De insidiis
- Edition reference
- De insidiis, ed. de Boor, op. cit., vol. 3: excerpta de insidiis (1905) 1–228.
- CTS identifier
urn:cts:greekLit:tlg3023.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Ἐν τούτῳ δὲ Ἡρώδου ὁ οἶκος ἐταράχθη, τοῦ πρεσβυτάτου τῶν
υἱέων τοὺς μετ' αὐτὸν δύω διαβάλλοντος 〈ὡς〉 ἐπιβουλεύοντας τῷ
πατρί, οἳ τῇ μὲν ἡλικίᾳ μετ' αὐτὸν ἦσαν, ἀξιώματι δὲ πρότεροι
διὰ τὸ ἐκ βασιλίδος γεγονέναι, τὸν δὲ ἐξ ἰδιώτιδος γυναικός. πρὶν
δὲ ἐλθεῖν ἐκ Ῥώμης Νικόλαον ἐν συνεδρίῳ κατεδικάσθησαν οἱ νεα-
νίσκοι, 〈καὶ〉 παρωξυσμένος εὖ μάλα ὁ πατὴρ ἔμελλεν αὐτοὺς ἀναι-
ρήσειν· καταπλεύσαντι δὲ Νικολάῳ περὶ τῶν γεγονότων ἀπήγγελλε
καὶ σύμβουλον ἐποιεῖτο. ὁ δὲ αὐτῷ παρῄνεσεν ἀποθέσθαι αὐτοὺς
ἔν τινι τῶν ἐρυμάτων, ἄχρις ἂν ἐν τῷ πλέονι χρόνῳ βουλεύσαιτο
περὶ αὐτῶν ἄμεινον, μὴ δοκοίη ὑπ' ὀργῆς προαχθεὶς ἀνήκεστόν τι
γνῶναι περὶ τῶν ἀναγκαίων. αἰσθόμενος δὲ τοῦτο Ἀντίπατρος
τόν τε Νικόλαον ὑπέβλεπε καὶ ἄλλους ἐπ' ἄλλοις αὐτὸς καθιεὶς
τὸν πατέρα ἐφόβει, ὡς αὐτίκα μάλα ἀναιρεθησόμενον ὑπὸ τῶν
νεανίσκων διεφθαρκότων καὶ τὸ στρατιωτικὸν ἅπαν, ὡς ἔφη, καὶ
τοὺς ἀπὸ τῆς θεραπείας, εἰ μὴ διὰ ταχέων ἐκποδῶν αὐτοὺς ποιή-
σαιτο. καὶ ὃς δείσας περὶ αὑτοῦ θᾶττον ἢ κάλλιον ἐβουλεύσατο,
2
οὐδὲν ἔτι μεταδοὺς Νικολάῳ, ἀλλὰ νύκτωρ τοὺς ἀναιρήσοντας ὑπο-
πέμψας. καὶ οἱ μὲν ἀπέθανον, Ἡρώδῃ δὲ τῶν συμπάντων ἤδη
γίνεται κακῶν ἀρχή, τὰ πρὸ τούτων εὖ ἑστώτων αὐτῷ τῶν πραγ-
μάτων.
Ἐχθρὸν δ' ἡγεῖτο Ἀντίπατρος Νικόλαον ἀνελὼν τοὺς ἀδελφούς,
ἐμισεῖτό γε μὴν δεινόν τι μῖσος οὐχ ὑπὸ τῆς βασιλείας μόνον,
ἀλλὰ καὶ τῆς Συρίας καὶ τῶν πέραν οἰκούντων. ἐχώρει δὲ ὁ λόγος
καὶ εἰς Ῥώμην, καὶ οὐδεὶς ἦν οὔτε μέγας οὔτε μικρός, ὃς οὐκ ἐμίσει
τὸν ἄνθρωπον δι' ἀμφότερα, καὶ ὅτι πολὺ κρείττους αὑτοῦ ἀδελ-
φοὺς ἀπέκτεινε καὶ ὅτι τὸν πατέρα ἔπεισε τοιούτου προσάψασθαι
μύσους καὶ τὴν προϋποῦσαν εὔνοιαν αἰσχῦναι. ἐπεὶ δ' οὖν τὰ
ἀκόλουθα δρῶν τοῖς προτέροις ἁνὴρ καὶ ἐπὶ τὸν πατέρα ὥρμησε
θᾶττον ἐπειγόμενος τὴν βασιλείαν λαβεῖν, καὶ τὸ φάρμακον ἐώ-
νητο ἐξ Αἰγύπτου, ὅπερ ἐμήνυσεν εἷς τῶν κοινωνούντων τῆς πρά-
ξεως, ἐβασάνιζέ τε τοὺς οἰκέτας αὐτοῦ ὁ πατήρ, οἳ δὴ τὸ σύμπαν
φανερὸν ἐποίησαν, ὡς καὶ τὴν τηθίδα ἔμελλεν ἀναιρήσειν καὶ τοὺς
ἄλλους ἀδελφοὺς ὄντας τούς τε τῶν ἀνῃρημένων παῖδας, ὡς μηδεὶς
λείποιτο κληρονόμος, ἐτύρευσε δέ τι μιαρὸν καὶ εἰς τὸν οἶκον Καί-
σαρος πολὺ μεῖζον τῶν εἰς τὸ γένος παρανομημάτων, ἧκε μὲν ὁ
τῆς Συρίας στρατηγὸς Οὔαρος καὶ οἱ ἄλλοι ἐπιμεληταί, καθίζει
δὲ συνέδριον ὁ πατὴρ αὐτοῦ, παρηνέχθη δὲ εἰς μέσον τὸ φάρμα-
κον καὶ αἱ τῶν οἰκετῶν βάσανοι τά τε ἐκ Ῥώμης γράμματα, Νι-
κολάῳ δὲ τὸν ἀγῶνα ἐπέτρεψεν ὁ βασιλεύς. κατηγόρει μὲν οὗτος,
ἀπελογεῖτο δὲ Ἀντίπατρος, ἔκρινεν δὲ Οὔαρος μετὰ τῶν φίλων.
καταδικάζεται δ' οὖν Ἀντίπατρος καὶ τὴν ἐπὶ θανάτῳ παραδίδο-
ται. Νικόλαος δὲ καὶ τότε παρῄνει πέμπειν αὐτὸν ἐπὶ Καίσαρα,
ἐπεὶ καὶ εἰς αὐτὸν ἠδίκησεν, καὶ ὅ τι ἂν ἐκεῖνος γνῷ, τοῦτο πράτ-
τειν. ἔφθη δὲ τὰ παρὰ Καίσαρος γράμματα ἥκοντα καὶ τῷ πατρὶ
κολάζειν αὐτὸν ἐπιτρέποντα. καὶ ὁ μὲν ἐκολάσθη, ἀπέκτεινεν δὲ
καὶ ὁ Καῖσαρ τὴν συγκακουργήσασαν αὐτῷ ἀπελευθέραν. οὐδεὶς
δὲ ἦν ὃς οὐχὶ Νικόλαον * κάλλιστα κατηγορήσαντα τοῦ πατραλοίου
τε καὶ ἀδελφοκτόνου.
Μετὰ δὲ ταῦτα ὀλίγου χρόνου διελθόντος τελευτᾷ καὶ ὁ βασι-
λεύς, καὶ τὸ ἔθνος ἐπανίσταται τοῖς τέκνοις αὐτοῦ καὶ τοῖς Ἕλλη-
σιν. ἦσαν δὲ πλείους μυρίων. γενομένης δὲ μάχης νικᾷ τὸ Ἑλλη-
3
νικόν· καὶ ὁ διάδοχος Ἀρχέλαος εἰς Ῥώμην πλέων ἕνεκα τῆς ὅλης
ἀρχῆς μετὰ τῶν ἄλλων ἀδελφῶν παρακαλεῖ συμπλεῦσαι Νικό-
λαον ἀναχωρεῖν ἤδη ὡς ἑαυτὸν ἐγνωκότα· καὶ γὰρ ἦν περὶ ξʹ ἔτη.
συνέπλευσε δ' οὖν· καὶ εὗρεν πάντα κατηγόρων πλέα ἐπὶ τὸν Ἀρ-
χέλαον. χωρὶς μὲν γὰρ ὁ νεώτερος ἀδελφὸς τῆς βασιλείας ἀντε-
ποιεῖτο, χωρὶς δ' οἱ συγγενεῖς ἅπαντες κατηγόρουν αὐτοῦ, οὐ τῷ
νεωτέρῳ συναγωνιζόμενοι· ἐπρεσβεύσαντο δὲ καὶ αἱ ὑφ' Ἡρώδῃ
Ἑλληνίδες πόλεις αἰτούμεναι τὴν ἐλευθερίαν παρὰ Καίσαρος, καὶ
ὅλον δὲ τὸ Ἰουδαίων ἔθνος ἐπικαλοῦν φόνον τρισχιλίων ἀνδρῶν
τῶν ἐν τῇ μάχῃ πεσόντων, καὶ ἀξιοῦν μάλιστα μὲν ὑπὸ Καίσαρι
εἶναι, εἰ δὲ μή, ὑπό γε οὖν τῷ νεωτέρῳ ἀδελφῷ. τοσούτων δὲ
δικῶν ἐπηγγελμένων, ἀγωνισάμενος ὑπὲρ Ἀρχελάου Νικόλαος τὸν
πρὸς τοὺς συγγενεῖς ἀγῶνα πρῶτον κατώρθωσεν, ἔπειτα δὲ τὸν
πρὸς τοὺς ὑπηκόους Ἰουδαίους· τὸν μέντοι πρὸς τὰς Ἑλληνίδας
πόλεις οὐκ ἠξίου, ἀλλὰ καὶ Ἀρχελάῳ παρῄνει μὴ ἐναντιοῦσθαι
αὐταῖς ἐλευθερίας γλιχομέναις· ἀρκεῖν γὰρ αὐτῷ τὴν ἄλλην δυ-
ναστείαν. ὁμοίως δ' οὐδὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἠξίου ἀγωνί-
ζεσθαι διὰ τὴν πρὸς τὸν κοινὸν αὐτῶν πατέρα φιλίαν. διῄτησε
δὲ Καῖσαρ καὶ τὸ ὅλον, ἑκάστῳ τῶν παίδων μέρος ἀποδοὺς τῆς
ἀρχῆς, τὴν δ' ἡμίσειαν μοῖραν Ἀρχελάῳ. καὶ Νικόλαον μὲν ἐτί-
μησεν ὁ Καῖσαρ, Ἀρχέλαον δὲ ἐθνάρχην κατέστησεν· ὑπέσχετο δέ,
εἰ αὑτὸν ἄξιον παρασκευάσειεν, καὶ βασιλέα ταχὺ ποιήσειν· τοὺς δὲ
μετ' αὐτὸν ἀδελφοὺς Φίλιππον καὶ Ἀντίπαν τετράρχας ἀπέδειξεν.
