De legationibus
- Edition reference
- De legationibus, ed. C. de Boor, Excerpta historica iussu imp. Constantini Porphyrogeniti confecta, vol. 1: excerpta De legationibus, pts. 1–2, Berlin: Weidmann, 1903: 1.1:1– 227; 1.2:229–599.
- CTS identifier
urn:cts:greekLit:tlg3023.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{Ὑπόθεσις
τοῦ περὶ πρέσβεων τεύχους Ῥωμαίων πρὸς ἐθνικούς.
Προοίμιον.}
Ὅσοι τῶν πάλαι ποτὲ βασιλέων τε καὶ ἰδιωτῶν μὴ τὸν νοῦν
παρεσύρησαν ἡδοναῖς, ἢ κατεμαλακίσθησαν, ἀλλὰ τὸ τῆς ψυχῆς
εὐγενὲς ἀκηλίδωτον ἀρετῇ συνετήρησαν, οὗτοι δὴ οὗτοι καὶ πόνοις
ἐνεκαρτέρησαν καὶ λόγοις ἐνησχολήθησαν, καὶ ἄλλος ἄλλο τι τῶν
ὅσοι λογικώτερον ἐπεβίωσαν παιδείας ἐρασταὶ γεγονότες σπουδαι-
ότερόν τινα συνεγράψαντο, τοῦτο μὲν τῆς σφῶν αὐτῶν πολυμαθίας
δεῖγμα ἐναργὲς τοῖς μετέπειτα καταλιπεῖν ἱμειρόμενοι, τοῦτο δὲ
καὶ εὔκλειαν ἀείμνηστον ἐκ τῶν ἐντυγχανόντων καρπώσασθαι
μνώμενοι. ἐπεὶ δὲ ἐκ τῆς τῶν τοσούτων ἐτῶν περιδρομῆς ἄπλε-
τόν τι χρῆμα καὶ πραγμάτων ἐγίγνετο καὶ λόγων ἐπλέκετο, ἐπ'
ἄπειρόν τε καὶ ἀμήχανον ἡ τῆς ἱστορίας ηὐρύνετο συμπλοκή, ἔδει
δ' ἐπιρρεπέστερον πρὸς τὰ χείρω τὴν τῶν ἀνθρώπων προαίρεσιν
μετατίθεσθαι χρόνοις ὕστερον καὶ ὀλιγώρως ἔχειν πρὸς τὰ καλὰ
καὶ ῥᾳθυμότερον διακεῖσθαι πρὸς τὴν τῶν φθασάντων γενέσθαι
κατάληψιν, κατόπιν γινομένης τῆς ἀληθοῦς ἐπιτεύξεως, ὡς ἐντεῦθεν
ἀδηλίᾳ συσκιάζεσθαι τὴν τῆς ἱστορίας ἐφεύρεσιν, πῆ μὲν σπάνει
βίβλων ἐπωφελῶν, πῆ δὲ πρὸς τὴν ἐκτάδην πολυλογίαν δειμαινόν-
των καὶ κατορρωδούντων, ὁ τῆς πορφύρας ἀπόγονος Κωνσταντῖνος,
ὁ ὀρθοδοξότατος καὶ χριστιανικώτατος τῶν πώποτε βεβασιλευκό-
των, ὀξυωπέστερον πρὸς τὴν τῶν καλῶν κατανόησιν διακείμενος
καὶ δραστήριον ἐσχηκὼς νοῦν ἔκρινε βέλτιστον εἶναι καὶ κοινω-
φελὲς τῷ τε βίῳ ὀνησιφόρον, πρότερον μὲν ζητητικῇ διεγέρσει
βίβλους ἄλλοθεν ἄλλας ἐξ ἁπάσης ἑκασταχοῦ οἰκουμένης συλλέ-
ξασθαι παντοδαπῆς καὶ πολυειδοῦς ἐπιστήμης ἐγκύμονας, ἔπειτα
τὸ τῆς πλατυεπείας μέγεθος καὶ ἀκοὰς ἀποκναῖον ἄλλως τε καὶ
ὀχληρὸν καὶ φορτικὸν φαινόμενον τοῖς πολλοῖς δεῖν ᾠήθη κατα-
2
μερίσαι τοῦτο εἰς λεπτομέρειαν ἀνεπιφθόνως τε προθεῖναι κοινῇ
τὴν ἐκ τούτων ἀναφυομένην ὠφέλειαν, ὡς ἐκ μὲν τῆς ἐκλογῆς προσ-
εκτικωτέρως καὶ ἐνδελεχέστερον κατεντυγχάνειν εἰς τοὺς τροφί-
μους τῶν λόγων καὶ μονιμώτερον ἐντυποῦσθαι τούτοις τὴν τῶν
λόγων εὐφράδειαν, μεγαλοφυῶς τε καὶ εὐεπιβόλως πρὸς ἐπὶ τούτοις
καταμερίσαι εἰς ὑποθέσεις διαφόρους, τρεῖς ἐπὶ τοῖς πεντήκοντα
τὸν ἀριθμὸν οὔσας, ἐν αἷς καὶ ὑφ' αἷς ἅπασα ἱστορικὴ μεγαλουρ-
γία συγκλείεται. κοὐκ ἔστιν οὐδὲν τῶν ἐγκειμένων, ὃ διαφεύξεται
τὴν τοιαύτην τῶν ὑποθέσεων ἀπαρίθμησιν, οὐδὲν τὸ παράπαν
ἀφαιρουμένης τῆς τοῦ λόγου ἀκολουθίας τῇ διαιρέσει τῶν ἐννοιῶν,
ἀλλὰ σύσσωμον σωζούσης, καὶ ἑκάστῃ ὑποθέσει προσαρμοζομένης
τῆς τηλικαύτης οὐ συνόψεως, ἀληθέστερον δ' εἰπεῖν οἰκειώσεως.
ὧν κεφαλαιωδῶν ὑποθέσεων ἡ προκειμένη αὕτη καὶ ἐπιγραφο-
μένη περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικοὺς τυγχάνει οὖσα ἑβδόμη
ἐπὶ τοῖς εἴκοσι, τῆς πρώτης τὸ ἐπώνυμον λαχούσης περὶ βασιλέων
ἀναγορεύσεως. ἐμφαίνει δὲ τουτὶ τὸ προοίμιον, τίνας οἱ λόγοι
πατέρας κέκτηνται, καὶ ὅθεν ἀποκυΐσκονται, ὡς ἂν μὴ ὦσιν αἱ
κεφαλαιώδεις ὑποθέσεις ἀκατονόμαστοι καὶ μὴ γνήσιοι, ἀλλὰ νόθοι
τε καὶ ψευδώνυμοι. εἰσὶ δὲ ἐκ τῶν ὑποτεταγμένων χρονικῶν·
αʹ. Πέτρου πατρικίου καὶ μαγίστρου.
βʹ. Γεωργίου μοναχοῦ χρονικῆς.
γʹ. Ἰωάννου Ἀντιοχέως.
δʹ. Διονυσίου Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας.
εʹ. Πολυβίου Μεγαλοπολίτου.
Ϛʹ. Ἀππιανοῦ.
ζʹ. Ζωσίμου Ἀσκαλωνίτου.
ηʹ. Ἰωσήπου Ἰουδαϊκῆς ἀρχαιολογίας.
θʹ. Διοδώρου Σικελιώτου.
ιʹ. Δίωνος Κοκκιανοῦ.
ιαʹ. Προκοπίου Καισαρέως.
ιβʹ. Πρίσκου ῥήτορος.
ιγʹ. Μάλχου σοφιστοῦ.
ιδʹ. Μενάνδρου προτίκτορος.
ιεʹ. Θεοφυλάκτου ἀπὸ ἐπάρχων καὶ ἀντιγραφέως τοῦ
Σιμοκάττου.
3
{Ὅσους ἐδέξαντο πρέσβεις βασιλέων Ῥωμαίων ἐθνικοί, καὶ
ποίῳ σχήματι τούτους ἐδέξαντο, καὶ μεθ' ὁποίας δοχῆς.
