The Greek Library Catalogue

Anonymous

De cerimoniis aulae Byzantinae

Edition reference
De cerimoniis aulae Byzantinae (lib. 1.84– 2.56), ed. J. J. Reiske, Constantini Porphyrogeniti imperatoris de cerimoniis aulae Byzantinae libri duo, vol. 1 [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1829]: 386–807.
CTS identifier
urn:cts:greekLit:tlg3023.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

390

αὐτὸν, οἷα μὴ οὔσης αὐγούστης. χρὴ δὲ εἰδέναι, ὅτι δύο

μόνοι τοῦ δεσπότου ἀννωνεύονται καὶ ὁ τῆς αὐγούστης. οἱ

γὰρ ἄλλοι πάντες δίχα ἀννωναρίων εἰσὶν, ἀλλ' ὡς τριβοῦνοι

νοτάριοι πραιτωριανοὶ πουνκτάριοι τὰς ῥόγας λαμβάνουσιν.

βεστήτορες δὲ γίνονται ἀπὸ πετιτωρίου, γραφομένου μὲν πα-

ρὰ τοῦ χαρτουλαρίου τῆς κατ' αὐτὸν σχολῆς, ὑπογραφομέ-

νου παρὰ τοῦ δεσπότου. δομέστικοι δὲ καὶ προτίκτορες οὕ-

τως. πάλαι μὲν ἀπὸ προσκυνήσεως μόνης ἦν ἡ στρατεία αὐ-

τῶν· νῦν δὲ προβατωρείαν ποιεῖ ὁ δεσπότης, καὶ προσάγει

αὐτὸν ὁ δηκουρίων ἀτραβατικὸν φοροῦντα χλανίδιν, ἢ ἐν

391

κονσιστωρίῳ μετὰ τὸ πάντα πραχθῆναι, ἢ ἀνιόντος αὐτοῦ

εἰς τὸ ἱππικὸν ἵσταται ἐμπρὸς τοῦ δέλφακος, καὶ λέγει ἐπὶ

μὲν τῶν προτικτόρων· „ἀδοράτορ προτέκτορ·“ ἐπὶ δὲ τῶν

δομεστίκων· ”ἀδοράτορ προτέκτορ δομεστίκους.” καὶ λαμ-

βάνει τὴν προβατωρίαν παρὰ τοῦ δεσπότου, καὶ φιλεῖ τοὺς

πόδας, καὶ ἐξέρχεται. πάντων δὲ τῶν ἀγοραζόντων τόπους

καὶ συμβόλαια ἔξωθεν παρὰ τῶν πιπρασκόντων γίνεται πρὸς

τούτοις καὶ σύμβολα γίνεται. νῦν δὲ καὶ ἐν φερίαις πολλά-

κις ὁ εὐσεβὴς δεσπότης ἡμῶν ποιεῖ. οἱ δὲ κανδιδάτοι γίνον-

ται οὕτως. ἀνιόντος τοῦ βασιλέως εἰς τὸ ἱππικὸν, ἢ προϊόν-

τος εἰς οἱονδήποτε πρόκενσον, χρὴ τὸν μάγιστρον προευτρε-

πίσαι τὸν κόμητα τῆς ἕκτης ἢ ἑβδόμης σχολῆς καὶ τοὺς πρι-

μικηρίους τῶν κανδιδάτων καὶ μανιάκιν. καὶ αὐτὸν τὸν

μέλλοντα γίνεσθαι κανδιδάτον, φοροῦντα ῥούσεον πεκτοράριν

καὶ λευκὸν χλανίδιν, ἀνιόντος τοῦ βασιλέως εἰς τὸ ἱππικὸν,

δεῖ στῆναι ἐμπρὸς τῆς θύρας τῆς μετὰ τὰ πούλπιτά ποτε·

νῦν δὲ εἰληματικῆς γενομένης σκάλης παρὰ τοῦ εὐσεβοῦς ἡ-

μῶν δεσπότου Ἰουστινιανοῦ, τὸν μέλλοντα προάγεσθαι ἔνθα

ἵστανται οἱ βάρβαροι καὶ προσκυνοῦσιν. καὶ ἅμα εἰσέλθῃ ὁ

392

βασιλεὺς, ὁ κόμης τῆς σχόλης, ἐὰν παρῇ, εἰ δὲ μὴ πάρεστιν,

ὁ πριμικήριος, ἐπιδίδωσιν τῷ μαγίστρῳ τὸ μανιάκιν· καὶ ὁ

μάγιστρος, ἑστὼς ἐκ τῶν δεξιῶν τοῦ βασιλέως, κρατεῖ ταῖς

δύο χερσὶν, καὶ προσφέρει τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐπι-

δίδωσιν αὐτῷ τῷ κανδιδάτῳ, καὶ φιλεῖ τοὺς πόδας αὐτοῦ καὶ

ἀνίσταται. δεῖ δὲ εἰδέναι, ὅτι ὁ λαμβάνων τὸ μανιάκιν τοῦ

κανδιδάτου πάντως καὶ πραισεντάλιος γίνεται. ἐὰν δὲ ἐνα-

ρίθμιός ἐστιν εἰς τοὺς μʹ, προτάττεται καὶ τῶν σουπερνου-

μέρων πάντων σχολαρίων, καὶ ἐνάννωνος τάττεται. καὶ ὅ-

ταν μέλλοι πληροῖν ὁ πριμικήριος τῶν κανδιδάτων πρὸ μιᾶς

ἢ δευτέρας ἡμέρας τῶν καλάνδων Μαΐων, εἰσφέρει αὐτοὺς

ὁ μάγιστρος λευχημονοῦντας παρὰ τῷ δεσπότῃ, καὶ προσκυ-

νοῦσιν οἱ πληρώσαντες καὶ οἱ μέλλοντες ἐπιβαίνειν τῷ πρι-

μικηράτῳ. καὶ οἱ ἄλλοι εὐχαριστοῦσιν. προσφέρεται δὲ καν-

διδάτος καὶ ἐν τῷ ἄρματι, ἔνθα ἵστανται οἱ κανδιδάτοι, καὶ

οὐ μόνον ἐν τῷ ἐνταῦθα παλατίῳ, καὶ ἐν τοῖς προκένσοις,

καὶ ἔνθα ἄν ἐστιν ὁ βασιλεύς. πάντως δὲ εἰς ἐκεῖνον τὸν

τόπον δεῖ προσενεχθῆναι τὸν κανδιδάτον, ἔνθα οἱ κανδιδάτοι

καὶ ἐξκουβεύουσιν καὶ ἵστανται. καὶ ταῦτα μὲν ἡ συνήθεια.

ὁ μέντοι εὐσεβὴς ἡμῶν δεσπότης πολλάκις καὶ ἐν φερίαις καὶ

393

ἔσω καθήμενος ἐκέλευσεν γενέσθαι πάσας ταύτας τὰς στρα-

τίας καὶ δίχα σιλεντίου.

{ΚΕΦ. πζʹ.

Ὅσα δεῖ παραφυλάττειν, ἐὰν ὁ ἀναγορευθεὶς ἐν τοῖς ἄνω μέ-

ρεσιν βασιλεὺς ἀποστείλῃ πρέσβεις καὶ λαυρεάτα, μηδέπω δε-

χθεὶς ὑπὸ τοῦ ἐνταῦθα βασιλέως εἰς τὴν βασιλείαν, καὶ πῶς

βεβαιοῖ τὴν βασιλείαν αὐτοῦ καὶ τοὺς πρέσβεις ἀπολύει.}

Χρὴ, πρεσβευτῶν ἐρχομένων, προμαθεῖν τὸν μάγιστρον

καὶ ἑτοιμάσαι τὰ μητάτα αὐτῶν, καὶ πέμψαι καὶ εἰς ἀπάν-

τησιν αὐτῶν, καὶ εἰσαγαγεῖν ἕκαστον εἰς τὸ ἴδιον μητάτον,

προευτρεπίζονται δὲ καὶ στρώματα καὶ ἀναλώματα αὐτοῖς.

