The Greek Library Catalogue

Anonymous

De strategematibus

Edition reference
De strategematibus (olim sub auctore Constantino vii Porphyrogenito Imperatore), ed. R. Schneider, Griechische Poliorketiker [Abhandlungen der königlichen Gesellschaft der Wissenschaften zu Göttingen, Philol.-hist. Kl. N.F. 11, no. 1. Berlin: Weidmann, 1909]: 4–80.
CTS identifier
urn:cts:greekLit:tlg3023.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

201

ἐχόμενος. Τριττὰ γὰρ τὰ ὄντα ἠπίστατο, ἔν τε φωναῖς νοήμασί τε

καὶ πράγμασι· καὶ τὸν μὲν περὶ τὰς φωνὰς σφαλλόμενον

μηδὲν διασύρεσθαι, ὡς οὐδὲν τὸ νόημα ἢ τὸ πρᾶγμα λυμαινό-

μενον· τὸν δὲ τὰ νοήματα ἁμαρτάνοντα πικρῶς διελέγ-

χεσθαι, ὡς τῶν καλουμένων ἀδιανοήτως φθεγγόμενον· πολλῷ δὲ

ἄρα τὸν περὶ τὰ πράγματα τυφλώττοντα καταγινώσκεσθαι, ὡς

ἠλίθιον ὄντα καὶ ψευδογράφον, εἰς τὴν κατὰ διάθεσιν ἐμπίπτοντα

ἄγνοιαν, ἥντινα διπλῆν ὁ Πλάτων καλεῖ, διὰ τὸ εἰδέναι μὲν 〈οἴεσθαι〉 ὅτι

γινώσκει, μὴ ἐπίστασθαι δὲ ὅτι ἀγνοεῖ. Ἀλλὰ καὶ ὁ ἱστοριογράφος

Καλλισθένης φησὶ δεῖν τὸν γράφειν τι πειρώμενον μὴ ἀστοχεῖν τοῦ

προσώπου, ἀλλ' οἰκείως αὐτῷ τε καὶ τοῖς πράγμασι τοὺς λόγους

θεῖναι [τῆς σοφίας] Τουτὶ γὰρ ἄν τις εἰς πραγμάτων λόγον ὠφεληθεὶς

202

ἀπέλθοι, ἢ ἐκ τῶν Φιλολάου καὶ Ἀριστοτέλους, Ἰσοκράτους τε καὶ

Ἀριστοφάνους καὶ Ἀπολλωνίου καὶ τῶν παραπλήσια ἐκείνοις

γεγραφότων· νεωτέροις μὲν γὰρ φιλομαθοῦσιν οὐκ ἄχρηστα πρὸς ἕξιν

τοῦ στοιχειωθῆναι φανήσονται, τοῖς δὲ βουλομένοις ἤδη τι πράτ-

τειν πόρρω παντελῶς ἂν εἴη καὶ ἀπηρτισμένα τῆς πραγματικῆς

θεωρίας· Ὅθεν καὶ Ἥρων ὁ μαθηματικὸς, συνεὶς τὸ Δελφικὸν

ἐκεῖνο παράγγελμα τὸ ὑπομιμνῆσκον ἡμᾶς χρόνου φείδεσθαι καὶ

ὅτι τὰ τοῦ καιροῦ μέτρα δεῖ εἰδέναι ὡς ὑπάρχοντος ὅρου 〈τῆς σο-

φίας〉, τὸ μέγιστον καὶ ἀναγκαιότατον μέρος τῆς ἐν φιλοσοφίᾳ

διατριβῆς καὶ μέχρι τοῦ νῦν παρὰ πολλῶν ζητούμενον περὶ ἀτα-

ραξίας ὑπάρχειν ᾤετο, καὶ μηδέποτε διὰ τῶν λόγων τέλος ἕξειν

ἔλεγεν. Μηχανικὴ δὲ, τὴν ἐν λόγοις δι' ἔργων ὑπερβᾶσα διδα-

σκαλίαν, πάντας ἀνθρώπους ἐδίδαξεν ἀταράχως ζῆν ἐπίστασθαι

δι' ἑνὸς αὐτῆς μέρους τοῦ κατὰ τὴν βελοποιΐαν καλουμένου· ὡς

μήτε ἐν εἰρηνικῇ καταστάσει ταράττεσθαί ποτε ἐχθρῶν καὶ πολεμίων

203

ἐφόδους μήτε πολέμου ἐνστάντος, εἰ ἐν παντὶ χρόνῳ καὶ καταστήματι

σὺν τοῖς σκευαζομένοις τροφίμοις ἔν τε πολιορκίαις καὶ στρατεύ-

μασιν ὀλιγαρκέσιν ἐπιμονιδίοις λεγομένοις φαρμάκοις καὶ ἔτι

σμικροτάτοις βρώμασι πλησμίοις ἀδιψίαν ἐμποιοῦσι, καὶ τὴν τῶν

βελοποιϊκῶν ὀργάνων μάλιστα ποιούμεθα πρόνοιαν. Καὶ ἐπεὶ οἱ

τὰ πρὸς πολιορκίαν καθ' ὅλου ἐπιστάμενοι ὀρθῶς καὶ τὰ ἀντικείμενα

ἴσασι, τῶν δ' ἀντικειμένων μία ἐστὶν ἐπιστήμη, οἱ διὰ μηχανι-

κῆς ἄρα παρασκευαστικῆς τε ὀλιγαρκοῦς πανημερίου βρώσεως

καὶ κοινῆς ἁπάσης ἐπ' εὐταξίᾳ διαίτης πολιορκίαν συνιστᾶν ἢ

λύειν δυνάμενοι ἀεὶ ἐν ἀταραξίᾳ διάξουσιν. Οὐκ ἀπεικὸς οὖν

πρὸς τοὺς πολυγραφοῦντας καὶ εἰς οὐκ ἀναγκαίους λόγους τὸν

χρόνον καταναλίσκοντας, ἀνθηρολεκτοῦντας πρὸς κενοὺς λόγους,

ἄψυχα ἐκφράζοντας κοσμεῖν καὶ ζῶα αἰνοῦντας ἢ ψέγοντας οὐ

κατ' ἀξίαν δι' ἔμφασιν τῆς ἑαυτῶν πολυμαθείας, καὶ Κάλανον

τὸν Ταξιληνὸν Ἰνδὸν εἰρηκέναι· Ἑλλήνων φιλοσόφοις οὐκ ἐξο-

204

μοιούμεθα παρ' οἷς ὑπὲρ μικρῶν καὶ ἀφελῶν πραγμάτων πολ-

λοὶ καὶ δεινοὶ ἀναλίσκονται λόγοι· ἡμεῖς γὰρ ὑπὲρ τῶν μεγίστων

καὶ βιωφελεστάτων ἐλάχιστα καὶ ἁπλᾶ, ὡς πᾶσιν εὐμνημόνευτα,

παραγγέλλειν εἰώθαμεν.

Τὸν ὑπὸ τῆς ἄνω προνοίας ἐπ' εὐσεβείᾳ συντηρούμενον στρα-

τηγικώτατον ἄρχοντα, τῇ κελεύσει καὶ γνώμῃ καὶ εὐβουλίᾳ τῶν

θειοτάτων αὐτοκρατόρων ὑπείκοντα, καὶ δυσμενεῖς καὶ ἀποστάτας

πολιορκεῖν μέλλοντα, τὰς τῶν πόλεων θέσεις ἀκριβῶς διερχόμενον

ἐπισκέπτεσθαι χρὴ πρότερον, καὶ τὴν τοῦ ἰδίου λαοῦ πρὸ πάντων

ἀβλαβῆ ποιούμενον φύλαξιν τῆς πολιορκίας ἀπάρχεσθαι, πρὸς

ἄλλοις μὲν τόποις καστρομαχεῖν ἐνδεικνύμενον, εἰς τὸ ἐκεῖσε τοὺς

ἐχθροὺς ἀπατωμένους παρασκευάζεσθαι, καὶ πρὸς ἄλλους εἰσφέ-

ρειν τὰ μηχανήματα, τὴν δὲ προσβολὴν πρὸς τὰ σαθρότερα τῶν

τειχῶν ἐκ διαδοχῆς στρατιωτικῶν ταγμάτων κατὰ συνέχειαν ποιεῖ-

σθαι, σὺν πολλῷ θορύβῳ τοὺς ἔνδον περισπῶντα καὶ σάλπιγγας

νύκτωρ ἐπὶ τὰ ὀχυρώτερα μέρη ἀνίεσθαι, ἵνα ὑπολαμβάνοντες

οἱ πλεῖστοι ταῦτα ἁλίσκεσθαι, ἀπὸ τῶν μεταπυργίων μετὰ τῶν

ἄλλων ἐκφύγωσι.

Καὶ εἰ μὲν ἐφ' ὑψηλῶν λόφων ἢ κρημνῶν δυσβάτων ὦσιν

αἱ πόλεις κείμεναι, δεῖ τὰ ἄνωθεν ἀπὸ τῶν ἐναντίων ἐπικυλιόμενα

205

παραφυλάττεσθαι βάρη, ἅτινά εἰσιν ὡς λίθοι στρογγύλοι, κίονες,

τροχοί, σφονδύλοι, ἅμαξαι τετράτροχοι φορτίοις βεβαρημέναι,

ἀγγεῖα ἐκ πλοκῆς διάφορα κόχλακος ἢ γῆς πεπιλημένης γέμοντα,

καὶ οἷα τὰ ἐκ σανίδων κυκλοτέρως συνηρμοσμένα καὶ δεσμοῖς

ἔξωθεν περιειλημένα τὰ πρὸς ὑποδοχὴν οἴνου γινόμενα ἐλαίου

τε καὶ παντὸς ὑγροῦ· ἄλλα τε ὅσα πρὸς ἄμυναν ἐνδεχόμενόν ἐστι

παρὰ τῶν ἐναντίων ἐπινοεῖσθαι.

