The Greek Library Catalogue

Anonymous

De thematibus

Edition reference
De thematibus, ed. A. Pertusi, Costantino Porfirogenito. De thematibus [Studi e Testi 160. Città del Vaticano: Biblioteca Apostolica Vaticana, 1952]: 59–100.
CTS identifier
urn:cts:greekLit:tlg3023.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

prolog

1

τὰ τῶν στρατιωτῶν τάγματα, μάλιστα ἑλληνίζοντες καὶ τὴν πάτριον καὶ

ῥωμαϊκὴν γλῶτταν ἀποβαλόντες. Λογγίνους γὰρ ἔλεγον τοὺς χιλιάρχους

καὶ κεντουρίωνας τοὺς ἑκατοντάρχους καὶ κόμητας τοὺς νυνὶ στρατηγούς.

Αὐτὸ γὰρ τὸ ὄνομα τοῦ θέματος ἑλληνικόν ἐστι καὶ οὐ ῥωμαϊκόν, ἀπὸ τῆς

θέσεως ὀνομαζόμενον.

〈Πρῶτον μὲν οὖν τοῦ καλουμένου Ἀνατολικοῦ, εἰ δοκεῖ, μνημονεύ-

σωμεν· ἐνταῦθα τῆς Ἀνατολῆς θέματα ἤγουν τῆς μικρᾶς Ἀσίας.

Asia

1

{〈Α̅.〉 Πρῶτον θέμα τὸ καλούμενον Ἀνατολικόν〉}

Ἀνατολικὸν τοίνυν τὸ θέμα καλεῖται, οὐχ ὅτι τῆς ἄνω καὶ πρώτης

ἀνατολῆς ἐστιν, ὅθεν ἀνίσχει ὁ ἥλιος, ἀλλ' ὅτι πρὸς ἡμᾶς τοὺς κατοικοῦν-

τας τὸ Βυζάντιον καὶ τὴν τῆς Εὐρώπης γῆν λέγεται ἀνατολικόν. Πρὸς δὲ

τοὺς κατοικοῦντας τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν μεγάλην Ἀσίαν, ἐν

ᾗ κατοικοῦσιν Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Αἰγύπτιοι, λέγεται δυτικὸν μέσον

καὶ Ἀσία μικρά· ἡ γὰρ Ἀνατολή, καθώσπερ ἔφημεν, Ἰνδῶν ἐστι καὶ

Αἰθιόπων καὶ Αἰγυπτίων καὶ τῶν λοιπῶν τῶν Ἀνατολὴν κατοικούντων.

Ὅμως ἵνα μὴ μακρολογῶμεν καὶ δοκῶμέν τισι τερατεύεσθαι περὶ τῆς τῶν

θεμάτων ὀνομασίας, συντομώτερον ἐροῦμεν ὡς ἔχει αὐτὴ ἡ ἀλήθεια.

Τὸ τοίνυν Ἀνατολικὸν θέμα, ὡς νῦν ὀνομάζεται, ἐκ πέντε ἐθνῶν τὴν

ὅλην κατοικίαν ἔσχηκεν. Ἀρχὴν γὰρ αὐτοῦ ἀπὸ τῆς κωμοπόλεως τῆς ὀνο-

μαζομένης Μηροῦ πεποίηται, καὶ λέγεται Φρυγία Σαλουταρία ἕως τοῦ

Ἰκονίου. Τὰ δὲ πρόσοικα τῶν Ἰσαύρων τὰ πρὸς τὸν Ταῦρον καλεῖται

Λυκαονία. Τὰ δὲ πρὸς θάλασσαν καὶ τὸν νότον καὶ τὰ τοῦ καλουμένου

Ψυχροῦ ὄρη καὶ ἕως αὐτῆς Ἀτταλείας καλεῖται Παμφυλία. Τὰ δὲ ἄνω

καὶ μεσόγαια καλεῖται Πισιδία. Τὰ δὲ ἀπὸ τοῦ Ἀκροϊνοῦ καὶ μέχρι τοῦ

Ἀμωρίου καλεῖται Φρυγία Καπατιανή. Τὰ δὲ πρὸς θάλασσαν νεύοντα

καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια

καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας κα-

λεῖται Ἀνατολικά· μέρη γάρ εἰσι τοῦ Ἀνατολικοῦ θέματος. Ἐνταῦθα

τοίνυν τὸ τοῦ Ἀνατολικοῦ θέματός ἐστι πέρας, ἀρχὴν μὲν ἔχον ἀπὸ τῆς

Μηροῦ, ἥ ἐστι τέλος τοῦ Ὀψικίου, τερματίζον δὲ μέχρι τῶν ὁρίων Ἰσαυ-

ρίας πρὸς μῆκος· πρὸς δὲ πλάτος ἔχει μὲν ἐξ ἀριστερῶν μέρη τινὰ τοῦ

Βουκελλαρίου καὶ τὴν ἀρχὴν τῆς Καππαδοκίας· πρὸς δὲ δεξιὰν τήν τε

Ἰσαυρίαν καὶ τὴν ἀρχὴν τῶν μερῶν τοῦ Κιβυρραιώτου.

Ἰδοὺ τοίνυν τὸ θέμα τὸ Ἀνατολικόν· καὶ κατ' ἀρχὰς μὲν οὐκ ἦν

οὕτως· ἀλλ' εἰς χιλιαρχίας καὶ πεντακοσιαρχίας [καὶ ἑκατονταρχίας καὶ πεν-

τηκονταρχίας] διῄρητο τὸ τάγμα τὸ στρατιωτικόν, εἷς δέ τις ἀνθύπατος

ἐκράτει τῶν ὅλων ταγμάτων, ὥσπερ ἐπὶ τῶν κάτω χρόνων, καὶ ἕως Ἰου-

στινιανοῦ μάγιστρος ἐπέμπετο τοῖς τάγμασιν ἔξαρχος. Καὶ μάρτυς ὁ ἐν

Σμύρνῃ κείμενος τάφος Πουπλίου τινὸς ἀνθυπάτου γράφων οὕτως· «Πού-

πλιος ἀνθύπατος ἄρχων Ἰωνίας Φρυγίας Αἰολίδος Μαιονίας Λυδίας Ἑλλησ-

πόντου Μυσίας Βιθυνίας Ταρσίας Γαλατίας Μαριανδυνῶν Πόντου Πα-

φλαγονίας Καππαδοκίας μικρᾶς καὶ μεγάλης Ἰσαυρίας τε καὶ Λυκαονίας καὶ

μέχρι τῶν ὁρίων τοῦ Ταύρου καὶ τῆς μικρᾶς Ἀρμενίας». Ἰδοὺ ἀρχὴ ἑνὸς

ἀνθυπάτου. Ἐγένετο δὲ καὶ ἐν τοῖς κάτω χρόνοις ἄλλος τις στρατηλάτης

τὴν ἀξίαν πατρίκιος, τοὔνομα Ἰορδάνης, οὗτινός εἰσι τὰ ἀργυρὰ μινσούρια

τὰ ἀνάγλυφα, ἅπερ κεῖνται ἐν τῷ βασιλικῷ βεστιαρίῳ, ἐπιγραφὴν ἔχοντα

τοιάνδε· «Ἰορδάνου στρατηλάτου τῆς Ἀνατολῆς καὶ τῶν λοιπῶν ἐθνῶν τῶν

ὑπὸ τὴν μικρὰν Ἀσίαν». Καὶ οὗτος γὰρ μόναρχος ἦν τῆς αὐτῆς Ἀνατολῆς

ἤγουν μικρᾶς Ἀσίας, ἤνθει δὲ καὶ εὐδοκίμει ἐπὶ τῶν ἡμερῶν Ἀρκαδίου

τοῦ βασιλέως. Ὡς οὖν προείπομεν, τὸ νῦν Ἀνατολικὸν καλούμενον θέμα

ὑπὸ πέντε ἐθνῶν κατοικεῖται, Φρυγῶν, Λυκαόνων, Ἰσαύρων, Παμφύλων,

Πισιδῶν. Κατ' ἔθνος οὖν αὐτῶν ἦν ἀρχηγὸς ὅτε ἦσαν ἐλεύθεροι καὶ

πρὸ τοῦ τὸν ζυγὸν καὶ τὴν ἀρχὴν ἐμπεσεῖν ἐπ' αὐτοὺς τὴν Ῥωμαϊκήν.

Ἐμπεσόντος δὲ τοῦ τῶν Ῥωμαίων ζυγοῦ καὶ αὐξηθείσης τῆς βασιλείας

αὐτῶν, ἐδουλώθησαν ἅπαντες καὶ ἐγένοντο συμμιγεῖς ὑπὸ μίαν ἀρχήν.