καὶ καταλύουσιν ἐν τοῖς μητάτοις αὐτῶν, καὶ μετὰ μίαν ἢ δύο

ἡμέρας ὁρῶσι τὸν μάγιστρον. ὁ δὲ δεχόμενος παρασκευάζει

ἕκαστον αὐτῶν καθίσαι πρὸς τὰ ἀξιώματα αὐτῶν, καὶ δια-

λέγεται αὐτοῖς, ὅσα χρὴ, καὶ ἀπολύει αὐτούς. αἰτοῦσιν δὲ

αὐτὸν ἐφ' ᾧ μηνυθῆναι τῷ βασιλεῖ, καὶ ὑπισχνεῖται ὁ μά-

γιστρος τοῦτο ποιεῖν καὶ μηνύειν αὐτούς. καὶ ὅτε κελεύσω-

σιν προελθεῖν, ἀπὸ ὀψὲ δίδοται μανδάτα σιλέντιον, καὶ τοὺς

394

πρέσβεις τοὺς ἀπὸ Ἰταλίας δέχεται· καὶ ἐὰν ἔπαρχος ἢ

ἔπαρχοι εἶεν οἱ πρέσβεις, ὁ πρώξιμος τῶν ἀδμηνσιόνων ἀ-

πέρχεται πρὸς αὐτοὺς, καὶ μεταστέλλεται αὐτούς. ἐὰν δὲ μά-

γιστρος εἴη, ὁ βοηθὸς τοῦ μαγίστρου ἀπέρχεται, καὶ φέρει

αὐτὸν εἰς τὸ παλάτιν. ἐὰν δὲ κόμης λαργιτιόνων, ἢ ἄλλην

ἔχων ἰλλουστρίαν ἀρχὴν, ἀδμισσιονάλιος ἀπέρχεται καὶ φέ-

ρει αὐτόν. οὔτε δὲ σιλεντιάριος ἀπαντᾷ τῷ ἐπάρχῳ τῶν

πραιτωρίων ἢ τῷ τῆς πόλεως, οὔτε ἄλλο τί ποτε τῶν εἰω-

θότων ἐπὶ ταῖς ἐνταῦθα ἀρχαῖς γίνεται, ἀλλ' εἰσέρχονται

πάντες οἱ πρεσβευταὶ εἰς τὴν σχολὴν τοῦ μαγίστρου, καὶ ἐκεῖ

περιμένουσιν. καὶ ὅτε καιρὸς, ἀπέρχεται ἀδμισσιονάλιος καὶ

ἀναφέρει αὐτοὺς, καὶ εἰσερχόμενοι προσαγορεύουσιν τοὺς καν-

διδάτους κατὰ μίμησιν τῶν ἄλλων ἀρχόντων, καὶ δέχονται ἀπὸ

τοῦ πραιποσίτου ἀσπαζόμενοι αὐτὸν ἐν τῇ ἰδίᾳ τάξει, καὶ εἰσ-

έρχονται καὶ ἀλλάσσουσιν τὰ ἀτραβατικά. ἀρμάτοι δὲ ἐπὶ

τοῦ βασιλέως οὐκ εἰσέρχονται διὰ τὸ μὴ εἶναι βαρβάρους

τοὺς πρεσβευτάς. καὶ ἐπὰν καθίσῃ ὁ βασιλεὺς μεθὸ δε-

χθῶσιν οἱ ἄρχοντες, ὁ κόμης τῶν ἀδμισσιόνων λέγει „λεβὰ,“

κιτατίονος μὴ γινομένης ὡς ἐπὶ ἄλλων πρεσβεύων, καὶ εἰσέρ-

395

χονται καὶ φιλοῦσιν τοὺς πόδας τοῦ βασιλέως, καὶ ἵστανται ἐν

τῷ μέσῳ, καὶ λέγουσιν τὴν πρεσβείαν, καὶ ἐξέρχονται. ἔστιν δὲ

ὅτε δοκεῖ τῷ βασιλεῖ καὶ παρασκευάζει καὶ λιβελλησίους παρα-

στῆναι καὶ ἐκλαβεῖν τὴν πρεσβείαν, καὶ διαλαλεῖ ἃ βούλεται.

ἐὰν δὲ βεβαιώσει τὴν βασιλείαν, καὶ ὁ ἔπαρχος τῶν πραιτω-

ρίων καὶ ὁ ἔπαρχος τῆς πόλεως, λοιπὸν οὕτως δέχονται ὡς ἐν-

ταῦθα ὄντες ἔπαρχοι, καὶ τὸ περσίκην αὐτοῖς ἀπαντᾷ, καὶ ὁ

μάγιστρος μετὰ τὸν μάγιστρον τὸν ἐνταῦθα περιπατεῖ, καὶ ἁ-

πλῶς ἡ τάξις ἐπὶ τῶν ἀξιωμάτων φυλάττεται. δεῖ δὲ εἰδέναι,

ὅτι ἐπὶ τοῦ τῆς θείας λήξεως Λέοντος ἐπέμφθη Ἡλιοκράτης

παρὰ Ῥωμαίων, τὰ λαυρεάτα Ἀνθεμίου τοῦ βασιλέως ἔχων

καὶ γράμματα αὐτοῦ, καὶ ἐδέχθησαν οἱ πρέσβεις ἐν τῷ κον-

σιστωρίῳ, Ἡλιοκράτης καὶ ἡ εἰκὼν Ἀνθεμίου εἰσενέχθη, καὶ

ἐδέξαντο αὐτὴν οἱ σιλεντιάριοι, καὶ Διαφερέντιος, ἔπαρχος

ὢν Κωνσταντινουπόλεως, εἶπεν ἐγκώμια εἰς ἀμφοτέρους τοὺς

βασιλεῖς καὶ Διοσκόριος, ἀπὸ ἐπάρχων πόλεως, καὶ διελά-

λησεν ὁ βασιλεὺς, ὥστε πεμφθῆναι τὰ λαυρεάτα εἰς πᾶσαν

τὴν πολιτείαν, καὶ τὰς εἰκόνας κοινῇ ἀνατίθεσθαι ἀμφοτέροις

τοῖς βασιλεῦσιν. ἔστιν δὲ ἡ διαλαλία οὕτως· ”αὐτοκράτωρ

Καῖσαρ εὐτυχὴς Λέων νικητὴς ἀεισέβαστος εἶπεν· τοῦ πρᾳ-

396

οτάτου ἄρχοντος Ἀνθεμίου τὸν χαρακτῆρα ἐπὶ πολὺ ἐκδε-

ξάμενοι νῦν ἀποδοθέντα, μεγάλην ἡμῖν εὐφροσύνην ἐνεποίη-

σεν. διὰ τοῦτο θείᾳ νεύσει τὸν αὐτὸν χαρακτῆρα τιμίως πρὸς

χαρμονὴν πάντων τῶν λαῶν ταῖς ἡμετέραις εἰκόσιν κοινω-

νεῖν προστάσσομεν, ὡς ἂν πᾶσαι αἱ πόλεις ἐν εὐφροσύνῃ

διαγνώσονται κοινωνούσας ἑκατέρων μερῶν τὰς ἐξουσίας, τῇ

τε αὐτοῦ ἡμερότητι ἡμᾶς συνηνῶσθαι.” χρὴ δὲ εἰδέναι, ὅτι

καὶ Λίβερ, ὁ πατρίκιος καὶ ἔπαρχος Γαλλιῶν, ἐπέμφθη ἐν-

ταῦθα παρὰ Θευδᾶ τοῦ ῥηγὸς Γότθων καὶ τῆς συγκλήτου

Ῥωμαίων, καὶ δεξάμενος αὐτὸν ὁ εὐσεβὴς βασιλεὺς ἡμῶν

Ἰουστινιανὸς, ἐκέλευσεν αὐτὸν ὡς ἔπαρχον πραιτωρίων καὶ

προϊέναι καὶ ἀναχωρεῖν, καὶ πάντα οὕτως ἐπὶ αὐτοῦ ἐπράτ-

τετο, ὡς ἐπὶ τῶν ἐπάρχων ἀνατολῆς.

{ΚΕΦ. πηʹ.

Ὅσα δεῖ παραφυλάττεσθαι, ὅτε μέλλει δέχεσθαι τοὺς αὐτοὺς

πρέσβεις, καὶ βεβαιοῖ τὴν βασιλείαν καὶ ἀπολύειν αὐτούς.}

Πρὸ μιᾶς δίδοται μανδάτα σιλέντιον, καὶ τοὺς ἀπὸ Ἰτα-

λίας πρέσβεις δέχεται. καὶ μετὰ τὸ καθίσαι αὐτὸν ἐν τῷ

397

κονσιστωρίῳ καὶ εἰσελθεῖν κατὰ τὸ ἔθος πάντας γίνεται αὐ-

τοῖς ἴδιον βῆλον, καὶ εἰσέρχονται, καὶ αἰτοῦσιν πάλιν περὶ

τῶν αὐτῶν, καὶ βεβαιοῖ ὁ βασιλεὺς ἢ ἐγγράφως ἢ ἀγράφως,

ὑπισχνούμενος ἐπιστολὰς πέμπειν περὶ τούτου πρὸς αὐτόν.

καὶ λοιπὸν, ὡς εἴρηται, ἐν τοῖς σιλεντίοις προέρχονται ὡς

ἄρχοντες τοῦ βασιλέως, καὶ ἐὰν ὦσιν ἔπαρχοι ἢ ἔπαρχος,

προσκυνοῦνται παρὰ τῶν δομεστίκων καὶ προτηκτόρων, καὶ τὸ

Περσίκην αὐτοῖς ἀπαντᾷ, καὶ πάντα κατὰ τὸ εἰωθὸς γίνεται.

ἐπὰν δὲ θέλῃ ἀπολῦσαι αὐτοὺς, δεῖ τὸν μάγιστρον ποιῆσαι

γνῶσιν κατὰ γνώμην τοῦ βασιλέως, τί ἕκαστος ὀφείλῃ λαβεῖν,

καὶ πάντων τῶν ἀνθρώπων αὐτῶν τί ἕκαστος λαμβάνει, καὶ

δοῦναι τῷ κόμητι τῶν λαργιτιόνων. καὶ ἐπὰν κἀκεῖνος εὐ-

τρεπισθῇ, δίδωσι σιλέντιον ὁ βασιλεύς. καὶ τῇ ἑξῆς πάντα

γίνεται ὡς ἐν σιλεντίῳ, καὶ ἔρχονται οἱ πρέσβεις, οὐκέτι

πάντες ὁμοῦ, ἀλλ' εἰς τοὺς τόπους αὐτῶν μετὰ τῶν Κων-

σταντινουπόλεως ἀρχόντων ἀναμεμιγμένοι, καὶ κελεύοντος τοῦ

βασιλέως, εἰσάγει ὁ δικουρίων τοὺς ἀνθρώπους αὐτῶν κατὰ

τάγμα τάγμα, καὶ μηνύει ὁ δικουρίων· „κόμητες φυλῶν, δι-

δασκαλικοὶ, λευκοφόροι, δρομεῖς, δεκανοὶ“ καὶ ἁπλῶς πάντας

398

τοὺς μετ' αὐτῶν ἐλθόντας, καὶ δίδωσιν ἕκαστον τὴν ῥόγαν ὁ

βασιλεύς. καὶ μετὰ τὸ ἐξελθεῖν τοὺς ἀνθρώπους αὐτῶν τότε

καὶ αὐτοῖς τοῖς πρεσβευταῖς δίδωσιν ὅσα ἐκέλευσεν εὐτρε-

πισθῆναι εἰς λόγον αὐτῶν, καὶ δέχονται αὐτὸν οἱ σιλεντιά-

ριοι, καὶ ἐγείρεται ὁ βασιλεὺς, καὶ ἐὰν μὴ ὦσιν πατρίκιοι,

προσκυνοῦσιν αὐτὸν, καὶ συντάττονται, εἰ μὲν ἐν τῷ μικρῷ

κάθηται κονσιστωρίῳ, ἐμπρὸς τῶν πορφυρῶν βάθρων ἐν τῷ

θερινῷ κονσιστωρίῳ· εἰ δὲ ἐν τῷ μεγάλῳ κονσιστωρίῳ κά-

θηται, ἄνω πρὸ τῆς θύρας τῶν δευτέρων, καὶ κατέρχονται,

καὶ μίσας ποιοῦσι. τὰ δὲ γράμματα τοῦ βασιλέως λαμβά-

νει ὁ μάγιστρος, καὶ ἔρχονται καὶ συντάττονται αὐτῷ, καὶ

δίδωσιν αὐτά.

{ΚΕΦ. πθʹ.