2. Ὅτι μετὰ τὸν Ἰνδικὸν πόλεμον Σεμίραμις, ἐπεὶ ὁδοιποροῦσα
ἐγένετο ἐν Μήδοις, ἀναβᾶσα ἐπί τι ὑψηλὸν ὄρος πάντοθεν πλὴν
καθ' ἓν μέρος περιερρωγὸς καὶ ἄβατον λισσάδι καὶ ἀποτόμῳ πέτρᾳ,
ἐθεᾶτο τὴν στρατιὰν ἀπό τινος ἐξέδρας, ἣν παραχρῆμα ᾠκοδομή-
σατο. ἐνταῦθα δὲ στρατοπεδευσαμένῃ Σατιβάρας ὁ εὐνοῦχος ἐπε-
βούλευσε μετὰ τῶν Ὄννεω παίδων, αὐτὸς τὸ πᾶν συστήσας καὶ
πρὸς τοὺς νεανίσκους λέγων, ὅτι κίνδυνος αὐτοῖς εἴη ἐκ Νινύου
βασιλεύσαντος ἀποθανεῖσθαι· δεῖν οὖν ὑποφθάσαντας ἐκεῖνόν τε
καὶ τὴν μητέρα κτείναντας βασιλεύειν. καὶ ἄλλως δὲ αὐτοῖς ἔφη
4
αἴσχιστον εἶναι περιορᾶν ἀκόλαστον μητέρα ἐν τοιᾷδε ἡλικίᾳ ὁση-
μέραι λιχνευομένην ὑφ' ὧν ἐτύγχανεν ἀνθρώπων τοσούσδε νεα-
νίας ὄντας. πυνθανομένων δ' ἐκείνων· καὶ τίς γενήσεται τρόπος;
εἶπεν ὡς οὐδὲν χρὴ κάμνειν, ἀλλ' ἀναβάντας πρὸς αὐτὴν ἐπὶ κο-
ρυφὴν τοῦ ὄρους, ἐπειδὰν αὐτὸς κελεύσῃ (εἶχε δὲ ταύτην τὴν ἐπι-
μέλειαν) ὠθεῖν αὐτὴν ἀπ' ἄκρου εἰς τὰ κάτω. καὶ οἱ μὲν ταῦτα
συνέθεντο καὶ πίστεις ἔδοσαν ἀλλήλοις ἐπί τινος ἱεροῦ. ἔτυχε δὲ
κατόπισθε τοῦ βωμοῦ ἔνθα συνετίθεντο ἀνὴρ Μῆδος ἀναπεπτω-
κὼς καὶ πάντα ἀκούων· ὃς ἐπεὶ ᾔσθετο, γράψας ἅπαν εἰς διφθέ-
ραν Σεμιράμει πέμπει διά τινος. ἡ δ' ἀναγνοῦσα τῇ ὑστεραίᾳ
ἐπ' ἄκρου τοῦ ὄρους ἀναβιβασαμένη καλεῖ τοὺς Ὄννεω παῖδας καὶ
κελεύει ὅ τι δήποτ' ἐννοουμένη ἥκειν ὡπλισμένους. καὶ ὁ Σατι-
βάρας χαίρων τοὺς νεανίσκους μετῄει, ὡς ὑπὸ θεοῦ ὀρθουμένης
σφίσιν τῆς πράξεως, ἐπειδὴ ὡπλισμένους αὐτοὺς ἡ μήτηρ ἐκάλει.
ἀφικομένων δέ, μεταστῆναι τὸν εὐνοῦχον κελεύσασα Σεμίραμις λέ-
γει πρὸς τοὺς νεανίσκους· ὦ καλοῦ κἀγαθοῦ πατρὸς κακοὶ παῖδες,
οἳ πεισθέντες ὑπὸ κακοῦ δούλου μητρὶ τῇ ἑαυτῶν θάνατον ἐβου-
λεύσασθε, ὥς με ἐνθένδε ὤσετε παρὰ θεῶν τὰ κράτη ἔχουσαν·
ἀλλ' ἥδ' ὑμῖν ἐγώ· καί με κατὰ κρημνοῦ τοῦδε ὠθεῖτε, ἵνα δὴ
κλέος ἔχοιτε πρὸς ἀνθρώπων καὶ βασιλεύοιτε κτείναντες τήν τε
μητέρα Σεμίραμιν καὶ Νινύαν.† τὸν δ' αὐτὸν ἐδημηγόρησε πρὸς
Ἀσσυρίους. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ.]
3. Ὅτι ἐπὶ Σαρδαναπάλλου τοῦ βασιλέως Ἀσσυρίων Ἀρβά-
κης ὁ Μῆδος ἀκηκοὼς τὸν βίον καὶ τὰ ἤθη, οἷς χρῆται ὁ βασι-
λεύς, εἰς νοῦν ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου
ἀνδρὸς οὗτος ἔχοι τὰ τῆς Ἀσσυρίας κράτη. ἀνδρειότατον δὲ φῦλον
τὸ Μηδικὸν ἐδόκει τότε μετὰ τὸ Ἀσσύριον εἶναι. οὗτος οὖν ὁ
Ἀρβάκης ἐν ὁμιλίᾳ γενόμενος Βελέσυϊ τῆς Βαβυλῶνος ἄρχοντι, καὶ
συνεδρίτης ὢν αὐτῷ πρὸ τῶν βασιλειῶν θυρῶν, ἀνδρὶ τοῦ Χαλ-
δαίων γένους, (ἱερεῖς δ' οὗτοι ἦσαν καὶ πρώτην ἔφερον τιμήν) συν-
τίθεται αὐτῷ, καὶ κοινῇ βουλεύουσιν ἐπιθέσθαι τῇ ὅλῃ ἀρχῇ τά
τε Ἀσσυρίων κράτη μεταστῆσαι εἰς Μήδους. ἀστρονομώτατοι δὲ
5
πάντων ἦσαν Βαβυλώνιοι καὶ σοφίᾳ καὶ μαντικῇ τῇ τε δι' ὀνει-
ράτων καὶ τεράτων προύχοντες πάσῃ τε ὡς εἰπεῖν τῇ ἀμφὶ τὰ
θεῖα ἐπιστήμῃ. καὶ δὴ καὶ τότε ὁ Βελέσυς τῷ Ἀρβάκῃ διαλεγό-
μενος πρὸ τῶν θυρῶν πλησίον τινὸς φάτνης, ἐν ᾗ δύω ἵπποι ἐξε-
φατνίζοντο· καί πως ἐν μεσημβρίᾳ κατέδαρθεν αὐτόθι, καὶ ἐν τῷ
ὕπνῳ ἔδοξεν ὁρᾶν τὸν ἕτερον τῶν ἵππων ἐπιφορεῖν τῷ στόματι
ἐπὶ τὸν Ἀρβάκην καθεύδοντα καὶ αὐτὸν ἄχυρα, τὸν δὲ ἕτερον ἐρέ-
σθαι· τί τοῦτο ποιεῖς, ὦ δαιμόνιε, καὶ τὰ ἄχυρα τῷ ἀνθρώπῳ
ἐπιφέρεις; τὸν δὲ ἀποκρίνασθαι· φθονῶ αὐτῷ· μέλλει γὰρ βασι-
λεύειν ἁπάντων ὧν νῦν ἄρχει Σαρδανάπαλλος. ταῦτ' ἰδών τε καὶ
ἀκούσας ὁ Βαβυλώνιος τὸν Μῆδον ἐγείρει καθεύδοντα, καὶ [εἰ] δή
τι πλεῖον τὰ θεῖα εἰδὼς συμβάλλει τὴν τοῦ ὀνείρου φήμην καὶ κε-
λεύει τὸν Ἀρβάκην ἰέναι παρὰ τὸν Τίγριν ποταμὸν ῥέοντα πλη-
σίον τῆς Νίνου καὶ προσκλύζοντα τὸ τεῖχος. ἰόντων δὲ καὶ πολλὰ
λεσχηνευομένων, ὡς ἂν ἑταίρων, λέγει ὁ Βελέσυς· ἄγε δή, ὦ Ἀρ-
βάκη, εἰ σὲ θείη σατράπην Κιλικίας Σαρδανάπαλλος ὁ δεσπότης,
τί ἄν μοι δοίης τῷ εὐαγγελιζομένῳ; ὁ δ' ἀποκρίνεται· τί μου, ὦ
δαιμόνιε, καταγελᾷς; διὰ τί δ' ἄν με σατράπην Κιλικίας θεῖτο
ἄλλους ἐμοῦ κρείττους παρελθών; καὶ ὅς· ἀλλ' εἴ γε δοίη, πλέον
γάρ τι εἰδὼς λέγω, τίς ἐμοὶ κείσεται χάρις παρὰ σοί; κἀκεῖνος·
οὔτι μέμψῃ, ἔφη· μεθέξεις γὰρ τῆς ἀρχῆς οὐκ ἐλάχιστον μέρος.
ὁ δ' εἶπεν· εἰ δὲ Βαβυλῶνός σε πάσης σατράπην ποιήσειεν, πῶς
ἐμοὶ χρήσῃ; καὶ ὅς· παῦσαι πρὸς τοῦ Διός, ἔφη, σφόδρα μου κα-
τακερτομῶν· οὐ γὰρ οἶμαι ἐπιτήδειος εἶναι Μῆδος ὢν ὑπὸ Βαβυ-
λωνίου καταγελᾶσθαι. κἀκεῖνος· ἀλλ' οὐ μὰ τὸν μέγαν Βῆλον
ἔγωγέ σου καταγελῶν ταῦτα λέγω, ἀλλὰ πλέον τι τεκμαιρόμενος.
