The Greek Library Catalogue

Anonymous

GEORGIUS Monachus

Edition reference
Βασιλεῖαι, ed. A. Lesmüller-Werner and J. Thurn, Iosephi Genesii regum libri quattuor [Corpus Fontium Historiae Byzantinae. Series Berolinensis 14. Berlin: De Gruyter, 1978]: 3–91.
CTS identifier
urn:cts:greekLit:tlg3040.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

t

{〈ΒΑΣΙΛΕΙΩΝ Α〉}

ΠΕΡΙ ΤΟΥ ΕΖ ΑΜΑΛΗΚ ΛΕΟΝΤΟΣ

ded

Τὴν ἐξ ἱστορίας τελέσας βίβλον ὡς ἐκέλευσας,

αὐτοκράτορ, μελέταις καὶ καμάτοις μεγάλοις,

ἐν σοὶ δῶρον ἔθηκα, ὅπως ἐγνωσμένον εἴη

ἐκ φιλοδεσποτίας συντεθὲν ἔκ τε πόθου.

prol

{Προοίμιον}

Ἡ τῶν πάλαι πεπονημένων διάληψις μεγίστην ὄντως ὠφέλειαν

παριστῶσα τοὺς ἐπειλημμένους αὐτῆς πρὸς γραφὴν αὐτῶν διανίστησιν.

ὅθεν κἀγὼ νῦν τὴν περὶ τούτων γραφικὴν σπουδὴν πολυτρόπως

ἀνῃρημένος, ἔκ τε τῶν τότε βεβιωκότων καὶ ἀμωσγέπως εἰδότων ἔκ τε

φήμης δῆθεν δραμούσης ἠκουτισμένος, εἰς τόνδε τὸν ἀγῶνα παρ-

ώρμημαι, τὸ μὲν εἴ πως πρός τι λυσιτελὴς τοῖς μετέπειτα διοφθείην,

τὸ δὲ καὶ ἐμαυτῷ τοῦτο καρπώσοιμι, ἅτε ταῦτά γε καὶ διαιτῆσαι

προστεταγμένος πρὸς Κωνσταντίνου τοῦ αὐτοκράτορος, ἄλλως τε

φιλοκάλου τὴν φύσιν καὶ τὴν προαίρεσιν, καὶ τῶν πώποτε βασιλέων

λογιωτάτου, υἱοῦ Λέοντος τοῦ πανσόφου ἀειμνήστου ἄνακτος, ὡς ἂν

τὰ μὴ παραδεδομένα βίβλῳ τῇ ἱστορούσῃ ἀπὸ τῆς κατὰ δυσσέβειαν

φρενοβλαβοῦς Λέοντος βασιλείας τοῦ ἐξ Ἀμαλὴκ καὶ καθεξῆς ἀναγράψω-

μαι.

1

Ἐν ἔτει βʹ βασιλείας Μιχαὴλ γαμβροῦ Νικηφόρου τοῦ βασιλέως,

κοσμικῆς δὲ κτίσεως ͵Ϛτκβʹ, ἰνδικτιῶνος ζʹ, ἐπισυμβάσης ἥττης Ῥωμαίοις

παρὰ Κρούμμου τοῦ ἀρχηγοῦ Βουλγάρων, Λέοντός γε τηνικαῦτα

στρατηγοῦντος τῶν Ἀνατολικῶν μὴ τῇ συμπλοκῇ τοῦ πολέμου περι-

τυχόντος, ἀλλὰ σκαιοβούλως ὑποχωρήσαντος σὺν τῷ ὑπ' αὐτὸν

τάγματι, καιροφυλακοῦντος τὴν τῆς βασιλείας ἐπίθεσιν, φυγὰς ὁ βασιλεὺς

Μιχαὴλ ἐντεῦθεν καθίσταται σὺν τῷ περιλειφθέντι αὐτῷ λαῷ.

2

Ὡς δέ τινες ἔφησαν, ὅτι μόνος ὁ Λέων καθ' ἕν τι μέρος προσ-

βαλὼν Βουλγάροις γενναίως κατηγωνίζετο, ὡς ἐνθένδε μεγίστην ἀπ-

οίσασθαι εὔκλειαν. ὁ δὲ βασιλεὺς τὴν πρὸς ὑποστροφὴν τρίβον ἐστήριξεν,

τῶν ὑπηκόων πλεῖστα καταιτιώμενος, ὡς μὴ πεφροντικότων τῶν

ἐγγράφων ὅρκων αὐτῶν, ἀλλὰ προσχωρούντων εἰς διαστάσεις, ἐξ

ὧνπερ ἧτται συμβαίνουσιν, προστάξας τῷ Λέοντι μετὰ τοῦ ὑπ' αὐτὸν

στρατεύματος ἔξω προσεδρεύειν τῆς πόλεως διὰ τὴν μερικὴν αὐτοῦ

πρὸς Βουλγάρους καθυπερτέρησιν, εἰς τὸ μὴ τούτους ὀλιγανδρίας καὶ

φυγαδείας Ῥωμαϊκῆς τοσοῦτον λοιπὸν ὑφορᾶσθαι. ἀφ' ὧν ὁ στρατιωτι-

κὸς σύλλογος κατελοιδόρει τοῦ βασιλέως ἀφέλειαν, καὶ ἔκλυτον τοῦτον

ἐπεψηφίζετο, καὶ τὸν στρατηγὸν Λέοντα συμφώνως εἰς βασιλείαν προ-

έκρινεν. τοῦ δὲ ἀχλυώδει ἀγωνίᾳ καὶ πολλῇ συμπεσόντος πρὸς λόγον

τῆς ἀναρρήσεως, καθώς ποτε κατὰ γέφυραν Γαΐου τοῦ Καίσαρος,

Μιχαὴλ ὁ ἐξ Ἀμορίου ἀναιρήσειν τοῦτον διεμαρτύρατο, εἰ μὴ ταύτῃ

κατάθοιτο. καὶ τὴν μὲν κατάθεσιν αὐτοῦ μόνον ἀπῄτει, τὴν δὲ μέχρι

τῆς πόλεως καὶ αὐτῶν τῶν βασιλείων εἴσοδον ποιῆσαι ῥᾳδίαν ὑπέσχετο,

ἥτις εἰς ἔργον παρ' αὐτοῦ τοῦ στρατεύματος τετελείωτο.

3

Πρὸ δέ γε τούτων, γενομένῳ τῷ βασιλεῖ Μιχαὴλ πλησίον τῆς

πόλεως συναντᾷ τούτῳ ἀνήρ τις τῶν ἐπισήμων Ἰωάννης τὴν τῶν

τειχῶν κηδεμονίαν πεπιστευμένος, τῶν Ἐξαβουλίων ἐκ γένους, ἀφοσιῶν

τὰ ἔθιμα βασιλεῖ, καὶ τῇ δυστυχίᾳ συναλγυνόμενος ἐπυνθάνετό γέ·

„τίς ἂν εἴη, ὦ δέσποτα, τῶν στρατηγούντων ἐαθεὶς ἐν τῷ ἐπιλοίπῳ

στρατῷ;“ ὁ δέ φησιν· ”Λέων ὁ τοῦ αʹ θέματος ἐξηγούμενος, ἀνὴρ

ἀγχίνους καὶ εὐθύτητος ἐξεχόμενος.” ὁ δὲ ἀντέφη ἀλυσιτελὲς εἶναι εἰ

μόνος τοῦ τοιούτου καθηγοῖτο, „δίχα τινὸς τῶν σῶν οἰκείων ὑπηρε-

τῶν.“ τοῦ δὲ βασιλέως οὐδὲν τῶν ἐναντίων ὑφορωμένου, ἀπολογισμοί

τινες παρ' αὐτοῦ τῷ Ἐξαβουλίῳ προὐτίθεντο, ὡς μὴ τυραννήσειν ποτὲ

βουληθησομένου τοῦ Λέοντος. ἀπῄει τοιγαροῦν ὁ αὐτοκράτωρ πρὸς τὰ

βασίλεια, οὗ μετ' οὐ πολὺ καὶ ἡ τοῦ τυράννου Λέοντος ἀνάρρησις

διηγγέλλετο. πρὸς τοῦτο τοῦ βασιλέως Μιχαὴλ δυσχεραίνοντος, παρ-

ῄνουν τινὲς αὐτῷ πᾶσι τρόποις τῷ τυράννῳ στερρῶς ἀντιτάξασθαι·

ὁ δὲ γαλήνιος ὢν τῇ γνώμῃ καὶ οὐχ αἱμοχαρὴς τὴν προαίρεσιν, ἀπεῖργε

πάντας μιαιφονίας, τῷ τοῦ θεοῦ προστάγματι εὐγνωμόνως ἐπικλινό-

μενος, καὶ τοσοῦτον, ὥστε καί τινα τῆς κατοικιδίου θεραπείας αὐτοῦ,

τὸν ἐξάρχοντα, στεῖλαι πρὸς Λέοντα μετὰ καὶ βασιλικῶν συμβόλων,

προτρέψαι τε καὶ τὴν σύγκλητον ἀπιέναι πρὸς τὴν τούτου ἀπάντησιν,

ὡς μή τινα ῥανίδα Χριστιανικοῦ αἵματος ἐκχεθῆναι αὐτοῦ ἕνεκα. ἐφ'

