The Greek Library Catalogue

Anonymous

Allegoriae in Homeri Iliadem

Edition reference
Allegoriae in Homeri Iliadem 4.1–4, ed. Flach, op. cit., 420–424.
CTS identifier
urn:cts:greekLit:tlg3039.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

420

λόγου δύναμις ἰσχύειν οἶδε κἀν ταῖς ἀναμόρφοις τῶν

ὑποθέσεων ἀφορμὰς ἐρανίζεσθαι, οὐκ ὀκνητέον καὶ τὸ

τοῦ μύθου πρόσγειον ὡς ἐφικτὸν ὑψηλολογῆσαί τε καὶ

πρὸς θειοτέραν ἰδέαν αὐτὸ μεταστοιχειῶσαι. πάντως δ'

οὐκ ἐπισκώψειέ τις τῶν μεμψιμοίρων τούτου χάριν ἡμᾶς,

ὡς εἴπερ μηδ' ἐξ ἀποτόμου πέτρας ἀρύττειν ὕδωρ καὶ

421

τὸ πικρὸν εἰς γλυκυχυμίαν μεταπιεῖν ἐπειρώμεθα. ὕπατον

οὖν Ζῆνα τὸν ἁπάσης διανοίας ὑπέρτερόν τε καὶ ἀπειρο-

δύναμον θεὸν εἰπεῖν οὐ καινόν, οὐδὲ τοῦ προσήκοντος

διαμάρτοιμεν. ἑτέρου γὰρ οὐδενὸς ἡ τῆς ζωῆς αἰτία τοῖς

πᾶσιν ἐξήρτηται, ὅτι μὴ τοῦ πρὸς τὸ πᾶν ἐφικνοῦντος

θεοῦ καὶ ὄντος αὐτοζωῆς· ἐκείνου γὰρ θεία καὶ ἀληθὴς

φωνή, τό· ἐγώ εἰμι ἡ ζωή τε καὶ ἡ ἀλήθεια. τῆς αὐτῆς

δὲ κλήσεως ἀξιωθεῖεν ἂν καὶ αἱ περὶ αὐτὸν δυνάμεις,

καὶ τοῦ πρώτου σπεῖσαι φωτός, τοὺς θειοτάτους φημὶ τοὺς

Χερουβίμ τε καὶ Σεραφίμ, καὶ τοὺς λοιποὺς συλλόγους

τῶν περὶ τὸ θεῖον ἀΰλων φύσεων. εἰ γάρ τοι πρὸς ἀν-

θρώπους ἁμαρτίαις τυγχάνοντας οὔτε τῶν αὐτοῦ πολλῶν

καὶ μεγαλῶν εὐεργεσιῶν τῇ τῆς ἀγαθότητος ἀφθονίᾳ φει-

σάμενος φαίνεται, καὶ τοῦ οἰκείου δέ γε τούτοις ὀνόμα-

τος μεταδίδωσι, καὶ καθάπερ τῷ τῆς λήθης ἐμπεπτωκότας

βυθῷ, καὶ τοῦ ἰδίου ἀξιώματος πρὸς ἄγνοιαν ἐληλακότας,

ἄγει τε πρὸς ἀνάμνησιν τούτου, καὶ προσονειδίζει τούτοις

τὸ χαμαιρριφὲς καὶ ὠκύμορον, πολλῷ δὴ μᾶλλον ταῖς

περὶ αὐτὸν πρώταις φύσεσι κοινωνήσειε τοῦ οἰκείου ὀνό-

ματος. ἀλλ' ὁ μὲν οὖν ἐπὶ πᾶσι θεὸς ἀθεώρητός τε καὶ

ἀκατονόμαστος, ὅτι ποτ' ἂν εἴη, καὶ οὐδὲν οὐδενὶ χωρη-

