The Greek Library Catalogue

Anonymous

Allegoriae in Hesiodi theogoniam

Edition reference
Allegoriae in Hesiodi theogoniam, ed. H. Flach, Glossen und Scholien zur hesiodischen Theogonie, Leipzig: Teubner, 1876: 295–365.
CTS identifier
urn:cts:greekLit:tlg3039.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

295

<“Κεραμεία> τὸν πίθον” ἡ παροιμία φησί. ταῦτ'

ἄρα καὶ τοὺς ἤδη πρώτως εἰς τὴν ἀληθῆ καὶ μόνην ἐμ-

βιβάζεσθαι μέλλοντας νέους εὐσέβειαν, οὐκ εὔλογον εἶναί

μοι δοκεῖ τοῖς Ἑλληνικοῖς ἐὰν ὕθλοις καὶ τῷ ἐκ τούτων

ἡδεῖ καθυπάγεσθαι· φιλόμυθον γὰρ ἀεὶ τὸ τῶν νέων γέ-

νος καὶ τοῖς τοιούτοις βοσκόμενον χώροις· ἀλλ' ἀντι-

θεῖναι τῷ φαινομένῳ ἡδεῖ καὶ τὴν ἀκοὴν καταθέλγοντι

μόνον, τὸ μὴ φαινόμενον ἀλλ' ἤδη καὶ ὄν, ἀληθές. τοι-

οῦτον δὲ πάντως τὸ μεταληπτικὸν εἶδος τοῦ λόγου καὶ

ἀλληγορικὸν οὐ μέχρις ἀκοῆς παραμένον, ἀλλ' ἔνδον καὶ

εἰς ψυχὴν ἀφικνούμενον νοεράν τε καὶ τῆς ἀληθοῦς ἐφιε-

μένην γνώσεως. αἰνῶ δὲ ἄρα καὶ Πλωτῖνον ἐκεῖνον, κἂν

τῶν θύραθεν οὗτός ἐστι, παρεγγυώμενον τοῖς νέοις τὰ

μαθήματα παραδίδοσθαι, πρὸς συνεθισμὸν τὴς ἀσωμάτου

φύσεως· ἔτι δὲ καὶ Σωκράτην ἕωθεν ἀνισταμένοις παρα-

κελευόμενον, τὴν ἱερὰν καὶ ἀρρενωπὸν κατασπάζεσθαι

μουσικήν, τὸ ἐν ταῖς σφῶν ψυχαῖς καταστέλλουσαν ταρα-

χῶδες, καὶ πρὸς τὴν κρείττω καὶ θειοτέραν ἐντεῦθεν καὶ

ἀνδρώδη ἐμβιβάζεσθαι ἡλικίαν. πολλῶν δὲ τῶν παρ' Ἕλ-

λησι βίβλων οὐσῶν, ἐν αἷς μῦθοι καὶ τερατολογίαι τινὲς

ἐπιφέρονται καὶ ἀναπλάσματα, τῆς Ἑλληνικῆς τε κακοδαι-

μονίας σεβάσματα, τὴν Ἡσιόδου Θεογονίαν ἡμεῖς μετα-

χειριούμεθα· πλήρης γάρ ἐστι τῶν τοιούτων τερατολογιῶν,

καὶ τὴν ἐγκεκρυμμένην ἐν ταύτῃ ἀλήθειαν τοῖς βουλο-

μένοις ἀνακαλύψομεν, κἂν οἱ τῇ πλάνῃ κατεχόμενοι Ἕλ-

ληνες τὰ τῆς ψυχῆς μύσαντες αἰσθητήρια τὴν ἐναντίαν

ἐτράποντο· ἥν τινα δὴ βίβλον Φυσιογονίαν οἶμαι δέον

296

καλεῖν, ὅτι περὶ φυσικῆς τινων γενέσεως διαλαμβάνει,

καθὼς ὁ λόγος προϊὼν διαρθρώσει, κἂν Θεογονίαν οὕτως

ἀγερώχως ἐκεῖνοι ταύτην ὠνόμασαν. πρῶτον δὲ ἀθρητέον

τὸ προοίμιον, καὶ τὴν ἐν τούτῳ μετιτέον ἀλήθειαν, οὐχ

ἡμῶν ἴσως ἀνακαλυπτόντων ταύτην, ἀλλὰ καὶ αὐτοῦ τοῦ

ποιητοῦ ἐνίοτε καὶ ἀπὸ λέξεών τινων ταύτην ἡμῖν καταφανῆ

ποιοῦντος καὶ γνώριμον.

1. <Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ' ἀείδειν>.

δῆλός ἐστιν ὁ ποιητὴς τὸν εὐχαριστήριον ταῖς Μούσαις

τοῦτον ἀνατιθέμενος τὸν λόγον, ὑπὲρ ὧν αὐτὸν ἐσοφί-

σαντο

ἄρνας ποιμαίνονθ' Ἑλικῶνος ὑπὸ ξαθέοιο

δάφνης ἐριθηλέος αὐτῷ κλάδον παρασχοῦσαι καθεύδοντι.

παιδεύει δὲ πάντας ἡμᾶς· πρῶτα μέν, ὡς οὐκ ἀχαρι-

στεῖν δεῖ τοῖς εὐεργετοῦσι καὶ τῆς εἰς τὸ θεῖον ἀφοσιώ-

σεως μὴ ἀφίστασθαι, ἔπειτα δέ, ὡς πᾶσαν κακίαν ἀφ'