ὅτῳ τὴν ἑαυτοῦ γαμετὴν Προκοπίαν ζηλοτυπήσασαν τοιοῦτον εἰπεῖν·

”δεινόν γε δεινόν, ἐὰν ἡ τοῦ τυράννου σύζυγος Λέοντος περιβάλοιτο

τὸν μοδίολον,” Βάρκαν αὐτὴν ὀνομάσασα. ὁ δὲ ταύτην φρονίμοις

λόγοις ἀποκρουσάμενος εἴρηκεν· „καλὸν τῇ τοῦ κυρίου δοκήσει συν-

έπεσθαι τὰ γινόμενα.“

4

Τοῦ δὲ τυράννου καταλαβόντος διὰ τῆς Χρυσῆς πύλης τὸν

τοῦ Προδρόμου ναόν, ὃν ἐδείματο Στούδιος, πολλοὶ τῆς γερουσίας

ἢ καὶ σχεδὸν ἅπαντες προσῄεσαν αὐτῷ, ὃν καὶ δορυφοροῦντες μετὰ

τοῦ συνεπομένου ὄχλου τοῖς βασιλείοις ἀπήγαγον. καὶ δὴ εἰσιὼν καὶ

πρὸ τῶν χαλκηλάτων ἐπιστὰς πυλῶν, ἐπὶ τῷ κατ' ἐπιφάνειαν κυκλικῷ

τε καὶ περιπορφύρῳ μαρμάρῳ, εὐχὴν χαριστήριον ἀποδώσων τῷ

ἐκεῖσε Χριστοῦ τοῦ θεοῦ εἰκονίσματι, εἴτε ἀληθείᾳ εἴτε προσχήματι,

ἐκδιδύσκεται τὴν ἐσθῆτα ἣν ἐπεβέβλητο, ἔνδυσιν ῥοδοειδέσι χροιαῖς

ἀετίζουσαν, ἣν κολόβιον τῇ ἐγχωρίῳ ῥήσει προσονομάζουσιν, καὶ

ταύτην ἀνειμένην ζωστῆρος κατὰ τὸ ἔκπαλαι τηρηθὲν ἔθος τοῖς στρατη-

λάταις Μιχαὴλ τῶν αὐτοῦ ἱπποκόμων πρωτάρχῳ περιφανῶς ἐπι-

δίδωσιν. τοῦ δὲ ταύτην ἐξαυτῆς ἀναβαλλομένου εἰς οἰωνὸν μετὰ Λέοντα

βασιλικῆς ἐπιβάσεως τοῖς εἰδόσι λελόγιστο. περὶ δέ τινα τοῦ παλατίου

χῶρον, οὗ ἐπώνυμον τὰ Σκῦλα, ὁ Μιχαὴλ τῆς ἐσθῆτος τοῦ Λέοντος

τὸ ἄκρον ἐπιβάσει καθύβρισεν, εἴτε ἐκ προπετείας τοῦτο καταπραξάμε-

νος, εἴτε τῆς ἄνω προνοίας τὸ μέλλον προχαραττούσης. ἐν συναισθήσει

δὲ τούτου Λέων γενόμενος νεωτερισμόν τινα παρ' αὐτοῦ ἔσεσθαι 〈πρὸς〉

ἑαυτὸν οἰωνίσατο.

5

Καὶ δὴ τοῖς εἴσω τῶν βασιλείων χωρήσαντος Λέοντος, εὐθέως

τὰς τρίχας κειράμενοι Μιχαήλ τε ὁ βασιλεὺς καὶ ἡ τούτου γε σύνευνος

σὺν παισὶν ἱκέται ἐλεεινοὶ τῷ εὐκτηρίῳ οἴκῳ τῆς ὑπεραγίας Θεοτόκου,

ὃς Φάρος κατονομάζεται, δείκνυνται, εὐμενίας τινὸς ἀξιοῦντες τυχεῖν.

ὁ δὲ τῇ δυσωπήσει ἐπιπειθὴς γεγονὼς ἄνεσιν ζωῆς αὐτοῖς ἐδικαίωσεν,

πέμπει τε τὸν Μιχαὴλ ἔν τινι φροντιστηρίῳ διατελεῖν τῷ μονήρει βίῳ

συμφρασσόμενον, ᾧ κατ' ἔτος χρυσοῦ δωρεὰν κατά τινα προθεσμίαν

ἐδαψιλεύετο· τὴν δὲ γαμετὴν καὶ τὰ τέκνα τούτου διέστησεν, ἐξ ὧν τὸν

Ἰγνάτιον εὐνουχίᾳ κατέκρινεν.

6

Ὡς δὲ τῶν βασιλείας ἡνιῶν ὁ Λέων ἐδράξατο, τὰ μεμυημένα

Βαρδανίῳ τῷ πατρικίῳ, ᾧ Τοῦρκος ἐπίκλησις, περὶ αὐτοῦ εἰς φῶς

διανέκυπτεν. οὗτος γοῦν ὁ Βαρδάνιος, ὅτε τοῦ τῆς ἀνατολῆς ἐξηγεῖτο

θέματος, βασιλειῶν ἄγαν διὰ φροντίδος ἐν ἑαυτῷ εἶχεν ἐπίθεσιν ὥστε

τῆς βασιλείας ἐπιλαβέσθαι· ὅθεν ταύτην μοναχῷ τῶν ἐπειλημμένων

προγνώσεως περιεσκεμμένως προσανετίθει, τὴν διατριβὴν ποιουμένῳ

πρός τινα χῶρον τοῦ Φιλομηλίου, συνίστορα τοῦ τοιούτου βουλεύ-

ματος κεκτημένος τὸν Λέοντα, ἄνδρα πολλοῖς ἐμπρέψαντα γενναιότητος

προτερήμασιν, ἀνδρικὸν τὴν ὄψιν καὶ βλοσυρωπὸν τὸ κατάστημα,

μεσήλικα καὶ εὐόμιλον ἐκτραφέντα τε τοῦ αὐτοῦ θέματος ἐπί τινι τόπῳ

Πίδρᾳ προσονομαζομένῳ, σὺν αὐτῷ δὲ καὶ Μιχαὴλ τὸν ἐξ Ἀμορίου

τυγχάνοντα, ᾧ τὸ τῆς γλώττης παράσημον ἐγεγένητο, μεθ' ὧν καὶ

Θωμᾶν τὸν ἀπὸ λίμνης Γαζουροῦ, καὶ αὐτὸν ἐξ Ἀρμενίων τὸ γένος

κατάγοντα, ἀλλὰ μὴν καὶ ἀνδρεῖον καὶ πολυπραγμονέστατον. τοῦ

οὖν Βαρδανίου προσιόντος γε τῷ μονάζοντι, πάντα πρὸς αὐτοῦ τὰ

τῆς διανοίας ἀνακαλύπτεσθαι βουλήματα λέγεται, καὶ τοσοῦτον, ὥστε

προαγγελθῆναι αὐτῷ καὶ τὴν περιουσίας ἀφαίρεσιν καὶ τὴν ὀφθαλμῶν

πήρωσιν. τούτου δὲ ἐπὶ τοῖς προρρηθεῖσιν ὡς οὐ θυμήρεσιν ἐπασχάλ-

λοντος, ὅμως τὰ συνήθη τῆς εὐχῆς ἀπολειψαμένου, τὰ τῆς ὑποχωρήσεως

αὐτῷ παρευτρέπιστο. προσκομισαμένων δὲ τῶν ἐξυπηρετουμένων

ἵππους αὐτῷ, τούτους ὁ μοναχὸς ἀπιδὼν μετὰ πλείστης ἐπείξεως

ὑπονοστεῖν παραινεῖ τὸν Βαρδάνιον. τῷ δὲ μετὰ περιχαρίας ἀνακάμ-

ψαντι, ὡς προσδοκῶντι τῶν καταθυμίων αὐτῷ τι οἰωνισθῆναι, τοὐναν-

τίον αὐτοῦ τῶν ἐλπίδων πάλιν φησὶν ὁ θεοπρόπος ἀνήρ· ”μηδέν σοι

περὶ τοῦ σκαιωρήματος, ὃ τῇ σῇ διανοίᾳ καλῶς μὴ ἐνέσκηψε, πε-

φροντισμένον ἔστω. τῶν γὰρ σῶν, ὡς ἔφθην εἰπών σοι, ὀμμάτων καὶ

τῆς ὑπάρξεως ὑποστήσῃ τὴν ἀλλοτρίωσιν· οἱ δὲ τοὺς ἵππους σοι πρὸς

ὑπηρεσίαν ἐπικομίσαντες ἄνδρες, τούτων ὁ πρῶτος καὶ ὁ μετ' αὐτὸν

διαδηματοφορήσει, καὶ ὁ τρίτος ἐπιτυχὼν ἀναρρήσεως ταχέως θανάτῳ

καταστραφήσεται.” ὁ οὖν Βαρδάνιος πρὸς ταῦτα χαλεπῶς ἀνοιμώξας

τὰ τοῦ λογισμοῦ αὐτοῦ τῷ τε Λέοντι καὶ Μιχαὴλ καὶ Θωμᾷ, τοῖς ὑπὸ

χεῖρα τούτῳ, μετὰ καί τινος ἐπὶ τοῦ μοναχοῦ ὑβριστικῆς προσοχθίσεως

παρεδήλου, φάσκων τοιάδε· „σὺ μέν, ὦ Λέων, βασιλεύσας, καὶ Θωμᾶ,

ἀναρρηθεὶς παρὰ Μιχαὴλ φονευθήσεσθε, αὐτοῦ γε διαφυλαχθησομένου

ἐν τῇ βασιλείᾳ πάντως ἀπήμονος.“

7

Ἐντεῦθεν Βαρδάνιος κατὰ ψυχὴν χαλεπήνας καὶ εἰς τὸ ἐγκεχει-

ρισμένον αὐτῷ θέμα ἐπανιὼν σὺν τοῖς ὑπ' αὐτῷ στρατοπέδοις καί

τισιν ἄλλοις ὁμόφροσι τῆς ἀλαζονείας αὐτοῦ κατὰ τοῦ τηνικαῦτα

Νικηφόρου βασιλέως ματαιοφρόνως ἐν Βιθυνίᾳ στρατοπεδεύεται. περὶ

τούτων ὁ βασιλεὺς διακηκοὼς καὶ συνθεὶς στρατιὰν ἀξιόλογον αὐτῷ

ἐπαφίησιν. ὁ δὲ τῇ ἐκστρατείᾳ καταπλαγείς, ὑποκλινὴς τῷ βασιλεῖ

γίνεται ἐξαιτῶν ἐγγύην ἀφέσεως, καὶ δὴ ταύτης ἀξιοῦται ῥᾳδίως

τῷ σταυρικῷ συμβόλῳ τὸ ἀσφαλὲς ἐνεγκάμενος, καὶ πειθαρχεῖ ἑαυτὸν

κατακρίνων τῷ δράματι παραπεμφθῆναι ἐν νήσῳ τῇ Πρώτῃ εἰς τὸν

παρ' αὐτοῦ ἐκεῖσε φιλοπονηθέντα ἀγρόν. οὔπω δὲ πολλοῦ χρόνου

διεληλυθότος, τῶν ἐκ Λυκαονίας τινές, εἴτε ἀπαυθαδιαζόμενοι, εἴτε

βασιλείῳ συνευδοκήσει, εἴτε καὶ αὐτῷ τῷ βασιλεῖ Νικηφόρῳ ἀρέσαι

βουλόμενοι, τῷ Βαρδανίῳ αἰφνιδίως ἐπιτίθενται καὶ πηροῦσιν αὐτοῦ

τοὺς ὀφθαλμούς, καὶ τῇ ἐκκλησίᾳ προσῄεσαν ἀξιοῦντες συγχώρησιν.