Ὅσα δεῖ παραφυλάττειν, πρεσβευτοῦ μεγάλου ἐρχομένου Περσῶν.}

Δεῖ, μηνυομένου μεγάλου πρεσβευτοῦ, τὸν μάγιστρον

πέμψαι εἰς τὰ μεθόρια ἕνα ἄρχοντα ἰλλούστριον ἢ σιλεντιά-

ριον ἢ τριβοῦνον ἢ καὶ ἕνα τῶν ἐπισήμων, ἢ μαγιστριανῶν,

ἢ ὃν ἂν συνίδῃ πρὸς τιμὴν τοῦ ἐρχομένου προσώπου πέμψῃ,

ἵνα δέξηται καὶ διασώσει αὐτόν. ὁ δὲ πεμπόμενος εἰσέρχε-

399

ται εἰς τὸ Νησίβιος, καὶ ἀσπάζεται αὐτὸν, καὶ ἐὰν ἔχει

γράμματα τοῦ βασιλέως, ἀποδίδωσιν· (εἰ δὲ μὴ, τοῦ μα-

γίστρου) προτρέποντα αὐτόν. ἴσως δὲ οὐδὲ ὁ μάγιστρος

γράφει, ἀλλ' ἐκ μανδάτων μόνον ἡ προτροπὴ γίνεται, ἐφ' ᾧ

αὐτὸν ἐλθεῖν μετὰ εὐθυμίας καὶ θεραπείας· καὶ ἐξέρχεται

σὺν αὐτῷ. δεῖ δὲ τοὺς ἄρχοντας τοῦ Δάρας ἀπαντῆσαι αὐ-

τῷ μετὰ τῶν στρατιωτῶν ἐν τοῖς μεθορίοις καὶ δέξασθαι

τὸν πρεσβευτὴν καὶ τοὺς ἀνθρώπους αὐτοῦ. καὶ εἰ μέν

ἐστίν τι ὀφεῖλον λαληθῆναι ἐν τοῖς μεθορίοις, λαλεῖται,

τοῦ ἄρχοντος τοῦ Νησίβιος μέχρι τῶν μεθορίων μετὰ πλή-

θους Περσῶν συνερχομένου αὐτοῦ. εἰ δὲ μὴ λαλεῖταί τί

ποτε, καὶ οὕτως δεῖ πάντως συνελθεῖν αὐτὸν μετὰ πλήθους,

καὶ τῶν Ῥωμαίων αὐτὸν παραλαμβανόντων καὶ τοὺς συνόν-

τας αὐτῷ, δεῖ τοὺς λοιποὺς ἀπομεῖναι τῶν Περσῶν ἐν τοῖς

Περσικοῖς τόποις, καὶ αὐτὸν μόνον μετὰ τῶν συνόντων εἰσ-

ελθεῖν εἰς τὸ Δάρας καὶ θεραπευθῆναι. προσήκει δὲ τοὺς

ἄρχοντας τοῦ Δάρας πολλὴν ἀγρυπνίαν καὶ πρόνοιαν ποιεῖ-

σθαι, ὥστε μὴ προφάσει τοῦ πρεσβευτοῦ πλῆθος Περσῶν

συνεισελθεῖν, κατὰ μέρος ἐπακολουθῆσαι, καὶ δόλῳ κρατῆσαι

τὴν πόλιν. ἀλλὰ τούτου τοῦ μέρους πολλὴν πρόνοιαν οἱ ἄρ-

400

χοντες ὤφελον ποιεῖσθαι, καὶ ἐκ τοῦ ἀσυμφανοῦς ἐγρηγορέ-

ναι, καὶ φυλάττειν τὸ σχῆμα τοῦτο. οἱ δουκικοὶ δὲ κατὰ

τὸ εἰωθὸς τὸ δαπάνημα τῆς ὁδοῦ μέχρι τῶν ἐνταῦθα ἡμε-

ρῶν ργʹ ἐπιδιδόασιν. τοσαῦται γὰρ ἐξ ἀρχῆς ὁρίσθησαν ἀρ-

κεῖν τῷ πρεσβευτῇ ἀνιόντι, καὶ τοσαῦται ἀπιόντι. ἔστιν δὲ

ὅτε βραδύνῃ ἐν τῇ ὁδῷ, καὶ κελεύει ὁ βασιλεὺς, καὶ προσ-

θήκη αὐτῷ γίνεται. ἡ δὲ γνῶσις τῶν ἐπιδεδομένων αὐτῷ

σώζεται ἐν τῷ σκρινίῳ τῶν βαρβάρων. καὶ βέρεδα δὲ κατὰ

τὰ πάκτα ἐπὶ Κωνσταντίνου ἐπάρχου πραιτωρίων γενομένου

ἀπενεμήθη αὐτῷ πέντε, καὶ ζῶα λʹ. ὁ δὲ βασιλεὺς, ἐὰν

θέλῃ θεραπεῦσαι αὐτὸν, πολὺ πλέον αὐτῷ ἐπιδοθῆναι κε-

λεύει. εἰ δὲ θέλει καὶ τιμῆσαι αὐτὸν, χρὴ πέμψαι καὶ δέ-

ξασθαι αὐτὸν διά τινος τῶν εὐυπολήμπτων ἐπὶ Γαλατίαν

καὶ Καππαδοκίαν καὶ θρέψαι· ὁμοίως δὲ πέμψαι καὶ εἰς

Νίκαιαν καὶ θρέψαι καὶ θεραπεῦσαι. δεῖ δὲ καὶ τὸν μάγι-

στρον, ἐρχομένου αὐτοῦ περὶ Ἀντιόχειαν, πέμψαι μαγι-

στριανὸν ὀφείλοντα ἀπαντῆσαι καὶ ἀσπάσασθαι αὐτὸν, καὶ

μαθεῖν, πῶς διασώζεται. εἰ δὲ θέλει ὁ βασιλεὺς, καὶ ἅπαξ

καὶ δεύτερον τοῦτο ποιεῖ, καὶ γράφει καὶ ἀσπάζεται, καὶ

ἐρωτᾷ αὐτὸν, πῶς διασώζεται. χρὴ δὲ αὐτῷ καὶ ζῶα εὐ-

τρεπισθῆναι ἐν Ἑλενοπόλει καὶ δρόμονας, ἵνα, εἴτε βούλεται,

401

πεζῇ ἀπέλθῃ ἐπὶ Νικομήδιαν, εἴτε βούλεται, δρόμωσιν ἀν-

τιπεράσῃ, καὶ ἐνδακιδίζῃ δὲ πάντως χρὴ εὐτρεπισθῆναι καὶ

ἵππους καὶ ζῶα, ἵνα δέξωνται αὐτὸν καὶ ἀγάγωσιν μέχρι

Καλχηδόνος· ἐν δὲ Καλχηδόνι τὸν μάγιστρον ἑτοιμάσαι

μητάτα καὶ αὐτῷ καὶ τοῖς ἀνθρώποις αὐτοῦ, καὶ πέμψαι

τὸν ὀπτίονα τῶν βαρβάρων καὶ ἀποθέσθαι αὐτῷ ἀναλώμα-

τα ἕτοιμα τῆς ἡμέρας, ἢ καὶ τῶν ἡμερῶν, ὧν ἔχει ποιῆσαι

ἐν Χαλκηδόνι. καὶ ξένια δὲ πέμπει αὐτῷ. προσήκει δὲ τὸν

μάγιστρον πέμψαι εὐθὺς εἰς ἀσπασμὸν αὐτοῦ, καὶ ἐρωτῆσαι

αὐτὸν, πῶς ἦλθε, καὶ μὴ ἐσιάνθη τί ποτε, καὶ ἁπλῶς κατὰ

τὸ ἐγχωροῦν θεραπεῦσαι αὐτόν. χρὴ δὲ ἐν τῇ πόλει προε-

τοιμασθῆναι τὸ μητάτον αὐτοῦ πρὸς τὴν ἀξίαν τοῦ ἀνθρώ-

που καὶ τὸ πλῆθος, ὅπερ ἐπιφέρεται, καὶ εὐτρεπίσαι ἐν αὐ-

τῷ κραββάτια καὶ στρώμματα καὶ κλιβάνια καὶ ἀρούλλας

καὶ τραπέζας καὶ ὀπέρας, ὥστε ὑδροφορεῖν καὶ τὰς ἄλλας

ῥυπαρὰς ὑπηρεσίας ὑπουργεῖν. ἀλλὰ τὰ μὲν στρώμματα ὁ

κόμης τῶν πριβάτων κατὰ πιττάκιον τοῦ μαγίστρου ἀπολύει,

ἤτοι ὁ σακκελλάριος τοῦ βασιλέως· (νῦν γὰρ εἰς αὐτὸν με-

τηνέχθη ἡ χρεία·) τὰ δὲ κραββάτια καὶ σκύφια καὶ τρα-

402

πέζια καὶ κλιβάνια καὶ χύτρας ὁ ἔπαρχος τῆς πόλεως ἀπο-

λύει, πάλιν κατὰ πιττάκιον τοῦ μαγίστρου. τὰς δὲ ἀρούλλας

οἱ τῶν φαβρίκων παρέχουσιν. ἀπονέμονται δὲ αὐτῷ παρὰ

τοῦ ἐπάρχου καὶ ὄπερες ἐκ τῶν καπηλείων. καὶ δεῖ τὸ βα-

λανεῖον τοῦ οἴκου ἐκείνου, ἐν ᾧ μέλλει, οἰκεῖν, ἑτοιμασθῆναι,

ἢ τὸ πλησίον αὐτοῦ, ἵνα, ὅτε βούλεται, καὶ αὐτὸς καὶ οἱ

μετ' αὐτοῦ λούονται, καὶ αὐτοῖς μόνοις σχολάζει τὸ βαλα-

νεῖον. καὶ ἐπὰν καταπλεύσῃ, δεῖ τὸν μάγιστρον πέμψαι βα-

σιλικοὺς ἵππους· (δίδωσι δὲ αὐτοὺς ὁ σπαθάριος τοῦ βασι-

λέως·) καὶ δέχονται αὐτὸν ἐκ τῶν δρομόνων, καὶ ἀποφέ-

ρουσιν εἰς τὸν οἶκον αὐτοῦ. καὶ εὐθὺς πέμπει ὁ μάγιστρος

καὶ ἀσπάζεται αὐτὸν, καὶ πάλιν ἐρωτᾷ αὐτὸν, πῶς διεσώθη.