ἑαυτῶν ἀποτίθεσθαι, καὶ τὰ τοῦ σώματος αἰσθητήρια μύ-

σαντας, νοερῶς ἅμα καὶ θειοτέρως ζῆν, ταῖς ψυχικαῖς

ἐνεργείαις τὸ πᾶν ἀναθεμένους. τοῦτο γάρ μοι δοκεῖ πα-

ρασημαίνειν ἡ τῶν ἀρνῶν ποίμανσις, ἡ δὲ τοῦ φυτοῦ

γεῦσις, καὶ ἡ πίκρανσις τὴν τῆς αἰσθητικῆς ζωῆς

ἀποστασίαν καὶ ἀπόταξιν· πικραίνονται γὰρ οἱ ἄνθρωποι

καὶ λυποῦνται τοῖς κατὰ τὸν βίον ἡδέσιν ἀποταξάμενοι

καὶ πρὸς σκληραγωγίαν ἐκκλίναντες· αἱ γὰρ ἀρεταὶ περὶ

ἡδονὰς καὶ λύπας εἰσίν· ἡδονὰς μέν, ὅτι τοῦ καλοῦ ἕνεκα·

λύπας δέ, ὅτι τοῖς φοβεροῖς ἢ δεινοῖς ἐντυγχάνουσιν· ἀλλὰ

ταῦτα κατὰ λόγον φέροντες τὰς γνώσεις ἢ ἕξεις ἐν ἑαυ-

τοῖς ἐπιγινομένας ἔχουσιν. ὁ τοίνυν Ἡσίοδος πάσῃ μὲν

ἀποταξάμενος φαντασίᾳ, πάσῃ δὲ χαίρειν εἰπὼν ἀνέσει τοῦ

σώματος καὶ πρὸς τὴν σπουδαίαν ἐκκλίνας διαγωγὴν καὶ

σχολάσας, ἔσχε ποτὲ τὰς ἐπιστήμας αὐτῷ ἐγγενομένας καὶ

297

σοφιζούσας αὐτόν· αἵ τινες δὴ γνώσεις ἐν τοῖς ἡσυχίοις

τόποις καὶ πάσης ἀπηλλαγμένοις τύρβης βιωτικῆς διατρί-

βουσιν· ἔτι δὲ καὶ τοῖς ὄρεσι καὶ ταῖς ὑψηλαῖς σκοπιαῖς·

εἰώθασι γὰρ οἱ σχολάζοντες ἐνίοτε καὶ ὑψηλὰς φύσεις καὶ

μετεώρων πάθη σκοπεῖν καὶ καταλαμβάνειν αὐτά, καὶ διὰ

τοῦτο δάφνης ἀπογεύεσθαι ἀνέκαθεν τοῖς μάντεσι παρε-

δίδοτο πρὸ τοῦ τῶν μαντειῶν ἀπάρχεσθαι, παρόσον, οἶμαι,

δαφοινῆς τινος διαγωγῆς καὶ νεκρωτικῆς τῶν τοῦ σώμα-

τος σκιρτημάτων, τοῖς τά τ' ἐόντα, τά τ' ἐσόμενα, πρό

τ' ἐόντα καταλέγειν μέλλουσι χρεία ἐστίν· οὕτω γὰρ ἡ

τῶν ἑξῆς ἐριθηλεστάτη γνῶσις γένοιτ' ἂν καὶ ἡ τοῦ νοὸς

ἀνάβλυσις ἢ προαιρετικὴ χάρις τῆς γνώσεως. ἐν Ἑλικῶνι

δὲ χορεύειν λέγονται αἱ Μοῦσαι καὶ ἐν τῷ βωμῷ τοῦ

Διὸς ὀρχεῖσθαι ποσὶν ἁπαλοῖς, ἔτι δὲ καὶ λούεσθαι ἐν

κρήνῃ Ἵππου καὶ ἐν Ὀλμειῷ, διότι αἱ γνώσεις καὶ ἐπιστη-

μονικαὶ θεωρίαι, ἑλισσομένης τῆς ψυχῆς πρὸς ἑαυτὴν καὶ

τῷ πατρὶ τῷ νοῒ συγκιρνωμένης ἢ ἑνουμένης, ὥσπερ ἔκ

τινος κρήνης πηγάζουσι, θᾶττον βλαστάνουσαι, καὶ οἷον

ἱπτάμεναι καὶ ὄλλουσαι τὸ τῆς ἀγνοίας μεῖον, πλατύνον-

ται αὗται οὕτω, καὶ ὡς ἄν τις φαίη ὀρχοῦνται ταῖς οἰ-

κείαις ἐνεργείαις καὶ προέσεσιν, ἄλλης ἐπ' ἄλλῃ συλλεγο-

μένης εἰλικρινοῦς θεωρίας καὶ ἀμοιβαδὸν ἀλλήλας δια-

δεχομένης· τοιαύτη γὰρ ἡ τῶν καθαρῶν νοημάτων τοῦ

νοὸς προέξαλσις, ἥτις δὴ καὶ ἱμερόεσσα λέγοιτ' ἄν. τί

γὰρ ἡδύτερον τῆς τοιαύτης ῥᾳστώνης γένοιτ' ἂν διαβατι-

κωτάταις ψυχαῖς καὶ αἰθεροβάμοσι, καθ' ἣν ἐς ἀκρότατον

Ἑλικῶνα χορεύουσιν, ἀνατεινόμεναι δηλαδὴ καὶ συμπτυσ-

σόμεναι νῷ αὐτὰς καταλάμποντι καὶ ζωὴν τὴν μακαρίαν

παρέχοντι νῷ; αἱ γὰρ οὕτω κουφισθεῖσαι ψυχαὶ καὶ πά-

σης ἀπηλλαγμέναι σωματικῆς ἀχλύος, λεπτομερῶς τε καὶ

ἀεροειδῶς κινοῦνται, καὶ παντός εἰσι καταληπτικαί, οὗπερ

ἐθέλουσι, καὶ τὴν τῶν ὄντων εἰδυῖαι φύσιν, ὑμνοῦσί τε

δι' ὧν ἐνεργοῦσιν ἐνεργειῶν τὸν πάντων πατέρα καὶ πο-

λυτίμητον νοῦν, καὶ τὴν τοῖς αἰσθητοῖς τούτοις ἐγκεκρυμ-

μένην ἀλήθειαν ἀνακαλύπτουσι, τίς τε ἡ τοῦ ἀέρος φύσις,

298

διδάσκουσαι, καὶ τίς ἡ τοῦ ὕδατος, καὶ ἁπλῶς τῶν στοι-

χείων καὶ τῶν συνθέτων ἐκ τούτων σωμάτων, ζώων τε

καὶ φυτῶν· ἔτι δὲ καὶ πῶς τόδε τὸ πᾶν συνέστη καὶ

ἥρμοσται, τίσιν ἁρμονίαις ἢ λόγοις, καὶ πῶς ὁ ἥλιος καὶ

ἡ σελήνη, ἡμέρας τε καὶ νυκτὸς δημιουργοὶ καὶ καιρῶν

καὶ χρόνων καὶ ζωώσεως φυτῶν ἢ ζώων γενέσεως τυγ-

χάνουσι· τίς τε ἡ διευθετοῦσα τόδε τὸ πᾶν τάξις καὶ

συνέχουσα δύναμις, ὥσπερ τις κοσμήτωρ ἄριστος ἐν στρα-

τοπέδῳ στρατηγός· πῶς δὲ τοῖς ζώοις ἔρωτές τε καὶ ἡδοναὶ

ἄλογοι ἐγγίνονται, καὶ τίνες οἱ τοῦ σπέρματος λόγοι, δι'

ὧν ἡβάσκουσι τὰ κυήματα, πῶς τε κινεῖ ὁ ὑπερκαθήμενος

νοῦς ἐν τῇ ἀπλανεῖ τὸ πάντων κινητικὸν αἴτιον, ὡς ἀκρό-

τατον ἐφετόν· πῶς δὲ καὶ τὰ οὐράνια κινεῖται καὶ φέρε-

ται σώματα, καὶ διὰ τίνας ἄρα αἰτίας, καὶ τίς ἡ τοῦ

χρόνου φύσις· ταῦτα καὶ τὰ τοιαῦτα αἱ νοερώτεραι τῶν

ψυχῶν καὶ τὰς οἰκείας ἐνεργείας μὴ συγχύσασαι ταῖς πρὸς

τὸ σῶμα νεύσεσιν ἐξετάζουσί τε καὶ ἡμᾶς ἐκδιδάσκουσιν,

ἀπαθανατισθεῖσαι καὶ τῆς κρείττονος ἠξιωμέναι μοίρας καὶ

τοῦ κρατῆρος ἐκείνου ἀποσπάδες οὖσαι τοῦ θειοτέρου, ἃς

δὴ καὶ ὡς ποθουμένας καὶ ζητουμένας παρ' ἡμῶν Μούσας

ὁ λόγος προσαγορεύειν ἐθέλει· φύσει γὰρ ἡ εἰδητικὴ ὄρεξις

τοῖς ἀνθρώποις ἐγκατέσπαρται, καθὰ καὶ Ἀριστοτέλει δοκεῖ,

ἀρχομένῳ τῆς μετὰ τὰ φυσικὰ πραγματείας.

<διὰ τί ἐννέα αἱ Μοῦσαι>. ἐννέα δ' εἰσὶν αἱ Μοῦ-

σαι, ὡς τὸ τετράγωνον καὶ ἔμπεδον τῶν τοιούτων γνώ-

σεων τοῦ ἀριθμοῦ τούτου ἐμφαίνοντος, καὶ τὴν ἀκλινῆ

καὶ ἀμετακίνητον τῶν ψυχικῶν δυνάμεων ἡμῖν παριστάνειν

ἐθέλοντος, ἀναταθεισῶν τάχα καὶ πρὸς ἑαυτὰς συνιουσῶν,

ὁλικὴν καὶ ἑνιαίαν ἀνάκρασιν. ἅπαξ γὰρ ψυχὴ πρὸς ἑαυ-

τὴν ἑλιχθεῖσα καὶ νοερῶς ἑαυτὴν ἐποπτεύουσα, οὐκέτι θέλει

πρὸς πολυμέρειάν τινα διασκεδάννυσθαι, καὶ τοῦ συμπτύσ-

σοντος ἑνὸς ὑποχωρεῖν τε καὶ ἀφίστασθαι. τοῦτο γὰρ οἶμαι

καὶ τὸ τοῦ ἐννέα ὄνομα ἀριθμοῦ ὑποσημαίνειν· οὐ γάρ

ἐστιν ἕτερον τὸ ἐννέα, ἀλλ' ἢ ἓν πρὸς ἑαυτὸ ἀναστρε-

299

φόμενόν τε καὶ συμπτυσσόμενον, ὥσπερ ὑπό τινος ὅρου

καὶ πέρατος, τῆς μονάδος καὶ τοῦ πληθυντικοῦ σκεδασμοῦ,

καὶ εἰς ἀπειρίαν προϊόντος ὑπ' αὐτῆς εἰργόμενόν τε καὶ

ἐπεχόμενον. ἔστι γὰρ ταῖς ψυχαῖς ῥοπή τις πρὸς πλη-

θυσμόν, ἣν ἀνασειράζειν εἴωθεν ἡ τοῦ νοῦ πρὸς ἑαυτὸ

ἐπιστροφή τε καὶ ἕλιξις. ἐννάδι δὲ πάντως κατίδοις καὶ

τὰς νοερωτέρας οὐσίας σεμνυνομένας, καὶ ἀπαριθμουμένας

ὑπὸ τῶν κλεινῶν καὶ θεσπεσίων ἀνδρῶν, καὶ κατὰ τῆς

τριάδος προκοπὴν προϊούσας, τὸ ἐν αὐταῖς πάντως καὶ

τούτου ὑποσημαίνοντος τοῦ ἀριθμοῦ τελειωτικόν. ἄθρει δὲ

ὁ διαβατικώτατος καὶ ὑψηλόνους ἀκροατὴς καὶ τὴν τοῦ

ὀνόματος σύμπτυξιν ἢ ἀνέλιξιν. ὁ ἐννέα ἀριθμὸς δύο ε̅ν̅

ἐστὶ πρὸς ἑαυτὰ συστρεφόμενα. τὸ μὲν γὰρ πρῶτον ε̅ν̅

τὴν ταῖς ψυχαῖς ἐνοῦσαν ῥοπὴν πρὸς πληθυσμὸν ὑπο-

σημαίνειν ἔοικε· διὸ πνεῦμα ἐπιδέχεται τὴν τοιαύτην ἐμ-

φαῖνον ὁρμήν· οὐ γάρ εἰσιν ἀκίνητοι τέλειον αἱ μετὰ τὴν

πρώτην οὐσίαν νοεραὶ καὶ θεῖαι οὐσίαι πρὸς σκεδασμόν

τινα καὶ διάστασιν ἢ πολυμέρειαν, ὥς τινι τῶν πρὸ ἡμῶν

πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα· τὸ δὲ δεύτερον

ε̅ν̅, ὃ καὶ ἀντιστρόφως ἀναγινώσκεται ν̅ε̅, τὴν πρὸς ἑαυ-

τὴν ὑποσημαίνει τῆς ψυχῆς στροφήν· πάσχει δὲ τοῦτο ἡ

ψυχὴ τῇ μοναδικῇ ἀμερείᾳ καὶ ἀσκεδάστῳ ἐπισχεθεῖσα καὶ

πρὸς ἑαυτὴν καταναγκασθεῖσα ἐπιστραφῆναι, ὥσπερ ὑπό

τινος ὅρου καὶ πέρατος. ὃ δὴ δεύτερον ε̅ν̅ οὐδὲ πνεῦμα

ἐπιδέχεται, οὐδὲ γάρ ἐστι τῇ τοιαύτῃ στροφῇ πρὸς τὰ

τῇδε ὁρμὴ ἢ φορά τις ἢ ὄρεξις. ἐπεὶ δὲ γραμματικοῖς

προσδιαλεγόμεθα, καὶ ποιητὴς ἡμῖν τὸ ἀνὰ χεῖρας, οὐ κα-

τόπιν ὁ λόγος ἀπαντήσει τοῦ δέοντος, εἰ καὶ πορισόμεθα

κατὰ τοὺς γεωμέτρας ἐκ τῶν προσεχῶς ἡμῖν δεδειγμένων,

καὶ διὰ τί τὸ μὲν ἓν τῶν ἀριθμῶν δασύνεται; πλὴν

τοῦ ἐννέα, καὶ ἐννενήκοντα, καὶ ἁπλῶς διὰ τί τὸ μὲν ἓν

δασύνεται, τὸ δὲ ἐννέα δύο ε̅ν̅ ὄν, ὡς εἴρηται, οὐ δα-

σύνεται. λεκτέον δέ, ὅτι τὸ δασύνεσθαι τὸ ε̅ τῶν ἀριθμῶν

καὶ ἁπλῶς τὸ ε̅ν̅ παριστάνειν ἔχει ἡμῖν τὴν ἐπ' ἄπειρα

πρόοδον τῶν ἀριθμῶν· ὁρμὴν γὰρ ὡσανεὶ φυσικὴν ἔχει

300

τὸ ἓν εἰς σκεδασμόν τε καὶ πληθυσμόν, ἣν δὴ ῥοπὴν

ὑποσημαίνειν ἐθέλει τοῦ πνεύματος ἡ δασύτης. ἄρχεται

δὲ ἡ τοιαύτη φορὰ ἀπὸ τοῦ ἑνὸς καὶ προελθοῦσα μέχρι

τοῦ ἐννέα, ἐπειδὴ μέλλει συστέλλεσθαι καὶ συμπτύσσεσθαι,

ὥσπερ ὑπό τινος πέρατος τῆς δευτερευομένης μονάδος.