Καὶ χρὴ πρὸς ταῦτα ἀντιμηχανωμένους τριβόλους κατα-

σκευάζειν ξυλίνους πενταπήχεις, ὑπό τινων λαβδαραίας κα-

λουμένους, πάχους ἑκάστου σκέλους τὸν γῦρον ἔχοντος ὡσεὶ ποδῶν

δύο, ὥστε μὴ θραύεσθαι ἢ διακλᾶσθαι, ἀλλ' ἀντέχειν πρὸς τὰ κα-

ταφερόμενα βάρη· ἱκανοὺς δὲ τῷ πλήθει κατασκευάζειν αὐτοὺς,

ἵνα τριπλῆ ἢ καὶ τετραπλῆ ἡ τούτων γίνηται θέσις· οὕτως γὰρ τὰ

δυσανάφορα καὶ δυσχερῆ τῶν τόπων περιορίζοντα δυνατόν ἐστιν ἐκ-

τὸς βέλους ἀκινδύνως ἀνέρχεσθαι· ἡ γὰρ τῶν λίθων βιαία κατα-

φορὰ ἐπὶ τῇ τῶν τριβόλων ἀναστροφῇ ἐνεχθεῖσα ἠρεμήσει.

Ἔστι δὲ καὶ κατ' ἄλλον τρόπον τὴν ἐκ τῶν κατερχομένων παρα-

206

φυλάξασθαι βλάβην· ἐκ γὰρ τῆς ὑπωρείας κάτωθεν ἀρχο-

μένους πλαγίας ὀρύσσειν δεῖ τάφρους, καὶ πρός τινα μέρη τῶν

τειχῶν ἀφορᾶν καὶ ἀνέρχεσθαι, βάθος ἐχούσας ὡσεὶ ποδῶν ε̅,

καὶ ἕνα τοῖχον ὀρθὸν ἐκ τοῦ αὐτοῦ ὀρύγματος ἐπ' ἀριστερὰ ὄντα,

πρὸς ὃν ἐπιφέρεται τὰ κυλιόμενα βάρη, προτείχισμα καὶ

ἀσπίδα τῶν ἀνερχομένων γινόμενον. Τὸν δὲ προορυχθέντα τόπον

ἀσφαλίζεσθαι τοὺς ὀρύσσοντας οὕτως· ξύλα ὡς ἑξάπηχα ἢ νεά-

κια κάτωθεν ὀξύνοντας ὡς πασσάλους πρὸς τὸν ῥηθέντα ἐκ τοῦ

χώματος ὀρθὸν τοῖχον ἐπ' ἀριστερὰ πρὸς τὸ ἀντέχειν πηγνύειν,

λελοξευμένα πρὸς τὴν κατωφερῆ τοῦ λόφου κλίσιν· καὶ σανίδας

ἐπ' αὐτὰ ἔξωθεν ἐπιθέντας, κλάδους δένδρων ἀπαγκαλίζοντας πε-

ριδεσμεῖν· καὶ τὴν ὀρυσσομένην ἅπασαν ὕλην ἐκεῖσε ἀπορρίπτοντας

ὁδοὺς εὐθείας ἐξομαλίζειν πρὸς 〈τὰς〉 τῶν χελωνῶν ἀναβάσεις.

Τὰς δὲ προσφερομένας χελώνας ἐμβόλους κατὰ πρόσωπον γίνε-

σθαι, τουτέστι σφηνοειδεῖς ἐκ τριγώνων ἢ πενταγωνοειδῶν βάσεων

συνεστώσας πρὸς ὀξεῖαν κατ' ἔμπροσθεν γωνίαν, ἐκ δὲ τοῦ κάτω

πλάτους πρὸς ὕψος ἀνερχομένας καὶ μέχρι τῆς κατὰ κορυφὴν

ῥάχεως εἰς ὀξὺ προϊούσας, ὁμοιουμένας ἔμπροσθεν πλοίων

πρώραις πρὸς γῆν ἐπισκηφθέντων· μικρὰς δὲ αὐτὰς εἶναι

καὶ πλείονας διὰ τὸ ταχέως καὶ εὐκόλως κατασκευάζεσθαι καὶ

ὑπ' ὀλίγων ἀνδρῶν εὐκόπως φέρεσθαι, λεῖα ξύλα ποδιαῖα περὶ

207

τὴν βάσιν ἐχούσας, καὶ ἀντὶ τῶν τροχῶν ἥλους σιδηροῦς διὰ τὸ τιθεμέ-

νας πρὸς τῇ γῇ πήγνυσθαι καὶ μὴ ὑπὸ τῆς ἐμβολῆς κατασύρε-

σθαι· ἔχειν δὲ καὶ πλάγιον ξύλον ἑκάστην κατὰ μέτωπον, ὥσπερ

ἐν τοῖς ῥυμοῖς ἔχουσιν αἱ ἅμαξαι, ἵνα ὑποστρέφουσαν αὐτὴν

πρὸς τὸ κατωφερὲς ἀντέχῃ καὶ ἐπιστηρίζῃ, καὶ μάλιστα ὅταν οἱ

προσάγοντες αὐτὴν ἐπὶ τὸ ἀνωφερὲς ἀτονήσωσι καὶ πρὸς μικρὸν

ἀναπαύεσθαι μέλλωσι. Συμβήσεται οὖν, ἢ τῇ τάφρῳ πλαγίᾳ οὔσῃ ἐμ-

πίπτοντα παραφέρεσθαι τὰ βάρη, ἢ τοῖς λοξοῖς πασσάλοις πλα-

γίαν ἔχουσι θέσιν ἐνσείοντα ἀπορραπίζεσθαι, ἢ τοῖς ἐμβόλοις ἐγ-

κρούοντα πρὸς θάτερον μέρος παράγεσθαι, τὸ δὲ διὰ μέσου

χωρίον τῆς πληγῆς ἀπαλλάττεσθαι.

Βέλτιον δὲ προσάγειν καὶ τὰς λεγομένας γερροχελώνας,

ἐλαφροτέρας τῶν ῥηθέντων ἐμβόλων καὶ ὁμοιοσχήμους οὔσας, κα-

τασκευαζομένας ἐκ πλοκῆς ἰτεΐνων βεργῶν νεοτμήτων ἢ ἐκ μυρί-

κης ἢ φιλύρας, ὀξείας καὶ αὐτὰς κατὰ πρόσωπον οὔσας ἄχρι τῆς

κατὰ κορυφὴν ῥάχεως.

Τὰς δὲ καλουμένας λαίσας, ἐλαφροτάτας οὔσας, ἐκ πλοκῆς

καὶ αὐτὰς ἀμπελίνων κλημάτων ἢ νεοτμήτων βεργῶν ἐν σχήματι

τροπικῷ διὰ τάχους γινομένας, οὐ δεῖ πρὸς κατωφερεῖς καὶ κρημ-

νώδεις εἰσφέρειν τόπους, μήπως ὄλεθρον τοῖς ἄγουσιν ἐμποιήσω-

σιν, ἀδυνατοῦσαι ἀντέχεσθαι πρὸς τὰ ὑπέρογκα τῶν βαρῶν·

χρᾶσθαι δὲ αὐταῖς μᾶλλον, ὅταν ἐν ἐπιπέδοις καὶ ὁμαλοῖς τόποις

ὦσιν αἱ πόλεις κείμεναι· τότε γὰρ ἔσονται εὔχρηστοι.

208

Ὁ δὲ πρὸς τὴν καστρομαχίαν ἀνερχόμενος λαὸς ἀκολουθήσει

πρὸς τὰ πλάτη τῶν ἐμβόλων φυλαττόμενος ἤτοι τῶν χελωνῶν

ὄπισθεν, καὶ ταῖς ἀμπελοχελώναις σκεπόμενος διά τε τὰς τοξείας

καὶ τὰς σφενδονήσεις. Εἰσὶ δὲ τοιαῦται· ξύλα βαστάζουσιν οἱ

ὁπλῖται ὀρθὰ, πρὸς ὕψος ἄνισα ὄντα ἓν παρ' ἓν, πάχος ἔχοντα

γυρόθεν ὡσεὶ δακτύλων ι̅β̅, κατὰ δὲ ε̅ πόδας πρὸς

ἕτερα πλάγια ἐπ' εὐθείας ἐπεζευγμένα, ἵνα φυλάττηται τὸ τῶν

ε̅ ποδῶν πρὸς ἄλληλα μεταξὺ διάστημα· καὶ τὰ μὲν ὑψη-

λότερα αὐτῶν ὑπὲρ ἀνδρὸς ἡλικίαν καὶ ἥμισυ, τὰ δὲ ταπεινότερα

ὑπὲρ ἄνδρα ἔστωσαν· ἄνωθεν δὲ σκεπόμενα, διὰ τὸ ἄνισον ἐξο-

μοιοῦνται ἀναδενδράσι, τὸ δὲ ἀπὸ τῆς κορυφῆς τοῦ ἐμβόλου ἄχρι

τῶν σκεπομένων ἀνίσων ξύλων ἐν σχήματι ἅμα φανήσεται χελώ-

νης. Τὰ δὲ ὑπὸ τῶν ὁπλιτῶν βασταζόμενα ξύλα κάτωθεν ὡς

ξίφη ἐχέτωσαν, ὅπως τῇ γῇ ἐμπησσόμενα τοὺς φέροντας ἀνα-

παύωσι. Δέρματα δὲ, ἢ λινᾶ παχέα, ἢ τρίχινα κρεμνῶνται

ἔξωθεν καὶ κατὰ πρόσωπον· ἐπὶ δὲ τοῖς ἀνίσοις ξύλοις δέρματα

ἐπικείσθωσαν ἄνωθεν διπλᾶ, οὐκ ἀπεκτεταμένα πρὸς ὁμαλὴν καὶ

ἴσην ἐπιφάνειαν, ἀλλὰ ἐπισυνηγμένα κατὰ μικρὸν καὶ προσκε-

χαλασμένα πρὸς τοῖς ἀνίσοις ξύλοις, ἵνα τῇ τούτων χαυνότητι

τὰ ἐπιπίπτοντα βέλη πρὸς τὴν πληγὴν ἀτονῇ καὶ ἐκλύηται,

209

οἱ δὲ ἔνδον σκεπόμενοι ἀβλαβεῖς διαμένωσι. Τὰ δὲ ὑπογεγραμμένα

πάντα σὺν τοῖς σχήμασι κατὰ τάξιν ὑπόκεινται.

