The Greek Library Catalogue

Anonymous

De sententiis

Edition reference
De sententiis, ed. U. P. Boissevain, Excerpta historica iussu imp. Constantini Porphyrogeniti confecta, vol. 4: excerpta De sententiis, Berlin: Weidmann, 1906: 1–452.
CTS identifier
urn:cts:greekLit:tlg3023.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

ἀνὴρ τοσούτῳ πλεονεκτήσει τῶν ἐνδεεστέρων βίου, ὡς πεινήσας

ἡδίστων σίτων τεύξεται καὶ διψήσας τῶν ἡδίστων ποτῶν ἀπολαύ-

σεται καὶ δεηθεὶς ἀναπαύσεως ἥδιστον ἀναπαύσεται. ὧν ἕνεκά

φησι χρῆναι νῦν ἐπιταθῆναι ἡμᾶς εἰς ἀνδραγαθίαν, ὅπως τε τῶν

ἀγαθῶν ἄριστον καὶ ἥδιστον ἀπολαύσωμεν καὶ ὅπως τοῦ πάντων

χαλεπωτάτου ἄπειροι γενώμεθα. οὐ γὰρ τὸ μὴ λαβεῖν τὰ ἀγαθὰ

οὕτω χαλεπόν, ὥσπερ τὸ λαβόντα στερηθῆναι λυπηρόν.

3

5. Ὅτι εὖ τε δεῖ εἰδέναι ὅτι οὐκ ἔστιν ἄλλη φυλακὴ τοιαύτη οἵα

αὐτόν τινα καλὸν κἀγαθὸν ὑπάρχειν· τοῦτο γὰρ δεῖ συμπαρομαρ-

τεῖν· τῷ δ' ἀρετῆς ἐρήμῳ οὐδὲ ἄλλο καλῶς ἔχειν οὐδὲν προσήκει.

6. Ὅτι ἄρχων ἀγαθὸς οὐδὲν διαφέρει πατρὸς ἀγαθοῦ· οἵ τε

γὰρ πατέρες προνοοῦσι τῶν παίδων, ὅπως μήποτε αὐτοὺς τὰ ἀγαθὰ

ἐπιλείψῃ, Κῦρός τέ μοι δοκεῖ νῦν συμβουλεύειν ἡμῖν, ἀφ' ὧν μά-

λιστ' ἂν εὐδαιμονοῦντες διατελοῖμεν.

7. Ὅτι ὅταν μὲν ὁ ἐπιστάτης βελτίων γένηται, καθαρώτερον τὰ

νόμιμα πράττεται, ὅταν δὲ χείρων, φαυλότερον.

8. Ὅτι οὐχ οἷόν τε εἶναι μὴ αὐτόν τινα ὄντα οἷον δεῖ ἄλλους

παρορμᾶν ἐπὶ τὰ καλὰ καὶ τὰ ἀγαθὰ ἔργα.

9. Ὅτι ἀδύνατον πολλὰ τεχνώμενον ἄνθρωπον πάντα καλῶς

ποιεῖν.

10. Ὅτι οὐ ῥάδιόν ἐστι φιλεῖν τοὺς μισεῖν δοκοῦντας οὐδ' εὐ-

νοεῖν τοῖς κακονόοις, οὕτω καὶ τοὺς γνωσθέντας ὡς φιλοῦσι καὶ εὐνο-

οῦσιν, οὐκ ἂν δύνασθαι μισεῖσθαι ὑπὸ τῶν φιλεῖσθαι ἡγουμένων.

11. Ὅτι καλέσας ὁ Φεραύλας τὸν Σάκαν τὸν ....... δόντα τὸν

ἵππον ἐξένιζεν, καὶ τἄλλα παρεῖχεν ἔκπλεω καὶ ἐπεὶ ἐδεδειπνήκε-

σαν, τὰ ἐκπώματα αὐτῷ, ἃ ἔλαβε παρὰ Κύρου, ἐμπιπλὰς προὔπινε

καὶ ἐδωρεῖτο. καὶ ὁ Σάκας ὁρῶν πολλὴν μὲν καὶ καλὴν στρωμνήν,

πολλὴν δὲ καὶ καλὴν κατασκευήν, καὶ οἰκέτας δὲ πολλούς „εἰπέ

μοι“ ἔφη ”ὦ Φεραύλα, ἦ καὶ οἴκοι τῶν πλουσίων ἦσθα;” καὶ ὁ

Φεραύλας εἶπε „ποίων πλουσίων; τῶν μὲν οὖν σαφῶς ἀποχειρο-

βιώτων. ἐμὲ γάρ τοι ὁ πατὴρ τὴν μὲν τῶν παίδων παιδείαν

γλίσχρως αὐτὸς ἐργαζόμενος καὶ τρέφων ἐπαίδευεν· ἐπεὶ δὲ μει-

ράκιον ἐγενόμην, οὐ δυνάμενος τρέφειν ἀργόν, εἰς ἀγρὸν ἀπαγαγὼν

ἐκέλευσεν ἐργάζεσθαι. ἔνθα δὴ ἐγὼ ἀντέτρεφον ἐκεῖνον, ἕως ἔζη,

αὐτὸς σκάπτων καὶ σπείρων καὶ μάλα μικρὸν γήδιον, οὐ μέντοι

4

πονηρόν γε, ἀλλὰ πάντων δικαιότατον· ὅ τι γὰρ ἂν λάβοι σπέρμα,

καλῶς καὶ δικαίως ἀπεδίδου αὐτό τε καὶ τόκον οὐδέν τι πολύν·

ἤδη δέ ποτε ὑπὸ γενναιότητος καὶ διπλάσια ἀπέδωκεν ὧν ἔλαβεν.

οἴκοι μὲν οὖν οὕτως ἔγωγε ἔζων· νῦν δὲ ταῦτα πάντα, ἃ ὁρᾷς,

Κῦρός μοι ἔδωκε.“ καὶ ὁ Σάκας εἶπεν ”ὦ μακάριε σὺ τά τε ἄλλα

καὶ αὐτὸ τοῦτο ὅτι [γε] ἐκ πένητος πλούσιος γεγένησαι· πολὺ γὰρ

οἴομαί σε καὶ διὰ τοῦτο ἥδιον πλουτεῖν ὅτι πεινήσας χρημάτων

πεπλούτηκας.” καὶ ὁ Φεραύλας εἶπεν „ἦ γὰρ οὕτως, ὦ Σάκα, ὄντως

ὑπολαμβάνεις, ὡς ἐγὼ νῦν τοσούτῳ ἥδιον ζῶ, ὅσῳ πλείω κέκτημαι;

οὐκ οἶσθα“ ἔφη ”ὅτι ἐσθίω μὲν καὶ πίνω καὶ καθεύδω οὐδ' ὁτιοῦν

νῦν ἥδιον ἢ τότε, ὅτε πένης ἦν. ὅτι δὲ ταῦτα πολλά ἐστι, τοσοῦ-

τον κερδαίνω, πλείω μὲν φυλάττειν δεῖ, πλείω δὲ ἄλλοις διανέ-

μειν, πλείονα δὲ ἐπιμελούμενον πράγματα ἔχειν. νῦν γὰρ δὴ ἐμὲ

πολλοὶ μὲν οἰκέται σῖτον αἰτοῦσι, πολλοὶ δὲ ἱμάτια· οἱ δὲ ἰατρῶν

δέονται· ἥκει δέ τις ἢ τῶν προβάτων λελυκωμένα φέρων ἢ τῶν

βοῶν κατακεκρημνισμένα ἢ νόσον φάσκων ἐμπεπτωκέναι τοῖς κτή-

νεσιν· ὥστε μοι δοκῶ” ἔφη ὁ Φεραύλας „νῦν διὰ τὸ πολλὰ ἔχειν

πλείω λυπεῖσθαι ἢ πρόσθεν διὰ τὸ ὀλίγα ἔχειν.“ καὶ ὁ Σάκας

”ἀλλὰ ναὶ μὰ Δί'” ἔφη „ὅταν σῶα ᾖ, πολλὰ ὁρῶν πολλαπλάσια

ἐμοῦ εὐφραίνῃ.“ καὶ ὁ Φεραύλας εἶπεν ”οὔτοι, ὦ Σάκα, ἡδύ ἐστι

τὸ ἔχειν χρήματα ὡς ἀνιαρὸν τὸ ἀποβάλλειν. γνώσῃ δὲ ὅτι ἐγὼ

ἀληθῆ λέγω· τῶν μὲν γὰρ πλουτούντων οὐδεὶς ἀναγκάζεται ὑφ'

ἡδονῆς ἀγρυπνεῖν, τῶν δὲ ἀποβαλλόντων τι ὄψει οὐδένα δυνάμενον

καθεύδειν ὑπὸ λύπης.” „μὰ Δί'“ ἔφη ὁ Σάκας ”οὐδέ τι τῶν λαμ-

βανόντων τι νυστάζοντα οὐδένα ἂν ἴδοις ὑφ' ἡδονῆς.” „ἀληθῆ“

ἔφη ”λέγεις· εἰ γάρ τοι τὸ ἔχειν οὕτως ὥσπερ τὸ λαμβάνειν ἡδὺ

ἦν, πολὺ ἂν διέφερον εὐδαιμονίᾳ οἱ πλούσιοι τῶν πενήτων. καὶ

ἀνάγκη δέ τοί ἐστιν, ὦ Σάκα” ἔφη „τὸν πολλὰ ἔχοντα πολλὰ καὶ

δαπανᾶν καὶ εἰς θεοὺς καὶ εἰς φίλους καὶ εἰς ξένους· ὅστις οὖν

ἰσχυρῶς χρήμασιν ἥδεται, εὖ ἴσθι τοῦτον καὶ δαπανῶντα ἰσχυρῶς

ἀνιᾶσθαι.“ ”μὰ Δί'” ἔφη ὁ Σάκας· „ἀλλ' οὐκ ἐγὼ τούτων εἰμί,

5

ἀλλὰ εὐδαιμονίαν τοῦτο νομίζω τὸ πολλὰ ἔχοντα πολλὰ καὶ δα-

πανᾶν.“ ”τί οὖν” ἔφη „πρὸς τῶν θεῶν“ ὁ Φεραύλας ”οὐχὶ σύ

γε αὐτίκα μάλα εὐδαιμονῶν ἐγένου καὶ ἐμὲ εὐδαίμονα ἐποίησας;