ἤτοι τοῦ δέκα, μιμεῖται πάντως τὴν συστολὴν τὸ πνεῦμα

τὸ ψιλόν, καὶ ἡμῖν ὑποδηλοῖ ταύτην, ἄνωθεν τοῦ ἐννέα

ἐπιτιθέμενον. πολλὰς δ' εὑρήσει τις συμπασχούσας λέξεις

τοῖς ὑπ' αὐτῶν σημαινομένοις καὶ μιμουμένας αὐτά. καὶ

μάρτυς τοῦ λόγου τὸ λιμὸς ὄνομα· δέον γὰρ διὰ διφθόγ-

γου γράφεσθαι ὡς ἀπὸ τοῦ λείπω καὶ τοῦ αἷμα γεγονός,

ὅμως τὴν τῶν λιμωττόντων συστολὴν καὶ τὸ πάθος ἐμι-

μήσατο, καὶ ἔπαθέ τινα ἔνδειαν τοῦ ε̅, ὥσπερ καὶ τὸ ἰδέα

ὄνομα καὶ τὸ εἶδος μαρτυροῦσι. τὸ γὰρ ἰδέα διὰ τοῦ ι̅

γράφεται, τὴν τῶν ἰδεῶν ἐκείνων ὑποσημαῖνον ἁπλότητα

τῶν Πλατωνικῶν. τὸ γὰρ αὐτοὲν καὶ ἡ αὐτοδυὰς ἁπλᾶ

πάντη, οὐκ ἔκ τινων· τὸ δὲ εἶδος ἐπὶ τῶν συνθέτων λε-

γόμενον τῶν ἐκ ψυχῆς τε καὶ σώματος ἢ μορφῆς, εὐλόγως

καὶ σύνθετον εἴληχε γραφήν.

<περὶ τοῦ δύο>. ἀλλ', ὅπερ ἐλέγομεν, τῆς ἐπ' ἄπειρα

καὶ τῶν ἀριθμῶν προόδου ἡ τοῦ πνεύματός ἐστι δασύτης

δηλωτική, ἀπὸ τοῦ ἑνὸς ἀρχομένη· ἓν γὰρ φαμέν, εἶτα

δύο, διὰ μὲν τοῦ ἑνὸς τὴν ἑνίζουσαν τὰ πεπληθυσμένα

καὶ περατοῦσαν φύσιν ὑποσημαίνοντες, ὡς δῆθεν αὐτῆς

συμμετέχοντά πως· πᾶν γὰρ πλῆθος μετέχει πως τοῦ ἑνός.

διὰ δὲ τοῦ δύο τὴν εἰς πλῆθος διάστασιν ἢ τὴν δίοδον

τὴν εἰς τὰ πολλὰ αἰνιττόμενοι, ἐκ τοῦ δύνω τάχα παρά-

γουσι τὸ ὄνομα, ὃ σημαίνει τὸ ὑπεισέρχομαι· τὰ γὰρ

δύο πὼς μὲν πλήθους ἀρχή ἐστι, πὼς δὲ πλῆθος, καὶ

πὼς μὲν πολλά, πὼς δὲ ὀλίγα· καὶ πὼς μὲν ἀριθμός, πὼς

δὲ ἀρχὴ ἀριθμοῦ. ὡς μὲν γὰρ μετρητὸν καὶ ἀριθμητὸν

ἀριθμός ἐστι καὶ πλῆθος (ὑπὸ γὰρ τοῦ ἑνὸς μετρεῖται, ἓν

γὰρ καὶ ἓν δύο), πρὸς ὃ ἓν συγκρινόμενα τὰ δύο καὶ

πολλὰ λέγεται· ἐπεὶ καὶ ὀλίγα εἴη ἂν, πρὸς τὰ τέσσαρα.

ὃ δέ ἐστι πολύ, τοῦτο καὶ ὀλίγον λέγεται, ἀλλὰ πρὸς ἄλλο

301

καὶ ἄλλο πάντως. καὶ ὅτι τῶν παρ' ἑκάτερα τοῦ δύο

συντεθειμένων ἅμα, τοῦ ἑνὸς καὶ τοῦ τρία ἥμισύς ἐστιν

ὁ δύο, καὶ κατὰ τοῦτο ἀριθμός ἐστι. πάλιν δὲ ὅτι τὰ

δύο οὐκ εἰσὶ πολλά, οὐδὲ ἀριθμὸς οὐδὲ πλῆθος, σκόπει

ἐντεῦθεν, μεταχειρισάμενος τὸ καθ' ὑπεροχὴν πολύ. διτ-

τὸν γὰρ τὸ πολὺ καὶ τὰ πολλὰ καὶ τὸ ὀλίγον καὶ τὰ

ὀλίγα, ἢ κατὰ σύγκρισιν ἢ καθ' ὑπεροχήν. πᾶς ἀριθμὸς

ὑπερέχειν θέλει ἐν ἀριθμοῖς, τινὸς ἀριθμοῦ ἐνεργείᾳ. ὁ

δύο οὐχ ὑπερέχει· οὐ γάρ ἐστιν ἀριθμὸς ἡ μονὰς ἐνεργείᾳ.

καὶ τὸ ἐν δευτέρῳ σχήματι συναγόμενον συμπέρασμα νόει.

εἰ δ' ἀριθμὸς οὐκ ἔστι, τί ἂν ἄλλο εἴη ἢ ἀρχὴ ἀριθμοῦ·

πᾶν γὰρ τὸ ἐν ἀριθμοῖς λεγόμενον ἢ πάθος ἐστὶν ἀριθμῶν,

ὡς ἀρτιότητές τε καὶ περιττότητες, ἢ ἀριθμὸς ἢ ἀρχὴ

ἀριθμοῦ. ἕπεται δὲ δεδειγμένου τοῦ, ὅτι τὰ δύο ἀριθμὸς

οὐκ ἔστι, συναποδείκνυσθαι καὶ ὅτι οὐδὲ πολλὰ οὐδὲ πλῆ-

θος· ὁ γὰρ ἀριθμὸς οὐδέν ἐστιν ἄλλο, ἀλλ' ἢ πλῆθος τῷ

ἑνὶ μετρητόν· τὸ δὲ ὑφ' ἑνὸς μετρητὸν πλῆθος πολλά ἐστιν.

<περὶ τοῦ τρία>. εἶτα φαμὲν τρία ἀπὸ τοῦ τρὶς ἴα· τρὶς

γὰρ μία τρεῖς, τριπλοῦντες τὴν μονάδα τρισσάκις εἰς ἑαυ-

τήν. ἢ ἀπὸ τοῦ τηρεῖν τὸ μοναδικὸν καὶ ἑνιαῖον, ἀκραι-

φνέστερον ἔτι καὶ εἰλικρινέστερον ὑπὲρ τοὺς μετ' αὐτὸν

ἀριθμοὺς κατονομάζοντες, τὸν τρία· ἀμιγὲς γὰρ ἔτι καὶ

ἀθόλωτον τὸ ἓν ἔχει ὁ τρία, ὃ δὴ καὶ ἐμφαίνει διὰ τοῦ

ἴα, τηρίας ὤν τις.

<περὶ τοῦ τέσσαρα>. τὸν δὲ τέσσαρα ἢ ἐθνικὴν εἶναι

τὴν λέξιν καὶ διαλέκτῳ ἰδίᾳ τινί, ὡς τὸ παρ' Ἡσιόδῳ

δηλοῖ ἐν ταῖς Ἡμέραις εὑρεθὲν ‚τέτορ' ἡβώῃ‛, ἀντὶ τοῦ

τεσσαρεσκαιδέκατον χρόνον, ἢ παράγοιτο ἂν ἀπὸ τοῦ τα-

ράσσω ταράξω, τετάραχα, τετάραγμαι, τετάραξαι, τετάρακται·

ταραχὴν γάρ τινα καὶ σκεδασμὸν τὸν εἰς πολυμέρειαν ἐμ-

φαίνει ὁ ἀριθμὸς οὗτος· ἐντεῦθεν γὰρ ὁ πληθυσμὸς καὶ

ὁ μερισμὸς μᾶλλον ἐπεισάγεται. διὰ τοῦτο δέ, οἶμαι, καὶ

τὸν τέσσαρα σώματι ἀναλογεῖν ἔλεγον οἱ Πυθαγόρειοι

συμβολικῶς καὶ τετρακτὺν αὐτὸν ἐκάλουν

παγὰν ἀενάου φύσεως,

302

διὰ τὸν σκεδασμὸν τὸν ἐς πλῆθος καὶ τὰς ἐναντιότητας

καὶ τὰ πάθη τῶν σωμάτων, ἅ τινα δὴ ταραχὰς ὁ λόγος

καλῶν οὐκ ἀπεικότως λέγει.

<περὶ τοῦ πέντε>. πέντε δὲ ἢ ἀπὸ τοῦ ἐντύνω τὸ κα-

τασκευάζω παρωνόμασται ἢ ἀπὸ τοῦ πένω τὸ ἐνεργῶ·

ἐνεργητικώτερος γὰρ καὶ κατασκευαστικώτερος ἢ γεννητι-

κώτερος τῶν ἐντὸς τῆς δεκάδος ἀριθμῶν οὗτός ἐστι. καὶ

γὰρ τοῖς πρὸ αὐτοῦ συνερχόμενος τοὺς μετ' αὐτὸν γεννᾷ

πάντας· αὐτὸς γὰρ εἰς ἑαυτὸν συντιθέμενος ἢ συστρεφό-

μενος τὸν δέκα ποιεῖ· πέντε γὰρ καὶ πέντε δέκα· πρὸς

δὲ τὸν τέσσαρα ποιεῖ τὸν ἐννέα· τέσσαρα γὰρ καὶ πέντε

ἐννέα· πρὸς δὲ τὸν τρία ἐπιτιθέμενος τὸν ὀκτώ· τρία γὰρ

καὶ πέντε ὀκτώ· πρὸς δὲ τὸν δύο τὸν ἑπτά, πρὸς δὲ τὴν

μονάδα τὸν ἕξ.