Εἰ δὲ ἐν ἐπιπέδοις καὶ ὁμαλοῖς τόποις ὦσιν αἱ πόλεις κείμε-

ναι, τὰς χωστρίδας δεῖ προσάγεσθαι χελώνας, ὑποτρόχους αὐτὰς

οὔσας καὶ ἔμπροσθεν καταστεγεῖς, ἵνα οἱ τὰς τάφρους χωννύοντες

ἀπὸ τῶν ἐναντίων μὴ πλήττωνται· ἢ τὰς προειρημένας λαίσας,

ὡς ἐλαφροτάτας καὶ χρησίμους πρὸς τὸ χωννύειν τάφρους,

τόπους τε ἐνύδρους καὶ ὑπόμβρους ἀναγεμίζειν καὶ παντοῖα λακκί-

σματα ἐξομαλίζειν τοῖς τείχεσι πλησιάζοντα, ὅπως εὐδιάβατον καὶ

ἀκίνδυνον τὴν τῶν μηχανημάτων ἀγωγὴν ποιησώμεθα. Δεῖ δὲ

ἀκριβῶς σκοποῦντας ἀνερευνᾶν τὰς ἐπὶ τὰς τάφρους φαινομένας

ἰσοπέδους διαβάσεις διὰ τὰ κάτωθεν πολλάκις κρυπτόμενα ὑπὸ

τῶν ἐναντίων κεράμια, καὶ τοῖς μὲν ἀνθρώποις εὐδιάβατον καὶ

ἀκίνδυνον τὴν ὁδὸν ἀποφαίνεσθαι τοῖς δὲ προσφερομένοις ὀργά-

νοις λίαν βαρυτάτοις οὖσι καταδύνειν καὶ διασπᾶσθαι ἐπὶ τῇ

θραύσει καὶ ἐπιδόσει τῶν ὑποκειμένων κεραμίων. Ὅθεν χρὴ μετὰ

210

ἀκοντίων εὐτόνων λόγχας ἀσφαλεῖς ἐχόντων ἢ ὁλοσιδήρων ἢ

τρυπάνων τινῶν ἐπιτηδείων τὴν ἀπόπειραν ποιεῖσθαι· πρὸς δὲ

211

τοὺς κατεσπαρμένους ὑπὸ τῶν ἐχθρῶν σιδηροῦς τριβόλους τῇ γῇ

212

ἀναμιγνυμένους καὶ ἀφανεῖς ὄντας ξύλινα ὑποθέματα πρὸς

τοὺς πόδας τοῖς ὑποδήμασι κάτωθεν ὑποθέντας ἀβλαβῶς δια-

βαίνειν ἢ τοῖς γεωργικοῖς κτεσὶν οὓς καὶ γριφάνας τινὲς καλοῦσιν,

ὀδοντωτοῖς οὖσιν, τούτους ἀνακαθαίρειν. καὶ πρὸς τὰς ἐπὶ βοθρεύ-

μασι τιθεμένας θύρας πρόπειραν ποιουμένους ταῖς δικέλλαις

ἀνασκάπτειν. Χρὴ δὲ καὶ τὰς ὑπὸ γῆν πρὸς τῷ τείχει γινομένας

ὑπορύξεις κρυφίας βαθείας πρὸς τοῖς θεμελίοις ποιεῖσθαι, καὶ

μὴ εἰς ὄψιν τῆς γῆς, ἵνα μὴ διαγνόντες οἱ πολέμιοι ἔνδον ἀντο-

ρύξωσι καὶ τῷ τείχει ἀντιτρυπήσαντες κάπνῳ ἢ ὕδατι τοὺς τὴν

ὀρυγὴν κατεργαζομένους ἀπολέσωσι.

Τὸν δὲ βουλόμενον εὐκόπως πορθεῖν τὰς πόλεις, κατὰ Φίλωνα

τὸν Ἀθηναῖον, δεῖ μάλιστα τρυγητοῦ ὄντος ἢ ἑορτῆς ἔξω τῆς πό-

λεως ἀγομένης ἀθρόαν τὴν ἐπίθεσιν ποιεῖσθαι· πλείστους γὰρ ἔξω

τότε χειρούμενον εὐάλωτον ἢ ὑπόφορον καὶ τὴν πόλιν ἐκ τῶν

λοιπῶν οἰκητόρων διὰ τὴν πρὸς αὐτοὺς στοργὴν ἢ συγγένειαν ἀνταλ-

λαττόμενον ἕξειν. Εἰ δὲ κατὰ κλοπὴν νυκτὸς τὴν πόλιν βουλό-

μεθα λαβεῖν τῶν πολιτῶν τὴν ἔλευσιν ἡμῶν ἀγνοούντων καὶ

ἀνελπίστων ὄντων, χειμῶνος καταλαβόντος ὅτε τῷ κρύει τούτων οἱ

πλείους ἐν ταῖς οἰκίαις συστέλλονται καὶ ἀπαράσκευοι πρὸς μά-

χην τυγχάνουσιν, ἢ πανδήμου ἑορτῆς ἐν τῇ πόλει τελουμένης καὶ τοῦ

213

πλήθους ἐπὶ τῇ τελετῇ παιγνίοις σχολάζοντος ἢ καταφόρου ὑπὸ

τῆς μέθης ὄντος, κλίμακας ποιήσαντες δερματίνας τῷ τείχει προσ-

άξομεν, αἵτινες ῥάπτονται καθάπερ οἱ ἀσκοὶ καὶ τῇ ἀλοιφῇ

ἐμφραττόμεναι περὶ τὰς ῥαφὰς ἀναγεμίζονται ὥστε μὴ δια-

πνεῖν· ἐμφυσωμένων γὰρ καὶ πνεύματος πληρουμένων τοῦ δια-

πνεῖν κωλυομένων, ἐξορθοῦσθαι αὐτὰς ἀνάγκη, ὑπὸ τοῦ πνεύματος

ἀντεχομένων πρὸς τὴν ἀνάβασιν. Εἰ δὲ ὑψηλότερον τῶν κλιμά-

κων τὸ τεῖχος εἴη, ἐπὶ ταῖς στυππίναις προϋποτίθενται κλίμαξιν,

αἳ κατασκευάζονται διὰ πλοκῆς καὶ ῥαφῆς δεσμούμεναι, δικτυω-

ταὶ οὖσαι ὡς τὰ λεγόμενα σάρκινα· εἰς δὲ τὰ ἄκρα αὐτῶν

214

ἄγκιστρα προσβάλλονται, ἵνα ἀπὸ τῶν προϋποτεθέντων δερμα-

τίνων ἐπιρριπτόμενα ἐπιλαμβάνηται τῶν προμαχώνων καὶ οὕτως

τὴν ἐπὶ τὸ τεῖχος ἀνάβασιν τοῖς βουλομένοις διευθετίζωσι. Τὰ δὲ

τῶν κλιμάκων σχήματα ὑπογέγραπται.

