The Greek Library Catalogue

Anonymous

De cerimoniis aulae Byzantinae

Edition reference
De cerimoniis aulae Byzantinae (lib. 1.1– 92), ed. A. Vogt, Le livre des cérémonies, vols. 1–2, Paris: Les Belles Lettres, 1:1935; 2:1939 (repr. 1967): 1:1–179; 2:1–187.
CTS identifier
urn:cts:greekLit:tlg3023.tlg011.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

3

{ΑʹὍσα δεῖ παραφυλάττειν,

προκένσου γινομένου ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ,

ἤτοι τάξις καὶ ἀκολουθία

τῶν εὐσήμων καὶ περιφανῶν προελεύσεων,

ἐν αἷς οἱ βασιλεῖς ἀπίασιν

ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ.}

Πρὸ μιᾶς ἡμέρας τῆς οἵας οὖν ἐνισταμένης περιφα-

νεστάτης ἑορτῆς εἰσέρχονται οἱ πραιπόσιτοι ἐν τῷ Χρυ-

σοτρικλίνῳ, τῆς καθημερινῆς δηλονότι ἱσταμένης προε-

λεύσεως, καὶ ὑπομιμνήσκουσι τοὺς δεσπότας περὶ τῆς

ἑορτῆς, εἶτα κελεύουσιν τούτους οἱ δεσπόται ἄγεσθαι ἐπὶ

τὴν αὔριον πρόκενσον ἤτοι προέλευσιν. Οἱ δὲ ἐξερχόμενοι

ὁρίζουσι πᾶσιν τοῖς τοῦ κουβουκλείου, ὁμοίως καὶ τῷ

κατεπάνῳ καὶ τῷ δομεστίκῳ τῶν βασιλικῶν, σὺν τούτοις

δὲ καὶ τοῖς δυσὶ δημάρχοις· ἀποστέλλουσι δὲ καὶ μανδάτα

τῷ τε δομεστίκῳ τῶν νουμέρων καὶ τῷ κόμητι τῶν τειχέων,

καί, ἁπλῶς εἰπεῖν, πάσαις ταῖς τάξεσι καὶ πᾶσι τοῖς

σεκρέτοις καταμηνύουσι περὶ τῆς τοιαύτης προελεύσεως,

ἵνα ἑκάστη τάξις καὶ ἕκαστον σέκρετον κατὰ τὴν ἰδίαν

τάξιν καὶ κατὰ τὸν ἴδιον τοῦ σεκρέτου τύπον τὰ αὐτοῖς

ἁρμόζοντα προευτρεπίσωσι. Καὶ μὴν καὶ τῷ ὑπάρχῳ τῆς

πόλεως γνωρίζουσι τοῦ εὐτρεπίσαι καὶ ἀνακαθᾶραι τὴν

4

βασιλικὴν ἔξοδον, ἐν ᾗ μέλλουσιν οἱ δεσπόται προελθεῖν,

καὶ πάσας τὰς ἐκεῖσε εἰσφερούσας λεωφόρους ὁδούς, ἐν αἷς

μέλλουσι διέρχεσθαι οἱ δεσπόται διὰ τοῦ πυξίνου πρίσμα-

τος καὶ τῆς ἐκ κισσοῦ καὶ δάφνης μυρρίνης τε καὶ δενδρο-

λιβάνου ταύτην κατακοσμεῖν καὶ ἄλλοις, ὅσα ὁ τότε φέρει

καιρός, εὐώδεσί τε καὶ ποικίλοις ἄνθεσι.

Τῇ δὲ ἐπαύριον, ἤγουν τῇ ἡμέρᾳ τῆς αὐτῆς ἑορτῆς,

ἔωθεν πρωΐας εἰσέρχονται οἱ πραιπόσιτοι μετὰ πάσης τῆς

τάξεως τοῦ κουβουκλείου εἰς τὸν Καβαλλάριον, καὶ καθέ-

ζονται ἐκεῖσε. Τοῦ δὲ μεγάλου καὶ οἰκειακοῦ παππίου

ἀνοίγοντος, εἰσέρχονται, καὶ καθέζονται ἐν τῷ βήλῳ τοῦ

Πανθέου, καὶ εἶθ' οὕτως εἰσέρχονται οἱ βεστήτορες, καὶ

αἴρουσι τὴν Μωσαϊκὴν ῥάβδον ἀπὸ τοῦ εὐκτηρίου τοῦ

Ἁγίου Θεοδώρου τοῦ ὄντος ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ οἱ τῶν

ἀλλαξίμων τοῦ κουβουκλείου, μετὰ καὶ τῶν τῇ τάξει

αὐτῶν διαιταρίων, αἴρουσι τὸ ταβλίν, ἐν ᾧ ἀπόκειται ἡ

βασίλειος ἐσθής, καὶ τὰ κορνίκλια, ἅπερ τὰ βασίλεια

ἔνδοθεν περιφέρουσι στέμματα, καὶ οἱ βασιλικοὶ σπαθάριοι

τὰ βασιλικὰ αἴρουσιν ἄρματά τε καὶ σκουτάρια καὶ τὰ

δόρατα, καὶ ἡ μὲν τῶν ἀλλαξίμων τάξις φέρει τὴν βασί-

λειον στολήν, καὶ ἀποτίθησιν ἐν τῷ ὀκταγώνῳ κουβουκλείῳ

τῷ ὄντι ἐν τῷ παλατίῳ τῆς Δάφνης, ἤγουν πρὸ τοῦ ναοῦ

τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου· οἱ δὲ τὰ ἄρματα

φέροντες σπαθάριοι ἵστανται μετ' αὐτῶν ἐν τῷ Ὀνοποδίῳ·

καὶ δὴ τῶν δεσποτῶν ἀπὸ σκαραμαγγίων ἐξιόντων τοῦ

ἱεροῦ κοιτῶνος, καὶ τὴν συνήθη εὐχὴν ἐν τῇ κόγχῃ τοῦ

Χρυσοτρικλίνου, ἐν ᾗ ἱστόρηται ἡ τοῦ Κυρίου ἡμῶν καὶ

Θεοῦ θεοείκελος ἁγία εἰκὼν ἐπὶ θρόνου καθεζομένη, τῷ

Θεῷ ἀποδιδόντων, εἰσέρχονται οἱ πραιπόσιτοι ἀπὸ τοῦ

βήλου τοῦ Πανθέου, καὶ προσκυνοῦσι τοὺς δεσπότας, καὶ

εἶθ' οὕτως βάλλουσιν οἱ δεσπόται τὰ ἑαυτῶν χρυσοπερί-

5

κλειστα σαγία, καὶ ἐξίασι διὰ τοῦ Φύλακος. Ἐν δὲ τῷ

Σίγματι ἐκδέχεται αὐτοὺς τό τε μαγλάβιον καὶ ἡ ἑταιρεία

καὶ ὁ λογοθέτης, μετὰ τοῦ κανικλείου καὶ τοῦ πρω-

τοασηκρήτις καὶ τοῦ πρωτονοταρίου, καὶ ἐπευχόμενοι

τοῖς δεσπόταις, τούτοις συμπορεύονται.

Καὶ ἀπερχόμενοι οἱ δεσπόται ἐν τῷ πρωτοκτίστῳ ναῷ

τῆς ὑπεραγίας Θεοτόκου, λαμβάνουσι κηροὺς παρὰ τῶν

πραιποσίτων, δηλονότι ὑπὸ κουβικουλαρίου διδομένους

τοῖς πραιποσίτοις καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν

προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ. Καὶ εἶθ' οὕτως

ἐν τῷ κατεκείνῳ ἤτοι μετεκείνῳ εὐκτηρίῳ τῆς Ἁγίας

Τριάδος, κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν

προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ εἶθ' οὕτως

εἰσέρχονται ἐν τοῖς ἐκεῖσε ἀποκειμένοις ἐν τῷ στενακίῳ

λειψάνοις, κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν

προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ. Εἶτα ἐξέρχονται

εἰς τὸν βαπτιστῆρα, ἐν ᾧ ἵστανται οἱ τρεῖς εὐμε-

γέθεις καὶ περικαλλεῖς σταυροί, καὶ διὰ νεύματος τοῦ

πραιποσίτου πηγνύουσιν ἐκεῖσε οἱ κουβικουλάριοι οὓς

κατέχουσι κηροὺς οἱ δεσπόται· ἀπὸ τῶν ἐκεῖσε διέρ-

χονται καὶ τοῦ τρικλίνου τοῦ Αὐγουστέως, ἐν ᾧ ἐκδέ-

χονται οἵ τε τοῦ Χρυσοτρικλίνου καὶ οἱ βασιλικοὶ

ἄνθρωποι· κἀκεῖσε γὰρ ἐπεύχονται σὺν τοῖς μαγλαβίταις

καὶ τοῖς ἑταιρειώταις τοὺς δεσπότας. Οἱ δὲ δεσπόται

μετὰ τοῦ κουβουκλείου μόνου καὶ τῶν κοιτωνιτῶν εἰσέρ-

χονται ἕως τοῦ ὀκταγώνου κουβουκλείου τοῦ ὄντος πρὸ τοῦ

Ἁγίου Στεφάνου, ἐν ᾧ καὶ ἡ βασίλειος ἀπόκειται στολή,

καὶ ἐκεῖσε ἵστανται οἱ τοῦ κουβουκλείου ἐπευχόμενοι

6

τοὺς δεσπότας. Ἀπὸ δὲ τῶν ἐκεῖσε εἰσέρχονται οἱ

δεσπόται σὺν τοῖς πραιποσίτοις ἐν τῷ ναῷ τοῦ ἁγίου

πρωτομάρτυρος Στεφάνου, καὶ διὰ τῆς τρισσῆς μετὰ

τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ

εἶθ' οὕτως προσκυνοῦσι τὸν μέγαν καὶ περικαλλῆ καὶ

πολυτίμητον τοῦ ἁγίου Κωνσταντίνου σταυρόν.