<περὶ τοῦ ἕξ>. ἓξ δὲ εἴρηται ἀπὸ τοῦ ἐξιέναι πρὸς

πλῆθος· τοῦ γὰρ πλήθους ἀρξαμένου ἀπὸ τοῦ τρία, ἐν-

ταῦθα ἡ ἐπιδίπλωσις τοῦ πληθυντικοῦ θεωρεῖται ἀριθμοῦ.

δύο γὰρ τρία ὁ ἕξ ἐστι· διὸ καὶ μερισμοὺς πλείονας τῶν

πρὸ αὐτοῦ ὑφέστηκεν ἀριθμῶν· ἔχει γὰρ ἕκτον τὴν μο-

νάδα, τρίτον τὰ δύο, καὶ ἥμισυ τὰ τρία, καὶ ἁπλῶς πο-

λυμερέστερός ἐστι τῶν πρὸ αὐτοῦ. δασύνονται δὲ καὶ τὰ

ἓξ διὰ τὴν προειρημένην ἄνωθεν αἰτίαν.

<περὶ τοῦ ἑπτά>. ἑπτὰ δὲ ἀπὸ τοῦ ἐπιτείνεσθαι πλέον

εἰς σκεδασμόν· ἐγὼ δὲ εἴποιμι, ἐκ τοῦ ἕπεσθαι τοῖς λοι-

ποῖς ἓξ καὶ τὴν μονάδα τηρεῖν· διὸ καὶ δασύνεται.

<περὶ τοῦ ὀκτώ>. ὀκτὼ δὲ ἀπὸ τοῦ δεκτώ τις εἶναι·

στερεὸς γάρ ἐστι καὶ κύβος· δὶς γὰρ δύο τέσσαρες, καὶ

δὶς τέσσαρες ὀκτώ· ἢ ὅτι δεκτικώτερός ἐστι πολυμερείας

ὑπὲρ τοὺς πρὸ αὐτοῦ· ἔχει γὰρ καὶ ἥμισυ τὰ τέσσαρα,

καὶ τέταρτον τὰ δύο, καὶ ὄγδοον τὴν μονάδα, τοὺς ἀρ-

τίους μερισμοὺς ὑποδεχόμενος. ὁ γὰρ ἓξ καὶ περιττὸν

μερισμὸν εἶχε τὸν τρία, καὶ ἄρτιον τὸν δύο· οὗτος δὲ

οὐδέν τι τοιοῦτον ἔχει.

<περὶ τοῦ ἐννέα>. ἐννέα δὲ εἴρηται ἀπὸ τοῦ τὸ ἐκχυ-

θὲν ἓν καὶ διὰ τῶν ἄλλων προελθὸν μέλλειν ἐν τῇ δε-

κάδι, δευτερευομένῃ οὔσῃ μονάδι, πάλιν ἑνοῦσθαι καὶ

303

πρὸς ἑαυτὸ στρέφεσθαι καὶ ἀνακάμπτειν. ὅθεν καὶ ψι-

λοῦται, τὴν συστολὴν τὴν πρὸς ἑαυτὸ τοῦ πνεύματος τοῦ

ψιλοῦ ἐμφαίνοντος.

<περὶ δεκάδος>. δεκὰς δὲ εἴρηται ἀπὸ τοῦ τῶν δύο

ἑκὰς εἶναι, δύο ἑκάς τις οὖσα. μονὰς γάρ ἐστι δευτέρα,

συμπτύσσουσα τὰ σκεδάννυσθαι μέλλοντα καὶ διχοτομεῖσθαι.

ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς ἡμῖν εἴρηται, ἔτι δὲ καὶ

διὰ τί ἐννέα τὸν ἀριθμὸν αἱ Μοῦσαι λέγονται εἶναι, προ-

φθάσαντες ἀνωτέρω εἴπομεν. εἰ δοκεῖ δέ, τὰ ὀνόματα

αὐτῶν κατίδωμεν·

Κλειώ τ', Εὐτέρπη τε, Θάλειά τε, Μελπομένη τε,

Τερψιχόρη τ', Ἐρατώ τε, Πολύμνιά τ', Οὐρανίη τε,

Καλλιόπη θ'· ἣ καὶ προφερεστάτη ἐστὶν ἁπασέων.