Τὰ δὲ ἀνωτέρω προρρηθέντα ἔμβολα σὺν ταῖς ἀμπελοχε-

λώναις ὅταν ἐγγὺς τοῦ τείχους ἀνέλθωσι, χελώνας δεῖ τότε δια-

φόρους προσάγειν, ἄλλας μὲν πρὸς τὸ ὀρύξαι τὸ τεῖχος, ἑτέρας

δὲ πρὸς τὸ κριοκοπῆσαι· ἐπὶ μὲν οὖν τοῦ ὀρύξαι τὰς λεγομένας

ὀρυκτρίδας· ταύτας δὲ ἢ διρρύτους εἶναι καὶ κατὰ πρόσωπον

σκεπομένας προσάγεσθαι καὶ προσεγγίζειν τῷ τείχει, ἢ μονοπτέ-

ρους, ὄπισθε μὲν κατωφερεῖς, κατὰ δὲ πρόσωπον τετραγώνους, καὶ

ἐκ πλαγίων τραπεζοειδεῖς ὡς τριγώνους, κατασκευαζομένας οὕτως·

ξύλα λαβόντας τρία ἢ τέσσαρα, ἔστι δὲ ὅτε καὶ πέντε διὰ τὸ

πυκνότερον καὶ στερεώτερον τοῦ ἔργου, μῆκος ἔχοντα μὴ ἔλασσον πο-

δῶν ι̅, πάχος δὲ ὡσεὶ ποδὸς ἑνὸς, ὁμοίως δὲ καὶ πλάτος,

ταῦτα ἀποκόπτειν ἄνωθεν λοξῶς ὡς πρὸς ὄνυχα, ἵνα προσφε-

ρόμενα δι' ὑποτρόχων ἀξόνων, ὑπὸ ὀρθίων ξύλων ἔσωθεν

βασταζόμενα, προσεγγίσωσι τῷ τείχει. ἱστάσθω δὲ πρὸς τῷ τείχει

στῦλος ὑπόθεμα κάτωθεν ἔχων, ὅστις καὶ τὰ ἐπικείμενα ξύλα καὶ

τὰ ὑποστηρίζοντα βαστάσει πάρορθα, ἵνα τὰ ἄνωθεν καταφε-

ρόμενα μηδὲν παραβλάπτοντα τὴν στέγην παρεκπίπτῃ ὄπισθεν. Τὰ

δὲ πάρορθα ξύλα καὶ πρὸς ὄνυχα ἔμπροσθεν ἐκκεκομμένα

κέντρα σιδηρᾶ ἐχέτωσαν ὄπισθεν, ἵνα ἐμπήσσωνται τῇ γῇ καὶ μὴ

215

παρασύρωνται· εἰς δὲ τὰ πλάγια κρεμάσθωσαν δέρματα ἢ

ῥάκη σκέποντα, ἢ τὰ ἐκ βεργῶν ἢ φοινίκων πεπλεγμένα διὰ

τὰ ἑκατέρωθεν ἐπιφερόμενα βέλη· ὡσαύτως δὲ καὶ ἐπὶ τὰ ἔμ-

προσθεν. Ὅταν δὲ προσεγγίζωσι τῷ τείχει, ἀναπεταζέσθωσαν ἐπὶ

τὰ ἄνω τὰ ἔμπροσθεν· ὑποκρύπτεσθαι δὲ καθ' ἑκάστην χελώνην

ἄνδρας δύο ὀρθοὺς ἱσταμένους καὶ σκάπτοντας τὸ τεῖχος, πρὸς μὲν

πάχος πλέον τοῦ ἡμίσους, κατὰ δὲ πλάτος ὅσον καὶ τὸ τῆς χελώνης

ἐστὶ, πρὸς δὲ τὸ ὕψος ἀπὸ τριῶν ποδῶν ἄνωθε τῆς γῆς ἀρχο-

μένους ὀρύσσειν, ἵνα τὰ ἐκ τῆς ὀρυγῆς κατερχόμενα πρὸς τὸν

ἐαθέντα κάτωθεν πίπτωσι τόπον· ἐπὶ δὲ τὸ ἀνώτερον μέρος τοσοῦ-

τον σκάπτειν ὅσον οἱ ὀρύσσοντες ἀπαρεμποδίστως δυνήσονται. Ἐγγύ-

τερον δὲ κ̅ ποδῶν διεστηκέτωσαν ἀπ' ἀλλήλων αἱ χελῶναι,

216

ἵνα καὶ πολλὰ ὦσι καὶ πολὺν τόπον οἱ ὀρύσσοντες ἐπὶ τὸ τεῖχος

ἐργάζωνται· καὶ μικραὶ οὖσαι, ἵνα ταχέως καὶ εὐκόπως παράγωνται,

καὶ ἵνα μὴ ἐπ' εὐθείας πρὸς τὸν σκοπὸν φέρηται καὶ εὐστοχῇ πρὸς

τὰ πλάγια τῶν χελωνῶν τῶν τοσαύτην διάστασιν ἀπ' ἀλλήλων

ἐχουσῶν τὰ ἀπὸ τοῦ τείχους ὑπὸ τῶν ἐναντίων βαλλόμενα. Τὰ

δὲ ὑπογεγραμμένα σχήματα ὑπόκειται.

Ὅταν δὲ τρυπηθῇ τὸ τεῖχος ἀπὸ τῆς ὄψεως ἔνδον ἐπὶ τὸ πάχος

καὶ διάχωρα κατὰ πλάτος τοσαῦτα λάβῃ ὅσα καὶ αἱ χελῶναί εἰσι,

καὶ οἱ ῥηθέντες δύο ἄνδρες ἀπ' ἀλλήλων ἀπεστραμμένοι ἔσωθεν

ἀπαρεμποδίστως ἐπὶ τὰ διάχωρα σκάπτωσιν, οὐκέτι χελώνης

ἔχουσι χρείαν πρὸς τὰ πλάγια μέρη ὀρύσσοντες καὶ ὑπὸ τοῦ πά-

χους τοῦ τείχους ἔνδον φυλαττόμενοι. Ἵνα δὲ τοῖς σκάπτουσι μὴ

συνεμπίπτῃ τὸ τεῖχος, ὑποστυλούσθω ἔσωθεν καὶ βασταζέσθω στυλα-

ρίοις λεπτοῖς μᾶλλον καὶ πυκνοῖς, καὶ μὴ παχέσι καὶ ἀραιοῖς,

ἐπάνω καὶ ὑποκάτω σανίδος τιθεμένης, ἵνα μὴ πρὸς τῇ γῇ ὑπο-

χαλῶντα τὰ στυλάρια οὐ βαστάσῃ. Ὅταν δὲ τελειωθῇ τὸ

ὄρυγμα καὶ ἐπιστυλωθῇ, 〈ἀναπληρούσθω〉 τὸ κατὰ μέσον τῶν ἐπιστύ-

λων ὑλῶν εὐκαύστων, οἷον φρυγάνων, ξύλων ξηρῶν ἐσχισμένων,

δᾴδων καὶ ὅσα τούτων ἕτερα πρὸς ἔκκαυσιν ἐπιτήδεια· καὶ οὕ-

τως ἀναφθήτω. Εἰ δέ τις ἐλλείπει τόπος, πυροβόλοις ὑφαπτέσθω·

217

ἐχέτω δὲ καὶ ξύσματα ξύλων ξηρὰ περιεσπαρμένα σὺν ὑγρᾷ

πίσσῃ ἢ ἐλαίῳ ἐπαλιφέντα· καὶ οὕτως ἐκκαέντων τῶν ὑποστυ-

λωμάτων καταπεσεῖται τὸ τεῖχος. Καὶ ἔστιν ἡ ὄψις τοῦ σχήματος

τοιαύτη.

Τοῖς δὲ τῶν χελωνῶν τούτων παρορθίοις ξύλοις ἧλοι πλατυκέ-

φαλοι ὕψους δακτύλων η̅, ἤτοι καρφία ἐκ σιδήρου εἰργα-

σμένα ἄνωθεν ἐμπησσέσθωσαν ἄχρι δακτύλων δ̅· τοὺς

δὲ λοιποὺς τέσσαρας ὑπερέχοντας ἐχέτωσαν. τὸν δὲ διὰ μέσου

τόπον πηλὸν λιπαρὸν καὶ κολλώδη μετὰ τριχῶν χοιρείων ἢ τρα-

γείων μεμαλαγμένον ἐπιχρίειν καὶ ἀναγεμίζειν, ἴνα μὴ διασπᾶται

μηδὲ διασχίζηται. Κρατηθήσεται γὰρ καὶ διὰ τὴν πυκνότητα τῶν

ἥλων καὶ διὰ τὸ πλάτος τῶν κεφαλῶν αὐτῶν. Ῥάκη δὲ ἐκ πλα-

γίων ἢ δέρματα ἐπικρεμάσθωσιν, ἵνα μήτε ἄμμος θερμὴ μήτε

218

πίσσα μήτε τήλη ἀφεψηθεῖσα μήτε ἔλαιον ἐπιχεόμενον, ὡς ταχέως

φύσει θερμαινόμενον καὶ ψυχόμενον βραδέως, τοῖς ἔνδον ἐργαζο-

μένοις ἐνστάζῃ· παρομοίως γὰρ πυρὶ τὰς τῶν ἀνθρώπων ἀναλί-

σκουσι σάρκας. Οὕτως οὖν κατεργαζόμεναι αἱ χελῶναι διαφυ-

λαχθήσονται πρὸς τὸ μὴ καίεσθαι ἐκ τῶν ἐπιβαλλομένων ἄνωθεν

πυροφόρων καὶ ἀναπτομένων φλογῶν, μηδὲ διέρχεσθαι ἔνδον τὰ

ἐπιχεόμενα τεθερμασμένα ὑγρά. Ὡσαύτως δὲ λαῖσαί τε καὶ γερρο-

χελῶναι ἐπὶ τὰ πλέγματα σκεπέσθωσαν δέρμασι διαβρόχοις βοῶν

νεοσφαγῶν ὡς δυναμένοις πυρὶ ἀντιμάχεσθαι. Αὗται δὲ αἱ χελῶ-

ναι πόρρωθεν λιθοβόλων ὀργάνων καὶ τοξοβολιστρῶν χριέσθωσαν,

συμπεπηγυῖαι δὲ καὶ ὑπότροχοι συμβληθεῖσαι τοῖς τείχεσι προσα-

γέσθωσαν. Καὶ τὸ σχῆμα ὑπόκειται.

219

Τινὲς δὲ ἐπὶ λιθίνων τειχῶν ξύλα ὡς ἔθος περιτιθέασι

προσεγγίζοντα κάτωθεν, ὥστε ἀνάπτεσθαι καὶ θρύπτειν τοὺς λίθους.

Δύσχρηστον δὲ τὸ ἔργον ἐνίοτε καὶ ἐπισφαλὲς γίνεται, ὅτι καὶ ὕδωρ

ἄνωθεν ἐπιχεόμενον σβεννύει τὸ πῦρ, καὶ ἀσθενεστέρα πρὸς πλάγιον

ἡ τοῦ πυρὸς φορὰ γίνεται, ὡς φύσει ἀνωφερὴς καὶ πρὸς ἐνέργειαν

ἰσχυροτέρα τυγχάνουσα· καὶ οὐ δυνήσονται ἐπὶ τῇ τῆς φλογὸς ὁρμῇ

οἱ ἔνδον ἐργαζόμενοι ὑπὸ χελώνην εἶναι· συγκαήσονται γάρ.

Γίνονται οὖν κύθρινοι ὀστράκινοι διὰ πετάλλων σιδηρῶν ἐπὶ τοῦ

ἔξωθεν μέρους συνδεδεμένοι καὶ γεμίζονται ἀνθράκων λεπτῶν·

ἀπὸ δὲ τῆς ἔξωθεν ὄψεως τοῦ πετάλλου πρὸς τὸν πυθμένα τέτρην-

ται ἀνεῳγότες ἄχρι δακτυλιαίου τρυπήματος καὶ σιδηροῦν αὐλί-

220

σκον ἐκεῖθεν δεχόμενοι, πρὸς ὃν ἄλλος ἐμβάλλεται ἄσκωμα

ἔχων. Πῦρ δὲ λαβόντες οἱ ἄνθρακες καὶ ἐμφυσώμενοι ὁμοίαν

φλογὸς ἀπεργάζονται ἔκκαυσιν ὑπεμβαίνουσαν τῷ λίθῳ καὶ

θρύπτουσαν, ἢ ὄξους ἢ οὔρου ἤ τινος ἄλλου τῶν δριμέων ἐπιχεομένων.

Καὶ ἔστι τὸ σχῆμα οἷον ὑπογέγραπται. Κέχρηνται δὲ αὐτῷ συνεχῶς

οἱ μολιβδουργοί.