Διῃρέθησαν δὲ καὶ ἐγένοντο θέματα, ὅτε ἡ τῶν Ῥωμαίων ἀρχὴ παρὰ τῶν

ἀθέων Ἀγαρηνῶν ἤρξατο κολοβοῦσθαι καὶ ἀκρωτηριάζεσθαι καὶ συστέλ-

λεσθαι κατὰ μικρόν· καὶ ἕως μὲν Ἰουστινιανοῦ τοῦ βασιλέως ὑπὸ μίαν

ἀρχὴν ἦσαν ἅπαντες καὶ τῆς Μαυρικίου βασιλείας· καὶ μάρτυς αὐτὸς Βε-

λισάριος, ὃς ἦν μονοστράτηγος πάσης Ἀνατολῆς. Ἐπεὰν δὲ ἤρξαντο οἱ

Ἀγαρηνοὶ ἐκστρατεύειν κατὰ Ῥωμαίων καὶ διαφθείρειν τὰς χώρας καὶ

πόλεις αὐτῶν, ἠναγκάσθησαν οἱ κατὰ καιρὸν βασιλεῖς τέμνειν εἰς μικρὰ

τὴν μίαν ἀρχήν, καὶ τὸ μὲν ἀπένειμον στρατηγῷ τινι καὶ ἐκάλεσαν Ἀνα-

τολικόν, διότι, ὡς προείπομεν, πρὸς ἡμᾶς τοὺς κατοικοῦντας τὸ Βυζάντιον,

πρὸς ἀνατολὴν κεῖται. Τὸ δὲ παλαιὸν κατὰ ἔθνος ἦν ἀρχηγός· ἐπολιτεύοντο

δὲ ὡς ἦν ἔθος αὐτοῖς, ἄλλοι μὲν δημοκρατίαις, ἄλλοι δὲ τυράννοις ὑποτατ-

τόμενοι. Ὑπὸ δὲ τὴν τῶν Ῥωμαίων βασιλείαν γενόμενοι, εἰς ἐπαρχίας

διῃρέθησαν καὶ ἡγεμονίας καὶ δουκάτα καὶ τοὺς καλουμένους κονσιλαρίους,

τουτέστι βουλευτάς. Ἦσαν δὲ καί τινες αὐτῶν πρίγκιπες, ὡς ἐν τοῖς τῶν

ἁγίων μαρτυρίοις διαγράφει, ἀλλὰ μὴν καὶ σκρινιάριοι. Ὕπαρχοι δὲ ἦσαν

διττοί, ἕτεροι μὲν πραιτωρίων, ἕτεροι δὲ πόλεων· καὶ οἱ τῶν πραι-

τωρίων διηκόνουν τοῖς βασιλεῦσι στρατεύουσι, καὶ τὰς τῶν στρατιωτῶν

τροφὰς ἐξ ἑτοίμου παρέχοντες, τά τε τῶν βασιλέων ἄπληκτα διευθετοῦντες

καὶ τὰς ὁδοὺς ἐκκαθαίροντες. Καὶ ταῦτα μὲν τὰ τῶν Ῥωμαίων· ὅτε δὲ

Πέρσαι ἐκράτουν καὶ μετ' αὐτοὺς Μακεδόνες, εἰς σατραπείας ἦν διῃρημένη

ἡ πᾶσα Ἀσία, καὶ σατράπης μὲν ἦν Λυδῶν, ἕτερος δὲ Φρυγῶν, ἄλλος δὲ

Ἰώνων, ἕτερος δὲ Παμφύλων, ἄλλος δὲ Καρῶν, ἄλλος δὲ Παφλαγόνων,

ἄλλος δὲ Βιθυνῶν, καὶ ἁπλῶς ἡ πᾶσα Ἀσία μικρὰ καλουμένη, ὡς ἐδόκει

τῷ Πέρσῃ, κἄπειτα τοῖς Μακεδόσι, διεμεμέριστό τε καὶ διετάττετο, καὶ

ἄλλος μὲν τῶν δημοσίων πραγμάτων ἦρχεν, ἄλλος δὲ τῶν στρατιωτικῶν.

Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.

Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ

λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶν ἐτάχθησαν. Σημαίνει

δὲ τὸ τοιοῦτον ἀξίωμα τὸν ἔχοντα ὑφ' ἑαυτὸν στρατιώτας τοξοφόρους πεν-

τακοσίους καὶ πελταστὰς τριακοσίους καὶ δεξιολάβους ἑκατόν. Οὕτως γὰρ

κεῖται ἐν τῇ βίβλῳ Ἰωάννου Φιλαδελφέως τοῦ καλουμένου Λυδοῦ.

2

{Β̅.̅ Δεύτερον θέμα τὸ προσαγορευόμενον Ἀρμενιακόν}

Τὸ θέμα τὸ καλούμενον Ἀρμενιακὸν οὐ κύριον ἔχει τὸ ὄνομα οὐδὲ

ἀρχαία τίς ἐστιν ἡ τούτου προσηγορία, ἀλλὰ ἀπὸ τῶν ὁμορούντων καὶ

συνοίκων Ἀρμενίων τὴν προσηγορίαν ἐκτήσατο. Δοκῶ δὲ εἰπεῖν ὅτι ἐπὶ

Ἡρακλείου βασιλέως καὶ τῶν κάτω χρόνων τὴν τοιαύτην προσηγορίαν

ἐκληρονόμησεν· οὔτε γὰρ Στράβων ὁ γεωγράφος τῆς τοιαύτης ὀνομασίας

ἐμνήσθη, καίτοι Καππαδόκης ὢν τὸ γένος ἐξ Ἀμασείας τῆς πόλεως, οὔτε

Μένιππος ὁ τοὺς σταδιασμοὺς τῆς ὅλης οἰκουμένης ἀπογραψάμενος, οὔτε

μὴν Σκύλαξ ὁ Καρυανδηνός, οὔτε ἄλλος τις τῶν ἱστορίας γεγραφότων, οὔτε

αὐτὸς Παυσανίας ὁ Δαμασκηνός. Καὶ φαίνεται νεωτέρα ἡ τοιαύτη ὀνομα-

σία· οὔτε γὰρ Προκόπιος, οὔτε μὴν Ἀγαθίας, οὔτε Μένανδρος, οὔτε Ἡσύ-

χιος ὁ Ἰλλούστριος ἐμνημόνευσαν τοῦ τοιούτου ὀνόματος, οἱ τὰ χρονικὰ

συντάξαντες ἐπὶ τῆς Ἰουστινιανοῦ βασιλείας. Τὴν γὰρ Καππαδοκίαν οἱ

παλαιοὶ εἰς τρία τέμνουσι μέρη· εἴς τε Καταονίαν τὴν ἀπὸ Μελιτηνῆς

ἀρχομένην, καὶ τὴν ἀπὸ τοῦ Ταύρου Ταυρικὴν ὠνομασμένην, καὶ αὐτὴν τὴν

μεσόγαιον, ἐν ᾗ Καισάρεια ἡ πόλις ἡ τῶν Καππαδοκῶν μητρόπολις ἵδρυται.

Καλοῦσι δὲ οἱ παλαιοὶ μεγάλην τε καὶ μικρὰν Καππαδοκίαν, μεγάλην μὲν

τὴν ἀπὸ Καισαρείας καὶ τοῦ Ταύρου καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, ἣν

διορίζει Ἅλυς μὲν ποταμὸς ἐκ δυσμῶν, Μελιτηνὴ δὲ ἐξ ἀνατολῶν. Καὶ

αὕτη μὲν ἡ μεγάλη Καππαδοκία. Καὶ τούτων μάρτυς Πολύβιος, ὁ τὴν

Ῥωμαϊκὴν ἱστορίαν γεγραφώς, ὃς διορίζει τὴν Καππαδοκίαν ἀπό τε τοῦ

Ταύρου καὶ Λυκαονίας καὶ ἕως τῆς Ποντικῆς θαλάττης· καὶ αὐτὴ γὰρ ἡ

Νεοκαισάρεια ἥ τε Κολώνεια καὶ ἡ Μελιτηνὴ σύμπασα Καππαδοκία

λέγονται. Ἔστι δὲ τὸ ὄνομα περσικόν· Πέρσης γάρ τις ἀνὴρ *** ἐν

κυνηγίῳ Ἀρταξέρξῃ τῷ βασιλεῖ, ἢ οὐκ οἶδα ἄλλῳ τινί· λέων προσαπαν-

τήσας τοῦ ἵππου τοῦ βασιλέως ἐδράξατο. Καὶ κατὰ τύχην εὑρεθεὶς ὁ Πέρ-

σης ἐν τῷ τοῦ θηρὸς συναντήματι, τὸν ἀκινάκην σπασάμενος ἐρρύσατο

τὸν βασιλέα παρὰ μικρὰν κινδυνεύοντα καὶ τὸν λέοντα ἐθανάτωσεν. Οὗτος

οὖν ὁ Πέρσης ἐπί τινος ὄρους ὑψηλοτάτου ἀναβὰς καὶ πᾶσαν τὴν γῆν

περισκοπήσας ὅσην ὀφθαλμὸς ἀνθρώπινος περιβλέπει κατά τε ἀνατολὰς

καὶ δυσμάς, ἄρκτον τε καὶ μεσημβρίαν, δωρεὰν παρὰ τοῦ βασιλέως πᾶσαν

εἴληφε. Ταῦτα δὲ ἱστορεῖ Πολύβιος. Καὶ κατοικεῖται πρὸς μὲν Κολώνειαν

παρὰ Ἀρμενίων, πρὸς δὲ τὴν μεσόγαιον, ὅπουπερ ἔστιν ἡ Ἀμάσεια καὶ

ὁ λεγόμενος Δαζυμών, παρὰ τῶν καλουμένων Λευκοσύρων· ὅμως πάντας

τοὺς Καππαδόκας καὶ τοὺς μέχρι θαλάττης τῆς Ποντικῆς κατοικοῦντας [Ἡρό-

δοτος] 〈Στράβων〉 Λευκοσύρους καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν Σύρων

τῶν ἐπέκεινα τοῦ Ταύρου καὶ Κιλικίας οἰκούντων Μελανοσύρων προσ-

αγορευομένων. Μικρὰ δὲ Καππαδοκία, ἡ νῦν χρηματίζουσα εἰς θέμα, ἥτις

ὅμορός ἐστι Λυκαονίας καὶ διαβαίνει μέχρις αὐτῆς Καισαρείας, πλατύνεται

δὲ ἕως ἀρχῆς τῶν Βουκελλαρίων, καταλήγει δὲ πρὸς ἀνατολὰς μέχρις αὐτῆς

Ῥοδεντοῦ καὶ τοῦ φρουρίου τοῦ καλουμένου Λούλου καὶ αὐτῆς Ποδενδοῦ.