πέμπει δὲ αὐτῷ καὶ ξένια διὰ τοῦ ὀπτίονος, ἃ βούλεται· ὡς

ἐπὶ πολὺ δὲ καὶ ὁ πρέσβεις πέμπει, καὶ ἀντασπάζεται τὸν

μάγιστρον. καὶ χρὴ τὸν μάγιστρον δέξασθαι ἠπίως τὸν ἐρ-

χόμενον καὶ δοῦναι ἀνταπόκρισιν ἁρμοδίαν τῷ ἀσπασμῷ.

δηλοῖ δὲ αὐτῷ διὰ τοῦ οἰκείου ἀνθρώπου ὁ μάγιστρος ὅτι

”ἀνάκτησαι σαυτὸν, καὶ ὅτε συνορᾷς, ἀσπάζομαί σε.” κἀ-

κεῖνος τῇ ἑξῆς ἢ μετὰ μίαν προμηνύει, καὶ ἔρχεται καὶ ἀσπά-

ζεται τὸν μάγιστρον, καὶ δέχεται αὐτὸν ἀπὸ στόματος, καὶ

403

ἐρωτᾷ αὐτὸν ὁ μάγιστρος πρὸ πάντων περὶ τῆς ὑγείας τοῦ

βασιλέως αὐτοῦ, ἔπειτα καὶ περὶ τῶν τέκνων τοῦ βασιλέως

αὐτοῦ καὶ περὶ τῶν ἀρχόντων καὶ περὶ τῆς αὐτοῦ καὶ τοῦ

οἴκου αὐτοῦ ὑγείας, καὶ πῶς ἦλθε, μή τί ποτε ἐν τῇ ὁδῷ

ἐσιάνθη, μή τί ποτε παρελείφθη, καὶ λέγει ὅτι „ἐκελεύσθη-

μεν παρὰ τοῦ εὐσεβοῦς ἡμῶν δεσπότου πάντα εἰς θεραπείαν

σου ποιῆσαι· ἐὰν οὖν τί ποτε παρελείφθη, τοῦτο ἡμέτερόν

ἐστιν πταῖσμα. καὶ παρακαλοῦμεν ὑμᾶς μήτε λυπηθῆναι

μηδὲ σιωπῆσαι, ἀλλὰ εἰπεῖν ἡμῖν, ἵνα διόρθωσις γένηται.“

προσκυνοῦσιν δὲ τὸν μάγιστρον καὶ οἱ μετ' αὐτοῦ ὄντες πάν-

τες, ῥίπτοντες ἑαυτοὺς ἐπὶ τοῦ ἐδάφους. καὶ ὅτε δόξῃ τῷ

βασιλεῖ δέξασθαι αὐτὸν, πέμπει ὁ μάγιστρος καὶ δηλοῖ αὐ-

τῷ ὅτι ”ἐκέλευσέν σε ὁ δεσπότης εἰσελθεῖν.” χρὴ δὲ καὶ

τὸν δεσπότην ἐν Χαλκηδόνι, καὶ ἐνταῦθα ἐρχομένου αὐτοῦ,

πέμψαι δηκουρίωνα καὶ ἀσπάσασθαι αὐτὸν καὶ ἐρωτῆσαι πε-

ρὶ τῆς ὑγείας τοῦ βασιλέως αὐτοῦ, καὶ πῶς αὐτὸς διεσώθη.

ἐπὰν δὲ δέχηται αὐτὸν, πέμπει ἀπὸ ὀψὲ ὁ μάγιστρος σου-

βαδίουβαν, καὶ δηλοῖ αὐτῷ ὅτι „ἐκέλευσέν σε ὁ βασιλεὺς

προελθεῖν, καὶ πρόελθε.“ καὶ ὁ βασιλεὺς ὁμοίως πέμπει δι-

κουρίωνα, καὶ ἀσπάζεται αὐτὸν, καὶ δηλοῖ αὐτῷ ὅτι ”τῇ

404

ἑξῆς δεχόμεθά σε, καὶ πρόελθε.” δίδοται οὖν μανδάτα ἀπὸ

ὀψὲ σιλέντιον, καὶ τὸν πρεσβευτὴν τῶν Περσῶν δέχεται. καὶ

χρὴ τὸν ἀδμισσιονάλιον ἐλθεῖν καὶ ἐρωτῆσαι τὸν μάγιστρον

περὶ τῶν λαβαρησίων, καὶ δίδοται μανδάτα, ἵνα καὶ αὐτοὶ

ἀπαντήσωσιν, καὶ δεῖ στῆναι αὐτοὺς εἰς τοὺς τόπους αὐτῶν

μετὰ τοῦ ἄρματος. προέρχονται δὲ πάντες οἱ ἄρχοντες ἀπὸ

ὁλοσηρίκων, καὶ εἰσέρχεται ὁ πρέσβεις διὰ τῆς ῥιγίας, καὶ

δέχεται αὐτὸν ὁ μάγιστρος ἐν τῇ σχολῇ αὐτοῦ, καὶ ἐρωτᾷ

αὐτὸν, εἰ ξένια ἔχει τοῦ βασιλέως, καὶ χρὴ αὐτὸν ἰδεῖν πάν-

τα, πρὶν εἰσέλθωσιν, καὶ λαβεῖν τὴν γνῶσιν αὐτῶν. καὶ εἰσ-

έρχεται πρὸς τὸν βασιλέα ὁ μάγιστρος, καὶ ἀναφέρει αὐτῷ

τὰ περὶ τῶν ξενίων, ἐπιδίδωσι δὲ αὐτῷ καὶ τὴν γνῶσιν. ὁ

δὲ πρέσβης ἀναμένει ἐν τῇ σχολῇ τοῦ μαγίστρου. καὶ μεθὸ

δεχθῶσιν οἱ ἄρχοντες καὶ εἰσέλθωσιν εἰς τὸ κονσιστώριον,

δεῖ τὸν ἀδμισσιονάλιον καὶ τοὺς χαρτουλαρίους τῶν βαρβά-

ρων καὶ τοὺς ἑρμηνευτὰς ἀναγαγεῖν τὸν πρέσβην, καὶ κα-

θίσαι αὐτὸν ἐν τῷ ἀντικονσιστωρίῳ, δοῦναι δὲ τοὺς χαρτου-

λαρίους καὶ ἑρμηνευτὰς κιτατώριν τοῦ μαγίστρου τοῖς ἀδμισ-

σιοναλίοις, καὶ τὰ ἄλλα γίνονται ὡς ἐν σιλεντίῳ. χρὴ δὲ τὸν

405

μάγιστρον ἑτοιμάσαι κανδιδάτους APMATUS καὶ πούερας εὐ-

σχήμους τοὺς ἀκουλουθοῦντας αὐτοῖς. καὶ ἐξέρχεται ὁ βα-

σιλεὺς ἐκ τοῦ κουβουκλείου, δηριγευόμενος ὑπὸ τοῦ πατρι-

κίου, καὶ κάθηται εἰς τὸ μέγα κονσιστώριον, καὶ οἱ ἄρχον-

τες εἰσέρχονται, δηλονότι μετὰ ἀτραβαττικῶν κατὰ τὸ ἔθος.

ἐν τοσούτῳ δὲ δεῖ τὸν ἀδμισσιονάλιον ἀγαγεῖν τὸν πρέσβιν

καὶ παραστῆσαι αὐτὸν εἰς τὸν τοῖχον ἀντὶς τοῦ βήλου τοῦ

μεγάλου θερινοῦ κονσιστωρίου. ἀνοίγονται δὲ αἱ τρεῖς θύ-

ραι τοῦ κονσιστωρίου, ἐὰν ἔχῃ ἵππους εἰς τὰ ξένια· καὶ

τρία βῆλα πάντως κρέμανται ὁλοσήρικα. καὶ μεθὸ δεχθῶ-

σιν πάντες οἱ ἄρχοντες, κιτεύει (ὡς ἐν ὑποθέσει) ὁ μάγι-

στρος οὕτως· „κληθήτω Ἰέσδεκος ὁ πρέσβης Χοσρόου τοῦ

βασιλέως Περσῶν καὶ οἱ σὺν αὐτῷ ἐλθόντες, καὶ ἐπάγει ἀρ-

μάτους.“ ταύτην δὲ τὴν κιτατίονα χρὴ τοὺς τῶν βαρβάρων,

ὡς εἴρηται, δοῦναι τοῖς ἀδμισσιοναλίοις, καὶ οἱ ἀδμισσιο-

νάλιοι ποιοῦσι δύο χαρτία, ἓν μὲν μεγάλοις γράμμασιν γε-

γραμμένον, καὶ διδόασιν τῷ σιλεντιαρίῳ, κἀκεῖνος τῷ ὀστια-

ρίῳ, καὶ προαναγινώσκεται διὰ τοῦ χαρτουλαρίου ἐν τῷ κου-

βουκλείῳ τῷ βασιλεῖ, ἕτερον δὲ πιττάκιον ἐπιδίδωσιν τῷ μα-

γίστρῳ πρὸς ἀνάμνησιν αὐτοῦ. λαμβάνει δὲ καὶ ὁ τερτιοκή-

ριος τὸ ἴσον τῆς κιτατίονος, καὶ στήκει ὀπίσω τοῦ μαγί-

στρου, καὶ ὑπομνήσκει αὐτόν. μετὰ οὖν τὴν κιτατίονα τοῦ

406

μαγίστρον εἰσέρχεται ὁ δηκουρίων εἰς τὸ μικρὸν κονσιστώ-

ριον, καὶ λαμβάνει τοὺς ἀρμάτους κανδιδάτους, καὶ ἐκβάλ-

λει αὐτοὺς, καὶ ἵστησιν αὐτοὺς δεξιᾷ καὶ ἀριστερᾷ ἐμπρὸς

τῶν ἀρχόντων μετὰ τοὺς ὑπατικοὺς, καὶ τηνικαῦτα ἐξέρχε-

ται ἔξω, καὶ ἐὰν ἴδῃ, ὅτι ἕτοιμός ἐστιν ὁ πρεσβευτὴς, κρά-

ζει ὁ δικουρίων ”LEBA”. καὶ ἐπαιρομένου τοῦ βήλου, ῥί-

πτει ἑαυτὸν ἔξω ὁ πρέσβης ἐπὶ τοῦ ἐδάφους, ἔνθα τὸ πορ-

φυροῦν μάρμαρον, καὶ προσκυνεῖ, καὶ ἀνίσταται. καὶ μεθὸ

εἰσέλθῃ τὸν πυλῶνα, πάλιν ῥίπτει ἑαυτὸν, καὶ προσκυνεῖ

ἐπὶ τοῦ ἐδάφους, καὶ ἀνίσταται. καὶ πάλιν ἐν τῷ μέσῳ

τοῦ κονσιστωρίου ὁμοίως προσκυνεῖ, καὶ τότε ἔρχεται καὶ

φιλεῖ τοὺς πόδας, καὶ ἵσταται ἐν τῷ μέσῳ, καὶ ἐπιδίδωσι

τὰ γράμματα, καὶ λέγει τὸν ἀσπασμὸν τοῦ βασιλέως αὐτοῦ.