Ἐκ τῆς ἱστορίας Πέτρου πατρικίου καὶ μαγίστρου.}
1. Ὅτι Βαλλεριανὸς εὐλαβηθεὶς τὴν ἔφοδον τῶν Περσῶν, (ἐλοί-
μωξε γὰρ τὸ στράτευμα αὐτοῦ, καὶ μᾶλλον οἱ Μαυρούσιοι), χρυσίον
ἄφατον συναγαγὼν ἔπεμψε πρέσβεις πρὸς Σαπώρην ἐπὶ μεγάλαις
δόσεσι τὸν πόλεμον καταλῦσαι βουλόμενος. ὁ δὲ τά τε περὶ τοῦ
λοιμοῦ μαθὼν τῇ τε παρακλήσει Βαλλεριανοῦ πλέον ἐπαρθείς,
τοὺς πρέσβεις παρελκύσας, ἀπράκτους αὐτοὺς ἀπολύσας εὐθὺς
ἐπηκολούθησεν.
2. Ὅτι Ὀδέναθος τὸν Σαπώρην πολὺ ἐθεράπευεν ὡς ὑπερ-
βεβηκότα κατὰ πολὺ τοὺς Ῥωμαίους. βουλόμενος δὲ αὐτὸν ὑπα-
γαγέσθαι πέμπει δῶρα μεγαλοπρεπῆ καὶ ἄλλα ἀγώγιμα, ὧν ἡ
Περσὶς οὐκ ἦν εὔφορος, καμήλοις ἐπιθείς. καὶ γράμματα πέμπει
δεήσεως δύναμιν ἔχοντα, καὶ ὅτι οὐδὲν Πέρσαις ὑπεναντίον αὐτὸς
εἰργάσατο. ὁ δὲ τοὺς οἰκέτας ἐπέτασσεν δεξαμένους τὰ δῶρα
ῥίπτειν εἰς τὸν ποταμόν, καὶ τὰς ἐπιστολὰς διαρρήξας συνέτριψε
καὶ ἐδήλωσεν· τίς ὢν καὶ πόθεν ἐτόλμησε πρὸς τὸν οἰκεῖον δε-
σπότην γράψαι; καὶ νῦν εἰ βούλεται ἐλαφροτέρας κολάσεως τυχεῖν,
ὀπίσω τὰς χεῖρας δήσας προσπεσέτω· εἰ δὲ μή, ἴστω ὡς καὶ
αὐτὸν καὶ τὸ γένος καὶ τὴν πατρίδα ἀπολῶ.
3. Ὅτι Γαλέριος καὶ Διοκλητιανὸς εἰς Νίσιβιν συνῆλθον,
ἔνθα κοινῇ βουλευσάμενοι στέλλουσιν εἰς Περσίδα πρεσβευτὴν
Σικόριον Πρόβον ἀντιγραφέα τῆς μνήμης. τοῦτον ὁ Ναρσαῖος τῇ
τῶν ἐπαγγελθέντων ἐλπίδι φιλοφρόνως ἐδέξατο. χρῆται δὲ καί
τινι ἀναβολῇ ὁ Ναρσαῖος. ὡς γὰρ βουλόμενος δῆθεν τοὺς περὶ
Σικόριον πρέσβεις, οἷα δὴ κεκοπωμένους, ἀνακτήσασθαι, μέχρι
τοσούτου περὶ τὸν Ἀσπροῦδιν ποταμὸν τῆς Μηδικῆς τὸν Σικόριον
παρείλκυσεν, οὐκ ἀγνοοῦντα μέντοι τὸ γινόμενον, ἕως οἱ τῇδε
κἀκεῖσε διὰ τὸν πόλεμον σκορπισθέντες συνελέγησαν. καὶ τηνι-
4
καῦτα ἐν τοῖς ἐνδοτέρω τῶν βασιλείων, πάντας τοὺς ἄλλους χωρί-
σας καὶ ἀρκεσθεὶς τῇ παρουσίᾳ Ἀφφαφάρβα καὶ Ἀρχαπέτου καὶ
Βαρσαβώρσου, ὧν ὁ μὲν ἕτερος ὕπαρχος ἦν πραιτωρίων, ὁ δὲ
ἕτερος τὴν τοῦ Συμίου εἶχεν ἀρχήν, ἐπέτρεψε τῷ Πρόβῳ τὴν
πρεσβείαν διεξιέναι. ἦν δὲ τὰ κεφάλαια τῆς πρεσβείας ταῦτα,
ὥστε κατὰ τὸ ἀνατολικὸν κλίμα τὴν Ἰντηληνὴν μετὰ Σοφηνῆς καὶ
Ἀρζανηνὴν μετὰ Καρδουηνῶν καὶ Ζαβδικηνῆς Ῥωμαίους ἔχειν, καὶ
τὸν Τίγριν ποταμὸν ἑκατέρας πολιτείας ὁροθέσιον εἶναι, Ἀρμε-
νίαν δὲ Ζίνθα τὸ κάστρον ἐν μεθορίῳ τῆς Μηδικῆς κείμενον ὁρίζειν,
τὸν δὲ Ἰβηρίας βασιλέα τῆς οἰκείας βασιλείας τὰ σύμβολα Ῥωμαίοις
ὀφείλειν, εἶναι δὲ τόπον τῶν συναλλαγμάτων Νίσιβιν τὴν πόλιν
παρακειμένην τῷ Τίγριδι. τούτων ὁ Ναρσαῖος ἀκούσας, ἐπειδὴ
πρὸς μηδὲν τούτων ἡ παροῦσα τύχη ἀρνεῖσθαι αὐτὸν συνεχώρει,
συνέθετο τούτοις ἅπασιν, πλήν, ἵνα μὴ δόξῃ ἀνάγκῃ πάντα ποιεῖν,
διηρνήσατο μόνον τὸ τόπον εἶναι τῶν συναλλαγμάτων τὴν Νίσιβιν.
ὁ δὲ Σικόριος· ἐνδεδωκέναι χρὴ πρὸς τοῦτο· οὔτε γὰρ αὐτοκράτωρ
ἡ πρεσβεία, καὶ περὶ τούτου ἐκ τῶν αὐτοκρατόρων οὐδὲν ἐπετέ-
τραπτο. τούτων οὖν συντεθέντων, ἀπεδόθησαν τῷ Ναρσαίῳ αἵ
τε γαμεταὶ καὶ οἱ παῖδες, μετὰ φιλοτιμίας τῶν βασιλέων τῆς σω-
φροσύνης αὐταῖς καθαρᾶς φυλαχθείσης.
{Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς.
Ἐκ τῆς ἱστορίας Γεωργίου μοναχοῦ.}
1. Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς Χοσρόης ἀποστείλας κατὰ Ῥω-
μαίων Σάιτον καλούμενον μετὰ πολλῆς δυνάμεως πᾶσαν τὴν ἀνα-
τολὴν ἠφάνισεν. ἐλθὼν δὲ καὶ ἐν Κωνσταντινουπόλει ἱκανὸν χρόνον
5
ἐν Χαλκηδόνι ἐκάθισεν. ὃς τὸν Ἡράκλειον μεθ' ὑποκρίσεως εἰρη-
νικῶς προσκαλεσάμενος τὰ πρὸς ἀγάπην ὡμίλησεν. τοῖς 〈δὲ〉 ἀπα-
τηλοῖς αὐτοῦ καὶ δολίοις λόγοις πιστεύσας ὁ βασιλεὺς ἐκπέμπει
σὺν αὐτῷ πρὸς Χοσρόην πρέσβεις περὶ εἰρήνης μεγιστάνας οʹ, οὓς
παραλαβὼν Σάιτος ἐκ Χαλκηδόνος καὶ τὴν Ῥωμαϊκὴν ἀρχὴν διελθὼν
ἀτίμους ἅμα καὶ δεσμίους ἀπήγαγεν. ὁ δὲ Χοσρόης τὸν μὲν Σάιτον
ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα ἀποδεῖραι ἐκέλευσεν,
τοὺς δὲ πρέσβεις ἐν φρουραῖς καὶ μεγίσταις κακουχίαις κατεδί-
κασεν. περὶ ὧν ἀθυμία καὶ θλίψις πολλὴ κατεῖχε τὸν βασιλέα
καὶ πᾶσαν τὴν πόλιν.