Καὶ μετὰ τὸ τελέσαι ταῦτα εἰσέρχονται ἐν τῷ

κοιτῶνι τῆς Δάφνης, ἐκδεχόμενοι τὸν καιρόν, ἤγουν

τὸν ῥεφερενδάριον φέροντα τὸ μανδάτον ἀπὸ τοῦ

πατριάρχου καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, καὶ

δὴ εἰσέρχονται οἱ πραιπόσιτοι, καὶ τὴν εἴδησιν τούτων

διδοῦσι τοῖς δεσπόταις. Ἐξιόντες δὲ οἱ δεσπόται

ἐν τῷ ὀκταγώνῳ κουβουκλείῳ, κράζει φωνῇ μεγάλῃ

ὁ πραιπόσιτος, λέγων· βεστήτορες· καὶ δὴ εἰσέρ-

χονται οἱ βεστήτορες καὶ περιτιθέασι τοῖς δεσπόταις

τὰς τούτων λαμπρὰς χλανίδας, καὶ εὐθέως ἐξέρ-

χονται· οἱ δὲ πραιπόσιτοι στέφουσιν τοὺς δεσπότας,

δηλονότι τοῦ κουβουκλείου παντὸς παρισταμένου κἀκεῖσε,

ὅτε ταῦτα τελοῦνται, καὶ μετὰ τὸ στεφθῆναι τοὺς

δεσπότας ἐξέρχονται διὰ τοῦ τρικλίνου τοῦ Αὐγουστέως·

ἐκεῖσε γὰρ ἵσταται ὁ λογοθέτης τοῦ δρόμου καὶ ὁ τοῦ

κανικλείου καὶ ὁ κατεπάνω τῶν βασιλικῶν καὶ τὸ μαγλάβιν

καὶ ἡ ἑταιρεία. Ἔνδοθεν γὰρ τῆς μεγάλης πύλης τοῦ

Αὐγουστέως ἵστανται οἱ νιψηστιάριοι, βαστάζοντες τὰ

χρυσᾶ καὶ ἐκ λίθων τιμίων κατεσκευασμένα χερνιβόξεστα,

καὶ ἵστανται οἱ δεσπόται εἰς τὴν Χρυσῆν Χεῖρα, ἤγουν εἰς

τὸν πόρτηκα τοῦ Αὐγουστέως ἔξωθεν τῆς μεγάλης πύλης·

κἀκεῖσε γὰρ καὶ οἱ τοῦ Χρυσοτρικλίνου παρίστανται. Καὶ

δὴ διὰ νεύματος τοῦ δεσπότου ὁ πραιπόσιτος τὴν κεφαλὴν

7

ὑποκλίνας τοῖς δεσπόταις, διὰ τῆς οἰκείας χλανίδος νεύει

τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν βέργαν κατέχοντι· τέσσαρες

γὰρ ὀστιάριοι τὰς χρυσᾶς ἐκ λίθων τιμίων ἠμφιεσμένας

βαστάζουσι βέργας. Καὶ ἐξέρχεται, καὶ εἰσάγει τούς τε

μαγίστρους ἀνθυπάτους τε καὶ πατρικίους στρατηγούς

τε καὶ ὀφφικιαλίους καὶ κλεισουράρχας, καὶ τούτων

κατὰ τὸ εἰωθὸς προσκυνούντων τοὺς δεσπότας καὶ κατὰ

τὰς οἰκείας ἱσταμένων τάξεις, διὰ νεύματος τοῦ βασιλέως

λέγει ὁ πραιπόσιτος εὐήχως πως καὶ ἐναρμονίως· Κελεύ-

σατε. Καὶ δὴ τούτων ἐξιόντων, δηλονότι μετὰ καὶ τῶν

δεσποτῶν, πάλιν ἐν τῷ Ὀνοποδίῳ, ἔνθα ὁ τῆς βίγλης

δρουγγάριος καὶ τοῦ πλωίμου ἵστανται, μετὰ καὶ τῶν

βασιλικῶν σπαθαρίων τῶν βασταζόντων τὰ βασιλικὰ

ἄρματα, πίπτουσι κἀκεῖσε οἵ τε μάγιστροι καὶ οἱ λοιποί,

καὶ ἀπευχαριστοῦσι τοὺς δεσπότας, δηλονότι τοῦ τῆς

καταστασέως ἐν τῷ μέσῳ ἑστῶτος, καὶ διὰ νεύματος

τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς νεύει ὁ πραιπόσιτος διὰ τῆς

αὐτοῦ χλανίδος τῷ τῆς καταστάσεως, καὶ λέγει· Κελεύ-

σατε.

Καὶ ἀπὸ τῶν ἐκεῖσε συνεξίασι τοῖς δεσπόταις οἵ τε

μάγιστροι καὶ οἱ λοιποὶ ἕως τοῦ μεγάλου Κονσιστωρίου,

ἐν ᾧ ἵστανται ὅ τε τοῦ ἁγίου Κωνσταντίνου σταυρὸς καὶ

ἡ τοῦ Μωσέως ῥάβδος· καὶ μὴν ὅ τε πρωτοασηκρήτης

καὶ ὁ πρωτονοτάριος, μετὰ τῶν ἀσηκρήτων καὶ βασιλικῶν

νοταρίων καὶ λοιπῶν σεκρετικῶν νοταρίων τε καὶ

χαρτουλαρίων καὶ δὴ πάντων ἐκεῖσε ἀθροιζομένων, καὶ

τῶν δεσποτῶν ἱσταμένων ἄνωθεν τοῦ πουλπίτου ἔμπροσθεν

τοῦ καμελαυκίου, πάλιν διὰ νεύματος τοῦ βασιλέως

κατὰ τὸ εἰωθὸς νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ (ἐκεῖσε

γὰρ ἐν τῷ μέσῳ τοῦ Κονσιστωρίου ἵστανται οἱ σιλεν-

τιάριοι), καὶ λέγει μεγάλως· Κελεύσατε. Καὶ ἀπὸ τῶν

ἐκεῖσε διέρχονται οἱ δεσπόται ἕως τοῦ τρικλίνου τῶν

κανδιδάτων (ἐκεῖσε γὰρ ὁ τοῦ Κυρίου ἵσταται κλῆρος),

καὶ ἀσπάζονται οἱ δεσπόται τὸν σταυρὸν τοῦ Κυρίου,

8

δηλονότι ὑπὸ τοῦ σκευοφύλακος τῆς αὐτῆς ἐκκλησίας

προσφερομένου τοῖς δεσπόταις. Καὶ ἀπὸ τῶν ἐκεῖσε

διέρχονται οἱ δεσπόται ἀπερχόμενοι ἐν τῷ ὀκτακιόνῳ

θόλῳ, ἤγουν εἰς τὴν πρώτην Σχολήν, ὅνπερ τὴν παλαιὰν

καλοῦσι χαραγήν, ἐν ᾧ ἵδρυται ὁ ἐξ ἀργύρου κατεσκευ-

ασμένος περικαλλὴς σταυρός, καὶ διὰ τῆς τρισσῆς μετὰ

τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ. Καὶ

πάλιν ἀπὸ τῶν ἐκεῖσε διέρχονται διὰ τοῦ τρικλίνου τῶν

Ἐκσκουβίτων· ἐκεῖσε γὰρ ἵστανται στιχηδὸν δεξιὰ καὶ

ἀριστερὰ κατὰ τὰς οἰκείας τάξεις, τοὺς δεσπότας

ἐκδεχόμενα, τά τε ῥωμαϊκὰ σκῆπτρα τὰ λεγόμενα βῆλα,

ὁμοίως καὶ τὰ εὐτύχια καὶ τὰ ἕτερα σκῆπτρα, πρὸς

τούτοις τὰ σκεύη τῶν προτικτόρων καὶ σινατόρων, καὶ

τὰ σκεύη τῶν δρακοναρίων, λάβουρά τε καὶ καμπηδηκτόρια,

μετὰ καὶ τῶν βάνδων, τοῦ συμπορεύεσθαι τοῖς δεσπόταις.