8

Ὁπηνίκα δὲ τὰ τῆς στάσεως παρὰ τοῦ Βαρδανίου ἐπεφυσίωτο,

Λέων ὁ ἐξ Ἀρμενίων καὶ Ἀσσυρίων τῷ βασιλεῖ προσερρύη, εἶτα καὶ

Μιχαὴλ ὁ ἐξ Ἀμορίου, ὧν ὁ μὲν τὴν τῶν φοιβεράτων, ὁ δὲ τὴν κόμητος

κόρτης ἀρχὴν ἐγχειρίζεται· Θωμᾶς δὲ καὶ μέχρι κινδύνων τῷ ἰδίῳ

δεσπότῃ ἀφοσιοῖ τὰ τῆς πίστεως. προϊόντος δέ τινος χρόνου Λέων

χρηματίσας τῶν Ἀνατολικῶν ὑποστράτηγος κατὰ τῶν Ἰσμαηλιτῶν

μεγάλως ἀνδραγαθίζεται καὶ πρὸς τοῦ βασιλέως Μιχαὴλ τοῦ μετὰ

Σταυράκιον τιμᾶται τῷ τῶν πατρικίων μεγαλοπρεπεῖ ἀξιώματι.

9

Οὗτος δὲ Μιχαὴλ παιδίσκην ἐκέκτητο κατοικίδιον, καθ' ἣν

πύθωνος πνεῦμα ἐπί τινας περιτροπὰς διενήργητο. ἥτις ὀξέως ἐν χώρῳ

λιθίνῳ, ὃς Βουκολέων προσαγορεύεται, προσχωροῦσα διαπρυσίως

φωνὴν ἐκεκράγει πρὸς βασιλέα· ”κάτελθε, κάτελθε, ὑποχώρει τῶν

ἀλλοτρίων.” τοῦ γοῦν τοιούτου προσφωνήματος πολλάκις ἐκλαληθέν-

τος ὁ βασιλεὺς εἰκότως καταπλαγεὶς καὶ οὐκ ἔλαττον ὑποπτήξας, κοινο-

λογεῖται περὶ τούτου Θεοδότῳ σπαθαροκανδιδάτῳ καὶ οἰκείῳ γνωστῷ,

τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ πρὸς γένους Μελισσηνοῦ, οὗ τὸ εὔφημον

Κασσιτηρᾶς διηκούετο, ὡς εἴπερ ἐγκάτοχον γένηται τὸ κοράσιον,

ἔν τινι κατασχεῖν πάντως οἰκίᾳ καὶ διερευνᾶσθαι καὶ φράζειν τίνος

αὕτη ὑπάρχει ἡ οἰκία καὶ τούτου ὁποῖον τὸ γνώριμον. τῆς δὲ ἀνα-

καλυψάσης τὴν ἐπιζητουμένην κλῆσιν καὶ χαρακτῆρα προτρέψασθαί

γε αὐτῷ εὐκαίρως κατὰ τὴν ἀκρόπολιν ἀφῖχθαι, καθ' ἣν συγκυρῆσαι

δύο ἄνδρας, ἐξ ὧν ἡμιόνου ὁ ἐπιβάτης τῷ βασιλικῷ θρόνῳ ὀχηματί-

σειεν. καὶ τὰ μὲν τῆς ἐξεστηκυίας τοιαῦτα, τὰ δὲ τῆς τοῦ βασιλέως

ἀκριβείας κατὰ τὸ εἰκὸς ἐπεξεργαστικώτερα, οἷα περὶ τῆς αὐτοῦ βασιλείας

ἐμμεριμνῶντος. ἀκριβολογηθεὶς γὰρ παρ' αὐτοῦ ὁ Θεόδοτος ἀπηνήνατο

μὴ ἐγνωκέναι μηδὲν τῶν παρὰ τῆς πυθωνίας φληναφουμένων· ἀπιὼν

δὲ πρὸς τὸν διωρισμένον χῶρον ὡς προδιήγγελτο ἐθεάσατο, καὶ τὸν

ἄνδρα προσλαβόμενος ἅμα αὐτῷ ἄπεισιν ἐν τῷ ναῷ Παύλου τοῦ ἀπο-

στόλου, ἐν ᾧπερ ὀρφανῶν τὰ πρὸς ἀποτροφὴν τεταμίευται. καὶ ἐκεῖσε

συνθήκαις ἀλλήλους κατεγγυησάμενοι, θαρρεῖ πρὸς τὸν Λέοντα ὁ

Θεόδοτος τοιαῦτα ἐρεῖν, ὡς „ἐκ θείας ὁράσεως περὶ σοῦ μοι διέγνωσται

μέγιστά τε καὶ ἀποβησόμενα, δι' ὧν τῆς Ῥωμαίων πάντως ἡγεμονίας

μεταποιήσειας.“

10

Συμβεβηκότος δὲ πολέμου μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων,

καὶ τοῦ μὲν αὐτῶν ἀρχηγοῦ Κρούμμου φάσκοντος ἀναδίδοσθαι τοὺς

προσφυγόντας Βουλγάρων, ὡσαύτως δὲ καὶ Ῥωμαίων, ἐπὶ τούτοις

ὁ βασιλεὺς συμβαίνων ἦν, κἂν τοῖς πολλοῖς τῶν μεγιστάνων ἡ τοι-

αύτη γνῶσις λίαν ἐστασιάζετο, οὐχ ἥκιστα δὲ καὶ Θεοκτίστῳ μαγίστρῳ·

παρ' ὧν ἀσυμφωνίας συντελεσθείσης πρὸς ἐναντιότητα χωροῦσιν

ἀμφότεροι. ἐκστρατεύουσι τοιγαροῦν Ῥωμαῖοί τε καὶ Βούλγαροι κατ'

ἀλλήλων, καὶ πολεμικῆς συμβολῆς καθεστώσης ἀνὰ κράτος ἡττᾶται

τὸ Ῥωμαϊκὸν στράτευμα, ὡς ἔοικεν ἑτέρως τῆς ἄνω προνοίας μελλούσης

τὰ καθ' ἡμᾶς διεξάγειν, καταλήψεως λόγῳ ἐν κρείττονι.

11

Ἀλλ' ὅθεν διέστημεν, αὖθις νῦν ἐπανίωμεν. ἀναρρηθεὶς δὲ δη-

μοσίᾳ Λέων ὁ βασιλεὺς Θωμᾶν τὸν ἑαυτοῦ ἡλικιώτην τουρμάρχην

εἰς φοιβεράτους ἐπέστησεν, καὶ Μιχαήλ, οὗ τὸν παῖδα πνευματικῆς

ἐκ κολυμβήθρας υἱοποιήσατο, τῇ πατρικίου καὶ ἐξκουβίτου τιμῇ

διεσέμνυνεν.

12

Τῶν οὖν δυσμενῶν Βουλγάρων τῇ προτέρᾳ νίκῃ κατεπαρ-

θέντων, οὐχ ἡ τυχοῦσα παρ' αὐτοῖς ἐν πολλαῖς χώραις καὶ κατοικίαις

διά τε πυρπολήσεως καὶ αἰχμαλωτεύσεως παρηκολούθει ἐρήμωσις,

ὥστε πρὸς τὸν τῶν Βουλγάρων 〈ἀρχηγὸν〉 πεμφθῆναι παρὰ τοῦ βασιλέως

εὔλογον ἦν, πρὸς τὸ εἰρηνικὸν ἀπονεύοντος, σπονδὰς ἐπεργάσασθαι.

τοῦ δὲ κρατοῦντος Βουλγάρου μὴ πρὸς τοῦτο καταθεμένου, ἅτε

βαρβαρικοῦ τὸν τρόπον καὶ καταλαζονευομένου, Λέων ὁ βασιλεὺς

κατ' αὐτῶν ἐκστρατεύειν ἐπείγεται. καὶ μάχης κραταιᾶς κροτηθείσης,

βασιλικῷ διατάγματι ὁ καθ' ἡμᾶς λαὸς τροπῇ ὑποβάλλεται, ὥστε καὶ

αὐτοῦ τοῦ βασιλέως συντρέπεσθαι. ἀμέλει τῶν Βουλγάρων τῇ διώξει

ἐπικειμένων, ἐξ ὑποστροφῆς μετὰ τοῦ περιόντος λαοῦ ἀντικαθίσταται ὁ

βασιλεὺς καὶ τούτοις παρεμβαλὼν ἀριστεὺς κατ' αὐτῶν ὁλοτελῶς

ἀναδείκνυται. οὐ μὴν ἀλλὰ καὶ αὐτοῦ κατισχῦσαι Βουλγάρων τοῦ

ἀρχηγοῦ, καὶ τούτων τὰ ἔκγονα τὰ μὲν προσαράξαι ταῖς πέτραις,

τὰ δὲ ἐν ἅλωνι χαλεπῶς τιμωρήσασθαι, ὡς ἐντεῦθεν ἐν τούτοις πεπερατῶ-

σθαι παλίντιτα ἔργα κατὰ τὴν ποίησιν.