Ἐὰν πλίνθινα τείχη καταβαλεῖν ταχέως θελήσωμεν, πυκνοτά-

τας ἐπ' αὐτὰ τρήσεις διὰ τρυπάνων ποιήσομεν, ὑπὸ χελωνῶν

ἄνωθεν ἐπικεχρισμένων σκεπόμενοι, ἢ λαισῶν ἀσφαλεστάτας στέγας

ἐχουσῶν καὶ δέρμασι βοῶν νεοσφαγῶν περὶ τὰ πλέγματα σκεπο-

μένων διά τε τὰ πεμπόμενα κατ' αὐτῶν βάρη καὶ τὰ ἐγχεόμενα

τεθερμασμένα ὑγρά. Τὰ δὲ τρύπανα ἔστωσαν τεκτονικοῖς ὀργάνοις

παρόμοια· μοχλὸς γὰρ γίνεται σιδηροῦς μῆκος ποδῶν μὴ

ἔλασσον ε̅, δακτυλιαίαν τὴν διάμετρον ἔχων καὶ πάχος γυρό-

θεν ὡσεὶ δακτύλων τεσσάρων, πέταλλον ὁμοίως σιδηροῦν ἐπὶ τὸ

ἔμπροσθεν ἄκρον προσηλωμένον ἔχων πλάτους δακτύλων ι̅β̅

καὶ ὕψους η̅, ἐστενωμένον κατὰ μέσον ἔμπροσθεν ἐν σχήματι

κηπουρικοῦ πλατυλισγίου· πρὸς δὲ τὸ ἕτερον ἄκρον ξύλινον ἀπὸ

τορλίου μεσόστενον εἰσδέχεται κύλινδρον ὑπὸ ἀρίδος στρεφόμενον,

ἔχοντα κατὰ μέσον τοῦ ὀπισθίου μέρους κεφαλοειδῆ παρεξοχὴν

ὑπεμβαίνουσαν καὶ ἀναστρεφομένην ἐπὶ τὴν ὀνομαζομένην πυελίδα

ἤτοι ἐπικεφαλίδα τινὰ οὖσαν, κανόνος τῇ γῇ ἐπικειμένου τοῦ προσ-

221

άγοντος αὐτὴν καὶ ἐπακολουθοῦντος ἀεὶ τῷ τρυπωμένῳ τόπῳ. Περι-

στραφήσεται δὲ πρὸς τὴν αὐτὴν ἐργασίαν καὶ διὰ χειρῶν κινούμε-

νος ὁ κύλινδρος σὺν τῷ τρυπάνῳ, ἐὰν κανόνια πρὸς τὸ μέσον εἰσδέ-

ξηται ὡς φρεατίας ἠλακάτης σταυροειδῶς διεκβληθέντα, ἅ τινες ἐκ

τοῦ σχήματος ἀστερίσκους καλοῦσιν. Τὰς δὲ γινομένας ἐπὶ τῷ τείχει

τρυπήσεις πλαγίας τε καὶ ἀνωφερεῖς 〈δεῖ〉 ποιεῖσθαι ὡς πρὸς τὸ

ἐνδότερον μέρος ὑψηλοτέρας, ὅπως τὰ ἐκ τῆς πλίνθου ὑπὸ τῶν

τρυπάνων περιξεόμενα εὐκατάφορα γίνηται καὶ τὸ ἐπ' ἄκρον

τοῦ μοχλοῦ προσηλωθὲν πέταλλον καλῶς πρὸς τὴν ἐργασίαν

ἀναβαστάζηται στηριζόμενον ὑπὸ τοῦ τῇ γῇ πλαγίου ἐπικειμένου

κανόνος καὶ πρὸς αὐτῇ ἀντιστηριζομένου. Ἡ δὲ ἐκ τῶν τρυπάνων

γινομένη ἀνωφερὴς σύντρησις οὐ ποιεῖ συγκάθεσιν μόνην τοῦ τεί-

222

χους, ἀλλὰ καὶ παρεγκεκλιμένην ἐπὶ τὴν ἔξω καταφοράν. Καὶ

γίνεται ἀθρόως πολὺ περὶ τὸ τεῖχος τὸ σύμπτωμα. Καὶ ἔστι τὸ τῆς

κλίσεως σχῆμα τοιοῦτον.

Τρυπάσθω δὲ ἐξ ἴσου τὸ τεῖχος ἐπὶ τῆς αὐτῆς εὐθείας, ἀπεχο-

μένων ἀπ' ἀλλήλων τῶν τρυπημάτων πόδα καὶ τέταρτον, τουτέστι

δακτύλους κ̅, ἤτοι σπιθαμὴν καὶ δύο παλαιστάς· ἔστι γὰρ ἡ

σπιθαμὴ δακτύλων ι̅β̅, ἡ δὲ παλαιστὴ τεσσάρων. Τὰς δὲ

τρυπήσεις ἀπὸ τὴς γῆς ἄνωθεν ἀπαρχομένους 〈δεῖ〉 ποιεῖσθαι ὡς ἀπὸ

ποδῶν τριῶν, καθάπερ καὶ ἐπὶ τῶν λιθίνων προειρήκαμεν τειχῶν,

ἵνα ἡ ἐκ τῶν τρημάτων κατερχομένη ὕλη ἐπὶ τὸν ἐαθέντα κάτω-

θεν πίπτῃ τόπον.

Ὅταν δὲ τρυπηθῇ κατὰ τάξιν μέτωπα τοῦ τείχους, ἀναγεμί-

223

ζονται τὰ τρήματα ἐκ τῆς ἔξωθεν ὄψεως ἐπὶ τὰ ἔνδον, οὐ πρὸς

ὅλον τὸ πάχος ἀλλὰ ἐπὶ πόδα μόνον, ξύλοις ξηροῖς ἐσχισμένοις,

μὴ τετραγώνοις ὥστε κατὰ πλάτος ἐφαρμόζειν ἀλλήλοις, ἀλλὰ

παραστρογγύλοις ὡς πασσάλοις, πάχος ἔχουσι πρὸς τὴν βάσιν

δακτύλων μὴ πλέον τριῶν, πρὸς δὲ τῇ κορυφῇ μᾶλλον ἐστενω-

μένοις πρὸς τὸ βαστάζειν τὸ τεῖχος κατὰ τὸν τῆς ἐργασίας καιρόν.

Καὶ, εἰ ἐνδέχεται, δᾷδες οἱ πάσσαλοι ἔστωσαν· εἰ δὲ μή, ξύλα

ξηρὰ πεπισσωμένα ἢ θείῳ τετριμμένῳ σὺν ὑγρᾷ πίσσῃ ἢ ἐλαίῳ

ἐπαλιφέντα· στρογγύλοι δὲ γίνονται οἱ πάσσαλοι, ἵνα μεταξὺ

πρὸς ἀλλήλους διαλείμματα ἔχωσιν, ἔνθα τὸ πῦρ ὑπεμβαῖνον

καὶ ἀναστρεφόμενον ἐνάπτηται, καὶ μὴ τῇ πυκνότητι συμπνιγό-

μενον σβεννύηται. Ὅταν δὲ γεμισθῶσι πάντα τὰ τρήματα ποδὸς

ἄχρι κατὰ βάθος, ὡς εἴρηται, πάλιν ἐπὶ τῆς αὐτῆς εὐθείας τρυ-

πάσθωσαν κατὰ μέσον τὰ καταλειφθέντα διάχωρα κατὰ τάξιν

ἐξ ἴσου πρὸς τὰ πρότερα. Τὰ δὲ ἔσχατα τρήματα πλαγια-

ζέσθωσαν ἐφ' ἑκάτερον μέρος, ἵνα ἐπὶ τὰ πρότερα ἡ τῶν ὑστέρων

ἐπεισέρχηται σύντρησις, καὶ γεγεμίσθωσαν καὶ αὐτὰ ξυσμάτων ἤτοι

πελεκημάτων ἢ ῥυκανισμάτων ξηρῶν καὶ εὐκαύστων φρυγάνων ἢ

σχιδάκων, καθ' ὧν τὸ πῦρ ἐπιδρασσόμενον ταχεῖαν τὴν ἔκκαυσιν

ποιεῖται. Ἐξεπίτηδες οὖν οἱ πάσσαλοι οὐκ ἔχουσιν ἴσην τὴν ἐπιφά-

νειαν κατὰ τὸ ὅλον ὕψος, ἀλλὰ μέζονές εἰσι κάτωθεν, ὥστε κρα-

τεῖν δύνασθαι τὸ πῦρ καὶ ἀνέμου ἐμπνέοντος ἐπανάπτεσθαι. Εἰ δὲ

νηνεμία κατὰ τὸν τῆς ἐργασίας καιρὸν ἢ τόπον εἴη, συμβαλλέσθω-

224

σαν κάλαμοι τετρυπημένοι δι' ὅλου ἔσωθεν, οἵους οἱ ἰξευταὶ ἔχουσιν,

ἀσκώμασι χαλκικοῖς ἐμφυσώμενοι· πρὸς ὃν γὰρ ἄν τις ἐθέλῃ

μεταφέρονται τόπον καὶ ἀνάπτουσι τὸ πῦρ, σιδηροῦν αὐλίσκον ἔμ-

προσθεν τοῦ πυρὸς ἔχοντες. Καὶ τὸ σχῆμα ὑπόκειται.

Τῆς συντρήσεως ἐπὶ τῇ ὑποστυλώσει καὶ ἐκκαύσει τελεσθείσης καὶ

τοῦ τείχους ἀκλινῶς ἠδρασμένου καὶ ἀτρεμοῦντος ἐπὶ τῷ συμπάχῳ

τῆς πλινθίνης οἰκοδομῆς τεχνουργήματι, κριομαχεῖν ἀνάγκη. Εἰ

γὰρ καὶ ἔκλυτος καὶ ἀνίσχυρος ἡ τοῦ κριοῦ πρὸς τὴν πλίνθον γίνεται

πληγή, λακκίζουσα μᾶλλον διὰ τὸ χαῦνον καὶ μαλακὸν ἢ σείουσα

καὶ ῥηγνύουσα διὰ τὸ σκληρὸν καὶ ἀντίτυπον ὡς ἐπὶ λίθων, ἀλλ' οὖν

διὰ τῆς προγεγονυίας κάτωθεν ἐργασίας ἀτονῆσαν πρὸς τῇ βάσει

τὸ τεῖχος οὐ δυνήσεται ἀντέχειν πρὸς τὰς συνεχεῖς τῶν κριῶν

κερατίσεις, ἀλλὰ τῇ βίᾳ πληττόμενον συντρήσει τὴν κλίσιν εἰσδέ-

ξεται.

225

Τὰς δὲ συμβολὰς καὶ συνδέσεις τῶν κατὰ μῆκος συμβεβλη-

μένων κριῶν, τάς τε περὶ κῶλα αὐτῶν καὶ τὰς ἐπὶ τῶν μονοξύλων

κατὰ διάστασιν ἀνηκούσας ἀρτήσεις ἐπί τε κριοφόρων χελωνῶν

πύργων τε καὶ τῶν διπλῶν κλιμάκων καὶ ἔτι τὰς δι' αὐτῶν πρὸς

τὸ τεῖχος γινομένας εὐεργεῖς διαβάθρας, πρὸς τὴν ἁρμόζουσαν

ἐφεξῆς ἑκάστῳ ἐργασίαν ἐπὶ τῆς προκειμένης πραγματείας

λεπτομερῶς διασαφήσαντες ἐξεθέμεθα.