καὶ ὃς ἔφη· ἀλλ' ἐάν γε Βαβυλῶνος σατραπεύσω, σὲ ὕπαρχον κα-
ταστήσω τῆς ὅλης σατραπείας. καὶ ὁ Βαβυλώνιος· ἀλλ' ἔγωγέ
σοι οὐκ ἀπιστῶ· τόδε 〈δέ〉 μοι λέξον· εἰ βασιλεὺς εἴης ἁπάσης
ὁπόσης νῦν Σαρδανάπαλλος ἄρχει, τί ἐμὲ ποιήσειας; ὁ δ' Ἀρβά-
κης εἶπεν· εἴ σου, ὦ τλῆμον, ταῦτα ἀκούσειεν Σαρδανάπαλλος, εὖ
ἴσθι ὅτι καὶ σὺ κἀγὼ κακῶς ἀπολούμεθα. ἀλλὰ τί σοι ἐπῆλθε
ταῦτα ληρεῖν; οὐ παύῃ φλυαρῶν; καὶ ὃς τῆς χειρὸς αὐτοῦ λαβό-
6
μενος εὐτόνως· ἀλλὰ μὰ τήνδε τὴν δεξιὰν τὴν ἐμοὶ τιμίαν καὶ τὸν
μέγαν Βῆλον, οὐ παίζων λέγω, ἀλλὰ τὰ θεῖα κάλλιστα εἰδώς. καὶ
ὁ Ἀρβάκης εἶπεν· δώσω σοι Βαβυλῶνα ἔχειν καὶ† ταῦτα ὑπὸ
ταύτῃ ἀτελῆ. καὶ ἐπὶ τούτοις δεξιὰν αἰτοῦντος μάλα προθύμως
δίδωσι. καὶ ὃς εἶπε· βασιλεύσεις τοίνυν, εὖ ἴσθι, ἀψευδῶς. καὶ
ἐπεὶ ταῦτα συνέθεντο, ἐπὶ θύρας ᾤχοντο ὀπίσω θεραπεύσοντες
τὰ εἰωθότα. μετὰ δὲ ταῦτα ἐν ὁμιλίᾳ γενόμενος ἑνὶ τῶν πιστο-
τάτων εὐνούχων ὁ Ἀρβάκης ἐδεήθη αὐτοῦ δεῖξαί οἱ τὸν βασιλέα·
σφόδρα γὰρ ἐπιθυμεῖν τὸν δεσπότην ὅστις εἴη θεάσασθαι. τοῦ
δὲ εἰπόντος ἀδυνάτων αὐτὸν ἐρᾶν, μηδένα γὰρ πώποτε τυχεῖν τού-
του, τότε μὲν ἡσύχασεν. αὖθις δὲ μικρὸν διαλιπὼν λιπαρέστερον
αὐτοῦ ἐδεῖτο φάσκων ἀντὶ πολλοῦ χρυσοῦ καὶ ἀργύρου ταύτην ἀλ-
λάττεσθαι τὴν χάριν. ὁ δὲ εὐνοῦχος νικώμενος ὑπ' αὐτοῦ, ἦν γὰρ
ἐς τὰ μάλιστα ἐπιτήδειος, καὶ οὐ βουλόμενος αὐτῷ ἀχαριστεῖν,
ὑπέσχετο, εἰ καιρὸς εἴη, μνησθήσεσθαι τῷ δεσπότῃ *** ᾤκει ἔνθα
ἐτελεύτησεν.
4. Ὅτι Ἀμφίων καὶ Ζῆθος οἱ τῆς Ἀντιόπης υἱοὶ γεννηθέντες
καθ' ὁδοῦ ἐξετέθησαν. Λύκου δὲ τῆς βασιλείας ἐκπεσόντος, καὶ
Λαΐου ἤδη βασιλέως καταστάντος ὑπὸ Καδμείων, Ζῆθος καὶ Ἀμ-
φίων ἐφοίτων ἐκ τοῦ Κιθαιρῶνος εἰς Θήβας πρὸς τὸν Λύκον καὶ
τὴν μητέρα· καὶ ᾔδεσαν οἷα πάσχοι καὶ ἥτις εἴη, οὐ μέντοι
μόνῃ ἐδύναντο ἀφικέσθαι εἰς λόγους· εἷρκτο γὰρ τὰ πολλὰ ὑπὸ
τῆς Δίρκης. Λαΐου δὲ βασιλεύοντος, ἀφικομένοις εἰς τὸν Λύκου
κῆπον ἡ μήτηρ αὐτῶν Ἀντιόπη ὑδρευομένη διψῶσι τὸν γαυλὸν
προσσχοῦσα πιεῖν ἔδωκεν καὶ μονωθεῖσα ὠδύρετο τὰς πάθας,
προπεπυσμένη ὅτι παῖδές εἰσιν αὐτῆς, ἱκέτευέ τε ἀμφιπίπτουσα
τὴν μητέρα κακῶν ἐξελέσθαι, ἐδήλωσέ τε ὅτι ταῦτα πάσχοι διὰ
τὸν ἐκείνων τόκον. οἱ δ' ἐπεὶ πάντα ἔγνωσαν, ἀχθόμενοι τοῖς
κακοῖς τῆς μητρὸς Λύκον εὐθέως ἀπέκτειναν, καὶ Δίρκην καταλεύ-
σαντες εἰς ποταμὸν ἔρριψαν, ὃς ἀπὸ τοῦ πάθους Δίρκη καλεῖται.
Λάιος δ' αὐτοῖς συνέγνω ταῦτα δράσασι, καὶ τὸν Λύκου καὶ
Νυκτέως οἶκον ἔδωκεν ἀνθ' ὧν ἠδίκηντο. καὶ οὕτω τὴν μητέρα
ἐρρύσαντο.
7
5. Ὅτι βασιλεύοντι τῷ Λαΐῳ καὶ γήμαντι Ἐπικάστην παῖδες
οὐκ ἐγίνοντο. τούτων ἕνεκα εἰς Δελφοὺς χρησόμενος τῷ μαντείῳ
ἀφίκετο. θεὸς δὲ αὐτῷ ἔχρησε παῖδα ποιήσεσθαι ὅστις αὐτὸν
ἀποκτείνας τὴν μητέρα γυναῖκα ἕξει. μετὰ δὲ τὸν χρησμὸν γίνεται
τῷ Λαΐῳ κόρος, ὅντινα εὐθὺς γενόμενον ἀπέθετο ἐν Κιθαιρῶνι,
ὅπως ἂν φθαρείη. βουκόλοι δὲ Πολύβου τοῦτον ἀνείλοντο· λέγεται
δὲ ὁ Πόλυβος Ἑρμοῦ εἶναι· ὃν ἐφευρόντες ἀπεκόμισαν τῷ δεσπότῃ.
ὁ δὲ λαβὼν ἔτρεφεν ὡς ἂν αὐτοῦ γενόμενον Οἰδίπουν ὀνομάσας·
ᾤδει γὰρ τοὺς πόδας ὑπὸ σπαργάνων. περιιόντι δὲ τῷ χρόνῳ
ἐπεὶ ἀνὴρ ἐγένετο, ἐπὶ ζήτησιν ἵππων εἰς Ὀρχόμενον ἀφικνεῖται
τῆς Βοιωτίας, καί πως αὐτῷ Λάιος ἀπαντᾷ θεωρὸς εἰς Δελφοὺς
βαδίζων μετὰ τῆς γυναικὸς Ἐπικάστης. ὁ δὲ κήρυξ, ὅστις συνῆν
αὐτοῖς, ἐκέλευσεν προϊὼν τὸν Οἰδίπουν εἶξαι τῷ βασιλεῖ τῆς ὁδοῦ.
ὁ δὲ ὑπὸ μεγαλοφροσύνης τῷ ξίφει πλήξας αὐτὸν καὶ Λάιον ἐπι-
βοηθοῦντα ἀπέκτεινε, τῆς δὲ γυναικὸς οὐχ ἥψατο. ταῦτα δὲ πράξας
ἀνέφυγεν εἰς τὸ ὄρος καὶ ἐν τῇ ὕλῃ ἀφανὴς ἐγένετο. Ἐπικάστη
δέ, ὀλίγον ὕστερον ἀφικομένων τῶν θεραπόντων, ἐζήτει τὸν φονέα
τοῦ Λαΐου· ἐπεὶ δὲ οὐχ εὑρίσκετο, θάψασα αὐτόθι ἐν Λαφυστίῳ
Λάιόν τε καὶ τὸν κήρυκα, ἵναπερ καὶ ἀπέθανον, ἐπανῆλθεν εἰς
Θήβας. ὁ δὲ Οἰδίπους ἐκ τοῦ Ὀρχομένου εἰς Κόρινθον παρὰ
Πόλυβον ἀφίκετο, καὶ τὰς ἡμιόνους τοῦ Λαΐου (ἤλαυνε γὰρ καὶ
ταύτας) ἀγαγὼν Πολύβῳ ἔδωκεν, καὶ† λευκίδα συνῆν καὶ ὡς πάλαι
πατέρα αὐτὸν ἐνόμιζεν.