2Ὅτι ἐπὶ Ἡρακλείου καὶ οἱ Ἄβαροι πρὸς τὸν Ἡράκλειον
ἦλθον εἰρήνην αἰτούμενοι δῆθεν. οὓς δεξάμενος καὶ πρόκενσον
πρὸς τὴν Ἡράκλειαν ποιησάμενος τοὺς ἀποκρισιαρίους ἀνέπαυεν.
οἱ δὲ τὸ κακὸν ἐν ταῖς καρδίαις ἔχοντες τοῖς ὁμοφύλοις ἐδήλωσαν·
τάχιστα φθάσατε. ἰδοὺ γὰρ ὁ βασιλεὺς καὶ ὁ πλοῦτος αὐτοῦ παρ'
ἡμῖν ἐστιν. τῶν δὲ ἀγρύπνων δαιμόνων μηδ' ὅλως ἀμελησάντων,
τὸν τόπον κατέλαβον. τότε προμηθείᾳ τοῦ θεοῦ μόλις εἰς τὸ
Βυζάντιον διαλαθὼν αὐτοὺς ἀποκαθίσταται ὁ βασιλεύς. οἱ δὲ
τοῦτον ἐκδιώξαντες ἕως τόπου πολλοῦ καὶ μὴ φθάσαντες, πᾶσαν
τὴν ὑπηρεσίαν αὐτοῦ εἰληφότες καὶ τὰ Θρᾳκῷα μέρη δῃώσαντες
ᾐχμαλώτευσαν ἄνδρας τε καὶ γυναῖκας χιλίους οʹ.
3. Ὅτι ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων
ἐξοπλισάμενος Ἀαρὼν ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς κατὰ τῆς πόλεως
ἦλθεν ἐν μεγάλῃ δυνάμει καὶ περιεκάθισεν ἐν Χρυσοπόλει. ὁ δὲ
βασιλεὺς πέμψας λαὸν καὶ τὸν Βαάνην κρατήσας, εἰρήνην Ἀαρὼν
αἰτεῖται μεταξὺ Ῥωμαίων τε καὶ Σαρακηνῶν γενέσθαι. συναρ-
πασθέντες οὖν ἐπὶ τούτοις Σταυράκιος ὁ λογοθέτης καὶ Πέτρος
ὁ μάγιστρος καὶ Ἀντώνιος ὁ δομέστικος καὶ τέκνα τῶν πρωτευ-
όντων καὶ ἄνευ λόγου πρὸς αὐτὸν ἐξελθόντες ἐκρατήθησαν ὑπ'
αὐτοῦ. διόπερ ἀναγκασθέντες οἱ τῆς πόλεως δῶρα πλεῖστα ἔδωκαν,
καὶ ἀνεχώρησεν Ἀαρὼν μετὰ τῶν χριστιανῶν εἰρήνην ποιήσας.
4. Ὅτι ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Νικηφόρου τοῦ βασι-
λέως ὁ τῶν Σαρακηνῶν φύλαρχος κατ' αὐτοῦ παρεγένετο ἐν τῷ
6
Ἀμορίῳ μετὰ δυνάμεως πολλῆς. ἐξῆλθε δὲ καὶ Νικηφόρος ἐν
ὄχλῳ βαρεῖ πρὸς τὸ Δορυλάειον δηλοποιῶν τῷ πρωτοσυμβούλῳ
ταῦτα· ἵνα τί ἐπιχαίρεις ταῖς ἀδικίαις καὶ ταῖς αἱματεκχυσίαις
τῶν ἀνθρώπων μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαίνεις ὅρους
ἀρχαίους καὶ πατρῴους; ποῖος γάρ σοι προφήτης ἢ διδάσκαλος
θεῖος ταῦτα ποιεῖν ἐδίδαξεν; οὐχὶ Μουχούμεδ ὁ προφήτης σου
παρήγγειλε χριστιανὸν ὡς ἀδελφὸν ἔχειν καὶ λέγειν; μὴ γὰρ ὁ
πάντων δημιουργὸς καὶ προνοητὴς ἀνθρώπων αἵμασιν ἐκχυνομένων
χαίρει, μὴ γένοιτο. ἢ ἀργυρίου καὶ χρυσίου καὶ τῶν λοιπῶν ὑστε-
ρούμενος ἐξῆλθες ἀδικήσων τοὺς μὴ ἀδικοῦντάς σε; καίτοι γε τὰ
κάλλιστα καὶ δυσπόριστα καὶ ἡμῖν ἐπέραστα κατακύρως ἔχων ἐκ
τῆς ἱερᾶς γῆς καὶ πλουσιωτάτης. εἰ δέ τι τῶν ἡμετέρων ἐνδεῶς
ἔχεις, αὐτίκα μάλα παρέξομεν φιλοστοργίας τρόπῳ. μὴ τοίνυν ὡς
ἄθεοι καὶ ἀθάνατοι κατ' ἀλλήλων ἀντιστρατευόμεθα καὶ τὸν κατὰ
τῶν ἀνθρώπων πόλεμον ἐκ φθόνου καὶ μισανθρωπίας ἀναδεχό-
μεθα, γινώσκοντες ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ πρὸς
κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα
αὐτοῦ. ταῦτα ὁ βασιλεὺς Νικηφόρος ἀποστείλας μετὰ δώρων τινῶν,
ὁ Σαρακηνὸς ἀγαθυνθεὶς καὶ ἀνταμείψας δῶρα πλεῖστα καὶ θαυ-
μάσια μετ' εἰρήνης ὑπέστρεψε τὴν Νικηφόρου σύνεσιν καὶ φρόνησιν
ὑπερθαυμάσας.
{Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς.
Ἐκ τῆς χρονικῆς Ἰωάννου ἱστορίας.}
Ὅτι ἐπὶ Λευκίου Ποστουμίου καὶ Γαΐου Κλαυδίου ὑπάτων
Ταραντίνοις μὲν ἀποίκοις οὖσιν Ἑλλήνων, οἰκοῦσι δὲ τῆς Ἰταλίας
τὰ ἔσχατα, Ῥωμαῖοι πολεμεῖν ἔγνωσαν, ὅτι δὴ πρεσβευτὰς σφῶν
παρὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων νόμον λόγοις τε καὶ ἔργοις
ἀσχήμοσι περιύβρισαν, Ποστουμίου τε τοῦ ναυαρχήσαντος τὴν τή-
βηνον ἀλλὰ ***
7
{[Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς.]