Τὰ δὲ ἐπέκεινα τῆς Κιλικίας εἰσὶ μέρη, ὧν ἀπάρχεται ἡ Ταρσὸς καὶ ἡ

Μόμψου ἑστία καὶ Ἄδανα. Καὶ ἥδε μὲν ἡ μικρὰ Καππαδοκία ἡ

ἀρτίως εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐπὶ δὲ τῶν ἄνω χρόνων εἴτε

Ἰουστινιανοῦ εἴτε ἄλλων τινῶν τῶν βασιλέων τμηθείσης τῆς Καππαδοκίας

εἰς τρία μέρη, τὸ μὲν μεσόγαιον ἐκλήθη Χαρσιανόν, ἀπὸ Χαρσίου τινὸς

ἄρχοντος τῷ τότε καιρῷ παρευδοκιμήσαντος ἐν τῷ πρὸς Πέρσας πολέμῳ,

καὶ διὰ τοῦτο εἰς θέματος τάξιν καὶ στρατηγίδα μέχρι τοῦ νῦν ἐχρημάτισε·

τὸ δὲ κάτω καὶ πρὸς θάλασσαν ἐκλήθη Ἀρμενιακόν, διὰ τὸ εἶναι αὐτὸ

πλησιόχωρον τῶν Ἀρμενίων· τὸ δὲ ἄνωθεν καὶ ὁμοροῦν τοῖς Λυκάοσι

καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα

χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπὸ

τὴν Περσικὴν ἐξουσίαν, πρὶν ἢ τὸ Ῥώμης αὐξηθῆναι βασίλειον. Ἐγένετο

δὲ καὶ αὐτόνομος, ὅτε Ἀριαράθης ἦρχεν αὐτῆς ὁ βασιλεύς, ἐξ οὗ ἡ λίμνη

ἡ τὸ ἅλας τίκτουσα, ἣν ἀρτίως βαρβαρίζοντες Καράτειαν καλοῦσιν, Ἀρια-

ράθεια ἐπωνόμαστο. Μετὰ δὲ Ἀριαράθην βασιλεύει αὐτῆς Ἀρχέλαος ὁ

κηδεστὴς Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Μετὰ δὲ τοῦτον παυσαμέ-

νης τῆς βασιλείας, εἰς ἐπαρχίαν παρὰ τῶν Ῥωμαίων τὸ σχῆμα μετέβαλε,

καὶ ἀνθύπατος ταύτην ἐδασμολόγει τε καὶ διέταττεν. Εἰσὶ δὲ πόλεις ἐπίση-

μοι κατὰ τὴν πρώτην ἐπαρχίαν τέσσαρες· Καισάρεια μητρόπολις, ἡ ἀπὸ

τοῦ μεγάλου Καίσαρος Ἰουλίου ὠνομασμένη, ἥτις πρότερον ἐκαλεῖτο Μά-

ζακα, ἀπὸ Μουσὼχ τοῦ τῶν Καππαδοκῶν ἀρχεγόνου· δευτέρα πόλις

Νύσσα· τρίτη τὰ Θέρμα, τετάρτη Ῥεγεποδαντός. Τῆς δὲ δευτέρας Καππα-

δοκίας εἰσὶ πόλεις ὑπὸ ἡγεμόνα ὀκτώ· Τύανα, Φαυστινούπολις, Κύβιστρα,

Ναζιανζός, 〈Σά〉σιμα, Παρνασός, Ῥεγέδωρα, Μωκισσὸς καὶ φρούριον τὸ

καλούμενον Κόρον. Τῆς δὲ τρίτης Καππαδοκίας, ἣ νῦν ὀνομάζεται Ἀρμε-

νιακός, εἰσὶ πόλεις ἑπτά· Ἀμάσεια, Ἴβωρα, Ζάλιχος, Ἄνδραπα, Ἀμινσός,

Νεοκαισάρεια, Σινώπη.

Δισβεβόηται δὲ παρὰ πᾶσιν ἐπὶ κακοτροπίᾳ τὸ τῶν Καππαδοκῶν γέ-

νος, ὡς καὶ παροιμίαν περὶ αὐτῶν ἐξενεχθῆναι τοιαύτην· «τρία κάππα

κάκιστα· Καππαδοκία Κρήτη Κιλικία». Καὶ ἐν ἐπιγράμμασι·

Καππαδόκαι φαῦλοι μὲν ἀεί· ζώνης δὲ τυχόντες,

φαυλότεροι· κέρδους δ' εἵνεκα φαυλότατοι·

ἢν δ' ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,

δὴ τότε γίνονται φαυλεπιφαυλότατοι.

Καὶ ἄλλως·

Καππαδόκην ποτ' ἔχιδνα ⸤κακὴ⸥ δάκεν· ἀλλὰ ⸤καὶ⸥ αὐτὴ

κάτθανε γευσαμένη αἵματος ἰοβόλου.

Ἐκ δὲ ταύτης τὰ τοιαῦτα βλασφημουμένης ἐβλάστησαν ἄνδρες, μᾶλλον

δὲ εἰπεῖν, ἐξανέτειλαν ὥσπερ ἀστέρες πολύφωτοι, ἐπὶ σοφίᾳ διαβόητοι,

ζηλωταὶ τῆς Χριστιανῶν πίστεως, Γρηγόριος ὁ Θαυματουργὸς ὁ Νεοκαι-

σαρείας ἐπίσκοπος, Φαίδιμός τε ὁ Ἀμασείας καὶ Βασιλεὺς ὁ ἀοίδιμος

ὁ ἐπὶ Λικινίου μαρτυρήσας ὑπὲρ τῆς τῶν Χριστιανῶν πίστεως καὶ ὁ Βα-

σιλίσκος ὁ Κομάνων ἀρχιεπίσκοπος ὃς καὶ αὐτὸς μαρτυρίῳ ἐτελειώθη,

μεθ' οὗ κατετέθη τὸ λείψανον Ἰωάννου τοῦ Χρυσοστόμου, Βασίλειός τε ὁ

μέγας ὁ Καισαρείας ἐπίσκοπος· καὶ ὁ Θεολόγος Γρηγόριος, ὁ Ναζιανζοῦ

τὴν ἐπισκοπὴν κληρωσάμενος, νυνὶ ἐν τῷ τῶν Ἀποστόλων ναῷ κατατεθεὶς

μετὰ τῶν πατριαρχῶν ταύτης τῆς πόλεως ὑπὸ τοῦ εὐσεβοῦς καὶ φιλοχρίστου

βασιλέως Κωνσταντίνου, οἵ τε ἀδελφοὶ τοῦ μεγάλου Βασιλείου, Πέτρος τε

καὶ Γρηγόριος καὶ Ναυκράτιος, Καισάριός τε ὁ ἀδελφὸς Γρηγορίου τοῦ

Θεολόγου.

Καὶ ταῦτα μὲν τὰ τῆς Καππαδοκίας ὡς ἐν ἐπιτομῇ.

3

{Γ̅.̅ Τρίτον θέμα τῶν Θρᾳκησίων}

Τὸ δὲ νῦν καλούμενον Θρᾳκησίων θέμα πάλαι μὲν καὶ κατ' ἀρχὰς

Ἀσία μικρὰ ὠνομάζετο, καὶ ὁ ταύτης κρατῶν ἀνθύπατος Ἀσιάρχης ἐλέ-

γετο. Καὶ ἵνα μὴ λέγω τοὺς ἔξωθεν, αὐτὸς ὁ μάρτυς τῆς ἀληθείας Λουκᾶς

ὁ εὐαγγελιστὴς καὶ ἀπόστολος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων τὸ αὐτὸ

λέγει, μεμνημένος Ἀλεξάνδρου τοῦ τότε πρωτεύοντος τῶν Ἐφεσίων, Ἀσιάρ-

χην αὐτὸν ἀποκαλῶν. Θρᾳκήσιοι δὲ ἐπεκλήθησαν ἀπὸ τοιαύτης αἰτίας·

ἐπὶ τῶν ἡμερῶν Ἀλυάττου τοῦ τῶν Λυδῶν βασιλέως, ἀνήρ τις μετὰ γυναι-

κὸς καὶ τῶν ἑαυτοῦ τέκνων ἐκ Μυσίας τῆς τῶν Θρᾳκῶν χώρας ὁρμώμενος,

—ἧς καὶ Ὅμηρος μνημονεύει λέγων οὕτως·

Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν—

διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας εἰς χώραν τὴν λεγομένην Λυδίαν καὶ

κατῴκησε πλησίον τῆς πόλεως Σάρδεων. Τοῦ οὖν βασιλέως πρὸς τὸ τῆς πό-

λεως τεῖχος καθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θρᾳκὸς ἐπὶ μὲν τῆς κεφαλῆς

βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶν ἠλακάτην καὶ ἄτρακτον, ὄπισθεν δὲ

πρὸς τὴν ζώνην ἵππος τις προσεδέδετο· καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὁ στάμνος

ἦν μεστὸς ὕδατος, ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νήθουσα ἐκ τῆς ἠλακάτης τὸν

ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἠκολούθει ὁ ἵππος ἀπὸ τῆς πηγῆς

πεποτισμένος. Ταύτην ἰδὼν ὁ βασιλεὺς μεγάλως ἐθαύμασε καὶ ἠρώτησε

πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι

τὸ γένος 〈ἐκ ***〉· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼν οὖν ὁ βασι-