Ἐν δὲ τῷ αὐτῷ τρικλίνῳ τῶν Ἐκσκουβίτων, ἐν τῷ

εὐωνύμῳ μέρει ἵστανται ἐπὶ μακρῷ σκάμνῳ· πρώτη

τάξις, οἱ τοῦ κοιαίστωρος καγκελλάριοι μετὰ καὶ τοῦ

αὐτῶν δομεστίκου, ῥωμαΐζοντες τὰ τῇ ἑορτῇ ἁρμόζοντα·

δευτέρα τάξις, ἵστανται καὶ αὐτοὶ ἐπὶ μακρῷ σκάμνῳ

οἱ λεγόμενοι διπανῖται, καὶ αὐτοὶ τὰ εἰωθότα εὐφη-

μοῦντες· καὶ τρίτη τάξις, ἵστανται ἐπὶ μακρῷ σκάμνῳ

οἱ νομικοί, καὶ αὐτοὶ τὰ εἰωθότα ἐπευχόμενοι τοὺς

δεσπότας. Καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχονται εἰς τοὺς

Λύχνους, ἐν ᾧ ἵδρυται ὁ ἐξ ἀργύρου ἕτερος κατεσκευα-

σμένος σταυρός, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν

προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ γίνεται

ἐκεῖσε ἐν τῷ Τριβουναλίῳ, πρώτη δοχή, ἤγουν εἰς τοὺς

Λύχνους, δηλονότι εἰς τὴν καμάραν ἱσταμένων τῶν

βασιλέων, δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων,

9

ἤγουν ὁ δομέστικος τῶν σχολῶν μετὰ καὶ τοῦ περατικοῦ

δήμου τῶν Βενέτων, καὶ ἐπιδίδωσιν ὁ δημοκράτης, ἤγουν

ὁ δομέστικος, τὸ λιβελλάριν τὸν δεσπότην, ἀφικόμενος

δηλονότι ὑπὸ τοῦ τῆς καταστάσεως πρὸς τὸν βασιλέα, ὁ

δὲ βασιλεὺς ἐπιδίδωσι τοῦτο τῷ πραιποσίτῳ, καὶ ἀκτο-

λογοῦσιν ἐκεῖ οἱ τοῦ μέρους, ἤγουν ὁ δῆμος, κατὰ τὸ

εἰωθός, τοὺς δεσπότας· ἐν δὲ τῷ ἀκτολογεῖν τὸν δῆμον ὁ

δομέστικος κατασφραγίζει τοὺς δεσπότας κατὰ τὴν εὐφη-

μίαν τοῦ δήμου· αὐτὸ γὰρ τὸ Τριβουνάλιον κατακοσμοῦσιν

οἵ τε βεστιοπράται καὶ ἀργυροπράται διά τε βλαττίων

καὶ λοιπῶν ἐντίμων ἁπλωμάτων τε καὶ πέπλων, καὶ μὴν

διά τε χρυσῶν καὶ ἀργυρῶν παντοίων σκευῶν τοῦτο κατα-

γλαΐζουσιν· ἐν γὰρ τῷ αὐτῷ Τριβουναλίῳ δεξιᾷ καὶ

ἀριστερᾷ ἵστανται πλησίον τῶν λύχνων ἀπὸ τῶν δήμων·

καὶ ἐπέκεινα οἱ κατὰ τὸν τότε καιρὸν ἐντυγχάνοντες

ἐνταῦθα ἐθνικοί, καὶ μὴν καὶ τὰ συστήματα τῆς πόλεως

καὶ οἱ περὶ τὸν ὕπαρχον ὀφφικιάλιοι, μετὰ καὶ τοῦ

συμπόνου καὶ τοῦ λογοθέτου τοῦ πραιτωρίου.

Καὶ εἶθ' οὕτως ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται

ἕως τοῦ τρικλίνου τῶν Σχολῶν, καὶ ἐν τῷ προπυλαίῳ τῶν

Ἁγίων Ἀποστόλων διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν

προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ· καὶ γίνεται ἐκεῖσε

δευτέρα δοχή, καὶ δέχεται ὁ δημοκράτης τῶν Πρασίνων,

ἤγουν ὁ ἐκσκούβιτος μετὰ καὶ τοῦ περατικοῦ αὐτοῦ δήμου

τῶν Πρασίνων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται

ἐν τῇ πρώτῃ δοχῇ. Καὶ εἶθ' οὕτως γίνεται τρίτη δοχὴ

ἔνδοθεν τῆς Χαλκῆς, ἤγουν εἰς τὴν πύλην τῶν Σχολῶν

10

τὴν εἰσφέρουσαν εἰς τὸν θόλον τῆς Χαλκῆς, καὶ δέχεται

κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος

τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων,

καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται· καὶ τὰ

ἔνδοθεν τῆς χαλκῆς πύλης εἰς τὸν μέγαν θόλον δεξιὰ μὲν

ἵσταται τὸ ἰατρεῖον ἐπευχόμενον τοῖς δεσπόταις, ἀριστερὰ

δὲ οἱ τῆς παλαίστρας, καὶ αὐτοὶ εὐφημοῦντες τοὺς

δεσπότας· «Εἰς πολλοὺς χρόνους καὶ ἀγαθοὺς ὁ Θεὸς

ἀγάγοι», καὶ τὰ ἑξῆς.

Καὶ ἐξιόντων τῶν δεσποτῶν εἰς τὴν χαλκῆν πύλην·

ἐκεῖσε γὰρ ἵστανται δεξιὰ καὶ ἀριστερὰ οἱ ὀργανάριοι·

εὐφημοῦντες κατὰ τύπον τοὺς δεσπότας. Καὶ εἶθ' οὕτως

γίνεται δοχὴ τετάρτη ἔξω τοῦ καγκέλλου τῆς Χαλκῆς,

καὶ δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ

δήμου τοῦ Λευκοῦ, δηλονότι ὄπισθεν τοῦ δημάρχου

ἱσταμένου καὶ τοῦ δευτερεύοντος αὐτοῦ, καὶ τὰ ἑξῆς

ἐπιτελεῖται, καθὼς προείρηται. Καὶ ἀπὸ τῶν ἐκεῖσε

γίνεται πέμπτη δοχὴ πρὸ τῆς μεγάλης πύλης τῆς εἰσφε-

ρούσης εἰς τὸν Αὐγουστέωνα, καὶ δέχεται κἀκεῖσε ὁ

δήμαρχος τῶν Πρασίνων μετὰ καὶ τοῦ δήμου τοῦ Ῥουσίου,

δηλονότι ὄπισθεν τοῦ δημάρχου ἱσταμένου καὶ τοῦ δευτε-

ρεύοντος αὐτοῦ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς εἴρηται.

Καὶ μετὰ ταύτην γίνεται ἕκτη δοχὴ εἰς τὸ ὡρολόγιον

τῆς Ἁγίας Σοφίας, καὶ δέχεται κἀκεῖσε ὁ δήμαρχος

τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ τὰ ἑξῆς

ἐπιτελεῖται, καθὼς προείρηται.

Καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται οἱ δεσπόται διὰ τῆς

Ὡραίας Πύλης, καὶ ἀποστέφονται ὑπὸ τῶν πραιποσίτων

ἔνδον τοῦ βήλου τοῦ κρεμαμένου εἰς τὴν καμάραν, ἤγουν

εἰς τὸ προπύλαιον τοῦ νάρθηκος, Ὁ δὲ πατριάρχης

ἐκδέχεται εἰς τὴν πύλην τοῦ νάρθηκος μετὰ τῆς συνήθους

11

αὐτοῦ ὑπηρεσίας καὶ τάξεως, καὶ μετὰ τὸ ἀποστεφ-

θῆναι τοὺς δεσπότας εἰσέρχονται πρὸς τὸν πατριάρχην,

καὶ ἐν πρώτοις μὲν προσκυνοῦσι τὸ ἅγιον Εὐαγγέλιον

βασταζόμενον ὑπὸ τοῦ ἀρχιδιακόνου, καὶ εἶθ' οὕτως χαι-

ρετίζουσι τὸν πατριάρχην, καὶ ἀσπάζονται αὐτόν, καὶ

ἀπέρχονται ἕως τῶν βασιλικῶν πυλῶν, κἀκεῖσε διὰ τῆς

τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν

τῷ Θεῷ, καὶ τῆς εὐχῆς ὑπὸ τοῦ πατριάρχου τελουμένης,

γίνεται ἡ εἴσοδος. Τὰ δὲ σκῆπτρα καὶ πάντα τὰ προ-

γεγραμμένα σκεύη εἰσέρχονται, καὶ ἵστανται εἰς τὴν

ἐκκλησίαν δεξιὰ καὶ ἀριστερὰ εἰς τοὺς ἰδίους τόπους· τὰ

δὲ ῥωμαῖα βῆλα καὶ τὰ πτυχία ἵστανται ἔνθεν κἀκεῖθεν

τῆς σωλέας, ὁ δὲ τοῦ ἁγίου Κωνσταντίνου σταυρὸς εἰς

τὸ δεξιὸν μέρος τοῦ βήματος. Οἱ δὲ μάγιστροι καὶ ἀνθύ-

πατοι καὶ οἱ λοιποὶ συγκλητικοί, μετὰ καὶ τῶν βασιλικῶν

ἀνθρώπων, ἵστανται καὶ αὐτοὶ εἰς τὸ δεξιὸν μέρος τῆς

ἐκκλησίας εἰς τοὺς ἰδίους τόπους, ἔνθα καὶ οἱ δεσπόται

διέρχονται.