[Ἐκ τῆς Διονυσίου Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας.]}
1. *** καὶ διότι τοὺς φίλους αὐτῶν Καμπανοὺς πολλὰ καὶ
μεγάλα ἔβλαπτον. ἡ δὲ βουλὴ τῶν Ῥωμαίων, Καμπανῶν πολλάκις
ἐμφανιζόντων καὶ ἀποδυρομένων 〈κατὰ〉 τῶν Νεαπολιτῶν, πρέσβεις
ἐψηφίσατο πρὸς τοὺς Νεαπολίτας ἀποστεῖλαι τοὺς ἀξιώσοντας
αὐτοὺς μηθὲν εἰς τοὺς ὑπηκόους τῆς τῶν Ῥωμαίων ἡγεμονίας
παρανομεῖν, ἀλλὰ καὶ διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καί, εἴ
γε διαφέρονται πρὸς ἀλλήλους, μὴ δι' ὅπλων, ἀλλὰ διὰ λόγων *,
σύμβολα ποιησαμένους πρὸς αὐτούς, καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν
πρὸς ἅπαντας τοὺς περιοικοῦντας τὸ Τυρρηνικὸν πέλαγος, μήτε
αὐτοὺς ἔργα πράττοντας, ἃ μὴ προσήκει Ἕλλησιν, μήτε τοῖς πράτ-
τουσι συνεργοῦντας· μάλιστα δ' εἰ δύναιντο θεραπείαις τῶν δυ-
νατῶν παρασκευάσοντας ἀποστῆναι μὲν ἀπὸ Σαυνιτῶν τὴν πόλιν,
σφίσι δ' αὐτοῖς γενέσθαι φίλην. ἔτυχον δὲ κατὰ τὸν αὐτὸν χρόνον
ἀφιγμένοι πρὸς τοὺς Νεαπολίτας πρέσβεις ὑπὸ Ταραντίνων ἀπο-
σταλέντες, ἄνδρες ἐπιφανεῖς καὶ πρόξενοι διὰ γένους τῶν Νεα-
πολιτῶν, καὶ ἕτεροι ὑπὸ Νωλάνων ὁμόρων ὄντων καὶ σφόδρα τοὺς
Ἕλληνας ἀσπαζομένων, τἀναντία τοὺς Νεαπολίτας ἀξιώσοντες μήτε
σύμβολα ποιεῖσθαι πρὸς τοὺς Ῥωμαίους ἢ τοὺς ὑπηκόους αὐτῶν
μήτε διαλύεσθαι τὴν πρὸς Σαυνίτας φιλίαν. ἐὰν δὲ ταύτην ποι-
ήσωνται Ῥωμαῖοι τοῦ πολέμου τὴν πρόφασιν, μὴ ὀρρωδεῖν, μηδ'
ὡς ἄμαχόν τινα τὴν ἰσχὺν αὐτῶν καταπεπλῆχθαι, ἀλλὰ μένειν
γενναίως καὶ ὡς προσῆκεν Ἕλλησι πολεμεῖν, τῇ τε οἰκείᾳ πιστεύ-
οντας δυνάμει καὶ τῇ παρὰ Σαυνιτῶν ἀφιξομένῃ βοηθείᾳ, ναυτικήν
τε ἰσχὺν προσληψομένους ἔξω τῆς ἑαυτῶν, ἣν Ταραντῖνοι πέμ-
ψουσιν, ἐὰν ἄρα καὶ ταύτης δέωνται, πολλὴν καὶ ἀγαθήν.
Συναχθείσης δὲ βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων,
οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, δι-
έστησαν αἱ γνῶμαι τῶν συνέδρων· καὶ οἵ γε χαριέστατοι τὰ τῶν
8
Ῥωμαίων ἔδοξαν φρονεῖν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξη-
νέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς
περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν
Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν
κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ
τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν. καὶ παρελθόντες
εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν,
ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν ὡς ἀπίστου καὶ
δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεα-
πολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσιν, στρατιάν
τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη,
καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ
μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις
ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες· ἀπωσαμένοις τε
τὸ Ῥωμαϊκὸν στράτευμα Κύμην τε ἀνασώσειν, ἣν δευτέρᾳ γενεᾷ
πρότερον ἐξελάσαντες τοὺς Κυμαίους Καμπανοὶ κατέσχον, καὶ συγ-
κατάξειν ἐπὶ τὰ σφέτερα τοὺς περιόντας ἔτι Κυμαίων, οὓς οἱ
Νεαπολῖται τῆς πατρίδος ἐκπεσόντας ὑπεδέξαντο καὶ πάντων ἐποι-
ήσαντο κοινωνοὺς τῶν ἰδίων ἀγαθῶν, χώραν τε προσθήσειν τοῖς
Νεαπολίταις ἐξ ἧς οἱ Καμπανοὶ κατεῖχον πάνυ πολλήν. τῶν δὲ
Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον
ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφοράς, εἰ-
ρήνην ἄγειν ἠξίου, τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεο-
νεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον· καταβοαί τε ἀλλήλων
ἐγίνοντο καὶ χειροκρασίαι, καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς,
καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς
πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν. διὰ ταύτας τὰς
αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι
ἐβουλεύθη.
2. Ὅτι μαθόντες οἱ Ῥωμαῖοι Σαυνίτας στρατιὰν ἀγείρειν τὸ
μὲν πρῶτον πρέσβεις ἔπεμψαν· οἱ δὲ προχειρισθέντες ἐκ τῶν
βουλευτῶν πρέσβεις ἐλθόντες ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν
ἔλεξαν· ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας,
ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὀνόματα μὲν ὑποδυόμενοι συμμάχων,
9
ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥω-
μαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ
τυχόντες εἰρήνης οἵας ἐβούλεσθε, τὰ δὲ τελευταῖα φίλοι γενέσθαι
τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς
Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους. ὧν ἁπάντων ἐπι-
λαθόμενοι καὶ παρ' οὐδὲν ἡγησάμενοι τοὺς ὅρκους ἐγκατελείπετε
μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους
συστάντι, οὓς δι' ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθ'
ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου, ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ
Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθ' ἡμῶν πόλεμον ἁπάσῃ
σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δὲ ἠναγκά-
σατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε, καὶ τὴν πόλιν δι' ὑμῶν αὐτῶν
ἔχετε. νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες
τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δ' ἀληθὲς ἐπὶ τοὺς
ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους· καὶ ἐπὶ ταύτας τὰς ἀδίκους
πλεονεξίας Φονδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους
τινας, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν. οὕτω δὲ φανερῶς
καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμ-
μαχίας ὅρκια, ** ποιοῦντες πρεσβείαν πρὸς ὑμᾶς ἔκριναν ἀπο-
στεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων, πρὶν ἢ πειρα-
θῆναι τῶν λόγων. ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν
ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτά ἐστιν·
πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις
συμμαχίαν· ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν ἀποίκων
τῶν ἡμετέρων, μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρα-
καλεῖν· εἰ δὲ μὴ πᾶσι δόξαντα ταῦτα ὑμῖν, ἃ ἔπραττόν τινες, ἀλλ'
ἀπὸ τῆς ἑαυτῶν γνώμης ** παραδοῦναι τοὺς ἄνδρας ἡμῖν ἐπὶ
δίκην. τούτων τυχόντες ἀρκούμεθα, μὴ τυχόντες δὲ θεοὺς καὶ
δαίμονας, οὓς ἐν ταῖς συνθήκαις ὠμόσατε, μαρτυρόμεθα, καὶ τοὺς
εἰρηνοδίκας ἐπὶ τοῦτ' ἄγοντες ἐληλύθαμεν.
Τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος, βουλευσάμενοι καθ' αὑτοὺς
οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν· τοῦ
μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ
10
τὸ κοινὸν αἴτιον· (ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν
ὑμῖν) οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώ-
σαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ
τὸν ἀγῶνα. τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης 〈οἱ〉
πεμφθέντες ὑφ' ἡμῶν ἀφίκοντο. περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως,
ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσοῦτον δέομεν ἀδικεῖν ὑμᾶς, εἴ
τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα,
ὥστε αὐτοὶ δοκοῦμεν ὑφ' ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ
ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδ' ἀφ'
οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ
πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες
ὑμεῖς κατεδουλώσασθε. οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν
ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθα-
νόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαί-
ρεσιν τῇ πόλει βοηθοῦντες, καί τινες καὶ δι' ἀπορίαν ἴσως βίου
μισθοφόροι. φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ
γὰρ ἄνευ Φονδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν,
ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου. ἡ δὲ παρασκευὴ τῆς στρα-
τιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους
τὰ ἴδια, ἀλλ' ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλού-
μεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης,
ἣν οὐ πρὸ πολλοῦ πολέμου κρατησάντων ἡμῶν 〈νόμῳ〉, ὅσπερ ἐστὶ
νόμος κτήσεως δικαιότατος, ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι
δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑπο-
ληψόμεθα ἀδικεῖσθαι.
Μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης
εἶπεν· οὐθὲν ἔτι τὸ κωλῦσον ἐστίν, οὕτω φανερῶς ἀνῃρηκότων
ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια *** βουλεύεσθε τὸν Ῥωμαίων
δῆμον αἰτιάσασθαι. πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς
τε καὶ πατρικοὺς νόμους τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς
ἀνθρώπους δίκαια. δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις
οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί. μέλλων δὲ ἀπι-
έναι τήν τε περιβολὴν κατὰ κεφαλῆς εἵλκυσε καὶ τὰς χεῖρας ἀνα-
11
σχὼν εἰς τὸν οὐρανόν, ὡς ἔθος ἐστίν, ἀρὰς ἐποιήσατο τοῖς θεοῖς·
εἰ μὲν ἄδικα πάσχουσα ὑπὸ Σαυνιτῶν ἡ Ῥωμαίων πόλις καὶ μὴ
δυναμένη μετὰ λόγου καὶ κρίσεως διαλῦσαι τὰς διαφορὰς ἐπὶ τὰ
ἔργα χωρήσαι, βουλάς τε ἀγαθὰς αὐτῇ θεοὺς καὶ δαίμονας ἐπὶ νοῦν
ἄγειν, καὶ † πράξειεν πᾶσι διδόναι τοῖς πολεμίοις ἐντυχεῖν· εἰ δὲ
αὐτή τι πλημμελοῦσα τὰ περὶ τῆς φιλίας ὅρκια προφάσεις κατα-
σκευάζεται τῆς ἔχθρας οὐκ ἀληθεῖς, μήτε βουλὰς ὀρθοῦν αὐτοῖς
μήτε πράξεις.
Ὡς διελύθησαν ἐκ τοῦ συλλόγου καὶ τὰ λεχθέντα ἐδήλωσαν
ἑκάτεροι ταῖς ἑαυτῶν πόλεσιν, τὰς ἐναντίας ἔσχον ὑπὲρ ἀλλήλων
δόξας ἀμφότεροι, Σαυνῖται μὲν βραδύτερα 〈τὰ〉 τῶν Ῥωμαίων
ἔσεσθαι νομίζοντες, ὥσπερ αὐτοῖς ἔθος ἐστὶ ποιεῖν, ὅτε μέλλοιεν
ἄρχειν πολέμου, Ῥωμαῖοι δ' ἐν ὀλίγῳ τὴν Σαυνιτῶν στρατιὰν ἥξειν
ἐπὶ τοὺς αὑτῶν ἀποίκους Φρεγελλάνους οἰόμενοι. ἔπειτ' αὐτοῖς
τὰ εἰκότα παθεῖν συνέβη. οἱ μὲν γὰρ παρασκευαζόμενοι καὶ μέλ-
λοντες ἀπώλεσαν τοὺς καιροὺς τῶν πράξεων· Ῥωμαῖοι δ' ἐν ἑτοίμῳ
πᾶσαν ἔχοντες παρασκευὴν ἅμα τῷ πυθέσθαι τὰς ἀποκρίσεις τόν
τε πόλεμον ἐψηφίσαντο καὶ τοὺς ὑπάτους ἀπέστειλαν ἀμφοτέρους·
καὶ πρὶν αἰσθέσθαι τοὺς πολεμίους τὴν ἔξοδον, ἥ τε νεωστὶ κατα-
γραφεῖσα καὶ 〈ἡ〉 περὶ Οὐολούσκους χειμερίζουσα δύναμις, ἣν εἶχε
Κορνήλιος, ἐντὸς ἦν τῶν Σαυνιτικῶν ὅρων.
3. Ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοι-
αύτης αἰτίας ἀρξάμενος. μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς
τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ
Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμη-
θέντες ἔχθρας. κατ' ἀρχὰς μὲν οὖν ταῖς ἑαυτῶν δυνάμεσι πιστεύ-
οντες οἱ Λευκανοὶ τόν [τε] πόλεμον διέφερον· ἐν ἁπάσαις δὲ
μειονεκτοῦντες ταῖς μάχαις καὶ πολλὰ μὲν ἀπολωλεκότες ἤδη
χωρία, κινδυνεύοντες δὲ καὶ περὶ τῆς ἄλλης γῆς ἁπάσης, ἐπὶ
τὴν Ῥωμαίων βοήθειαν ἠναγκάσθησαν καταφυγεῖν, συνειδότες μὲν
ἑαυτοῖς ἐψευσμένοις ἃς πρότερον ἐποιήσαντο πρὸς αὐτοὺς ὁμο-
12
λογίας, ἐν αἷς φιλίαν συνέθεντο καὶ συμμαχίαν, οὐκ ἀπογνόντες
δὲ συμπείσειν αὐτούς, ἐὰν ἐξ ἁπάσης τῆς πόλεως τοὺς ἐπιφανε-
στάτους παῖδας ὁμήρους ἅμα τοῖς πρεσβευταῖς ἀποστείλωσιν. ὅπερ
καὶ συνέβη. ἀφικομένων γὰρ τῶν πρέσβεων καὶ πολλὰ δεομένων,
ἥ τε βουλὴ δέχεσθαι τὰ ὅμηρα ἔγνω καὶ τὴν φιλίαν πρὸς τοὺς
Λευκανοὺς συνάψαι, καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ ψηφισθέντα ὑπ' αὐ-
τῆς. γενομένων δὲ τῶν συνθηκῶν πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν
Λευκανῶν ἄνδρας, οἱ πρεσβύτατοι Ῥωμαίων καὶ τιμιώτατοι προ-
χειρισθέντες ὑπὸ τῆς βουλῆς πρέσβεις ἀπεστάλησαν ἐπὶ τὴν κοινὴν
τῶν Σαυνιτῶν σύνοδον δηλώσοντες αὐτοῖς, ὅτι φίλοι καὶ σύμμαχοι
Ῥωμαίων εἰσὶ Λευκανοί, καὶ τήν τε χώραν, ἣν ἔτυχον αὐτῶν ἀφῃ-
ρημένοι, παρακαλέσοντες ἀποδιδόναι καὶ μηδὲν ἔτι πράττειν ἔργον
πολεμίων, ὡς οὐ περιοψομένης τῆς Ῥωμαίων πόλεως τοὺς ἑαυτῆς
ἱκέτας ἐξελαυνομένους ἐκ τῆς σφετέρας.
Οἱ δὲ Σαυνῖται τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτουν τε καὶ
ἀπελογοῦντο, πρῶτον μὲν οὐκ ἐπὶ τούτῳ πεποιῆσθαι λέγοντες
τὰς περὶ τῆς εἰρήνης ὁμολογίας, ἐπὶ τῷ μηδένα μήτε φίλον ἴδιον
ἡγήσασθαι μήτε ἐχθρόν, ἐὰν μὴ Ῥωμαῖοι κελεύσωσιν· ἔπειθ' ὅτι
Λευκανοὺς οὐ πρότερον ἐποιήσαντο Ῥωμαῖοι φίλους, ἀλλ' ἔναγχος
πολεμίους ἤδη σφῶν ὄντας, πρόφασιν οὔτε δικαίαν οὔτε εὐσχή-
μονα κατασκευαζόμενοι τοῦ καταλῦσαι τὰς σπονδάς. ἀποκρινομέ-
νων δὲ τῶν Ῥωμαίων, ὅτι τοὺς ὑπηκόους ὁμολογήσαντας ἔσεσθαι
καὶ ἐπὶ τούτῳ τῷ δικαίῳ καταλυσαμένους τὸν πόλεμον ἅπαντα
πείσεσθαι δεῖ τοῖς παρειληφόσι τὴν ἀρχήν, καὶ εἰ μὴ ποιήσωσι
τὰ κελευόμενα ἑκόντες, πολεμήσειν αὐτοῖς ἀπειλούντων, ἀφόρητον
ἡγησάμενοι τὴν αὐθάδειαν τῆς πόλεως οἱ Σαυνῖται τοὺς μὲν πρέσ-
βεις ἐκέλευσαν ἀπαλλάττεσθαι παραχρῆμα, αὐτοὶ δὲ τὰ πρὸς τὸν
πόλεμον ἐψηφίσαντο κοινῇ τε καὶ κατὰ πόλεις εὐτρεπίζεσθαι.