13

Εἶτα εἰς λογισμὸν ἧκεν ὁ βασιλεὺς περὶ τοῦ ἐν τῷ Φιλομηλίῳ

μονάζοντος, καὶ στέλλει αὐτῷ τὰ πρὸς χρείαν κατ' εὐχὴν ἀναθήματα,

ἅτε χρησμῳδῷ ἀληθεῖ τῶν ἀποβαινόντων ἀναφανέντι. ἐν δὲ τῷ μεταξὺ

χρόνῳ ἐτετελευτήκει ὁ αὐτὸς μοναστής, καὶ συνέβη ἀντ' αὐτοῦ ἕτερον

Σαββάτιον μοναχὸν τῷ σκηνιδίῳ αὐτοῦ ὑπεισδῦναι, ὅστις τῇ προσ-

κυνήσει τῶν σεβασμίων εἰκόνων κρυφίως ἀντικαθίστατο. θεασάμενος

δὲ τὸν παρὰ βασιλέως ἀπεσταλμένον ἀπόπεμπτον ἐποιεῖτο, τὸν πέμ-

ψαντα κρίνας ἀπεοικότα τῇ ἁλουργίδι, ὡς εἰδώλοις προσανέχοντα,

ταῖς παρὰ τῆς σεβαστῆς Εἰρήνης σεβομέναις εἰκόσι καὶ Ταρασίου τοῦ

ἀοιδίμου πατριάρχου, Παρδὼ ταύτην καὶ Θυάδα, καὶ Ταράξιον τὸν

ἀρχιερέα τοῦ θεοῦ ἀφρόνως ἐξυβρίζων ὁ ἄθλιος· ἀνθ' ὧν καταστρέψαι

κύριον τὴν αὐτοῦ βασιλείαν καὶ ἐπιστέλλων προήγγειλεν, εἴπερ ταύτας

οὐ καταστρέψειεν. τούτοις καταβροντηθεὶς ὁ παραπλὴξ βασιλεὺς

μετακαλεῖται Θεόδοτον καὶ παραδείκνυσιν αὐτῷ τὰ ἐπεσταλμένα παρὰ

τοῦ μονάζοντος. τότε δὴ τότε ὁ Θεόδοτος δραξάμενος τοῦ τοιούτου

σκοποῦ καὶ ἀναθαρρήσας λέγει τῷ βασιλεῖ, τῷ κακῷ κακὸν ἐπιπλεονά-

ζων, παρά τινος μοναστοῦ διενεργεῖσθαι παράδοξα, τὴν οἴκησιν

κεκτημένου ἐν τοῖς τοῦ Μαυριανοῦ, οἷς γειτνιάζειν τὸν Δαγιστέα διεσα-

φήνιζεν, ἕτερον τοῦτον ἐπιφημίζων μέγαν Ἀντώνιον· ”καὶ ὅπερ ἐρεῖν

τῇ σῇ βασιλείᾳ προέλοιτο, τοῦτο καὶ διαπράξασθαι προθυμήθητι.”

ταῦτα σκαιῶς οὕτως τῷ βασιλεῖ ὑποθέμενος ἄπεισι πρὸς τὸν μοναστὴν

καὶ πεπλαστουργημένως τάδε φησίν, ὡς „τῇ ἐπιούσῃ νυκτί, ὥρᾳ

διωρισμένῃ, τὸν βασιλέα ἐν εὐτελεῖ καταστήματι προσοίσω σοι δι-

ηγησόμενον περί τε πίστεως καί τινων πραγμάτων ἀξιολόγων· ὃν

ἐπαρᾶσθαι καὶ τάχιον τοῦ βίου παρελθεῖν ἐξειπεῖν σοι βουλεύομαι,

εἰ μήπω Λέοντος τοῦ Ἰσαυρίαθεν ὡρμημένου στοιχειοῖτο τῷ δόγματι,

καὶ ὡς εἴ γε τοῦτο παραφυλάξοιτο, ἐν δυσὶν ἔτεσι καὶ οʹ τῆς βασιλείας

ἐνδυναστεύων ἐλάσειεν,“ ὡς δῆθεν τῇ φιλοζωΐᾳ καὶ φιλοδοξίᾳ τοῦτον

πρὸς τὸ οἰκεῖον θηράσασθαι θέλημα· ταύταις γὰρ ἐφετικῶς ἐκεκράτητο,

καὶ μάλιστά γε νεότητι κουφιζόμενος. ταῦτα παρά τε Θεοδότου καὶ τοῦ

ἐν Μαυριανοῖς ἠμαυρωμένου μονάζοντος διεσκεμμένως τῷ βασιλεῖ κατε-

σκεύαστο, οἷά περ αἱρεσιάρχαις ὑπάρχουσιν. εἰσιὼν οὖν ὁ βασιλεὺς

μετὰ τοῦ Κασσιτηρᾶ πρὸς τὸν μοναχὸν καί τινας λόγους εἰς αὐτὸν

προοιμιασάμενος ἀπορραπίζεται παρ' αὐτοῦ, ὡς προεγνωκότος τὸ

αὐτοῦ πρόσχημα, οὕτως λέγοντος, μὴ δεῖν ἐν ἰδιωτικῇ καταστάσει

βασιλέα σε ὄντα οὑτωσὶ ὑποκρίνεσθαι καὶ ἀγνοεῖσθαί πως οἴεσθαι.

δι' ὧνπερ καταπλαγεὶς ὁ βασιλεὺς τῆς μηχανοραφηθείσης προγνώσεως

εὐπειθὴς τούτῳ καθίσταται. τοῦτο γὰρ ἐκ προνοίας τῷ Θεοδότῳ

ἐφετὸν ὑπάρχον προετέχναστο, ὡς καὶ παρὰ τοῦ μακαρίτου Θεοφάνους

καὶ ὁμολογητοῦ ταῦτα δι' ἐμμέτρου ποιήσεως ἐστηλίτευτο.

14

Διὸ τῶν σεβασμίων εἰκόνων ἐκ βασιλέως καθαίρεσις θριαμβεύε-

ται. πρὸς ἣν καὶ τὸν ἀρχιερέα Νικηφόρον ὑποσημήνασθαι κατηνάγκαζεν,

καὶ μηδαμῶς πειθαρχήσαντα ἀλογίστως εὐθύνει ἐξόριστον (ᾧτινι τὸ

διάδημα περιτιθέντι κατὰ τὴν τοῦ Λέοντος κεφαλὴν ἐδόκει ὡς ἀκανθῶν

καὶ τριβόλων προστρίψεσιν ὀδύνης ἐπαισθέσθαι). ἀπαγομένῳ δὲ αὐτῷ

ὁ ὁμολογητὴς Θεοφάνης 〈ὁ〉 Ἀγρόθεν κατά τινα τῶν αἰγιαλῶν ἥνωτο

ἀπονέμων σεβασμιότητας κηροῖς τε ἅμα καὶ θυμιάμασι, κἀκεῖθεν εὐ-

λογίας ἀντιλαμβάνων ταὐτὸ δὴ τοῦτο τοῖς αὐτοῦ φοιτηταῖς, ἔπει〈τα〉

τάδ' ἀκηκοόσι, ποιεῖν προσετίθετο τῆς Προποντίδος ἀπαίροντι. οὓς

ὁ πατριάρχης ἰδὼν καὶ τὸν ἑαυτοῦ αὐχένα συγκύψας τάς τε χεῖρας

μετεωρίσας ἀνεκαλεῖτο ἐσχάτῃ τῇ προσκυνήσει τὰς εὐπροσδέκτους

ἐντεύξεις τοῦ πανευσεβοῦς Θεοφάνους· περὶ οὗ οἱ συμπαρόντες ἠρεύνουν·

”ὅτε περ τὰς χεῖρας 〈ᾖρες〉 μεταρσίους, ὦ δέσποτα, πρὸς τίνα ἐπι-

τρεπτικῶς ἑαυτοῦ διενενόησο ἐπὶ μακρῷ ἀσπασμὸν ἐπαφεῖναι τὸν

ὕστατον;” ὁ δέ φησι· „τῷ ὁσίῳ πατρὶ καὶ ὁμολογητῇ Θεοφάνει μονῆς

τοῦ Ἀγροῦ, τῷ λαμπάσι καὶ λιβανωτοῖς ἡμᾶς δεξιωσαμένῳ.“ καὶ τὸ

προφητευθὲν εἰς πρᾶξιν ἐξῄει· οὐ μετὰ πολὺ γὰρ αὐτὸς μετὰ πολλῶν

ἄλλων ἀφορισθέντων τῆς ἐκκλησίας σὺν ἀπείροις κακώσεσι τὸν τῆς

ὁμολογίας ἐταινιώσατο στέφανον, τὸν πατριάρχην μηκέτι κατὰ τὸ

προρρηθὲν θεασάμενος. ὁ οὖν Θεόδοτος, τὸν πατριαρχικὸν θρόνον

παρ' ἀξίαν ἀπειληφὼς ἐν ἡμέρᾳ τῆς ζωοποιοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν

ἀναστάσεως, ἐπ' ἀδείας τῆς αἱρέσεως εἴχετο καὶ πολλοῖς ταύτης οἷα

λήμης ἐπεκοινώνει.