Ἐὰν τάχιον μετὰ κριῶν θελήσωμεν τείχη ἢ πόρτας ῥηγνύειν καὶ

διασπᾶν, κριοφόρους ποιήσομεν χελώνας τετρατρόχους ὑψηλάς,

ἄνωθεν ἁλύσεις ἢ σχοινία εὔτονα κατὰ πάχος ἐχούσας τὰ τὸν κριὸν

βαστάζοντα καὶ ἀνέχοντα· ἀφ' ὑφηλοῦ γὰρ βασταζόμενος ὁ κριὸς

πλέον ὄπισθεν διάστημα πρὸς τὴν κίνησιν λαμβάνει, καὶ ἐκ μα-

κροῦ ἐπιφερόμενος καὶ ἐνσειόμενος πλέον ἐνδυναμοῦται καὶ προσ-

κρούων τῷ τείχει βιαίαν καὶ ἰσχυρὰν ἀποτελεῖ τὴν πληγήν. Ἔστω

δὲ τῷ εἴδει ὑψηλὴ ἡ χελώνη καὶ μὴ τοσοῦτον μεγάλη, ἵνα πρὸς

τὴν κίνησιν εὐπαράγωγος ᾗ, διπλάσιον τὸ ὕψος τοῦ πλάτους ἔχουσα,

τὸ δὲ μῆκος τοῦ ὕψους ἴσον ἢ μικρῷ ἔλασσον, ἵνα ὀξύρρυτος καὶ

ἐπιμήκης εἴη, ὡς ἂν τὰ ἐν αὐτῇ ἐπιπίπτοντα βάρη πλαγιαζόμενα

παρεκτρέχῃ κάτωθεν. Κατασκευάζεται δὲ οὕτως. Ζυγὰ δύο καὶ

δύο τίθενται μήκους ὄντα ἀνὰ ποδῶν κ̅δ̅, διεστῶτα ἀπ' ἀλλήλων

226

ποδῶν οὐκ ἔλασσον ι̅β̅· καὶ πρὸς αὐτὰ ἐμβάλλονται ξύλα

δακτύλων κατὰ πάχος ι̅β̅, πλάτους ποδὸς οὐκ ἔλαττον, κ̅δ̅

ποδῶν πρὸς ὕψος, ἀριθμῷ ὄντα ὀκτώ, τέσσαρα

καὶ τέσσαρα ἀφ' ἑκατέρων τῶν πλαγίων μερῶν ἐφιστάμενα·

συννευόντα δὲ ἄνωθεν κατὰ κορυφὴν συμβάλλει ἀλλήλοις, περι-

λαμβάνοντα ξύλον, ὅ ἐστι ῥάχις τῆς χελώνης μακρότερον τοῦ

περὶ τὰ ζυγὰ μήκους, καὶ παρεξέχον ἔμπροσθεν δι' ἃς προϊόντες

λέξομεν αἰτίας. Καθ' ὃ δὲ μέρος τὴν χελώνην προσνεύειν βου-

λόμεθα, κατὰ μέσους τοὺς ὀρθοστάτας τούτοις ἄλλα ζυγὰ προση-

λούσθω, καὶ ἐκ τοῦ ἔσωθεν μέρους ὑποβεβλήσθωσαν παραστάται

ἀντέχοντες καὶ στηρίζοντες τὰ μέσα ζυγὰ καὶ τὴν ῥάχιν· τῇ δ' ἔξω-

θεν ἐπιφανείᾳ σανίσι κατὰ πάχος τετραδακτύλοις οἱ ὀρθοστάται

σκεπέσθωσαν. Καὶ οὕτως συντελεῖται τὸ σχῆμα. Ἀπὸ δὲ τοῦ ἐδάφους

τῶν ἔσω ζυγῶν ὑποστυλούσθω τὰ ἔξω ξύλοις ὀρθοῖς, ἀκλινέσι κατὰ

κάθετον οὖσι· τὸ δὲ μεταξὺ κένωμα τὸ περὶ τὰ κάτω ζυγά,

τουτέστι τὸ διάστημα, τροχοὺς τέσσαρας ἐχέτω τοὺς ἀνέχοντας καὶ

βαστάζοντας τὸ ὅλον περὶ τὴν χελώνην σύμπηγμα. Ἵνα δὲ μὴ

ἀνοίγηται τὰ κάτω ζυγά, περιστομίδας προσλάβοι οὐκ ἔξω τομῆς

227

γινομένης, ἀλλὰ χελωνίων προσηλώσει κρατούσας, ὡσανεὶ γρον-

θαρίων τινῶν περικεκομμένων, καὶ ἡμισφαιρίων ἐγγεγλυμμένων

παρομοίων τοῖς ἐπὶ τῶν στροφίγγων τῶν θυρῶν τιθεμένοις, αἳ βά-

σεις ἔσονται τῆς ὀξυρρύτου χελώνης. Γίνεται δὲ ὁτὲ ἀμβλυτέρα καὶ

ταπεινοτέρα ἡ τῆς χελώνης στέγη, ὅταν ἐπὶ 〈τῶν〉 μεσοστατῶν τῶν ἐπὶ τὰ

ζυγὰ ὀρθίων ἑστώτων ἄνωθεν προστεθῶσιν οἱ λεγόμενοι συγκύπται

καὶ τὴν ἀνωτάτην τοῦ ἀετώματος περιλάβωσι ῥάχιν, μακροτάτου

δηλονότι τοῦ κριοῦ ὄντος καὶ τῆς χελώνης πόρρω τοῦ τείχους ἀφ-

εστώσης. Εἰ γὰρ ἐλάσσων ὁ κριὸς κατὰ μῆκος τύχῃ καὶ ἡ χελώνη τοῦ

τείχους ἔγγιον εἴη, οὐ δυνήσεται ἀντέχειν πρὸς τὰ ἐπικρημνιζόμενα

καὶ πρὸς αὐτὴν ἐπιπίπτοντα βάρη διὰ τὸ τῆς στέγης ταπείνωμα,

ἀλλὰ ῥῆξιν ἢ θραῦσιν ἐπὶ ταῖς ἁρμονιῶν λαβοῦσα συμβο-

λαῖς ἐπισφαλὴς ἑαυτῇ τε καὶ τοῖς κριομαχοῦσι γενήσεται. Τὴν δὲ

ὑπὸ τῶν προειρημένων παρορθίων μονοξύλων ἐπιλαμβανομένην

ἄνωθεν ῥάχιν χρὴ παρεξέχειν ἔμπροσθεν κατὰ πρόσωπον τοῦ τείχους,

ἵνα ἐπ' αὐτὴν προστέγασμα ᾗ καὶ τὰ ἐπὶ τῷ κριῷ πεμπόμενα

προσδέχηται· εἰ γὰρ οἱ ἀπὸ τοῦ τείχους καταφερόμενοι μέγιστοι

λίθοι καὶ τὰ πλάγια ξύλα τὰ ἐξ ἴσου ἰσοβαρῶς καὶ ἰσοζύγως

κατερχόμενα ἀστέγαστον τύπτωσι τὸν κριὸν τῷ τείχει ἐπιφερόμενον,

εἴτ' αὐτὸς ὁ κριὸς περινεύσας διασπασθήσεται, ἢ τοὺς κινοῦντας

ἀπορρίψει καὶ διαφθερεῖ. Τοιαύτη μέν ἐστιν ἡ ἔμπροσθεν χελώνη

228

ἡ καὶ τὰς βασταγὰς τοῦ κριοῦ κατὰ διάστασιν ἔχουσα. Ἡ δὲ δευ-

τέρα ταπεινοτέρα πρὸς ὕψος καὶ ἐλάσσων· καὶ ἄλλαι δύο κατ-

όπισθεν ἔτι ἐλάσσονες· πρὸς ἀσφάλειαν γὰρ παρόδου ἀναγκαῖαι

τυγχάνουσι. Πλείονας δὲ 〈δεῖ〉 αὐτὰς εἶναι καὶ μικράς, ὡς προεί-

πομεν, διὰ τὸ εὐκόπως προσάγεσθαι καὶ ἐκ μικρῶν συμπήγνυσθαι

ξύλων, καὶ μὴ μίαν μεγίστην διὰ τὸ ἐκ μεγάλων καὶ δυσευρέτων

γίνεσθαι καὶ διὰ τὸ βραδέως καὶ δυσκόπως παράγεσθαι. Τὰ δὲ

σχήματα κατὰ τάξιν ὑπόκειται.

Καὶ δεῖ εἰδέναι ὅτι ὑπὸ τῆς ἔμπροσθεν καὶ μείζονος χελώνης

βασταζόμενος ὁ κριὸς ἐπὶ πλέον ὑψοῦται κατὰ πρόσωπον τοῦ τεί-

χους, ἐπὶ δὲ τῶν ὄπισθεν ταπεινοῦται· καὶ γὰρ ἀναφερῶς κινού-

μενος σφοδροτάτην ἐπὶ τὰ ἀνώτερα τῶν τειχῶν ἀποτελεῖ τὴν πλη-

γήν· ἐπὶ δὲ τὰ κάτω συγκύπτων ἀσθενεστάτην καὶ ἔκλυτον, ἐνίοτε δὲ

καὶ ἐπισφαλῆ.