Ἡ μὲν δὴ φανερὰ τοῦ Σαυνιτικοῦ πολέμου πρόφασις καὶ
πρὸς ἅπαντας εὐπρεπὴς λέγεσθαι ἡ Λευκανῶν ἐγένετο βοήθεια
τῶν καταφυγόντων ἐπ' αὐτούς, ὡς κοινὸν δή τι τοῦτο καὶ πάτριον
ἔθος τῇ Ῥωμαίων πόλει τοῖς ἀδικουμένοις καὶ καταφεύγουσιν ἐπ'
αὐτὴν βοηθεῖν· ἡ δ' ἀφανὴς καὶ μᾶλλον αὐτοὺς ἀναγκάζουσα
διαλύεσθαι 〈τὴν〉 φιλίαν ἡ τῶν Σαυνιτῶν ἰσχὺς πολλή τε ἤδη
13
γεγονυῖα καὶ ἐπὶ πλεῖον γενήσεσθαι νομιζομένη, 〈εἰ〉, Λευκανῶν
τε χειρωθέντων καὶ δι' αὐτοὺς τῶν προσοίκων, ἀκολουθήσειν
ἔμελλε τά [τε] βαρβαρικὰ ἔθνη τὰ προσεχῆ τούτοις. αἵ τε δὴ
σπονδαὶ μετὰ τὴν ἄφιξιν τῶν πρεσβευτῶν εὐθὺς ἐλέλυντο, καὶ
στρατιαὶ δύο κατεγράφοντο.
4. Ὅτι Ποστόμιος πρέσβις ἐστάλη πρὸς Ταραντίνους· καί
τινα αὐτοῦ διεξιόντος, οὐχ ὅπως προσεῖχον αὐτῷ τὴν διάνοιαν ἢ
λογισμοὺς ἐλάμβανον οἱ Ταραντῖνοι σωφρόνων ἀνθρώπων καὶ
περὶ πόλεως κινδυνευούσης βουλευομένων, ἀλλ' εἴ τι μὴ κατὰ τὸν
ἀκριβέστατον τῆς Ἑλληνικῆς διαλέκτου χαρακτῆρα ὑπ' αὐτοῦ λέγοι-
το παρατηροῦντες ἐγέλων, καὶ πρὸς τὰς ἀνατάσεις ἐτραχύνοντο, καὶ
βαρβάρους ἀπεκάλουν, καὶ τελευτῶντες ἐξέβαλλον ἐκ τοῦ θεάτρου.
ἀπιόντων δὲ αὐτῶν, εἷς τῶν ἐφεστηκότων ἐν τῇ παρόδῳ Ταραν-
τίνων, Φιλωνίδης ὄνομα, σπερμολόγος ἄνθρωπος, ὃς ἀπὸ τῆς οἰνο-
φλυγίας, ᾗ παρὰ πάντα τὸν βίον ἐκέχρητο, προσηγορεύετο Κοτύλη,
μεστὸς ὢν ἔτι τῆς χθιζῆς μέθης, ὡς ἐγγὺς ἦσαν οἱ πρέσβεις,
ἀνασυράμενος τὴν περιβολὴν καὶ σχηματίσας ἑαυτὸν ὡς αἴσχιστον
ὀφθῆναι, τὴν οὐ λέγεσθαι πρέπουσαν ἀκαθαρσίαν κατὰ τῆς ἱερᾶς
ἐσθῆτος τοῦ πρεσβευτοῦ κατεσκέδασεν. γέλωτος δὲ καταρραγέντος
ἐξ ὅλου τοῦ θεάτρου, καὶ συγκροτούντων τὰς χεῖρας τῶν ἀγερω-
χοτάτων, ἐμβλέψας εἰς τὸν Φιλωνίδην ὁ Ποστόμιος εἶπεν· δεξόμεθα
τὸν οἰωνόν, ὦ σπερμολόγε ἄνθρωπε, ὅτι καὶ τὰ μὴ αἰτούμενα δίδοτε
ἡμῖν. ἔπειτα εἰς τὸν ὄχλον ἐπιστραφεὶς καὶ τὴν ὑβρισμένην
ἐσθῆτα δεικνύς, ὡς ἔμαθεν ἔτι πλείονα γινόμενον ἐξ ἁπάντων
γέλωτα καὶ φωνὰς ἤκουσεν ἐνίων ἐπιχαιρόντων καὶ τὴν ὕβριν
ἐπαινούντων· γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι,
γελᾶτε· πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε. ἐκπικρανθέν-
των δέ τινων πρὸς τὴν ἀπειλήν· καὶ ἵνα γε μᾶλλον, ἔφησεν,
ἀγανακτήσητε, καὶ τοῦθ' ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν ἐσθῆτα
14
ταύτην αἵματι ἐκπλυνεῖτε. ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις
ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας
τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως.
Ἄρτι δὲ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειλη-
φότος, παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ πεμφθέντες εἰς τὸν Τά-
ραντα πρέσβεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις
ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες καὶ τὴν ἐσθῆτα τοῦ
Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι. ἀγανακτήσεως δὲ
μεγάλης ἐξ ἁπάντων γενομένης, συναγαγόντες τὴν βουλὴν οἱ περὶ
τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι
μέχρι δύσεως ἡλίου· καὶ τοῦτ' ἐποίησαν ἐφ' ἡμέρας συχνάς. ἦν
δὲ ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμο-
λογίας ὑπὸ τῶν Ταραντίνων, (τοῦτο γὰρ ἅπαντες ὡμολόγουν) ἀλλ'
ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπ' αὐτοὺς στρατιᾶς.
ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν
πόλεμον, ἕως Λευκανοί τε ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν
Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρ' αὐταῖς
οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλ' ὅταν ὑποχείρια γένηται
τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνα-
τολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα. τοῖς δὲ τἀναντία
τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν,
ἀλλ' ἐπιψηφίζειν τὸν πόλεμον ἤδη. καὶ ἐπεὶ τὰς γνώμας ἔδει
διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν
πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων· καὶ ὁ δῆμος ἐπεκύ-
ρωσε τὰ δόξαντα τῇ βουλῇ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΣΤΡΑΤΗ-
ΓΗΜΑΤΩΝ].