λαβὼν γάρ” ἔφη „ταῦτα πάντα κέκτησο, καὶ χρῶ τε ὅπως βούλει

αὐτοῖς· ἐμὲ δὲ μηδὲν ἄλλο ἢ ὥσπερ ξένον τρέφε καὶ ἔτι εὐτελέ-

στερον ἢ ξένον· ἀρκέσει γάρ μοι ὅ τι ἂν καὶ σὺ ἔχῃς τούτων

μετέχειν.“ ”παίζεις” ἔφη ὁ Σάκας. καὶ ὁ Φεραύλας ὀμόσας εἶ-

πεν ᾖ μὴν σπουδῇ λέγειν. „καὶ ἄλλα γέ σοι, ὦ Σάκα, προσδια-

πράξομαι παρὰ Κύρου, μήτε θύρας τὰς Κύρου θεραπεύειν μήτε

στρατεύεσθαι· ἀλλὰ σὺ μὲν πλουτῶν οἴκοι μένε· ἐγὼ δὲ ταῦτα

ποιήσω καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἐμοῦ. καὶ ἐάν τι ἀγαθὸν προσ-

λαμβάνω διὰ τὴν Κύρου θεραπείαν ἢ καὶ ἀπὸ στρατείας τινός,

οἴσω πρὸς σέ, ἵνα ἔτι πλειόνων ἄρχῃς· μόνον“ ἔφη ”ἐμὲ ἀπόλυσον

ταύτης τῆς ἐπιμελείας· ἢν γὰρ ἐγὼ σχολὴν ἄγω ἀπὸ τούτων, ἐμοί

τέ σε οἴομαι πολλὰ καὶ Κύρῳ χρήσιμον ἔσεσθαι.” τούτων οὕτω

ῥηθέντων ταῦτα συνέθεντο καὶ ταῦτα ἐποίουν. καὶ ὁ μὲν ἡγεῖτο

εὐδαιμονῶν γεγενῆσθαι, ὅτι πολλῶν ἦρχε χρημάτων· ὁ δ' αὖ ἐνό-

μιζε μακαριώτατος εἶναι, ὅτι ἐπίτροπον ἕξοι σχολὴν παρέχοντα

πράττειν ὅ τι ἂν αὐτῷ ἡδὺ εἴη.

12. Ὅτι ὁ Γωβρύας εἶπε πρὸς τὸν Κῦρον „ἀλλ' ἐγώ, ὦ Κῦρε,

πρόσθεν μὲν ἡγούμην τούτῳ σε πλεῖστον διαφέρειν ἀνθρώπων τῷ

στρατηγικώτατον εἶναι· τοὺς δὲ θεοὺς ὄμνυμι ἦ μὴν ἐμοὶ δοκεῖ

πλέον σε διαφέρειν φιλανθρωπίᾳ ἢ στρατηγίᾳ.“ ”νὴ Δί'” ἔφη ὁ

Κῦρος „καὶ μὲν δὴ καὶ ἐπιδείκνυμαι τὰ ἔργα πολὺ ἥδιον φιλαν-

θρωπίας ἢ στρατηγίας. πῶς ........... ”ναὶ μὰ Δί'“ ἔφη

ὁ Κῦρος „τῶν μὲν γὰρ μεστῶν γρυπὴ ἡ γαστὴρ γίνεται, τῶν δὲ

ἀδείπνων σιμή.” καὶ ὁ Χρυσάντας ἔφη ”ψυχρῷ δ' ἂν, πρὸς τῶν

θεῶν, βασιλεῖ ἔχοις ἂν εἰπεῖν ποία τις συνοίσει;“ ἐνταῦθα μὲν δὴ

ὅ τε Κῦρος ἐξεγέλασε καὶ οἱ ἄλλοι ὁμοίως. γελώντων δὲ ἅμα

εἶπεν ὁ Ὑστάσπης „πολύ γε” ἔφη ”μάλιστα τούτου σε, ὦ Κῦρε,

ζηλῶ ἐν τῇ βασιλείᾳ.“ „τίνος;” ἔφη ὁ Κῦρος. ”ὅτι δύνασαι καὶ

6

ψυχρὸς ὢν γέλωτα παρέχειν.“ καὶ ὁ Κῦρος εἶπεν „ἐπεὶ οὐκ ἂν

πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτα εἰρῆσθαι, καὶ ἀπαγγελθῆναι

παρ' ᾗ εὐδοκιμεῖν βούλει ὅτι ἀστεῖος εἶ;” καὶ ταῦτα μὲν δὴ οὕτω

διεσκώπτετο.

Μετὰ δὲ ταῦτα Τιγράνῃ μὲν ἐξήνεγκε γυναικεῖον κόσμον, καὶ

ἐκέλευσε τῇ γυναικὶ δοῦναι, ὅτι ἀνδρείως συνεστρατεύετο τῷ ἀνδρί,

Ἀρταβάζῳ δὲ χρυσοῦν ἔκπωμα· τῷ δ' Ὑρκανίῳ ἵππον καὶ ἄλλα

πολλὰ καὶ καλὰ ἐδωρήσατο. ”σοὶ δέ“ ἔφη „ὦ Γωβρύα, δώσω ἄν-

δρα τῇ θυγατρί.” ”οὐκοῦν ἐμέ“ ἔφη ὁ Ὑστάσπης „δώσεις, ἵνα καὶ

τὰ συγγράμματα λάβω.” ”ἦ καὶ ἔστι σοι“ ἔφη ὁ Κῦρος „οὐσία

ἀξία τῶν τῆς παιδός;” ”νὴ Δί'“ ἔφη „πολλαπλασίων μὲν οὖν

χρημάτων.” ”καὶ ποῦ“ ἔφη ὁ Κῦρος „ἔστι σοι αὕτη ἡ οὐσία;”

”ἐνταῦθα“ ἔφη „ὅπουπερ καὶ σὺ κάθησαι φίλος ὢν ἐμοί.” ”ἀρ-

κεῖ μοι“ ἔφη ὁ Γωβρύας καὶ εὐθὺς ἐκτείνας τὴν δεξιάν „δίδου”

ἔφη ”ὦ Κῦρε· δέχομαι γάρ.“ καὶ ὁ Κῦρος λαβὼν τὴν τοῦ Ὑστά-

σπου δεξιὰν ἔδωκε τῷ Γωβρύᾳ, ὁ δ' ἐδέξατο. ἐκ δὲ τούτου πολλὰ

καὶ καλὰ ἔδωκε δῶρα τῷ Ὑστάσπῃ, ὅπως τῇ παιδὶ πέμψειε·

Χρυσάνταν δ' ἐφίλησε προσαγαγόμενος. καὶ ὁ Ἀρτάβαζος εἶπε

„μὰ Δί'” ἔφη ”ὦ Κῦρε, οὐχ ὁμοίου γε χρυσοῦ ἐμοί τε τὸ ἔκπωμα

δέδωκας καὶ Χρυσάντᾳ τὸ δῶρον.“ „ἀλλὰ καὶ σοί” ἔφη ”δώσω.“

ἐπείρετο ἐκεῖνος „πότε;” ”εἰς τριακοστόν“ ἔφη „ἔτος.” ”ὡς ἀνα-

μενοῦντος“ ἔφη „καὶ οὐκ ἀποθανουμένου οὕτω παρασκευάζου.”

καὶ τότε μὲν δὴ οὕτως ἔληξεν ἡ σκηνή.

13. Ὅτι ἐπεὶ εἰλήφεσαν παρὰ Κύρου τὰ δῶρα οἱ στρατιῶται

καὶ οἱ ἄρχοντες οἱ μέν τινες ἔλεγον περὶ τοῦ Κύρου τοιάδε ”ἦπου

αὐτός γε πολλὰ ἔχει, ὅπου γε καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν.“

οἱ δέ τινες αὐτῶν ἔλεγον „ποῖα πολλὰ ἔχει; οὐχ ὁ Κύρου τρόπος

τοιοῦτος ὅλος χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμενος

ἥδεται.”

