐς τὰ πολέμια θάρσους ὁπόσον
αὐτῷ μέτεστι, παντί που δῆλόν ἐστι. καὶ μαρτυρεῖ μοι τὰ Νεο-
καισαρέων τοῖς λόγοις, ἔνθα ἐπιδήλως ἐς γόνυ τὰ Ῥωμαίων κάμ-
ψαντα ὑπὸ δὴ τούτῳ ἀνωρθωκότα περισωθείη. ἃ δὲ προσμαρ-
28
τυρεῖν αὐτῷ μόνου ἂν εἴη τοῦ πατρός, ἀκούσατε δή. πολλὰ πολ-
λάκις ἐν οὐ μετρίαις ἐμοὶ πονουμένῳ πραγμάτων δυσκολίαις οὗ-
τος τῶν ἄλλων ἀπειρηκότων μέγας ἐν βουλαῖς ὤφθη, ἱκανὸς μὲν
χειμῶνα προϊδέσθαι γινόμενον, δεξιὸς δὲ ζάλην ἀποκλῖναι καὶ
βίαις πνευμάτων ἀντισχεῖν. ὃ δ' ἂν πρὸ τῶν ἄλλων ἐπ' αὐτῷ
σκοπεῖν δίκαιοι ἂν εἴημεν, βραβεῖα θεοῦ ἐπὶ τὸν μείρακα δὴ πί-
πτει. σκοπεῖτε δ' ὅπως· ἐμοὶ μὲν Ἀλέξιος ἐπὶ τὴν βασιλείαν
ἐκλήθη, καὶ ἡ γνώμη χρόνοις τισὶν ἀποδέδεικτο πρότερον. θεὸς δὲ
καὶ πρώην ἐμοὶ τὸν ἐφ' ὃν ἀναπέπαυτο προδεικνὺς τελευταῖον δὴ
καὶ ἐκ μέσου μοι τὸν νεανίαν ἐκεῖνον πεποίηται. εἶπον ἂν ὑμῖν καὶ
τῶν ξυμβόλων τινὰ ἃ τύχην τὴν παροῦσαν αὐτῷ προὔφαινεν, εἴγε
μὴ λόγον ἄλλως αὐτὰ νομισθῆναι τοῖς πολλοῖς ἠπιστάμην· οὐδὲν
γὰρ οὕτως ἐς διαβολὴν ῥᾴδιον ἀνθρώποις ὡς ὀνείρων φάσεις καὶ
μελλόντων ὀμφαὶ γίνεται. ἃ μὲν οὖν αὐτὸς παιδὶ τὠμῷ ξυνειδέναι
εἶχον, καὶ δή μοι εἴρηται. ὑμέτερον δ' ἂν εἴη τὴν γνώμην ἐπι-
θεῖναι λοιπὸν τὴν ἑαυτῶν.” βασιλεὺς μὲν τοσαῦτα εἶπεν, οἱ δὲ
σὺν ἡδονῇ τε καὶ δάκρυσιν ἐπένευον. ὁ δὲ παῖς (ἦν γὰρ φιλοπά-
τωρ εἴπερ τις ἄλλος) καὶ φύσεως θεσμοὺς εὐλαβούμενος κάτω νε-
νευκὼς καὶ ἐπὶ στέρνα τὴν κεφαλὴν ῥίπτων δάκρυσι τὸ δάπεδον
ἔπλυνε. τὴν χλαμύδα δ' ὅμως περιδυθεὶς καὶ ταινιωθεὶς τῷ δια-
δήματι βασιλεὺς ὑπὸ παντὸς ἀνηγόρευτο τοῦ στρατεύματος. βασι-
λεὺς δὲ Ἰωάννης ὀλίγαις τὸ ἐντεῦθεν ἐπιβιοὺς ἡμέραις πρὸς τὴν
29
ἐκεῖθεν λῆξιν μεθίστατο, ἐφ' ὅλοις πέντε καὶ εἴκοσιν ἐνιαυτοῖς καὶ
μησὶν ἑπτὰ Ῥωμαίων ἄρξας, ὀγδόην ἄγοντος μηνὸς ὃν Ἕλληνες
μὲν Ξανθικόν, Ἀπρίλλιον δὲ Ῥωμαῖοι καλοῦσιν.
{ΒΙΒΛΙΟΝ Β.}
1. Τὰ μὲν δὴ βασιλέως Ἰωάννου ἐνταῦθά μοι πέρας ἐχέτω.
βασιλεὺς δὲ…
κιον…
ὄγ…
The complete text is available when the reading interface loads.