229

Ἐν ἁπάσαις δὲ ταῖς χελώναις ἧλοι πλατυκέφαλοι, ὡς προ-

είρηται, ἄνωθεν ἐμπησσέσθωσαν πρὸς τὰ τῆς στέγης πλάγια καὶ

κατωφερῆ μέρη ἄχρι τοῦ ἡμίσους αὐτῶν, καὶ τὸ διὰ μέσου ἀνεστηκὸς

ἀναπληρούσθω πηλοῦ λιπαροῦ καὶ κολλώδους μετὰ τριχῶν μεμα-

λαγμένου καὶ ἀδιασχίστου συντηρουμένου. Πρὸς δὲ τοὺς τροχοὺς

τοὺς βαστάζοντας τὴν χελώνην ἐπὶ τὰ κάτω ζυγὰ σφῆνας εὐμεγέ-

θεις ὑποθεῖναι ἀφ' ἑκατέρων τῶν μερῶν ὑπεμβαίνοντας, ὥστε

ἀντέχειν πρὸς τὸ τοῦ ὕψους μέγεθος· αἱ γὰρ τῶν τροχῶν περόναι

μόναι καὶ μάλιστα αἱ περὶ ἕκαστα τὰ ζυγὰ διερχόμεναι δίκην

ἀξόνων, βραχεῖαι οὖσαι, οὐ δυνήσονται βαστάσαι τὴν χελώνην, οὐδὲ

ἀσφαλῶς αὐτὴν ἱσταμένην ἕξομεν πρὸς τὴν μέλλουσαν γίνε-

σθαι τοῦ κριοῦ ἐπικίνησιν. Ὑποβάλλονται δὲ κάτωθεν οἱ σφῆνες, οὐ

μόνον τὸ τοῦ ὕψους ἀντεχόμενοι βάρος, ἀλλὰ καὶ τὴν τῶν τροχῶν

κωλύοντες παρακίνησιν· ὅταν δὲ θελήσωμεν ἐπικινῆσαι τὴν χε-

λώνην, τοὺς κάτω τεθέντας ὑποχαυνώσομεν σφῆνας. Καὶ δεῖ

εἰδέναι ὅτι τὰ λίθινα τείχη τάχιον ἐνσείεται καὶ ῥήγνυται τῶν πλιν-

θίνων· διὰ γὰρ τὸ χαῦνον καὶ μαλακὸν τῆς πλίνθου ἡ ἐκ τοῦ κριοῦ

γινομένη πληγὴ ἀσθενής ἐστι καὶ ἔκλυτος, βαθύνουσα τὴν πλίνθον

καὶ λακκίζουσα 〈μᾶλλον〉 ἢ ῥηγνύουσα καὶ διασπῶσα· ὁ δὲ λίθος πρὸς

τὴν τοῦ σιδήρου σκληρότητα ἀντίτυπος ὢν 〈....〉

230

Οἱ δὲ περὶ Ἡγήτορα τὸν Βυζάντιον τὸν μέγιστον κριὸν πηχῶν

ρ̅κ̅ κατὰ μῆκος ἐποίουν, ἐκ δὲ πτέρνης κατὰ μὲν πάχος

ποδιαῖον, εἰς δὲ πλάτος παλαιστῶν ε̅· ἐπὶ δὲ τὸ ἔμπροσθεν

ἄκρον συνῆγον αὐτὸν εἰς πλάτος ποδιαῖον καὶ πάχος τριπάλαιστον·

ἕλικας σιδηρᾶς τέσσαρας ἀποτεινομένας ἐπὶ πήχεις ι̅ ἔμ-

προσθεν προσηλοῦντες, καὶ ὅλον ὑποζωννύοντες τρισὶ σχοινίοις

κατὰ πάχος γυρόθεν ὀκταδακτύλοις, καὶ βυρσοῦντες αὐτὸν κύκλῳ,

ἀνελάμβανον κατὰ μέσιν ἐκ τριῶν μὲν διαλειμμάτων, βα-

σταγμάτων δὲ τεσσάρων. Τὰ δὲ σχοινία τὰ ἐκ τῶν ὀνίσκων τῶν

ἐκ τῆς κριοδόχης ἀνέχοντα καὶ ἐπιφέροντα τὸν κριὸν τὰς ἀρχὰς

εἶχον ἁλύσεσι σιδηραῖς πεπλεγμένας. Ἐποίουν δὲ καὶ ἐπιβάθραν

ἐπὶ τῇ προφορᾷ τοῦ κριοῦ σανίδος ἔμπροσθεν ἐφηλωθείσης καὶ

δίκτυον πεπλεγμένον ἐπὶ πάχος ἱκανὸν κατὰ διάστασιν δακτύλων

τεσσάρων ἢ καὶ πλείω τὰς ὀπὰς ἔχον, πρὸς τὸ εὐκόλως ἀναβαίνειν

ἐπὶ τὸ τεῖχος. Ἀνήρτων δὲ αὐτὸν καὶ ἐκίνουν ἐπὶ ὀκτατρόχου χελώνης,

κατὰ μὲν τὸ τοῦ ἐσχαρίου κάτωθεν μῆκος πήχεις ἐχούσης

231

μ̅β̅, τὸ δὲ πλάτος κ̅η̅. Καὶ τὰ ἐπὶ τοῦ ἐσχαρίου

πρὸς ὕψος πηγνύμενα κατὰ τὰς γωνίας τέσσαρα σκέλη ἐκ δύο

ἕκαστα συνημμένων σκελῶν ἐποίουν, μῆκος ἔχοντα ἀνὰ πηχῶν κ̅δ̅

καὶ πάχος παλαιστῶν ε̅, κατὰ δὲ πλάτος πηχυαῖα· ἄνωθεν δὲ

τῆς κριοδόχης θωράκιον ἐπήγνυον οἱονεὶ περίφραγμα, ὥστε πρὸς

αὐτὸ ἀσφαλῶς δύνασθαι ἑστάναι τοὺς ἐποπτεύοντας τὰ κατὰ τοῦ

κριοῦ ἀπὸ τῶν ἐναντίων βαλλόμενα. Τὸν δὲ τοιοῦτον κριὸν ἑξαχῶς

232

ἐκίνουν, καθαιροῦντες ἀπὸ ἑβδομηκονταπήχους ὕψους, καὶ πρὸς

τὰ πλάγια πάλιν ἐπὶ πήχεις ο̅ παρασύροντες·

ἐκινεῖτο δὲ ὑπὸ ρ̅ ἀνδρῶν προσφερόμενος· τὸ δὲ κινούμενον

σύμπαν βάρος ταλάντων ἦν ὡσεὶ τετρακισχιλίων. Καὶ τὸ σχῆμα

ὑπόκειται.

Καὶ δεῖ εἰδέναι ὅτι τῶν κριῶν οἱ μὲν ὑπὸ πλήθους ἀνδρῶν

οἰακίζονται κατά τινας τῶν πάλαι μηχανικῶν, οἱ δὲ ἐξ ἀντι-

σπάστων ἐφέλκονται, καὶ ἕτεροι ἐπὶ κυλίνδρων προωθοῦνται. Ἔστι

δὲ ὅτε αὐτοὺς καὶ δι' ὀνίσκων περιστρεφομένων τήν τε προσαγωγὴν

καὶ ἀναστροφὴν ποιουμένους τὴν πλῆξιν ἀπεργάζεσθαι. Ἔξεστι δὲ τῷ

τεχνίτῃ πρὸς τὰ τῶν κριῶν μεγέθη καὶ τὴν ἀνήκουσαν τοῦ ἔργου

χρείαν ἐπινοεῖν καὶ τὴν κίνησιν.

Ἐὰν θελήσωμεν τὸ σύμπαχον τῶν τειχῶν καταμαθεῖν καὶ τὰς

γινομένας τῶν πολεμίων πράξεις καὶ τὸ πλῆθος ἐκ τῶν ὄπισθεν

σκοπῆσαι, ἐργασίας καὶ συσκευὰς ἡμερινάς τε καὶ νυκτερινὰς

ἔνδον τοῦ τείχους περὶ τὴν πόλιν πραττομένας θεάσασθαι, σκοπὸν

κατασκευάσομεν τοιοῦτον. Δύο ξύλα τετράγωνα ἑτεροπλατῆ λα-

βόντες, πλάτος ἔχοντα ἀνὰ δακτύλων ι̅β̅, τὸ δὲ πάχος ἀνὰ

η̅, ὀρθὰ ἐπιστήσομεν τὸ μὲν ἓν μεταξὺ δύο κατὰ κρόταφον

κειμένων ἤτοι κατὰ πάχος, ἑτεροπλατῶν καὶ αὐτῶν ὄντων, ἀποκε-

χωρισμένων δὲ ἀπ' ἀλλήλων ὅσον κατὰ πάχος χωρηθῆναι τὸ

233

ὀρθόν· ὡσαύτως δὲ καὶ τὸ ἕτερον πρὸς ἄλλα δύο ἴσα τε καὶ ὅμοια

καὶ ὁμοίως κείμενα· ἀπεναντίον δὲ τῶν κειμένων δύο διπλῶν κατὰ

μέσον ἄλλο πρὸς τῇ γῇ τιθέσθω ἀντικείμενον καὶ συμβαλλόμενον

τοῖς κειμένοις διπλοῖς πρὸς τοῖς ἐφεστῶσι δυσὶν ὀρθοῖς· καὶ σχημα-

τιζέσθω ἡ βάσις καθάπερ ἦτα λυτὸν ἐκ πλαγίων διπλόγραμμον·

ἀπ' ἄκρων δὲ τῶν κειμένων δύο διπλῶν τέσσαρα παραστήσομεν

ξύλα, δύο ἐφ' ἑκάστῳ, ἀντιβαίνοντα ἄνωθεν καὶ ἐπιστηρίζοντα τὰ

ἐφεστῶτα ὀρθά· ταῦτα δὲ ὀρθὰ δεχέσθωσαν κατὰ μέσον δύο

ἕτερα ξύλα, πλάτους ὄντα ἀνὰ δακτύλων η̅, κατὰ δὲ πάχος

ἀνὰ Ϛ̅, ἀπ' ἀλλήλων ἀπέχοντα ποδῶν οὐκ ἔλασσον τριῶν.