6

14. Ὅτι μετὰ τὸ κατακλιθῆναι τῇ τρίτῃ ἡμέρᾳ ἐκάλεσε τοὺς

7

παῖδας ὁ Κῦρος καὶ ἔλεξεν ὧδε· ἐκάλεσε δὲ καὶ τοὺς φίλους καὶ τὰς

Περσῶν ἀρχάς· ”παῖδες ἐμοὶ καὶ πάντες οἱ παρόντες φίλοι, ἐμοὶ

μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστιν· ἐκ πολλῶν τοῦτο σαφῶς γινώσκω·

ὑμᾶς δὲ χρή, ὅταν τελευτήσω, ὥσπερ εὐδαίμονος ἐμοῦ καὶ λέγειν

καὶ ποιεῖν πάντα. ἐγὼ γὰρ παῖς τε ὢν τὰ ἐν παισὶ νομιζόμενα

καλὰ δοκῶ κεκαρπῶσθαι, ἐπεί τε ἥβησα, τὰ ἐν νεανίσκοις, τέλειός

τε ἀνὴρ γενόμενος τὰ ἐν ἀνδράσι· σὺν τῷ χρόνῳ τε προϊόντι ἀεὶ

συναυξανομένην ἐδόκουν ἐπιγινώσκειν καὶ τὴν ἐμὴν δύναμιν, ὥστε

καὶ τοὐμὸν γῆρας οὐδεπώποτε ᾐσθόμην τῆς ἐμῆς νεότητος ἀσθε-

νέστερον γιγνόμενον, καὶ οὔτ' ἐπιχειρήσας οὔτ' ἐπιθυμήσας οἶδα

ὅτου ἠτύχησα. καὶ τοὺς μὲν φίλους ἐπεῖδον δι' ἐμοῦ εὐδαίμονας

γενομένους, τοὺς δὲ πολεμίους ὑπ' ἐμοῦ δουλωθέντας· καὶ τὴν

πατρίδα πρόσθεν ἰδιωτεύουσαν ἐν τῇ Ἀσίᾳ νῦν προτετιμημένην

καταλείπω· ὧν τ' ἐκτησάμην οὐδὲν οἶδα ὅ τι οὐ διεσωσάμην. καὶ

τὸν μὲν παρελθόντα χρόνον ἔπραττον οὕτως ὥσπερ εὐχόμην, φό-

βος δέ μοι συμπαρομαρτῶν μή τι ἐν τῷ ἐπιόντι χρόνῳ ἢ ἴδοιμι

ἢ ἀκούσαιμι ἢ πάθοιμι χαλεπόν, οὐκ εἴα τελέως με φρονεῖν οὐδ'

εὐφραίνεσθαι ἐκπεπταμένως. νῦν δ' ἢν τελευτήσω, καταλείπω

μὲν ὑμᾶς, ὦ παῖδες, ζῶντας οὕσπερ ἔδοσάν μοι οἱ θεοὶ γενέσθαι,

καταλείπω δὲ πατρίδα καὶ φίλους εὐδαιμονοῦντας· ὥστε πῶς οὐκ

ἂν ἐγὼ δικαίως μακαριζόμενος τὸν ἀεὶ χρόνον μνήμης τυγχάνοιμι;

δεῖ δὲ καὶ τὴν βασιλείαν σαφηνίσαντα καταλιπεῖν, ὡς ἂν μὴ ἀμ-

φίλογος γενομένη πράγματα ὑμῖν παράσχῃ. ἐγὼ δὲ νῦν φιλῶ μὲν

ἀμφοτέρους ὑμᾶς ὁμοίως, ὦ παῖδες· τὸ δὲ προβουλεύειν καὶ τὸ

ἡγεῖσθαι ἐφ' ὅ τι ἂν καιρὸς δοκῇ εἶναι, τοῦτο προστάττω τῷ προ-

τέρῳ γενομένῳ καὶ πλειόνων κατὰ τὸ εἰκὸς ἐμπείρῳ. ἐπαιδεύθην

δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆσδε τῆς ἐμῆς τε καὶ ὑμετέρας πατρί-

δος, τοῖς πρεσβυτέροις οὐ μόνον ἀδελφοῖς, ἀλλὰ καὶ πολίταις καὶ

ὁδῶν καὶ θάκων καὶ λόγων ὑπείκειν, καὶ ὑμᾶς δέ, ὦ παῖδες, οὕτως

ἐξ ἀρχῆς ἐπαίδευον, τοὺς μὲν γεραιτέρους προτιμᾶν, τῶν δὲ νεω-

τέρων προτετιμῆσθαι· ὡς οὖν παλαιὰ καὶ εἰθισμένα καὶ ἔννομα

λέγοντος ἐμοῦ οὕτως ἀποδέχεσθε. καὶ σὺ μέν, ὦ Καμβύση, τὴν

βασιλείαν ἔχε, θεῶν τε διδόντων καὶ ἐμοῦ ὅσον ἐν ἐμοί· σοὶ δέ, ὦ

Ταμβοξάρη, σατράπην εἶναι δίδωμι Μήδων τε καὶ Ἀρμενίων καὶ

8

τρίτων Καδουσίων· ταῦτα δέ σοι διδοὺς νομίζω ἀρχὴν μὲν μείζω

καὶ τοὔνομα τῆς βασιλείας τῷ πρεσβυτέρῳ καταλιπεῖν, εὐδαιμο-

νίαν δὲ σοὶ ἀλυποτέραν. ὁποίας μὲν γὰρ ἀνθρωπίνης εὐφροσύνης

ἐπιδεὴς ἔσῃ οὐχ ὁρῶ, ἀλλὰ πάντα σοι τὰ δοκοῦντα ἀνθρώπους

εὐφραίνειν παρέσται. τὸ δὲ δυσκαταπρακτοτέρων τε ἐρᾶν καὶ τὸ

πολλὰ μεριμνᾶν καὶ τὸ μὴ δύνασθαι ἡσυχίαν ἔχειν κεντριζόμενον

ὑπὸ τῆς πρὸς τἀμὰ ἔργα φιλονεικίας καὶ τὸ ἐπιβουλεύειν καὶ τὸ

ἐπιβουλεύεσθαι, ταῦτα τῷ βασιλεύοντι ἀνάγκη σοῦ μᾶλλον συμ-

παρομαρτεῖν, ἃ σάφ' ἴσθι τῷ εὐφραίνεσθαι πολλὰς ἀσχολίας

παρέχειν. οἶσθα μὲν οὖν καὶ σύ, ὦ Καμβύση, ὅτι οὐ τόδε τὸ

χρυσοῦν σκῆπτρον τὸ τὴν βασιλείαν διασῶζόν ἐστιν, ἀλλ' οἱ πολλοὶ

φίλοι σκῆπτρον βασιλεῦσιν ἀληθέστατον καὶ ἀσφαλέστατον. πι-

στοὺς δὲ μὴ νόμιζε φύεσθαι ἀνθρώπους· πᾶσι γὰρ ἂν οἱ αὐτοὶ

πιστοὶ φαίνοιντο, ὥσπερ καὶ τἄλλα πεφυκότα πᾶσι τὰ αὐτὰ φαί-

νεσθαι· ἀλλὰ τοὺς πιστοὺς τίθεσθαι δεῖ ἕκαστον ἑαυτῷ· ἡ δὲ

κτῆσις αὐτῶν ἔστιν οὐδαμῶς σὺν τῇ βίᾳ, ἀλλὰ μᾶλλον σὺν τῇ

εὐεργεσίᾳ. εἰ οὖν καὶ ἄλλους τινὰς πειράσῃ συμφύλακας τῆς βασι-

λείας ποιεῖσθαι, μηδαμόθεν πρότερον ἄρχου ἢ ἀπὸ τοῦ ὁμόθεν

γενομένου. καὶ πολῖταί 〈τοι〉 ἄνθρωποι ἀλλοδαπῶν οἰκειότεροι

καὶ σύσσιτοι ἀπὸ σκηνῶν· οἱ δὲ ἀπὸ τοῦ αὐτοῦ σπέρματος φύντες

καὶ ὑπὸ τῆς αὐτῆς μητρὸς τραφέντες καὶ ἐν τῇ αὐτῇ οἰκίᾳ αὐξη-

θέντες καὶ τῶν αὐτῶν γονέων ἀγαπώμενοι καὶ τὴν αὐτὴν μητέρα

καὶ τὸν αὐτὸν πατέρα προσαγορεύοντες, πῶς οὐ πάντων οὗτοι

οἰκειότατοι. μὴ οὖν ἃ οἱ θεοὶ ὑφήγηνται ἀγαθὰ εἰς οἰκειότητα

ἀδελφοῖς μάταιά ποτε ποιήσητε, ἀλλ' ἐπὶ ταῦτα εὐθὺς οἰκοδομεῖτε

ἄλλα φιλικὰ ἔργα· καὶ οὕτως ἀεὶ ἀνυπέρβλητος ἀλλήλοις ἔσται ἡ

ὑμετέρα φιλία. ἑαυτοῦ τοι κήδεται ὁ προνοῶν ἀδελφοῦ· τίνι γὰρ

ἄλλῳ ἀδελφὸς μέγας ὢν οὕτω καλὸν ὡς ἀδελφῷ; τίς δ' ἄλλος

τιμήσεται δὴ ἄνδρα μέγα δυνάμενον οὕτως ὡς ἀδελφός· τίνα δὲ

φοβήσεταί τις ἀδικεῖν ἀδελφοῦ μεγάλου ὄντος οὕτως ὡς τὸν ἀδελ-

φόν; μήτε οὖν θᾶττον μηδεὶς τούτῳ ὑπακουέτω μήτε προθυμό-

τερον παρέστω· οὐδενὶ γὰρ οἰκειότερα τὰ τούτου οὔτε ἀγαθὰ οὔτε

δεινὰ ἢ σοί. ἐννοεῖτε καὶ τάδε· τίνι χαρισάμενος ἐλπίσαις ἂν

9

μειζόνων τυχεῖν ἢ τούτῳ; τίνι δ' ἂν βοηθήσας ἰσχυρότερον σύμμα-

χον ἀντιλάβοις; τίνα δ' αἴσχιον μὴ φιλεῖν ἢ τὸν ἀδελφόν; τίνα

δὲ ἁπάντων κάλλιον προτιμᾶν ἢ τὸν ἀδελφόν; μόνου τοι, ὦ Καμ-

βύση, πρώτου ὄντος ἀδελφοῦ παρ' ἀδελφῷ οὐδὲ φθόνος παρὰ τῶν

ἄλλων ἀφικνεῖται. ἀλλὰ πρὸς θεῶν πατρώων, παῖδες, τιμᾶτε

ἀλλήλους, εἴ τι καὶ τότε μοι χαρίζεσθαι μέλει ὑμῖν· οὐ γὰρ δήπου

τοῦτό γε σαφῶς δοκεῖτε εἰδέναι, ὡς οὐδέν εἰμι ἐγὼ ἔτι, ἐπειδὰν

τοῦ ἀνθρωπίνου βίου τελευτήσω· οὐδὲ γὰρ νῦν τοι τήν γ' ἐμὴν

ψυχὴν ἑωρᾶτε, ἀλλ' οἷς διεπράττετο, τούτοις αὐτὴν ὡς οὖσαν κατ-

εφωρᾶτε. τὰς δὲ τῶν ἄδικα παθόντων ψυχὰς οὔπω κατενοήσατε

οἵους μὲν φόβους τοῖς μιαιφόνοις ἐμβάλλουσι; οἵους δὲ παλαμ-

ναίους τοῖς ἀνοσίοις ἐπιπέμπουσι; τοῖς δὲ φθιμένοις τὰς τιμὰς

διαμένειν ἔτι ἂν δοκεῖτε, εἰ μηδενὸς αὐτῶν αἱ ψυχαὶ κύριαι ἦσαν;