λεὺς ἀπὸ τῆς γυναικὸς ἀφορμήν, πρεσβείαν πρὸς τὸν τῆς Θρᾴκης βασιλέα

ποιησάμενος Κότυν ὀνομαζόμενον, ἐκεῖθεν ἔλαβεν ἄνδρας μετοίκους μετὰ

γυναικῶν καὶ τέκνων ὄχλον ἱκανόν. Ἐκ τούτου τοῦ γένους ὠνομάσθησαν

οἱ τὴν μικρὰν Ἀσίαν οἰκοῦντες Θρᾳκήσιοι, διὰ τὸ εἶναι αὐτοὺς ἐργοπό-

νους ἐργώδεις τε καὶ χειρώνακτας. Ὅλον δὲ τὸ τῶν Θρᾳκησίων θέμα ἐκ

γενῶν συνίσταται τοιῶνδε· Λυδῶν, Μαιόνων, Καρῶν, Ἰώνων· καὶ Ἴωνες

μὲν καλοῦνται οἱ κατοικοῦντες Μίλητόν τε καὶ Ἔφεσον· οἱ δὲ τὸ μεσό-

γαιον Σαρδιανοί, Λυδοί τε καὶ Μαίονες καὶ Κᾶρες καὶ οἱ τῆς μικρᾶς

Φρυγίας οἰκήτορες. Καὶ οὕτως μὲν οἱ Θρᾳκήσιοι. Ταύτην δὲ τὴν

ἱστορίαν Νικόλαος ὁ Δαμασκηνὸς γράφει ἐν τῷ ὀκτωκαιδεκάτῳ αὐτοῦ βι-

βλίῳ, ὁ γεγονὼς ὑπογραφεὺς Ἡρώδου τοῦ βασιλέως. Ὠνομάσθησαν δὲ

Θρᾳκήσιοι διὰ τὸ εἶναι αὐτοὺς ἐκ τῆς τῶν Θρᾳκῶν γῆς, ὥσπερ εἴπομεν.

Εἰσὶ δὲ πόλεις περὶ τὴν Ἀσίαν εἴκοσι· πρώτη μὲν Ἔφεσος, δευτέρα δὲ

Σμύρνα, τρίτη Σάρδεις, τετάρτη Μίλητος, πέμπτη Πριήνη, ἕκτη Κολοφών,

ἑβδόμη Θυάτειρα, ὀγδόη τὸ Πέργαμον, ἐνάτη Μαγνησία, δεκάτη Τράλλη,

ἑνδεκάτη Ἱεράπολις, δωδεκάτη Κολοσσαὶ αἱ νῦν λεγόμεναι Χῶναι, οὗ ἔστι

ναὸς διαβόητος τοῦ ἀρχαγγέλου Μιχαήλ, τρισκαιδεκάτη Λαοδίκεια, τεσσα-

ρεσκαιδεκάτη Νύσσα, πεντεκαιδεκάτη Στρατονίκεια, ἑξκαιδεκάτη Ἀλάβανδα,

ἑπτακαιδεκάτη Ἀλίνδα, ὀκτωκαιδεκάτη Μύρινα, ἐννεακαιδεκάτη Τέως, εἰκο-

στὴ Λέβεδος, [εἰκοστὴ πρώτη Φιλαδέλφεια] καὶ ἄλλαι τινές. Καὶ ταῦτα μὲν

περὶ τοῦτον.

4

{Δ̅. Τέταρτον θέμα τὸ ὀνομαζόμενον Ὀψίκιον}

Τὸ δὲ θέμα τὸ καλούμενον Ὀψίκιον πᾶσιν ἔχει γνώριμον τὴν προσ-

ηγορίαν· ὀψίκιον γὰρ ῥωμαϊστὶ λέγεται, ὅπερ σημαίνει τῇ Ἑλλήνων

φωνῇ τοὺς προπορευομένους ἔμπροσθεν τοῦ βασιλέως ἐπὶ εὐταξίᾳ καὶ τιμῇ.

Ὅθεν οὐδὲ στρατηγὸς χρηματίζει ὁ τοῦ Ὀψικίου ἡγούμενος, ἀλλὰ κόμης

καὶ ὀνομασίαν καὶ τὴν προσωνυμίαν προσαγορεύεται. Ἡ δὲ περιοχὴ τοῦ

Ὀψικίου ὑπὸ τοσούτων φυλῶν τε καὶ ἐθνῶν κατοικεῖται, ἀπὸ μὲν θαλάσ-

σης ἀρχόμενον, τουτέστι τοῦ Ἀστακηνοῦ κόλπου, καὶ τοῦ Δασκυλίου

ἀκρωτηρίου, καὶ μέχρι τοῦ Τρίτωνος καὶ τῶν ὀρέων Σιγριανῆς καὶ αὐτῆς

Προικοννήσου καὶ ἕως αὐτῆς τῆς Ἀβύδου Κυζίκου τε καὶ Παρίου. Καὶ τὰ

μὲν κάτω καὶ παρὰ θάλασσαν ἀπὸ τοῦ Ἀστακηνοῦ κόλπου ἀρχόμενα καὶ

τῶν Πυλῶν καὶ ἕως τῆς μεσογαίου τοῦ Μυσίου Ὀλύμπου προσαγορευο-

μένου καὶ τῆς χώρας τῶν καλουμένων Δαγοτθηνῶν καὶ αὐτῆς Προυσιάδος

κατοικοῦσι Βιθυνοί· τὰ δὲ πρὸς νότον τοῦ Ὀλύμπου καὶ ἕως τοῦ ποταμοῦ

Ῥυνδακοῦ κατοικοῦσι Μυσοί· τὰ δὲ πρὸς θάλασσαν καὶ τὴν Κύζικον

κατοικοῦσι Φρύγες τε καὶ Γραικοί, ἀπὸ τοῦ ποταμοῦ Γρανικοῦ τὴν ὀνομα-

σίαν πλουτήσαντες· ἐν ᾧ γέγονεν ἡ πρώτη μάχη πρὸς τοὺς στρατηγοὺς

τῶν Περσῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος. Ἄνω δὲ παρεκτείνεται μέχρι τοῦ

Δορυλαείου καὶ αὐτοῦ Κοτυαείου, ἐξ οὗπέρ ἐστιν ὁ ὀνομαστότατος καὶ

παλαιὸς ἐκεῖνος Αἴσωπος ὁ τὴν μυθοποιίαν πρῶτος εἰς τὸν βίον εἰσαγαγών,

καὶ ἕως τῆς κωμοπόλεως Μηροῦ κατὰ ἀνατολάς. Πρὸς δὲ τὰς δυσμὰς κα-

ταλήγει εἰς Ἄβυδον, πρὸς δὲ πλάτος ἀπὸ τοῦ Ῥυνδακοῦ ποταμοῦ καὶ

μέχρι τῆς κωμοπόλεως τῆς καλουμένης Δοματεροῦ. Καὶ οὕτω μὲν τὸ Ὀψί-

κιον. Καὶ τὴν ὀνομασίαν αὐτοῦ εἴπομεν διὰ τὸ προπορεύεσθαι ἔμπροσθεν

τοῦ βασιλέως καὶ καταρτίζειν καὶ διευθύνειν τὰς ὁδοὺς αὐτοῦ καὶ μονάς.

Εἰσὶ δὲ ἔθνη τὰ συμπληροῦντα τὸ Ὀψίκιον τοσαῦτα· Βιθυνοί, Μυσοί,

Φρύγες, Δάρδανοι, οἱ καὶ Τρῶες λεγόμενοι. Ἔχει δὲ πόλεις ἐπισήμους τὸ

θέμα τὸ καλούμενον Ὀψίκιον τοσαύτας· πρώτην μὲν Νίκαιαν τὴν καὶ

μητρόπολιν χρηματίζουσαν, δευτέραν δὲ Κοτυάειον, τρίτην Δορυλάειον,

τετάρτην Μηδάειον, πέμπτην Ἀπάμειαν, ἕκτην Μύρλειαν, ἑβδόμην Λάμ-

ψακον, ὀγδόην Πάριον, ἐνάτην Κύζικον, δεκάτην Ἄβυδον.

5

{Ε̅. Πέμπτον θέμα τὸ λεγόμενον Ὀπτίματος}

Τὸ καλούμενον οὐκ οἶδ' ὅπως εἰπεῖν θέμα Ὀπτίματος οὐδεμίαν ἔχει

κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ

εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον,

ἀλλ' ἢ τὸν τούτου κρατοῦντα, δομέστικον μόνον ἀγορευόμενον. Εἰς γὰρ

ὑπηρεσίαν ἐτέτακτο τῶν στρατιωτῶν, ὅτε οἱ βασιλεῖς τοῖς ἔθνεσι [μετὰ τοῦ

λαοῦ] ἐπεστράτευον, στρατιωτῶν δὲ ἐκείνων τῶν ἐν τοῖς βασιλικοῖς τάγμασι

ταττομένων· ὅσοι γὰρ ἐν ταῖς Σχολαῖς καὶ τοῖς Ἱκανάτοις καὶ τοῖς λοιποῖς

τάγμασιν ἐστρατεύοντο εἰς ὑπηρεσίαν, εἷς ἕκαστος αὐτῶν ὀπτίματον ἐκέκτητο.