6. Ὅτι ἐπὶ Περσέως ταῦτα ἐγένετο. Τάνταλος ὁ Τμώλου, ἀφ'
οὗ τὸ ὄρος ὁ Τμῶλος ἐν Λυδίᾳ καλεῖται, πόλεμον ἔχων πρὸς Ἶλον
τὸν Τρῶα Φρυγῶν βασιλέα, ἡττηθεὶς μάχῃ ἐκλείπει τὴν χώραν·
μέλλων δὲ εἰς Πελοπόννησον ἐξοικίζεσθαι, αὐτὸς μὲν ὑπὸ γήρως
ἐν Λυδίᾳ ἔμεινεν, τὸν υἱὸν δὲ Πέλοπα σὺν στρατῷ ἔπεμψεν εἰς
τὴν γῆν. ὁ δὲ ἐπεὶ ἀφίκετο 〈ὑπὸ〉 πολλῷ πλούτῳ τὴν ἀδελφὴν
Νιόβην ἄγων, ὁρμηθεὶς τὸ τελευταῖον ἐκ Σιπύλου, ταύτην μὲν
ἔδωκεν Ἀμφίονι τῷ Θηβαίῳ, αὐτὸς δὲ τῆς Πελοποννήσου ἦλθεν
8
εἰς Πίσαν, ἔνθα ἐβασίλευσεν Οἰνόμαος θυγατέρα ἔχων Ἱπποδά-
μειαν, ἣν ἄλλοι τε ἐμνῶντο καὶ δὴ καὶ Μυρτίλος ὁ Ὑπεροχίδου,
συγγενὴς Οἰνομάου. ταύτης ὁ πατὴρ ἐρῶν οὐδενὶ ἤθελε καταινεῖν
πρὸς γάμον· ἡ δ' ἀναινομένη ἔφυγε τὸν πατέρα. ὡς δὲ ἦλθεν
εἰς Πίσαν ὁ Πέλοψ ὑπὸ πολλῷ στρατῷ, πέμψας Μυρτίλον Οἰνό-
μαος πρὸς αὐτὸν ἐπυνθάνετο ὅτου χάριν ἀφίκοιτο· προσεδόκα δὲ
μνηστῆρα αὐτὸν γενέσθαι τῆς θυγατρός. ὁ δὲ ἀπεκρίνατο πρὸς
τὸν Μυρτίλον, ὅτι τὴν χώραν οἰκήσων. καὶ ὁ Μυρτίλος εἶπεν,
ὅτι οὐκ εὐπετὲς εἴη ἄκοντος Οἰνομάου· αὐτὸς μέντοι δύνασθαι
ἀντ' ἐκείνου πρᾶξαι, εἰ ὑπόσχοιτο Οἰνομάου κρατήσας δώσειν
αὐτῷ πρὸς γάμον τὴν ἐκείνου θυγατέρα. ὁ δ' ὑπέσχετο καὶ ὤμοσε
ταῦτα ποιήσειν. μετὰ ταῦτα ἔρχεται πρὸς Οἰνόμαον ὁ Μυρτίλος
καὶ τὰ παρὰ Πέλοπος διηγήσατο· ὁ δὲ τὸν στρατὸν ἁλίσας καὶ
αὐτὸς ὁπλισθεὶς ἐξῆλθεν εἰς μάχην ἐκβαλεῖν Πέλοπα χρῄζων ἀπὸ
τῆς χώρας. ὁ δὲ αὐτῷ ὑπαντιάζει μετὰ τῶν ἑπομένων, καὶ ἀρχο-
μένης τῆς μάχης ὁ Μυρτίλος παραιβάτης ὢν ἐπὶ τοῦ ἅρματος
πλήξας ξίφει τὸν Οἰνόμαον ἀπὸ τοῦ δίφρου κατέβαλε, καὶ ταῦτα
πράξας πρὸς Πέλοπα ἀπεχώρησεν. πεσόντος δὲ Οἰνομάου ὁ στρα-
τὸς διεσκεδάσθη, καὶ ἄλλοι ἄλλῃ ἔφευγον. ὁ δὲ Πέλοψ καθ' ἡσυ-
χίαν εἰς Πίσαν ἐλάσας ἐκείνην κατέσχε καὶ τὴν Οἰνομάου πᾶσαν
ἀρχήν. ὕστερον δὲ Ἱπποδάμειαν γῆμαι θέλων, τὸν Μυρτίλον, διά
τε τοῦτο καὶ τῇ Ἱπποδαμείᾳ χαριζόμενος δεομένῃ τιμωρήσασθαι
τὸν φονέα τοῦ πατρός, ἀγαγὼν εἰς πέλαγος ἐπόντωσεν καὶ μετὰ
ταῦτα ἔγημε τὴν Ἱπποδάμειαν.
7. Ὅτι Λάρισα ὑπὸ Πιάσου τοῦ πατρὸς ἐρασθεῖσα καὶ βια-
σθεῖσα καὶ βαρέως φέρουσα τὸ πάθος, τῶν τινας οἰκετῶν προσ-
ποιησαμένη τὸν πατέρα κεκυφότα εἰς πίθον οἴνου ὤσασα ἐπὶ
κεφαλῆς ἀπέκτεινεν.
8. Ὅτι Αἴγισθος Ἀγαμέμνονα κτείνας τὸν βασιλέα συμβουλῇ
τῆς γυναικὸς Κλυταιμνήστρας καὶ τὸν Ὀρέστην τὸν τοῦ Ἀγαμέμ-
νονος υἱὸν ἔμελλεν ἀνελεῖν. τοῦτον δὲ ἐρρύσατο Ταλθύβιος ἐξαρ-
πάσας καὶ ἐκθέμενος εἰς τὴν Φωκίδα παρὰ Στρόφιον. δεκάτῳ
δ' ἔτει ἐκ Φωκέων ἐλθὼν μετὰ Πυλάδου τοῦ Στροφίου, Αἴγισθον
καὶ τὴν μητέρα κτείνας τῶν Μυκηνῶν ἐβασίλευεν. ἐλαυνόμενος
9
δὲ ὑπὸ τῶν Αἰγίσθου φίλων, κατὰ δὲ τὸν πλεῖστον λόγον ὑπὸ
Ἐρινύων, ὡς ἐναγής, θεοῦ κελεύσαντος εἰς Ἀθήνας ἀφίκετο, καὶ
ἐν Ἀρείῳ πάγῳ κριθεὶς ἀπέφυγεν. αὕτη 〈ἡ〉 δίκη φόνου τετάρτη
ἐν Ἀθήναις ἐκρίθη.
9. Ὅτι Τήμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων ἀπέθανε δι' αἰτίαν
τοιάνδε. ἦσαν αὐτῷ τέτταρες υἱεῖς, Κίσσος καὶ Φάλκης καὶ Κερύ-
νης καὶ Ἀγαῖος, θυγάτηρ δὲ τοὔνομα Ὑρνηθώ, ἥντινα ἔδωκε γυ-
ναῖκα Δηιφόντῃ τῷ Ἀντιμάχου τοῦ Θρασυάνορος τοῦ Κτησίππου
τοῦ Ἡρακλέους. στέργων οὖν ταύτην καὶ τὸν γαμβρὸν πολὺ μᾶλλον
〈ἢ〉 τοὺς υἱεῖς καὶ εἰς ἅπαντα χρώμενος διετέλει. ἐπὶ τούτῳ οἱ νεα-
νίσκοι βαρέως φέροντες ἐξεῦρον κακούργους ἀνθρώπους, 〈οὓς〉 ἐπὶ
μισθῷ ἔπεισαν τὸν Τήμενον ἀνελεῖν. Ἀγαῖος δὲ ὁ νεώτατος οὐ μετεῖχε
τοῦ βουλεύματος. καὶ οἱ μὲν τὸν ἄνθρωπον λουόμενον παρὰ τὸν
ποταμὸν ἐν ἐρημίᾳ ἐπιπεσόντες καὶ κατατρώσαντες ἐκποδῶν ἐγέ-
νοντο, ἔτι ζῶντα ὑπὸ θορύβου λιπόντες. ὁ δὲ κομισθεὶς εἰς τὸ
στράτευμα ἀγνοῶν τοὺς φονέας θνήσκει, τὴν ἀρχὴν Ὑρνηθοῖ καὶ
Δηιφόντῃ καταλιπὼν καὶ τὰ λόγια φράσας ἅπερ ᾔδει τοῦ πολέμου
πέρι. μετὰ ταῦτα δὲ ζητουμένου τοῦ φόνου, τὸ σύμπαν ἐγνώσθη,
ὅτι ὑπὸ τῶν περὶ Κίσσον ἐβουλεύθη, καὶ ἅμα διὰ τὴν Τημένου
ἐπισκίασιν ἐξεώσθησαν ἐκ τῆς ἀρχῆς, Δηιφόντης δὲ 〈καὶ〉 Ὑρνηθὼ
ἐβασίλευον διά τε ταῦτα καὶ ὅτι τὰ λόγια ᾔδεσαν, ἐν οἷς τῆς κα-
θόδου ἡ ἐλπὶς ἦν. οἵ γε μὴν παῖδες ἔξαρνοι ἦσαν τὸν φόνον
κοὐκ ἄρα ἔμελλον τῆς ἀρχῆς πέρι ἀτρεμήσειν. τοὐντεῦθεν Δηιφόν-
της πρῶτον μὲν ὑποπέμψας πρέσβεις κρύφα Τροιζηνίους καὶ
Ἀσιναίους καὶ Ἑρμιονεῖς καὶ πάντας ὅσοι τῇδε Δρύοπες ᾤκουν
ἀφίστησι τῶν Ἀργείων ἐθελοντὰς καὶ αὐτούς, μὴ τῷ χρόνῳ ὁμοῦ
κείνοις ὑπὸ Δωριέων ἐξανασταῖεν.
10. Ὅτι Κρεσφόντης πάντων ἐβασίλευεν τῶν Σπαρτιατῶν· ὃς
ἐπειδὴ διένειμε τὴν γῆν εἰς εʹ, μετεμέλησε δ' αὐτῷ ἐξ ἴσου διε-
10
λόντι, εἰς ὃ συνετέλουν οἱ λοιποί. ταῦτα δὲ μεταβουλευσάμενος
κινεῖν τὰ πράγματα ἐπειρᾶτο, ἐκ μὲν τοῦ εὐπρεποῦς λέγων ἅπερ
καὶ οἱ ἐν Λακεδαίμονι, ὅτι οὐ δίκαιον εἴη τῶν ἴσων μετέχειν τοὺς
ἐγχωρίους τοῖς Δωριεῦσι. συνέβη δ' αὐτῷ πρός τ' ἐκείνους δια-
βεβλῆσθαι καὶ πρὸς τοὺς Δωριέας, οἳ καὶ τότε αὐτοῦ ἤχθοντο τῇ
βίᾳ οὐκ ἀνεχόμενοι τὸ ἰσόμοιρον, καὶ πάλαι δ' αὐτῷ προσεκεκρού-
κεσαν ἄνευ σφῶν συμβαίνοντι τοῖς ἐγχωρίοις καὶ μετὰ ταῦτα τῶν
ἴσων αὐτοῖς μεταδιδόντι· πάντων δὲ μάλιστα ὑφεωρῶντο τὴν
μετακόσμησιν τῶν τότε καθεστώτων, πρὸς ἧς ἄμεινον ἡγήσαντο
εἶναι ἀνελόντες αὐτὸν κατὰ χώραν ἀτρεμεῖν. καὶ ἐποίησαν ταῦτα,
καὶ Κρεσφόντην μὲν δι' ἐπιβουλῆς ἀπέκτειναν, ταχὺ δὲ καὶ τοὺς
υἱεῖς ἤθελον, οὓς τότε ὁ μητροπάτωρ ἅμα τῇ θυγατρὶ κυούσῃ
θύειν μέλλων Διὶ Ἀκραίῳ εἰς Τραπεζοῦντα μετεπέμψατο· καὶ
παρ' αὐτῷ ἔτεκεν ἡ θυγάτηρ Αἴπυτον τὸν τρίτον. ἐτεχνάσαντο
οὖν οἱ φονεῖς ἀφικόμενοι παρὰ Κύψελον ὡς ἂν παραλαβόντες τοὺς
Κρεσφόντου παῖδας ἀνέλοιεν, λέγοντες ὅτι ὁ πατὴρ αὐτοὺς εἰς
Μεσσήνην μέτεισιν ἱερὰ θύειν μέλλων εὐκταῖα. ὁ δὲ Κύψελος
τοὺς μὲν δύω ἐξέπεμψε σὺν αὐτοῖς ἐξαπατηθείς, οὓς ἐκεῖνοι κατὰ
τὴν ὁδὸν ἀπέκτειναν, τὸν δὲ τρίτον ἅτε νεογενῆ οὐκ ἔδωκε φήσας
ἐν σπαργάνοις εἶναι· καὶ οὗτος μὲν παρὰ τῷ μητροπάτορι
ἐτρέφετο.