οὔτοι ἔγωγε, ὦ παῖδες, οὐδὲ τοῦτο πώποτε ἐπείσθην ὡς ἡ ψυχὴ

ἕως μὲν 〈ἂν〉 ἐν θνητῷ σώματι ᾖ, ζῇ, ὅταν δὲ τούτου ἀπαλλαγῇ,

τέθνηκεν· ὁρῶ γὰρ ὅτι καὶ τὰ θνητὰ σώματα, ὅσον ἂν ἐν αὐτοῖς

χρόνον ᾖ ἡ ψυχή, ζῶντα παρέχεται. οὐδέ γε ὅπως ἄφρων ἔσται

ἡ ψυχή, ἐπειδὰν τοῦ ἄφρονος 〈σώματος〉 δίχα γένηται, οὐδὲ τοῦτο

πέπεισμαι· ἀλλ' ὅταν ἄκρατος καὶ καθαρὸς ὁ νοῦς ἐκκριθῇ, τότε

καὶ φρονιμώτατον εἰκὸς αὐτὸν εἶναι. διαλυομένου δὲ ἀνθρώπου

δῆλά ἐστιν ἕκαστα ἀπιόντα πρὸς τὸ ὁμόφυλον πλὴν τῆς ψυχῆς·

αὕτη δὲ μόνη οὔτε παροῦσα οὔτε ἀπιοῦσα ὁρᾶται. ἐννοήσατε δέ,

ἔφη, ὅτι ἐγγύτερον μὲν τῷ ἀνθρωπίνῳ θανάτῳ οὐδέν ἐστιν ὕπνου·

ἡ δὲ τοῦ ἀνθρώπου ψυχὴ τότε δήπου θειοτάτη καταφαίνεται καὶ

τότε τι τῶν μελλόντων προορᾷ· τότε γάρ, ὡς ἔοικε, μάλιστα ἐλευ-

θεροῦται. εἰ μὲν οὖν οὕτως ἔχει ταῦτα ὥσπερ ἐγὼ οἴομαι καὶ

ἡ ψυχὴ καταλείπει τὸ σῶμα, καὶ τὴν ἐμὴν ψυχὴν καταιδούμενοι

ποιεῖτε ἃ ......

10

{Excerpta ex Agathia}

1. ........ μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. ἡ

μὲν γὰρ οἷά τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος κελεύει καὶ

διατάττει ὁποίων τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὥσ-

περ τῷ πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι

πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικι-

λίᾳ τῶν παραδειγμάτων καὶ παριστῶσα τῷ λόγῳ ἐν οἷς τε εὐδο-

κίμησαν ἄνθρωποι εὐβουλίᾳ χρησάμενοι καὶ δικαιοσύνῃ καὶ ἔνθα

διήμαρτον τοῦ προσήκοντος ἢ γνώμης τινὸς ἐναντίας ἢ τύχης ἡγη-

σαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἀρετὰς εἰσοικίζουσα· τὸ

γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ

προσιζάνει.

2. Ὅτι ἡ ποίησις ἱερόν τι χρῆμα καὶ θεσπέσιον· ἐνθουσιῶσι

γοῦν ἐν αὐτῇ αἱ ψυχαί, εἴποι ἂν ὁ σοφὸς 〈ὁ〉 Ἀρίστωνος, καὶ λίαν

ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται

καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ.

3. Ὅτι φησὶν Ἀγαθίας· οἶμαι οὐκ ἐπιλείψειν ποτὲ τὸν αἰῶνα

ἡμῶν τοὺς πολέμους, μένειν δὲ ἐς ἀεὶ καὶ ἀκμάζειν, ἔστ' ἂν ἡ αὐτὴ

φύσις ἀνθρώπων ᾖ, ἐπεὶ καὶ ἄνωθεν ἡμῖν, ὡς ἔπος εἰπεῖν, συνει-

σῆλθε τῷ βίῳ. καὶ οὖν μεστὴ μὲν ἡ ποίησις, πλήρης δὲ ξύμπασα

ἱστορία πολέμων τε καὶ παρατάξεων, καὶ οὐκ ἂν ἄλλο τι εὕροις

ἐν τοῖσδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον. αἴτιον δὲ οἶμαι τού-

των οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ με-

μορμένον καί τινας παραλόγους ἀνάγκας· εἰ γὰρ τὰ τῆς πεπρω-

11

μένης ἐν πᾶσι νικῴη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρε-

τὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδα-

σκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ

ἄκαρποι αἱ τῶν ἄριστα βιούντων ἐλπίδες. οὐ μέντοι ἀλλ' οὐδὲ

τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γινώσκειν, φόνων τε καὶ συμπλοκῶν

ἡγεῖσθαι προσήκει. τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν

τε καὶ φιλοπόλεμον οὔτ' ἂν ἔγωγε φήσαιμι οὔτε εἰπόντι πιστεύ-

σαιμι. ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ

αὐθαίρετα κατολισθαίνουσαι πολέμων καὶ ταραχῶν ἅπαντα ἐμφο-

ροῦσιν, ἐνθένδε ὄλεθροι ξυμβαίνουσι πολλοὶ καὶ γένη ἀνθρώπων

ἀνάρπαστα γίγνεται καὶ μυρίαι ἄλλαι ὠδίνονται κῆρες.

4. Ὅτι δικαιοσύνη καὶ φιλότης οἷς ἂν ἐντραφείη, εὐδαίμονα

τίθησι πολιτείαν καὶ μόνιμον καὶ ἥκιστα πολεμίοις ἁλώσιμον.

5. Ὅτι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόρροποί τε καὶ ἀμφήριστοι

ἀναφανεῖεν, ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλο-

τιμίαι τε, ὥσπερ εἰκός, ὠδίνονται καὶ φιλοπρωτεῖαι καὶ ἄλλα

ἄττα μυρία ταραχῶν τε καὶ στάσεων γονιμώτατα πάθη. εἰς δὲ

Φράγγους, εἰ καὶ ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διῃρημένοι, οὐ-

δὲν ὅ τι τοιόνδε ξυμφέρεται.

6. Ὅτι οἱ Ἀλμανοὶ δένδρα τινὰ ἱλάσκονται καὶ ῥεῖθρα ποταμῶν

καὶ λόφους καὶ φάραγγας. οἱ ἐλεεῖσθαι μᾶλλον ἢ χαλεπαίνεσθαι

δίκαιοι ἂν εἶεν καὶ πλείστης μεταλαμβάνειν συγγνώμης ἅπαντες ὅσοι

δὴ τοῦ ἀληθοῦς ἁμαρτάνουσιν. οὐ γὰρ δήπου ἑκόντες εἶναι ἀλῶνται

καὶ ὀλισθαίνουσιν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐφιέμενοι, ἔπειτα σφαλέντες