ὅτι μὲν Μούσας τὰς ἐπιστημονικὰς γνώσεις ὁ λόγος

προσαγορεύει, παντί, φασί, δῆλόν ἐστι· διαφόρων δὲ οὐ-

σῶν τῶν τοιούτων γνώσεων, ποῖον εἴληχεν ἑκάστη ὄνομα

μουσικόν, τοῦτο νῦν ἡμῖν εἰς ἐξέτασιν προκείσθω. φαμὲν

δή, ὅτι ἐννέα εἰσὶ καὶ αἱ ἀπὸ τῶν μαθημάτων τῇ ψυχῇ

ἐγγινόμεναι μέθοδοι γνώσεων· γραμματική, ποιητική, με-

τρική, ῥητορική, φυσική, φιλοσοφία, γεωμετρική, ἀστρονο-

μική, ἀριθμητικὴ καὶ μουσική· ἡ γὰρ ἠθικὴ καὶ ἡ θεο-

λογικὴ ὡς ἀπὸ τούτων ἐγγινόμεναι συνεπινοείσθωσαν αὐ-

ταῖς· ῥυθμίζει γάρ τις τὸ οἰκεῖον ἦθος ταύταις προσομι-

λήσας ταῖς ἐπιστήμαις τελεώτερον. ἀλλὰ μέντοι καὶ διὰ

τούτων προελθὼν περὶ θειοτέρας φιλοσοφεῖ λήξεως ὕστε-

ρον. Πολύμνια γοῦν λέγοιτ' ἂν ἡ γραμματική, ὡς πολ-

λοὺς ὑμνοῦσα καὶ δοξάζουσα. τοὺς γὰρ πολλοὺς ἤτοι

τοὺς ἀγελαίους καὶ πρότερον ἰδιωτικὸν βίον ζῶντας πρὸς

ἑαυτὴν ἑλκυσαμένη, ὑμνεῖ τε καὶ ἀνυψοῖ ἐκ τότε καὶ τὴν

παχυτῆτα παρασκευασαμένη ἀποθέσθαι καὶ τὸν δίυγρον

βίον καὶ τὴν ἀνοησίαν καὶ ἀγροικίαν ἀποξέσασα (τοὺς

γὰρ οὕτω ζῶντας πολλοὺς εἰώθαμεν ὀνομάζειν) ὑμενοῖ,

καὶ οἷον πτερύσσει καὶ λεπτοτέρους ἐργάζεται πρὸς τὰς

ἑξῆς μαθήσεις καὶ γνώσεις, παιδαγωγός τις οὖσα καὶ καλ-

λίστη μαιεύτρια, διαπλάττουσα μὲν καὶ διαρθροῦσα τὴν

ἄναρθρον γλῶτταν καὶ ἐξελληνίζουσα, τῷ ἀποδιώκειν

304

μακρὰν πᾶν βαρβαρῶδες καὶ ἄλογον· μορφοῦσα δὲ πρόσω-

πον καὶ παρρησιάζεσθαι ποιοῦσα τοὺς πρὶν ἀφανεῖς, χεῖ-

ρας δὲ ὀξύνουσα πρὸς ὀρθογραφίαν καὶ ἑτοιμάζουσα, καὶ

οὐδέν τι κατὰ τοῦτο τάχα λειπομένη ἐστὶ τῆς ἄρκτου·

ἀδιάρθρωτα γὰρ καὶ βάρβαρα καὶ ἄσημα παραλαβοῦσα

μειράκια, διαρθροῖ τε καὶ περίβλεπτα ποιεῖ. Θάλεια δὲ εἴη

ἂν καὶ Εὐτέρπη ἥ τε μετρικὴ καὶ ἡ ποιητικὴ διὰ τὸ τοῖς

μέτροις χρῆσθαι τοὺς παλαιοὺς ἐν ταῖς ἑορταῖς καὶ ταῖς

εὐωχίαις· καὶ διὰ τὸ θάλλειν τὰς εὐνομουμένας τῶν πό-

λεων, ἐν αἷς κολάζεται μὲν τὸ κακόν, τιμᾶται δὲ τὸ κα-

λόν, ὁποῖον τὸ χρήσιμον ἡ ποιητικὴ παρεισάγει ταῖς πό-

λεσι, καὶ διὰ τὸ εὐτέρπεσθαι τοὺς τερπομένους ἐν ταῖς

τῶν ποιημάτων ἀναγνώσεσιν ἢ ὑποκρίσεσιν. οὐ γὰρ ἐπὶ

βλάβῃ, ἀλλ' ἐπὶ σωτηρίᾳ χαίρουσιν ἑαυτῶν τε καὶ τῇ τῶν

πόλεων συστάσει. Μελπομένην δὲ καὶ Τερψιχόρην ἀκουστέον

τήν τε μουσικὴν καὶ τὴν ἀριθμητικήν· τοὺς γὰρ λόγους

τῶν ἁρμονιῶν ἡ ἀριθμητικὴ δίδωσιν· οἷον τὸν ἡμιόλιον

ἢ τὸν ἐπίτριτον καὶ τὰς συμφωνίας αὕτη ἁρμόζεται, τήν

τε διὰ τεσσάρων, καὶ τὰς λοιπὰς τῷ καρκίνῳ καὶ ταῖς

καταμετρήσεσι συνταξαμένη. ἀλλὰ μέν τοι καὶ ταῖς ψήφοις

τοὺς ψόφους καταστησαμένη τὸ ἑξῆς ἐπιτρέπει τῇ Τερψι-

χόρῃ, ἤγουν τῇ μουσικῇ τῇ τερπούσῃ τοὺς χοροὺς τῶν

ἀκουόντων. Μελπομένη δὲ λέγοιτ' ἂν ὡς τῷ μέλει ἑπο-

μένη, μελεπομένη τις οὖσα. δεῖ γὰρ τὸν λόγον σύμφωνον

εἶναι τῇ αἰσθήσει. τὰ δύο ταῦτα τῶν ψόφων κριτήρια

καὶ μὴ τὴν ἀκοὴν μὲν ἄλλως ἔχειν, τοὺς ἀριθμοὺς δὲ

ἑτέρως· οὕτω γὰρ ἂν συμφωνία λέγοιτο. Ἐρατὼ δὲ ἐκλη-

πτέον καὶ Οὐρανίαν τὴν γεωμετρίαν, ὡς τὸ ὄνομα ὑπεμ-

φαίνει αὐτό, καὶ τὴν ἀστρονομίαν τὴν περὶ τῶν οὐρανίων

κινήσεων ἐπτοημένην γνῶσιν. Κλειὼ δὲ νοητέον τὴν ἔν-

δοξον φιλοσοφίαν, τὴν κλείουσαν τὸν ἄνθρωπον καὶ ἀπα-

θανατίζουσαν καὶ τῷ θεῷ ἀφομοιοῦσαν διὰ τὴν τῶν ὄντων

γνῶσιν. Καλλιόπη δὲ λέγεται ἡ ῥητορική· ταύτῃ γὰρ πλέον

τοῦ κατὰ τὴν λέξιν κάλλους μέλει, καὶ τῆς εὐφραδείας ἢ εὐ-

γλωττίας· ἧς τινος δὴ Καλλιόπης τὰ κατορθώματα καταλέγει

305

καὶ ὁ Ἡσίοδος. ἀλλὰ ταύτας τὰς ἐννέα Μούσας ὁ

Ζεύς, ἐπ' ἐννέα νυξὶ τῇ Μνημοσύνῃ συνών, ἀποτίκτει ἐν

τῇ Πιερίᾳ καὶ τοῖς γουνοῖσι τοῦ Ἐλευθῆρος, παρόσον ἐκ

τῆς πρὸς ἑαυτὸν τοῦ νοῦ ἀνελίξεως καὶ τῇ τοῦ μνημονικοῦ

μέρους τῆς ψυχῆς ἀνεγέρσει καὶ ἀναδόσει τῶν αἰσθημά-

των ἢ τῶν ἐναποκειμένων αὐτῷ μαθημάτων, ἐπιγίνονται

καὶ προέρχονται αἱ ἐννέα γνωστικαὶ μέθοδοι. δεῖ γὰρ

μαθόντας ἡμᾶς πολλά τε καὶ μνημονεύοντας αὐτῶν, καὶ

γεννᾶν οἴκοθεν ἄλλα ἅττα τελεώτερα, καὶ τὰς ἐπιστήμας

κατορθοῦν, τετραγωνικῶς πρὸς ἑαυτοὺς στρεφομένους καὶ

ἀκλινῶς, ὥσπερ καὶ αὐτὸς ὁ Ἡσίοδος φωραθήσεται ποιῶν·

χρήσεται γὰρ πάσαις ταῖς εἰρημέναις μεθόδοις. ἀλλ' αἱ

μὲν προοιμιακαὶ τοῦ Ἡσιόδου σχολαὶ ἅλις ἐχέτωσαν· ἤδη

δ' ἐπ' αὐτὴν τὴν προκειμένην θεογονίαν ἢ μᾶλλον εἰπεῖν,

τοῦ παντὸς φυσιογονίαν, ἰτέον, ἐπαγομένους ἀρωγὸν εἰς

τὴν διατράνωσιν τῶν Ἡσιοδείων ῥημάτων τὴν πάντα νοῦν

ὑπερέχουσαν γνῶσιν καὶ τὴν γλῶτταν, πρὸς τὰ ἑξῆς χειρα-

γωγεῖν δυσωποῦντας αὐτὴν καὶ ἐμπνέειν ἀρρήτως ἡμῖν

τῆς βιαίας ἐκείνης πνοῆς ἱκετεύοντας τὴν ἀγαθοδότιδα σο-

φίαν καὶ κρυφιομύστιδα. εἴ τι δὲ εἰρήσεται σοφὸν τάχα

καὶ ἄριστον καὶ τὰς τῶν πολλῶν διανοίας εὐφραῖνον, τῆς

ἐκεῖθεν πάντως ἐπιπνοίας οἰητέον· εἰ δ' ἄχρηστόν τι καὶ

ἄχαρι καὶ τὰς τῶν ἀκροωμένων ἀκοὰς ἀηδίζον, τῆς ἡμε-

τέρας νομιστέον ἀπότευγμα φύσεως καὶ τῆς τοῦ κρείττο-

νος ἐγκαταλήψεως.

116. <ἤτοι μὲν πρώτιστα>. ἄλλοι μὲν ἄλλως τῶν

φυσικῶν ἀνδρῶν περὶ τῆς τῶν ὄντων γενέσεως φυσιο-

λογοῦσιν, ὁ μὲν τὸ πῦρ τιθεὶς προγενέστερον τῶν ἄλλων,

ὁποῖος Ἡράκλειτος, ὁ δὲ τὴν γῆν, ὡς Ἵππων ὁ ἄθεος,

ἕτερος δὲ ἄλλο τι. Ἡσίοδος δὲ γεννᾷ τἆλλα ἐκ τοῦ ὕδα-

τος καὶ ἀρχαιότερον πάντων τὸ ὕδωρ τίθησιν, ἀπὸ τῆς

χύσεως παρονομάσας αὐτὸ χάος· χυτὸν γὰρ καὶ ῥυτὸν τὸ

306

ὕδωρ. ἐξ αὐτοῦ δ' οἶμαι καὶ τὸν Μιλήσιον Θάλητα τὴν

δόξαν ταύτην σφετερίσασθαι καὶ Πίνδαρον, ἄριστον τὸ

ὕδωρ λέγοντα. ἔπειτα δὲ ἡ γῆ παράγεται μετὰ τὸ χάος,

εὐλόγως· τοῦ γὰρ ὕδατος πυκνουμένου καὶ εἰς ὁλοσχε-

ρεστέραν φύσιν συνισταμένου, παχύ τι καὶ γεωδέστερον

τὸ συναγόμενον γίνεται· μανουμένου δὲ καὶ ἀραιουμένου,

εἰ μὲν ἧττον, ἀὴρ ἀπογεννᾶται· εἰ δὲ μᾶλλον λεπτομε-

ρέστερον γίνεται, πῦρ τὸ ἐντεῦθεν ἀποτελούμενον.

117. <πάντων ἕδος ἀσφαλές>. λέγεται δ' ἐνταῦθα ἡ

γῆ ἕδος ἀσφαλὲς τῶν τε οὐρανίων θεῶν καὶ ὑποχθονίων,

παρόσον στήριγμά ἐστι τοῦ οὐρανοῦ καὶ τῶν μερῶν αὐ-

τοῦ, δηλαδὴ τῶν τε ἄνω ἄστρων καὶ τῶν κάτω. καὶ γὰρ

πᾶν κινούμενον περί τι ἀκίνητον ἑδράζεται· ἕδρα δὲ πάν-

τως τῆς οὐρανίου κινήσεως τὸ μεσαίτατον τοῦ παντός

ἐστιν, ἤγουν ἡ γῆ ἀκίνητος μένουσα· ἔστι δὲ καὶ οὕτως

εἰπεῖν, ὅτι ἡ γῆ ἕδος λέγεται τῶν θεῶν, παρόσον κυκλι-

κῶς τοῦ οὐρανοῦ κινουμένου αὕτη ἐστὶν αἰτία· τὸ γὰρ

κέντρον τοῦ κύκλου αἴτιον· πρῶτον γὰρ ἡ νυγμὴ καὶ ἡ

τοῦ κέντρου πῆξις καὶ τότε ἡ περιφέρεια· θεοὺς δὲ νῦν

λέγει τὰ ἄστρα, καὶ ἁπλῶς τὰ οὐράνια σώματα διὰ τὸ

θέειν ἀεί.

120. <ἠδ' Ἔρος, ὃς>. ἔρωτα δὲ ἐνταῦθα νοητέον οὐ

τὸν τῆς Ἀφροδίτης παῖδα (πῶς γὰρ τῆς μητρὸς μήπω

γεγονυίας οὗτος παράγεται;), ἀλλ' ἄλλον τινὰ πρεσβυγενῆ

ἔρωτα ἐκληπτέον. οἶμαι δὲ τὴν ἐγκατεσπαρμένην φυσικῶς

κινητικὴν αἰτίαν ἑκάστῳ τῶν ὄντων καθ' ἣν ἐφίεται

ἔκαστον τοῦ εἶναι· τὸ μὲν νοερῶς· τὸ δὲ αἰσθητῶς· δεῖ

γὰρ προϋποκεῖσθαι τὴν ἐν ἑκάστῳ ἐπιτηδειότητα καὶ ὁρ-

μὴν πρὸς τὸ τόδε τι γενέσθαι.

123. <ἐκ Χάεος δ' Ἔρεβος>. ἐκ χάους δὲ τὸ ἔρεβος

καὶ ἡ νὺξ γεννᾶται, δηλαδὴ ὁ ἀπὸ τοῦ πρὸ τῆς διακοσμή-

σεως ὑγροῦ ζοφώδης καὶ σκοτεινὸς ἀήρ, ὅστις δὴ λεπτυ-

νόμενος ἀὴρ εἰς αἰθέρα καὶ εἰς φῶς μετέβαλεν, ἢ ὅτι

307

ἐκ τῆς στερήσεως πάντα προῆλθε· διὰ τοῦτο τὸ χάος ἀρ-

χέγονον λέγεται.

124. <Νυκτὸς δ' αὖτ' Αἰθήρ>. ἀπὸ δὲ τῆς νυκτὸς

καὶ τοῦ ἐρέβους μιγνυμένων ἡ ἡμέρα καὶ ὁ αἰθὴρ γεν-

νᾶται, ὅτι ὁρῶμεν τὸν αἰθέρα κεκοσμημένον τοῖς ἄστρασιν

ἐν τῇ νυκτί, καὶ ὅτι ἡ ἡμέρα γίνεται νυκτὸς ὑποχωρούσης.