5. Ὅτι Πύρρου τοῦ Ἠπειρώτου βασιλέως ἐπὶ τὴν Ῥώμην
στρατιὰν ἐξαγαγόντος, ἐβουλεύσαντο πρεσβευτὰς ἀποστεῖλαι τοὺς
ἀξιώσοντας Πύρρον ἀπολυτρῶσαι σφίσι τοὺς αἰχμαλώτους εἴτε
ἀντιδιαλλαξάμενον ἑτέρων σωμάτων εἴτε ἀργύριον κατ' ἄνδρα ὁρί-
σαντα. καὶ ἀποδεικνύουσι πρέσβεις Γάιον Φαβρίκιον, ὃς ἐνιαυτῷ
τρίτῳ πρότερον ὑπατεύων Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους
ἐνίκησε μεγάλαις μάχαις καὶ τὴν Θουρίων πολιορκίαν ἔλυσεν, καὶ
Κόιντον Αἰμίλιον τὸν συνάρξαντα τῷ Φαβρικίῳ καὶ τὴν ἡγεμονίαν
τοῦ Τυρρηνικοῦ πολέμου σχόντα, καὶ Πόπλιον Κορνήλιον, ὃς ἐνι-
15
αυτῷ τετάρτῳ πρότερον ὑπατεύων Κελτῶν ἔθνος ὅλον τοὺς καλου-
μένους Σένωνας ἐχθίστους Ῥωμαίων ὄντας πολεμῶν ἅπαντας ἡβη-
δὸν κατέσφαξεν. οὗτοι πρὸς Πύρρον ἀφικόμενοι καὶ διαλεχθέντες
ὅσα τῇ τοιαύτῃ χρείᾳ πρόσφορα ἦν, ὡς ἀτέκμαρτον πρᾶγμα τύχη,
καὶ ταχεῖαι τῶν πολέμων αἱ τροπαί, καὶ τῶν συμβησομένων οὐδὲν
ἀνθρώποις προειδέναι ῥᾴδιον, ἐπ' ἐκείνῳ τὴν αἵρεσιν ἐποίουν,
εἴτε ἀργύριον ἀντὶ τῶν αἰχμαλώτων ἐβούλετο λαβεῖν εἴτε ἑτέρους
αἰχμαλώτους. Πύρρος δὲ μετὰ τῶν φίλων βουλευσάμενος ἀπο-
κρίνεται τάδε αὐτοῖς·
Σχέτλιόν τι πρᾶγμα ποιεῖτε, ὦ ἄνδρες Ῥωμαῖοι, φιλίαν μὲν
οὐ βουλόμενοι συνάψαι πρὸς ἐμέ, τοὺς δὲ ἁλόντας κατὰ πόλεμον
ἀξιοῦντες ἀπολαβεῖν, ἵνα τοῖς αὐτοῖς τούτοις σώμασιν εἰς τὸν κατ'
ἐμοῦ πόλεμον ἔχοιτε χρῆσθαι. ἀλλ' εἰ τὰ κράτιστα βουλεύεσθε
πράττειν καὶ τὸ κοινῇ συμφέρον ἀμφοτέροις ἡμῖν σκοπεῖτε, σπει-
σάμενοι τὸν πόλεμον τὸν πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς συμμάχους
ἀπολάβετε τοὺς ἰδίους προῖκα παρ' ἐμοῦ πολίτας τε καὶ συμμάχους
ἅπαντας· ἄλλως δ' οὐκ ἂν ὑπομείναιμι πολλοὺς καὶ ἀγαθοὺς ὑμῖν
προέσθαι.
Ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν· ἰδίᾳ δὲ
τὸν Φαβρίκιον ἀπολαβών· ἐγὼ σέ, φησίν, ὦ Φαβρίκιε, πυνθάνομαι
κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι καὶ τῷ βίῳ δίκαιον καὶ
σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων τε ἄπο-
ρον καὶ καθ' ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε
μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον
διατελεῖν. τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός
εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτη-
σάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥω-
μαίων εὐπορεῖν, καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς
ἀγαθοὺς ἄνδρας ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐ-
εργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτ' ἀνάθημα καὶ κατασκεύασμα
λαμπρότατον. μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν
ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρ' ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς
ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δί' οὐκ
ἐλάττω *** καὶ ξένων τοὺς τιμιωτάτους εἶναι νόμιζε. ἐμοὶ δὲ
16
ἀντὶ τούτων μήτε ἄδικον μήτε αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδε-
μίαν, ἀλλ' ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ ἑαυτοῦ
πατρίδι. καὶ πρῶτον μὲν ἐπὶ τὰς διαλλαγάς, ὅση δύναμις ἐν σοί,
παρόρμησον τὴν ἄχρι τοῦδε δύσεριν καὶ οὐδὲν τῶν μετρίων φρο-
νοῦσαν βουλήν, διδάσκων, ὡς ἐπὶ κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι
Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν,
οὓς οὔτε ὅσιον οὔτε εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως
καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν. καὶ πάνυ πολλὰ
καὶ ἀναγκαῖα πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν
ἰδίαν με ἀρχὴν μετακαλεῖ. πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι
βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων
πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς † εἶναι Ῥωμαῖοι ποι-
ήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς ἑαυτοῦ πολίτας λέγῃς, εἰ
δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν
ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν
ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις. γενομένης δὲ τῆς
εἰρήνης, ἴθι μετ' ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ
ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος. ἐμοί τε γὰρ
ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς
καὶ πραγμάτων βασιλικῶν· ἐὰν δὴ συνενέγκωμεν ταῦτ' εἰς τὸ κοινόν,
τὰ μέγιστα τῶν ἀγαθῶν παρ' ἀλλήλων ἀποισόμεθα.
Παυσαμένου δὲ αὐτοῦ, μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπεν·
περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς, ἢ κατὰ τὰς κοινὰς
πράξεις, ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπ' ἐμαυτοῦ λέγειν,
ἐπειδὴ πέπυσαι παρ' ἑτέρων· οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι
γήδιον μικρόν ἐστι κομιδῇ καὶ φαῦλον οἰκίδιον καὶ οὔτε ἀπὸ δανει-
σμάτων οὔτε ἀπ' ἀνδραπόδων ὁ βίος· φαίνῃ γὰρ καὶ τούτων ἀκρι-
βῶς ἀκηκοέναι παρ' ἑτέρων. περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς
πράττειν δι' ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλο-
καγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτε ἀκού-
σας τινὸς εἴτε αὐτὸς εἰκάζων. ἐμοὶ γὰρ οὐδεμία πώποτε κακο-
δαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδ'
ἔστιν, οὐδὲ ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτ' ἐν τοῖς κοινοῖς
17
πράγμασιν οὔτ' ἐν τοῖς ἰδίοις. τί γὰρ καὶ παθὼν ἐγκαλοίην ἂν
αὐτῇ; πότερον, ὅτι μοι τῶν καλῶν καὶ περιμαχήτων, ἐφ' οἷς ἅπασα
φύσις ἐσπούδακεν εὐγενής, οὐδενὸς ἐξεγένετο παρὰ τῆς πατρίδος
μεταλαβεῖν διὰ πενίαν; ὃς ἄρχω τε τὰς μεγίστας ἀρχὰς καὶ πρεσ-
βεύω τὰς ἐπιφανεστάτας πρεσβείας καὶ σεβασμοὺς ἱερῶν πιστεύ-
ομαι τοὺς ἁγιωτάτους καὶ γνώμην ἀγορεύειν ἀξιούμενος περὶ τῶν
ἀναγκαιοτάτων καλοῦμαι ἐν ᾧ προσήκει με τόπῳ, ἐπαινοῦμαί τε
καὶ ζηλοῦμαι καὶ οὐδενὸς δεύτερος εἰμὶ τῶν μέγιστα δυναμένων,
καὶ παράδειγμα τοῖς ἄλλοις εἶναι δοκῶ καλοκαγαθίας, οὐδὲν ἐκ
τῆς ἐμῆς οὐσίας εἰς ταῦτα δαπανῶν, ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς.
οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων, ὥσπερ
τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστιν, ὁ δὲ τῶν
ἰδιωτῶν πολύς· ἀλλ' αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν
ἅπαντα ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα
χορηγίας· ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλου-
σιωτάτου κατὰ τὴν ἀπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι
Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι τῶν τιμῶν,
ἀλλήλοις ἴσους. ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτ' ἔλαττον
ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρηκα τῆς τύχης,
ὅτι οὐχ ὑμῖν † ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται
χρυσός; ἀλλὰ μὴν ἔν γε τοῖς ἰδίοις τοσοῦτον ἀπέχω κακοδαιμονίας,
ὥστε ἐν ὀλίγοις πάνυ τῶν μακαρίων ἐμαυτὸν εἶναι δοκῶ παρὰ
τοὺς πλουσίους ἐξετάζων, καὶ ἐπὶ τούτῳ μέγιστον φρονῶ, ἐπειδὴ
τὰ μὲν ἀναγκαῖα τὸ λυπρὸν ἀπόχρη μοι γήδιον φιλεργοῦντι καὶ
ταμιευομένῳ παρέχειν, τὰ δ' ἔξω τῶν ἀναγκαίων οὐ βιάζεται
ζητεῖν ἡ φύσις, ἀλλὰ καὶ τροφὴ πᾶσα ἡδεῖά μοι, ἣν ἂν ὁ λιμὸς
σκευάσῃ, καὶ ποτὸν ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος
μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν
αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων
τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον. ὥστε οὐδὲ κατὰ τοῦτο
δίκαιος εἴην τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν
18
οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν, τῶν δ' ὑπερβαλλόντων οὔτε
πόθον ἐνέφυσεν οὔτε εὐπορίαν ἔδωκεν.