τῇ κρίσει τὸ λοιπὸν ἔχονται τῶν δοκηθέντων ἀπρίξ, ὁποῖα ἄττα

καὶ τύχοιεν ὄντα. τήν γε μὴν τῶν θυσιῶν ὠμότητα καὶ κακοδαι-

12

μονίαν οὐκ οἶδα εἰ οἷόν τε λόγῳ ἀκέσασθαι, εἴτε ἄλσεσιν ἐπιτε-

λοῖντο ὥσπερ ἀμέλει παρὰ βαρβάροις εἴτε τοῖς πάλαι νενομισ-

μένοις θεοῖς, ὁποῖα αἱ τῶν Ἑλλήνων θέλουσιν ἁγιστεῖαι. ἐγὼ μὲν

γὰρ ἡγοῦμαι μηδέν τι εἶναι τὸ ἡδόμενον βωμοῖς αἵματι μιαινομέ-

νοις καὶ ζώων ὀλέθρῳ βιαιοτάτῳ· εἰ δέ γε ἄρα καὶ ὁτιοῦν τὰ

τοιάδε προσίεσθαι πέφυκεν, ἀγαθὸν μὲν οὐκ ἂν εἴη οὐδὲ ἥμερον,

ἄγριον δέ τι ἴσως καὶ μανιῶδες, ὁποῖον τὸν Δεῖμον ἀναπλάττουσι

μάτην οἱ ποιηταὶ καὶ τὸν Φόβον, Ἐνυώ τέ τινα καὶ Ἄτην καὶ

Ἔριν, ὡς ἂν αὐτοὶ φαῖεν, τὴν ἀμαιμάκετον· προστίθει δὲ τούτοις,

εἰ βούλει, καὶ τὸν παρὰ Πέρσαις καλούμενον Ἀριμάνην καὶ τῶν

ἄλλων χθονίων φασμάτων ὁπόσα κακοῦργα καὶ μιαιφόνα. ταῦτα

μὲν οὖν εἰ καὶ ἴσως ἄν τῳ καὶ δοκοῖεν οὐ μάλα τῇ ἐπαγγελίᾳ

προσήκειν, εἶναι δὲ περιττὰ καὶ ἀλλότρια τῶν ἐφ' ἃ ἰέναι ἡμῖν

διεσπούδασται, ἀλλ' ἔμοιγε καὶ λίαν ἀρέσκει ἅπαντα ἐς μέσον

ἄγειν τὰ ἐγνωσμένα, καὶ τὰ μὲν χρηστὰ τῶν πραγμάτων ἐν ἐπαίνῳ

ποιεῖσθαι, τῶν δὲ οὐχὶ τοιῶνδε κατηγορεῖν ἀναφανδὸν καὶ τὸ

ἀσύμφορον διελέγχειν. εἰ γὰρ μὴ τοῦτο ἔχοιεν αἱ ἱστορίαι, ὡς

ταύτῃ τε καὶ μᾶλλον χρήσιμοί τε εἶναι καὶ βιωφελέσταται, μόνη

δὲ ἀφήγησις εἶεν τῶν γεγενημένων ἁπλῆ τε καὶ ἀνεξέταστος, κιν-

δυνεύσοιεν ἴσως ἂν παρ' ἐνίοις, εἰ μὴ λίαν δεινὸν εἰπεῖν, οὐ πολλῷ

εἶναι ἀμείνους τῶν ἐν τῇ γυναικωνίτιδι παρὰ τὴν ταλασίαν ᾀδο-

μένων μυθολογημάτων.

7. Ὅτι ὁ Ναρσῆς ὁ στρατηγὸς ὁμήρους ἔχων τῶν Λουκανῶν τού-

τους ἄνευ λύτρων ἀπέλυσε. θαυμαζόντων δὲ ἐκείνων καὶ ὅτου δὴ

ἕνεκα δράσειεν ἀμφιγνοούντων, „οὐ σύνηθες ἔμοιγε“ ἔφη ”βωμο-

λοχίαις τε καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι. οἶμαι γὰρ καὶ

τούτων ἄνευ, εἰ μὴ ὡς τάχιστα ἑκόντες εἶναι προσχωρήσοιτε, ἀλλὰ

ταῦτά γε ὑμᾶς παραστήσονται.” καὶ ἅμα λέγων ὑπέδεικνυ τὰ ξίφη.

8. Ὅτι ὁ Ναρσῆς καίπερ τομίας ὢν μεγαλουργὸς ἦν. οὕτως

13

ἄρα ὅτῳ ἂν ἐν τῇ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ,

τούτῳ οὖν οὐδέ τι κώλυμα γίγνεται μὴ οὐχὶ εἶναι ἀρίστῳ.

9. Ὅτι τὸ Ἀλμανικὸν ἅπαν ἕτερα τοῖς Φράγγοις ἐφρόνουν καὶ

τοὺς νεὼς ἀφειδῶς ἀπηγλάιζον. πολλὰς μὲν γὰρ κάλπεις ἱεράς,

πολλὰ δὲ περιρραντήρια πάγχρυσα, συχνὰ δὲ κύπελλα καὶ κανᾶ

καὶ ὅσα ταῖς μυστικαῖς ἁγιστείαις ἀνεῖται, ταῦτα ἀφαιρούμενοι

οἰκεῖα κτήματα ἐποιοῦντο. τοῖς δὲ οὐδὲ τάδε ἀπέχρη, ἀλλὰ τάς

τε ὀροφὰς τῶν ἱερῶν ἀνακτόρων κατέβαλλον καὶ τὰς κρηπῖδας

ἀνεκίνουν· λύθρῳ τε τὰ τεμένη περιερρεῖτο καὶ τὰ λήια ἐμιαίνετο,

πολλαχοῦ νεκρῶν ἀτάφων περιερριμμένων. ἀλλ' οὐκ ἐς μακρὰν

αὐτοὺς τὰ ἐνθένδε μετῆλθε μηνίματα. οἱ μὲν γὰρ πολέμῳ, τὸ δέ

τι αὐτῶν νόσῳ διεφθάρη, καὶ οὐδεὶς ὅστις ἀπώνατο τῆς προτέρας

ἐλπίδος· ἀδικία γὰρ καὶ θεοῦ ἀθεραπευσία φευκτὰ μὲν ἀεὶ καὶ

ἀσύμφορα, μάλιστα δὲ ἐν τῷ προσπολεμεῖν καὶ παρατάττεσθαι.

πατρίδι μὲν γὰρ ἐπαρήγειν καὶ νόμοις πατρίοις καὶ τοῖς ταῦτα

λυμαινομένοις ἥκιστα ἐφιέναι, ἀλλὰ παντὶ σθένει ἀμύνεσθαι,

ὅσιόν τι ἂν εἴη καὶ μάλα γενναῖον· ὅσοι δὲ κέρδους ἕκατι καὶ

δυσμενείας ἀλόγου μηδὲν ἐπίκλημα ἔνδικον ἔχοντες ἔπειτα φοιτῶ-

σιν ἀνὰ τὴν ὀθνείαν τοὺς μηδὲν ἠδικηκότας σινόμενοι, οὗτοι δὲ

ἀλαζόνες εἰσὶ καὶ ἀτάσθαλοι, οὔτε θέμιν εἰδότες οὔτε μέλον αὐ-

τοῖς εἰ τὸ θεῖον νεμεσᾷ τοῖς γιγνομένοις. τοιγάρτοι ποιναί γε

αὐτοῖς γεγόνασιν ἀκριβεῖς καὶ σφίσι ἐς ἀνηκέστους συμφορὰς τὰ

πράγματα τελευτῶσιν, εἰ καὶ ἐπὶ βραχὺ εὐημερεῖν νομισθεῖεν.

ὁποῖα καὶ τότε τοῖς βαρβάροις ξυνέβη.

10. Ὅτι κατὰ τὴν ἧτταν τῶν Φράγγων καὶ νίκην τῶν Ῥωμαίων

φασὶν ἐς κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας

τοῦ ποταμοῦ ἱδρυμένην ὧδέ πως ἔχον ἐλεγεῖον·

ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς

δέξατο Τυρσηνῆς ἠιόνος κροκάλη,

14

ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή,

ὁπόσα δειλαίῳ πείθετο βουτιλίνῳ.

ὄλβιον αὖ τόδε χεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου

αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον.

τοῦτο μὲν οὖν τὸ ἐπίγραμμα, εἴτε ὡς ἀληθῶς ἐγκεχάρακται τῷ

λίθῳ εἴτε καὶ ἄλλως ᾀδόμενον ἐς ἐμὲ ἵκετο, οὐδέν, οἶμαι, τὸ κω-

λῦον ἐνθάδε ἀναγεγράφθαι. ἴσως γὰρ καὶ ἐς μαρτύριον οὐκ ἄχαρι

ἂν εἴη τῶν ἐν τῇδε τῇ ξυμπλοκῇ γεγενημένων.

11. Ὅτι ἐγκεχάρακται βωμῷ τινι ἐς Τράλλεις ἐλεγεῖον ση-

μαῖνον τὸ τοῦ Χαιρήμονος ὄνομα τοῦ ἐλθόντος πρὸς Καίσαρα

Αὔγουστον ὄντι ἐν τῷ ὠκεανῷ καὶ ἀναδομησαμένου τὰς Τράλλεις

κλασθείσας πάτρας σεισμῷ ποτε Κάνταβριν ἐς γᾶν

Χαιρήμων ἔπτα, πατρίδα ῥυσόμενος,

Καίσαρι δ' εἱλιχθεὶς περὶ γούνασι τὰν μεγάλαυχον

ὤρθωσε Τράλλιν, τάν ποτε κεκλιμέναν.

ἀνθ' ὧν συγγενέες τοῦτο βρέτας, ὄφρ' ἐπὶ βωμῷ,

οἷα δίκα κτίσταν, τάνδε φέροιτο χάριν.

12. Ὅτι τοῖς φιλοσόφοις κατὰ τὴν πορείαν ἐκ Περσίδος ἀνι-

οῦσι κατ' ὄναρ θάψασι τὸ νεοθανὲς σῶμα γέρων τις ἐπιφανεὶς

εἶπε τόδε τὸ ἔπος·

μὴ θάψῃς τὸν ἄθαπτον, ἔα κυσὶ κῦρμα γενέσθαι.

γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετ' ἄνδρα.

13. Ὅτι ὁ Χοσρόης τῶν φιλοσόφων ἐς πεῖραν ἐλθὼν ὅμως

τὸν Οὐράνιον πλέον ἀγάμενος ἦν καὶ ἐπόθει. αἴτιον δὲ τούτου

ὅπερ, οἶμαι, φύσει τῷ γένει πρόσεστι τῷ ἀνθρωπείῳ· πεφύκαμεν

γὰρ ἅπαντες τὰ μὲν καθ' αὑτοὺς καὶ παραπλήσια φίλα ἡγεῖσθαι

καὶ κάλλιστα, ἀλεείνειν δὲ καὶ ἐκτρέπεσθαι τὸ ὑπερβάλλον.

14. Ὅτι ὁ Οὐράνιος τῷ πολλάκις ὑμνεῖν τὸν βάρβαρον καὶ δι'

15

ἐπαίνου ποιεῖσθαι, αὐτὸς δήπου κατὰ τὸ μᾶλλον ἔπεισε τοὺς

πολλοὺς ὡς ........