Καὶ ὅτε φθάσωσιν οἱ δεσπόται εἰς τὰ ἅγια θύρια

εἰς τὸ πορφυροῦν ὀμφάλιον, εἰσέρχεται μόνος ὁ

πατριάρχης ἔνδοθεν τῶν κιγκλίδων, κρατῶν τὸ εὐώνυμον

ἅγιον θυρίον. Καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν

προσκυνήσεως ἀπευχαριστήσαντες τῷ Θεῷ οἱ δεσπόται,

εἰσέρχονται προσκυνοῦντες τὴν ὑπὸ τοῦ πατριάρχου

κρατουμένην ἁγίαν θύραν, καὶ ἐπὶ τῆς ἁγίας τραπέζης

γενόμενοι, ἀσπάζονται τὸ ταβλὶν τῆς ἁγίας ἐνδυτῆς,

δηλονότι ὑπὸ τοῦ πατριάρχου τοῦτο σηκούμενον, καὶ τοῖς

δεσπόταις πρὸς ἀσπασμὸν προσαγόμενον, καὶ εἶθ' οὕτως

ἁπλοῦσιν ἐπάνω τῆς ἁγίας τραπέζης τοὺς δύο, κατὰ τὸ

εἰωθὸς, λευκοὺς ἀέρας, καὶ προσκυνοῦσι διὰ χειρὸς τοῦ

πατριάρχου τὰ ἐπιδιδόμενα αὐτοῖς δύο ἅγια ποτήρια καὶ

τοὺς δύο ἁγίους δίσκους καὶ τὰ ἅγια σπάργανα. Καὶ εἶθ'

12

οὕτως διὰ τοῦ δεξιοῦ μέρους τοῦ αὐτοῦ ἁγίου βήματος

εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου εἰς τὸ

κυκλίν, ἐν ᾧ ἵδρυται ἡ διάχρυσος ἁγία σταύρωσις, καὶ

πάλιν ἐκεῖσε, κατὰ τὸ εἰωθός, διὰ τῆς τρισσῆς μετὰ τῶν

κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ ἐπιδί-

δωσιν ὁ πατριάρχης τῷ μεγάλῳ βασιλεῖ τὸν θυμιατόν, καὶ

θυμιᾷ τὴν αὐτὴν ἁγίαν σταύρωσιν, καὶ ἀσπαζόμενοι τὸν

πατριάρχην, ἀποχαιρετίζουσιν αὐτόν, καὶ εἰσέρχονται ἐν

τῷ πρὸ τοῦ μητατωρίου ὄντι εὐκτηρίῳ, κἀκεῖσε διὰ τῆς

τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν

τῷ Θεῷ, καὶ ἀσπαζόμενοι τὸν τίμιον σταυρόν, ἐν ᾧ πάντα

τὰ σύμβολα τοῦ πάθους τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ

ἐμφέρονται, εἰσέρχονται ἐν τῷ μητατωρίῳ.

Ὅτε δὲ μέλλουσι τὰ ἅγια δῶρα τῇ ἁγίᾳ τραπέζῃ προσ-

αχθῆναι, εἰσέρχονται οἱ πραιπόσιτοι, καὶ ὑπομιμνήσκουσι

τοὺς δεσπότας, καὶ περιτιθέασιν αὐτοὺς τὰς ἑαυτῶν

χλαμμύδας, καὶ ἐξέρχονται οἱ δεσπόται μετὰ τῶν χλαμ-

μύδων αὐτῶν ἀποσκέπαστοι, καὶ διέρχονται διὰ τοῦ δεξιοῦ

μέρους τῆς αὐτῆς ἐκκλησίας μετὰ τοῦ κουβουκλείου καὶ

τῆς συγκλήτου, ὀψικευόμενοι ὑπὸ τῶν σκήπτρων καὶ τῶν

λοιπῶν σκευῶν, καὶ ἀπέρχονται ὄπισθεν τοῦ ἄμβωνος·

ἐκεῖσε γὰρ τὰ ἅγια σκεύη ἵστανται ἐκδεχόμενα, καὶ αἱ τῶν

δεσποτῶν λαμπάδες ἐκεῖσε οὕτως ἵστανται ἅπτουσαι.

Καὶ δὴ παραγενομένων ἐκεῖ τῶν δεσποτῶν, αἴρουσιν

οἱ πραιπόσιτοι τὰς λαμπάδας, καὶ ἐπιδίδωσιν ἐν ταῖς

χερσὶ τῶν δεσποτῶν, καὶ ὀψικεύουσιν οἱ δεσπόται μετὰ

τῶν λαμπάδων τὰ ἅγια, μετὰ καὶ τῆς συγκλήτου καὶ τοῦ

κουβουκλείου. Καὶ τὰ σκῆπτρα καὶ τὰ λοιπὰ σκεύη

ἵστανται ἐν ταῖς οἰκείαις τάξεσι, καὶ οἱ δεσπόται ἀπερ-

χόμενοι διὰ τῆς σωλέας, ἵστανται ἔξω τῶν ἁγίων θυρῶν,

ὁ μὲν πρῶτος δεσπότης δεξιᾷ, ὁ δὲ δεύτερος ἀριστερᾷ,

τιθέντες τὰς τούτων λαμπάδας ἐν τοῖς στήθεσι τῶν ἁγίων

13

θυρῶν. Τὰ δὲ ἅγια εἰσερχόμενα εἰς τὴν σωλέαν ἵστανται,

καὶ ἔρχεται ὁ ἀρχιδιάκονος, καὶ θυμιᾷ τοὺς δεσπότας,

καὶ εἶθ' οὕτως τὸν πατριάρχην, καὶ μετὰ τοῦτον τὴν

ἁγίαν τράπεζαν· καὶ εἶθ' οὕτως εἰσέρχονται πάντα τὰ

ἅγια, καὶ μετὰ τὸ εἰσελθεῖν πάντα ἀποχαιρετίζουσι οἱ

δεσπόται τὸν πατριάρχην, καὶ διέρχονται διὰ τοῦ δεξιοῦ

μέρους τοῦ βήματος ἔξωθεν, καὶ εἰσέρχονται ἐν τῷ μητα-

τωρίῳ, καὶ μετὰ τοῦτο ἐξέρχονται πάλιν οἱ δεσπόται ἐν τῷ

αὐτῷ σχήματι εἰς τὴν ἀγάπην, καὶ ἐν τῷ δεξιῷ μέρει τοῦ

βήματος πρὸς τὸ μητατώριον, ἵσταται ὁ πατριάρχης

ἔνδον τῶν κιγκλίδων, καὶ ἐν πρώτοις οἱ δεσπόται ἀσπά-

ζονται τὸν πατριάρχην ἱστάμενοι ἔξω τῶν κιγκλίδων, καὶ

μετ' ἐκεῖνον τόν τε σύγκελλον καὶ τοὺς μητροπολίτας καὶ

ἀρχιεπισκόπους καὶ τὸν πρωτοπαππᾶν τῆς Μεγάλης

Ἐκκλησίας καὶ τοὺς ἄρχοντας τοῦ πατριάρχου· εἰσάγονται

δὲ οὗτοι πάντες οἱ τοὺς δεσπότας ἀσπαζόμενοι διὰ χειρὸς

τοῦ ῥεφερενδαρίου, καὶ εἶθ' οὕτως πάλιν ἀσπάζονται τὸν

πατριάρχην, καὶ ἵστανται ὑποκάτω ὀλίγον τῶν κιγκλίδων,

καὶ ἀσπάζονται τοὺς τῆς συγκλήτου πάντας· πάντες γὰρ

οὗτοι διὰ χειρὸς τοῦ τῆς καταστάσεως εἰσάγονται· καὶ

ἀποχαιρετίζοντες οἱ δεσπόται τὸν πατριάρχην, εἰσέρχονται

ἐν τῷ μητατωρίῳ.

Ὅτε δὲ φθάσῃ ἡ κοινωνία, πάλιν ἐξέρχονται οἱ δεσπόται

ἐν τῷ προειρημένῳ σχήματι, καὶ ἀπέρχονται ἐν τῷ

δεξιῷ μέρει τοῦ βήματος, καὶ δέχονται κἀκεῖσε τὴν

ἁγίαν κοινωνίαν, καὶ ἀσπαζόμενοι κατὰ τὸ εἰωθὸς τὸν

πατριάρχην, εἰσέρχονται ἐν τῷ μητατωρίῳ, καὶ κρα-

ματίζουσιν ἐκεῖσε μετὰ τῶν μεγιστάνων καὶ οἰκειοτέρων

ἀνθρώπων τῆς συγκλήτου· καὶ μετὰ τὸ κραματίσαι

τοὺς δεσπότας εἰσέρχονται οἱ πραιπόσιτοι μετὰ καὶ τῶν

ἐπὶ τῶν ἀλλαξίμων, καὶ ἐπιτιθέασι τοῖς δεσπόταις τὰς

14

ἑαυτῶν χλανίδας, καὶ εἶθ' οὕτως εἰσάγουσιν οἱ αὐτοὶ

πραιπόσιτοι τὸν πατριάρχην, καὶ ἀσπάζεται τοὺς δεσ-

πότας, καὶ συνέξεισιν αὐτοῖς ἕως τῆς μικρᾶς θύρας τῆς

εἰσφερούσης πρὸς τὸ Ἅγιον Φρέαρ. Ἐν γὰρ τῇ φλιᾷ τῆς

αὐτῆς θύρας ἵστανται οἵ τε δεσπόται καὶ ὁ πατριάρχης,

ὁ δὲ πραιπόσιτος καὶ ὁ ἄργυρος ἵστανται ἔξω τῆς αὐτῆς

θύρας· καὶ δὴ διὰ χειρὸς τοῦ ἀργύρου λαμβάνει ὁ πραιπό-

σιτος τὰ χρυσᾶ βαλάντια καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ ὁ

βασιλεὺς δίδωσι τοῖς μέλλουσι ταῦτα λαμβάνειν, κράζοντος

δηλονότι τοῦ ἀργύρου· Τῷ ὁ δεῖνα, δεσπόται ἀγαθοί· εἰσὶ δὲ

οἱ λαμβάνοντες ταύτην τὴν εὐεργεσίαν διὰ χειρὸς τοῦ

δεσπότου ὅ τε ἀρχιδιάκονος καὶ οἱ ὀστιάριοι καὶ οἱ

ψαλταὶ καὶ οἱ πένητες καὶ οἱ προσμονάριοι. Καὶ μετὰ ταῦτα

ἐξέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ εἰσέρ-

χονται ἐν τῷ βήλῳ τῷ κρεμαμένῳ εἰς τὸ Ἅγιον

Φρέαρ, καὶ στέφει αὐτοὺς ὁ πατριάρχης. Καὶ μετὰ τὸ

στεφθῆναι αὐτοὺς λαμβάνουσιν ἐκ χειρὸς τοῦ πατριάρχου

τὰς εὐλογίας, ἤτοι προσφοράς, καὶ ἀντιδίδουσι ταύτας

τοῖς πραιποσίτοις, καὶ μετὰ ταῦτα δίδωσι τοῖς δεσπόταις

ὁ πατριάρχης τὰ ἀλειπτά, καὶ ἀντιλαμβάνει παρὰ τῶν

δεσποτῶν τὰ ἀποκόμβια· καὶ ἀσπάζονται οἱ δεσπόται

τοῦτον, καὶ ἐξίασι τοῦ Ἁγίου Φρέατος. Καὶ γίνεται πρώτη

δοχὴ ἔξω τοῦ Ἁγίου Φρέατος.

