The Greek Library Catalogue

Anonymous

De virtutibus et vitiis

Edition reference
De virtutibus et vitiis, ed. T. BüttnerWobst and A. G. Roos, Excerpta historica iussu imp. Constantini Porphyrogeniti confecta, vol. 2: excerpta de virtutibus et vitiis, pts. 1 & 2, Berlin: Weidmann, 2.1:1906; 2.2:1910: 2.1:1–361; 2.2:1–407.
CTS identifier
urn:cts:greekLit:tlg3023.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

1

τεῦθεν ἀδηλίᾳ σκιάζεσθαι τὴν τῆς ἱστορίας ἐφεύρεσιν, πῆ μὲν

σπάνει βίβλων ἐπωφελῶν, πῆ δὲ πρὸς τὴν ἐκτάδην πολυλογίαν

δειμαινόντων καὶ κατορρωδούντων, ὁ τῆς πορφύρας ἀπόγονος

Κωνσταντῖνος, ὁ ὀρθοδοξότατος καὶ χριστιανικώτατος τῶν πώποτε

βεβασιλευκότων, ὀξυωπέστερον πρὸς τὴν τῶν καλῶν κατανόησιν

2

διακείμενος καὶ δραστήριον ἐσχηκὼς νοῦν ἔκρινε βέλτιστον εἶναι

καὶ κοινωφελὲς τῷ τε βίῳ ὀνησιφόρον, πρότερον μὲν ζητητικῇ

διεγέρσει βίβλους ἄλλοθεν ἄλλας ἐξ ἁπάσης ἑκασταχοῦ οἰκουμένης

συλλέξασθαι παντοδαπῆς καὶ πολυειδοῦς ἐπιστήμης ἐγκύμονας,

ἔπειτα τὸ τῆς πλατυεπείας μέγεθος καὶ ἀκοὰς ἀποκναῖον ἄλλως

τε καὶ ὀχληρὸν καὶ φορτικὸν φαινόμενον τοῖς πολλοῖς δεῖν ᾠήθη

καταμερίσαι τοῦτο εἰς λεπτομέρειαν ἀνεπιφθόνως τε προθεῖναι

πᾶσι κοινῇ τὴν ἐκ τούτων ἀναφυομένην ὠφέλειαν, ὡς ἐκ μὲν τῆς

ἐκλογῆς προσεκτικωτέρως καὶ ἐνδελεχέστερον κατεντυγχάνειν τοὺς

τροφίμους τῶν λόγων καὶ μονιμώτερον ἐντυποῦσθαι τούτοις τὴν

τῶν λόγων εὐφράδειαν, μεγαλοφυῶς τε καὶ εὐεπηβόλως πρὸς ἐπὶ

τούτοις καταμερίσαι εἰς ὑποθέσεις διαφόρους, τρεῖς ἐπὶ τοῖς πεντή-

κοντα τὸν ἀριθμὸν οὔσας, ἐν αἷς καὶ ὑφ' αἷς ἅπασα ἱστορικὴ μεγα-

λουργία συγκλείεται. κοὐκ ἔστιν οὐδὲν τῶν συγκειμένων, ὃ δια-

φεύξεται τὴν τοιαύτην τῶν ὑποθέσεων ἀπαρίθμησιν, οὐδὲν τὸ

παράπαν ἀφαιρουμένης τῆς τοῦ λόγου ἀκολουθίας τῇ διαιρέσει

τῶν ἐννοιῶν, ἀλλὰ σύσσωμον σωζούσης καὶ ἑκάστῃ ὑποθέσει προσ-

αρμοζομένης τηλικαύτης οὐ συνόψεως, ἀληθέστερον δ' εἰπεῖν,

οἰκειώσεως. ὧν κεφαλαιωδῶν ὑποθέσεων ἡ προκειμένη αὕτη καὶ

ἐπιγραφομένη <περὶ ἀρετῆς καὶ κακίας> πεντηκοστὴ οὖσα τυγ-

χάνει, τῆς πρώτης τὸ ἐπώνυμον λαχούσης <περὶ βασιλέων ἀνα-

γορεύσεως.>

Ἐμφαίνει δὲ τουτὶ τὸ προοίμιον, τίνας οἱ λόγοι πατέρας κέ-

κτηνται καὶ ὅθεν ἀποκυΐσκονται, ὡς ἂν μὴ ὦσιν αἱ κεφαλαιώδεις

ὑποθέσεις ἀκατονόμαστοι καὶ μὴ γνήσιοι, ἀλλὰ νόθοι τε καὶ ψευ-

δώνυμοι. εἰσὶ δ' ἐκ τῶν ὑποτεταγμένων χρονικῶν·

αʹ Ἰωσήπου ἀρχαιολογίας.

βʹ Γεωργίου μοναχοῦ.

γʹ Ἰωάννου τοῦ ἐπίκλην Μαλέλα χρονικῆς.

δʹ Ἰωάννου Ἀντιοχέως χρονικῆς ἱστορίας.

εʹ Διοδώρου Σικελιώτου καθολικῆς ἱστορίας.

Ϛʹ Νικολάου Δαμασκηνοῦ καθολικῆς ἱστορίας.

3

ζʹ Ἡροδότου Ἀλικαρνησέως.

ηʹ Θουκυδίδου.

θʹ Ξενοφῶντος Κύρου παιδείας καὶ ἀναβάσεως Κύρου τοῦ

Παρυσάτιδος.

ιʹ Ἀρριανοῦ Ἀλεξ.......

ιαʹ Διονυσίου Ἀλικαρνησσέως Ῥωμαϊκῆς ἱστορίας.

ιβʹ Πολυβίου τοῦ Μεγαλοπολίτου Ῥωμαϊκῆς ἱστορίας.

ιγʹ Ἀππιανοῦ Ῥωμαϊκῆς τῆς ἐπίκλην βασιλικῆς.

ιδʹ Δίωνος Κοκκιανοῦ Ῥωμαϊκῆς ἱστορίας. καὶ οἱ ἐφεξῆς ἐν

τῷ δευτέρῳ τεύχει ἐπιγράψονται.

{ΙΑΜΒΟΙ ΣΗΜΑΙΝΟΝΤΕΣ

τὴν βασιλικὴν ἀγωγήν.}

Αἰὼν ὁ μακρὸς ὥσπερ ἄνθη τοὺς λόγους

Ἁπανταχοῦ γῆς ἔσχεν ἐσκεδασμένους,

Ἀνθοῦντας, οὐ πέμποντας εὔπνοον χάριν.

Τὰ νῦν δὲ τούτοις εὐστεφὴς Κωνσταντῖνος

Δρέψας, ἀγείρας ἐμμελεῖ μουσουργίᾳ

Προύθηκε πᾶσιν θελκτικὴν εὐοσμίαν,

Ὅσοις λόγου μέτεστιν, εὐώδεις λόγους.

Ὃν τοῖς λόγοις στέφωμεν ὡς λόγων φίλον.

Ἀσυγκρίτως γὰρ ἐν μέδουσιν ἐκπρέπει,

Λάμπων, προφαίνων χρηστότητα τοῦ κράτους

Γίγας φεραυγὴς ὥσπερ ἡλίου φάος

Ἐχθροῖς ἅπασιν, εὐνόοις θ' ὑπηκόοις.

Οὐκοῦν βοάτω πρὸς θεὸν πᾶς τις μέροψ·

‘Τιθωνὸν αὐτὸν δεῖξον ἄλλον ἐν χρόνοις,

Ὡς ἂν τὰ λῷστα τῷ βίῳ συνεισφέροι.’

4

{Ἐκ τῆς ἀρχαιολογίας Ἰωσήπου.