Ταῦτα δὲ τὰ τέσσαρα τρυπάσθωσαν ἐπ' εὐθείας πρὸς ἄλληλα,

καὶ συμπερονάσθωσαν τὰ μὲν ὀρθὰ πρὸς τὸ δίμοιρον αὐτῶν ἐπὶ

τὰ ἄνω, τὰ δὲ ἐμβαλλόμενα ἐπὶ τὸ ἕκτον αὐτῶν μέρος τὸ πρὸς

τὰ κάτω. Κατερχέσθωσαν δὲ ἀπὸ τῶν ὀρθῶν καὶ πάλιν ἀνερχέσθω-

σαν ὑπὸ περόνης εὐλύτως φερόμενα· τρυπάσθωσαν δὲ καὶ αὐτὰ

πάλιν ἀπὸ τῆς περόνης ἐπὶ τὸ δίμοιρον αὐτῶν, καὶ ἔστι πρὸς τὸ

ἐπίλοιπον ἕκτον μέρος· δίμοιρον δὲ τοῦ ὅλου μήκους ἐνταῦθα νόει

τὸ μεταξὺ τῶν τρημάτων πρὸς τὰ ἄκρα γινόμενον, τουτέστι τὸ

πρὸς τὰ δύο ἕκτα, ἅπερ ποιοῦσι τρίτον μέρος τοῦ ὅλου μήκους.

Ταῦτα τοίνυν κατερχόμενα κατὰ μέσον δεχέσθωσαν κλίμακα

ἐλαφρὰν πεπερονημένην δυσὶ περόναις πρὸς τὰς ῥηθείσας τρή-

234

σεις. Οἱ δὲ τὴν κλίμακα ποιοῦντες μηροὶ ἔστωσαν κατὰ πλάτος

δακτύλων μὴ ἔλασσον Ϛ̅, ἐπὶ δὲ πάχος δ̅. Ἀπὸ δὲ τῆς

κάτω περόνης τῆς ἐπὶ τῶν ὀρθοστατῶν διεκβληθείσης ἐπὶ τὸ ἀναχθὲν

ἕκτον μέρος τῶν καταχθέντων ἕλκυστρον ἐμβαλλέσθω βαθμίδα

τινὰ περιλαμβάνον ἢ σχοινίων δεσμὸν ἢ πρὸς κρίκους σιδηροῦς

διὰ τὴν ἕλξιν ὑπεμβαῖνον· ξύλον δέ ἐστι περικαμπές τε καὶ

εὔτονον, μήκους ὡσεὶ ποδῶν η̅ πρὸς τὸ ἱκανῶς ἑλκύειν καὶ

κατάγειν διὰ μέσου τῶν ὀρθίων τὸ ἀναχθὲν ἕκτον μέρος· τὸ δὲ

ἐγκλιθὲν ὅλον σὺν τῇ κλίμακι εἰς ὕψος ἀνάγει μετάρσιον. Συμ-

βήσεται οὖν, τοῦ μέρους τούτου ὑπὸ τοῦ ἑλκύστρου ἐπὶ τὸ κάτω

ἑλκομένου, ὑπὸ τοῦ ἑτέρου παραδόξως εἰς ὕψος ἀρθῆναι τὸν κα-

τάσκοπον, καὶ ὀρθὴν τὴν κλίμακα διαμένειν, διὰ τὸ δυσὶν ἐπεζεῦ-

χθαι περόναις. Δεῖ δὲ τὸ κάτωθεν μέρος ὑπὸ τοῦ ἑλκύστρου κρα-

τούμενον, εἰ δυνατόν, πρὸς τὴν στάσιν ἐπέχεσθαι· εἰ δὲ μή, ὑπὸ

πλαγίων διερχομένων ξύλων ἢ στροφωματίων παρεξοχαῖς ἐγ-

κλειόμενον κατὰ τὸν τῆς στάσεως καιρὸν ἀτρεμεῖν. Καὶ δεῖ εἰδέναι

ὅτι τὸ ὑπερανέχον τρίτον μέρος τῶν ὀρθῶν πρὸς ἀσφάλειαν

τῶν ἐγκλινομένων ἀνίσταται· τὸ δὲ ἀνώτερον ἕκτον μέρος τῶν

ἐγκλινομένων, ἤτοι τὸ τοῦ μέσου αὐτῶν τέταρτον (ὡς ἀνωτέρω ἐδη-

λώθη) εἰς ὑποστήριξιν τῆς δισσῶς ἄνωθεν πεπερονημένης ἐλα-

235

φρᾶς κλίμακος· τὸ δὲ κατώτατον αὐτῶν ἕκτον, διὰ τὴν τοῦ

ἑλκύστρου πρὸς αὐτὸ ἐμβολήν, ἐπὶ τῇ γινομένῃ σφοδρᾷ κάτωθεν

ἕλξει, ἅμα δὲ καὶ ἐπ' ἀναφορᾷ τοῦ λοιποῦ πενταπλασίου καὶ τῆς

κλίμακος, παρείληπται. Ἔστω δὲ καθ' ὑπόθεσιν τὸ ὕψος τῶν

ἑστώτων ὀρθίων, ἕως τοῦ διμοίρου αὐτῶν, ὅσον ἐστὶ τὸ ὕψος τοῦ τρίτου

μέρους τοῦ τείχους· καὶ ἀπ' αὐτοῦ ἄχρι τοῦ διμοίρου τῶν ἐγκλινο-

μένων, ἤτοι ἐπὶ τῇ πρώτῃ περόνῃ τῆς συμβολῆς τῆς κλίμακος,

ὅσον ἐστὶ τὸ τοῦ τείχους ἥμισυ· καὶ αὐτὴ δὲ ἡ κλῖμαξ, ὅσον τὸ

ἥμισυ· τὸ δ' ἐκ τῶν τριῶν συντιθέμενον ὕψος τρίτῳ μέρει ὑπὲρ

τὸ τεῖχος ἀνάξει τὸν κατάσκοπον. Καὶ ἔστι φανερόν. Ἐπεὶ γὰρ τὸ

τοῦ τείχους ὕψος σπιθαμῶν ἢ ποδῶν ἢ πηχῶν ἤ τινων ἄλλων κα-

ταμετρούντων ὑπετέθη ξ̅, τὰ πρὸς τῇ βάσει ὀρθὰ

ἑστῶτα ἀνὰ λ̅ ἔστωσαν· πρὸς δὲ τὸ ὕψος τῶν κ̅ τὴν

περόνην δεχέσθωσαν· δίμοιρον δὲ τὰ κ̅ τῶν λ̅. Καὶ

τὰ ἀπὸ τῶν ὀρθῶν κατερχόμενα ἀνὰ μ̅ε̅ κατὰ

μῆκος γινέσθωσαν· ἀπὸ δὲ τῆς ῥηθείσης περόνης ἐπὶ τῇ τῆς κλί-

μακος πρώτῃ συμβολῇ ἐναπολαμβανέσθωσαν λ̅· δί-

μοιρον δὲ ταῦτα τῶν μ̅ε̅, ὡς ἀνωτέρω προδέ-

δεικται. Ἔστω δὲ καὶ ἡ κλῖμαξ ἀπ' αὐτῆς συμβολῆς ἐπὶ τὸ λοιπὸν

αὐτῆς ὕψος ἑτέρων λ̅· τὸ δὲ ἐκ τῶν τριῶν ὑψῶν κατ'

ἀριθμὸν συναγόμενον ποιεῖ π̅· ταῦτα δὲ τῶν ξ̅

τρίτῳ μέρει ὑπερέχουσι· τρίτον ἄρα τὰ κ̅ τῶν ξ̅. Γινέσθω δὲ

καὶ προστέγασμα ἐπὶ τὸ ἀνώτατον μέρος τῆς κλίμακος ἐκ βύρσης

236

παχείας τε καὶ εὐτόνου ὡς ἀσπίδος περικαμφθείσης, ἢ ῥάχιν

ὀξεῖαν κατὰ μέσον δεχόμενον καὶ κλίσιν ἐξαρκοῦσαν ἐπὶ τὰ πλά-

για, πρὸς τὸ ἀπὸ τόξου ἢ σφενδόνης φυλάττεσθαι τὸν κατάσκοπον.

Οὐ μικρὰν δὲ βοήθειαν παρέξουσι καὶ σχοινία λεπτὰ εὔτονα, ἐπὶ

τοὺς μηροὺς τῆς ἄνωθεν ἐλαφρᾶς κλίμακος περιειλημένα, καὶ

τετανυσμένα ἄχρι τῆς τῶν περονῶν συμβολῆς, μήπως ἡ τοῦ

ὕψους παράτασις ἢ λιθοβόλου τυχοῦσα πληγὴ ῥῆξιν ἢ σπάσιν

ἐπὶ τοῖς ξύλοις ποιήσηται καὶ πτωματίσῃ τὸν κατάσκοπον. Εἰς δὲ τὴν

τοῦ σκοποῦ ὀρθίαν καὶ ἀπαρέγκλιτον στάσιν μέγιστον συμβάλλονται

καὶ σχοινία τέσσαρα ἐπὶ τὰ ἄκρα τῶν ὀρθοστατῶν προσδεδεμένα καὶ

237

ἀπεκτεταμένα ἀπ' ἐναντίας ἀλλήλων, εἰ ἐνδεθήσεται σιδηροῖς ἢ

ξυλίνοις πασσάλοις μακρόθεν τῇ γῇ ἐμπησσομένοις, ἵνα μὴ διὰ

τὸ ὕψος ἀκροβαρῆσαν περινεύσῃ τὸ ἔργον. Καὶ τὰ σχήματα ὑπό-

κειται, τό τε κείμενον καὶ τὸ ὠρθωμένον.

Γίνεται δὲ ἁπλουστέρα ἡ τοῦ αὐτοῦ σκοποῦ βάσις ἐκ τριῶν μό-

νων ξύλων κατὰ πλάτος 〈πρὸς〉 τῇ γῇ τιθεμένων, δύο μὲν πλαγίων ἀπ'

ἀλλήλων διεστώτων, καὶ ἑτέρου κατὰ μέσον ἀπεναντίον συμβεβλη-

μένου, ὡς ἦτα λυτὸν ἁπλόγραμμον ἐσχηματισμένων· ἐπάνω δὲ τῶν

πλαγίων ὑπὸ γλωσσίδος κατὰ μέσον τὰ ὀρθὰ ἐφίστανται· ἐκ δὲ

τῶν ἄκρων τὰ πρὸς αὐτὰ ἀντιβαίνοντα δ̅.

Γίνεται δὲ καὶ ἄλλως· ἐκ τριῶν ξύλων δύο μὲν πρὸς τῇ γῇ

κειμένων, ἀπ' ἀλλήλων δὲ μικρὸν ἀποκεχωρισμένων ὅσον κατὰ

The complete text is available when the reading interface loads.