15

Τοίνυν ὁ βασιλεὺς Λέων, κατά τε Βουλγάρων καὶ Ἀγαρηνῶν

νεανιευσάμενος καὶ ἀηττήτῳ οἰήσει κατασχεθείς, ἀλαζονικώτερος ἅπασι

κατεφαίνετο, ὡς ἐντεῦθεν καὶ ἀποκλίνειν πρὸς τὸ ὠμότερον. καὶ γὰρ

ἦν φοβερὸς τῷ τε καταστήματι καὶ τοῖς πράγμασι, μηδὲν παραθραύων

τῆς ἐνούσης αὐτῷ αὐστηρίας βασκανίας τε καὶ ἰταμότητος, καὶ τοσοῦτον,

ὥστε πολλῶν καὶ τῶν ἐπὶ μικροῖς ἑαλωκότων ἐγκλήμασιν ὧν μὲν

χεῖρας, ὧν δὲ πόδας καί τινα τῶν καιρίων μελῶν ἐν ταῖς λεωφόροις

τῆς πόλεως συνεχῶς ἐγκρεμάννυσθαι, ὡς ἐκ τούτων μισητὸν καθεστάναι

πᾶσι τοῖς ὑπὸ χεῖρα. χρόνου δὲ προϊόντος οὐ μέχρι τούτων ἐνέμενε

χαλεπὸς ὤν, ἀλλ' ἐκορυβαντία καὶ κατὰ τῆς εὐσεβοῦς πίστεως. εὗρε

γὰρ καί τινα συνεργὸν τῆς ἐνδομυχούσης αὐτῷ μοχθηρίας, ἄνδρα

πανοῦργον, ὃς ἐπιστατῶν τοῦ ἱεροῦ τάγματος ἐν τοῖς ἀνακτόροις

ἐτύγχανεν καὶ τὴν ἔξω φαινομένην εἶχεν εὐσέβειαν. ὑποτοπάσας γοῦν

καιρόν, καθ' ὃν εἰς ἐπήκοον ἦν τὸ τοῦ Ἡσαΐου φάσκον διάγγελμα

”τίνι ὡμοιώσατε κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ

εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν

αὐτόν, ἢ ὁμοίωμα κατεσκεύασεν αὐτόν;” καὶ τὰ ἑξῆς, ἐν παραβύστῳ

λέγει τῷ βασιλεῖ· „σύνες τοῖς λεγομένοις, ὦ βασιλεῦ, καὶ γνῶθι τὸ

ἀληθές, ὅπερ ὁ προφήτης ἡμῖν διεσάφησεν, καὶ τοιαύτης ἔχου λατρείας,

καὶ μὴ τοῖς ἐξ ὁμοιωμάτων καταβεβρόντησο πάνυ σεβάσμασιν.“ τοι-

αῦτα εἰπὼν ἐνέσκηψεν αὐτῷ πολλῷ πλέον ἰὸν τῆς αἱρέσεως, δι' ἧς

φθορᾶς μετεδίδου τοῖς εὐσεβοῦσι συστήμασιν, ἐξ ὧν τοὺς μὴ πειθαρχοῦν-

τας ἀφειδῶς κατῃκίζετο.

16

Οὗτος δὲ Λέων ὁ βασιλεύς, κἂν δυσσεβής, ἀλλὰ τῶν δημοσίων

πραγμάτων 〈ἦν〉 ἀντιληπτικώτατος, ὡς μηδὲν τῶν ὀνησιφόρων παρα-

λιμπάνειν ἀπρόοπτον, ὡς καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν Νικηφόρον τὸν

πατριάρχην τοιαῦτα ἐρεῖν, ὡς ἄρα ἡ πολιτεία Ῥωμαίων κἂν δυσσεβῆ,

ἀλλ' οὖν γε μέγαν προμηθευτὴν διαπολώλεκεν. πρὸς τούτοις καὶ τοῖς

ἀδικοῦσι δικαίως ἐπαχθεινότατος ἦν. ὥστε κατά τινα νενομισμένον

καιρὸν τούτου ἐξιόντος τοῦ παλατίου, ἀνήρ τις προσῄει αὐτῷ ἔγκλησιν

ἐνστησάμενος, ὡς τούτου τὸ γύναιον ἁρπαγῇ συγκεκύρηκεν παρά

τινος τῶν συγκλητικῶν, ὅστις εἴληχεν τοσαύτης ἐλευθερίας, ὡς κατα-

σχεῖν αὐτὴν ἀδεῶς ἐπὶ χρόνον πολύν· ”ἐμοῦ δὲ περί γε τούτου καὶ

τῷ ἐπάρχῳ διεγκαλέσαντος, οὐδέν μοι τῶν πρὸς ἐκδίκησιν ἐπεράνατο.”

ὁ γοῦν βασιλεὺς τούτων ἐνωτισθείς τινι τῶν θεραπόντων ὀξέως προσ-

έταξεν ἐν τῇ ἐπανόδῳ τὸν ἐγκαλούμενον συνάμα τῷ ἐπάρχῳ κατὰ

πρόσωπον αὐτοῦ παραστήσασθαι. τοῦ οὖν αὐτοκράτορος ἐνδημήσαν-

τος τὸ κελευσθὲν εἰς πρᾶξιν παρίστατο. καὶ τῷ τὴν ἔγκλησιν ποιησαμένῳ

ἑτοίμως φησί· „τί τὸ κατὰ σὲ δραματούργημα;“ καὶ ὁ μὲν ταῖς αὐταῖς

ἐκέχρητο ῥήσεσιν, ὁ δὲ ἐγκληματιζόμενος ἀνωμολόγει τὸ ἔγκλημα ὡς

ἀναμφισβήτητον, καὶ ὁ ἐταστὴς τῇ καταθέσει συνεμαρτύρει, εἰ καὶ μὴ

τὴν ὑπεξέλευσιν κατὰ τοῦ κατακρίτου πεποίητο. αὐτίκα τὸν μὲν δι-

καστὴν ὡς ἀφερέπονον τοῦ δικαίου διέστησε τῆς ἀρχῆς, τὸν δὲ τῇ

μοιχείᾳ ἑαλωκότα κατὰ νόμους ἐτιμωρήσατο. τὰ πλείω δὲ τῶν διοικη-

μάτων τῷ Λαυσιακῷ χρηματίζων διήνυεν, ὑπογραφέας προσκαλού-

μενος τῶν ἀρίστων, οἷς γραφὴν τῶν ἐκδόσεων ἐπετέτραπτο, προσ-

εποιεῖτό τε στρατηλάτας καὶ ἄρχοντας τῶν ἀξιολόγων, ἄλλως τε τοὺς

ἀδωρίαν ἐξησκημένους, αὐτὸς οὐχ ἥττων χρημάτων καθεστηκώς,

κἂν ἐπὶ τὸ μᾶλλον αἱρέσεως αἴτιος, ὡς καὶ πλείστους τῶν ὀρθοδόξων

ποινηλατεῖν ἐν ὠμότητι. ἦν δὲ φιλότιμος πάνυ, κἂν σοβαρὸν ἐμβοῶν

καὶ κακόρρυθμος. ὃ καὶ κατὰ τὸν τοῦ Φάρου ναὸν καὶ τόδε γνώριμον

διεφαίνετο τοῖς ἐπελευσομένοις αὐτῷ ψαλμῳδῶς λαρυγγίζοντι. ἐξῆρχε

γὰρ τῶν ψαλλόντων ἐνίοτε, καὶ μάλιστα τότε, φωνῶν·

”τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,”

οὗ γε διολισθήσας ἄρα τὴν θείαν δίκην περιφανῶς ἐπεσπάσατο τῷ

ὕμνῳ, προφητείας ταύτῃ συντελεσθείσης.