Ἔστι δὲ ὀνομασία τῶν ἀτίμων ἴσην ὕβριν φέρουσα τῶν παρὰ Ῥωμαίοις

καλουμένων κορτελίνων. Διὸ οὐδὲ εἰς θέματος τάξιν λελόγισται, οὐδὲ στρα-

τηγὸς ὁ τούτου ἄρχων κατονομάζεται, ἀλλὰ δομέστικος, ὁ ὑπὸ χεῖρα

ὢν στρατηγοῦ καὶ τὴν ἀξίαν καταδεέστερος. Εἰσὶ δὲ ἔθνη τὰ συμπληροῦντα,

μᾶλλον δὲ ὑπουργοῦντα εἰς τὴν τοιαύτην δουλείαν τῶν στρατιωτῶν καὶ

αὐτοῦ τοῦ βασιλέως, τοσαῦτα· Βιθυνοί, Θυνοί, Ταρσιάται. Προσάπτεται δὲ

καὶ Φρυγῶν. Ἔχει δὲ πόλεις ἐπισήμους τοσαύτας· πρώτην μὲν Νικομή-

δειαν τὴν μητρόπολιν, δευτέραν δὲ Ἑλενούπολιν, τρίτην Πραίνετον, τετάρ-

την Ἄστακον, πέμπτην Παρθενούπολιν. Ῥεῖ δὲ ἐν τῷ θέματι τῶν Ὀπτι-

μάτων ποταμὸς ὁ καλούμενος Σάγαρις· ἐν ᾧ ἔστιν ἀξιοθέατος γέφυρα, ἣν

ἐποίησεν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐκεῖνος ὁ πολυύμνητος, ἐπιγραφὴν ἔχουσα

τοιαύτην, ἥτις γέγραπται ἐν μιᾷ τῶν πλακῶν οὑτωσὶ λέγουσα·

Καὶ σὺ μεθ' Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων

ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,

Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθεὶς

οὕτως ἐδουλώθης κοιρανικῇ παλάμῃ·

ὁ πρὶν γὰρ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς

κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.

Καὶ ταῦτα μὲν περὶ τοῦ καλουμένου θέματος τῶν Ὀπτιμάτων.

6

{Ϛ̅.̅ Ἕκτον θέμα τὸ καλούμενον Βουκελλάριος}

Ὁμοίως δὲ καὶ τὸ θέμα τῶν Βουκελλαρίων οὐκ ἀπὸ τόπου τινὸς τὴν

προσηγορίαν ἐκτήσατο, οὔτε μὴν ἀπὸ ἔθνους οὕτω καλουμένου, ἀλλὰ

διὰ τὸ ἐπακολουθεῖν τοῖς στρατιώταις καὶ τὰς τροφὰς αὐτῶν ἐπιφέρεσθαι

—βουκελλάριος γὰρ κατὰ Ῥωμαίων διάλεκτον ὁ φύλαξ τοῦ ἄρτου καλεῖται

—ὥστε εἶναι τοὺς στρατιώτας ἐλαφροὺς καὶ ἀβαρεῖς πρὸς τὸν πόλεμον·

βούκελλος γὰρ τὸ κρικελοειδὲς ψωμίον καλεῖται, κελλάριος δὲ ὁ φύλαξ τοῦ

ἄρτου. Τὸ γὰρ οἰκεῖον ὄνομα τοῦ ἔθνους καὶ Ἑλληνικόν, Μαριανδυνοὶ

ὀνομάζονται, ἐπεκλήθησαν δὲ Γαλάται. Ἔστι δὲ ἀρχὴ τοῦ θέματος ἀπὸ

μὲν τῆς κωμοπόλεως Μοδρηνῆς ἀρχόμενον, ἤγουν τῆς συμπληρώσεως τοῦ

Ὀπτιμάτου· ἀναβαῖνον δὲ πρὸς τὴν μητρόπολιν Ἄγκυραν καὶ παρεκτεῖνον

μέχρι τῶν ὁρίων Καππαδοκίας καὶ αὐτοῦ τοῦ φρουρίου τοῦ καλουμένου

Σανιάνα, ἐν οἷς παρεκτείνεται τὸ τῶν Γαλατῶν ἔθνος. Οἱ δὲ Γαλάται

ἄποικοί εἰσι τῶν Φράγγων. Ἐγένετο δὲ ἡ τούτων ἀποικία ἐν ταῖς ἡμέραις

ἐν αἷς ἦν Ἄτταλος ὁ Περγαμηνὸς καὶ Νικομήδης ὁ τοῦ Ζειποίτου υἱός.

Τὰ δὲ πρὸς θάλασσαν καὶ τὸν βορρᾶν πλατύνεται πρὸς αὐτὸν τὸν Πόντον

καὶ τὴν καλουμένην πόλιν Ἡράκλειαν καὶ μέχρι τοῦ Παρθενίου ποταμοῦ

καὶ αὐτὴν τὴν Τίον. Συμπεριλαμβάνει δὲ καὶ αὐτὴν Κλαυδιούπολιν Κρά-

τιάν τε καὶ αὐτὸ τὸ Βασίλαιον καὶ ἕως τῶν ὁρίων Παφλαγονίας καὶ μέχρι

Ἅλυος ποταμοῦ. Καὶ ὧδε μὲν καταλήγει ὁ Βουκελλάριος. Εἰσὶ δὲ πόλεις

αἱ συμπληροῦσαι τὸ θέμα τῶν Βουκελλαρίων τοσαῦται· πρώτη μὲν Ἄγκυρα,

μητρόπολις τῶν Γαλατῶν, δευτέρα δὲ Κλαυδιούπολις, καὶ αὕτη μη-

τρόπολις τῶν Μαριανδυνῶν, τρίτη Ἡράκλεια, τετάρτη Προυσιάς, πέμπτη

τὸ Τήϊον. Ἔθνη δὲ τὰ κατὰ μέρος ὀνομαζόμενα τοσαῦτα· Γαλάται, Μα-

ριανδυνοί, Βιθυνοί.

7

{Ζ̅. Ἕβδομον θέμα τὸ προσαγορευόμενον Παφλαγονία}

Τὸ δὲ θέμα τὸ καλούμενον Παφλαγόνων ἀρχαιότατον ἔθνος ἐστὶ καὶ

ἐπίψογον, ἐπὶ ἀναισχυντίᾳ τε καὶ κακοτροπίᾳ διαβαλλόμενον· καὶ Ὅμηρος

αὐτοῦ μνημονεύει ἐν τῷ τῶν νεῶν καταλόγῳ ἐπικούρους ἐλθόντας Πριάμου

πρὸς τὴν πόλιν Ἴλιον, λέγων οὕτως·

Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ

ἐξ Ἑνετῶν ὅθεν ἡμιόνων γένος ἀγροτεράων,

οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο

ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον

Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.

Διὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμή-

ριον τοῦτο τῆς αὐτῶν πονηρίας καὶ μοχθηρίας δεικνύς. Καὶ ταῦτα μὲν

Ὅμηρος περὶ Παφλαγόνων. Αἱ δὲ παραθαλάσσιοι πόλεις, ἥ τε Σινώπη

καὶ Ἄμαστρα καὶ τὸ Τήϊον καὶ ἡ λεγομένη Ἀμινσός, Ἑλληνίδες εἰσὶ πό-

λεις καὶ Ἑλλήνων ἄποικοι. Διορίζει δὲ τὴν Παφλαγονίαν Ἅλυς μὲν ποτα-

μὸς ἐξ ἀνατολῶν, πρὸς δὲ δυσμὰς ὁ καλούμενος Βίλλαιος. Καὶ αὕτη μὲν

ἡ Παφλαγονία. Εἰσὶ δὲ οἱ Παφλαγόνες γένος Αἰγύπτιον, ἀπὸ Φινέως

τοῦ πρώτου τὴν Παφλαγονίαν οἰκήσαντος, ὃς ἔσχεν υἱὸν Παφλαγόνα, ἐξ

οὗ καὶ ἡ χώρα τὴν προσηγορίαν ἐκληρονόμησεν. Ἔχει δὲ πόλεις ἐπισήμους

ἡ Παφλαγονία τοσαύτας· πρώτην μὲν μητρόπολιν Γάγγραν, δευτέραν δὲ

Ἄμαστραν, τρίτην Σῶραν, τετάρτην Δάδυβραν, πέμπτην Ἰωνόπολιν, ἕκτην

Πομπηϊούπολιν· πομπὴ γάρ εἰσι καὶ ὄνειδος καὶ ἐξουθένημα τοῦ ἀνθρω-

πείου γένους.

8

{Η̅. Ὄγδοον θέμα τὸ ὀνομαζόμενον Χαλδία}

Τὸ δὲ καλούμενον θέμα Χαλδία καὶ ἡ μητρόπολις λεγομένη Τραπε-

ζοῦς Ἑλλήνων εἰσὶν ἀποικίαι, καθὼς καὶ Ξενοφῶν ἐν τῇ Ἀναβάσει Κύρου

λέγει· τὰ δὲ ἄνω καὶ μεσόγαια τῆς μικρᾶς Ἀρμενίας εἰσὶ προοίμια. Τοῦτο

δὲ πιστοῦται ἐξ αὐτῶν τῶν ὀνομάτων· ἥ τε γὰρ Κελτζηνὴ καλουμένη καὶ

ὁ Συσπειρίτης καὶ τὸ Γοιζάνον. Μαρτυρεῖ δὲ καὶ περὶ τούτων ἡ θεία

Γραφὴ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· τοὺς γὰρ κατοικοῦντας τὴν Σαμά-

ρειαν αἰχμαλώτους λαβόντες Ἀσσύριοι κατῴκισαν αὐτοὺς ἐν τῷ ποταμῷ

Γοιζάνῳ. Ἔλαβε δὲ τὴν προσωνυμίαν τοῦ καλεῖσθαι Χαλδία ἐκ τῆς τῶν

Περσῶν προσηγορίας καὶ τῆς αὐτῶν ἀρχαιογόνου πατρίδος Χαλδίας, ὅθεν

καὶ Χαλδαῖοι προσονομάζονται.