περὶ ἀρετῆς καὶ κακίας.}

1. Ὅτι Ἀδάμῳ καὶ Εὔᾳ γίνονται παῖδες ἄρσενες βʹ καὶ θυ-

γατέρες. οἱ μὲν οὖν ἀδελφοὶ διαφόροις ἔχαιρον ἐπιτηδεύμασιν·

Ἄβελος μὲν γὰρ ὁ νεώτατος δικαιοσύνης ἐπεμελεῖτο καὶ πᾶσι τοῖς

ὑπ' αὐτοῦ πραττομένοις παρεῖναι τὸν θεὸν νομίζων ἀρετῆς προ-

ενόει, π?ο?ι?μ?ε?ν?ι?κὸς δ' ἦν ὁ βίος αὐτῷ· Κάϊς δὲ τά τε ἄλλα πονη-

ρότατος ἦν καὶ πρὸς τὸ κερδαίνειν μόνον ἀποβλέπων γῆν τε ἀροῦν

ἐπενόησε πρῶτος καὶ κτείνει τὸν ἀδελφὸν ἐξ αἰτίας τοιαύτης·

θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς, ὁ μὲν Κάϊς τοὺς ἀπὸ τῆς γεωργίας

καὶ τῶν φυτῶν καρποὺς ἐπήνεγκεν, Ἄβελος δὲ γάλα καὶ τ?ὰ? π?ρ?ω?-

τ?ό?τ?ο?κ?α? τῶν βοσκημάτων. ὁ δὲ θεὸς ταύτῃ μᾶλλον ἥδεται τῇ θυ-

σίᾳ, τοῖς αὐτομάτοις καὶ κατὰ φύσιν γεγονόσι τ?ι?μ?ώ?μ?ε?ν?ο?ς?, ἀ?λ?λ?'

οὐχὶ τοῖς κ?α?τ?' ἐ?π?ί?ν?ο?ι?α?ν? ἀνθρώπου πλεονέκτου καὶ βίᾳ πεφυκόσιν.

ἔνθεν ὁ Κάϊς π?α?ρ?οξυνθεὶς ἐπὶ τ?ῷ? π?ρ?ο?τ?ε?τ?ι?μ?ῆ?σ?θ?α?ι? τὸν Ἄβελον

ὑπὸ τοῦ θεοῦ κτείνει τὸν ἀδελφὸν καὶ τὸν νεκρὸν αὐτοῦ ποιήσας

ἀφανῆ λήσειν ὑπέλαβεν. ὁ δὲ θεὸς συν?ε?ὶ?ς? τὸ ἔργον ἧκε πρὸς τὸν

Κάϊν, περὶ τοῦ ἀδελφοῦ πυνθανόμενος, ποῖ ποτε εἴη· πολλῶν γὰρ

α?ὐ?τ?ὸ?ν? ο?ὐ?κ? ἰδ?ε?ῖ?ν? ἡμερῶν, τὸν ἄλλον χρόνον ἅπαντα μετ' αὐτοῦ βλέ-

π?ω?ν? α?ὐ?τ?ὸ?ν? ἀναστρεφόμενον. ὁ? δ?ὲ? Κάϊς ἀπορούμενος καὶ οὐκ ἔχων,

ὅ? τ?ι? λέγοι πρὸς τὸν θεόν, ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ

πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, π?α?ρ?ο?ξ?υνθεὶς δὲ τοῦ θεοῦ

λιπαρῶς ἐγκειμένου καὶ π?ο?λ?υ?π?ρ?α?γ?μ?ο?ν?ο?ῦ?ν?τ?ο?ς?, ο?ὐ?κ? ε?ἶ?ν?α?ι? παιδαγωγὸς

οὐδὲ φύλαξ αὐτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πραττομένων ἔλεγεν. ὁ δὲ

θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κ?ά?ϊ?ν? φονέα τἀδελφοῦ γενόμενον·

καὶ “θ?α?υ?μάζω” φησὶν ὁ θεός “εἰ περὶ ἀ?ν?δ?ρὸς ἀγνοεῖς εἰπεῖν τί

γέγονεν, ὃν αὐτὸς ἀπολώλεκας.” τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμω-

ρίας αὐτὸν ἀφίει, θυσίαν τε ἐπιτελέσαντα καὶ δι' αὐτῆς ἱκετεύ-

σαντα μὴ λαβεῖν ὀργὴν ἐπ' αὐτῷ χαλεπωτέραν, ἐπάρατον δ' αὐ-

τὸν ἐτίθει καὶ τοὺς ἐκγόνους αὐτοῦ τιμωρήσασθαι κατὰ τὴν ἑβδό-

5

μην ἠπείλησε γενεάν, καὶ τῆς ἐκείνης αὐτὸν ἐκβάλλει σὺν τῇ γυ-

ναικί. τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦ-

τον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν

ἀπὸ τοιαύτης αἰτίας, ἀλλ' ἕνεκα τοῦ μηδὲν ἐκ θηρίων αὐτῷ γενή-

σεσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών,

ᾧ γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι.

Οὐκ ἐπὶ νουθεσίᾳ δὲ τὴν κόλασιν ἔλαβεν ἀλλ' ἐπ' αὐξήσει

τῆς κακίας, ἡδονὴν μὲν πᾶσαν ἐκπορίζων αὑτοῦ τῷ σώματι, κἂν

μεθ' ὕβρεως τῶν συνόντων δέοι ταύτην 〈ἔχειν〉· αὔξων δὲ τὸν οἶ-

κον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονήν τε καὶ

ληστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς πονη-

ρῶν ὑπῆρχεν ἐπιτηδευμάτων. καὶ τὴν ἀπραγμοσύνην, ᾗ συνέζων

πρότερον ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο,

ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ τὸ μεγα-

λόψυχον εἰς πανουργίαν περιαγαγών. ὅρους τε γῆς προσέθετο καὶ

πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσ?ε?, κ?α?ὶ? εἰς ταὐτὸ συνελθεῖν

τοὺς οἰκείους καταναγκάσας.

2. Ὅτι πατὴρ θυγατρὸς γενόμενος Λάμεχος Νααμᾶς ὄνομα,

ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα

τῆς Κάϊος ἀδελφοκτονίας, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε

φανερόν. ἔτι δὲ ζῶντος Ἀδάμου καὶ Κάϊος τοὺς ἐκγόνους πονηρο-

τάτους συνέβη γενέσθαι, κατὰ διαδοχὴν καὶ μίμησιν ἄλλον 〈ἄλλου〉

χείρονα τελευτῶντα, πρός τε πολέμους εἶχον ἀκρατῶς καὶ πρὸς

ληστείαν ὡρμήκεσαν. ὅλως δ' εἴ τις ὀκνηρὸς ἦν πρὸς τὸ φονεύειν,

ἀλλ' οὖν ἀπονοίᾳ ἦν θρασύς, ὑβρίζων καὶ πλεονεκτῶν.

Ἄδαμος δέ, ὁ πρῶτος ἐκ γῆς γενόμενος, Ἀβέλου μὲν ἐσφαγ-

μένου, Κάϊος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας

ἐφρόντιζε. καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως. γίνονται μὲν

οὖν παῖδες αὐτῷ ἄλλοι τε πλείους καὶ Σῆθος· ἀλλὰ περὶ μὲν

τῶν ἄλλων μακρὸν ἂν εἴη λέγειν, πειράσομαι δὲ μόνα τὰ τῶν ἀπὸ

Σήθου διελθεῖν. τραφεὶς γὰρ οὗτος καὶ παρελθὼν εἰς ἡλικίαν

ἤδη τὰ καλὰ κρίνειν δυναμένην ἀρετὴν ἐπετήδευσε καὶ γενόμενος

αὐτὸς ἄριστος μιμητὰς τῶν αὐτῶν τοὺς ἀπογόνους ἀπέλειπεν.

οὗτοι πάντες ἀγαθοὶ φύντες τὴν αὐτὴν γῆν ἀστασίαστοι κατῴκη-

6

σαν εὐδαιμονήσαντες, μηδενὸς αὐτοῖς ἄχρι καὶ τελευτῆς δυσκόλου

προσπεσόντος, σοφίαν τε τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων

διακόσμησιν ἐπενόησαν. ὑπὲρ δὲ τοῦ μὴ διαφυγεῖν τοὺς ἀνθρώ-

πους τὰ εὑρημένα μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρῆναι, προ-

ειρηκότος ἀφανισμὸν Ἀδάμου τῶν ὅλων ἔσεσθαι, τὸν μὲν κατ'

ἰσχὺν πυρὸς τὸν ἕτερον δὲ κατὰ βίαν καὶ πληθὺν ὕδατος, στήλας

βʹ ποιησάμενοι τὴν μὲν ἐκ πλίνθου τὴν δὲ ἑτέραν ἐκ λίθου, ἀμ-

φοτέραις ἐνέγραψαν τὰ εὑρημένα, ἵνα καὶ τῆς πλίνθου ἀφανισθεί-

σης ὑπὸ τῆς ἐπομβρίας, ἡ λιθίνη μείνασα παράσχῃ μαθεῖν τοῖς

ἀνθρώποις τὰ γεγραμμένα, δηλοῦσα καὶ πλινθίνην ὑπ' αὐτῶν ἀνα-

τεθῆναι. μένει δ' ἄχρι καὶ δεῦρο κατὰ γῆν τὴν Σιριάδα.