χρὴ οὖν ἐρωτῆσαι τὸν βασιλέα· „πῶς ὁ ἀδελφὸς ἡμῶν σὺν

Θεῷ ὑγιαίνει; χαίρομεν ἐπὶ τῇ ὑγείᾳ αὐτοῦ,“ καὶ ὅσα θέλει

ἐνδιάθετα ῥήματα, λέγει πρὸς τὸν πρεσβευτήν. μετὰ ταῦτα

λέγει ὁ πρέσβης ὅτι ”ὁ ἀδελφός σου ἔπεμψέν σοι δῶρα,

καὶ παρακαλῶ δεχθῆναι αὐτά.” καὶ ἐπιτρέπει τοῦτο ὁ βα-

σιλεύς. καὶ ἐξέρχεται ὁ πρεσβευτὴς, καὶ μετὰ τῶν ἀνθρώ-

πων αὐτοῦ βαστάζει τὰ δῶρα, καὶ εἰσέρχεται βαστάζων,

αὐτὸς μὲν ἢ πάλλιν ἢ κοσμίδιν ἢ ὁτιδήποτε, ἐάν ἐστιν τί-

μιον, τῶν δὲ ἄλλων ἕκαστος ἓν εἶδος βαστάζει. χρὴ δὲ

407

προετοιμασθῆναι αὐτοὺς διὰ τῶν ἑρμηνευτῶν ἐν τῷ ἀντικον-

σιστωρίῳ, καὶ βαστάζοντας πάντας ἐλθεῖν. καὶ αὐτοὶ δὲ

πάντες εἰς τὸν ἀντικρὺ τῆς σέλλης τοῖχον ἔξω τοῦ βήλου

ἵστανται, καὶ ἐπαιρομένου τοῦ βήλου, ῥίπτουσιν ἑαυτοὺς

ἐπὶ τοῦ ἐδάφους, καὶ πάλιν εἰσέρχονται τὴν θύραν, καὶ

ῥίπτουσιν ἑαυτοὺς, καὶ τρίτον τοῦτο ποιοῦσιν. καὶ τότε δέ-

χονται οἱ σιλεντιάριοι πάντα τὰ δῶρα, καὶ κίνδυνον ἔχου-

σιν καταγαγεῖν αὐτὰ κατὰ τὴν γνῶσιν τοῦ μαγίστρου εἰς τὴν

βεστοσάκραν καὶ παραδοῦναι, καὶ γίνεται αὐτῶν διατίμη-

σις, καὶ δεῖ τοὺς βεστοσακράνους τὴν διατίμησιν τῶν δώρων

εὐθέως ἀγαγεῖν τῷ μαγίστρῳ, ὥστε εἰδέναι αὐτὸν, τί ἐστιν

τὸ προσενεχθὲν, καὶ ἐν καιρῷ ἀντιδώρων ὑπομνῆσαι τὸν βα-

σιλέα, τί χρὴ αὐτὸν ἀντιπέμψαι διὰ ἰδίων πρεσβευτῶν, τῶν

δώρων οὖν προσενεχθέντων, λέγει ὁ βασιλεὺς τῷ πρέσβῃ·

„ἀνάκτησαι σαυτὸν ὀλίγας ἡμέρας, καὶ εἴ τι ἔχομεν λαλῆσαι,

λαλοῦμεν, καὶ μετὰ καλοῦ ἀπολύομέν σε πρὸς τὸν ἀδελφὸν

ἡμῶν.“ καὶ εὐχαριστεῖ ὁ πρέσβης καὶ προσκυνεῖ, καὶ πάλιν

προσκυνεῖ εἰς τοὺς αὐτοὺς τόπους, καὶ ἀναχωρεῖ. καὶ ἐπὰν

χαλασθῇ τὸ βῆλον, ἵσταται ὁ δικουρίων, καὶ κιττεύει ὁ μά-

γιστρος ”STRANFER,” καὶ λαμβάνει τοὺς ἀρμάτους κανδιδάτους

ὁ δικουρίων, καὶ ἐκβάλλει εἰς τὸ μικρὸν κονσιστώριον. καὶ

408

τότε ἀνίσταται ὁ βασιλεὺς, καὶ τὰ λοιπὰ πάντα γίνεται κατὰ

τὸ ἔθος. χρὴ δὲ τὸν πρεσβευτὴν κάτω ἀναμεῖναι εἰς τὴν

σχολὴν τοῦ μαγίστρου, καὶ τὸν μάγιστρον κατελθεῖν καὶ συν-

τάξασθαι αὐτῷ καὶ ἀπολῦσαι.

{ΚΕΦ. Ϙʹ.

Ὅσα δεῖ ἐν ταῖς ἄλλαις ἡμέραις ἐπὶ τοῦ πρεσβευτοῦ παραφυ-

λάττεσθαι.}

Ἐντυχὼν τοῖς γράμμασιν ὁ βασιλεὺς, ὅτε βούλεται, ἐπι-

τρέπει τῷ μαγίστρῳ δηλῶσαι τῷ πρεσβευτῇ, ἵνα τῇ ἑξῆς προ-

έλθῃ εἰς τὸ παλάτιον· δηλοῖ δὲ καὶ αὐτὸς, ἐὰν βούληται,

διὰ σιλεντιαρίου αὐτῷ, ἵνα προέλθῃ, καὶ γίνεται σιλέντιον,

καὶ τὸ ἄρμα κρατεῖται, καὶ οἱ λαβαρήσιοι ἵστανται, καὶ

ἐπὰν προέλθῃ, δέχεται αὐτὸν ὁ μάγιστρος εἰς τὴν σχολὴν

τὴν ἑαυτοῦ, καὶ ἐᾷ καθήμενον αὐτὸν καὶ ἀνέρχεται, καὶ μη-

νύει τῷ βασιλεῖ, καὶ δέχεται αὐτὸν ἔσω, εἴτε ἐν τῷ πορτί-

κῳ, εἴτε ἐν τῷ αὐτῷ αὐγουσταίῳ. εἰ δὲ ἔχει δῶρα ἴδια ὁ

πρέσβης, πρὸ μιᾶς παρακαλεῖ διὰ τοῦ μαγίστρου, ἵνα δε-

χθῶσι, καὶ ἐὰν ἐπιτρέψῃ ὁ δεσπότης, δείκνυσιν αὐτὰ τῷ

μαγίστρῳ ἐν τῇ σχολῇ, καὶ γίνεται αὐτῷ γνῶσις. καὶ χρὴ

409

τὸν μάγιστρον προαναγαγεῖν τῷ βασιλεῖ, ἐπιδεῖξαι δὲ αὐτῷ

καὶ τὴν γνῶσιν τῶν δώρων. καὶ ὁ πρέσβης, ἐὰν θέλῃ δέξα-

σθαι, εἰσερχόμενος παρακαλεῖ τὸν δεσπότην, ἵνα δεχθῇ τὰ

δῶρα αὐτοῦ· καὶ ἐὰν ἐπιτρέψῃ ὁ δεσπότης, εἰσέρχονται οἱ

ἄνθρωποι αὐτοῦ βαστάζοντες τὰ δῶρα αὐτοῦ, καὶ κατὰ τὸ

ὅμοιον σχῆμα γίνεται ὡς ἐπὶ τῶν βασιλικῶν δώρων, καὶ γί-

νεται συντυχία. χρὴ δὲ τὸν βασιλέα πάλιν καὶ συνεχῶς καὶ

καλῶς μεμνῆσθαι τοῦ βασιλέως τῶν Περσῶν καὶ τῆς διαθέ-

σεως αὐτοῦ, καὶ ἐάν ἐστιν εἰρήνη, καὶ τοιαῦτά τινα λαλοῦσιν,

καὶ ἀπολύει αὐτὸν ὁ βασιλεὺς, καὶ ἀναμένει τὸν μάγιστρον

ἔξω, καὶ ἐξέρχεται ὁ μάγιστρος καὶ συντάττεται αὐτῷ ἄνω,

καὶ ἀπολύει αὐτὸν καὶ αὐτός. ἐν δὲ ταῖς ἄλλαις ἡμέραις

μεταστέλλεται αὐτὸν, καὶ λαλεῖ τὰ περὶ τοῦ πράγματος. καὶ

ἐὰν συνίδῃ, ἐπιτρέπει τῷ μαγίστρῳ ἢ καὶ ἄλλοις ἄρχουσι

σὺν αὐτῷ ἔξω λαλῆσαι μετὰ τοῦ πρεσβευτοῦ. ἐὰν δὲ εἴη

τελεία φιλία μεταξὺ τῶν πολιτειῶν, δεῖ τὸν βασιλέα πέμπειν

καὶ συνεχῶς αὐτὸν ἐπισκέπτεσθαι καὶ μανθάνειν, πῶς ἔμει-

410

νεν, καὶ πέμπειν αὐτῷ καὶ μέρη, καὶ ἐν ταῖς ἑορταῖς ταῖς

ἡμετέραις καὶ ταῖς αὐτοῦ ταῖς ἐπισήμοις ξένια, καὶ πολυ-

τρόπως αὐτὸν θεραπεύειν.

{ΚΕΦ. Ϙαʹ.