9

{Θ̅. Ἔνατον θέμα τῆς Μεσοποταμίας}

Τὸ δὲ θέμα τῆς Μεσοποταμίας οὐ πολυχρόνιόν ἐστιν, οὐδὲ μέγα τι

ἦν καὶ περιβόητον, ἀλλὰ κλεισοῦρά τις ἀνώνυμος καὶ ἀκατονόμαστος.

Ἐπὶ δὲ τῶν ἡμερῶν τοῦ μακαρίου καὶ ἁγίου πατρός μου Λέοντος προσέ-

φυγε Παγκρατούκας ἐκεῖνος ὁ Ἀρμένιος καὶ Πουκρίκας καὶ Ταυτούκας οἱ

ἀδελφοὶ αὐτοῦ καὶ παρέδωκαν τὰ ἐκεῖσε καστέλλια, καὶ ἐπλατύνθη ὁ τόπος

καὶ ἐγένετο εἰς ὄνομα στρατηγίδος.

10

{Ι̅. Δέκατον θέμα Κολωνείας}

Ἡ δὲ Κολώνεια κάστρον ἐστὶν ὀχυρώτατον καὶ κρημνῶδες· καὶ ἐκ

τοῦδε τοῦ πολίσματος ἔλαβεν ἡ χώρα τὴν ἐπωνυμίαν τοῦ καλεῖσθαι Κολώ-

νεια· κολωνοὺς δὲ τοὺς ὑψηλοὺς καὶ ἐπηρμένους λόφους καλοῦσιν Ἕλληνες.

Ἀπαρχὴ δέ ἐστι τῆς μικρᾶς Ἀρμενίας, ἀρχομένη μὲν ἀπὸ Νεοκαισαρείας,

τῆς τοῦ θαυματουργοῦ Γρηγορίου πατρίδος καὶ τοῦ καλουμένου Φαλακροῦ

ὄρους. Πλατυνομένη δὲ πρός τε τὴν Ἀραβρακηνῶν πόλιν τὴν τοῦ περι-

φανεστάτου καὶ μεγαλομάρτυρος Εὐστρατίου πατρίδα καὶ διήκουσα μέχρι

Νικοπόλεως καὶ τῆς καλουμένης Τεφρικῆς, ἧς ἦρχε Χρυσόχειρ ἐκεῖνος ὁ

τῶν Μανιχαίων περιβόητος ἀρχηγὸς καὶ Καρβέας, ὁ τούτου ἀνοσιώτερος·

οὓς ἐξωλόθρευσε καὶ πρὸς τοὺς Ἅιδου κευθμῶνας ἀπέπεμψεν ὁ ἐμὸς πάππος

κύριος Βασίλειος ὁ τῶν καθ' ἡμᾶς βασιλέων εὐτυχής τε καὶ εὐσεβέστατος.

Καὶ ὧδε μὲν ἡ Κολώνεια. Ὡς δὲ προείπομεν, ἡ ἀρχαιογονία τοῦ θέματος

ἐκ τῆς πρώτης τῶν Ἀρμενίων ἀρχῆς κατάγεται.

11

{Ι̅Α̅. Ἑνδέκατον θέμα Σεβαστείας}

Ὁμοίως δὲ καὶ τὸ θέμα Σεβαστείας καὶ αὐτὸ ἐκ τῆς δευτέρας Ἀρμε-

νίας ἀπάρχεται. Τὸ δὲ τῆς πόλεως ὄνομα ἐκ τοῦ σεβαστοῦ Καίσαρος Ἰου-

λίου προσείληφε, τοῦ τὴν Καίσαρος ἀρχὴν πρώτου κρατυναμένου καὶ μον-

αρχίαν τὴν πολυαρχίαν κατασκευάσαντος. Καῖσαρ δὲ ἐπεκλήθη οὐκ ἐκ

τῆς ἀξίας, ἀλλὰ ἐκ τῆς ἀνατομῆς τῆς γαστρὸς μητέρος αὐτοῦ. Τελευτησάσης

γὰρ αὐτῆς, ἔσπαιρε τὸ βρέφος καὶ ἀπελάκτιζε· καὶ διατμηθείσης τῆς γα-

στρὸς αὐτῆς, ἐξῆλθε βρυχώμενος, ὥσπερ τις σκύμνος λέοντος· τὴν δὲ ἀνα-

τομὴν τζαῖσαι καλοῦσιν οἱ Ῥωμαῖοι. Ὅθεν καὶ Τζαῖσαρ ἐπωνομάσθη διὰ

τὴν ἀνατομὴν ὥσπερ εἴπομεν. Καὶ ταῦτα μὲν περὶ Σεβαστείας. Πᾶσαι οὖν

αἱ πόλεις αἱ καλούμεναι Καισάρειαι ἐκ τοῦδε τοῦ φιλτάτου Καίσαρος τὴν

προσωνυμίαν ἐσχήκασιν.

12

{Ι̅Β̅. Δωδέκατον θέμα τῆς Λυκανδοῦ}

Ἡ δὲ Λυκανδὸς χθὲς καὶ πρὸς μικροῦ εἰς τάξιν θέματος ἐχρημάτισεν,

ἀλλὰ καὶ πόλεως ἐπὶ τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός.

Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ

τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων· καὶ οὐκ ἦν ὄνομα αὐτῶν οὔτ' ἐν

λόγῳ οὔτ' ἐν ἀριθμῷ. Ὅτε δὲ ὁ μέγας ἐκεῖνος καὶ γιγαντοειδὴς Ἀρμένιος

ὁ τῆς Ἀγγουρίνης τῆς Λαικαστρίας γαμβρός, ὁ μακρόχειρ ἐκεῖνος καὶ

περιδέξιος, ὃν κατὰ τὴν τῶν Ἀρμενίων διάλεκτον Ἀζάτον ἐκάλουν,

ἐκεῖνος γοῦν ἐλθὼν πρὸς τὸν μακαρίτην καὶ ἅγιόν μου πατέρα, εἴτε ὡς

πρόσφυξ εἴτε ὡς φίλος οὐκ οἶδα, ἐκεῖνος εἶχε θεράποντα τὸν χθὲς καὶ πρὸ

μικροῦ τελευτήσαντα, Μελίαν λέγω τὸν περιβόητον, ὃς καὶ συνεστράτευσεν

αὐτῷ πρὸς τὸν δυστυχέστατον πόλεμον, τὸν τοῦ Βουλγάρου λέγω. Τοῦ γοῦν

Ἀρμενίου πεσόντος ἐν τῷ προλεχθέντι πολέμῳ πρὸς Συμεὼν τὸν ἀθεώτατον

Βούλγαρον—ἦν γὰρ ἐξάρχων τοῦ βασιλικοῦ τάγματος τῶν καλουμένων ἐξ-

κουβίτων—ὅτε καὶ θεοδόσιος ὁ πρωτοβεστιάριος τοῦ μακαρίου μου πατρὸς

ἐν αὐτῷ τῷ πολέμῳ ἠφαντώθη καὶ γέγονεν ἄδηλος. Ὁ γοῦν προλεχθεὶς Μελίας

ἐκ τούτου τοῦ πολέμου διασωθεὶς καὶ πρὸς τὴν τῶν Ἀρμενίων χώραν ἀπάρας,

εὐφυὴς ὢν καὶ πρὸς λῃστουργίαν βαρβαρικὴν ἐπιτήδειος, συμμορίαν τινὰ

τῶν Ἀρμενίων ἀναλεξάμενος καὶ ταυτησὶ τῆς πόλεως τὴν ἄκραν κατοχυ-

ρώσας ὡς ἠδύνατο, καὶ κατὰ μικρὸν προιὼν ὅλην, ὡς εἰπεῖν, τὴν πόλιν

τοῦ πτώματος ἤγειρε· καὶ προβαίνουσα ἐπὶ τὸ πρόσθεν πᾶσα ἡ χώρα, μεστὴ

γέγονε τῶν Ἀρμενίων, κουροτρόφος οὖσα ἀγαθή τε καὶ ἱππόβοτος καὶ

παντοίων βοσκημάτων εἰς τροφὴν ἐπιτήδειος. Διὸ καὶ θέμα κατωνομάσθη

καὶ εἰς στρατηγίδα περίδοξον ἀνήχθη σπουδῇ τουτουῒ τοῦ κραταιόφρονος.