Καὶ οὗτοι μὲν ζʹ γενεὰς διέμειναν θεὸν ἡγούμενοι δεσπότην

εἶναι τῶν ὅλων καὶ πάντα πρὸς ἀρετὴν βλέποντες. εἶτα προϊόν-

τος χρόνου μεταβάλλονται πρὸς τὸ χεῖρον ἐκ τῶν πατρίων ἐθισ-

μῶν, μήτε τὰς νενομισμένας τιμὰς τῷ θεῷ παρέχοντες μήτε τοῦ

πρὸς ἀνθρώπους δικαίου ποιούμενοι λόγον, ἀλλ' ἣν πρότερον

εἶχον τῆς ἀρετῆς ζήλωσιν, διπλασίονα τῆς κακίας τότ' ἐπιδεικνύ-

μενοι δι' ὧν ἔπραττον· ἔνθεν ἑαυτοῖς τὸν θεὸν ἐξεπολέμωσαν.

πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συνιόντες ὑβριστὰς ἐγέννησαν

παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει

πεποίθησιν· ὅμοια τοῖς ὑπὸ γιγάντων τετολμῆσθαι λεγομένοις ὑφ'

Ἑλλήνων καὶ οὗτοι δρᾶσαι παραδέδονται. Νῶχος δὲ τοῖς πρατ-

τομένοις ὑπ' αὐτῶν δυσχεραίνων καὶ τοῖς βουλεύμασιν ἀηδῶς ἔχων

ἔπειθεν ἐπὶ τὸ κρεῖττον αὐτοὺς τὴν διάνοιαν καὶ τὰς πράξεις

μεταφέρειν. ὁρῶν δ' οὐκ ἐνδιδόντας ἀλλ' ἰσχυρῶς ὑπὸ τῆς ἡδονῆς

τῆς τῶν κακῶν κεκρατημένους, δείσας μὴ καὶ φονεύσωσιν αὐτόν, μετὰ

γυναικῶν καὶ τέκνων καὶ τῶν τούτοις συνοικουσῶν ἐξεχώρησε τῆς γῆς.

Ὁ δὲ θεὸς τοῦτον μὲν τῆς δικαιοσύνης ἠγάπησε, κατεδίκαζε

δ' οὐκ ἐκείνων μόνον τῆς κακίας, ἀλλὰ καὶ πᾶν ὅσον ἦν ἀνθρώ-

πινον τότε δόξαν αὐτῷ διαφθεῖραι καὶ ποιῆσαι γένος ἕτερον πονη-

ρίας καθαρόν, ἐπιτεμόμενος αὐτῶν τὸν βίον καὶ ποιήσας ἐτῶν οὐχ

ὅσα πρότερον ἔζων ἀλλ' ἑκατὸν κʹ εἰς θάλασσαν τὴν ἤπειρον

μετέβαλεν.

3. Ὅτι Ἅβραμος Λῶτον, τὸν Ἀράνου τοῦ ἀδελφοῦ υἱόν, τῆς

7

δὲ γυναικὸς αὐτοῦ Σάρρας ἀδελφόν, εἰσεποιήσατο, γνησίου παιδὸς

ἀπορῶν· καὶ καταλείπει τὴν Χαλδαίαν οʹ καὶ εʹ γεγονὼς ἔτη, τοῦ

θεοῦ κελεύσαντος εἰς τὴν Χαναν?α?ί?α?ν? μ?ετελθεῖν, ἐν ᾗ καὶ κατῴ-

κησε καὶ τοῖς ἀπογόνοις κατέλειπε, δεινὸς ὢν συνεῖναί τε περὶ

πάντων καὶ πιθανὸς τοῖς ἀκροωμένοις, περί τε ὧν εἰκάσειεν οὐ

διαμαρτών. διὰ τοῦτο καὶ φρονεῖν ἐπ' ἀρετῇ μεῖζον τῶν ἄλλων

ἠργμένος καὶ τὴν περὶ τοῦ θεοῦ δόξαν, ἣν ἅπασι συνέβαινεν εἶναι,

καὶ † νικῆσαι καὶ μεταβαλεῖν ἔγνω. πρῶτος οὖν τολμᾷ θεὸν ἀπο-

φήνασθαι δημιουργὸν τῶν ὅλων ἕνα· τῶν δὲ λοιπῶν εἰ καί τι

πρὸς εὐδαιμονίαν συντελεῖ, κατὰ προσταγὴν τὴν τούτου π?α?ρέχειν

ἕκαστον, καὶ οὐ κατ' οἰκείαν ἰσχύν. εἴκαζε δὲ ταῦτα τοῖς τῆς γῆς

καὶ θαλάττης παθήμασι τοῖς τε περὶ τὸν ἥλιον καὶ τὴν σελήνην

καὶ πᾶσι τοῖς κατ' οὐρανὸν συμβαίνουσι. δυνάμεως γὰρ αὐτοῖς

παρούσης καὶ προνοῆσαι τῆς καθ' αὑτοὺς εὐταξίας· ταύτης δ'

ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδ' ὅσα πρὸς τὸ χρησιμώτερον

ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κε-

λεύοντος ἰσχὺν ὑπουργεῖν, ᾧ καλῶς ἔχει μόνως* τὴν τιμὴν καὶ τὴν

εὐχαριστίαν ἀπονέμειν. δι' ἅπερ Χαλδαίων τε καὶ τῶν ἄλλων

Μεσοποταμιτῶν στασιασάντων πρὸς αὐτόν, μετοικεῖν δοκιμάσας

κατὰ βούλησιν καὶ βοήθειαν τοῦ θεοῦ τὴν Χαναναίαν ἔσχε γῆν.

ἱδρυθείς τε αὐτόθι βωμὸν ᾠκοδόμησε καὶ θυσίαν ἐτέλεσε τῷ θεῷ.

Βηρωσσὸς δὲ λέγει περὶ αὐτοῦ οὕτως· “μετὰ δὲ τὸν κατα-

κλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις ἀνὴρ ἦν δίκαιος καὶ τὰ

οὐράνια ἔμπειρος.” Ἑκαταῖος δὲ βιβλίον περὶ αὐτοῦ συγγραψά-

μενος κατέλειπεν. Νικόλαος δὲ ὁ Δαμασκηνὸς εἰς τὴν δʹ τῶν ἱστο-

ριῶν· “Ἀβράμης ἐβασίλευσε Δαμασκοῦ, ἔπηλυς σὺν στρατῷ ἀφιγ-

μένος ἐκ τῆς γῆς ὑπὲρ Βαβυλῶνος Χαλδαίων λεγομένης. μετ' οὐ

πολὺν δὲ χρόνον μεταναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ

σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην, νῦν δὲ Ἰου-

δαίαν, μετῴκησε, καὶ οἱ ἀπ' ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν

ἑτέροις εἴπαμεν. τοῦ δὲ Ἀβράμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ

τὸ ὄνομα δοξάζεται, καὶ κώμη ἀπ' αὐτοῦ δείκνυται Ἀβράμου οἴκη-

σις λεγομένη.”

Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Χαναναίαν καταλαβόντος, Ἄβρα-

8

μος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος διαίρειν πρὸς αὐτοὺς ἦν

πρόθυμος, τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερῶν*

ἀκροατὴς ἐσόμενος ὧν λέγοιέν τε περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν

εὑρεθεῖσι κατακολουθήσειν, ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλ-

τιον, αὐτὸς ἄμεινον φρονῶν. ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ

φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων καταφερές, μὴ

διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς ὁ βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην

ἐπενόησε τοιαύτην· ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην

τοῦτο ὑποκρίνασθαι (συμφέρειν γὰρ αὐτοῖς) ἐδίδαξεν. ὡς δ' ἧκον

εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἀβράμῳ καθὼς ἐπενόησεν. τό τε

γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτῷ· διὸ καὶ Φαραώθης ὁ

βασιλεὺς τῶν Αἰγυπτίων, οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκε-

σθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς

Σάρρας. ἐμποδίζει δὲ ὁ θεὸς αὐτοῦ τὴν ἀδόκιμον* ἐπιθυμίαν

νόσῳ τε καὶ στάσει τῶν πραγμάτων. καὶ πυθομένῳ περὶ ἀπαλ-

λαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ

ἱερεῖς, ἐφ' οἷς ἠθέλησεν ἐνυβρίσαι τοῦ ξένου τὴν γυναῖκα. ὁ δὲ

φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο·

πυθόμενος δὲ τὴν ἀλήθειαν Ἄβραμον παρῃτεῖτο· νομίζων γὰρ

ἀδελφὴν ἀλλ' οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτήν, συγγέν?ε?ι?α?ν?