Ἔρεβος δ' ἂν εἴη ὁ κοσμητικὸς λόγος καὶ τακτικός, ὁ

ἐντεθεὶς ἡμέρᾳ τε καὶ νυκτί, καὶ ποιῶν ἐρέβεσθαι, ἤγουν

καταλαμβάνεσθαι θάτερον ὑπὸ θατέρου, “νὺξ γὰρ νυκτὶ

ἀναγγέλλει γνῶσιν, καὶ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα·”

ὑποχωρούσης μὲν γὰρ τῆς νυκτὸς ἡμέρα ἔρχεται, καὶ ἡμέ-

ρας τερματιζομένης ἡ νὺξ ἀφικνεῖται, ὥσπερ τινὶ κοσμή-

τορι τῷ ἐν αὐταῖς ἐντεθέντι παρὰ τοῦ δημιουργοῦ λόγῳ,

τὸ πᾶν συντηροῦσαι καὶ φυλάττουσαι.

126. <Γαῖα δέ τοι πρῶτον>. ἡ γῆ δὲ τὸν οὐρανὸν

ἴσον ἑαυτῇ γεννᾷ, διότι κέντρου λόγον ἐπέχουσα πρὸς τὸ

πᾶν αἰτία ἐστὶ τῆς κυκλικῆς αὐτοῦ διαμορφώσεως, ὥσπερ

εἴρηται ἀνωτέρω. ἔδει γὰρ τοῦ κέντρου προϋποστάντος

περιγράφεσθαι πέριξ τὸν κύκλον. ἴσον δ' ἑαυτῇ λέγεται

τὸν οὐρανὸν γεννῆσαι, ὡς κατὰ πᾶν μόριον ἑαυτοῦ ἀφεστη-

κότα ἐπίσης τῆς γῆς.

129. <γείνατο δ' Οὔρεα μακρὰ>. γεννᾷ δὲ καὶ τὰ

ὄρη ἡ γῆ, ἐν οἷς κατοικοῦσιν αἱ Ὠκεανίδες, καὶ τὴν θά-

λατταν, ἄτερ φιλότητος, παρόσον ἐν τοῖς κοίλοις αὐτῆς

μέρεσιν ἡ θάλασσά τε ὑπέστη καὶ συνηθροίσθη τὰ ὕδατα,

τὰ ὄρη δὲ περὶ τὸ ἀνώμαλον τῆς συνιζήσεως ἔλαβε τὰς

ἐξοχὰς καὶ κατὰ ἐξοστρακισμὸν αὐτῆς.

133. <Οὐρανῷ εὐνηθεῖσα>. τὸν δ' Ὠκεανὸν οὐκ ἄνευ

τίκτει φιλότητος ἐφιμέρου, ἀλλ' οὐρανῷ εὐνηθεῖσα, ὅτι

σύνεισι μὲν τῷ οὐρανῷ καὶ πέριξ ἑαυτῆς μετὰ τοῦ οὐ-

ρανοῦ συμπεριέχει τὸν λεγόμενον ὠκεανόν· φιλότητα γὰρ

ἐφίμερον τὴν μετά τινος συνέλευσιν ὁ λόγος προσαγορεύει·

308

ὅθεν καὶ τὴν θάλασσαν μετὰ τὰ ὄρη ἄνευ φιλότητος

ἀπεγέννησεν· οὐ γάρ τινι συνηλάθη πρὸς τὴν τούτων

παραγωγὴν ἢ περιοχήν· ἀλλ' αὐτὴ μόνη κατὰ τὸν ἑαυτῆς

ἐξοστρακισμὸν καὶ τὴν ἐκμύζησιν ταῦτα ἀπεγέννησεν.

134. <Κοῖόν τε Κρεῖόν θ' Ὑπερίονα>. τάχα ἂν εἴη

τὰ στοιχεῖα διαγορεύων, ἐκ τῆς ἀνειδέου ὕλης ἐκείνης

εἰδοποιηθέντα καὶ ταῖς οἰκείαις ποιότησι διακριθέντα.

Κρεῖον δὲ καὶ Ὑπερίονα καὶ Ἰαπετὸν τὸ πῦρ ἐκληπτέον,

ὡς ὑπερανεστηκὸς τῶν ἄλλων βασιλικῶς ἢ δραστικῶς, καὶ

ὑπεριέμενον ἢ ὑπερφερόμενον· τὸν ἄνω γὰρ τόπον εἴληχε·

τὰ δ' ἄλλα τῶν στοιχείων διὰ τὸ ὑποβεβηκέναι τῷ πυρὶ

καὶ μὴ κατ' ἐκεῖνο ἐνεργά τε καὶ δραστήρια εἶναι θηλυ-

τέρως ὠνόμασται. Φοίβη μὲν χρυσοστέφανος ὁ ἀὴρ ὀνο-

μαζόμενος διὰ τὸ φῶς τοῦ ἡλίου βαίνειν δι' αὐτοῦ καὶ

πρὸς ἡμᾶς διαπορθμεύεσθαι καὶ ὥσπερ τινὶ χρυσῷ στεφά-

νῳ τῷ ἡλιακῷ δίσκῳ καὶ ταῖς ἀκτῖσι κατακοσμεῖσθαι.

Θείαν δὲ καὶ Ῥείαν τὴν ὑδαρὰν φύσιν ἐκληπτέον, Τη-

θὺν δὲ τὴν γῆν, πάντων μητέρα καὶ τροφὸν οὖσαν. Θέμις

δ' ἂν εἴη καὶ Μνημοσύνη ἡ θεμιτουργὸς ἢ μᾶλλον γε-

νεσιουργὸς καὶ παραμένειν ποιοῦσα τὰ ἐκ τῶν στοιχείων

ἀποτελούμενα κρᾶσις ἢ ἐπιτηδειότης καὶ εὐφυΐα πρὸς τὸ

γενέσθαι τόδε τι. γεννᾶται δὲ νεώτερος τούτων ὁ Κρόνος

καὶ δεινότατος, δηλαδὴ ὁ χρόνος, ὕστερος γὰρ παρῆκται

τῶν στοιχείων, διότι καὶ ἀγκυλομήτης καὶ δεινότατος λέ-

γεται· ὅτι τε ἀγκύλα μήδεα καὶ πολλὰ καὶ ποικίλα βου-

λεύματα εἰδέναι τοὺς πολυχρονίους ποιεῖ, καθὼς εἴρηται·

χρόνος θ' ὃς πάντ' ἐθέλει με διδάσκειν.

δεινότατος δὲ τῶν τοῦ Οὐρανοῦ παίδων λέγεται, παρόσον

ἀφανιστικός ἐστι καὶ λυμεὼν τῶν πραγμάτων κατὰ τὸ

Σοφόκλειον·

ἅπανθ' ὁ μακρὸς κἀναρίθμητος χρόνος

φύει τ' ἄδηλα, καὶ φανέντα κρύπτεται.

309

τοῦ Οὐρανοῦ δὲ γεννηθῆναι λέγεται, παρόσον μέτρον

τῆς ἐκείνου κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερόν ἐστιν·

ἀλλὰ καὶ ὡς μετρῶν τὴν ἐκείνου κίνησιν καὶ περιορίζων,

κατάγειν αὐτὸν λέγεται τῆς βασιλείας· πᾶν γὰρ τὸ ὑπό

τινος μετρούμενον ὡσπερεὶ δεσμεῖται καὶ ἀφαιρεῖται τὸ

κράτος· τότε δ' ἐλέγετο βασιλεύειν ὁ οὐρανός, ἡνίκα καὶ

ἡ κίνησις αὐτοῦ ὁπόση τίς ἐστιν οὐκ ἐγινώσκετο· θαλερὸς

δὲ λέγεται ὁ οὐρανός, ὡς θαλεροποιὸς τῷ βίῳ· ζωογόνος γάρ.

139. <γείνατο δ' αὖ—ἔχοντας>. Κύκλωπες δὲ νοη-

θεῖεν ἐνταῦθα τὰ κατὰ περιόδους τινὰς καὶ κυκλικῶς ὑφι-

στάμενα ἐν τοῖς μετεώροις πάθη τῷ διττῷ τῆς ἀναθυ-

μιάσεως· διὸ καὶ αὐτοὺς εἰκότως ἡ γῆ γεννᾷ· λέγονται

μὲν οὗτοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι, Κύκλωπες δὲ

καλεῖσθαι καὶ ἕνα ὀφθαλμὸν ἔχειν, παρόσον τῷ ξηρῷ μὲν

εἴδει τῆς ἀναθυμιάσεως, οὐρανῷ πλησιάζουσι καὶ μετεωρί-

ζονται ἀνερχόμενοι περὶ τὰ ἄνω· τῷ δὲ ὑγρῷ βαρυνόμενοι

κάτω φέρονται· διὰ τοῦτο γὰρ ἄνωθεν μὲν βρονταὶ καὶ

ἀστραπαὶ γίνονται, κατωτέρω δὲ χιόνες καὶ ὁμίχλαι· ἢ διὰ

τοῦτο ἕνα ὀφθαλμὸν ἐν τῷ μετώπῳ κείμενον ἔχειν λέ-

γονται, παρόσον ἐν τοῖς νέφεσιν ἐναπειλημμένων πνευ-

μάτων ἰσχυρῶν τε καὶ βιαίων καὶ κύκλῳ περιϊπταμένων,

ἐκπυρηνίζεσθαι συμβαίνει τὰ πνεύματα καὶ ἐξιέναι ἐκεῖθεν

καὶ τὰς ἀστραπὰς ποιεῖν, θᾶττον ἡμῶν περιθεούσας τοὺς

ὀφθαλμούς· ἢ διὰ τὸ κατὰ περιόδους τινὰς καὶ κυκλικῶς

τὰ τοιαῦτα πάθη γίνεσθαι.

147. <ἄλλοι δ' αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγέ-

νοντο>, παῖδες ἑκατοντάχειρές τε καὶ πεντηκοντακέφαλοι,

δηλαδὴ τὰ ὑπὸ τὴν γῆν ἐναποκλειόμενα πνεύματα, καὶ

αὐτὴν δεινῶς σπαράττοντα καὶ οἷον μαστίζοντα.