Καὶ δέχεται κἀκεῖσε τὸ μέρος τῶν Βενέτων μετὰ καὶ

τοῦ ἑαυτῶν δημάρχου, καὶ ἀκτολογοῦσι τοὺς δεσπότας κατὰ

τὸ εἰωθός· λιβελλάρια γὰρ οὐ δίδονται ἐν τῇ ὑποστροφῇ τῶν

δεσποτῶν καθὼς καὶ ἐν τῇ ἀφίξει αὐτῶν· τὰ δὲ λοιπὰ τῆς

15

δοχῆς ἐπιτελεῖται καθὼς προείρηται. Καὶ πάλιν γίνεται

δευτέρα δοχὴ εἰς τὴν ἔξω τοῦ χυτοῦ τῆς Χαλκῆς τοῦ ἐκεῖσε

φορνικοῦ καμάραν εἰς τὴν σιδηρᾶν πύλην, καὶ δέχεται κἀκεῖσε

ὁ δήμαρχος τῶν Πρασίνων, μετὰ καὶ τοῦ δήμου τοῦ Ῥουσίου·

τὰ δὲ λοιπὰ τῆς δοχῆς ἐπιτελεῖται καθὼς προείρηται. Καὶ

εἶθ' οὕτως γίνεται τρίτη δοχὴ ἔνδοθεν τῆς Χαλκῆς πρὸς

τὴν πύλην τὴν εἰσφέρουσαν εἰς τὰς Σχολάς, καὶ δέχεται

κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος

τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ αὐτοῦ δήμου τοῦ

Λευκοῦ· τὰ δὲ λοιπὰ τῆς δοχῆς ἐπιτελεῖται καθὼς

προείρηται. Καὶ μετὰ ταύτην γίνεται τετάρτη δοχὴ εἰς

τὸ προπύλαιον τῶν Ἁγίων Ἀποστόλων, ἤγουν εἰς τὰς

Σχολάς, καὶ δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Πρασίων,

ἤγουν ὁ ἐκσκούβιτος, μετὰ τοῦ περατικοῦ αὐτοῦ δήμου τοῦ

Ῥουσίου· τὰ δὲ λοιπὰ τῆς δοχῆς ἐπιτελεῖται καθὼς προεί-

ρηται. Καὶ τελευταία δοχὴ γίνεται εἰς τὸ Τριβουνάλιον,

ἤγουν πρὸ τῶν Λύχνων, καὶ δέχεται κἀκεῖ ὁ δημοκράτης

τῶν Βενέτων, ἤγουν ὁ δομέστικος, μετὰ καὶ τοῦ περα-

τικοῦ αὐτοῦ δήμου τοῦ Λευκοῦ· τὰ δὲ λοιπὰ τῆς δοχῆς

ἐπιτελεῖται καθὼς προείρηται.

Καὶ δὴ μετὰ ταύτην τὴν δοχὴν διέρχονται οἱ δεσ-

πόται διά τε τῶν Λύχνων καὶ τοῦ τρικλίνου τῶν

Ἐκσκουβίτων, ἐν δὲ τοῖς αὐτοῖς Ἐκσκουβίτοις πάλιν εὐφη-

μοῦσι τὰς εὐφημίας οἵ τε νομικοὶ καὶ οἱ διπανῖται καὶ

οἱ τοῦ κοιαίστωρος καγκελλάριοι καθὼς καὶ προείρηται,

δηλονότι ἐν τοῖς οἰκείοις τόποις ἱστάμενοι. Τῶν δὲ δεσ-

ποτῶν διερχομένων διὰ τοῦ τρικλίνου τῶν Κανδιδάτων

ἐν τῇ θύρᾳ τοῦ αὐτοῦ τρικλίνου τῇ ἐξαγούσῃ ἐπὶ τὸ

ἐξάερον τῶν Δεκαεννέα Ἀκκουβίτων, ἵστανται δύο βουκά-

λιοι, τὰ συνήθη τῆς ἑορτῆς λέγοντες τοῖς δεσπόταις·

καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται ἐν τῷ Κονσιστωρίῳ, κἀκεῖσε

δηλονότι ἐναπομενόντων καὶ ἐπευχομένων τοῖς δεσπόταις

ὅ τε πρωτοασηκρήτης καὶ ὁ πρωτονοτάριος μετὰ τῶν

ἀσηκρητῶν καὶ λοιπῶν ὀφφικίων, τούς τε νοταρίους καὶ

16

χαρτουλαρίους καὶ λοιπούς· ἐν δὲ τῷ Ὀνοποδίῳ πάλιν

ἵστανται οἱ βασιλικοὶ ἄνθρωποι, μετὰ καὶ τοῦ κατεπάνω

αὐτῶν καὶ τοῦ δομεστίκου αὐτῶν· οἱ δὲ μάγιστροι καὶ

ἀνθύπατοι καὶ ὀφφικιάλοι ἅμα τοῦ τῆς καταστάσεως

εἰσέρχονται ἐν τῷ στενακίῳ τῆς Χρυσῆς Χειρός, καὶ

ἵστανται δεξιὰ μὲν οὗτοι, ἀριστερὰ δὲ οἱ τοῦ Χρυσο-

τρικλίνου.

Καὶ δὴ τῶν δεσποτῶν διερχομένων μετά τε τοῦ μαγλα-

βίου καὶ τῆς μεγάλης ἑταιρείας, ἐπεύχονται πάντες οἱ

κἀκεῖσε ἱστάμενοι καὶ οἱ τοῖς δεσπόταις συνιόντες. Τῶν

δὲ δεσποτῶν μόνων εἰσερχομένων ἐν τῷ τρικλίνῳ τοῦ

Αὐγουστέως, κακεῖσε γὰρ οἱ τοῦ κουβουκλείου προπορευό-

μενοι μετὰ τῶν πραιποσίτων, καὶ αὐτοὶ κἀκεῖσε στιχηδὸν

ἐπὶ ἀκκουβίτων ἵστανται, καὶ δὴ τῶν δεσποτῶν μετὰ

τῶν κοιτωνιτῶν καὶ μόνων εἰσιόντων, κλείονται μὲν αἱ

τοῦ Αὐγουστέως θύραι διὰ τῶν κουβικουλαρίων, ὁ δὲ

πραιπόσιτος λέγει ταύτην ῥωμαϊκὴν λέξιν· «Διτ.» Καὶ

δέχεται ὁ τοῦ κουβουκλείου φωνοβόλος, καὶ λέγει εὐήχως

πως καὶ ἐναρμονίως· «Καλῶς». Καὶ ἀποκρίνονται οἱ τοῦ

κουβουκλείου πάντες καὶ λέγουσιν· «Καλῶς ἤλθετε, οἱ μουλ-

τούσανοι». Ἐν δὲ τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ, ἤγουν τοῦ

ἁγίου Πάσχα, καὶ μόνον, προστιθέασι καὶ ταύτην τὴν

ῥωμαίαν λέξιν· «Ἄνω, φιλλικήσιμε».

Καὶ μετὰ ταῦτα εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ κου-

βουκλείου ἐν τῷ ὀκταγώνῳ κουβουκλείῳ τῷ πρὸ τοῦ Ἁγίου

Στεφάνου, καὶ ἐκεῖσε ἀποστέφονται, ἐκβάλλοντες καὶ τὰς

ἑαυτῶν χλαμύδας, καὶ εἰσέρχονται ἐν τῷ κοιτῶνι τῆς

Δάφνης ἀπὸ διβητησίων, κἀκεῖσε σκεπαζόμενοι καὶ τὰ

χρυσοπερίκλειστα ἀμφιεννύμενοι σαγία, εἰσέρχονται εἰς

τὸ ἱερὸν παλάτιον, δηλονότι προπορευομένων τῶν πραιπο-

σίτων μετὰ τοῦ κουβουκλείου. Καὶ δὴ ἐν τῷ Χρυσοτρικλίνῳ

17

εἰσιόντος τοῦ κουβουκλείου μετὰ τῶν πραιποσίτων, ἵσταν-

ται στιχηδὸν ἐπ' εὖρος τοῦ αὐτοῦ Χρυσοτρικλίνου, καὶ

τῶν δεσποτῶν διερχομένων, ἐπεύχονται τό· «Εἰς πολλοὺς

καὶ ἀγαθοὺς χρόνους ὁ Θεὸς ἀγάγοι τὴν βασιλείαν ὑμῶν.»