ποιήσασθαι βουλόμενος, ἀλλ' οὐχ ὑβρίσαι κατ' ἐπιθυμίαν ὡρμη-

μένος. δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων

τοῖς λογιωτάτοις· τήν τε ἀρετὴν καὶ τὴν ἐπ' αὐτῷ δόξαν ἐντεῦ-

θεν ἐπιφανεστέραν συνέβη γενέσθαι.

Τῶν Αἰγυπτίων διαφ?ό?ροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρ'

ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων

πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λό-

γους, οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων, εἰκοῦς* καὶ μηδὲν ἔχοντας ἀπο-

φαίνειν ἀληθές, θαυμασθεὶς οὖν ὑπ' αὐτῶν ἐν ταῖς συνουσίαις

ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι

λέγων περὶ ὧν ἂν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐ-

τοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι. πρὸ γὰρ

τῆς Ἀβράμου παρουσίας εἰς Αἴγυπτον Αἰγύπτιοι τούτων εἶχον

ἀμαθῶς· ἐκ Χαλδαίων γὰρ ταῦτ' ἐπεφοίτησεν εἰς Αἴγυπτον, ὅθεν

ἦλθε καὶ εἰς τοὺς Ἕλληνας.

Ὡς δὲ εἰς τὴν Χαναναίαν ἀφίκετο, μερίζεται πρ?ὸς? Λῶτον τὴν

γῆν, τῶν ποιμένων αὐτοῖς στασιαζόντων περὶ τῆς χώρας ἐν ᾗ

9

νέμοιεν· τὴν ἐκλογὴν μέντοι καὶ τὴν αἵρεσιν ἐπιτρέπει τῷ Λώτῳ.

λαβὼν δ' αὐτὸς τὴν ὑπ' ἐκείνου καταλελειμμένην ὑπώρειαν ᾤκει

δὲ* ἐν τῇ Ναβρωπόλει, ἣ παλαιοτέρα τί* ἐστιν ἔτεσι ζʹ πρὸ Τάνι-

δος τῆς Αἰγύπτου. Λῶτος δὲ τὴν πρὸς τῷ πεδίῳ κειμένην καὶ

ποταμὸν Ἰορδάνην εἶχεν οὐκ ἄπωθεν τῆς Σοδομιτῶν πόλεως, ἣ

τότε μὲν ἦν ἀγαθή, νῦν δὲ ἠφάνισται κατὰ βούλησιν θεοῦ.

Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσυρίων κρατούντων Ἀσίας, Σο-

δομίταις ἤνθει τὰ πράγματα, εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων

καὶ νεότητα πολλήν. βασιλεῖς τε αὐτοῖς εʹ διεῖπον τὴν χώραν,

Βάλας Βαλέας καὶ Συνναβάρις καὶ Συνόμορος ὅ τε Βαλλήνων βασι-

λεύς· μοίρας δὲ ἦρχον ἕκαστος ἰδίας. ἐπὶ τούτους στρατεύσαντες

Ἀσύριοι καὶ μέρη δʹ ποιήσαντες τῆς στρατείας ἐπολιόρκουν αὐ-

τούς· στρατηγὸς δ' ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος. γενομένης δὲ

μάχης νικήσαντες οἱ Ἀσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν

βασιλεῦσι. ιβʹ μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας

αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστη-

σαν. καὶ διαβαίνει στρατὸς Ἀσυρίων ἐπ' αὐτούς, στρατηγούντων

Ἀμαραψίδου Ἀριούχου Χοδολαμόρου Θαδάλου. οὗτοι τὴν Συρίαν

ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν γιγάντων ἀπογόνους κατεστρέ-

ψαντο. ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΑΝΑΚΛΗΣΕΩΣ ΗΤΤΗΣ. τὴν

γὰρ ἧτταν Ἅβραμος ἀνεκαλέσατο, Σοδομίτας ἀνελὼν καὶ Λῶτον

ἀνασωσάμενος.

4. Ὅτι Μελχισεδὲκ βασιλεὺς Σολύμων, ὃς ἦν βασιλεὺς δίκαιος·

καὶ ἦν γὰρ ὁμολογουμένως, ὡς διὰ ταύτην αὐτοῦ* τὴν αἰτίαν καὶ

ἱερέα γενέσθαι τοῦ θεοῦ.

5. Ὅτι Ἅβραμος νικήσας τοὺς Ἀσυρίους καὶ τοὺς Σοδομίτας

περισώσας τὴν δεκάτην δίδωσι τῷ Μελχισεδέκ. ὁ δὲ τῶν Σοδομι-

τῶν βασιλεὺς τὴν μὲν λείαν ἔχειν Ἅβραμον παρεκάλει, τοὺς δὲ

ἀνθρώπους ἀπολαβεῖν ἠξίου, οὓς παρὰ τῶν Ἀσυρίων ἐσεσώκει

οἰκείους ὄντας. Ἅβραμος δὲ οὐκ ἔφη τοῦτο ποιήσειν, οὐδ' ἂν

ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα

τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο, μοῖραν μέντοι τινὰ τοῖς συ-

στρατευσαμένοις φίλοις αὐτοῦ παρασχεῖν.

10

Ἐπαινέσας δ' αὐτοῦ τὴν ἀρετὴν ὁ θεός “ἀλλ' οὐκ ἀπολεῖς”

φησί “μισθοὺς οὓς ἄξιόν ἐστιν ἐπὶ τοιαύταις εὐπραγίαις κομίζε-

σθαι.” καὶ τοῦ δὲ ὑπολαβόντος καὶ τίς ἂν εἴη χάρις τούτων τῶν

μισθῶν, οὐκ ὄντων οἳ διαδέξονται μετ' αὐτόν; (ἔτι γὰρ ἦν ἄπαις),

ὁ [δὲ] θεὸς καὶ παῖδα αὐτῷ γενήσεσθαι καταγγέλλει καὶ πολλὴν

ἐξ ἐκείνου γενεάν, ὡς παραπλησίαν αὐτὴν τοῖς ἄστροις ἔσεσθαι

τὸν ἀριθμόν. καὶ ὁ μὲν ταῦτα ἀκούσας θυσίαν προσφέρει τῷ

θεῷ, κελευσθεὶς ὑπ' αὐτοῦ. ἦν δ' ὁ τρόπος τῆς θυσίας τοιοῦτος·

δάμαλιν τριετῆ καὶ αἶγα τριετίζουσαν καὶ κριὸν ὁμοίως τριετῆ καὶ

τρυγόνα καὶ περιστερὰν κελεύσαντος διεῖλε, τῶν ὀρνέων οὐδὲν

διελών.

6. Ὅτι μετὰ τὸ περιτμηθῆναι Ἅβραμον καὶ Ἰσμάηλον ὑπὸ

τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλούτῳ καὶ μεγέθει χρημάτων

ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ

θεῖον ἀσεβεῖς, ὡς μηκέτι μεμνῆσθαι τῶν παρ' αὐτοῦ γενομένων

ὠφελειῶν εἶναί τε μισόξενοι καὶ τὰς πρὸς ἀλλήλους ὁμιλίας ἐκτρέ-

πεσθαι. χαλεπήνας οὖν ἐπὶ τούτοις ὁ θεὸς ἔγνω τιμωρήσασθαι

τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτῶν κατασκάψασθαι

καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτὸν ἔτι μήτε καρπὸν

ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι.

Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν, Ἅβραμος

θεασάμενος τρεῖς ἀγγέλους (ἐκάθητο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ

παρὰ τῇ θύρᾳ τῆς αὐτοῦ αὐλῆς) καὶ νομίσας εἶναι ξένους ἀναστὰς

ἠσπάσατό τε καὶ παρ' αὐτῷ καταχθέντας παρεκάλει ξενίων μεταλα-

βεῖν. ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν ἐκ σεμιδάλεως γενέ-

σθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς πρὸς τῇ

δρυῒ κατακειμένοις. οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων, ἔτι

καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτε εἴη τυγχάνουσα ἡ

Σάρρα. τοῦ δὲ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον

καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην. τῆς δὲ γυναικὸς ἐπὶ

τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης,

αὐτῆς μὲν Ϟʹ ἔτη ἐχούσης τοῦ δὲ ἀνδρὸς ρʹ, οὐκέτι κατέσχον λαν-

θάνοντες, ἀλλ' ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ

ὅτι πεμφθείη μὲν ὁ εἷς σημαίνων περὶ τοῦ παιδός, βʹ δὲ Σοδο-

μίτας καταστρεψόμενοι.