155. <σφετέρῳ δ' ἤχθοντο τοκῆι>. ἀπεχθάνονται δὲ

οὗτοι τῷ πατρὶ τῷ οὐρανῷ, παρόσον ἐξ αὐτοῦ ἀπο-

πέμπονται πρὸς γῆν καὶ κατακρύπτονται· οἵ τινες καὶ Τι-

310

τᾶνες λέγονται, παρόσον τιταίνουσιν, ἤγουν κατασκευάζουσι

βλάβας τοῖς ἀνθρώποις· ὑπὸ σεισμῶν γὰρ καὶ οἰκίαι

καταπίπτουσι καὶ ἡ γῆ σχίζεται καὶ κατακλύζονται ἄνθρω-

ποι καὶ ἀλλ' ἅττα συμβαίνουσι.

161. <αἶψα δὲ ποιήσασα>. ποιεῖ δὲ ἡ γῆ ἐκ τοῦ πο-

λιοῦ ἀδάμαντος μέγα δρέπανον, παρόσον ἡ τοῦ σιδήρου

γένεσις ἐκεῖθέν ἐστιν, ὃ δὴ καὶ πολιὸν καλεῖ, οὐχ ὡς

λευκόν, ἀλλ' ὡς τίμιον καὶ πολύχρηστον.

171. <πατρός γε δυσωνύμου>. δυσώνυμος δὲ ὁ οὐ-

ρανὸς λέγεται κατὰ ἀντίφρασιν, ἤγουν διότι ὠρεῖ, τουτέστι

φυλάσσει καὶ ἔνδον ἑαυτοῦ ἀποκλείει τὰ πάντα· τοῦτο δὲ

οἷον ἀπᾷδον δοκεῖ κατὰ τὸν μῦθον τοῖς τηρουμένοις. λέ-

γεται δὲ πολλῶν καὶ ἄλλων τῆς Γῆς τε καὶ τοῦ Οὐρανοῦ

ὄντων παίδων, μόνος ὁ Κρόνος τὴν κατ' αὐτοῦ βουλὴν

μελετῆσαι καὶ ἅρπην ἐν χειρὶ κατασχεῖν, παρόσον ὁ χρό-

νος μετακυλινδούμενος, τῶν ἐξ οὐρανοῦ τε καὶ γῆς ἀνα-

διδομένων καρπῶν καὶ τῆς γονιμότητος ἀφανιστικός ἐστιν

ἢ θεριστικός. τοῦ γὰρ θέρους ἐλθόντος, θερίζουσι τὰ

ὥρια οἱ ἄνθρωποι, δρεπάνας ἐν χερσὶν ἔχοντες, τὴν ἐξ

οὐρανοῦ δηλαδὴ εὐκράτως τοῖς σπέρμασι καὶ ἐκ γῆς ἐν-

τεθεῖσαν γονιμότητα. πάλιν δὲ ῥίπτουσι φέρεσθαι ἐξο-

πίσω, παρόσον τοὺς σπόρους ἐκ τῶν θερισθέντων ποιοῦσι.

183. <ὅσσαι γὰρ>. ῥαθάμιγγες δ' αἱματόεσσαι τῶν τοῦ

οὐρανοῦ αἰδοίων καταρρέουσι, καὶ ταύτας ἡ γῆ δέχεται

καὶ ἐξ αὐτῶν γεννᾷ τὰς Ἐρινῦς, τοὺς Γίγαντας καὶ τὰς

Μελιάδας Νύμφας διὰ τοὺς ἐπισυμβαίνοντας μόχθους καὶ

αἱματηροὺς ἱδρῶτας καὶ πολέμους, περί τε πόλεων καὶ

χωρῶν εὐκράτων καὶ γονίμων γαιῶν. εἰκότως δὲ λέγεται

τὰ τοῦ οὐρανοῦ μήδεα ἐν τῇ Κύπρῳ πεσεῖν ἢ καταβλη-

θῆναι, παρόσον ὁ τόπος γονιμώτατός ἐστι καὶ τοῦ κύειν

ποριστικός· ἐν ᾧ καὶ ἡ Ἀφροδίτη ἀναδοθεῖσα καὶ ἐξελ-

θοῦσα, ἐν τοῖς ποσὶν ἀναδιδομένας ἔχει παντοδαπὰς πόας·

ἱμερόεσσα γάρ τις χάρις καὶ τερψίθυμος τῇ τῶν Κυπρίων

311

ἐμπελάζει χώρᾳ. καὶ λεγέτωσαν, ὅσοι τὸν τόπον εἶδον,

καὶ φυσιολογείτωσαν περὶ τῶν ἐν αὐτῷ γυναικῶν, διὰ τί

μαχλόταται καὶ πρὸς συνουσίαν ἑτοιμόταται.

211. <Νὺξ δ' ἔτεκε>. ὑπὸ δὲ τῆς νυκτὸς γεννᾶται ὁ

Μόρος καὶ ἡ Κήρ, παρόσον ἀγνώστως ἐπιφοιτῶσι ταῦτα

τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἀοράτως. ὁ ὕπνος δὲ καὶ οἱ

ὄνειροι τέκνα λέγονται ταύτης, ὅτι περ νυκτὸς ἐπιτελοῦνται.

Κλωθὼ δὲ καὶ Λάχεσις καὶ Ἄτροπος διανεμητικαί τινες

δυνάμεις τῶν κατ' ἀξίαν εἶεν ἄν, τοῖς ἀνθρώποις ἄνωθεν

ἐπιπολάζουσαι, ἔφοροί τε τῶν παρ' ἡμῖν καὶ ἐπόπτριαι,

κλώθουσαί τε τὸν ἑκάστου βίον καὶ ποικίλλουσαι καὶ λαχ-

μοὺς καὶ κλήρους ποιοῦσαι, οὓς μετατρέψαι ἀδύνατον.

γεννᾷ δὲ ἡ Νὺξ τὴν Νέμεσιν καὶ τὴν Ἀπάτην, καὶ τὴν

Φιλότητα καὶ τὸ Γῆρας καὶ τὴν Ἔριν, ἢ ὅτι ἀπὸ τῆς

στερήσεως τῶν ἀγαθῶν ταῦτα προέρχεται· γηράσκουσι γὰρ

οἱ ἄνθρωποι νεότητα παριππεύσαντες καὶ ἐρίζουσι τὴν

κακόχαρτον ἔριν, ἀπὸ τῆς ἰσότητος καὶ τῆς δικαιοσύνης

εἰς πλεονεξίαν ἐκκλίναντες, καὶ τὴν ἐφίμερον ἀσπάζονται

φιλότητα, τῇ Ἀφροδίτῃ θύοντες καὶ τὸν ἀνασειράζοντα

λόγον τῆς ἀλόγου ὀρέξεως ἀποτροπιασάμενοι, καὶ μέντοι

καὶ ἀπατῶνται τὴν τοῦ μέλλοντος γνωστικὴν ἐπιζοφώσαντες

δύναμιν τῆς ψυχῆς, καὶ μὴ ὡς δέον ποιοῦντες· ἢ ὅτι

ἀδήλως ταῦτα πάντα ἐπιγίνεται καὶ ἀφανῶς. Φιλότης δ'

ἂν λέγοιτο τῆς νυκτός, παρόσον ἐν τῇ νυκτὶ ἐπιτελεῖται

μᾶλλον. λέγονται δὲ τῆς Ἔριδος τέκνα ὁ λιμός τε καὶ ἡ

λήθη καὶ τὰ δακρυόεντα ἄλγεα καὶ ὁ ὅρκος, καὶ ἡ δυσνο-

μία καὶ τἆλλα· παρόσον ἐπισυμβαίνουσιν ἐξ ἔριδος μάχαι

τε καὶ ψεύδεα καὶ ἀμφιλογίαι καὶ λησμοσύνη καλῶν, λιμοί

τε καὶ ὅρκοι, ἀλλὰ καὶ τὸν Μῶλον καὶ τὴν Ὀϊζὺν γεννᾷ·

τὸν Μῶλον μέν, ὅτι ἀοράτως οἱ πόλεμοι ἀναφύονται, τὴν

Ὀϊζὺν δέ, ὅτι εἰώθασιν οἱ ἄνθρωποι ἐν νυκτὶ κακοπαθεῖν,

ὁδοιποροῦντες καὶ ἐργαζόμενοι καὶ χειρωνακτοῦντες· ἢ ὅτι

καὶ ἀμφότερα ἡμῖν ἐξ ἀγνοίας ἐπιγίνεται, οὐκ οἴδαμεν

γάρ, ὅθεν ὁ πόλεμος, καὶ ὅθεν ἡ κακοπάθεια. γεννᾷ δὲ

καὶ τὰς Ἑσπερίδας ἡ Νύξ, αἷς χρυσᾶ μῆλα μέμηλε, του-

312

τέστι τὰς ὥρας τῆς νυκτὸς, αἷς τισι τὰ ἄστρα τὰ καλὰ

δηλαδή, τὰ χρύσεα μῆλα, διὰ φροντίδος εἰσίν· αἱ γὰρ

ὧραι ἀμοιβαδὸν διαδέχονται ἀλλήλας, κινουμένου τοῦ οὐ-

ρανοῦ, καὶ τῶν μορίων αὐτοῦ, δηλαδὴ τῶν ἄστρων· οὕτω

γὰρ καὶ ὁ θεῖος Ὅμηρος πυλωροὺς αὐτὰς παρεισάγει

τοῦ οὐρανοῦ. φέρουσι δὲ τὰ δένδρα καρπὸν ἀπὸ τῶν

ὡρῶν· μετακυλινδουμένου γὰρ τοῦ ἐνιαυτοῦ αἱ ὧραι τε-

θηλέναι ταῦτα ποιοῦσιν. ἀλλὰ μέντοι καὶ τὰς Μοίρας καὶ

τὰς Κῆρας γεννᾷ τὰς νηλεοποίνους ἡ Νύξ, τουτέστι τὰς

ἐπιμεριζούσας ἑκάστῳ τὰς κατ' ἀξίαν δυνάμεις, καὶ τὰς

γινομένας τιμωροὺς τῶν κακῶν ἔργων· αὗται γὰρ ἀορά-

τως ἐπιφοιτῶσι τῷ βίῳ τῶν ἀνθρώπων· ἢ Μοῖραι καὶ

Κῆρες τῆς νυκτὸς εἶεν ἂν τέκνα κλεοπόνα, αἱ δόξαι αἱ

ἐπιγινόμεναι καὶ μειρόμεναι καὶ ὡς γέρας παρεχόμεναι

καὶ κλέα τοῖς ἀνθρώποις ἐκ πόνων τῶν ἐν νυκτί.