Τῶν δὲ τοῦ κουβουκλείου μετὰ τῶν πραιποσίτων ἐξιόντων,

ὑποστρέφουσιν οἱ δεσπόται, καὶ τῷ Θεῷ ἀπευχαριστοῦσιν,

εὐχὴν ἀποδιδόντες ἐν τῇ κόγχῃ τοῦ αὐτοῦ Χρυσοτρικλίνου,

ἐν ᾧ ἱστόρηται ἡ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ θεανδρεί-

κελος ἁγία εἰκὼν ἐπὶ θρόνου καθεζομένη, καὶ εἶθ' οὕτως

εἰσέρχονται ἐν τῷ ἱερῷ αὐτῶν κοιτῶνι. Χρὴ δὲ εἰδέναι ὅτι

κατὰ τὴν τάξιν ταύτην καὶ τὸν τύπον ἐπιτελεῖται ἥ τε

ἁγία καὶ μεγάλη Κυριακὴ τοῦ Πάσχα καὶ ἡ ἁγία Πεντη-

κοστὴ καὶ ἡ θεολαμπὴς Μεταμόρφωσις ἥ τε ἁγία καὶ

γενέθλιος τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ ἑορτὴ καὶ ἡ ἁγία

ὑπέρλαμπρος τῶν Φώτων ἡμέρα.

Χρὴ γινώσκειν ὅτι τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ {∻}

ἐξιόντων τῶν δεσποτῶν κατὰ τὸν προειρημένον τύπον

καὶ ἀλλασσόντων τὰ ἑαυτῶν διβητήσια ἐν τῷ κοιτῶνι τῆς

Δάφνης, ὅτε ἀποσυναχθῶσι πάντες οἱ τῆς συγκλήτου

ἐν τῷ πόρτηκι τοῦ μεγάλου τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων

καὶ ἐν τῷ Ὀνοποδίῳ, εἰσέρχονται οἱ πραιπόσιτοι, καὶ

ὑπομιμνήσκουσι τοὺς δεσπότας, καὶ βάλλουσιν οἱ δεσπόται

τὰ ἑαυτῶν τζιτζάκια, καὶ ἐξέρχονται διὰ τοῦ μεγάλου

ἀκκουβίτου τῶν ιθʹ ἀκκουβίτων, ὀψικευόμενοι ὑπὸ τοῦ

κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῆς ἑταιρείας,

ἱσταμένων δεξιὰ καὶ ἀριστερὰ τοῦ τοιούτου τρικλίνου, ἐν

δὲ τῷ δεξιῷ μέρει τοῦ αὐτοῦ τρικλίνου, καθέζονται ἐν τοῖς

χρυσοῖς καὶ διαλίθοις σελλίοις· καὶ εἶθ' οὕτως εἰσέρχεται

ὅ τε ῥαίκτωρ καὶ οἱ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου,

καὶ ἀσπάζονται τοὺς δεσπότας, καὶ μετὰ τοῦτο διὰ

18

νεύματος τοῦ δεσπότου νεύει ὁ πραιπόσιτος διὰ τῆς

ἑαυτοῦ χλανίδος τῷ ὀστιαρίῳ, τῷ τὴν χρυσῆν βέργαν

κατέχοντι, καὶ ἐξέρχεται τοῦ εἰσάξαι ἀπὸ τοῦ δεξιοῦ

μέρους στιχηδὸν τόν τε κατεπάνω τῶν βασιλικῶν, μετὰ

καὶ τοῦ δομεστίκου καὶ τῶν ἐπὶ τοῦ Χρυσοτρικλίνου τοῦ τε

τῆς καταστάσεως καὶ τῶν σιλεντιαρίων καὶ τοῦ ἀδμην-

σουναλίου. Καὶ εἰσερχόμενος, ὁ ὀστιάριος ἔνδοθεν τοῦ

βήλου, ἵσταται, καὶ λαμβάνει νεῦμα ὁ πραιπόσιπος παρὰ

τοῦ δεσπότου, καὶ διὰ τῆς οἰκείας χλανίδος νεύει τῷ

ὀστιαρίῳ, καὶ δὴ ὁ ὀστιάριος σχηματοειδῶς πως προσκυ-

νῶν τοὺς δεσπότας, μετὰ τῆς δεξιᾶς χειρὸς ὀπισθίως

κρούει τὸ βῆλον, καὶ διὰ τοῦ βήλου ὑπὸ τῶν σιλεντιαρίων

συρομένου εἰσάγονται οἱ προειρημένοι, καὶ ἀσπάζονται

καὶ αὐτοί, καὶ πάλιν ἐξίασιν εἷς καθ' εἷς δι' ἧς ἦλθον

ὁδοῦ.

Καὶ μετὰ ταῦτα ἀνίστανται οἱ δεσπόται, καὶ αἴρουσιν

οἱ κουβικουλάριοι τὰ σελλία, καὶ ἱστῶσιν αὐτὰ εἰς τὴν

ἐκ κισσοῦ καὶ μυρρίνης καὶ δενδρολιβάνου κατεσκευασμένην

ἐν εἴδει τοῦ ταῦ στοιχείου φῖναν ἐν τῷ μέσῳ τοῦ αὐτοῦ

τρικλίνου. Καὶ εἶθ' οὕτως λαμβάνει πάλιν νεῦμα ὁ

πραιπόσιτος παρὰ τοῦ δεσπότου, καὶ εἰσέρχεται μέσον

τῆς αὐτῆς φίνας, καὶ προσκυνεῖ σχηματοειδῶς πως, καὶ

ἐξέρχεται τοῦ εἰσαγαγεῖν τὰ βῆλα. Καὶ συνεξίασιν

αὐτῷ καὶ οἱ δύο ὀστιάριοι, καὶ ἵστανται ἔνδοθεν τοῦ

βήλου, καὶ ὁ εἷς ἐξ αὐτῶν, ἤγουν ὁ δεξιός, προσκυνῶν

καὶ αὐτὸς σχηματοειδῶς πως τοὺς δεσπότας, καὶ οὕτως

μετὰ τῆς δεξιᾶς χειρὸς ὀπισθίως κρούει τὰ δύο βῆλα·

οἱ δὲ σιλεντιάριοι σύρουσι διχῶς τὰ βῆλα, οἷον δεξιὰ

καὶ ἀριστερά, καὶ εἰσέρχεται ὁ πραιπόσιτος, προπορευό-

μενος τῇ τάξει τῶν τε μαγίστρων καὶ ἀνθυπάτων, ἤγουν

τῶν φορούντων τοὺς δώδεκα χρυσοϋφάντους λώρους.

19

Καὶ ὁ μὲν πραιπόσιτος ἵσταται εἰς τὸν ἴδιον τόπον,

ὁμοίως καὶ οἱ ὀστιάριοι ἵστανται εἰς τοὺς ἰδίους τόπους,

οἱ δὲ μάγιστροι καὶ οἱ λοιποὶ ἀσπάζονται κατὰ τύπον

τοὺς δεσπότας, πρῶτον μὲν τοῖς αὐτῶν γόνασι, ἔπειτα

καὶ ταῖς χερσίν, καὶ εἶθ' οὕτως τῷ στόματι, καὶ ἵστανται

δεξιὰ καὶ ἀριστερὰ κατὰ τὰς οἰκείας τάξεις.

Καὶ πάλιν ἐξέρχεται ὁ πραιπόσιτος ἐν τῷ αὐτῷ

σχήματι μετὰ τῶν αὐτῶν ὀστιαρίων, καὶ εἰσέρχονται

πάλιν οἱ δύο ὀστιάριοι, καθὼς προείρηται, καὶ ἐνεργεῖ

ὁ ἀριστερὰ ἱστάμενος ὀστιάριος καθὼς καὶ ὁ εἰς τὰ

δεξιά, ἤγουν ὡς προγέγραπται. Καὶ εἰσάγονται κατὰ τὸ

πρῶτον σχῆμα δεύτερον βῆλον· οἵ τε ἀνθύπατοι καὶ

πατρίκιοι μετὰ τῶν ἑαυτῶν καμησίων καὶ τῶν λευκῶν

χρυσοτάβλων χλανιδίων, καὶ ἀσπάζονται καὶ αὐτοὶ τοὺς

δεσπότας, καὶ ἵστανται δεξιὰ καὶ ἀριστερὰ ὑποκάτω

τῶν φορούντων τοὺς χρυσοῦς λώρους. Καὶ πάλιν ἐξέρ-

χεται ὁ πραιπόσιτος ἐν τῷ αὐτῷ σχήματι, καθὼς καὶ

προείρηται, καὶ εἰσάγει γʹ βῆλον· τοὺς πρωτοσπαθαρίους

καὶ ὀφφικιαλίους, καὶ εἰς τύχῃ καὶ ἐν ἄλλοις ἀξιώμασιν

εἶναι ὀφφικιαλίους καὶ ἀσπάζονται καὶ αὐτοὶ τοὺς

δεσπότας καὶ ἵστανται καὶ αὐτοὶ δεξιὰ καὶ ἀριστερὰ

ὑποκάτω τοῦ δευτέρου βήλου, καὶ πάλιν μετὰ τοῦτο

ἐξέρχεται ἐν τῷ αὐτῷ σχήματι ὁ πραιπόσιτος, καθὼς

καὶ προγέγραπται, καὶ εἰσάγει δʹ βῆλον· τοὺς ἀσηκρήτας

καὶ νοταρίους τῶν σεκρέτων, καὶ ἀσπάζονται καὶ αὐτοὶ

τοὺς δεσπότας, καὶ ἵστανται καὶ αὐτοὶ δεξιὰ καὶ ἀριστερὰ

ὑποκάτω τῆς τάξεως τοῦ τρίτου βήλου.