Ἡ δὲ ὀνομασία τῆς πόλεως ἀρχαία τις καὶ παλαιὰ ἀπὸ τῆς τῶν Ἀρμε-

νίων γενεᾶς τε καὶ γλώττης ὠνόμαστο. Ἔστι δὲ λόγος τις περὶ αὐτοῦ

χαρίεις τε καὶ πρὸς μυθοποιίαν οὐκ ἄμουσος. Γραφὴ γὰρ ἐν τῷ περιβόλῳ

τῆς πόλεως ἐντετύπωται οὑτωσὶ διαγορεύουσα· «τί Κωνσταντινούπολις; τί

Λυκανδός; τί Θωμᾶς ὁ πρόοικος; τί βασιλεύς;» Ἔστι δὲ ἡ αἰτία τῆς ἐπι-

γραφῆς αὕτη· ὁ μέγας ἐκεῖνος καὶ περιβόητος βασιλεὺς Ἰουστινιανός, ὅτε

τῶν σκήπτρων ἐκράτει τῆς Ῥωμαϊκῆς βασιλείας ὁ τούτου θεῖος Ἰουστῖνος,

μονοστράτηγος τῶν Ῥωμαϊκῶν ταγμάτων Καῖσαρ ὢν ἐχρημάτιζε. Καὶ διερ-

χόμενος τὰ μέρη τῆς μικρᾶς Ἀρμενίας κατήντησεν ἐν τῇ Λυκανδῷ. Ὁ

γοῦν Θωμᾶς ἐκεῖνος ὁ πρόοικος τῆς αὐτῆς πόλεως τηλικοῦτος ἦν ἐπὶ βο-

σκήμασι πλούσιος, οἷον τὸν μακάριον Ἰὼβ ἡ θεία παρίστησι ἱστορία·

προσήνεγκε δὲ τῷ Ἰουστινιανῷ δῶρον ἐν τάξει κανισκίου θαυμασιώτατόν

τε καὶ γραφῆς ἄξιον, μυριάδα προβάτων ταῖς χροιαῖς διαλλάττουσαν, χίλια

πρόβατα μέλανα, καὶ ἕτερα λευκότριχα χίλια, καὶ ἕτερα σποδοειδῆ χίλια,

καὶ ἕτερα ῥαντὰ τὸν αὐτὸν ἀριθμὸν διασῴζοντα καὶ ἕτερα πυρρὰς ἔχοντα

τὰς ὄψεις χίλια, καὶ ἕτερα φαιὰ ὡσαύτως, καὶ ἕτερα ξανθὰς ἔχοντα τὰς

τρίχας, τὴν αὐτὴν ποσότητα φέροντα, καὶ ἕτερα περκνὰ τῆς αὐτῆς ὄντα

ἰσότητος, καὶ ἕτερα φοινικότριχα χίλια, καὶ ἕτερα χρυσίζοντα, ἔχοντα τοὺς

μαλλοὺς οἱονεὶ πινινότριχα, ὁποῖον φημίζουσι τὸ χρυσοῦν δέρας ἐκεῖνο τὸ

περιβόητον Ἕλληνες. Καὶ ἁπλῶς αἱ δέκα χιλιάδες ἑτερόχροιαι καὶ παρηλ-

λαγμέναι τοῖς χρώμασι. Τοῦτο θαυμάσας ὁ Καῖσαρ καὶ τὸ δῶρον τοῦ

Θωμᾶ προσδεξάμενος, παίζων ἐκέλευσε γραφῆναι ἐν τῇ πύλῃ τῆς πόλεως

τουτοῒ τὸ ἐπίγραμμα, ὅπερ ἐν τοῖς ἄνωθεν ἔφημεν. Αὕτη ἡ πόλις ἐπὶ τοῦ

μακαρίου μου πατρὸς διὰ τὴν ἀρετὴν τοῦ προλεχθέντος Μελίου, μᾶλλον δὲ

τοῦ ἐμοῦ πατρός, τοῦ προμηθῶς τὰ πράγματα διευθύνοντος καὶ σκοποῦντος

ἀνδρὸς ἀρετήν, εἰς ὄνομα θέματος ἐχρημάτισε. Καὶ τοσαῦτα μὲν περὶ Λυ-

κανδοῦ καὶ τῆς ὁμόρου αὐτῆς Τζαμανδοῦ.

13

{Ι̅Γ̅. Τρισκαιδέκατον θέμα Σελευκείας}

Ἡ δὲ Σελεύκεια μέρος ἐστὶν Ἰσαυρίας, πρὸς μὲν δυσμὰς ὁριζομένη

ὑπὸ τοῦ Ταύρου ἐν ᾧ κατοικοῦσιν Ἴσαυροι· πρὸς δὲ ἀνατολὰς ἀποκέκλει-

σται παρὰ τῶν Κιλικίας ὀρέων, ἐν οἷς εἰσι πόλεις παραθαλάσσιοι, πρώτη

μὲν αὐτὴ Σελεύκεια, ἔπειτα Κώρυκος καὶ τὸ Κωρύκειον ἄντρον καὶ λειμὼν

ὁ καλούμενος Κροκοφόρος, Σόλοι τε καὶ Αἰγαῖαι καὶ Πομπηϊούπολις καὶ

Ἀφροδισιάς, ἥ τε Ἰσσὸς καὶ κόλπος ὁμώνυμος, ἐν ᾧ Μακεδὼν ἐκεῖνος ὁ

γεννάδας τε καὶ περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς

Δαρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς

ἡ Παύλου πατρὶς καθίδρυται. Ἡ τοίνυν Σελεύκεια οὐ θέμα τὸ πρὶν ἐχρη-

μάτιζεν οὐδὲ στρατηγίδος ἐκεκλήρωτο ὄνομα, ἀλλὰ κλεισοῦρά τις ἦν καὶ

φυλακὴ διὰ τὰς ἐκδρομὰς τῶν ἐκ Ταρσοῦ προιόντων Σαρακηνῶν, διὰ

τὸ εἶναι τὸν τόπον δυσπρόσοδον. Ὁ δὲ κύριος Ῥωμανός, ὁ καλός τε καὶ

ἀγαθὸς βασιλεύς, ὥσπερ πλάτος μῆκός τε καὶ μέγεθος ἐπιτιθεὶς τῇ τῶν

Ῥωμαίων ἀρχῇ, στρατηγίδα αὐτὴν ἀπετέλεσε. Τὸ δὲ τῆς πόλεως ὄνομα καὶ

τὸ καλεῖσθαι Σελεύκεια ἀπὸ Σελεύκου τοῦ κτίστου τοῦ καλουμένου Νικά-

τορος τὴν προσωνυμίαν ἐπλούτησε. Τὰ δὲ ἄνω Σελευκείας καὶ μεσόγαια

καλεῖται Δεκάπολις, καὶ ἔστι πρώτη μὲν Γερμανικούπολις, δευτέρα δὲ Τι-

τιούπολις, τρίτη Δομετιούπολις, τετάρτη Ζηνούπολις, πέμπτη Νεάπολις, ἕκτη

Κλαυδιούπολις, ἑβδόμη Εἰρηνούπολις, ὀγδόη Διοκαισάρεια, ἐνάτη Λαύζαδος,

δεκάτη Δαλισανδός, ἐν ᾗ τὸ σκουτάριον τοῦ μεγαλομάρτυρος Θεοδώρου

ἐν τῷ τρούλλῳ τοῦ ναοῦ αὐτοῦ ἀποκρέμαται. Καὶ ταῦτα μὲν περὶ Σελευκείας.