11. Ὅτι Αἴπυτος ὁ υἱὸς Κρεσφόντου ἐπεβουλεύθη παρὰ τῶν
ἐμπρησάντων τὴν αὐτοῦ οἰκίαν, καὶ τῆς ἐπιβουλῆς ἀνώτερος γέ-
γονεν. αὖθις δὲ πάλιν ἐπεβουλεύετο ὑπὸ τοῦ δήμου καὶ αὐτὸς καὶ οἱ
ἀπόγονοι, καὶ οὐ διέλιπον ἀλλήλοις διαστασιάζοντες, ἄχρις ὅτου
ὑπὸ Λακεδαιμονίων ἠνδραποδίσθησαν.
12. Ὅτι Φείδων κατὰ φιλίαν στασιάζουσιν Κορινθίοις βοηθῶν,
ἐπιθέσεως ἐκ τῶν ἑταίρων γενομένης, ἀπέθανεν.
13. Ὅτι Κορίνθῳ, ἐξ οὗ Κόρινθος ἡ πόλις, ὑπὸ τῶν ἐγχωρίων
ἐξ ἐπιβουλῆς σφαγέντι Σίσυφος ἀμύνων τούς τε αὐτόχειρας ἐτιμω-
ρήσατο καὶ ἀντὶ τούτου βασιλεὺς γίνεται.
14. Ὅτι Ἀδυάττεω τοῦ Λυδῶν βασιλέως παῖδες δίδυμοι,
Καδὺς καὶ Ἄρδυς· τούτοις κατέλιπε τὴν ἀρχήν, καὶ ὁμοῦ ἐβασί-
11
λευον ἀμφότεροι στέργοντες ἀλλήλους καὶ αὐτοὶ ὑπὸ τοῦ πλήθους
στεργόμενοι. καί πως ἡ τοῦ Καδύος γυνή, Δαμοννὼ λεγομένη,
ὑπό τινος ἀνεψιοῦ τοῦ ἀνδρός, Σπέρμου ὄνομα, μοιχευθεῖσα, σὺν
ἐκείνῳ θάνατον ἐβουλεύετο τῷ ἀνδρί· δοῦσα δὲ αὐτῷ φάρμαχον
ἔκτεινε μὲν οὔ, εἰς νόσον δ' ἐνέβαλεν. θεραπευθεὶς δ' ὑπὸ ἰατροῦ
ὁ Καδὺς ῥᾷον ἔσχεν. ἐκ τούτου τὸν ἰατρὸν ἀνελεῖν βουλομένη ἡ
γυνὴ φάρμακα μὲν αὐτῷ οὐκ ἔκρινε διδόναι διὰ τὴν τέχνην, βόθρον
δ' ἐν τῇ οἰκίᾳ ὀρύξασα καὶ ἐπιπολῆς αὐτὸν ἄδηλον ποιήσασα,
κλίνην καθύπερθεν ἔστρωσεν καὶ ἄλλας ἐφεξῆς. καλέσασα δ' αὐτὸν
ἐπὶ δεῖπνον ἐλθόντα κατέκλινεν ἵναπερ ὁ βόθρος ἦν. οἰχομένου
δὲ κάτω, ἐπαμησαμένη τὴν γῆν ἄδηλον ἐποίησεν.
Μετ' οὐ πολὺ δὲ καὶ ὁ Καδὺς ἀπέθανεν· αὐτὴ δὲ σὺν τῷ
μοιχῷ πρῶτον μὲν ἐξελαύνει τὸν ἐκείνου ἀδελφὸν Ἄρδυν πολλοὺς
Λυδῶν χρήμασι θεραπεύσασα, ἔπειτα συνῴκησεν αὐτῷ καὶ βασιλέα
ἀπέδειξεν. ὁ δὲ Ἄρδυς ἐξαπιναίως φυγὼν ὁμοῦ γυναικί τε καὶ
θυγατρί, οὕτω σφόδρα ἐπενήτευσεν, ὥστε ἐν Κύμῃ ἁμαξοπηγῶν
διέζη, ὕστερον δὲ πανδοκεύων. φασὶ δ' αὐτὸν τοὺς ἐγκαταγομένους
Λυδῶν φιλανθρωπευόμενον φίλους πάντας ἀποπέμπεσθαι. τῷ δὲ
μοιχῷ Σπέρμῳ οὐκ ἤρκεσε ταῦτα δράσαντι, ἀλλὰ καὶ ἐς Κύμην
πέμψας τινὰ λῃστήν, Κέρσην ὄνομα, κτεῖναι τὸν ἄνδρα παρεκελεύ-
ετο. ὁ δὲ ὑπέστη τὸ ἔργον ἐπὶ τῷ γῆμαι τοῦ Σπέρμου τὴν Θυγα-
τέρα καὶ χιλίους στατῆρας λαβεῖν δωρεάν.
Ἀφικόμενος δ' ὁ Κέρσης εἰς Κύμην κατήγετο ἐν τῷ Ἄρδυος
πανδοκείῳ· ὁ δὲ αὐτὸν ὁμοίως ἐθεράπευε, καὶ τοῖς τε ἄλλοις ἠρέ-
σκετο Κέρσης καὶ δὴ καὶ τὴν θυγατέρα αὐτοῦ διακονοῦσαν ἠράσθη·
καί πως αὐτὸν εἰς γάμον αἰτεῖται τὴν κόρην ἐπὶ τῷ τὰ μέγιστα
ὑπ' αὐτοῦ εὖ πείσεσθαι. ὁ δ' ἄλλως οὐκ ἂν διδοὺς διὰ τὴν φαυλό-
τητα τἀνθρώπου ἐπ' εὐγενείᾳ μέγα φρονῶν, ὅμως διὰ τὴν ὑπόσχε-
σιν δώσειν ὡμολόγησεν. ὡς δὲ ταῦτα συνέθεντο, πᾶσαν αὐτῷ
κατεῖπεν ὁ Κέρσης τὴν ἀλήθειαν, ὅτι ἥκοι ἀναπεισθεὶς ὑπὸ Σπέρ-
μου ἐπὶ τῷ γάμῳ τῆς ἐκείνου θυγατρὸς ἀνελεῖν τὸν Ἄρδυν, ἕτοι-
μος δὲ νῦν εἶναι τὴν Σπέρμου κεφαλὴν κομίσας ἐπὶ τούτοις τὴν
12
Ἄρδυος γῆμαι θυγατέρα. ὡς δὲ συνεπῄνεσεν, ἐκέλευσεν αὐτὸν
ἀποκείρασθαι τέως κομῶντα, κατασκευάσας δὲ ξυλίνην κεφαλὴν
ἐοικυῖαν τῇ Ἄρδυος, καὶ τὰς κόμας αὐτῇ προσπλάσας, ἵετο εἰς
Λυδίαν. ἀφικόμενος δὲ τῷ Σπέρμῳ πυνθανομένῳ περὶ ὧν αὐτὸν
ἔπεμψεν ἔφη· πάντα διαπέπρακται, καταθεὶς πρότερον τὴν κεφα-
λὴν ἐν οἰκίσκῳ. κελεύσαντος δὲ τοῦ Σπέρμου δεῖξαι τὴν κεφαλὴν
ἣν ἐκόμισεν, ἔφη ἄτοπον εἶναι πολλῶν ὁρώντων δεικνύναι, ἀλλὰ
παρελθόντα αὐτὸν ἐς τὸ οἴκημα ἐκέλευσεν ὁρᾶν μόνον μετὰ μόνου·
καὶ ὃς ἐπείσθη, δείξαντος αὐτῷ χαμαὶ κειμένην, καὶ ἐπέκυπτεν
ὡς καταμάθοι. ἐν τῷδε ξίφει αὐτὸν παίσας κατέβαλεν, καὶ τὴν
κεφαλὴν ἀποτεμὼν διεξέπεσε διὰ τῆς θύρας καὶ ἔξω πρὸς τὸν
Ἄρδυν ἠπείγετο. οἱ δὲ πρὸς ταῖς θύραις Λυδοὶ τέως μέν, εἰσελ-
θόντος τοῦ Σπέρμου, προσέμενον· ὡς δ' οὐκ ἐξῄει πολλοῦ χρόνου
διαγενομένου, εἰσελθόντες ὁρῶσι χαμαὶ νεκρὸν κείμενον, κεφαλὴν
οὐκ ἔχοντα. γνόντες δὴ τὸ γεγονὸς ἡσυχίαν ἦγον ἐπιχαίροντες
αὐτῷ· ἦν γὰρ δὴ κάκιστος, καὶ ἄλλως βασιλεύοντος αὐτοῦ ηὔχμησεν
ἡ γῆ. Σπέρμης μὲν οὕτως ἐτελεύτησεν βασιλεύσας ἔτη δύω· ἐν δὲ
τοῖς βασιλείοις οὐκ ἀναγράφεται.