Ταῦτα ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ

11

τὸν θεὸν ἀναστὰς ἱκέτευσεν παρακαλῶν μὴ τοὺς δικαίους καὶ ἀγα-

θοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα

εἶναι τῶν Σοδομιτῶν ἀγαθόν (εἰ γὰρ ἐν αὐτοῖς ιʹ εἶεν, συγχωρεῖν

ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν), ὁ μὲν Ἅβραμος ἡσύ-

χαζεν· οἱ δὲ ἄγγελοι παρεγένοντο εἰς τὴν τῶν Σοδομιτῶν πόλιν,

καὶ ὁ Λῶτος αὐτοὺς ἐπὶ ξενίαν παρεκάλει· λίαν γὰρ ἦν περὶ τοὺς

ξένους φιλάνθρωπος καὶ μαθητὴς τῆς Ἁβράμου χρηστότητος. οἱ

δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανίσκους εὐπρεπείᾳ τῆς ὄψεως

διαφέροντας καὶ παρὰ Λώτῳ καταχθέντας, ἐπὶ βίαν καὶ ὕβριν

αὐτῶν τῆς ὡραιότητος ἐτράπησαν. τοῦ δὲ Λώτου παραινοῦντος

σωφρονεῖν καὶ μὴ χωρεῖν ἐπ' αἰσχύνῃ τῶν ξένων, ἀλλ' ἔχειν αἰδῶ

τῆς παρ' αὐτῷ καταγωγῆς, εἰ δὲ ἔχουσιν ἀκρατῶς, τὰς θυγατέρας

αὐτοῦ ὑπὲρ ἐκείνων ταῖς ἐπιθυμίαις αὐτῶν λέγοντος παρέξειν, οὐδ'

οὕτως ἐπείσθησαν.

Ὁ θεὸς ἀγανακτήσας αὐτῶν ἐπὶ τοῖς τολμήμασι τοὺς μὲν

ἠμαύρωσεν, ὡς μὴ δυνηθῆναι τὴν εἴσοδον τὴν εἰς τὴν οἰκίαν εὑ-

ρεῖν, Σοδομιτῶν δὲ κατέκρινε πάνδημον ὄλεθρον. Λῶτος δέ, τοῦ

θεοῦ τὴν μέλλουσαν τῶν Σοδομιτῶν ἀπώλειαν αὐτῷ φράσαντος,

ἀπηλλάσσετο, τήν τε γυναῖκα καὶ τὰς θυγατέρας (βʹ δ' ἦσαν ἔτι

παρθένοι) ἀναλαβών· οἱ γὰρ μνηστῆρες ὑπερεφρόνησαν τῆς ἐξό-

δου, εὐήθειαν ἐπικαλοῦντες τοῖς ὑπὸ τοῦ Λώτου λεγομένοις. καὶ

ὁ θεὸς ἐνσκήπτει βέλος εἰς τὴν πόλιν καὶ σὺν τοῖς οἰκήτορσι κατε-

πίμπρα, τὴν γῆν ὁμοία πύρωσις ἀφανίζει, ὥς μοι καὶ πρότερον

λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον. ἡ δὲ Λώτου γυνὴ

παρὰ τὴν ἀναχώρησιν συνεχῶς εἰς τὴν πόλιν ἀναστρεφομένη καὶ

πολυπραγμονοῦσα τὰ περὶ αὐτήν, ἀπηγορευκότος τοῦ θεοῦ τοῦτο

ποιεῖν, εἰς στήλην ἁλῶν μετέβαλεν. ἱστόρησα δ' αὐτήν· ἔτι γὰρ

καὶ νῦν διαμένει. διαφεύγει δ' αὐτὸς μετὰ τῶν θυγατέρων εἰς

βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός. Ζωὸρ ἔτι

καὶ νῦν λέγεται· καλοῦσι γὰρ οὕτως Ἑβραῖον τὸ ὀλίγον. ἐντεῦθεν

ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν.

7. Ὅτι Ἴσακον ὁ πατὴρ Ἅβραμος ὑπερηγάπα μονογενῆ ὄντα

καὶ ἐπὶ γήρως οὐδῷ κατὰ δωρεὰν αὐτῷ τοῦ θεοῦ γενόμενον. προσ-

εκαλεῖτο* δὲ εἰς εὔνοιαν καὶ τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν γο-

νέων καὶ αὐτὸς ὁ παῖς, ἐπιτηδεύων πᾶσαν ἀρετὴν καὶ τῆς τε τῶν

12

πατέρων θεραπείας ἐχόμενος καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν

ἐσπουδακώς. Ἅβραμος δὲ τὴν ἰδίαν εὐδαιμονίαν ἐν μόνῳ τῷ τὸν

υἱὸν ἀπαθῆ καταλιπὼν ἐξελθεῖν τοῦ ζῆν ἐτίθετο. τούτου μέντοι

κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἔτυχεν· ὃς διάπειραν αὐτοῦ βουλό-

μενος λαβεῖν τῆς περὶ αὐτὸν θρησκείας, ἐμφανισθεὶς αὐτῷ καὶ

πάντα ὅσα εἴη παρεσχημένος καταριθμησάμενος, ὡς πολεμίων τε

κρείττονα ποιήσειε, καὶ τὴν παροῦσαν εὐδαιμονίαν ἐκ τῆς αὐτοῦ

σπουδῆς ἔχει, τὸν Ἴσακον ᾔτει· τοῦτον αὐτῷ θῦμα καὶ ἱερεῖον

παρασχεῖν ἐκέλευεν, εἰς τὸ Μώριον ὄρος ἀναγαγόντα ὁλοκαυτῶσαι

βωμὸν ἱδρυσάμενον· οὕτως γὰρ ἐμφανίσειν τὴν περὶ αὐτὸν θρη-

σκείαν, εἰ καὶ τῆς τοῦ τέκνου σωτηρίας προτιμήσειε τὸ τῷ θεῷ

κεχαρισμένον.

Ἅβραμος δὲ ἐπὶ μηδενὶ κρίνων παρακούειν τοῦ θεοῦ δίκαιον,

ἅπαντα δ' ὑπουργεῖν, ὡς ἐκ τῆς ἐκείνου προνοίας ἀπαντώντων οἷς

ἂν εὐμενὴς ᾖ, ἐπικρυψάμενος πρὸς τὴν γυναῖκα τήν τε τοῦ θεοῦ

πρόρρησιν καὶ ἣν εἶχεν αὐτὸς γνώμην περὶ τῆς τοῦ παιδὸς σφα-

γῆς, ἀλλὰ μηδὲ τῶν οἰκετῶν τινι δηλώσας (ἐκωλύετο γὰρ ἂν ὑπη-

ρετῆσαι τῷ θεῷ), λαβὼν τὸν Ἴσακον μετὰ βʹ οἰκετῶν καὶ τὰ πρὸς

ἱερουργίαν ἐπισάξας ὄνῳ ἀπῄει πρὸς τὸ ὄρος. καὶ βʹ μὲν αὐτῷ

ἡμέρας συνώδευσαν οἱ οἰκέται, τῇ τρίτῃ δέ, ὡς κάτοπτον ἦν αὐτῷ

τὸ ὄρος, καταλιπὼν ἐν τῷ πεδίῳ τοὺς συνόντας αὐτῷ μετὰ μόνου

τοῦ παιδὸς παραγίνεται εἰς τὸ ὄρος, ἐφ' οὗ τὸ ἱερὸν Δαυίδης ὁ

βασιλεὺς ὕστερον ἱδρύετο. ἔφερον δὲ σὺν αὑτοῖς ὅσα λοιπὰ πρὸς

τὴν θυσίαν ἦν, πλὴν ἱερείου. τοῦ δὲ Ἰσάκου πέμπτον τε καὶ εἰ-

κοστὸν ἔτος ὄντος τόν τε βωμὸν κατασκευάζοντος καὶ πυθομένου,

τί καὶ μέλλοι θύειν ἱερείου μὴ παρόντος, ὁ τὸν θεὸν αὐτοῖς παρέ-

ξειν ἔλεγεν, ὄντα ἱκανὸν καὶ τῶν οὐκ ὄντων εἰς εὐπορίαν ἀνθρώ-

ποις παραγαγεῖν καὶ τὰ ὄντα τῶν ἐπ' αὐτοῖς θαρρούντων ἀφε-

λέσθαι· δώσειν οὖν κἀκείνῳ ἱερεῖον, εἴπερ εὐμενὴς μέλλει τῇ

θυσίᾳ παρατυγχάνειν αὐτοῦ.