Νὴ Δί', ἀλλ' οὐ περίεστί μοι τοῖς πλησίον ἐπαρκεῖν, οὐδ'
ἐκ περιουσίας ἐπιστήμην ἔδωκέ μοι θεὸς ἔχειν οὐδὲ μαντικήν, αἷς
ὠφέλουν ἂν τοὺς δεομένους, οὐδὲ ἄλλα πολλά· ἃ 〈δ'〉 ἐστὶν ἐν
ἐμοί, τούτων μεταδιδοὺς καὶ πόλει καὶ φίλοις, καὶ ἀφ' ὧν δύνα-
μαι ποιεῖν εὖ τινας, ταῦτα κοινὰ τοῖς δεομένοις παρέχων, οὐκ ἂν
ἡγησαίμην αἴτιον ἐμαυτόν. ταῦτα δ' ἐστίν, ἃ σὺ κράτιστα νομίζεις
εἶναι καὶ πολλῶν χρημάτων αἴτιος εἶ πρίασθαι. εἰ δὲ δὴ καὶ τὰ
μάλιστα διὰ τὰς εὐεργεσίας τῶν δεομένων τὸ πολλὰ κεκτῆσθαι
χρήματα μεγάλης ἦν σπουδῆς καὶ φιλοτιμίας ἄξιον, καὶ μακα-
ριωτάτους ὑπῆρχεν εἶναι τοὺς πλουσιωτάτους, ὡς τοῖς βασιλεῦσιν
ὑμῖν δοκεῖ, πότερος ἦν μοι τρόπος εὐπορίας κρείττων; ἀφ' ὧν
σύ μοι νῦν μεταδίδως αἰσχρῶς, ἢ ἀφ' ὧν αὐτὸς ἐκτησάμην
καλῶς πρότερον; παρέσχε γάρ μοι τὰ πολιτικὰ πράγματα χρημα-
τισμῶν ἀφορμὰς δικαίας, πολλάκις μὲν καὶ πρότερον, μάλιστα
δ', 〈ἐπεὶ〉 ἐπὶ Σαυνίτας καὶ Λευκανοὺς 〈καὶ〉 Βρεττίους στρατιὰν
ἄγων ἐστάλην τετάρτῳ πρότερον ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν ἔχων,
καὶ πολλὴν μὲν χώραν ἐλεηλάτησα, πολλαῖς δὲ μάχαις τοὺς
ἀντιταξαμένους ἐνίκησα, πολλὰς δὲ καὶ εὐδαίμονας πόλεις κατὰ
κράτος ἑλὼν ἐξεπόρθησα, ἐξ ὧν τὴν στρατιὰν ἅπασαν ἐπλούτισα,
καὶ τὰς εἰσφορὰς τοῖς ἰδιώταις, ἃς εἰς τὸν πόλεμον προεισήνεγκαν,
ἀπέδωκα, καὶ υʹ τάλαντα μετὰ τὸν θρίαμβον εἰς τὸ ταμιεῖον
εἰσήνεγκα. ἔπειτ', ἐκείνων τῶν δορυκτήτων ἐξόν μοι λαβεῖν ὁπόσα
βουλοίμην, οὐ λαβών, ἀλλὰ καὶ τὸν ἐκ τοῦ δικαίου πλοῦτον
ὑπεριδὼν ἕνεκα δόξης, ὡς Οὐαλέριος Ποπλικόλας ἐποίησε καὶ
ἄλλοι πλεῖστοι πρὸς τούτοις συχνοί, δι' οὓς ἡ πόλις ἡμῶν τηλι-
καύτη γέγονε, τὰς παρὰ σοῦ δέξομαι δωρεάς, καὶ ἀντὶ τῆς κρείτ-
τονος εὐπορίας ἀλλάξομαι τὴν χείρονα; ἐκείνῃ μέν γε τῇ κτήσει
καὶ τὸ μεθ' ἡδονῆς ποιεῖσθαι τὰς ἀπολαύσεις πρὸς τῷ καλῶς
καὶ δικαίως προσῆν· ταύτης δὲ καὶ τοῦτ' ἄπεστι. δανείσματα
19
γάρ ἐστιν, ὅσα προσλαμβάνουσιν ἄνθρωποι παρ' ἑτέρων, βαρύ-
νοντα τὴν ψυχὴν ἕως ἂν ἀποδοθῇ, κἂν ὀνόμασι καλοῖς αὐτὰ
κοσμήσῃ τις φιλανθρωπίας καλῶν καὶ δωρεὰς ἢ χάριτας. φέρε,
ἐὰν δὲ μανεὶς δέξωμαι χρυσόν, ὃν δίδως μοι, καὶ τοῦθ' ἅπασι
Ῥωμαίοις γένηται φανερόν, ἔπειθ' οἱ τὴν ἀνυπεύθυνον ἔχοντες
ἀρχήν, οὓς ἡμεῖς τιμητὰς καλοῦμεν, οἷς ἀποδέδοται τοὺς ἁπάντων
Ῥωμαίων ἐξετάζειν βίους καὶ τοὺς ἐκβαίνοντας ἐκ τῶν πατρίων
ἐθῶν ζημιοῦν, καλέσαντές με λόγον ἀποδοῦναι κελεύσωσι τῆς
δωροδοκίας ἁπάντων παρόντων.
{Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς.
Ἐκ τῆς ἱστορίας Πολυβίου.
Λόγος αʹ.}
1. Ὅτι ὁ Μάρκος ὁ στρατηγὸς Ῥωμαίων ὁρῶν τοὺς Καρχη-
δονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐσφαλμένους καὶ νομίζων
ὅσον οὔπω κρατήσειν τῆς πόλεως, ἀγωνιῶν δὲ μὴ συμβῇ τὸν ἐπι-
παραγινόμενον στρατηγὸν ἐκ τῆς Ῥώμης φθάσαντα τὴν ἐπιγραφὴν
τῶν πραγμάτων λαβεῖν, προυκαλεῖτο τοὺς Καρχηδονίους εἰς δια-
λύσεις. οἱ δ' ἀσμένως ἀκούσαντες ἐξέπεμψαν αὑτῶν τοὺς πρώτους
ἄνδρας, οἳ καὶ συμμίξαντες αὐτῷ τοσοῦτον ἀπέσχον τοῦ ῥέπειν
ταῖς γνώμαις ἐπὶ τὸ ποιεῖν τι τῶν λεγομένων, ὥστ' οὐδ' ἀκούοντες
ὑπομένειν ἐδύναντο τὸ βάρος τῶν ἐπιταγμάτων. ὁ μὲν γὰρ Μάρκος
ὡς ἤδη κεκρατηκὼς τῶν ὅλων, ὅ τι ποτὲ συνεχώρει, πᾶν ᾤετο δεῖν
αὐτοὺς ἐν χάριτι καὶ δωρεᾷ λαμβάνειν· οἱ δὲ Καρχηδόνιοι θεω-
ροῦντες ὅτι καὶ γενομένοις ὑποχειρίοις οὐδὲν ἂν ξυνακολουθῆσαι
βαρύτερον τῶν τότε προσταγμάτων, οὐ μόνον δυσαρεστήσαντες τοῖς
προτεινομένοις ἐπανῆλθον, ἀλλὰ καὶ προσκόψαντες τῇ βαρύτητι
τοῦ…
πρ…
The complete text is available when the reading interface loads.