Κέρσης δὲ φεύγων εἴς τι καπηλεῖον ἀφίκετο· ἐγκαταχθεὶς δέ,
ἅτε περιχαρὴς τῷ ἔργῳ, εἰς μέθην ὥρμησε, καὶ τῷ καπήλῳ πάντα
διηγήσατο καὶ τὴν κεφαλὴν ἔδειξε τὴν Σπέρμου. ὁ δὲ συμφρονήσας
ὅτι ἐκ τούτων Ἄρδυς βασιλεύσει, τὸν Κέρσην μεθύσας πολλῷ
οἴνῳ ἀπέκτεινεν, καὶ τὴν κεφαλὴν αὐτοῦ τε καὶ τοῦ Σπέρμου λαβὼν
εἰς Κύμην ἦλθε παρὰ τὸν Ἄρδυν. ἐν φροντίδι δ' αὐτῷ ὄντι περὶ
τούτων ἔλεξεν ὅτι ἀγαθὰ μέγιστα ἥκοι κομίζων. ὁ δ' εἶπε Σπέρ-
μον ἄρα τεθνηκέναι καὶ Κέρσην οὐκ ἔσεσθαί μοι γαμβρόν; ἐμοὶ
γὰρ ταῦτα μέγιστά ἐστιν. ἀποκρίνεται Θύοσος, τοῦτο γὰρ ἦν
ὄνομα τῷ καπήλῳ· ἀλλὰ ταῦτα δὴ ταῦτα φέρω· καὶ ἅμα δείκνυσιν
ἀμφοτέρας τὰς κεφαλάς. ὁ δὲ ἡσθεὶς ἐκέλευεν αἰτεῖν αὐτὸν ὅ τι
θέλοι ἀντὶ τούτων. Θύοσος δ' εἶπεν· οὔτι σε οὔτε τὴν θυγατέρα
οὔτε χρυσὸν αἰτῶ, ἀλλά μοι τὸ καπηλεῖον τοὐμὸν ἀτελὲς ἔχειν δός,
ὅταν βασιλεὺς γένῃ. καὶ ὃς ἔδωκεν αὐτῷ. καὶ Θύοσος ἀνὰ χρόνον
ἐκ τοῦ καπηλεύειν ἐπλούτησεν, καὶ ἀπὸ τούτου ἀγορὰν πλησίον
αὐτοῦ καὶ Ἑρμαῖον εἵσατο, Θυόσου λεγόμενον. Λυδοὶ δὲ Ἄρδυν
13
ἐπὶ βασιλείαν καλοῦσιν ἀγγέλους τε ἄλλους πέμψαντες καὶ τῶν
Ἡρακλειδῶν τινας. κατελθὼν δὲ ὁ Ἄρδυς ἐβασίλευσε μετὰ Ἀκί-
μιον πάντων ἄριστα, καὶ σφόδρα γίνεται Λυδοῖς καταθύμιος καὶ
φιλοδίκαιος. συνηρίθμησε δὲ καὶ τὸν Λύδιον στρατὸν ὁ Ἄρδυς,
(ἦν δ' ἱππότης ὁ πλεῖστος,) καὶ εὗρεν, ὥς φασι, μυριάδας γʹ
ἱππέων.
Ἄρδυϊ δὲ γηράσκοντι ἤδη προσφιλέστατος ἦν Δάσκυλος Γύγεω
γένος Μερμνάδης. οὗτος ἅπασαν ὡς εἰπεῖν τὴν Λυδῶν ἀρχὴν διὰ
χειρὸς εἶχεν. δείσας οὖν Ἀδυάττης ὁ Ἄρδυος μὴ τοῦ πατρὸς τε-
λευτήσαντος ἐκεῖνος μὲν πάνθ' ὑφ' ἑαυτῷ ποιήσαιτο, ἀποκτείνει
κρύφα τὸν Δάσκυλον. ἡ δ' ἐκείνου γυνὴ κύουσα ἔφυγεν εἰς Φρυ-
γίαν, ὅθεν καὶ ἦν, δείσασα τοὺς φονέας τοῦ ἀνδρός. ὡς δὲ ταῦ-
τα ᾔσθετο ὁ Ἄρδυς, σφόδρα ἠχθέσθη, καὶ Λυδοὺς ἐκάλεσεν εἰς
ἐκκλησίαν· καὶ αὐτὸς εἰς τούτους κομισθείς, (δεμνιοπετὴς γὰρ ἦν
ὑπὸ γήρως) κατηγόρει τῶν αἰτίων, οὐθὲν εἰδὼς οἵτινες ἦσαν, καὶ
Λυδοὺς παρεκάλει ζητεῖν τὸν Δασκύλου φόνον, ἐπηρᾶτό τε μυρία
τοῖς φονεῦσι καὶ τέλος ἀνεῖπεν ἐξεῖναι τῷ χρῄζοντι κτείνειν
αὐτούς, εἰ ἀνεύροι. Ἄρδυς μὲν οὖν βασιλεύσας οʹ ἔτη θνήσκει.
Ἐπὶ Μήλεω δὲ βασιλεύοντος Λυδῶν σφόδρα ἐλίμηνε Λυδία,
καὶ οἱ ἄνθρωποι ἐπὶ μαντείας ἐτράποντο. τοῖς δ' ἐσήμαινε τὸ
δαιμόνιον δίκας πράττεσθαι τοῦ Δασκύλου φόνου παρὰ τῶν βασι-
λέων. ταῦτα ἀκούσας παρὰ τῶν χρησμολόγων, καὶ ὅτι δεῖ φεύγον-
τα ἐπὶ γʹ ἔτη καθήρασθαι τὸν φόνον, ἔφυγεν ἐθελουσίως εἰς Βα-
βυλῶνα. ἔπεμψε δὲ καὶ εἰς Φρυγίαν παρὰ τὸν Δασκύλου παῖδα,
Δάσκυλον καὶ αὐτὸν ὄνομα, ὅντινα ἡ μήτηρ ἐν γαστρὶ ἔχουσα ἔφυγε,
κελεύων εἰς Σάρδεις ἀφικνεῖσθαι καὶ δίκας δέχεσθαι τοῦ πατρῴου
φόνου παρ' αὐτῶν, οὕτως γὰρ ἐθέσπιζον οἱ μάντεις. ὁ δ' οὐκ
ἐπείσθη, λέγων μὴ ἑωρακέναι τὸν πατέρα· κυεῖσθαι γὰρ ἔτι ὅτε
ἀνῄρητο· οὔκουν προσήκειν αὐτῷ ταῦτα πολυπραγμονεῖν. Μήλης
δὲ φεύγων τὴν ἀρχὴν ἐπίστευσε Σαδυάττῃ τῷ Καδύος, γένος ὄντι
τὸ ἀνέκαθεν ἀπὸ Τύλωνος, ὃς τὸν φεύγοντα ἐπετρόπευσε καὶ κατι-
όντα ἐκ Βαβυλῶνος ἐδέξατο μετὰ τρία ἔτη καὶ τὴν βασιλείαν οἱ
ἀπέδωκε πιστῶς.
Βασιλεύοντος δὲ Μύρσου, Δάσκυλος ὁ Δασκύλου τοῦ σφα-
γέντος ὑπὸ Σαδυάττεω, μὴ τὴν ἐπιβουλὴν εἰς ἑαυτὸν ἐπισπάσηται
ὑπὸ τῶν Ἡρακλειδῶν φοβηθείς, ἐκ Φρυγίας φεύγων ᾤχετο εἰς Σύ-
14
ρους τοὺς ἐν τῷ Πόντῳ ὑπὲρ Σινώπης οἰκοῦντας· ἐκεῖ δὲ κατα-
μείνας γυναῖκα τῶν ἐγχωρίων ἔγημε Σύραν, ἐξ ἧς αὐτῷ γίνεται
Γύγης.
15. Ὅτι Σαδυάττης ὁ ἔσχατος βασιλεὺς Λυδῶν κατελύθη τρό-
πῳ τοιούτῳ. ἦν τις ἐν Σάρδεσι Δασκύλου θεῖος τοῦ εἰς Πόντον
ἀποχωρήσαντος, Ἄρδυς ὄνομα, Γύγεω παῖς· οὗτος Σαδυάττῃ τῷ
βασιλεῖ ἐνέτυχεν ἀχθόμενος ἀτεκνίᾳ δοῦναί οἱ μεταπεμψαμένῳ Δά-
σκυλον ἐκ τοῦ Πόντου θέσθαι παῖδα, ὡς μὴ ἔρημος αὐτοῖς ὁ οἶ-
κος γένοιτο, αὐτοῦ μὲν ὄντος ἄπαιδος, ἐκείνων δὲ οἰχομένων· ἐπι-
εικὲς δὲ ἤδη εἶναι σπένδεσθαι τοῖς Δασκυλίοις· καὶ γὰρ τοὺς τοῦ
βασιλέως προπάτορας ἔφη καλεῖν αὐτοὺς εἰς Λυδίαν ἀπὸ τῆς
φυγῆς. ταῦτα δεομένῳ τῷ Ἄρδυϊ δίδωσιν ὁ βασιλεύς, καὶ ὃς ἐπὶ
Δάσκυλον πέμψας εἰς Λυδίαν αὐτὸν ἐκάλει. ὁ δὲ φιλοχωρῶν οὐχ
ὑπήκουσεν, τὸν μέντοι παῖδα Γύγην ἔπεμψε περὶ ιηʹ ἔτη γεγονότα.
τοῦτον ἐλθόντα δέχεται ὁ Ἄρδυς καὶ παῖδα ἀπέδειξεν. ἦν δὲ ὁ
Γύγης κάλλει τε καὶ μεγέθει διαφέρων, τά τε πολέμια γενναῖος καὶ
τῶν ἡλίκων μακρῷ τὰ πάντα ἄριστος, ἵππων τε καὶ ὅπλων χρῆ-
σιν ἤσκει. καί τις ὑπὲρ αὐτοῦ λόγος ἐφοίτησεν πρὸς βασιλέα, οἷος
εἴη κατά τε ἔργα καὶ ἰδέαν, εἴτε καὶ ὄντως ἐπαινοῦντος τοῦ λέ-
γοντος, εἴτε καὶ ὑπὸ φθόνου, ὡς ἂν αὐτῷ κακόν τι γένοιτο. βα-
σιλεὺς δὲ ἡσθεὶς μετεπέμψατο τὸν Γύγην, καὶ θεασάμενος ἠγάσθη
τό τε εἶδος καὶ τὸ μέγεθος, ἐκέλευσέ τε μετὰ τῶν δορυφόρων εἶναι.