Ὡς δὲ ὁ βωμὸς παρεσκεύαστο καὶ τὰς σχίζας ἐπενηνόχει καὶ

ἦν εὐτρεπής, λέγει πρὸς τὸν υἱόν “ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησά-

μενός σε γενέσθαι μοι παρὰ τοῦ θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν

βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην

οὐδ' ἐφ' ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὥς σε ἴδοιμι ἠνδρωμένον

καὶ τελευτῶν διάδοχον τῆς ἀρχῆς τῆς ἐμαυτοῦ καταλείποιμι. ἀλλ'

ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ

13

δοκοῦν ἀποτίθεμαί σε, φέρε γενναίως τὴν καθιέρωσιν· τῷ θεῷ

γάρ σε παραχωρῶ, ταύτης ἀξιώσαντι παρ' ἡμῶν τῆς τιμῆς, ἀνθ'

ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος, νῦν ἐπιτυχεῖν.

ἐπειδὴ γεννηθεὶς ἀποθάνοις ἂν οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον,

ἀλλ' ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πατρὶ νόμῳ θυσίας προπεμπό-

μενος, ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ

μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν πέφυκεν ἀνθρώποις,

ἀπαλλαγῆναι τοῦ βίου, μετ' εὐχῶν δὲ καὶ ἱερουργίας, ἐκείνου ψυχὴν

τὴν σὴν προσδεξομένου καὶ παρ' αὑτῷ καθέξοντος. ἔσῃ τέ μοι

εἰς κηδεμόνα καὶ γηροκόμον, διὸ καὶ σὲ μάλιστα ἀνετρεφόμην, τὸν

θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος.”

Ἴσακος δέ (πατρὸς γὰρ ἦν οἵου τετυχηκότα γενναῖον ἔδει τὸ

φρόνημα εἶναι) δέχεται πρὸς ἡδονὴν τοὺς λόγους καὶ φήσας, ὡς

οὐδὲ γεγονέναι τὴν ἀρχὴν ἦν δίκαιος, εἰ θεοῦ καὶ πατρὸς μέλλει

κρίσιν ἀπωθεῖσθαι καὶ μὴ παρέχειν αὑτὸν τοῖς ἀμφοτέρων βου-

λεύμασιν ἑτοίμως, ὅτε καὶ μόνου τοῦ πατρὸς ταῦτα προαιρουμένου

μὴ ὑπακούειν ἄδικον ἦν, ὥρμησεν ἐπὶ τὸν βωμὸν καὶ τὴν σφαγήν.

κἂν ἐπράχθη τὸ ἔργον, μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ. βοᾷ γὰρ

ὀνομαστὶ τὸν Ἅβραμον, εἴργων τῆς τοῦ παιδὸς σφαγῆς. οὐ γὰρ

ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ

παιδὸς ἔλεγεν, οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸν ἀφελέσθαι τοῦτον

βουλόμενος μετὰ τοιαύτης ἀσεβείας, ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ

τὴν διάνοιαν, εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούει. μαθὼν

δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι

μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπι-

μελείας καὶ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτῷ πολυχρο-

νιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις

παραδώσειν μεγάλην ἡγεμονίαν. προεδήλου τε τὸ γένος τὸ αὐτῶν

εἰς ἔθνη πολλὰ καὶ πλοῦτον ἐπιδώσειν, καὶ μνήμην αἰώνιον αὐ-

τῶν ἔσεσθαι τοῖς γενάρχαις, τήν τε Χαναναίαν ὅπλοις κατακτη-

σαμένους ζηλωτοὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις. οἱ δὲ παρ' ἐλπί-

δας αὑτοὺς κεκομισμένοι καὶ τοιούτων ἀγαθῶν ἐπαγγελίας ἀκη-

κοότες ἠσπάζοντο ἀλλήλους καὶ θύσαντες ἀπενόστησαν πρὸς τὴν

Σάρραν καὶ διῆγον εὐδαιμόνως, ἐφ' ἅπασιν οἷς ἐθελήσειαν τοῦ

θεοῦ συλλαμβάνοντος αὐτοῖς.

14

8. Ὅτι Ἰάκωβος ἐπανελθὼν εἰς τὰ οἰκεῖα καὶ ἁγνίζων τοὺς

ἑπομένους διὰ τὴν θυσίαν ἐπιτυγχάνει τοῖς Λαβάνου τοῦ πενθεροῦ

θεοῖς (οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχὴλ κλαπέντας) καὶ αὐτοὺς

ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν ἀπάρας τε τοὐντεῦθεν

ἐν Βεθήλοις ἔθυεν, ὅπου τὸν ὄνειρον ἐθεάσατο χωρῶν πρότερον

ἐπὶ τῆς Μεσοποταμίας.

9. Ὅτι Ἰακώβῳ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος

οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως. πλούτῳ τε γὰρ ὑπερέβαλε τοὺς ἐπι-

χωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν· οὐδε-

νὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων

ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι. τοσαύτην δ' ἄρα τὸ

θεῖον αὐτοῦ πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς

κἀκ τῶν λυπηρῶν αὐτῷ δοξάντων τὴν ὑπερβολὴν τῶν ἀγαθῶν

παρασχεῖν καὶ ποιῆσαι τῆς ἀπὸ Αἰγύπτου τῶν ἡμετέρων προγό-

νων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας

ὑπὸ τοιαύτης αἰτίας.

Ἰώσηπον ἐκ Ῥαχήλας πεπαιδοποιημένος Ἰάκωβος διά τε τὴν

τοῦ σώματος εὐγένειαν καὶ διὰ ψυχῆς ἀρετήν (φρονήσει γὰρ διέ-

φερε) τῶν ἄλλων πλέον υἱῶν ἠγάπα. τούτῳ παρὰ τῶν ἀδελφῶν

ἥ τε τοῦ πατρὸς στοργὴ φθόνον ἐκίνησε καὶ μῖσος ἥ τε ἐκ τῶν

ὀνειράτων, ἃ θεασάμενος τῷ τε πατρὶ καὶ τούτοις ἐμήνυσεν, εὐ-

δαιμονία καταγγελλομένη, ζηλοτυπούντων ἄρα τῶν ἀνθρώπων καὶ

τὰς τῶν οἰκειοτάτων εὐπραγίας. αἱ δὲ ὄψεις, ἃς κατὰ τοὺς ὕπνους

εἶδεν Ἰώσηπος, τοιαίδε ἦσαν.

Ἐκπεμφθεὶς μετὰ τῶν ἀδελφῶν ὑπὸ τοῦ πατρὸς ἐπὶ συλλογὴν

τῶν καρπῶν θέρους ἀκμάζοντος ὁρᾷ πολὺ τῶν κατὰ συνήθειαν

ἐπιφοιτώντων κατὰ τοὺς ὕπνους ὀνειράτων διαφέρουσαν ὄψιν,

ἥνπερ ἐγερθεὶς τοῖς ἀδελφοῖς ὡς κρινοῦσιν αὐτῷ τὸ σημαινόμενον

ἐξέθετο, λέγων ἰδεῖν ἐπὶ τῆς παρελθούσης νυκτὸς τὸ μὲν αὑτοῦ

δράγμα τῶν πυρῶν ἠρεμεῖν ἐφ' οὗ κατέθηκε τόπου, τὰ δὲ ἐκείνων

προστρέχοντα προσκυνεῖν αὐτὸ καθάπερ οἱ δοῦλοι τοὺς δεσπότας.

οἱ δὲ συνέντες ἰσχὺν αὐτῷ καὶ μέγεθος πραγμάτων τὴν ὄψιν προ-

λέγουσαν, καὶ κατ' αὐτῶν τὴν ἐξουσίαν ἐσομένην, τῷ μὲν Ἰωσήπῳ

τούτων οὐδέν, ὡς οὐ γνώριμον αὐτοῖς ὂν τὸ ὄναρ, διεσάφησαν,

15

ἀρὰς δ' ἐποιήσαντο μηδὲν εἰς πέρας αὐτῷ παρελθεῖν ὧν ὑπενόουν,

καὶ πρὸς αὐτὸν ἔτι μᾶλλον ἀπεχθῶς ἔχοντες διετέλουν.