τός, οὔτε μὴν προσιτός, ἐφ' οἷς δὲ τῶν ἁπάντων δημιουρ-

γὸς ἔνεστι καὶ παραγωγεύς, τὰ παρ' αὐτοῦ πρώτως τὴν

πρὸς τὸ εἶναι πρόοδον εἰληφότα τῆς πρὸς αὐτὸν ἑνώ-

σεως οὐκ ἀποξενοῖ, ἀλλ' ἐπιστρέφειν οἶδε πρὸς ἑαυτὸν,

καὶ ἀρρήτοις τὴν τοῦ παντὸς διοίκησιν τούτοις ἐντέλλε-

σθαι. ἀμέλει τοι τὸ πρὸς θεὸν ἀπεστράφθαι καὶ τὴν

ἐφ' οἷς διῳκήκασι τοῦ θεοῦ βούλησιν ἀναφέρειν, προσ-

ομιλεῖν λεχθεῖεν ἂν τῷ θεῷ. <ἐν χρυσέῳ δαπέδῳ>.

ἀσύγκριτα μὲν οὖν τὰ θεῖα τυγχάνει πάντα πᾶσι καὶ μη-

δενὶ μηδ' ὅλως παραβλητά· ἐπεὶ δὲ τῷ τῆς σαρκός ἐσμεν

κατειλημμένοι δεσμῷ καὶ μηδὲν ὑπὲρ τὰ παρόντα γινώ-

σκομεν τῶν καθ' ἡμᾶς, ὅτι κάλλιστόν ἐστι καὶ λαμπρότερον,

πρὸς τὴν τῶν ὑπερκοσμίων εἰκόνα παραλαμβάνειν εἰώθα-

μεν, οὕτω δὴ καὶ τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ τὸν

Χριστόν, ἥλιον δικαιοσύνης καὶ φῶς καὶ ἀπαύγασμα τῇ

422

θείᾳ φίλον κατονομάζειν γραφῇ οὔκουν ἀπᾷδον. λοιπὸν

τὸν χρυσὸν τῶν ὑπερουρανίων χωρίων τὴν φανότητα πα-

ριστάνειν, εἴτε τῆς αἰθερίου φύσεως τὸ ὑπέρλαμπρον,

εἴτε τινὸς ἄλλως εἴτε τινὸς ἄλλης ἀπεριγράπτου περιοχῆς

τῶν ἀΰλων ἐκείνων οὐσιῶν τὸ διάφορον. καὶ περὶ τῆς

Ἥβης οὕτως ἔχω σκοποῦ. δηλοῦται γὰρ δι' αὐτῆς τὸ περὶ

τὴν τῶν θείων καὶ ἀπορρήτων τῶν νόων κατάληψιν ἐπι-

τατικόν τε καὶ σύντονον, τῆς ἀδιαιρέτου τέ φημι τῶν

ποιῶν ὑποστάσεων διαιρέσεως καὶ τῆς ἀσυγχύτου τούτων

ἑνώσεως. οὐ γὰρ [ἐστιν οὐκ] ἔστιν ὅτε τοῦ πρὸς θεὸν

ἀτενίζειν παύσονται καὶ ταῖς ἐκεῖθεν φωτοβολίαις ἐπεν-

τρυφᾶν, δι' ὅπερ Ἥβη τίς ἐστι τούτοις δεξιουμένη, δεξιου-

μένη δὲ νέκταρι, ὃ δὴ παρ' Ἕλλησι μέν, εἴπερ τι ἕτερον,

ἥδιστόν τε καὶ πότιμον πόμα θεῶν· ἡμῖν δ' ὑποληπτέον

ἐς τὰ ἐκεῖσε κάλλη τὰ ἄρρητα νέκταρ, ὡς ἀληθῶς ἡ θεία

πρόνοια ἡ ὑπὲρ λόγον συγκατάβασις, καὶ ἡ μέλλουσα κρί-

σις, ὧνπερ οἱ ἄγγελοι εἰς τὸ διηνεκές εἰσιν ἐμφορούμενοι.