Καὶ πάντων στάντων εἰς τοὺς ἰδίους τόπους, λέγει

διὰ νεύματος τοῦ δεσπότου ὁ πραιπόσιτος εὐήχως πως

καὶ ἐναρμονίως· «Κελεύσατε.» Καὶ μετὰ τοῦτο

ἐπεύχονται πάντες. «Εἰς πολλοὺς χρόνους καὶ ἀγαθοὺς

ὁ Θεὸς ἀγάγοι τὴν δικαίαν ὑμῶν βασιλείαν.» Καὶ μετὰ

20

τὸ ἐκβῆναι πάντας ἀνίστανται οἱ δεσπόται, καὶ ἀνέρ-

χονται ἐν τῷ μεγάλῳ ἀκκουβίτῳ μετὰ τῶν πραιποσίτων

καὶ τῶν κοιτωνιτῶν καὶ μόνων· ἐν γὰρ τοῖς ἀργυροῖς

κίοσι τοῦ αὐτοῦ ἀκκουβίτου κρέμανται βῆλα πρὸς τὸ

μὴ ὁρᾶσθαι τοὺς δεσπότας, ὅτε ἐνδιδύσκονται τοὺς

λώρους· ἐν γὰρ τῷ αὐτῷ ἀκκουβίτῳ ἐνδύουσι τοὺς δεσπότας

τοὺς λώρους οἵ τε τῶν ἀλλαξίμων τοῦ κουβουκλείου καὶ

οἱ βεστήτορες, μετὰ τῶν πραιποσίτων καὶ τοῦ δευτέρου

καὶ τῶν κοιτωνιτῶν. Καὶ μετὰ τὸ ἐνδυθῆναι τοὺς λώρους

τοὺς δεσπότας καὶ ὑπὸ τῶν πραιποσίτων στεφθῆναι

λαμβάνουσιν ἐν μὲν τῇ δεξιᾷ χειρὶ τὴν ἀκακίαν, ἐν δὲ τῇ

εὐωνύμῳ τοὺς ἐκ λίθων καὶ μαργάρων ἠμφιεσμένους

χρυσοῦς σταυρούς, καὶ ὅτε κατέλθωσι τὰ βάθρα τοῦ

αὐτοῦ ἀκκουβίτου, ἐπεύχονται αὐτοῖς οἵ τε τοῦ μαγλαβίου

καὶ οἱ τῆς ἑταιρείας. Οἱ δὲ δεσπόται ἐξέρχονται τὴν

μέσην τοῦ αὐτοῦ τρικλίνου, ὀψικευόμενοι ὑπὸ τοῦ κουβου-

κλείου εἰς τὸν πόρτηκα, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχονται

ἐν τῷ Ὀνοποδίῳ· καὶ γίνεται αʹ δοχὴ ἐκεῖ· οἵ τε

μάγιστροι καὶ ἀνθύπατοι, οἱ φοροῦντες τοὺς λώρους

καὶ οἱ λοιποὶ μετὰ τῶν ἰδίων ἀλλαξίμων, καὶ ἀπὸ τῶν

ἐκεῖσε κατέρχονται ἐν τῷ Κονσιστωρίῳ, καὶ τὰ ἑξῆς

ἐπιτελεῖται καθὼς καὶ ἀνωτέρω εἴρηται καὶ ἐν ταῖς

λοιπαῖς προελεύσεσι.

Καὶ τοῦτο δεῖ εἰδέναι· ὅτι τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ, εἰς

τὰ ἅγια καὶ εἰς τὸν ἀσπασμὸν καὶ εἰς τὴν ἁγίαν κοινωνίαν

μετὰ τῶν χλανιδίων ἐξέρχονται οἱ δεσπόται καθὼς καὶ ἐν

ταῖς λοιπαῖς προελεύσεσι, καὶ οὐ μετὰ τῶν λώρων, ἀπὸ δὲ

τοῦ κράματος ἀμφιέννυνται τοὺς λώρους, καὶ τὰ ἑξῆς

ἐπιτελεῖται καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι.

Χρὴ γινώσκειν ὅτι τῇ ἑορτῇ τοῦ γενεσίου τῆς ὑπεραγίας

21

Θεοτόκου οὐ στέφονται οἱ δεσπόται καθὼς καὶ ἐν ταῖς

λοιπαῖς προελεύσεσιν, ἀλλὰ πάντων τελουμένων, καθὼς

προείρηται, ἐξέρχονται οἱ δεσπόται ἀπὸ διβητησίου ἀπὸ

τοῦ κοιτῶνος τῆς Δάφνης, καὶ ἐν τῷ ὀκταγώνῳ κουβου-

κλείῳ βάλλουσι τὰς ἑαυτῶν χλανίδας κατὰ τὸν τύπον

τῶν προλεχθεισῶν προελεύσεων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται

καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι, πλὴν δοχαὶ

παρὰ τῶν δήμων οὐ γίνονται, ἀλλ' ἐν τοῖς τόποις,

ἐν οἷς αἱ δοχαὶ γίνονται, οἱ τῶν δύο μερῶν νοτάριοι καὶ

μαΐστωρες ῥωμαΐζουσι τοὺς δεσπότας τὰ τῇ ἑορτῇ

ἁρμόζοντα· ἀπὸ μὲν τῆς δοχῆς τῶν Λύχνων, ὁ τοῦ

μέρους τῶν Βενέτων νοτάριος, καὶ δεῖ αὐτὸν περιπατεῖν

ὄπισθεν τῶν δεσποτῶν πλησίον καὶ λέγειν τοὺς κατὰ

τύπον ἰάμβους ἕως τῶν πυλῶν τῶν ἀγόντων εἰς τὰς

Σχολάς. Ἀπὸ γὰρ τῶν ἐκεῖσε εἰσφερόντων μεγάλων πυλῶν,

ἤγουν ἀπὸ τοῦ προπυλαίου τῶν Ἁγίων Ἀποστόλων,

ἄρχεται ἰαμβίζειν ὁ τοῦ μέρους τῶν Πρασίνων μαΐστωρ

ἕως τῆς μεγάλης πύλης τῶν Σχολῶν τῆς ἐξαγούσης

ἐπὶ τὸν τῆς Χαλκῆς θόλον· ἔνδοθεν γὰρ τῆς αὐτῆς

πύλης ἵσταται ὁ τοῦ μέρους τῶν Βενέτων μαΐστωρ, καὶ

ἀπὸ τῶν ἐκεῖσε ἄρχεται καὶ αὐτὸς ἰαμβίζειν ἕως τοῦ

στενακίου τοῦ ἐξάγοντος πρὸς τὸν ἔμβολον τοῦ Ἁγίου

Φρέατος· ἔξω γὰρ τῆς σιδηρᾶς πύλης τοῦ αὐτοῦ στενακίου,

ἐν ᾧ τὸ εἴλημά ἐστιν, ἵσταται ὁ τοῦ μέρους τῶν Πρασίνων

νοτάριος, καὶ ἀπὸ τῶν ἐκεῖσε ἄρχεται καὶ αὐτὸς ἰαμβίζειν

ἕως τοῦ Ἁγίου Φρέατος.

Καὶ δὴ τῶν δεσποτῶν εἰσερχομένων ἐν τῷ Ἁγίῳ

Φρέατι, διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως

ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ προσκυνήσαντες τὸ Ἅγιον

Φρέαρ, εἰσέρχονται διὰ τῆς εἰσαγούσης πύλης ἀπὸ τῶν

22

ἐκεῖσε εἰς τὴν ἐκκλησίαν· ἐκεῖσε γὰρ ἵσταται ὁ πατριάρχης

μετὰ τῆς συνήθους αὐτῷ ὑπηρεσίας καὶ τάξεως. Καὶ δὴ

τοῦ πατριάρχου θυμιῶντος κατὰ τὸν τύπον τοὺς δεσπότας,

ἀσπάζονται αὐτὸν οἱ δεσπόται, καὶ εἶθ' οὕτως εἰσέρχονται

διὰ τῆς ἐκεῖσε εἰσφερούσης πύλης πρὸς τὸ δεξιὸν μέρος

τοῦ βήματος· ἐκεῖσε γὰρ οἱ τῆς συγκλήτου πάντες

ἵστανται ἐπευχόμενοι τοὺς δεσπότας. Καὶ ἀπὸ τῶν

ἐκεῖσε εἰσέρχονται εἰς τὰ ἅγια θύρια, καὶ διὰ τῆς

τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι

τῷ Θεῷ, καὶ τὰ ἑξῆς κατὰ τύπον τελοῦσι. Καὶ εἶθ'

οὕτως λαμβάνει ἀπὸ χειρῶν τοῦ καστρησίου ὁ πατριάρχης

τὸν θυμιατὸν καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ θυμιᾷ ὁ

βασιλεὺς πέριξ τῆς ἁγίας τραπέζης, καὶ μετὰ τὸ

θυμιᾶσαι ἵσταται καὶ ὁ πατριάρχης καὶ ὁ βασιλεὺς

ἔμπροσθεν τῆς ἁγίας τραπέζης, καὶ τῆς ἐκφωνήσεως

παρὰ τοῦ ἀρχιδιακόνου γενομένης τῆς τε εὐχῆς παρὰ

τοῦ πατριάρχου τελουμένης, καὶ τὰ ἑξῆς τῆς ἐκκλη-

σιαστικῆς καταστάσεως γενομένης πάσης, ἐξέρχονται οἱ

δεσπόται ἅμα τῷ πατριάρχῃ, προπορευομένων αὐτῶν

τοῦ τε σταυροῦ καὶ τοῦ Εὐαγγελίου.