Ἀναγόρευσις Λέοντος βασιλέως τοῦ τῆς θείας λήξεως.}

Τελευτήσαντος Μαρκιανοῦ τοῦ τῆς θείας λήξεως, καὶ

τοῦ ψηφίσματος εἰς Λέοντα τὸν τῆς εὐσεβοῦς λήξεως γινο-

μένου παρὰ τῆς συγκλήτου, συνῆλθον πάντες ἐν τῷ κάμπῳ,

τοῦτο μὲν οἱ ἄρχοντες καὶ αἱ σχολαὶ καὶ οἱ στρατιῶται, τοῦ-

το δὲ καὶ Ἀνατόλιος ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως,

Μαρτιαλίου ὄντος μαγίστρου· καὶ τῶν λαβάρων καὶ τῶν

σίγνων ἐπ' ἐδάφους κειμένων, ἤρξαντο πάντες κράζειν οὕ-

τως· „εἰσάκουσον, ὁ Θεὸς, σὲ παρακαλοῦμεν. ἐπάκουσον,

ὁ Θεός· Λέοντι ζωή. εἰσάκουσον, ὁ Θεός· Λέων βασιλεύ-

σει. Θεὲ φιλάνθρωπε, Λέοντα βασιλέα τὸ πρᾶγμα τὸ δη-

μόσιον αἰτεῖ· ὁ στρατὸς Λέοντα βασιλέα αἰτεῖ· Λέοντα οἱ

νόμοι ἐκδέχονται· Λέοντα τὸ παλάτιον ἐκδέχεται· αὗται

εὐχαὶ τοῦ παλατίου· αὗται ἐντεύξεις τοῦ στρατοπέδου· αὗ-

ται εὐχαὶ τῆς συγκλήτου· αὗται εὐχαὶ τοῦ λαοῦ· Λέοντα

411

ὁ κόσμος ἀναμένει· Λέοντα ὁ στρατὸς ἐκδέχεται· τὸ κοι-

νὸν καλὸν, Λέων, ἐλθέτω· τὸ κοινὸν ἀγαθὸν, Λέων, βασιλεύ-

σει· εἰσάκουσον, ὁ Θεὸς, σὲ παρακαλοῦμεν.“ καὶ παραχρῆ-

μα Λέων, κόμης ὢν καὶ τριβοῦνος τῶν ματτιαρίων, ἠνέ-

χθη, καὶ ἀνελθόντος αὐτοῦ εἰς τὸ τριβουνάλιον, Βούσαλγος

καμπιδούκτωρ ἐπέθηκεν τῇ κεφαλῇ αὐτοῦ τὸν μανιάκιν, καὶ

ἄλλος μανιάκις ἀπὸ Ὀλυμπίου, ὁμοίως καμπιδούκτορος, ἐν

τῇ δεξιᾷ αὐτῷ ἐπεδόθη· καὶ τὰ λάβαρα εὐθέως ἀνορθώθη,

καὶ ἐκράγη παρὰ πάντων· ”Λέων αὔγουστε, σὺ νικᾷς, σὺ

εὐσεβὴς, σὺ σεβαστός· ὁ Θεός σε ἔδωκεν, ὁ Θεός σε φυ-

λάξει· τὸν Χριστὸν σεβόμενος ἀεὶ νικᾷς· πολλοὺς χρόνους

Λέων βασιλεύσει· χριστιανὸν βασίλειον ὁ Θεὸς περιφρου-

ρήσει.” καὶ παραχρῆμα σκεπαστὸς ἀπὸ χελῶνος ἐν τῷ τρι-

βουναλίῳ παρὰ τῶν κανδιδάτων καὶ τὴν βασιλικὴν ἐνδυσά-

μενος ἐσθῆτα καὶ τὸ διάδημα φορέσας καὶ οὕτω φανεὶς τῷ

δήμῳ, παρὰ πάντων τῶν ἀρχόντων κατὰ τάξιν προσεκυνήθη,

καὶ τὸ σκουτάριν καὶ τὴν λαγκίαν ἐκράτησεν, καὶ ὁμοίως εὐ-

φημήθη παρὰ πάντων οὕτως· „καὶ δυνατὸς καὶ νικητὴς καὶ

σεβαστὸς, εὐτυχῶς, εὐτυχῶς· πολλοὺς χρόνους, Λέων αὔ-

γουστε, βασιλεύσεις· τοῦτο τὸ βασίλειον ὁ Θεὸς φυλάξει·

χριστιανὸν βασίλειον ὁ Θεὸς φυλάξει,“ καὶ ἄλλα τοιαῦτα.