Τῷ δ' ἐπ' αὐτῶν φθόνῳ προσφιλονεικῆσαν τὸ θεῖον δευτέραν

ὄψιν ἐπιπέμπει τῷ Ἰωσήπῳ πολὺ τῆς προτέρας θαυμασιωτέραν·

τὸν γὰρ ἥλιον ἔδοξε τὴν σελήνην παραλαβόντα καὶ τοὺς λοιποὺς

ἀστέρας ἐπὶ τὴν γῆν κατελθεῖν καὶ προσκυνεῖν αὐτόν. ταύτην τὴν

ὄψιν τῷ πατρὶ μηδὲν παρὰ τῶν ἀδελφῶν κακόηθες ὑφορώμενος

καὶ τούτων παρατυγχανόντων διεσάφησεν καὶ τί βούλεται σημαί-

νειν παρακαλῶν. ὁ δὲ ἡσθεὶς τῷ ὀνείρατι· τὴν γὰρ πρόρρησιν

αὐτοῦ τῇ διανοίᾳ συλλαβὼν καὶ μετὰ σοφίας οὐκ ἀσκόπως εἰκάσας

ἔχαιρεν ἐπὶ μεγάλοις τοῖς σημαινομένοις. εὐδαιμονίαν γὰρ τῷ

παιδὶ κατήγγελλεν 〈καὶ〉 καιρὸν ἥξειν θεοῦ δόντος, καθ' ὃν αὐτὸν

ὑπό τε τῶν γονέων καὶ τῶν ἀδελφῶν ἔσεσθαι τίμιον καὶ προσκυ-

νήσεως ἄξιον, τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί,

τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης, τοῦ δὲ ἐκτυποῦντος καὶ

τὴν ἄλλην ἰσχὺν ἐντιθέντος, εἰκάζων, τοὺς δὲ ἀστέρας τοῖς ἀδελ-

φοῖς· καὶ τούτους ιαʹ εἶναι καθάπερ καὶ τοὺς ἀστέρας, ἀπό τε

ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας.

Καὶ ὁ μὲν Ἰάκωβος τοιαύτην οὐκ ἀσυνέτως ἐποιήσατο τῆς

ὄψεως τὴν κρίσιν, τοὺς δὲ ἀδελφοὺς τοῦ Ἰωσήπου σφόδρα ἐλύπησε

τὰ εἰρημένα, καὶ διετέθησαν ὡς ἐπ' ἀλλοτρίῳ τινὶ μέλλοντι τὰ

σημαινόμενα διὰ τῶν ὀνειράτων ἀγαθὰ ἥξειν, ἀλλ' οὐκ ἐπ' ἀδελφῷ,

καὶ ὧν συναπολαύσειν αὐτῷ εἰκὸς ἦν, κοινωνοὺς ὡς τῆς γενέσεως

οὕτω καὶ τῆς εὐδαιμονίας ἐσομένους· ἀνελεῖν τε ὡρμήκεσαν τὸ

μειράκιον καὶ ταύτην κυρώσαντες τὴν βουλήν, ἐπεὶ τὰ τῆς συγ-

κομιδῆς αὐτοῖς πέρας εἶχεν, ἐπὶ Σικίμων τραπέντες (χώρα δ' ἔστιν

αὕτη βόσκειν ἀγαθὴ θρέμματα καὶ νομὰς ἐκτρέφειν) αὐτόθι τῶν

ποιμνίων ἐπεμελοῦντο, μὴ προδηλώσαντες τῷ πατρὶ τὴν ἐκεῖσε

ἄφιξιν. ὁ δὲ ὑπὸ τῆς ἀγνοίας καὶ τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων

πρὸς αὐτὸν ἀφικέσθαι τινὰ τὸν περὶ τῶν παίδων αὐτῷ τἀληθὲς

σημαίνειν δυνάμενον, σκυθρωπότερον τὴν περὶ αὐτῶν διάνοιαν

λαμβάνων καὶ περιδεὴς ὢν πέμπει τὸν Ἰώσηπον εἰς τὰ ποίμνια

μαθησόμενον τὰ περὶ τῶν ἀδελφῶν καὶ τί πράττοιεν σημανοῦντα.

Οἱ δὲ τὸν ἀδελφὸν ὡς εἶδον πρὸς αὐτοὺς ἀφιγμένον, ἥσθησαν

μέν, ἀλλ' οὐχ ὡς ἐπ' οἰκείου παρουσίᾳ καὶ πατρὸς ἀπεσταλκότος,

ἀλλ' ὡς ἐπ' ἐχθροῦ καὶ ταῖς χερσὶν αὐτῶν κατὰ θείαν βούλησιν

16

παραδοθέντος, ἀναιρεῖν τε ἤδη καὶ μὴ τὸν ἐν ποσὶν ὑπερβαλέ-

σθαι καιρὸν ὡρμήκεσαν. οὕτω δ' αὐτοὺς Ῥουβῆλος ὁρῶν ἔχοντας

ὁ πρεσβύτατος αὐτῶν καὶ πρὸς τὴν πρᾶξιν ὡμονοηκότας ἐπειρᾶτο

κατέχειν, ὑποδεικνὺς τὸ μέγεθος τοῦ τολμήματος καὶ τὸ ἐπ' αὐτῷ

μύσος, ὡς πονηρὸν μὲν 〈καὶ θεῷ〉 καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν

καὶ τὸ μὴ συγγενοῦς ἀνθρώπου χειρουργῆσαι φόνον, πολὺ μέντοι

μιαρώτερον τὸ σφαγὴν ἀδελφοῦ δράσαντας ὀφθῆναι, ᾧ πατήρ τε

ἀναιρουμένῳ συναδικεῖται καὶ μήτηρ εἰς πένθος καὶ παιδὸς ἀπο-

στέρησιν, οὐ κατ' ἀνθρώπινον γινομένην νόμον, συγκατασπᾶται.

τούτων δὴ οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πεί-

σονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθε-

μένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει καὶ τὸν θεὸν δεί-

σαντας, ὃς θεατὴς ἅμα καὶ μάρτυς ἤδη καὶ τῆς βουλῆς αὐτῶν τῆς

ἐπὶ τὸν ἀδελφὸν γεγενημένης ἀποστάντας μὲν τῆς πράξεως ἀγα-

πήσειν*, μετανοίᾳ καὶ τῷ σωφρονεῖν εἴξαντας, προελθόντας δὲ

ἐπὶ τὸ ἔργον οὐκ ἔστιν ἣν οὐκ εἰσπράξονται τῆς ἀδελφοκτονίας

δίκην, μείναντας* αὐτοῦ τὴν πανταχοῦ παροῦσαν πρόνοιαν καὶ

μήτε τῶν ἐπ' ἐρημίαις πραττομένων ὑστεροῦσαν μήτε τῶν κατὰ

πόλεις· ὅπου γὰρ ἄνθρωπος ᾖ, χρὴ δοκεῖν ἐνταῦθα παρεῖναι καὶ

θεόν. τό τε συνειδὸς αὐτοὺς τὸ ἴδιον ἕξειν ἐχθρὸν ἐπὶ τοῖς τολ-

μηθεῖσιν ἔλεγεν, ὃ μήτε τοῖς ἀγαθὸν αὐτὸ ἔχουσι μήτε τοιοῦτον

ὁποῖον αὐτοῖς συνοικήσει τὸν ἀδελφὸν ἀνελοῦσιν ἔστιν ἀποδρᾶναι.

προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ

ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς

οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν· Ἰώσηπον δὲ οὐδὲ πονηρὸν

εἰς αὐτοὺς γεγενημένον διαφθείρουσιν, ᾧ τὸ τῆς ἡλικίας ἀσθενὲς

ἔλεον μᾶλλον καὶ παρ' ὑμῶν αὐτῶν ἐρανίζεται κηδεμονίαν. ἥ τε

αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτῶν τίθησι, διὰ

φθόνον τῶν τε ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνω-

κότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας,

οὐκ ἀλλοτρίων ὄντων ἀλλ' οἰκείων. ἴδια γὰρ ἦν αὐτῶν ὑπολαμ-

βάνειν ὅσα ὁ θεὸς Ἰωσήπῳ δώσει· προσήκειν † οὖν τὴν ὀργὴν καὶ

δι' αὐτὸν καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν, εἰ τὸν ὑπ'

αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες

ἀφαιρήσονται τὸν θεὸν ᾧ ταῦτα χαρίσηται.