17

Τούτων δὲ χρόνου τινὸς προδεδραμηκότος Μιχαὴλ ὁ ἐξ Ἀμορίου

τοῖς κατ' ἀνδρείαν προκόπτων ἐν προτερήμασι, παρ' ὃ καὶ τὸ τῶν ἐξκου-

βίτων πεπίστευτο σύνταγμα, διαβολῇ καθοσιώσεως ἐπισκήπτεται· ὃς

ταύτην πολυτρόπως ἀποσεισάμενος ἐκπέμπεται παρὰ βασιλέως διακυ-

βερνᾶν τὸ ἐν αὐτῷ στρατολόγημα. ὃν βασκαίνων, καθάπερ τινὲς ἔφασκον,

θανατῶσαι βεβούλητο, εἰ μὴ θεός, οἷς τρόποις εὐδόκει, παραδόξως

φυλάξας τῇ βασιλείᾳ τοῦτον ἀφώρισεν. εἰ καὶ τοῦτό τινες ἐξειλήφασιν,

ὅτι τῷ Μιχαὴλ παρῆν καὶ τολμηρία γλώσσης μείζων τῆς κατὰ γενναι-

ότητα πάντῃ θρασύτητος, λαλούσης παράσημα καὶ ἀπειλούσης τῷ

κρατοῦντι ὅλως καθαίρεσιν, αὐτοῦ τε τὴν γαμετὴν ἀνοσίοις γάμοις

ἐγκαθυβρίσαι. ἐνηχεῖτο τούτοις ὁ Λέων, καὶ τὸ μὲν πρῶτον ἐπειρᾶτο

εὐμηχάνως κατευνάσαι ῥοπήν (ᾔδει γὰρ αὐτὸν γλωσσηματίαν καὶ

αἴσχιστον, κἂν ἀνδρεῖον ἐνόμιζεν), ἀλλ' οὐ πείθει τοῖς λόγοις ἢ παραι-

νῶν πάντως ἢ ἐμβριμώμενος· εἴχετο γὰρ ὡσαύτως ὁ Μιχαὴλ τῆς τοιαύτης

αἰσχροτολμίας. καθίστησι τοίνυν ὁ βασιλεὺς ἀκροατὰς τῶν αὐτοῦ τολ-

μημάτων, τὸ μὲν δῆθεν καταπιέζων αὐτοῦ τὸ θράσος καὶ γλωσσαλγίαν,

τὸ δὲ καὶ ὠτακουστεῖν τὰ περὶ τοῦτον αἱρούμενος. ἦν γὰρ καὶ τῷ

Ἐξαβουλίῳ περιεσκεμμένως εἰσηγησάμενος, ἅτε νουνεχεῖ ὄντι καὶ πολυ-

πείρῳ ἀνδρί, πρὸς δὲ καὶ γνωστῷ αὐτοῦ τῶν οἰκείων, μὴ παραχωρεῖν

αὐτῷ ἀθυροστομεῖν σπεύδοντι, ἀλλὰ σιωπὴν ἄγειν, ἐξ ἀναγκαίου

τῶν κατὰ βασιλέως ἄγαν εὐλαβουμένῳ. ἀλλὰ ταῦτα μὲν οὐδὲν αὐτῷ

πρὸς καταρτισμὸν διενήργητο, ἐξ ἀπαιδευσίας ἀκρατῶς φερομένῳ·

ἐπεὶ δὲ ἅπαξ καὶ δὶς καὶ πολλάκις περὶ αὐτῶν ἐδηλοῦτο τῷ βασιλεῖ,

αὐτὸς δὲ δυσίατος ἢ ἀνίατος εὕρητο, διὰ χειρογράφου κατεγγυᾶται τὸν

Ἐξαβούλιον ὡς μηδὲν αὐτοῦ τὸ παράπαν τοῦ λοιποῦ διαπαρασιωπῆσαι

τῶν ληρημάτων, ἀλλὰ πάντα προὖπτα θέσθαι ἑαυτῷ. ὡς δ' οὐκ ἐνεδίδου

γλωσσηματίζων ὁ ἀλαζών, αὐτίκα τοῦτον κατάδηλον τίθησι βασιλεῖ

τῆς αὐτῆς ἀναιδείας μεταποιούμενον. καὶ δὴ ῥητῇ ἡμέρᾳ τῶν πρὸ τῆς

Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως, εἰς τοὐμφανὲς τῶν

κατ' αὐτοῦ κινουμένων οἱ ἔλεγχοι παρεισέθεον, περὶ τὸν τῶν ἀσηκρητείων

χῶρον τοῦ βασιλέως τὰ ἐπὶ τούτῳ κατὰ δοκιμασίαν πολλὴν ἀνετάζον-

τος. οὐκοῦν ἐλέγχεται Μιχαὴλ τυραννίδα, κατατίθεται φανερῶς ἐναργείᾳ

τῶν κατηγόρων νυττόμενος, καί τισι τῶν ὑπασπιστῶν ὁ βασιλεὺς

ἐγκελεύεται αὐτὸν ταῖν χεροῖν λαβέσθαι καὶ ἀπαγαγεῖν εἰς τὸ τοῦ παλατίου

λουτρόν, †πιθήκιόν† τε δεσμῆσαι ἐνεῖραί τε πρὸς κοντὸν καὶ τῷ καμινιαίῳ

πυρὶ παρατιθέναι ἀνάλωμα.

18

Τοῦ δὲ βασιλικοῦ διατάγματος οὕτω προβιβασθέντος, θεάσασθαι

τὸ τελεσθησόμενον προτεθύμητο βασιλεύς. συνηντήκει δὲ αὐτῷ ἡ αὐ-

γούστα Θεοδοσία ἀσύμβουλος, τὸ τοῦ Ἀρσαβὴρ πατρικίου καὶ κοιαίστω-

ρος θυγάτριον, τοῦ βασιλέως κατηγορῆσον μιαιφονίαν καὶ βαρβαρότη-

τα, καὶ μηδ' ὅλως τὸ τοῦ θεοῦ δέος τοῦτον ἔχειν ἐγκάρδιον, καὶ κατὰ

μηδὲν ἠρυθριακότα ἡμέραν τὴν ἑορτάσιμον, καθ' ἣν κεχραμμένον τὰς χεῖ-

ρας ᾑρῆσθαι τὴν θείαν κοινωνίαν εἰσδέξασθαι, συμβουλευσόμενόν τε τὸν

Μιχαὴλ τηρηθῆναι κατάκλειστον, εἶθ' οὕτως τὰ κατ' αὐτὸν πλείονος

τυχεῖν ἀνετάσεως καὶ τοὺς κεκοινωνηκότας αὐτῷ τοῦ συνθήματος, καὶ

τηνικαῦτα τιμωρίαις ὑπάγεσθαι. τῶν οὖν τοιούτων λόγων ἐπῃσθημέ-

νος ὁ βασιλεὺς προσέταξε τὸν ὑπεύθυνον ἐλευθεριάσαι τῆς αὐθώρου ὑπεξ-

ελεύσεως, καὶ τοιαῦτα τῇ γαμετῇ προσφωνεῖ· „ὦ γύναι, τὴν μὲν ἐμὴν

ψυχὴν τῆς ἐκεῖθεν σήμερον δίκης ἀπήλλαξας, καὶ τῆς ζωῆς με συντόμως

ἴσως στερήσεις· σὺ δὲ καὶ τὰ τέκνα ἠμῶν θεάσεσθε τὸ ἀποβησόμενον.“

καὶ ἐν τούτῳ τὸ μέλλον ἀπεφοίβασεν. ἦν γὰρ αὐτῷ ἔκ τινος συμβολικῆς

βίβλου ὁ ἀναιρέσιμος χρόνος μεμυημένος, αἰνιγματιζούσης μεταξὺ τοῦ

τε χ καὶ φ τῶν στοιχείων τὴν κατακλεῖδα λέοντος θηρὸς ξίφει διαπερονη-

θεῖσαν, ἤτοι 〈μεταξὺ〉 Χριστοῦ τῆς γεννήσεως καὶ τῶν Φώτων αὐτὸν ἀναι-

ρεθῆναι τὸν θηριότροπον Λέοντα· οὐ μὴν ἀλλὰ καὶ κλῆσις τοῦ ἀναιρή-

σοντος ἐκ θεοπέμπτου ὀνείρατος (ἑωράκει γοῦν πρὸ μικροῦ τὸν πατριάρ-

χην Ταράσιον δυσφημοῦντα μετὰ παρρησίας τῆς κακίας αὐτοῦ τὰ

ἐπίχειρα, πρός τινά τε Μιχαὴλ αὐστηρῶς παρακελευόμενον ἀναλῶσαι

αὐτόν, ὃς τῷ προστάττοντι εὐπειθήσας γε ἔπληξεν ἡμιθανῆ τε

κρημνίσας κατέλιπεν. ἔξυπνος δὴ γεγονὼς καὶ πολλῷ συσχεθεὶς δείματι

τὸ ὁραθὲν τῇ ἰδίᾳ γαμετῇ παρεδήλωσεν), ὡσαύτως δὲ καὶ ἐκ τοῦ ῥηθέν-

τος αὐτῷ διὰ τοῦ πατρικίου Βαρδανίου παρὰ τοῦ ἐν τῷ Φιλομηλίῳ μονά-

ζοντος, ἔκ τε τῆς μεταμφιάσεως καὶ ἐπιβάσεως τῶν ἐσθήτων. ὅμως

μετακαλεσάμενος τὸν παπίαν, τοῦτον ἀσφαλῶς τηρεῖν πρός τι οἴκημα

τῶν τὸ παλάτιον σαρούντων ἐκδέδωκεν, σιδηροπέδαις ἀσφαλισάμενος,

ὧν τὴν κλεῖδα ἐν τῷ ὑπενδύτῃ αὐτοῦ ἀπόθετον διεφρούρει, τῶν ἄλλων

μηδενὶ ταύτην πεπιστευκώς.

19

Περὶ γοῦν νυκτερινὴν γʹ ὥραν ἀπαναστὰς τοῦ κοιτῶνος ὁ βα-

σιλεὺς τὰς ἀπαγούσας πρὸς τὴν τοῦ παπίου σκηνὴν πάσας θύρας

εὐσθενῶς κατηδάφισεν· ἦν γὰρ εὐσθενὴς πάνυ καὶ θρασυκάρδιος. καὶ εἰσ-

ιών γε καταλαμβάνει τὸν Μιχαὴλ εἰς τὴν τοῦ παπίου κλίνην καθεύ-

δοντα, χαμαὶ δὲ τὸν παπίαν παρευναζόμενον. καὶ περὶ τὸν Μιχαὴλ κύψας

παλάμῃ τὰ στήθη αὐτοῦ διηκρίβαζεν, ὁποίαν ἀφίησι ῥοπήν, μεριμνητι-

κὴν ἢ ἀμέριμνον. ὡς δὲ τοῦτον τῆς ἁφῆς μὴ ἐπῃσθημένον συνέγνω, πάνυ

ἐτεθαυμάκει ἐπὶ τῇ ἀφρόντιδι αὐτοῦ ἀφυπνώσει, διανεύων τὴν ἑαυτοῦ

κεφαλὴν καὶ χαλεπὰ τεκμαιρόμενος, καὶ διεξιὼν μεγάλως τῇ χειρὶ κατὰ

τοῦ παπίου τὸν θυμὸν συμβολαιωσάμενος ἀμφοτέροις τὴν ἀπειλὴν

ἐπερρίπιζεν. ταῦτα προσεδρεῦον τῷ Μιχαὴλ εὐνουχικὸν παιδάριον

κρύφα τεθέατο, ὅπερ τὸν εἰσιόντα βασιλέα οὐκ ἄλλοθεν ἢ ἀπὸ τῶν

βασιλικῶν ἐκ κόκκου πεδίλων διέγνωκεν ὑπὸ τὴν κλίνην ὑφέρπον (ἐκεῖ

γὰρ τῷ βασιλεῖ διεκέκρυπτο)· μετὰ γοῦν τὴν ἄφιξιν τοῦ βασιλέως τῷ

τε ἰδίῳ δεσπότῃ Μιχαήλ, ἀλλὰ μὴν καὶ τῷ παπίᾳ ἅπαντα τὰ συμβεβη-

κότα διέλεξεν. τούτων κατήκοος γεγονὼς ὁ παπίας καὶ ἀμέτρῳ κατασχε-

θεὶς δείματι σὺν αὐτῷ Μιχαὴλ βουλὴν δοκίμην ἐπισκευάζουσιν. προ-

φασίζεται ὁ Μιχαὴλ τῶν κατὰ ψυχὴν ὀφλημάτων ἄγαν κεκτῆσθαι διὰ

φροντίδος, ὡς ἄν τινι τῶν εὐαγῶν ταῦτα ἀνάθοιτο διά τινος τῶν ὑπηρε-

τουμένων αὐτῷ πιστοτάτου Θεοκτίστου, ὃς μετὰ ταῦτα τῷ τοῦ πατρι-

κίου περιβλέπτῳ τετίμητο ἀξιώματι καὶ τὴν ἐπὶ τοῦ βασιλικοῦ καλά-

μου ἐγκεχείριστο πρόνοιαν, δι' οὗ κανίκλειος ἐδοξάζετο, ἐφ' ᾧ καὶ τὰ

τῆς ἐπιτροπείας τοῦ Μιχαὴλ ὡς εὐγνώμονι ἐβεβαίωτο. τότε δὲ τὸ κατὰ

τὴν αἴτησιν τῆς προφάσεως πέρας ἀπήρτητο βασιλικῆς ἐκ διατάξεως,

καὶ τὸ σκαιώρημα εἰς ἔργον προέβαινεν. ἀκριβολογησάμενος γὰρ τῷ

Θεοκτίστῳ ὁ Μιχαὴλ τὰ τῆς ἐπιθέσεως, καὶ διαπορθμεύσας κρυφιομύ-

στως τοῖς κεκοινωνηκόσιν αὐτῷ τῆς ἐνέδρας βαθεῖαν διάσκεψιν, ἐπ-

ισχυρίζεται κατ' αὐτῶν τὴν κοινωνίαν φωράσαι τῷ ἄνακτι, εἴπερ κατα-

μελήσειαν ἄρτι τῆς ἐγχειρήσεως.