15. ........τάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου

τε καὶ δυσμενείας ἄμφω τὼ βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω

δὴ ἐπὶ πλεῖστον τὴν ἀλλήλων ἔτι λυμαινομένους. εἰ δὴ οὖν νῦν

γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὴν ποιήσασθαι καὶ ξυνθήκας,

ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα

τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω

τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι

ἀγγελιαφόροις. εἰ γὰρ μὴ ἑκὼν εἶναι ἀπάξεις ἐνθένδε τὸ στρά-

τευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα

γὰρ ἐγὼ τὴν νίκην ἔχω, καὶ περιβέβλημαι οὐ χαλεπώτερον ἢ τόδε

τὸ κτῆμα.“ καὶ ἅμα λέγων τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο.

πρὸς ταῦτα δὲ ὑπολαβών „ἀλλ' ἔμοιγε” ὁ Μαρτῖνος ”εὐκτὸν μὲν

ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαί σοι προσαγομένῳ

τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δέ, οἶμαι, ταῦτα δράσαιεν ἄν,

εἴ γε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύ-

σομαι ἐς Μουχιρῖσιν, οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. τῆς δὲ

νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδιάζε-

σθαι καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων ἡγεῖσθαι κτημάτων·

ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ,

καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους 〈ἰέναι〉, ἀλλ' ἐφ' οὓς ἂν ὁ

πάντων προαγωγὸς ἐπινεύσοι.“ οὕτω Μαρτίνου ἀνδρειότατά τε

καὶ μάλα ὁσίως ἀποκριναμένου καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος

ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ'

ἀλλήλων.

16. Ὅτι ὁ Ναχοραγᾶν πολλῷ ξὺν φρονήματι κατὰ τῶν Ῥω-

μαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος ἦ μὴν

αὐθημερὸν τὴν πόλιν ἅπασαν ἐμπρῆσαι. ἐπελέληστο γάρ, ὡς

16

ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος ὡς ἄρα ἐπὶ πόλεμον εἴη,

πρᾶγμα οὕτω ἀφανές τε καὶ ἀδηλότατον καὶ πολλὰς ἐπιδεχόμενον

ἐφ' ἑκάτερα ῥοπὰς καὶ μεταβάσεις, μάλιστά τε πάντων θείας

τινὸς καὶ ὑπερτέρας ἀνάγκης ἀπηρτημένον, ὅσῳ καὶ σμικρὸν ἐν

αὐτῷ γίγνεται, ἀλλ' ἔθνη τε ἀνθρώπων μυρία καὶ πόλεις συχναὶ

καὶ πολιτεία ξύμπασα οὕτω παρασχὸν ἀνακινεῖται καὶ διαταράτ-

τεται, καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει.

17. Ὅτι τοσούτοις ἀνδράσιν ἐργοπόνοις καὶ τὰ πολέμια ἥκιστα

μεμελετηκόσιν ἔς τε παράταξιν οὐπώποτε ἀφιγμένοις αὐτομάτου

τινὸς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγᾶν αἰτιώτατος γέγονεν,

ἀνόητα παρασκευασάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐ-

τοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὓς ἂν ἐκείνοις ὑπηρ-

ετεῖν συμβαίη καὶ πείθεσθαι.

18. Ὅτι πάλαι ἀποκεκριμένω τυγχάνετον ὠφελία καὶ παρα-

νομία, ὠμότης τε καὶ δικαιοσύνη διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε

χωρεῖν οὐπώποτε πεφυκότα.

19. Ὅτι τὸ ἀντίπαλον καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι

χρὴ οὐ τῷ πόρρω τετάχθαι.

20. Ὅτι ὁ Ἰουστῖνος ὁ στρατηγὸς κάκιστος ὢν μυρίους μετὰ

ταῦτα διήνυσε πόνους καὶ μέγιστον ἤρατο κλέος ἀμφὶ τὸν Ἴστρον

ποταμόν, τὰς τῶν βαρβάρων ἐπιδρομὰς ἀνακόπτων, ἀλλ' οὐδὲν

ἐνθένδε ἡ τοῦ κρείττονος ἐθωπεύετο δίκη οὐδὲ τούτοις ἐκεῖνα

ἐκαλύπτετο. ἔμενε δέ, οἶμαι, ἠρεμοῦντα καὶ ἐφυλάττετο μόνιμα

καὶ ἀνάγραπτα μέχρι τοῦ καιροῦ τοῦ καθήκοντος. οὐ γὰρ ἅμα τῷ

πλημμελεῖν καὶ τὰς τιμωρίας ἀναμετρεῖσθαι πεφύκαμεν, μετὰ

χρόνον δὲ ὡς τὰ πολλὰ καὶ ἴσως ἡνίκα τῶν προειργασμένων ἐπι-

λελήσμεθα, καὶ ἀνιώμεθα μὲν τὸ παραυτίκα τοῖς καθ' ἡμῶν γι-

γνομένοις, ὡς παραλόγως καὶ οὐκ ἐν δίκῃ συμβεβηκόσι, καὶ καται-

τιώμεθα φθόνους ἀνθρωπίνους τυχὸν καὶ δυσμενείας, ὡς ἐκ τού-

17

των οὐ προσήκοντα πεπονθότες· τὸ δὲ ξυνέχον ἡμᾶς καὶ διατάτ-

τον ἐπίσταται τὸ πρέπον ἑκάστῳ καὶ ὀφειλόμενον, καὶ τρόπῳ

ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ ἔμπροσθεν

ἡμαρτημένα.

21. Ὅτι τῶν ἀγαθῶν ἔργων πρὸς ἀνάγκης ἀπογευόμεθα ἔστ'

ἂν τὸ δεδιέναι παρῇ.

22. Ὅτι τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα

μὴ ἐπαινοῖντο μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν· ἐνθένδε τὰ κοινὰ

καταδεέστερα γίγνεται ......

18

{Excerpta e Menandro}

1. ...... λέξεως εὐγενεῖ ὅσον τῇ τῶν πραγμάτων ἀφη-

γήσει καρποῦσθαι θαρρήσας· πῶς γὰρ οἷόν τε ἦν ἐμὲ ἐς τοσοῦ-

τον ἀφῖχθαι παιδείας ὡς καὶ ἐς τὸ συγγράφειν ἰέναι; ἀπεριμέ-

ριμνος γὰρ ἐσότι ἔμοιγε ὁ βίος καὶ ἐκδεδιῃτημένος ὑπῆρχεν.

2. Ὅτι ὁ πρὸς τοῦ κρατοῦντος ἠδικημένος χαλεπαίνει ὡς τὰ

πολλὰ τῷ κοινῷ.

3. Ὅτι ὁ Σιλζίβουλος ὁ τῶν Τούρκων ἡγεμών, ἠκηκόει γὰρ

ἤδη τῶν Ἀβάρων τῆς φυγῆς πέρι καὶ ὡς τὰ Τούρκων διαδηλησά-

μενοι ᾤχοντο, οἷα φύσει φρονήματι ἕπεται βαρβάρῳ, ἀπαυθαδισά-

μενος ἔφη ὡς „οὔτε ὄρνεις πεφύκασιν, ὅπως τῇ πτήσει ἀνὰ τὸν

αἰθέρα διαφύγοιεν τῶν Τούρκων τὰ ξίφη, οὔτε μὴν ἰχθύες, ὡς

ἂν ὑποβρύχιοι γενόμενοι ἐς τὰ κατώτατα τοῦ θαλαττίου ἀφανι-

σθήσονται κλύδωνος, ἀλλ' ὕπερθε περινοστοῦσι τῆς γῆς· καὶ ἡνίκα

μοι ὁ κατὰ τῶν Ἐφθαλιτῶν διανυσθήσεται πόλεμος, ἐπιθήσομαι

καὶ Ἀβάροις καὶ τὰς ἐμὰς ἥκιστα φευξοῦνται δυνάμεις”. ταῦτα

λέγεται ἐπικομπάσαντα τὸν Σιλζίβουλον ἔχεσθαι τῆς ἐπ' Ἐφθα-

λίτας ὁρμῆς.

4. Ὅτι ὁ Κάτουλφος κωλύων τὸν τῶν Ἐφθαλιτῶν ἡγεμόνα

τῆς πρόσω πορείας ἐπεφθέγγετο βαρβαρικὸν μέν τι καὶ παροι-

μιῶδες, ὅμως δὲ ἐχόμενον πειθοῦς, ἕνα κύνα ἐν τοῖς οἰκείοις

ὀθνείων δέκα ῥωμαλεώτερον εἶναι.

5. Ὅτιπερ οὐδὲν οὕτω βέβαιον ὡς τὸ τῆς νίκης ἀβέβαιον.

19

6. Ὅτι ἐν τοῖς μεγίστοις κινδύνοις πολλάκις παραπέσῃ γε τῇ

τόλμῃ τὸ σώζεσθαι.

7. Οὐ γὰρ ἔμοιγε τἀληθῆ σιγητέον, ἀλλ' οὐδὲ πρὸς χάριν

εἴποιμί τι τῶν μέγα δυναμένων. οἷς γὰρ οὐκ ἔνεστι τὸ εὐκλεές,

τούτοις ἐγκώμια προσφέρων τις παρὰ τὴν πάντων δόξαν κατα-

γέλαστον τίθησι τὸν ἐπαινούμενον, καὶ τὴν ἀλήθειαν ἐπισκιάζειν

βουλόμενος κἀν τοῖς ὁμολογουμένοις ψεύδεσθαι δόξει.

8. Ὅτι ὀλισθηρότατόν τι χρῆμα ἡ νίκη καὶ διαδιδράσκειν οἵα

τε οὖσα ῥᾳδίως. ταῦτά τοι καὶ Ὅμηρος αὐτήν φησιν ἐπαμείβε-

σθαι τοὺς ἄνδρας.