καὶ διελάλησεν διὰ τοῦ λιβελλαρίου οὕτως· ”αὐτοκράτωρ

Καῖσαρ Λέων νικητὴς ἀεὶ σεβαστός· ὁ Θεὸς ὁ παντοδύναμος

καὶ ἡ κρίσις ἡ ὑμετέρα, ἰσχυρώτατοι συστρατιῶται, αὐτο-

κράτορά με τῶν τῶν Ῥωμαίων δημοσίων πραγμάτων εὐτυ-

412

χῶς ἐξελέξατο.” παρὰ πάντων ἐκράγη· „Λέων αὔγουστε,

σὺ νικᾷς· ὁ σὲ ἐκλεξάμενος σὲ διαφυλάξει· τὴν ἐκλογὴν

ἑαυτοῦ ὁ Θεὸς περιφρουρήσει. εὐσεβὲς βασίλειον ὁ Θεὸς

φυλάξει. καὶ εὐσεβὴς καὶ δυνατός.“ ἀπόκρισις. αὐτοκρά-

τωρ Καῖσαρ αὔγουστος· ”ἕξεταί με ἐξουσιαστὴν ἄρχοντα τῶν

κόπων συστρατιώτην, ὧν μεθ' ὑμῶν ἔτι στρατευόμενος ἔμα-

θον ὑπομένειν.” παρὰ πάντων ἐβοήθη· „εὐτυχῶς· ὁ στρα-

τός σε βασιλεύοντα, νικητά· ὁ στρατός σε βασιλεύοντα, εὐ-

τυχῆ· σὲ ποθοῦμεν πάντες.“ ὁ αὔγουστος· ”καὶ ἔγνων, ὁ-

ποῖα ὀφείλω δώματα παρασχεῖν ταῖς δυνάμεσιν.” ὑπὸ πάν-

των ἐκράγη· „καὶ εὐσεβὴς καὶ δυνατὸς καὶ λογιώτατος.“ ὁ

αὔγουστος· ”ὑπὲρ ἐντεύξεως τῆς ἁγίας καὶ εὐτυχοῦς βασι-

λείας μου ἀνὰ εʹ νομισμάτων καὶ λίτραν ἀργύρου καταβου-

κοῦλον δώσω.” παρὰ πάντων ἐβοήθη· „καὶ εὐσεβὴς καὶ

δαψιλής. διὰ σοῦ τιμαὶ, διὰ σοῦ οὐσίαι. χρυσέους αἰῶ-

νας βασιλεύουσα εὐτυχὴς εἴη ἡμῖν ἡ βασιλεία σου.“ αὐτο-

κράτωρ Καῖσαρ αὔγουστος· ”ὁ Θεὸς μεθ' ὑμῶν.” καὶ εἰσ-

ῆλθεν εἰς τὴν πόλιν, καὶ τὰ λοιπὰ ἐγένετο κατὰ τάξιν. μετὰ

οὖν τὴν ἀνάγνωσιν τοῦ λιβελλαρίου εἰσέρχεται εἰς τὸ μουτα-

τώριον, καὶ οἱ πατρίκιοι ἐγγὺς αὐτοῦ καὶ οἱ δύο ἔπαρχοι

καὶ ὁ μάγιστρος, καὶ εἰσέρχονται τρεῖς κατὰ σχολὴν, καὶ

δίδωσιν αὐτοῖς λιγατούρας, καὶ μετὰ ταῦτα λογάρια γίνεται,

καὶ ἀναπληροῦνται. ταῦτα δὲ πράξας, ἐξελθὼν ἀπῆλθε πε-

413

ζεύων εἰς τὸν παπιλεῶνα, τὴν ἐκκλησίαν, μὴ ὄντος ἐκεῖ τοῦ

ἐπισκόπου· ὁ γὰρ ἐπίσκοπος καὶ ὁ κλῆρος αὐτοῦ προέλαβεν

εἰς τὴν μεγάλην ἐκκλησίαν· πρεσβύτεροι δὲ εὑρίσκονται ἐν

τῷ παπιλιῶνι· (ἡ δὲ τοῦ παπιλιῶνος προσηγορία Ῥωμαϊκή

ἐστι Papili. ὃ γὰρ λέγεται, ὃ καλοῦσιν οἱ Ἕλληνες ψυχάριον

τὸ πετάμενον περὶ τὰς κράμβας καὶ τὰ λοιπὰ λάχανα· ἐπει-

δὴ οὖν τὰ παραπετάσματα τοῦ παπιλεῶνος ἔοικεν τοῖς πτε-

ροῖς τοῦ ζωυφίου τούτου, διὰ τοῦτο οἱ Ῥωμαῖοι παπιλιῶνα

αὐτὸν καλοῦσιν.) καὶ ἀποθέμενος ὁ βασιλεὺς ἐν τῷ μουτα-

τωρίῳ τὸν στέφανον, εἰσέρχεται καὶ εὔχεται, καὶ πάλιν ἐξ-

ερχόμενος φορεῖ, καὶ κάθηται λευκῷ ἵππῳ, καὶ ἐπιτρέπει

τοῖς ἄρχουσιν καθίσαι, καὶ ὀψικευόμενος ἔρχεται εἰς τὸν

ἅγιον Ἰωάννην τὸν βαπτιστὴν, καὶ ἐν τῷ μουτατωρίῳ τῷ εὐ-

τρεπισθέντι ἐπαίρει τὸν στέφανον, καὶ δίδωσιν αὐτὸν τῷ

πραιποσίτῳ· ὁ δὲ πραιπόσιτος ὑποκάτω βαστάζει αὐτὸν, καὶ

ὅτε εἰσέλθῃ εἰς τὴν τράπεζαν, ἐπιδίδωσιν αὐτῷ τὸν στέφα-

νον, καὶ ἐπιτίθησιν αὐτὸν ἐπὶ τὴν ἁγίαν τράπεζαν, καὶ ἐπαί-

ρει πάλιν καὶ δίδωσιν αὐτὸν τῷ πραιποσίτῳ, καὶ προσφέρει

κειμήλια, οἷα βούλεται, ὑπουργοῦντος τοῦ κόμητος τῶν πρι-

βάτων. καὶ εἰσερχόμενος εἰς τὸ μουτατώριον φορεῖ τὸν στέ-

414

φανον, καὶ κάθηται τῷ ἵππῳ ἄχρι Ἑλενιανῶν, καὶ κατέρχε-

ται ἐκεῖ, καὶ ἀπαντᾷ αὐτῷ ὁ φύλαξ τοῦ παλατίου, καὶ προσ-

κυνεῖ, ἐὰν μὴ εἴη κυριακὴ, μετὰ τὸ εἰσελθεῖν αὐτὸν τὴν

θύραν τοῦ παλατίου. καὶ ἐὰν εἴη ἀξιωματικὸς, δέχεται αὐ-

τὸν ἀπὸ στόματος· ἐκεῖ δὲ αὐτῷ ἀπαντᾷ καὶ ὁ σταυρὸς ἐκ

δεξιῶν αὐτοῦ ἱστάμενος ἐπ' ἐδάφους καὶ κρατούμενος ὑπὸ

τῶν βεστητόρων. ὁ δὲ βασιλεὺς ἀλλάσσει εἰς τὸ μουτατώ-

ριον, καὶ βάλλει καμπαῖα καὶ λευκὸν αὐρόκλαβον διβητήσιον

καὶ τὴν πορφυρᾶν χλαμύδα, καὶ ἐκεῖθεν ὡς ἐν Μαρτίῳ πᾶ-

σα ἡ διρεκτιὼν γίνεται, καὶ κάθηται εἰς τὴν καρούχαν, προ-

ηγουμένου τοῦ σταυροῦ καὶ τῶν περσικίων. συγκάθηται δὲ

αὐτῷ καὶ ὁ πρῶτος πατρίκιος, ἢ ὃν ἂν ἐπιτρέψῃ, φιλῶν αὐ-

τοῦ τὰς χεῖρας· οἱ γὰρ ἄλλοι ἄρχοντες προλαμβάνουσι· καὶ

ἐλθὼν εἰς τὸν φόρον Κωνσταντίνου, κατέρχεται ἐκ τῆς κα-

ρούχας, καὶ δέχεται τὸν ὕπαρχον τῆς πόλεως καὶ τὴν σύγ-

κλητον. προσφέρει δὲ αὐτῷ ὁ πρῶτος τῶν συγκλητικῶν με-

τὰ τοῦ ἐπάρχου τῆς πόλεως μοδίολον χρυσοῦν. καὶ μετὰ τὸ

δέξασθαι πάντας ἀπὸ στόματος, ἀνέρχεται εἰς τὴν καρού-

χαν, καὶ μόνος κάθηται. δηριγεύεται δὲ ὑπὸ τῶν συγκλητι-

κῶν καὶ τῶν ἀρχόντων, καὶ ἔρχεται εἰς τὴν ἐκκλησίαν παρι-

415

ὼν διὰ τοῦ αὐγουσταίου ἀντικρὺ τοῦ ὡρολογίου, καὶ εἰσέρ-

χεται διὰ τοῦ μεγάλου πυλῶνος ἐπὶ τὸ μέσαυλον. ἐν δὲ τῷ

νάρθηκι γίνεται μουτατώριον, καὶ ἀποτίθεται τὸν στέφανον,

καὶ πάλιν λαμβάνει αὐτὸν ὁ πραιπόσιτος, καὶ ἐπιδίδωσιν,

καὶ ἀποτίθεται αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ

προσφέρει κειμήλια, ἅπερ βουληθείη, καὶ χρυσίον δωρεῖται,

(διαφόροις γὰρ οἱ βασιλεῖς δωρεαῖς φαίνονται πρὸς τοῦτο

χρησάμενοι,) καὶ ἐξέρχεται καὶ ἵσταται ὀλίγον ἐμπρὸς τοῦ

καγκέλλου, καὶ μετὰ ταῦτα εἰσέρχεται εἰς τὸ παρατίκλιν, καὶ

ἀκούει τοῦ εὐαγγελίου· ἐὰν δὲ θέλει, καὶ συνάγεται, καὶ

ἀναχωρεῖ, ἐπιτιθέντος αὐτῷ τὸν στέφανον τοῦ ἐπισκόπου,

κατὰ τὸ ἔθος τῶν προκέσσων τῆς ἐκκλησίας ῥογεύει τοῖς κλη-

ρικοῖς, καὶ ἔρχεται ἐπὶ τὸ παλάτιον, καὶ ἀπαντῶσιν αὐτῷ

πάντες οἱ συγκλητικοὶ ἔσω τῆς ῥηγίας· ἀπαντῶσι δὲ αὐτῷ

καὶ οἱ κόμητες τῶν σχολῶν οἱ φυλάξαντες τὴν πόλιν καὶ τὸ

παλάτιον, (δεῖ γάρ τινας αὐτῶν ἀπομεῖναι καὶ φυλάξαι τὸ

παλάτιον μέχρι οὗ ὑποστρέψῃ ὁ γενόμενος βασιλεὺς,) προσ-

κυνοῦσιν αὐτὸν, ἐὰν μὴ εἴη κυριακὴ, καὶ φιλοῦσιν τοὺς

πόδας, καὶ δέχεται αὐτοὺς ἀπὸ στόματος· καὶ μετὰ ταῦτα

προσφέρουσιν αὐτῷ οἱ συγκλητικοὶ ἅμα τῷ ἐπάρχῳ τῆς πό-

λεως πιττάκιον τρισχιλίων λιτρῶν ἀργύρου, καὶ μεθὸ δέξη-

ται, ἀντιχαρίζεται αὐτοῖς τὸ πιττάκιον, καὶ οὕτως εἰσέρχε-

ται δηριγευόμενος ὑπὸ πάντων, καὶ συντάσσονται οἱ ἔπαρχοι

416

καὶ ὁ ἔπαρχος ἐν τῷ κονσιστωρίῳ κατὰ τὸ ἔθος. οἱ δὲ συγ-

κλητικοὶ καὶ πάντες οἱ ἄρχοντες ἵστανται, καὶ εἰσέρχεται εἰς

τὸ κουβούκλειον μετὰ τῶν πατρικίων, καὶ ἐκεῖ συντάττονται

οἱ πατρίκιοι καὶ ἐξέρχονται, καὶ δίδονται μίσσαι. δεῖ δὲ εἰ-

δέναι, ὅτι ὅρκον οἱ ἄρχοντες τοῦ παλατίου παρέχουσιν, ὡς

οὐκ ἐπιβουλεύουσιν αὐτῷ ἢ τῇ πολιτείᾳ, καὶ τὸ περὶ τούτου

ὁρκοσκοπικὸν φυλάττεται παρὰ τῷ βασιλεῖ· ἐὰν δὲ εἴη αὐ-

γούστα ἐν τῷ παλατίῳ, ἀπαντᾷ τῷ βασιλεῖ ἐν τῷ παλατίῳ,

ἤτοι ἐν τῷ αὐγουσταίῳ ἔσω, καὶ ὁ βασιλεὺς φιλεῖ τὴν κε-

φαλὴν αὐτῆς· καὶ τρέφει ὁ βασιλεὺς ἐν τῷ μεγάλῳ τρικλί-

νῳ, ἐν μὲν τῷ ἰδίῳ αὐτοῦ ἀκουβίτῳ τοὺς πραιποσίτους καὶ

πατρικίους, οὓς βούλεται, καὶ τοὺς ἐπάρχους καὶ τὸν μά-

γιστρον, ἐν δὲ τοῖς ἄλλοις ἀκουβίτοις τοὺς στρατιώτας, οὓς

ἂν κελεύσει, ἢ ἄρχοντας στρατιωτικούς. εἰσέρχονται δὲ καὶ

παίγνια ἐν τῷ ἀρίστῳ, ἐὰν συνίδῃ ὁ βασιλεύς. χρὴ εἰδέναι,

ὅτι ἀπὸ Ἑλενιανῶν ἕως τῆς πόρτης δύο κόμητες σχολῶν κρα-

τοῦσι τὰ μῆλα τῆς καρούχας, ἀπὸ δὲ τῆς πόρτης ἕως τοῦ

φόρου δύο κόμητες δομεστίκων, ἀπὸ δὲ τοῦ φόρου ἕως τοῦ

παλατίου δύο ἀπὸ ὑπάτων στρατιωτικοὶ κατὰ τὸ σχῆμα τὸ

λεχθησόμενον ἐν τοῖς περὶ τοῦ Μαρτίου γεγραμμένοις. εἰ

δὲ βούλεται ὁ βασιλεὺς, ἀναχωρῶν ἐκ τῆς ἐκκλησίας ποιεῖ

κονσιστώριον, καὶ δέχεται πάντας ἀπὸ λευκῶν χλανιδίων

417

καὶ τζαγγίων διὰ τὸ ὡς ἀπὸ προκένσου ἐλθεῖν, καίτοι τοῦ

βασιλέως καμπάγια φοροῦντος, καὶ κιτεύονται οἱ ἄρχοντες,

καὶ ποιεῖ προαγωγὰς, ἃς βούλεται. δεῖ δὲ ἐν τῷ ἀρίστῳ

πάντας καμπάγια φορέσαι καὶ λευκὰ χλανίδια, καὶ οὕτως

συναριστῆσαι αὐτῷ. τῇ δὲ ἑξῆς ἱππικὸν ἐπιτελεῖται, ἐὰν ἡ

ἡμέρα μὴ κωλύει, πάντων ὁμοίως λευκὰ χλανίδια καὶ καμ-

πάγια φορούντων, καὶ πάλιν τρέφει, ἐὰν ἀρέσκει αὐτῷ. καὶ

ταῦτα μὲν ἡ ἀρχαιότης. νῦν δὲ ἐπενοήθη καὶ ἐν τῷ ἱππικῷ

τὰς ἀναγορεύσεις γίνεσθαι. ἀναγκαῖον δὲ ἐνομίσαμεν καὶ

ἑτέρων βασιλέων ἀναγορεύσεις ἐν ἐπιτόμῳ γράψαι, ἵνα ἕκα-

στος τὸ εὐτακτότερον καὶ ἀρέσκον αὐτῷ, καιροῦ γινομένου,

(ὅπερ βραδέως ὁ Θεὸς ποιήσει,) ἐπιλέξηται.