Καὶ ὁ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω

17

καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν· ἐπεὶ

δ' οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους ἀλλὰ

σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπι-

εικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως. καὶ γὰρ ἀμυνο-

μένοις* παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δ'

ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς

οἷς νῦν παραινεῖ πεισθέντας· ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον

ἐφ' ὃ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλ' ὡς ἐν ἀπόροις κουφό-

τερον. ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ,

ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι

καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. συναινεσάν-

των δὲ τούτοις τῶν νεανίσκων, παραλαβὼν Ῥουβῆλος τὸ μειράκιον

καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίμησεν εἰς τὸν λάκκον· καὶ γὰρ

ἱκανῶς ἄνυδρος ἦν. καὶ ὁ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ

ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων.

Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων, ἐμπόρους ἰδὼν

Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομί-

ζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς, μετὰ τὴν ἀναχώρησιν τὴν

Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευσεν ἀνιμήσασι τὸν Ἰώσηπον

ἀπεμπολῆσαι τοῖς Ἄραψιν· ἐκεῖνόν τε γὰρ ὅτι πορρωτάτω γενό-

μενον κἂν τεθνήξεσθαι παρὰ τοῖς ξένοις, αὐτούς τε τοῦ μιάσματος

οὕτως ἀπαλλαγήσεσθαι. δόξαν οὖν τοῦτο, τοῖς ἐμπόροις ἀποδί-

δονται τὸν Ἰώσηπον ἀνελκύσαντες ἐκ τοῦ λάκκου μνῶν εἴκοσιν,

ἑπτακαίδεκα ἐτῶν γεγονότα. Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον

ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει· καὶ ὡς

ἀνακαλουμένῳ μὴ ὑπήκουσεν, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ

τὴν ἀναχώρησιν αὐτοῦ, κατεμέμφετο τοὺς ἀδελφούς. τῶν δὲ τὸ

πραχθὲν αὐτῷ φρασάντων, παύεται τοῦ πένθους Ῥουβῆλος.

Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί

ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζή-

τουν. καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς ὁ Ἰώ-

σηπος *** (περιῃρήκεσαν δὲ αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον)

ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πα-

τρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρ-

18

μένος. καὶ τοῦτο ποιήσαντες ἧκον πρὸς τὸν πρεσβύτην ἤδη τῶν

περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον, ἔλεγον δὲ τὸν μὲν Ἰώσηπον

οὔτ' ἰδεῖν οὔθ' ᾗ κέχρηται συμφορᾷ μεμαθηκέναι, χιτῶνα δὲ τοῦ-

τον εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον· ὅθεν αὐτοῖς ὑπόνοιαν

εἶναι περιπεσόντα θηρίοις αὐτὸν ἀπολωλέναι, εἴ γε τοῦτον ἐνδε-

δυμένος οἴκοθεν ἐστάλη. Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν

ὡς ἠνδραποδισμένου δῆθεν τοῦ παιδός, τοῦτον μὲν ἀφίησι τὸν

λογισμόν, πίστιν δ' αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολα-

βών (καὶ γὰρ ἐγνώρισεν ὡς ἐκεῖνον αὐτὸν ἐνδεδυμένον ἐκπέμποι

πρὸς τοὺς ἀδελφούς), ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτως διέκειτο ἐπὶ

τῷ μειρακίῳ πενθῶν. καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων

παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν ἢ τοῖς

ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι.

ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε

ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾷον* γενέσθαι μήτε κάμνοντα

τοῖς πόνοις ἀπαγορεύειν.

Ἰώσηπον δὲ πωλούμενον ὑπὸ τῶν ἐμπόρων ὠνησάμενος Πεν-

τεφρής, ἀνὴρ Αἰγύπτιος, ἐπὶ τῶν Φαραώθου μαγείρων τοῦ βασι-

λέως, εἶχεν ἐν ἁπάσῃ τιμῇ καὶ παιδείαν τε τὴν ἐλευθέριον ἐπαί-

δευεν καὶ διαίτῃ χρήσασθαι κρείττονι τῆς ἐπὶ δούλῳ τύχης ἐπέ-

τρεπεν. ἐγχειρίζει τε τὴν κατ' οἶκον πρόνοιαν. ὁ δὲ τούτων τε

ἀπέλαυε καὶ τὴν ἀρετήν, ἥτις ἦν περὶ αὐτόν, οὐδ' ὑπὸ τῆς μετα-

βολῆς ἐγκαταλέλοιπεν, ἀλλὰ διέδειξε τὸ φρόνημα κρατεῖν τῶν ἐν

τῷ βίῳ δυσκόλων δυνάμενον οἷς ἂν παρῇ γνησίως καὶ μὴ πρὸς

τὰς εὐπραγίας τὰς κατὰ καιρὸν μόνον ἡρμοσμένον.

Τῆς γὰρ τοῦ δεσπότου γυναικὸς διά τε τὴν εὐμορφίαν καὶ

τὴν περὶ τὰς πράξεις αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ

νομιζούσης, εἰ ποιήσειεν αὐτῷ τοῦτο φανερόν, ῥᾳδίως πείσειν αὐ-

τὸν εἰς ὁμιλίαν ἐλθεῖν, εὐτύχημα ἡγησάμενον τὸ τὴν δέσποιναν

αὐτοῦ δεηθῆναι, καὶ πρὸς τὸ σχῆμα τῆς τε δουλείας ἀλλ' οὐ πρὸς

τὸν τρόπον ἀφορώσης τὸν καὶ παρὰ τὴν μεταβολὴν παραμένοντα,

τήν τε ἐπιθυμίαν αὐτῷ ποιησάσης καταφανῆ καὶ λόγους προσφε-

ρούσης περὶ μίξεως, παρέπεμπε τὴν ἀξίωσιν, οὐ κρίνας ὅσιον εἶναι

τοιαύτην αὐτῇ διδόναι χάριν, ἐν ᾗ τοῦ πριαμένου καὶ τοσαύτης

ἠξιωκότος τιμῆς ἀδικίαν συνέβαινεν εἶναι καὶ ὕβριν· ἀλλὰ κρατεῖ

19

τε τοῦ πάθους κἀκείνην παρακαλεῖ, τὴν ἀπόγνωσιν τοῦ τεύξεσθαι

τῆς ἐπιθυμίας προβαλλόμενος· σταλήσεσθαι γάρ τε αὐτῇ μὴ παρού-

σης ἐλπίδος· αὐτός τε πάντα μᾶλλον ὑπομένειν ἔλεγεν ἢ πρὸς

τοῦτο καταπειθὴς ἔσεσθαι· καὶ γὰρ εἰ τῇ δεσποίνῃ δοῦλον ὄντα

δεῖ ποιεῖν ἐ?ν?αντίον οὐδέν, ἡ πρὸς τὰ τοιαῦτα τῶν προσταγμάτων

ἀντιλογία πολλὴν ἂν ἔχοι παραίτησιν. τῇ δ' ἔτι μᾶλλον ἐπέτεινε

τὸν ἔρωτα τὸ μὴ προσδοκώσῃ τὸν Ἰώσηπον ἀντισχεῖν, καὶ δεινῶς

ὑπὸ τοῦ κακοῦ πολιορκουμένη δευτέρᾳ πάλιν πείρᾳ προεθυμεῖτο

κα?τεργάσασθαι.

Δημοτελοῦς οὖν ἑορτῆς ἐπιστάσης, καθ' ἣν εἰς τὴν πανήγυριν

καὶ γυναιξὶν φοιτᾶν νόμιμον ἦν, σκήπτεται νόσον πρὸς τὸν ἄνδρα,

θηρωμένη μόνωσιν καὶ σχολὴν εἰς τὸ δεηθῆναι τοῦ Ἰωσήπου. καὶ

γενομένης αὐτῇ ταύτης λιπαρωτέρους ἔτι τῶν πρώτων αὐτῷ προσ-

ηνέγκατο λόγους, ὡς καλῶς μὲν εἶχεν αὐτὸν μετὰ τὴν ἐξ ἀρχῆς

δέησι…

The complete text is available when the reading interface loads.