9. Ὅτι ψυχὴ τυραννουμένη πρὸς φόβου τῶν δεόντων κατ'

οὐδὲν ὁτιοῦν προμηθεύσεται.

10. Πᾶν γὰρ ἀγαθόν τε καὶ κακὸν τῇ ἀνθρωπίνῃ ταλαντεύ-

εται γνώμῃ καὶ τῷ βουλομένῳ προσδέχεται τὴν ῥοπήν.

11. Ὅτι φησὶν ὁ Μένανδρος ὁ ἱστορικὸς περὶ Πέτρου τοῦ

πρέσβεως καὶ Χοσρόου· οἵδε μὲν οὖν οἱ λόγοι προῆλθον ἐξ

ἀμφοῖν, καὶ οὐχ ἕτερα νοήματα ἐλέχθη Σουανίας πέρι, οὐδὲ μὴν

ἀνθ' ἑτέρων ἑτέραις λέξεσιν ἐχρησάμην, ἢ τὸ χθαμαλώτερόν πως

ἔστιν ᾗ τῶν λόγων, καθ' ὅσον οἷόν τέ μοι, μετέφρασα ἐς τὸ Ἀτ-

τικώτερον. οὐ γὰρ ἔμοιγε θυμῆρες τὰ εἰρημένα κυρίως καὶ ἐς ἐμὲ

ἥκοντα, ὡς οἶμαι, ἐς τὸ ἀκριβὲς μεταφέρειν ἐς ἑτερολογίαν, καὶ

τῷ γλαφυρῷ τῶν ῥημάτων οὐχὶ τὰ ὅσα ἐρρέθη, ἀλλὰ γὰρ τὴν τῆς

ῥητορικῆς ἐπιδείκνυσθαι δύναμιν, μάλιστα καὶ περὶ σπονδῶν οὕτω

μεγίστοιν δυοῖν βασιλέοιν καὶ πολιτείαιν ποιουμένῳ μοι τὴν ἀπαγ-

γελίαν. εἰ δέ γε ἄρα βούλεταί τις τὰ ὅσα Περσῶν βασιλεὺς καὶ

Πέτρος τηνικαῦτα ἀκριβολογησαμένω ἤστην εἰδέναι, ἀναλεξάσθω

ταῦτα ἐκ τῆς αὐτοῦ Πέτρου συναγωγῆς· ἅπαντα γὰρ αὐτῷ ἀνα-

γέγραπται ἐς τὸ ἀκριβὲς ὁπόσα Χοσρόης καὶ πρέσβεις Ῥωμαίων

20

καὶ Περσῶν ἔλεξάν τε καὶ ἤκουσαν αὐτοῖς τοῖς λόγοις τῶν φθεγ-

ξαμένων εἰρημένα, εἴτε κατὰ θωπείαν τινὰ ἐξ ἀμφοῖν τοῖν μεροῖν

τυγχάνουσι λεγόμενα εἴτ' οὖν κατασοβαρευόμενοι σφῶν ἔλεξαν ἄττα

ἢ εἰρωνευόμενοι ἢ καὶ ἐπιτωθάζοντες ἢ καὶ ἀποφλαυρίζοντες· καὶ

ἁπλῶς ὅσα ἐνῆν καὶ ὅπως περὶ τόσου πράγματος διαλεγομένους

τοὺς ἀμφοτέρας πολιτείας ἄνδρας εἰπεῖν, ἐνθένδε ἀναλεκτέον.

τεῦχος γὰρ μέγιστον ἐσότι τῶν τοιῶνδε πεπλήρωται, οἶμαι, ξὺν

ἀληθείᾳ λόγων, εἰ μὴ Πέτρῳ κεκόμψευται τι τῆς αὐτοῦ χάριν

εὐκλείας, ὡς ἂν τοῖς μετέπειτα δειχθείη ὡς μάλα ἐμβριθής τε ἦν

καὶ ἀνάλωτος ἐν τῷ ῥητορεύειν τὸ καταμαλάξαι φρονήματα βαρ-

βαρικὰ σκληρά τε καὶ ὀγκώδη. ἅπαντα δὴ οὖν ἐν τῇ περὶ τούτων

βίβλῳ ἀναλεγόμενος ὁστισοῦν εὑρήσει· οὐ γὰρ ἔμοιγε ὑπῆρχεν

ἀναγκαῖον οὐδὲ ἄλλως ἁρμόδιον ἐν ξυγγραφῇ περιττολογίᾳ χρῆ-

σθαι καὶ ἐφ' ἑνὶ κεφαλαίῳ ἐμφιλοχωρεῖν· ὡς, εἴ γε ἅπαντα ἀνε-

γραψάμην τὰ ὅσα κατ' ἐκείνην γε δήπου φέρεται τὴν διφθέραν,

ἀπέχρησέ μοι ἂν ἡ τῶν σπονδῶν ῥαψῳδία ἐς μεγίστης ἱστορίας

ὑπόθεσιν. ἐγὼ δὲ ἐκεῖθεν ἀρυσάμενος ὅ, τι χρειῶδες ἐν ὀλίγῳ ἔλεξα.

12. Ὅτι ἐν ταῖς εὐπραγίαις τῶν δυσμενῶν διπλασιάζεσθαι

πέφυκε τὸ ἔχθος.

13. Ὅτι τὸ εὐτυχεῖν οὓς οὐκ ἐχρῆν ὑπόθεσις γίνεται τοῦ μὴ

τὰ δέοντα φρονεῖν τοῖς μὴ λογισμῷ βεβηκότι χρωμένοις τῇ τύχῃ.

14. Ὅτι φιλοτάραχον χρῆμα ὁ δῆμος καὶ φύσις αὐτῷ ἡ προ-

πέτεια.

15. Ὅτι χαλεπὸν ἀμελούμενόν τι χρῆμα καὶ δυσκαταγώνιστον

ἐμφύλιος πόλεμος.

16. Ὅτι ἀνδρείας ἐπίδειξις προερχομένη κατὰ τῶν φύσει δυσ-

μενῶν καὶ οὐ κατὰ τῶν ὁμοδιαίτων ἐνδοξότερον τίθησι τὸν ἐπι-

δεικνύμενον.

17. Ὅτι οἱ Γότθοι παντελῶς ὑπὸ Ῥωμαίων ἡττήθησαν. καὶ

ἔγωγε τὰ τοιάδε ἄγαμαι οὐδαμῶς· χρόνῳ γὰρ συμμεταμορφοῦσθαι

πέφυκε τὰ ἀνθρώπεια, εὕροις τε σχεδὸν ἅπασαν ἱστορίαν τῶν

21

τοιῶνδε χαλεπῶν ἀνάπλεων, γένη τε μέγιστα καὶ πόλεις νῦν μὲν

ἐς ἄγαν εὐημερήσαντα, νῦν δὲ ἐς τὸ μὴ εἶναι κατολισθήσαντα παν-

τελῶς. ταῦτα μὲν οὖν καὶ τὰ τοιάδε ἡ περιφορὰ νεοχμοῦσα τοῦ

χρόνου καὶ πρὸ τοῦ ἐπεδείξατο, καὶ μὲν οὖν ἐπιδείξεται αὖθις,

καὶ ἐπιδεικνυμένη οὐ παύσεται, ἔστ' ἂν ἄνθρωποί τε ὦσι καὶ

μάχαι.

18. Ὅτι μέχρι τοσούτου δέον πονεῖν ἄχρι τῆς ἐκ τῶν πόνων

ὠφελίας ἐν ἀπολαύσει καθεστάναι δύναιτό τις· ὁ γὰρ μὴ οὕτω

βιοτεύων, εἰ καὶ πλέον ἔχει τῶν ἄλλων, ἧττον ἔχει τῶν ἀγαθῶν.

19. Ὅτι ὁ ξὺν τῇ δυνάμει τῶν πέλας νικήσας οὐδὲν ἧττον

ὥσπερ νενικηκόσι τοῖς ἡσσημένοις παραχωρήσει μεγαλαυχεῖν τῷ

πρὸς διττὴν αὐτοὺς ἀγωνίζεσθαι δύναμιν.

20. Ὅτι κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπίζοντα

τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα. πολ-

λάκις γὰρ καὶ τό γ' ἀληθὲς ἐν ὑπονοίᾳ γενόμενον ἀσφαλές.

21. Ὅτι καὶ αὖθις ὁ τῶν Ἀβάρων ἡγούμενος ταῖς πρώην

ἐχρήσατο ἀπειλαῖς. καὶ ἐπειδὴ κομπάζων καὶ μεγαλορήμων ἐσότι

ὑπάρχων οἷός τε οὐκ ἐγένετο ἐκδειματῶσαι τοὺς Ῥωμαίους (οὗτοι

γὰρ δὴ πρὸς οἷς οὐκ ὀρρωδία τις αὐτοῖς ἐνέσκηψε ........),

ἀλλὰ γὰρ καὶ ἀπεφλαύριζον καὶ περιεφρόνουν τὸν βάρβαρον, οὐ

μὴν ἀλλὰ καὶ κομπωδεστέραις ἐχρῶντο ταῖς ἀντιλογίαις.

22. Ὅτι μεμίσηται τυραννίς, κἂν ἀντίπαλος εἴη ὁ τυραννού-

μενος.

23. Ὅτι τῇ κακηγορίᾳ ἔνεστιν ὡς τὰ πολλὰ ἐπιχαιρεκάκῳ

οὔσῃ ἀόκνως περινοστεῖν τε καὶ ἀνευρύνεσθαι. τὸ ἑαυτῆς οὖν

ἐπιτελοῦσα ἐφοίτα ψιθυρίζουσα κατὰ τούτου. ἐπεὶ δὲ ἐνεφώλευε

τοῖς ὠσί, τὸ ἀστάθμητόν τε καὶ ἀλλόκοτον τούτου ἐκτραγωδοῦσα,

οἱ ταύτῃ οἰκήτορες (φύσει γὰρ τοῖς οὔπω παροῦσιν ........