νέκταρ τὸ οὐράνιον σφαίρωμα, ἡ τοῦ πυρὸς φύσις, κίνησις

τοῦ ἀέρος, ὕδατος χύσις, ὄγκοι καὶ πεδιάδες τῆς γῆς, καὶ

τούτων συμπάντων ἕνωσις ὁμοῦ καὶ διάκρισις ἄρρητος.

νέκταρ καὶ πρὸς ἡμᾶς ἡ τῶν θείων ῥημάτων κατάληψις·

ὡς γλυκέα γάρ, φησί, τῷ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ

μέλι τῷ στόματί μου, ἀλλὰ τοῖς μὲν ἐπιβόλοις φρενῶν

τοιαῦτα, ἐπείπερ τοῖς ἄλλως ἔχουσιν ἀπόβλητά τε καὶ

ἀνήδονα, πάσχουσιν ἀτεχνῶς πάθος ἰκτεριώντων, οἷσπερ

τὴν γευστικὴν διεφθαρμένοις παντάπασιν αἴσθησιν δοκεῖ

καὶ τὸ μέλι πικρόν. <ἀλλήλους δειδέχατο>. οὐ γὰρ τὰ

μείζω καὶ ὑπερκείμενα, (μόνον τοῖς ὑποκειμένοις τῆς θείας

αὐγῆς μεταδίδωσιν, ᾗ φησιν ὁ μέγας πατὴρ Διονύσιος),

ἀλλὰ καὶ τὰ ὑποβεβηκότα τοῖς ἄνω τὴν τῶν κάτωθεν

διακονίαν γνωρίζουσιν· ἀλλὰ τοῦτο μὲν πρὸς ἀλλήλους,

πρὸς θεὸν δὲ τῷ ἀπαύστῳ ἐκείνων καὶ θείῳ ὑμνολο-

γήματι καὶ τοῖς χερουβικοῖς τρισὶν ἁγιασμοῖς, ὧν τὸ τέλος

ἡ τῆς μιᾶς διατράνωσις κυριότητος· καὶ καινὸν οὐδέν, ἀγ-

γέλους εἰςάγειν δεξιουμένους θεόν. πῶς γάρ, ὅπου γε καὶ

ἡμεῖς τοῦτο λεγόμεθα, δρᾶν ἐν καρδίᾳ καθαρᾷ, συντετριμμένῳ

423

δὲ πνεύματι, ἐποχῇ κοιλίας καὶ γλώττης, ἀποχῇ πλεονεξίας,

τῆς τῶν ἁμαρτιῶν μητροπόλεως, καὶ πάσαις ἄλλαις ἰδέαις

τῶν κακιῶν. <Τρώων πόλιν εἰςορόωντες>. ἡμεῖς μὲν

οὖν ἀτενεῖς ἐν βάθει τοῦ σώματος ὄντες ἢ μόνως θεῷ

προσανέχειν διατεινόμεθα ἢ περὶ τὸν χοῦν λυπούμεθα. τὸ

δ' ἐν ἀμφοῖν εἶναι, [οὐκ ἂν] οὐδὲ τοῖς διαβατικωτέροις

τὸν νοῦν τοῦτ' ἂν γένοιτο. ἄγγελοι δὲ τά τε ἄνω ἀμφι-

πολοῦσιν, ὥσπερ ἐκκέλευστοι τυγχάνουσιν ὄντες πρὸς τοῦ

θεοῦ, τὰ καθ' ἡμᾶς διοικοῦντες καὶ ἐφορῶντες καὶ τὴν

κοσμικὴν ταύτην κατάστασιν, ἧς τινος σύμβολον τὸ τῶν

Τρώων πτολίεθρον, τὴν μὴ πρὸς τὸ νοητόν τε καὶ ἄρ-

ρατον, ἀλλὰ πρὸς τὸ κομμωτικὸν καὶ περιλεσχήνευτον κάλ-