ὀλίγου δὲ χρόνου καὶ αὐτός, ὥς φασιν, ὑποτοπήσας τὸ γενναῖον
τοῦ νεανίσκου, ἐκ μὲν τοῦ φανεροῦ διαφθείρειν αὐτὸν οὐκ ἐβούλετο,
μηδεμιᾶς ὑπούσης αἰτίας, ἑτέρῳ μέντοι τρόπῳ, πόνους προστάτ-
των χαλεπούς τε καὶ μεγάλους, ἐπί τε κάπρους καὶ ἄλλα θηρία
στέλλων. ἅπαντα δὲ Γύγης ῥώμῃ κατειργάζετο· κἄπειτα ὑπ' αὐτῶν
τούτων μεταβαλὼν ὁ Σαδυάττης ἔστεργεν αὐτόν, θαυμάζων τὸ
δραστήριον, καὶ τῆς πρόσθεν ὑποψίας λήξας γῆν αὐτῷ πολλὴν
ἐνεχείρισεν· ἐν ᾧ ἄριστα ἔπραξεν ὁ Γύγης. ἐπεὶ δὲ αὐτὸν σφό-
δρα ἔστεργεν καὶ πάντων μάλιστα προυτίμα, πολλοὶ δὴ διὰ φθό-
νον ἤχθοντό οἱ καὶ ἐμέμφοντο τῷ βασιλεῖ, ὧν καὶ Λίξος τοῦ Τυ-
λωνίου γένους. οὗτος τὸν Σαδυάττην ᾐτιᾶτο, ὅτι τὸν Γύγην ἐχ-
15
θρὸν πατρῷον ὄντα μεγάλως ἀσπάζεται καὶ πάντων ἡγεμόνα
ἀποδείξει. ὁ δ' οὐ προσεῖχε τὸν νοῦν, ἀλλ' ὑπὸ φθόνου ᾤετο
ταῦτα λέγειν. ἐπεὶ δὲ πολλάκις ταῦτα λέγων ὁ Λίξος οὐκ ἔπειθεν,
μαίνεσθαι προσποιηθεὶς διὰ τοῦ Σάρδεων ἄστεος φοιτῶν ἐβόα,
ὅτι Σαδυάττην τὸν βασιλέα κτείνειν μέλλοι Γύγης ὁ Δασκύλου.
ἐκ τούτων 〈γαμεῖν〉 ἔμελλε Σαδυάττης τὴν Ἀρνώσσου θυγατέρα
ὄνομα Τουδὼ τοῦ Μυσῶν βασιλέως, ὅστις πόλιν Ἀρδύνιον ἔκτισεν
ἐν Θήβης πεδίῳ. ἐπεὶ δὲ καιρὸς ἦν μετιέναι τὴν γυναῖκα, ἅρμα
ζεύξας καὶ Γύγην ἐπιβιβάσας ἐπ' αὐτὸ ἐξέπεμψε παρὰ τὸν πεν-
θερόν, ὡς ἂν κομίσειεν τὴν νύμφην. φασὶ δὲ τέρας αὐτοῖς τοι-
όνδε συνενεχθῆναι· ἀετοὺς βʹ ὑπερμεγέθεις, ἡνίκ' ἔμελλεν ἐξορμᾶν,
ἐφίζεσθαι ἐπὶ τὸν θάλαμον ἔνθα ἦν, τοὺς δὲ μάντεις εἰπεῖν ὅτι
δυοῖν βασιλέων ἡ παῖς γυνὴ ἔσοιτο ἐν τῇ πρώτῃ νυκτί. μετ' οὐ
πολὺ δὲ Γύγης παρῆν, καὶ τοῦ πατρὸς δόντος τὴν νύμφην ἀπε-
κόμιζεν· ὀχούμενος δ' ἐπὶ τοῦ ἅρματος ὁ Γύγης εἰς ἔρωτα ἐνέ-
πεσεν, καὶ καρτερεῖν οὐ δυνάμενος ἐπειρᾶτο αὐτὴν καί τι καὶ προσ-
εφιλοφρονεῖτο. ἡ δὲ μάλα καρτερῶς ἀναινομένη ἐξεπικραίνετό
τε καὶ ἠπείλει αὐτῷ πολλὰ καὶ δεινά. ὡς δὲ ἀφίκετο παρὰ τὸν
βασιλέα, πάντ' ἔφρασεν ὅσα ὁ Γύγης ἐποίει, καὶ ὡς μιγῆναί οἱ
ἤθελεν. ὁ δὲ ὀργισθεὶς ὤμοσε τῇ ὑστεραίᾳ Γύγην κτείνειν. ταῦτα
ἤκουσε θεράπαινα παροῦσα ἐν τῷ δωματίῳ στέργουσα σφόδρα τὸν
Γύγην· ἡ δὲ πάντ' ἐκείνῳ παραχρῆμα ἤγγειλεν. ὁ δὲ νυκτὸς ἔτι
οὔσης περιδραμὼν τοῖς φίλοις κοινοῦται τὸν λόγον καὶ ἀξιοῖ βοη-
θεῖν ὁρμῶντι κτεῖναι τὸν βασιλέα. προσανεμίμνησκε δὲ καὶ τῆς
Ἄρδυος ἀρᾶς, ὅτι ἐπηράσατο τοῖς Δασκύλου φονεῦσι. κρίνων δ'
οὖν ἐκ τῶν παρόντων ἀνελεῖν Σαδυάττην μᾶλλόν περ ἢ αὐτὸς ἀπο-
θανεῖν ὑπ' αὐτοῦ, ἐπεὶ τοὺς πιστοτάτους τῶν φίλων ηὐτρεπίσατο,
ἵεται σὺν ξίφει ἐπ' αὐτόν, τῆς δὲ θεραπαίνης τὰς θύρας τοῦ
δωματίου διοιξάσης, ἐπεισελθὼν κτείνει καθεύδοντα Σαδυάττην
βασιλεύσαντα ἔτη γʹ.
Ἕωθεν δὲ καθ' ἡσυχίαν μετεπέμπετο ἕκαστον τῶν φίλων καὶ
τῶν ἐχθρῶν, ὡς τοῦ βασιλέως αὐτοὺς καλοῦντος, καὶ τοὺς μὲν
ἀνῄρει οὓς ᾤετο ἐναντίους ἔσεσθαι, τοῖς δὲ δῶρα διδοὺς ἐπικού-
16
ρους ἐποιεῖτο. ἐπεὶ δὲ αὐτῷ πολλοὶ συνηλίσθησαν, ἐπιβατεύων
τῆς ἀρχῆς πασσυδεὶ ἐξοπλίζεται, καὶ ἐξέρχεται εἰς τὴν ἀγορὰν
καὶ συγκαλεῖ Λυδοὺς εἰς ἐκκλησίαν. οἱ δὲ τὸ μὲν πρῶτον ἐτα-
ράχθησαν δυσανασχετοῦντες τὸ ἔργον, καὶ ἐπὶ Γύγην ὡρμῶντο·
πραΰνοντος δ' αὐτοὺς ἐκείνου καὶ λόγον αἰτουμένου, ὡς ἂν διδάξῃ
τὸ πλῆθος περὶ ὧν ἠγνόει, μόλις τοῦ θορύβου ἔληξαν, τὰ μὲν
ἀκοῦσαί τι σαφὲς ἐπιποθοῦντες, τὰ δὲ καὶ φοβούμενοι τοὺς ὁπλί-
τας, καὶ ἐσιώπησαν. καὶ ἔπεμψαν εἰς Δελφοὺς πευσόμενοι εἰ
Γύγην στήσαιντο ἑαυτῶν βασιλέα. θεὸς δ' ἐκέλευσε τοσόνδε προ-
ειπὼν ὅτι τοῖς Ἡρακλείδαις εἰς πέμπτην γενεὰν ἥκοι τίσις παρὰ
τῶν Μερμναδῶν. τοὐντεῦθεν Γύγης ὁ Δασκύλου Λυδῶν βασιλεύει
καὶ γαμεῖ τὴν Μυσὴν γυναῖκα, ἥντινα Σαδυάττης ἠγάγετο, οὐδὲν
μνησικακήσας ὧν αὐτοῦ κατεῖπε πρὸς ἐκεῖνον. Λίξον δὲ προεῖ-
πεν εἰς ὄψιν μὴ ἀφικνεῖσθαι ἐπομόσας ἦ μὴν κατορύξειν αὐτὸν
ἐν ᾧ ἂν ἴδοι χωρίῳ πρῶτον. ὁ δ' ἐξετρέπετο τὸν πάντα χρόνον
καθ' ἑτέρας ὁδοὺς φοιτῶν, εἰργόμενος τῶν βασιλείων. συλλαβεῖν
δ' οὖν αὐτὸν ἐπιθυμῶν Γύγης, ὅμως οὐκ ἐβούλετο παρὰ τὴν ῥή-
τραν. καί τις αὐτῷ τῶν φίλων ὑπέθετο, εἰ κατὰ τὰ συγκείμενα
λαβεῖν αὐτὸν ἐθέλοι, τρέπεσθαι κατὰ τὰς ὁδοὺς ἃς ἔθος ἦν ἐκείνῳ
διεξιέναι· αὐτὸς δ' ἔφη ταύτας γινώσκειν. ὁ δὲ Γύγης ἐκέλευε
τὸν ἄνθρωπον ἡγεῖσθαι· καὶ αὐτὸς ἐκείνῃ τὸ ἅρμα κατήλαυνεν,
καί πως αὐτῷ κατὰ δαίμονα συντυγχάνει Γύγης ἐν ἐπικάμψει τῆς
ὁδοῦ. στενῆς δ' οὔσης, οὐκ ἔχων ὅπῃ τράπηται ἐξ ὀφθαλμῶν τοῦ
βασιλέως ὁ Λίξος, ὑποδύεται ὑπὸ τὸ ἅρμα καὶ κρύπτεται. Γύ-
γης δὲ προνοήσας ἐκσπᾶν αὐτὸν ἐκέλευεν, καὶ ἐπεὶ ἐξείλκυσαν οἱ
θεράποντες καὶ ἐναντίον ἔστησαν τοῦ ἅρματος, εἶπεν ὁ Γύγης·
ἐνταῦθα δή σε χρή, ὦ Λίξε, κατορύξαι· τοῦτο γὰρ ἡμῖν συγκεί-
μενον. καὶ ὃς οὐδὲν ὑποθωπεύσας· σὲ μὲν οὖν, ἔφη, ταῦτα παθεῖν
δικαιότερον, ὃς ἐμὲ διώκων ἐκτρεπόμενον ὁδοὺς ἦλθες οὐ πρεπού-
σας βασιλεῖ. οἱ δὲ φίλοι τὸν Γύγην ἐπὶ συννοίας γενόμενον πολὺν
χρόνον ἔπεισαν ἀφεῖναι Λίξον τοῦ θανάτου. καὶ ὃς ἔφη ὀμωμο-
κέναι κατορύξειν αὐτὸν ἔνθα ἂν τύχοι πρῶτον· οἱ δ' ἔφασαν·
ἐπειδὰν τελευτήσῃ τοιγαροῦν, ἐνταυθοῖ κατόρυξον, καὶ εὔορκά σοι
ἔσται. ὁ δὲ ἐπείσθη τε καὶ διὰ ταῦτα ἀφῆκεν Λίξον. μετὰ δὲ
ταῦτα ἐπὶ δεῖπνον ἐκάλεσε χαμαί τε ἀνέκλινε καὶ τὰ ὀστᾶ παρε-
17
τίθει φαῦλά τε σιτία, πίνειν τε ὄξος ἐνέχει· καί πως δειπνοῦντα
ἤρετο πῶς τε δειπνοίη. ὁ δ' εἶπεν· ὡς εἰκὸς παρὰ ἀνδρὶ ἐχθρῷ.