14

{Ι̅Δ̅. Τεσσαρεσκαιδέκατον θέμα τὸ λεγόμενον Κιβυρραιωτός}

Τὸ δὲ θέμα τῶν Κιβυρραιωτῶν ἀπάρχεται μὲν ἀπ' αὐτῆς τῆς Σελευ-

κείας τῆς πρὸς θάλασσαν πρὸς ἀνατολὴν κειμένης, καταλήγει δὲ πρὸς μῆκος

ὡς δυσμὰς ἕως αὐτῆς Μιλήτου τῆς πόλεως καὶ τῆς Ἰασοῦ καὶ τοῦ Βαρ-

γυλιακοῦ κόλπου, ἤγουν τῶν καλουμένων Ἀντανίων, ἐν ᾧ κεῖται ἥ τε Μύ-

λασσα, πόλις διάφημος, καὶ αὐτὰ τὰ Βαργύλια, ἥ τε Μύνδος καὶ ἡ καλου-

μένη Στρόβηλος, ἥ τε Ἁλικαρνασσός, ἡ Ἡροδότου πατρίς, ἡ τῆς

Ἀρτεμισίας πόλις ἡ πολυθρύλητος, ἐν ᾗ ὁ Μαυσώλου τάφος ὁ περιβόητος

ἵδρυται. Ἀνερχόμενος τοίνυν πρὸς ἀνατολὴν εὑρήσεις τὸν Κεραμεικὸν κόλ-

πον καλούμενον καὶ πόλιν τῷ κόλπῳ ὁμώνυμον. Ἐπ' ἄκρων δὲ τοῦ κόλπου

ἥ τε πόλις Κνιδίων κατῴκισται, καὶ τὸ τῆς Ἀφροδίτης τέμενος περιβόητον,

ἐν ᾧπερ ἦν τὸ τῆς Ἀφροδίτης ἄγαλμα, μνημεῖον τῆς Πραξιτέλους τέχνης

ἀπαραμίλλητον. Ἐπαναβαίνοντι δὲ αὖθις πρὸς ἀνατολάς, κόλπος ἐστὶν

Οἰδιμὸς ὄνομα καὶ λιμὴν καλούμενος Λάρυμα, ὧν κατέναντι νῆσος ἡ Σύμη,

καὶ πρὸς τὸ πέλαγος καταντικρὺ τῆς Ῥοδίων περαίας καὶ ὁπλοθήκης, νῆσος

ἡ Ῥόδος· αὕτη π[ε]λαγία ἐξήπλωται, πρὸς βορρᾶν τε καὶ νότον ἐναποβλέ-

πουσα. Διαβαίνων τε τὴν ἐφεξῆς θάλασσαν εὑρήσεις πόλιν Τελμισὸν ἐκείνην

τὴν περιώνυμον· ἔπειτα Πάταρα, εἶτα Ξάνθον τὴν Πρωτογένους ἐκείνου

τοῦ ζωγράφου πατρίδα, ὃς τὸ Διονύσιον τὸ ἐν Ῥόδῳ τοῖς ζωγραφικοῖς

κατελάμπρυνε πίναξιν, εἶτα τὴν Λυκίων πόλιν, τὴν μυρίπνουν τε καὶ τρισ-

όλβιον, ἐν ᾗπερ ὁ μέγας Νικόλαος, ὁ τοῦ Θεοῦ θεράπων, ἀναβλύζει τὰ

μύρα κατὰ τὸ τῆς πόλεως ὄνομα. Εἶτα Φοῖνιξ ὁ ποταμὸς καὶ πόλις ὁμώ-

νυμος, εἶτα Φασιλὶς ἡ περίκλυτος, εἶτα ἡ Ἀττάλου τοῦ Περγαμηνοῦ πόλις

ἐπώνυμος, εἶτα τὸ Σύλαιον, ἔπειτα Πέργη ἡ περιώνυμος, εἶτα Σίδη τὸ τῶν

πειρατῶν ἐργαστήριον, εἶτα Σέλγη ἡ τῶν Λακεδαιμονίων ἄποικος, εἶτα

τὸ Καλ[λιστ]ὸν ὄρος καλούμενον, εἶτα τὸ καλούμενον Ἀνεμούριον, εἶτα

Ἀντιόχεια ἡ μικρά. Ἔπειτα Κιβύρρα πόλις ἐκείνη, ἐξ ἧς καὶ τὸ θέμα τὴν

ἐφύβριστον καὶ πονηρὰν ὀνομασίαν ἐκληρονόμησεν, εἶτα Σελινοῦς, μικρὸν

πολισμάτιον καὶ ποταμὸν ὁμώνυμον ἔχουσα, εἶτα Μέλας ὁ ψυχρὸς ποταμός,

ἔπειτα τὸ τῆς Συκῆς πολισμάτιον, εἶτα λιμὴν ὁ καλούμενος Παλαιός, εἶτα

αὐτὴ ἡ Σελεύκεια· καὶ αὗται μὲν αἱ παραθαλάσσιοι πόλεις, ἃς ὁ τῶν Κι-

βυρραιωτῶν στρατηγὸς διανέμεται. Ἄνω δὲ πρὸς τὴν ἤπειρον καὶ αὐτὴν

τὴν μεσόγαιον, ἐν ᾗ καταλήγει τὸ τῶν Θρᾳκησίων καλούμενον θέμα, ἀπάρ-

χεται μὲν ἀπὸ αὐτῆς τῆς Μιλήτου, εἶτα διαβαίνει τὴν Στρατονίκειαν καὶ

τὰ καλούμενα Μόγολα καὶ τὴν πόλιν Πισύης· διεκτρέχει δὲ τὴν καλουμέ-

νην Ἁγίαν καὶ παρέρχεται τὴν Ταυρόπολιν· συνάπτει δὲ πρὸς τὴν Τλῶ

καὶ Οἰνίανδα, εἶτα παρέρχεται Φίλητα καὶ αὐτὴν τὴν Ποδάλειαν· διεκτρέχει

δὲ τὸ καλούμενον Ἀνεμότειχος καὶ συνάπτει πρὸς τὴν πόλιν Σαγαλασσόν·

εἶτα καταλήγει πρὸς τὰ μέρη τοῦ Ταύρου, ἐν ᾧ τὸ τῶν Ἰσαύρων γένος

κατῴκισται. Καὶ τοσαύτη μὲν ἡ τοῦ Κιβυρραιώτου περιοχή. Ἔλαβε δὲ τὴν

προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας,

εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ

τὸ πολλάκις αὐθάδεις τε καὶ ὑβριστὰς γενέσθαι πρὸς τὰς τῶν βασιλέων

ἐπιταγάς. Ἡ δὲ Ῥόδος ἡ νῆσος μέση μὲν κεῖται τοῦ θέματος· ἀπο-

βλέπει δὲ πρὸς βορρᾶν τε καὶ νότον, δελτωτὴ τὸ σχῆμα, τὴν δὲ γραμμὴν

τρίγωνος. Δωριέων δέ ἐστιν ἄποικος τῶν ἐκ Πελοποννήσου, Ἀργείων τε

καὶ Λακεδαιμονίων τῶν ἀπὸ τῆς Ἡρακλέους γενεᾶς καταγομένων, καθὼς

καὶ αὐτὸς Ὅμηρος ἐν τῷ τῶν νεῶν καταλόγῳ περὶ αὐτῆς τάδε φησί·

Τληπόλεμος δ' Ἡρακλείδης ⸤ἠΰς τε μέγας τε

ἐκ Ῥόδου⸥ ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,

οἳ ⸤Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες,⸥

Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.

Καὶ ὧδε τὰ περὶ Ῥόδου.

15

{Ι̅Ε̅. Πεντεκαιδέκατον 〈θέμα〉· Ἐπαρχία τῆς νήσου Κύπρου}

Ἐπαρχία Κύπρου τῆς νήσου ὑπὸ κονσιλάριον, τουτέστι βουλευτήν,

πόλεις δεκατρεῖς· Κωνσταντία μητρόπολις, Κίτιον, Ἀμαθοῦς, Κυρήνεια,

Πάφος, Ἀρσινόη, Σόλοι, Λάπιθος, Κέρμεια [ἤτοι Λευκουσία], Κυθερεία,

Ταμασία, [Κούριον, Νέμευος,] Τρίμυθος, ὅθεν ὁ ἅγιος Σπυρίδων, Κάρ-

πασος. Ἡ μὲν Κύπρος ἡ νῆσός ἐστι μεγάλη καὶ ἐπιφανεστάτη, κειμένη ἐν

τῷ Παμφυλίῳ κόλπῳ, καθώς φησιν ὁ Περιηγητὴς Διονύσιος·

Κύπρος δ' εἰς αὐγὰς Παμφυλίου ἔνδοθι πόντου.

Ἐκλήθη δὲ ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βύβλου καὶ

Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ Περὶ νήσων καὶ Ἴστρος ἐν Ἀποικίαις

Αἰγυπτίων ἱστόρησαν. Ἐβασιλεύετο δὲ πρότερον ὑπὸ πολλῶν καὶ διαφόρων

βασιλέων. Κατελύθη δὲ ἡ τοιαύτη βασιλεία ὑπὸ τῶν Μακεδόνων, τουτέστι

τῶν Πτολεμαίων. Ἕως γὰρ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐβασιλεύετο, ἤγουν

ἐτυραννεῖτο, ὑφ' ὧν τυράννων καὶ Ἀνάξαρχος ὁ φιλόσοφος ἀναιρεῖται μετὰ

τὸν θάνατον Ἀλεξάνδρου, διὸ καὶ Ἰσοκράτης ὁ ῥήτωρ πρὸς Δημόνικον

τὸν αὐτῆς βασιλεύοντα λόγους διαφόρους πεποίηκε. Κρατησάντων δὲ τῶν

Ῥωμαίων ἐπαρχία γέγονε, καὶ διῃρέθη, ὡς προλέλεκται, εἰς πόλεις δεκα-

τρεῖς. Τοῦ χρόνου δὲ παραδραμόντος καὶ τῶν Ῥωμαίων ὅπλων κατιωθέντων

ἐξ ἀμελείας, ἐκράτησαν αὐτῆς οἱ Σαρακηνοὶ ἐπὶ τῆς βασιλείας Ἡρακλείου.

Καὶ πρῶτος ἐν αὐτῇ διαπεράσας Ἀβουβάχαρος, οὗ καὶ τῆς θυγατρὸς τάφος

ἐν αὐτῇ φαίνεται, ταύτης ἐκράτησεν. Ὁ δὲ μακάριος καὶ περιώνυμος ἐν

βασιλεῦσι ὁ ἐμὸς πάππος Βασίλειος εἰς θέματος τάξιν αὐτὴν κατέστησε,

καὶ διεπέρασεν ἐν αὐτῇ Ἀλέξιον στρατηγὸν ἐκεῖνον τὸν περιβόητον, τὸ

γένος Ἀρμένιον, ὃς καὶ ἐπεκράτησεν αὐτῆς χρόνους ἑπτά. Πάλιν δὲ ἀφῃ-

ρέθη ὑπὸ τῶν Σαρακηνῶν καὶ ταύτην φορολογοῦσι ὥσπερ καὶ πρότερον.

16

{Ι̅Ϛ̅. Ἑξκαιδέκατον θέμα Σάμου}

Ἡ νῆσος αὕτη ὀνομασίαν ἔσχε τοῦ καλεῖσθαι Σάμος ἀπὸ Ἀγκαίου

καὶ Σαμίας τῆς Μαιάνδρου τοῦ ποταμοῦ θυγατρός, ἢ διὰ τὸ ὑψηλὸν τῆς

νήσου καὶ ἀπόκρημνον. Οἱ γὰρ παλαιοὶ Ἕλληνες σάμον τὸ ὑψηλὸν ἐκά-

λουν τόπον. Ταύτης ἐκράτησε τῆς νήσου Πολυκράτης ἐκεῖνος ὁ εὐτυχέστα-

τος, οὗ καὶ Ἡρόδοτος μνείαν οὐ μικρὰν ἐποιήσατο. Σοφοὶ δὲ γεγόνασιν

ἐξ αὐτῆς ἐξοχώτατοι ὅ τε Πυθαγόρας ὁ Σάμιος, ὁ Μνησάρχου υἱός, Ἑπί-

κουρός τε ὁ Νεοκλέους, καὶ Μελισσὸς καὶ ἄλλοι πλείονες. Ὅτε γοῦν ἐγέ-

νετο ὁ μερισμὸς τῶν θεμάτων, διὰ τὸ εἶναι ἐπιφανεστάτην τὴν νῆσον,

μητρόπολιν αὐτὴν καὶ ἀρχὴν τοῦ θέματος τῶν πλωϊζομένων τεθείκασιν.

Ἡ γὰρ μεσόγειος καὶ ἡ καταντικρὺ ἄκρα τῆς Σάμου, αὐτή τε ἡ Ἔφεσος

καὶ Μαγνησία καὶ Τράλλεις ἥ τε Μύρινα καὶ Τέως καὶ Λέβεδος καὶ ἕως

τοῦ Ἀτραμυττίου, τὰ ἄνω καὶ πρόσγεια τῷ τῶν Θρᾳκησίων στρατηγῷ,

ἤγουν τῷ ἡγουμένῳ…

ρη…

The complete text is available when the reading interface loads.