λος ἀποκλίνασαν τῆς Ἑλένης, τῆς ἑλκούσης καὶ κατασπώ-

σης τὸν νοῦν ἡδονῆς τε καὶ ματαιότητος· ἡδονὴ γὰρ οὐδὲν

ἄλλο τοῖς σοφοῖς ἀποπέφασται, ἀλλ' ἡ μόνον ἡδονοῦσα

καὶ κατασείουσα τὴν ψυχὴν καὶ τοῦ πρὸς τὸν νοῦν ἐπε-

στράφθαι μεθέλκουσα. ἔστι δὲ καὶ ἄλλη τις ἡδονή, ἥτις

ἐκ τῆς τῶν θειοτέρων ἐργασίας ἐγγίνεσθαι πέφυκε τῇ

ψυχῇ, ἡ δύνουσα καὶ ἀναπτεροῦσα τὸν νοῦν πρὸς θεόν,

ᾗ τινι προσεκτέον μᾶλλον ἡμᾶς, καὶ μὴ τῆς βελτίονος

αἱρεῖσθαι τὴν χείρονα, σφαλλομένους ἐκ τῆς ὁμωνυμίας.

δι' ἡδονῆς γὰρ τὸ τῶν πονηρῶν ἡμῖν ἐπιτίθεται πλῆθος,

ἣν μέλιτι προσεικάζει τις τῶν σοφῶν, ᾧ τινι σφηκίαι

μᾶλλον ἐνασμενίζουσι, τουτέστιν οἱ πονηροὶ καὶ τῆς σω-

τηρίας ἡμῶν ἀντικείμενοι, καθάπερ δι' Ἑλένην τοῖς Τρωσὶν

Ἀχαιοί. ἀλλά γε θεὸν ἡμεῖς ἐξαιτήσωμεν, μηδαμῶς ἡμᾶς

αὐτὴν διὰ τῆς κοσμικῆς θαλάττης πρὸς ἑαυτοὺς ἐφελκύ-

σασθαι. εἰ δέ γε συμβὰν οὕτω γένηται, ἀλλ' ὅσον τάχος

ἐς μακρὰν αὐτὴν ἀποσκορακίσωμεν, ὡς ἂν μή, βουλομένων

αὐτῆς ἀντιποιεῖσθαι καὶ διὰ βίου παντὸς ἐξέχεσθαι τῶν

πολεμίων ἔργον ἡ ἡμετέρα πόλις, φημὶ δὲ τὴν ψυχήν,

γένηται, καὶ ἡμεῖς αἰχμάλωτοι γεγονότες ζυγῷ δουλείας

ἐνδιατρίψωμεν πονηρᾶς. τοιοῦτο ὡς ἐξ ὀστρέου τοῦ μύ-

θου μάργαρον ἀνιχνεύσαμεν καὶ ἐκ τῆς ἀκάνθης ῥόδον

ἐκνίσαμεν.

Τρισὶ τούτοις ὁ τῆς ἀλληγορίας τῶν μύθων περιω-

424

ρίσθη τρόπος, ἢ γὰρ φυσικῶς αὐτοὺς ἀλληγοροῦμεν, ἢ

ἠθικῶς, ἢ θεολογικῶς. φυσικῶς μέν, ὅτε πρὸς τὴν φύσιν

αὐτοὺς ἀνάγομεν, ὡς ὅταν οἱ θεοὶ παρ' Ὁμήρῳ μάχωνται

(τὸ γὰρ τῶν στοιχείων, οἶμαι, νεῖκος διὰ τούτων αὐτῶν

αἰνίττεται)· ἠθικῶς δέ, ὅταν περὶ τῆς ἐν ἡμῖν κακίας καὶ

ἀρετῆς φιλοσοφῶμεν (ὡς παρ' Ὁμήρῳ μάχεται μὲν ἡ Ἀθηνᾶ

τῷ Ἄρει καὶ Ἑρμῆς τῇ Λητοῖ, καὶ εἴ τις ἄλλη τῶν ἀρε-

τῶν πρὸς κακίαν ἀντίθετος)· θεολογικῶς δέ, ὥσπερ ἄλλως

τε πολλαχῶς καὶ ὡς ἐνταῦθα τὸν μῦθον ἠλληγορήκαμεν.