Καὶ δὴ ἐρχομένων αὐτῶν ὄπισθεν τοῦ ἄμβωνος, ἤγουν

πρὸ τῶν μεγάλων πυλῶν, ἵστανται ἐκεῖσε οἵ τε δεσπόται

καὶ ὁ πατριάρχης μετά τε τοῦ σταυροῦ καὶ τοῦ Εὐαγ-

γελίου, καὶ δὴ ἐρχομένων αὐτῶν, γίνεται κἀκεῖσε εὐχὴ

κατὰ τὴν ἐκκλησιαστικὴν ἀκολουθίαν, καὶ εἶθ' οὕτως συνεξ-

έρχεται ὁ πατριάρχης τοῖς δεσπόταις τὰς βασιλικὰς

πύλας, καὶ ἀσπάζεται αὐτοὺς κἀκεῖσε, καὶ οἱ μὲν δεσπόται

εἰσέρχονται ἐν τῷ βήλῳ τῷ κρεμαμένῳ ἐν τῷ νάρθηκι, καὶ

ἐκεῖσε σκεπαζόμενοι, πάλιν ἐξέρχονται, καὶ ἀσπάζονται

τὸν πατριάρχην, καὶ ἀποκινοῦσι μετὰ τῆς οἰκείας λιτῆς,

καὶ ἀνέρχονται ἕως τοῦ πορφυροῦ μεγάλου κίονος τοῦ

Φόρου, καὶ οἱ μὲν δεσπόται ἵστανται ἐν ταῖς τοῦ πορφυροῦ

23

μεγάλου κίονος ἀναβάθραις, οἱ δὲ μάγιστροι καὶ ἀνθύ-

πατοι καὶ πατρίκιοι καὶ λοιποὶ συγκλητικοὶ ἐν τοῖς

δεξιοῖς μέρεσι πρὸ τῆς τῶν δεσποτῶν στάσεως ἵστανται,

ἤγουν ἔνδοθεν τῆς κιονοστασίας τοῦ Φόρου, οἱ δὲ τοῦ

κουβουκλείου ἐν ταῖς δεξιαῖς ἀναβάθραις τοῦ αὐτοῦ

κίονος, οἱ δὲ δῆμοι τῶν δύο μερῶν ἵστανται ἐν ταῖς

ἐκεῖσε μικραῖς ἀναβάθραις ἀντικρὺ τῶν δεσποτῶν, δηλον-

ότι ἔξω τῆς κιονοστασίας τοῦ δεξιοῦ μέρους, ἐν ᾧ

οἱ τῆς συγκλήτου ἵστανται.

Καὶ δὴ τοῦ πατριάρχου ἀνερχομένου μετὰ τῆς οἰκείας

λιτῆς, προεισέρχονται μὲν ἔνδοθεν τῆς κιονοστασίας οἱ

ἔκδικοι μετὰ τῆς ἑαυτῶν βακτηρίας πρὸ τῆς πρώτης

ἀναβάσεως τῆς δεσποτικῆς ἀνόδου τοῦ κίονος καὶ εἰσέρ-

χονται οἱ μητροπολῖται καὶ ἀρχιεπίσκοποι, καὶ τὴν

κατὰ τύπον ἀποτελοῦσι προσκύνησιν, δηλονότι διὰ τοῦ

τῆς καταστάσεως καὶ τοῦ ῥεφερενδαρίου προσαγομένους

καὶ τοὺς δεσπότας προσκυνοῦντας, καὶ ἵστανται μὲν

οὗτοι ἐν τῷ εὐωνύμῳ μέρει τῶν ἀναβάθρων τοῦ κίονος.

Καὶ μετὰ ταῦτα εἰσέρχονται οἱ προπορευόμενοι τῆς

ἐκκλησιαστικῆς λιτῆς καὶ ψάλλοντες, καὶ εἶθ' οὕτως

εἰσέρχεται ὁ πατριάρχης μετά τε τοῦ σταυροῦ καὶ τοῦ

Εὐαγγελίου, παρακρατούμενος ὑπὸ τῶν πρώτων καὶ

οἰκείων αὐτοῦ· καὶ ὅτε τῆς πρώτης βαθμίδος τῆς δεσπο-

τικῆς ἀναβάσεως ἔλθῃ, ἐπιδίδουσι τοῖς δεσπόταις οἱ

πραιπόσιτοι τοὺς συνήθεις κηροὺς κατὰ τὸ εἰωθός,

καὶ προσκυνοῦσι τὸν σεβάσμιον τύπον τοῦ ζωοποιοῦ

σταυροῦ, ἀσπαζόμενοι τό τε ἅγιον Εὐαγγέλιον καὶ αὐτὸν

τὸν τίμιον σταυρόν, ἔπειτα τὸν πατριάρχην. Καὶ οἱ

μὲν δεσπόται ἵστανται ἐν ᾧ τόπῳ καὶ προΐσταντο, ὁ δὲ

σταυρὸς ἵσταται ἐν τῇ ἐφιδρυμένῃ βάσει ταῖς αὐταῖς

ἀναβάθραις· ὁ δὲ πατριάρχης μετὰ τοῦ Εὐαγγελίου καὶ

τῶν οἰκείων διακόνων καὶ ψαλτῶν ἀνέρχεται ἐν τῷ

24

εὐκτηρίῳ τοῦ αὐτοῦ κίονος, ἤγουν τοῦ Ἁγίου Κωνσταν-

τίνου, καὶ διὰ νεύματος τοῦ πραιποσίτου ἄρχονται

ψάλλειν τὰ δύο μέρη τὴν τῆς ἑορτῆς καταβασίαν. Καὶ

τούτου τρισσῶς ᾀδομένου, γίνεται ἡ συνήθης ἐκτενὴ

παρὰ τοῦ διακόνου, δηλονότι προκύπτοντος διὰ τῶν

θυρίδων τοῦ εὐωνύμου μέρους τοῦ αὐτοῦ εὐκτηρίου. Καὶ

δὴ τῆς ἐκτενῆς τελεσθείσης μετὰ τὴν τοῦ πατριάρχου

ἐκφώνησιν, ἀποχαιρετίζουσι τοῦτον οἱ δεσπόται ἐν οἷς

ἵστανται τόποις καὶ μετὰ τῆς οἰκείας λιτῆς κατέρχονται

ἕως τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου τῶν Χαλκο-

πρατείων, καὶ καθέζονται ἐν τῷ νάρθηκι ἐπὶ τῆς αὐτῆς

ἐκκλησίας, τῆς βασιλικῆς τάξεως ἐκεῖσε παρισταμένης,

ἤγουν τοῦ κουβουκλείου καὶ τῶν ἀσηκρητῶν, χρυσοτρι-

κλινιτῶν· τε καὶ βασιλικῶν ἀνθρώπων. Καὶ δὴ τῶν

μητροπολιτῶν διερχομένων, ποιοῦσι πάλιν προσκύνησιν

κατὰ τὸν εἰρημένον ἄνωθεν τύπον τῆς προσκυνήσεως,

καὶ εἶθ' οὕτως εἰσέρχονται καὶ οἱ τῆς λιτῆς τοῦ πατριάρ-

χου προπορευόμενοι καὶ ψάλλοντες, καὶ μετὰ ταῦτα

εἰσέρχεται ὁ πατριάρχης μετά τε τοῦ σταυροῦ καὶ τοῦ

Εὐαγγελίου.

Καὶ ἀνίστανται οἱ δεσπόται, καὶ ὑπαντῶσιν αὐτῷ καὶ

ἀσπάζονται, καὶ ἵστανται ἀμφότεροι ἐπὶ τῶν βασιλικῶν

πυλῶν, καὶ τῆς συνήθους εὐχῆς τελουμένης ὑπὸ τοῦ

πατριάρχου, καθὼς ἀνωτέρω εἴρηται, γίνεται ἡ εἴσοδος,

καὶ δὴ τῶν δεσποτῶν εἰσερχομένων ἐν τῷ βήματι καὶ τὸ

ἀποκόμβιν ἐπὶ τῆς ἁγίας τραπέζης ἀποτιθεμένων,

ἐξέρχονται διὰ τοῦ ἀριστεροῦ μέρους τοῦ αὐτοῦ θυσια-

στηρίου, καὶ διέρχονται διὰ τοῦ γυναικίτου τῆς αὐτῆς

25

ἐκκλησίας. Ἐν δὲ τῷ γυναικίτῃ ἐναπομένει πᾶσα ἡ

σύγκλητος, ἐπευχόμενοι τοῖς δεσπόταις, καὶ εἰσέρχονται

οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τοῦ κουβουκλείου

διὰ τῆς τροπικῆς εἰς τὴν ἁγίαν τράπεζαν τῆς ἁγίας

σοροῦ, καὶ πάλιν διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσ-

κυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, ἀποτιθέασιν ἕτερον

ἀποκόμβιν ἐν τῇ ἁγίᾳ σορῷ, καὶ εἶθ' οὕτως ἐν τῷ

εὐωνύμῳ εὐκτηρίῳ τῆς αὐτῆς ἐκκλησίας μετὰ τῶν κηρῶν

εὐχόμενοι, ἀποτιθέασιν ἕτερον ἀποκόμβιον ἐν τῇ ἁγίᾳ

σορῷ. Καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται ἐν τῇ τροπικῇ

τῆς ἁγίας σοροῦ, καὶ ἀσπαζόμενοι ἀποχαιρετίζουσι τὸν

πατριάρχην, καὶ ἀλλάσσουσιν οἱ δεσπόται τὰ…

κέ…

The complete text is available when the reading interface loads.