22

ὑπήκοον) ἤχθοντο, καὶ περιέφερον ἐν στόματι τὸν ἡγεμόνα ἅτε

ἀνοσιουργόν.

24. Ὅτι ὁ ἱστορικός φησι Μένανδρος περὶ Ἰσαοζίτου τοῦ ἐν

Περσίδι σταυρωθέντος· ἐγὼ δὲ πυθόμενος καὶ τὸν ἄνδρα ἐσότι

ἀγασθεὶς ἐν νῷ ἐβαλόμην ὡς καὶ ἄξιον τῷ τοῦ θεοῦ θεραπευτῇ

τῷ βαρβάρῳ ἐν ἑξαμέτρῳ ἐπίγραμμα λέξαι. καὶ δὴ λέλεκταί μοι

τὸ ἐπίγραμμα ὧδε·

ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσαοζίτης

εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας.

εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι,

ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων.

κείνῳ δ' ἐσβέσθη δύναμις φλογός, ἀλλὰ καὶ ἔμπης

νικηθεὶς νίκην ἤνυσα θειοτέρην.

25. Ὅτι ὁ αὐτὸς Ἰσαοζίτης, παραινούντων αὐτὸν ἐσταυρω-

μένον ὄντα ἐς τὰ πάτρια μεταθεῖναι νόμιμα καὶ σώζεσθαι, ἔφη

μεταμελεῖσθαι οὐχ ὅτι ἐς τοῦτο ἔγνω σωτηρίας ἐλθεῖν, ἀλλ' ὅτι

ἔγνω ὀψέ. ταῦτα ἔλεγε γλιχόμενος κατὰ τὸ ἀπαραίτητόν τε καὶ

καρτερὸν τῶν οὐρανίων ἐκ τῶν παλαιῶν στεφάνων τὰ ἀκήρατα

ἀναδεῖσθαι νικητήρια, καὶ ἠξίου τὸ βραχὺ καὶ ἀνόνητον τοῦ βίου

ἑκοντὶ ἀποτίθεσθαι ἐπὶ ῥητῷ μισθῷ τινι τοῦ διαβιῶναι ἐς ἀεί.

26. Ὅτι ἡ ἐς τὰ μέγιστα τῶν ἐγχειρημάτων ὁρμὴ πλέον πέ-

φυκε τὸ ἀναχαιτίζον τοῦ παρορμῶντος ἔχειν, ἄλλως τε καὶ ἢν πλη-

θὺς ὦσιν οἱ ἐς προῦπτον κίνδυνον ἐθέλοντες ἀφιέναι.

23

27. Ὅτι περὶ Προκοπίου τοῦ ἱστορικοῦ καὶ δικηγόρου φησὶν

ὁ Μένανδρος· οὐ γὰρ ἔμοιγε δυνατὸν οὐδέ γε ἄλλως πέφυκε θυ-

μῆρες τοσαύτῃ λόγων ἀκτῖνι τὴν ἑαυτοῦ θρυαλλίδα ἀντανασχεῖν.

ἀρκέσει δέ μοι ἐν μικροῖς ἐγκαλινδεῖσθαι τοῖς ἐμαυτοῦ καὶ τῷ

Ἀσκραίῳ ἕπεσθαι ποιητῇ ἠλίθιόν τινα καὶ παράφρονα εἶναι φάσ-

κοντι τὸν ἐς τοὺς κρείσσονας ἁμιλλώμενον.

28. Ὅτι μετὰ τὴν τῶν Ῥωμαίων ἧτταν λέγεται ὡς τηνικαῦτα

ἀγγελίαις ἐχρήσατο ὁ τῶν Ἀβάρων στρατιάρχης ὡς Τιβέριον· καὶ

ὁ σταλεὶς ἀγγελιαφόρος ἔλεξεν ”τί δὴ τὴν ὀλιγοχειρίαν νοσοῦντες

πρὸς Ἀβάρους φημὶ καὶ Σκύθας πόλεμον ἐξενεγκεῖν ἐτολμήσατε.

ἢ οὐχ ὑμῖν γράμματά τε καὶ διφθέραι εἰσὶν, ὅθεν ἀναλεγόμενοι

γνώσεσθε ὡς ἀκαταγώνιστά τε καὶ ἀμαχώτατα τὰ φῦλα τὰ Σκυ-

θικά;“ Τιβέριον δὲ φάναι ἀμοιβαίῳ ...

29. ......... εἶναι ἐπιτήδειον.

30. Ὅτι ὀρθότατα διάνοια προσφερομένη πρὸς τὸν πέλας καὶ

μὴ ἐκτραπεῖσα τοῦ πρέποντος οὐκ ἀγνωμονηθήσεται τῷ ἀδήλῳ

τῆς ψυχῆς ἀνταλλάγματι.

31. Ὅτι ἐλπίδι τοῦ νικᾶν τοῦ πλείονος ὀρεγόμενος, τῆς ἀδή-

λου ῥοπῆς ἀναλογισάμενος τὸ σφαλερὸν, ἕξει τὴν αὐτοῦ δόκησιν

ἀβουλίας ὑπόθεσιν.

32. Ὅτι οἱ ἄνθρωποι οὐ καθ' αὑτοὺς ἀδικοῦνται μόνον, ἀλλὰ

συναδικοῦνται καὶ φίλων, ὡς εἰκός, ὑφ' ἑτέρων πασχόντων κακῶς.

33. Ὅτι οὐχ ὅστις ἀντεπιβουλεύει τοῦ δικαίου κατόπιν ὀφθή-

σεται, ἀλλ' ὃς ἐπιβουλεύει τῶν χαλεπῶν ὑπόθεσις γίνεται.

34. Ὅτι ἀφιλοπρωτεία μόνη καὶ φθόνου κατάλυσις τὰ και-

ριώτατα συνιστᾷ.

24

35. Ὅτι τὸ εὔδαιμον οὐκ ἐξ αὐτομάτου τινὸς ἐπιρρεῖ, ἀλλ'

ὅτι τῆς ἀληθοῦς εὐτυχίας οἱ πόνοι γονεῖς· ὅθεν καὶ ἡδυτέρα τις

ἡ ἐκ τῶν πόνων ἀπόλαυσις.

36. Ὅτι, ὡς ἔοικε, πρὶν ἢ Μαυρίκιον ἡγεμονεῦσαι τοῦ στρα-

τοῦ, τὰ κατὰ τῶν δασμοφορούντων ἀδικήματα ἔσφηλε Ῥωμαίους.

ταύτῃ τοι καὶ κατά τινα θεήλατον ὀργὴν τὰ δοκηθέντα οὐκ ἐτε-

λέσθη, ἀλλὰ γὰρ καὶ ἐπέσκηψεν ἐς τοὐναντίον. φιλεῖ γάρ πως

τὸ θεῖον τοῖς ἄδικα πεπραχόσιν οὔτι οἰομένοις τὰς ποινὰς ἐπιφέ-

ρειν, ὡς ἂν τῷ παραλόγῳ τῶν ἀποβάντων σωφρονίζοιντο πλέον.

37. Συνεστηκότος γὰρ ἔτι τοῦ τῶν πολεμίων στρατοῦ καὶ τὸ

πλῆθος τῆς Ῥωμαίων στρατιᾶς δεδιότος, καιροφυλακοῦντος δὲ εἴ

πῃ διασπασθεῖεν καὶ δώσοιεν αὐτοὶ τῆς καθ' ἑαυτῶν ἐφόδου και-

ρὸν ἀσύμφορον, ἔδοξε δέ τισι τοὺς ἅμα πάντας ἀπροσμάχους

νομιζομένους, τούτους κατὰ τὴν πολεμίαν διαιρεθέντας εὐεπιχει-

ρήτους ποιῆσαι.

38. Ὅτι εἰπὼν περὶ τῶν ὀκτακοσίων λευκῶν ἵππων ὑπὸ Ἀζα-

ρέφθου ἁλόντων καὶ ἐς θρίαμβον ἀχθέντων φησὶν ὁ ἱστορικὸς

Μένανδρος· ταῦτά μοι ἡ ἀβουλία καὶ ἡ καταφρόνησις ἡλίκα ἐργά-

ζονται κακὰ παραστῆσαι βουλομένῳ λέλεκται, καὶ ὡς ὁ θεός, ἡνίκα

ἂν οὐ ξυνεπιλαμβάνηται, καὶ τὰ δοκοῦντα εὖ βεβουλεῦσθαι περι-

άγεται ἐς τοὐναντίον, καὶ ὡς ἄγαν χαλεπὸν καὶ πολιτείαν δια-

φθεῖραι δυνάμενον τὸ τῶν ὑπηκόων ἀνήκοον. Μαυρίκιος μὲν γὰρ

ὁ τῶν Ῥωμαίων στρατηγὸς εὖ βεβουλεῦσθαι ἐδόκει, καὶ καθ' ὅσον

οἷόν τε ἦν ἀνθρώπῳ προέγνω τὰς ἀδήλους τῶν πράξεων ἀπο-

βάσεις, τῇ δὲ τῶν ἄλλων στρατηγῶν ἀκοσμίᾳ τῷ μὴ φυλάξαι τὰ

πρὸς αὐτοῦ εἰρημένα τε καὶ παρεγγυηθέντα ἐς ἔσχατον κινδύνου

τὰ Ῥωμαίων ἤλασε πράγματα. καὶ οὐχ ἡ σταλεῖσα μὲν πρὸς τοῦ

ἡγεμόνος…

τι…

The complete text is available when the reading interface loads.