ὁ δὲ γελάσας εὖ μάλα τῶν αὑτῷ παρακειμένων ἐπεδαψιλεύετό τε
καὶ εὐμενέστερος ἐγένετο. χρόνου δὲ προϊόντος διαλλαγεὶς φίλον
ἐποιήσατο καὶ οὐδὲν ἔτι εἶχεν ἐν γνώμῃ τῶν πάλαι.
16. Ὅτι ἐν Ἀθήναις Δημοφῶν ἐβασίλευσεν, ἐφ' οὗ Ὀρέστης
μητροκτονήσας εἰς Ἀθήνας ἧκεν, μετὰ δὲ τοῦτον Ὀξύντης, μετὰ
δ' ἐκεῖνον Θυμοίτης, ὃς τοῦ πατρὸς τελευτήσαντος εἰδὼς τὴν βα-
σιλείαν τῷ γνησίῳ ἀδελφῷ προσήκουσαν, δολοφονήσας αὐτὸν κατ-
έσχε τὴν ἀρχήν.
17. Ὅτι Κυρηναίοις οἱ Βάττου παῖδες Ἀρκεσίλαος * πρὸς ἀλ-
λήλους στασιάσαντες μάχην ἤγειραν Λίβυας ἐπ' αὐτοὺς ἐνεγκόν-
τες. καὶ ἡττῶνται Κυρηναῖοι· ἑπτακισχίλιοι γὰρ ἀπέθανον ἐν τῷ
πολέμῳ. Ἀρκεσίλαος δ' ἐπὶ τούτοις φάρμακον πίνει· δυσθνη-
τοῦντα δ' αὐτὸν ὁ ἀδελφὸς ἦγξε Λέαρχος. τὸν δὲ Λέαρχον ἡ τοῦ
Ἀρκεσίλεω γυνὴ κτείνει Ἐρυξώ· τὴν δὲ ἀρχὴν ὁ τοῦ Ἀρκεσίλεω
παῖς ἐκδέχεται Βάττος χωλὸς ὤν.
18. Ὅτι Ἴωνες ἐν τῷ πρὸς Ὀρχομενίους πολέμῳ καταδραμόν-
τες αὐτῶν τὰς κώμας γυναῖκας αἰχμαλώτους πολλὰς ἠγάγοντο·
καταπαλλακεύοντες δ' αὐτὰς παῖδας ἐξεγέννησαν. ὑποτραφείσης
δὲ τῶν νόθων νεότητος οὐκ ὀλίγης, δείσαντες οἱ γνήσιοι ἐκ τῆς
χώρας αὐτοὺς ἐξανέστησαν. οἱ δ' εἰς Θορικὸν τῆς Ἀττικῆς ἀπο-
χωρήσαντες, ἡγεμόνας αὑτῶν προστησάμενοι ὁμοῦ τοῖς Ἴωσιν ἐξέ-
πλευσαν. συνῄεσαν δὲ αὐτοῖς πολλοὶ Πελοποννήσιοι· σχόντες
δὲ πρὸς τῷ Ἕρμῳ ταῖς ναυσὶ καί τινα νησῖδα καταλαβόμενοι οὐχ
ἑκὰς τῆς ἠπείρου, πολλῶν αὐτοῖς βαρβάρων ἐπιόντων, ἀντεῖχον
κρατοῦντες, καὶ ἐπί τινα λόφον τῆς ἠπείρου περάσαντες τὸ δὴ με-
ταξὺ πᾶν χωννύναι διενοοῦντο. κἀνταῦθα τειχοδομεῖν κωλύοντος
αὐτοὺς Μέννεω τοῦ Κύμης τυράννου, ὃς τότε τῶν ταύτῃ χωρίων
ἐκράτει, Οὐατίας ἀδελφὸς αὐτοῦ φιλίαν καὶ ἐπιγαμίαν συντίθεται
18
πρὸς αὐτοὺς ἐπὶ τῷ κεῖνον καταλῦσαι καὶ αὐτοῖς χώραν δοῦναι
αὐτάρκη. οἱ δὲ ὡμολόγησαν ἐκείνοις τε καὶ τῶν Κυμαίων ὅσους
ἐδύναντο * καὶ ἐπεξῆλθον ἐπὶ τὸν Μέννην. ταχὺ δὲ καὶ τοῦ δήμου
προσθεμένου αὐτῷ, νικήσας μάχῃ παραδίδωσι τοῖς Κυμαίοις τὸν
ἀδελφόν· οἱ δ' ἐκ χειρὸς βαλόντες αὐτὸν κατέλευσαν καὶ τὸν Οὐ-
ατίαν ἐστήσαντο βασιλέα. ὁ δ' εὐθέως τὰς πρὸς Φωκαίους συν-
θήκας ἠξίου ἐμπεδοῦν, ἃς ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας συνέθετο·
οἱ δ' ἐπείσθησαν καὶ τὴν γῆν ἔδοσαν.
19. Ὅτι Λεωδάμας ἐβασίλευσε Μιλησίων, καὶ ἐν τοῖς μάλιστα
ἐπῃνεῖτο δίκαιός τε ὢν καὶ τῇ πόλει καταθύμιος, εἰς ὃ φόνον
αὐτῷ βουλεύσας Ἀμφιτρὴς ἐν ἑορτῇ Ἀπόλλωνος ἄγοντα ἑκατόμβην
τῷ θεῷ Λεωδάμαντα κατὰ τὴν ὁδὸν ἀπέκτεινεν, αὐτὸς δὲ μετὰ
τῶν αὐτοῦ στασιωτῶν τὴν πόλιν κατελάβετο καὶ τύραννος ἐγένετο,
ἰσχύϊ προύχων Μιλησίων. οἱ δὲ Λεωδάμαντος παῖδες καὶ φίλοι
νυκτὸς ἀπεχώρησαν εἰς Ἀσσησόν, ὑποδεχομένου αὐτοὺς προθύμως
τοῦ ἐνόντος ἄρχοντος, ὅντινα Λεωδάμας πρότερον κατέστησεν.
μετ' οὐ πολὺ δὲ Ἀμφιτρὴς ἐπ' αὐτοὺς σὺν στρατῷ ἦλθε καὶ προσ-
καθίσας ἐπολιόρκει. οἱ δὲ μέχρι μέν τινος ταλαιπωρούμενοι
ἀντεῖχον· μετὰ δὲ ταῦτα εἰς μαντεῖον πέμψαντες ἐχρηστηριάζοντο
περὶ τοῦ πολέμου. θεὸς δ' ἔφη ἐκ Φρυγίας αὐτοῖς ἥξειν βοηθούς,
οἳ τίσιν τε πράξονται τοῦ Λεωδάμαντος φόνου κἀκείνους τε καὶ
Μιλησίους κακῶν ἀπαλλάξουσιν. χρονιζομένης δὲ τῆς πολιορκίας,
ἀφικνοῦνται νεανίσκοι Τόττης καὶ Ὄννης ἐκ Φρυγίας, ἱερὰ ἔχοντες
Καβείρων ἐν κίστει κεκαλυμμένα· ἐχόμενοι δὲ τῆς κίστεως ἀμ-
φότεροι, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, νυκτὸς ἔτι οὔσης προῆλθον εἰς
τὸ τεῖχος καὶ ἐκέλευον σφᾶς δέχεσθαι. βαρυνόμενοι δὲ ὑπὸ τῶν
φυλάκων καὶ ἐρωτώμενοι τίνες εἶεν, ἔφασαν ὅτι κατὰ πρόσταξιν
θεοῦ ἱερὰ ἐκ Φρυγίας κομίζοιεν ἐπὶ τῷ Μιλησίων τε καὶ Ἀσση-
σίων ἀγαθῷ. οἱ δ' εἰς νοῦν βαλόμενοι τὸν χρησμὸν δέχονται τοὺς
νεανίσκους. ἕωθεν δ' εἰς ἐκκλησίαν συνῆλθον οἵ τε τοῦ Λεωδά-
μαντος παῖδες καὶ οἱ ἄλλοι ἅπαντες καὶ τοὺς Φρύγας ἤροντο, οἵ-
τινές τε εἶεν καὶ ἐφ' ὅτῳ ἥκοιεν. οἱ δ' ἔφασαν θεὸν αὐτοῖς κε-
19
λεῦσαι σὺν τοῖς ἱεροῖς εἰς Ἀσσησὸν ἐλθεῖν τιμωροὺς ἐσομένους
τοῦ Λεωδάμαντος φόνου, ὅστις αὐτοῖς εἴη ὁ Λεωδάμας, (αὐτοὶ
γὰρ οὐ γινώσκειν·) καὶ κακῶν ῥύεσθαι Μιλησίους καὶ Ἀσσησίους.
δεῖν οὖν, ὅπως ἂν ταῦτα γένοιντο ἐπιτελῆ, θῦσαι τὰ νομιζόμενα
αὐτοῖς. οἱ δὲ ταῦτα ἀκούοντες ὁ πᾶς δῆμος ἐν χαρᾷ ἦσαν, (τοῖς
γὰρ λογίοις σύνδρομα ἐφαίνετο) ὑπέσχοντό τε τὰ ἱερὰ ἱδρύσειν
παρὰ σφίσιν καὶ τιμήσειν, εἰ ταῦτα γένοιτο. ἐκ τούτου μετὰ τὰς
ἱερουργίας ἐκέλευον αὐτοὺς οἱ Φρύγες ὁπλισαμένους πανστρατιᾷ
χωρεῖν ἐπὶ τοὺς πολεμίους, ἡγουμένων τῶν ἱερῶν πρὸ τῆς φάλαγ-
γος· καὶ ἐποίησαν ταῦτα. οἱ δὲ περὶ Ἀμφιτρὴν ὑπαντιάσαντες,
ὡς…
…
The complete text is available when the reading interface loads.