{ΚΕΦ. Ϙβʹ.

Ἀναγόρευσις Ἀναστασίου βασιλέως τοῦ τῆς θείας λήξεως.}

Ὁ τῆς εὐσεβοῦς λήξεως Ἀναστάσιος ἐν τῷ ἱππικῷ ἀνη-

γορεύθη οὕτως. ἀποθανόντος Ζήνωνος τοῦ τῆς θείας λήξεως,

ἐν τῇ νυκτὶ τῇ ἑξῆς συνήχθησαν οἱ ἄρχοντες καὶ οἱ συγκλη-

418

τικοὶ καὶ ὁ ἐπίσκοπος ἐν τῷ πορτίκῳ τῷ πρὸ τοῦ μεγάλου

τρικλίνου, ὁ δὲ δῆμος ἐν τῷ ἱππικῷ ἐν τοῖς ἰδίοις μέρεσιν,

οἱ δὲ στρατιῶται καὶ αὐτοὶ ἐν τῷ ἱππικῷ ἐν τῷ στάματι.

καὶ πάντες συναχθέντες ἐξεβόων, τοῦ λειψάνου ἔτι ἔσω κει-

μένου. συνεῖδον οὖν οἱ ἄρχοντες Ἀριάδνην τὴν τῆς θείας

λήξεως αὐγούσταν ἀνελθεῖν εἰς τὸ ἱππικὸν καὶ προσφωνῆ-

σαι τῷ δήμῳ. καὶ δὴ ἀνῆλθεν φορέσασα τὴν χλαμύδα, καὶ

συνεισῆλθον αὐτῇ οἱ δύο πραιπόσιτοι καὶ ὁ μάγιστρος καὶ ὁ

καστρήσιος καὶ ὁ κυαίστωρ καὶ οἱ ἄλλοι πάντες, ὅσοι ἔθος ἔ-

χουσιν συνθεωρεῖν τῷ βασιλεῖ ἐν ταῖς ἱπποδρομίαις. συνεισ-

ῆλθον δὲ ἐν τῷ ἱππικῷ καὶ κουβουκλάριοι ὀλίγοι τοῦ μέρους

αὐτῆς, οὐ μὴν ἀλλὰ καὶ ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπό-

λεως, Εὐφήμιος. οἱ δὲ ἄλλοι ἄρχοντες ἐμπρὸς ἔστησαν, ἔν-

θα οἱ κούρσωρες ἐν τῷ καγκέλλῳ, καὶ ἐν τοῖς βάθροις κατὰ

τάξιν, οἱ μὲν χαρτουλαρικοὶ ἐκ τῶν δεξιῶν, οἱ δὲ στρατιωτι-

κοὶ ἐκ τῶν ἀριστερῶν. καὶ ὡς ἔστη ἡ αὐγούστα καὶ ἐφάνη

τῷ δήμῳ, πάντες ἔκραξαν· „Ἀριάδνη αὐγούστα, σὺ νικᾷς·

εὐσεβῆ Κύριε, ζωὴν αὐτῇ·“ καὶ πολλάκις τὸ ”Κύριε, ἐλέη-

σον” εἶπον, „πολλὰ τὰ ἔτη τῆς αὐγούστης· ὀρθόδοξον βα-

σιλέα τῇ οἰκουμένῃ.“ ἡ δὲ αὐγούστα προσεφώνησεν αὐτοῖς

διὰ λιβελλησίων ἐξ αὐτῶν τῶν βάθρων. ὁ γὰρ λιβελλήσιος

ἐν αὐτοῖς τοῖς βάθροις ἱστάμενος ἐν τῷ καγκέλλῳ ἐμπρὸς τῆς

419

σέλλης, ἔνθα ἵστανται οἱ κούρσωρες, ἀνέγνω οὕτως· ”ἡ ὑ-

μετέρα γενναιότης τὰ πρέποντα καὶ νῦν τῇ καθοσιώσει συν-

ήθως ἐπεδείξατο καὶ τὴν εὐταξίαν ἐβεβαίωσεν, τὰ ὀφειλόμε-

να τῇ βασιλείᾳ φυλάξασα.” παρὰ πάντων ἐβοήθη· „ἡμεῖς

δοῦλοι τῆς αὐγούστης· εὐσεβῆ Κύριε, ζωὴν αὐτῇ· πολλὰ

τὰ ἔτη τῆς αὐγούστας· Ἀριάδνη αὐγούστα, σὺ νικᾷς· Ῥω-

μαίων βασιλέα τῇ οἰκουμένῃ.“ ἀπόκρισις· ”ὅτι καὶ πρὸ τῶν

ὑμετέρων αἰτήσεων ἐκελεύσαμεν τοῖς ἐνδοξοτάτοις ἄρχουσι

καὶ τῇ ἱερᾷ συγκλήτῳ μετὰ κοινῆς τῶν γενναιοτάτων δοκιμα-

σίας ἄνδρα ἐπιλέξασθαι Χριστιανὸν Ῥωμαῖον καὶ πάσης γέ-

μοντα βασιλικῆς ἀρετῆς, ὥστε μήτε χρημάτων, μήτε ἄλλῳ

τινὶ, ὅσον τό γε ἐν ἀνθρώποις, ἀνθρωπίνῳ πάθει ὑποκεῖσθαι.”

ὑπὸ πάντων ἐκράγη· „πολλὰ τὰ ἔτη τῆς αὐγούστης· Ἀρι-

άδνη αὐγούστα, σὺ νικᾷς. τῆς φιλοχρίστου βασιλίδος πολλὰ

τὰ ἔτη· Κύριε, ἐλέησον. βασιλεῦ οὐράνιε, δὸς ἡμῖν ἐπίγειον

ἀφιλάργυρον βασιλέα τῇ οἰκουμένῃ.“ ἀπόκρισις· ”ὥστε δὲ

καθαρὰν καὶ τῷ δεσπότῃ Θεῷ ἀρέσκουσαν τὴν κρίσιν γενέ-

σθαι, ἐκελεύσαμεν τοὺς ἐνδοξοτάτους ἄρχοντας καὶ τὴν ἱερὰν

σύγκλητον, συντρεχούσης καὶ τῆς τῶν γενναιοτάτων ἐξερκί-

των ψήφου, προκειμένων καὶ τῶν ἁγίων εὐαγγελίων, παρόν-

τος τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου τῆς βασιλίδος ταύτης πό-

420

λεως πατριάρχου, καὶ προκειμένων, ὡς εἴρηται, τῶν ἁγίων

λογίων, γενέσθαι τὴν ἐπιλογὴν, ἐφ' ᾧτε μηδένα μηδὲ φιλί-

ας, μηδὲ ἔχθρας, μηδὲ σκοποῦ, μηδὲ συγγενίας, μηδὲ ἄλλου

τινὸς ἰδίου μεμνημένον, ἀλλ' ἔχοντα καθαρὸν τὸ συνειδὸς καὶ

ὅλον πρὸς τὸν δεσπότην Θεὸν νενευκὸς, οὕτως ποιήσασθαι

τὴν ἐπιλογήν. ἐπειδὴ οὖν, ὡς καὶ ἡ ὑμετέρα καθορᾷ καθο-

σίωσις, τὸ πρᾶγμα μέγα καὶ περὶ κοσμικῆς πρόκειται σωτη-

ρίας, προσήκει τὴν ὑμετέραν καθοσίωσιν μικρὸν ἐνδοῦναι,

ὥστε καὶ τὴν κηδείαν τοῦ τῆς θείας λήξεως Ζήνωνος προβῆ-

ναι δεόντως, καὶ μὴ ἐκ προπετοῦς ἐπιλογῆς γενέσθαι τι με-

ταμελίας ἄξιον.” ὑπὸ πάντων ἐκράγη· „καλὰ πάσχα τῇ οἰ-

κουμένῃ, εὐταξίαν καὶ εὐθηνίαν τῇ πόλει. πολλὰ τὰ ἔτη τῆς

αὐγούστας. ἔξω βάλε τὸν κλέπτην ἔπαρχον τῇ πόλει· πολλὰ

τὰ ἔτη τῆς βασιλίσσης. Κύριε, ζωὴν αὐτῇ· ὅλα τὰ καλὰ

ἐπὶ σοῦ γένηται, Ῥωμαῖα, εἰ οὐδὲν ξένον αὔξει τὸ γένος τῶν

Ῥωμαίων. τὸ βασίλειον σόν ἐστιν, Ἀριάδνη αὐγούστα. σὺ

νικᾷς.“ ἀπόκρισις· ”εὐχαριστοῦμεν τῷ δεσπότῃ Θεῷ, ὅτι πάν-

τα, ὅσα ὑμῖν ἐστιν καὶ συμφέροντα καὶ καταθύμια, ταῦτα

καὶ πρὸ τῶν ὑμετέρων αἰτήσεων εἰς τὸν νοῦν τὸν ἡμέτερον

ἔρχεται καὶ πληροῦται. καὶ γὰρ πρὸ τῆς ἐνταῦθα ἀνόδου

συνιδόντες χρήζειν τὴν ὑμετέραν καθοσίωσιν ἀνδρὸς ἔμφρο-

421

νος καὶ τῆς ὑμετέρας εὐζωΐας προνοοῦντος, φθάσαντες καὶ

προλαβόντες τὰς ὑμετέρας αἰτήσεις, τὸν ἐνδοξότατον Ἰουλια-

νὸν εἰς τὴν ὕπαρχον ἀρχὴν, τοῦ δεσπότου Θεοῦ ἐπινεύσαν-

τος, προβαλλόμεθα.” ὑπὸ πάντων ἐκράγη· „ταύτη καλὴ ἀρ-

χή. πολλὰ τὰ ἔτη τῆς αὐγούστας, πολλὰ τὰ ἔτη τῶν ἀρχόν-

των.“ ἀπόκρισις· ”τῆς οὖν ὑμετέρας ἐστὶν καθοσιώσεως, ὥσ-

περ ἀεὶ ἐφυλάξατε, οὕτω καὶ νῦν φυλάξαι τὴν εὐταξίαν.

τῆς γὰρ ὑμετέρας εὐζωΐας καὶ πάντων τῶν συμφερόντων ὑ-

μῖν πρῶτον μὲν ὁ δεσπότης Θεὸς, ἔπειτα δὲ καὶ…

The complete text is available when the reading interface loads.