20

Ἐντεῦθεν κοινὴν βουλὴν ἐπισκευασάμενοι τοιῶσδε τὸ ἐγχείρημα

συντιθέασιν, παρεισδῦναι νύκτωρ διὰ τῆς Ἐλεφαντίνης πύλης, καθ' ὃ τὰ

τῆς δοξολογίας θεῷ ἀφιέρωτο, ὡς ἱερεῖς ὑποκριθησόμενοι τοῖς ἐπενδύ-

μασιν ξίφη τε λαθραίως χειρισόμενοι, εἶθ' οὕτως πρὸς μέρος τὸ δεξιὸν

ποιήσασθαι τὴν ἀπόνευσιν καὶ ἐπιθέσθαι τῷ βασιλεῖ. παλαιὸς γάρ

τις τύπος διεδεδραμήκει, ἐκτὸς τῶν βασιλείων τοὺς ἱερεῖς νυκτὶ διακαρτε-

ρεῖν μέχρι τῆς πρὸς ὄρθρον διωρισμένης αὐτοῖς εἰσελεύσεως. ὡς ἱερεῖς

ὅθεν οἱ στασιῶται εἰσῄεσαν, τοῖς ἀληθέσιν ἑπόμενοι· καὶ οἱ μὲν ἱερεῖς

εἰσήλθοσαν τῷ εὐκτηρίῳ ναῷ, οἱ δὲ περιλειφθέντες ζοφώδει χώρῳ λελη-

θότως προσήδρευον, ὡς ἂν εὐκαίρως ἐπίθωνται τῷ βασιλεῖ. τοῦ δὲ ὀρθρίου

ὕμνου ἐνστάντος, πρὸς τὸ εἰωθὸς καταίρει βασιλεὺς τῷ ναῷ. ἡ ὥρα τῇ

ἕῳ παρέθηγεν τὸν λόχον δημοσιεύουσα, εἰ μὴ τόλμα τῶν ἐπιτιθεμένων

τὸν θρίαμβον ἀνερρίπισεν. αὐτίκα γὰρ ζέοντι καὶ τομῷ θάρσει ξιφήρεις

παρὰ τὸν σκοπὸν ἐναυτομολήσαντες κατὰ τοῦ τῶν ἱερέων ἐξάρχου

τὰ ξίφη προέτειναν, τὸν βασιλέα τοῦτον ὑπάρχειν εἰκάσαντες ἐκ τοῦ

τότε προσπεσόντος σχήματος ἀποπλανηθέντες· χειμῶνος γὰρ δριμυτάτου

καθεστηκότος ὁ μὲν βασιλεὺς κατὰ τὴν κεφαλὴν ἐκέχρητο διανεστηκότι

καλύμματι, τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ τοῦ τῶν ἱερέων καταλόγου προ-

ηγούμενος· ἐξ οὗ συνέβαινεν ὄντως τοῖς στασιώταις κατ' αὐτοῦ τὴν

ἐγχείρησιν ἐπιδείξασθαι. ὃς τῇ ἀθρόᾳ φορᾷ τῶν ἐπιτιθεμένων καταπλα-

γεὶς σφοδρὸν ἀνεβόησεν, ἕτερον εἶναι τὸν βασιλέα, πρὸς ὃν τὴν ὁρμὴν

ἀπῃώρησαν. διὸ καὶ τὴν κεφαλὴν ἀπεγύμνωσεν οἷα καταφανὲς γνώρισμα

(φαλάκρωμα γὰρ αὐτῷ περιΐστατο), ἵνα μὴ τὴν τομὴν ἐκ τοῦ παρεί-

κοντος ἐπισπάσοιτο. οὐκοῦν ὁ βασιλεὺς εἰσῄει τῷ ἱλαστηρίῳ περιτυχών,

καὶ τούτου τὸν σταυρὸν ἢ κατά τινας τὴν τοῦ θυμιατηρίου κρεμάθραν

δραξάμενος, ἐξαπορῶν τινος ἀμυντηρίου ὀργάνου, ἀντιτάξασθαι ἔμελλεν.

ὅμως καταφανὴς γενόμενος τοῖς αὐτὸν διαχειρισομένοις, αὐθωρὸν τοῖς

ξίφεσιν ἐκερμάτιζον σταυρὸν ἐν χερσὶ κατέχοντα, ὡς ἐκ τούτου γε τὴν

τομὴν ἀποπέμψασθαι. ἧς χάριν πρός τινα τῶν μιαιφόνων, ὑπερμεγέθη

ἄνδρα, ᾧ τὸ ἓν καὶ ἥμισυ κατὰ τὸ γιγάντειον προσωνομάζετο μέγεθος,

ἐπεφθέγξατο ὅρκῳ περιδεσμῶν οὗ ἐπελάβετο. ἀλλ' ἀμείλικτον ὄπα

κατὰ τοὺς Ἀντιμάχου παῖδας διήκουσεν, ἀντειπόντα ἐνόρκως αὐτῷ

μηκέτι βιώσεσθαι. καὶ εὐθέως τῇ κατακλεῖδι τὴν σπάθην καθεὶς τὴν χεῖρα

διέσπασεν, ὥστε καὶ τὸ σταυρικὸν σχεδόν τι κέρας διακοπῆναι· εἶθ'

οὕτως αὐτὸν καὶ τῆς κεφαλῆς ἀπετύχισεν. κατ' αὐτὴν δὲ τὴν ὥραν

φωνή τις ἀερόθεν ἐνήλατο ποντοποροῦσι ναυτίλοις, ὡς Λέων ὁ βασιλεὺς

τῇδε διαπεφώνηκεν· οἳ συμβαλόντες τὴν ἀκοὴν τήν τε νύκτα μετὰ τοῦτο

καὶ ὥραν καθ' ἑαυτοὺς ἐννοήσαντες τὸ ἀληθὲς διειλήφασιν.

21

Κτείναντες δὲ τοῦτον οἱ φονευταὶ ἀνηλεῶς ἐν αὐλοειδέσι χώροις

τοῖς πρὸς τὸ δέξιμον ἀπαγαγόντες κατέθεσαν, ὅπως ἐπὶ βραχὺ ἐκεῖσε προσ-

μείνειεν· εἴχοντο γὰρ χρειωδεστέρων φροντίδων οἱ τῷ Μιχαὴλ συναράμε-

νοι, ὥστε τοῦτον μὲν τῆς εἱρκτῆς ἐξελέσθαι καὶ ἀναρρῆσαι πᾶσιν αὐτο-

κράτορα βασιλέα, ὃς διαιτήσοι τὰ πρὸς τὸν καιρὸν κατεπείγοντα, ἀσφα-

λείας δεούσης ἀπαιτουμένης, ἣν ταχέως εἰργάσατο. καὶ διὰ τῶν Σκύλων

ἑλκυσμῷ τὸ πτῶμα λυγρῶς καταικίσαντες καὶ τῷ ἱπποδρόμῳ παραγυ-

μνώσαντες καὶ ὑποζυγίῳ μετεωρίσαντες ἐπὶ πάσης τῆς λεωφόρου

προήνεγκαν, εἶτα ἐμβαλόντες αὐτὸ ἑνὶ πλοίῳ καὶ τὴν σύμβιον σὺν

τοῖς τέσσαρσι τούτων παισί, Συμβατίῳ τῷ καὶ μετονομασθέντι Κωνσταν-

τίνῳ κατὰ τὸ στέψιμον, Βασιλείῳ καὶ Γρηγορίῳ ἅμα Θεοδοσίῳ, περὶ

τὴν Πρώτην νῆσον παρέπεμψαν· κἀκεῖσε τῶν παίδων καταθλαδίαν ποινὴν

περιστοιχουμένων, ὁ Θεοδόσιος τῆς ζωῆς ἀπεζεύξατο· καὶ ἀμφοτέρους

τῆς προσηκούσης κηδείας ἠξίωσαν.