233. <Νηρέα τ' ἀψευδέα>. γεννᾷ δ' ὁ Πόντος τὸν

Νηρέα, ἀληθέστατον καὶ ἀψευδέστατον καὶ πρεσβύτατον

τῶν ἄλλων παίδων, παρόσον εἰώθεσαν ὡς ἐπὶ τὸ πλεῖστον

οἱ ἐν θαλάσσῃ διάγοντες καὶ ναυτιλλόμενοι ἄνθρωποι ἀλη-

θεῖς τε καὶ ἀψευδεῖς εἶναι· καὶ διὰ τοῦτο καὶ ἔντιμοι καὶ

γεραροί· ὁ γὰρ καθ' ἑκάστην αὐτοῖς ἐλπιζόμενος θάνατος

ἀναπείθει νημερτεῖς τε καὶ πράους εἶναι καὶ μὴ θεμίστεων

ἐπιλανθάνεσθαι, μὴ δὲ δικαιοσύνης ἢ ἰσότητος.

237. <αὖτις δ' αὖ Θαύμαντα>. γεννᾷ δὲ καὶ Θαύ-

μαντα, ὅτι περ εἰώθεσαν μακρὰ πελάγη διαπερῶντες οἱ

ἄνθρωποι, καὶ θάλασσαν καὶ οὐρανὸν μόνον ὁρῶντες,

καταπλήττεσθαί τε καὶ θαυμάζειν τοῦ κάλλους ὁμοῦ καὶ

τοῦ μήκους, ἀλλὰ μέντοι καὶ τοῦ βάθους τοῦ θαλασσίου

πόντου τὸν γενεσιουργὸν θεόν. Φόρκυνα δὲ ὁ Πόντος

γεννᾷ Γαίῃ μισγόμενος, εὐλόγως· ὅσον γὰρ πλησιάζουσι

τῇ γῇ οἱ ἐκ πελάγους καταίροντες φέρονται πρὸς αὐτὴν

καὶ ἐλλιμενίζονται. ἀλλὰ μέντοι καὶ τὰ κήτη τοῦ πόντου

313

λέγονται, παρόσον ἐκ πόντου καὶ ἐν πόντῳ τὰ τοιαῦτα

ζῶα διάγειν εἰώθεσαν, ἰσχυρότατά τε ὄντα καὶ εὐμεγέθη

καὶ ἀδάμαντος ἰσχὺν ἔχοντα, καὶ ἀναφυσιῶντα γενναίως

καὶ σθεναρῶς.

240. <Νηρῆος δ' ἐγένοντο>. γίνονται δ' ἐκ Νηρῆος

τέκνα καὶ Δωρίδος ἡ Πρωθὼ καὶ ἡ Εὐκράτη, ἡ Σαώ τε

καὶ ἡ Ἀμφιτρίτη, ἡ Κυμοθόη τε καὶ ἡ Σπειώ, ἡ Δωτώ,

ἡ Πρωτὼ καὶ αἱ λοιπαί, παρόσον ἐπισυμβαίνειν εἴωθεν

ἐν θαλάσσῃ τοῖς ναυτίλοις πρώθειν τε τὰς νῆας, καὶ εὐ-

κρατοῦσθαι ὑποπνεόντων ἀνέμων καὶ σώζεσθαι καὶ ἀμφο-

τέρωθεν τηρεῖσθαι, ἀγκύραις τε εὐναζούσαις, καὶ πνοαῖς

ζαχρειῶν ἀνέμων, καὶ εὖ δωρεῖσθαι, καὶ πλουτεῖν, καὶ

πορίζεσθαι, καὶ τίθεσθαι εὖ ἐν γαλήνῃ, καὶ κύμασι θέειν,

καὶ σπένδειν, καὶ θάλλειν ἐξ ἀέρος καὶ μελετᾶν, τουτέστι

φροντίζειν χαριέντως, καὶ εἰς λιμένας κατάγεσθαι καὶ

παραθέειν τὴν γῆν, καὶ εὐνάζεσθαι ἐν αἰγιαλοῖς, καὶ δώ-

ματα ἔχειν, καὶ δῶρα, καὶ πρώσματα ἐξ ἰσχύος καὶ δυ-

νάμεως ἐπιτελούμενα τοῖς ναυτίλοις τῶν νηῶν, εἰς νήσους

τε καταντᾶν καὶ ἀκταῖς προσπελάζειν, βουλαῖς οἰακονόμου

τοῦ πρωτομέδοντος καὶ ἐπιστήμαις πάντοθεν ὀπιπτεύοντος,

καὶ εὖ δωρουμένου τὴν σωτηρίαν τοῖς ἐν τῇ νηΐ. καὶ

ἁπλῶς, ὅσα κατὰ τὴν ναυτιλίαν ἔργα ἐπαινετά τε καὶ

ἀξιόχρεα συμβαίνει, ταῦτα δὴ ὁ λόγος τέκνα τοῦ Νηρέως

προσαγορεύει.

263. <αὗται μὲν Νηρῆος>. τοῦ μὲν πρακτικοῦ νοῦ

τὰ τέκνα, τουτέστι τὰ ἐφευρήματα τὰ περὶ ναυτιλίαν καὶ

αἱ ἐνέργειαι ταῦτά εἰσι. τό τε πρώτως ἐπεμβαίνειν τῆς

θαλάσσης τοὺς ἐμπορεύεσθαι μέλλοντας καὶ εὖ κατορ-

θοῦσθαι καὶ σώζεσθαι τοὺς πλέοντας, καὶ ἀμφοτέρωθεν

τρέοντας, τουτέστι φοβουμένους, εὖ διατίθεσθαι τὸ σκάφος,

καὶ γαληνιῶσαν ὁρᾶν τὴν θάλασσαν, καὶ γλαυκίζουσαν

ταῖς τοῦ πρωτομέδοντος ἐμπειρίαις καὶ ἀνδρικαῖς παρα-

τάξεσι. Νηρέα δὲ ὁ λόγος τὸν πρακτικὸν νοῦν ὀνομάζει

νῦν, ὃν καὶ ἐκ τοῦ πόντου γεννηθῆναι πρεσβύτατον

314

λέγει, τάχα διὰ τὸ νέεσθαι ῥεῖα, τουτέστι πορεύεσθαι.

ἴδοις γὰρ ἂν τοὺς πρακτικὸν πλουτήσαντας νοῦν νῦν μὲν

ἐξ Ἰωνίας εἰς Ἑλλάδα μεταβαίνοντας, νῦν δ' εἰς τὴν

Ἀλεξάνδρου μεταχωροῦντας τῷ λόγῳ, καὶ αὔριον εἰς τὴν

Βύζαντος ταῖς νομοθεσίαις καὶ τοῖς θεσπίσμασιν. ἐκ πόν-

του δὲ λέγοιτ' ἂν γεννηθῆναι ὁ τοιοῦτος νοῦς, δηλαδὴ

ἐξ ἐμπειρίας τῆς κατὰ θάλατταν· αἱ γὰρ ἕξεις καὶ αἱ

ἐπιστῆμαι, ἐκ τῶν περὶ ἕκαστα ἀτελῶν ἐνεργειῶν ἐπιγί-

νονται καὶ ἐκ τῶν ἐθισμῶν αἱ τέχναι κατὰ τὸν φιλό-

σοφον λόγον. διὸ καὶ τὰς τελείας ἐνεργείας τοῦ πρακτι-

κοῦ τοῦ περὶ τὴν ναυτιλίαν τοῖς ἀνθρώποις ἔξωθεν ἐπι-

γινομένου, θυγατέρας τοῦ Νηρέως ὁ λόγος προσαγορεύει,

ἀμύμονα ἔργα εἰδυίας. πεντήκοντα δὲ τὸν ἀριθμὸν λέ-

γονται, παρόσον ἀπὸ τῆς πενταδικῆς αἰσθήσεως ἐπισυν-

άγεσθαι εἴωθεν ὁ πρακτικὸς νοῦς. ἐξ αἰσθήσεως μὲν γὰρ

μνήμη· ἐκ μνήμης δὲ ἐμπειρία· καὶ γὰρ αἱ πολλαὶ μνῆ-

μαι τῷ ἀριθμῷ ἐμπειρία μία ἐστίν· ἐκ δ' ἐμπειρίας τέχνη

ἢ ἐπιστήμη, καθά φησι Πῶλος ὁ φιλόσοφος. κἂν γὰρ

ὁρῶντες ἢ ἀκούοντες ἢ καὶ ἐνεργοῦντες, πλὴν ἀτελῶς,

πόλλ' ἅττα μανθάνουσιν οἱ ἄνθρωποι ἔργα καὶ τῆς ναυ-

τιλίας καὶ τῆς γεωργικῆς καὶ τῆς στρατιωτικῆς. ἡ πεντὰς

δὲ τῷ τελείῳ ἀριθμῷ τῷ δέκα ἐπιτιθεμένη καὶ αὐτὸν πο-

λυπλασιάζουσα πάντως τὸν πεντήκοντα ἀποτελεῖ· τοιαῦται

δὲ αἱ διὰ τῶν αἰσθήσεων τελειωθεισῶν ἡμῖν ἐπιφυόμεναι

ἐνέργειαι.

265. <Θαύμας δ' Ὠκεανοῖο>. Θαύμας δὲ τῇ θυγατρὶ

τοῦ Ὠκεανοῦ λέγεται συνελθεῖν, καὶ τεκεῖν ἐξ αὐτῆς τήν

τε Ἶριν καὶ τὴν Ἀελλὼ καὶ τὰς Ἁρπυίας, παρόσον ἐξ

ἀναθυμιάσεως ἀνιούσης περὶ τὸν ἀνωτέρω τῆς λεγομένης

ἀπαρτιζούσης τόπον, τὴν σύστασιν ἔχει ἥ τε Ἶρις, τὸ πο-

λύχρουν τοῦτο καὶ περιφερὲς τόξον, τὸ ἐν τοῖς μετεώροις

ὑφιστάμενον, καὶ οἱ ἄνεμοι· τίς γὰρ οὐκ ἂν θαυμάσειε

τὴν Ἶριν τοῦ τε…

315

γέθου…

The complete text is available when the reading interface loads.