22

Οὗτος δέ, ὡς φασί τινες, καὶ πρὸ τοῦ τῆς βασιλείας ἐπιλαβέσθαι

τῆς δυσσεβοῦς αἱρέσεως εἴχετο. διὸ καὶ κατὰ τὸ ἔθιμον τῆς καθ' ἡμᾶς

εὐσεβοῦς πίστεως στείλαντος πρὸς αὐτὸν Νικηφόρου τοῦ πατριάρχου

τόμον διά τινων ἀρχιερέων ἐγγράψασθαι τὴν εὐσέβειαν, καταπράξασθαι

τοῦτο διανεβάλλετο, ἕως ἂν αὐτῷ ἡ τῆς βασιλείας ἐπέλθοι διὰ στέφους

μεγαλοπρέπεια· καὶ καθ' ἡμέραν γε τὴν δευτέραν τῆς αὐτοῦ βασιλείας

ἐνσυνεχόμενος τῷ ὀρθοδόξῳ τόμῳ διασημήνασθαι ἀναντιρρήτως ἀπείπατο

μηδ' ὅλως τῷ τοιούτῳ συνθέσθαι βουλήματι. ὅθεν καὶ τοὺς τῆς αἱρέσεως

αὐτῷ συνεργοὺς ἐν τῷ παλατίῳ ἀποκατέστησεν, δίαιταν πρὸς τρυφὴν

ἰδιαζόντως τούτοις δαψιλευσάμενος. μεθ' ὧν καὶ συνέριθον τῆς αὐτοῦ

διδασκαλίας εὑρὼν τὸν Γραμματικὸν Ἰωάννην, τὸν καὶ Ἰαννῆν διὰ τὸ τῆς

ἀληθείας ἀντίρροπον, τούτοις συνέταξεν. οἷς νεαροπρεπῆ πίστιν νηπιό-

φρων ὁ ἀποστάτης προστάττει συγγράφεσθαι. καὶ μετὰ δύο χρόνους

τῆς βασιλείας ἀνέδην ἀποστατήσας, καθάπερ ὁ υἱὸς τοῦ Κίς, τῆς τῶν

σεβαστῶν εἰκόνων μετεποιήσατο καθαιρέσεως, ἐντεῦθεν καὶ γράψας

παντὶ ἐπισκόπῳ καταίρειν ἐν Βυζαντίῳ τῷ ὑπὸ Μεγαρέων κτισθέντι

καὶ Βύζαντος, κατ' Εὐρώπην συνελθόντων ἐν τῇ τούτου πολίσει Καρυ-

στίων, Μυκηναίων καὶ Κορινθίων ἄλλων τε πολλῶν, φιλοσόφοις ἅμα

καὶ ῥήτορσι. καὶ δὴ ὅτε οἱ ἐπίσκοποι τοῖς κατὰ Πέραν προσήγγιζον,

οὐ κατὰ τὸ εἰθισμένον προσεντυγχάνειν τῷ πατριάρχῃ ἠφίεντο, ἀλλὰ

πρὸς αὐτὸν ἤγοντο καὶ ἄκοντες συνευδοκεῖν τῷ κακοδόξῳ φρονήματι

ἐβιάζοντο. ὧν τοὺς πειθαρχοῦντας αὐτῷ προσηκούσης ἠξίου φιλοφρονή-

σεως, τοὺς δὲ μὴ πειθομένους αἰκίσεσι παντοδαπαῖς διημείβετο, τὰ

Χριστιανῶν παρ' οὐδὲν θεσπίσματα λογιζόμενος, ὡς δῆθεν καὶ ταῖς πρὸς

τοὺς Οὔννους εἰρηναίαις συμβάσεσι ταῦτα συνέχεεν, ἐκείνοις μὲν ἀναθεὶς

ἐργάσασθαι τὰ ἡμέτερα εἰωθότα, ἑαυτῷ δὲ καὶ τοῖς ὑπ' αὐτὸν τὰ ἐκείνων

θρησκεύματα. δι' ὧν τάχα σεισμοὶ φρικωδέστατοι λοιμοί τε καὶ αὐχμη-

ρίαι καὶ ἐκφλογώσεις ἀέρος, πρὸς τούτοις καὶ ἐμφύλιοι στάσεις κατὰ

πόλιν καὶ χώραν πᾶσαν, ἀρχῆθεν τῆς θεομισοῦς βασιλείας αὐτοῦ μέχρι

πολλῶν χρόνων διήρκεσαν, καὶ αὐτῶν τῶν στοιχείων δυσανασχετούντων

οἷον τούτου τοῖς κακουργήμασι. τοιαῦτα τὰ κατὰ δυσσέβειαν αὐτοῦ

ἐννοήματα καὶ τεχνάσματα, καὶ τούτοις τὸ ἐπαχθὲς ἐγχρονίζον.

23

Ἀλλὰ καὶ τῶν πρός τι λυσιτελούντων εἴ τι διέγνωστο, φιλοπονίας

οὐκ ἔληγεν· δι' ἧς κατά γε Θρᾴκην Μακεδονίαν τε πᾶσαν καὶ ἕως τῶν

ὁρίων τῆς Σκυθῶν γῆς πόλεις ἀνενεώσατο, αὐτὸς ἐπελθὼν σὺν στρατιώτισι

φάλαγξι, ὅπως τάς τε πολεμίων ἐφόδους ἐκτρέποιτο καὶ ταῖς τούτων

ἐπισκευαῖς παρέχοι τὸ εὐπεράτωτον.

24

Ἦν δὲ τῷ γένει κατὰ συζυγίαν ἐξ Ἀσσυρίων καὶ Ἀρμενίων

ἀναφυείς, τῶν ἰδίων γεννητόρων ἐπεξαναστάντων αὐτούς τε μιαιφονησα-

μένων καὶ πρὸς τοῖς τῶν Ἀρμενίων χωρίοις κατὰ φυγαδείαν ἐνσκηνωσάν-

των, κἀκεῖσε τὸν ἀνήμερον θῆρα τεκεῖν· ἐξ ὧν ἑτερογενές τι τεράστιον

κεχρημάτικεν. Ἀρμενίους δέ φασιν ἐξ Ἀρμένου κληθῆναι τοῦ ἀπὸ

Ἀρμενίου πόλεως Θετταλίας, ὃς Ἰάσονι συνεστράτευσεν. ἐκεκρατήκει

δὲ Λέων τῆς βασιλείας ζʹ ἐπ' ἔτεσι καὶ μησὶ εʹ κατὰ θεοῦ ὑψίστου ἐμμανῶς

αὐχησάμενος.

2

t

{ΒΑΣΙΛΕΙΩΝ Β}

ΠΕΡΙ ΤΟΥ ΕΞ ΑΜΟΡΙΟΥ ΜΙΧΑΗΛ

1

Ὁ δὲ Μιχαὴλ ἐν ἔτει ͵Ϛτκθʹ, ἰνδικτιῶνος ιδʹ, παρ' ἐλπίδα ἐξ εἱρκτῆς

αὐτοκράτωρ, ὢ τοῦ θαύματος, ἀνηγόρευται, τῷ τε βασιλικῷ θρόνῳ

καθίδρυται ἔτι ταῖς σιδηροπέδαις ἐπιδεσμούμενος· ᾧ προσίασι πάντες

οἱ ἐντυχόντες καὶ τὸ σέβας προσκυνητὸν ἀπονέμουσιν. παμπόλλης οὖν

ὥρας παρῳχηκυίας καὶ τῆς κλειδὸς ἀπούσης μὴ τούτων ἀνεπτυγμέ-

νων, Ἰωάννης ὁ ἐκ γένους Ἐξαβουλίων καὶ τοῦ δρόμου τοὺς λόγους

τηνικαῦτα τιθεὶς τοῖς παροῦσι ταύτην ἐμυστολέκτει τεταμιεῦσθαι

ἐσθῆτι τῇ ἐνδοτάτω τοῦ φονευθέντος, δι' ἧς αἱ πέδαι ἀποδεδέσμηνται.

ἑβδόμης δὲ ὥρας διατελούσης ἄπεισι Μιχαὴλ βασιλεὺς τῷ μεγίστῳ

ναῷ συνάμα τοῖς δεδρακόσι τὸ τόλμημα, τῆς θείας τελεταρχίας ἀξιωθῆ-

ναι, μηδ' ὅλως μήτε τῷ δήμῳ δειματωθεὶς μήτε τῷ δείματι τοῦ θεοῦ

κατερυθριάσας, ἀλλὰ τεθαρρηκὼς μάλιστα ἐπί τε τοῖς λοιποῖς συναντή-

μασι καὶ προρρήσεσιν, ἔτι δὲ καὶ τοῖς προαναπεφωνημένοις Ἀθιγγάνου

παρά τινος μάντεως, ὃς τῷ τηνικαῦτα στρατηλάτῃ τοῦ τῶν Ἀνατολι-

κῶν θέματος πεῖραν δεδωκὼς πολλῶν ἀποβάσεων διετράνου τὸν Μιχαὴλ

καί τινα ἕτερον τῶν δευτέρων διαδηματοφορήσειν, σαφῶς ἀπομαντευ-

όμενος. ἀμέλει τούτους ὁ στρατηγέτης διὰ μερίμνης εἶχεν πολλῆς, ὅπως

νυμφίους ταῖς ἑαυτοῦ θυγατράσιν ἁρμόσαιτο. ἐξείχετο οὖν τοῦ τοιούτου

σκοποῦ, καί ποτε τοῦ τὴν ἐπιστασίαν ἔχοντος τῶν εἰς τράπεζαν

κεκλημένων, ὃν ἀτρικλίνην φημίζουσιν, κατὰ τὸ ἔθος εἰσιόντος αὐτῷ

καὶ τὴν γραφὴν ἐμφανίζοντος, ἀπείπατο τῶν πολλῶν τῆς συνεστιά-

σεως, ἐκείνους δὲ μόνους τῆς τραπέζης καταξιῶσαι. ταύτης γοῦν διευ-

τρεπισθείσης καὶ τῶν αὐτοῦ θυγατέρων συνεδριασασῶν, προστάττει

τούτοις ὁμοταγεῖς γενέσθαι αὐτάς. οἱ δὲ τῇ ἀπροσδοκήτῳ θαμβηθέντες

τιμῇ τῆς κατακλίσεως ἀπαναίνονται· ὁ δὲ διακείμενος ἐπαχθέστερον

κατηνάγκαζεν, καὶ τελευταῖον πείθει κατακλιθῆναι. διαχύσεως δὲ

γεγονυίας, ἅτε κατεμφορηθέντων αὐτῶν, ἐπιδίδωσι…

ρ…

The complete text is available when the reading interface loads.