The Greek Library Catalogue

Anonymous

Chronicon

Edition reference
Chronicon (lib. 1–4), ed. C. de Boor, Georgii monachi chronicon, 2 vols., Leipzig: Teubner, 1904: 1:1–382; 2:383–804. GEORGIUS Monachus Continuatus
CTS identifier
urn:cts:greekLit:tlg3043.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΠΡΟΛΟΓΟΣ ΧΡΟΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ

ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ.}

Πολλοὶ μὲν τῶν ἔξω φιλόλογοι καὶ λογογράφοι ἱστορικοί

τε καὶ ποιηταὶ καὶ χρονογράφοι τὰς τῶν ἀρχαίων βασιλέων

καὶ δυναστῶν καὶ τὰς ἀνέκαθεν φιλοσόφων καὶ ῥητόρων τε

καὶ τῶν ἐπ' εὐγλωττίᾳ καὶ δεινότητι λόγων καὶ στωμυλίᾳ

διαθρυλλουμένων πράξεις καὶ ῥήσεις καὶ μέντοι καὶ τὸν τρό-

πον ἐνίοτε τῆς τούτων ἀποβιώσεως δι' ὑψηγορίας καὶ ἐπι-

τάσεως λόγου συγγεγραφότες οὐκ εὔληπτά τε καὶ εὐκατά-

ληπτα καὶ εὐκρινῆ τοῖς πολλοῖς τὰς πραγματείας †ἅτε δι'

ἐπίδειξιν καὶ κρότον ἔσθ' ὅτε καὶ ἀνάρρησιν τοῦτο δεδράκασιν

ἥκιστα πεφροντικότες τὰ τῆς ἀληθείας δόγματα καὶ διηγήματα

καὶ ἀνθρώποις ὠφέλιμα. ἡμεῖς δὲ πάμπαν οἱ τῶν ἔνδον ἀνά-

ξιοι δοῦλοι τῶν δούλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀμέ-

τοχοι τῆς τῶν ἔξω φυσιολογίας καὶ τεχνολογίας ἐξ ἐπιμέτρου

πέλοντες οὐ μόνον Ἑλληνικῶν καὶ παλαιῶν ἱστορικῶν, ἀλλὰ

καὶ νέων καὶ πολὺ μεταγενεστέρων καὶ σεμνοπρεπῶν ἀνδρῶν

ἐλλογίμων ἐξηγήσεις καὶ χρονογραφίας ἱστορίας τε καὶ δι-

2

δασκαλίας ψυχωφελεῖς ἐντετυχηκότες ἀκριβῶς κατὰ τὸ ἡμῖν

ἐφικτὸν καὶ περιεσκεμμένως ἐν φόβῳ θεοῦ καὶ πίστει χρο-

νικόν, τοῦτο δὴ τὸ μικρὸν καὶ πανευτελὲς βιβλιδάριον, ἐξε-

θέμεθα τὰ πρὸς ὄνησιν ἐκ πολλῶν ὀλίγιστα συντείνοντα

ποσῶς μετὰ πόνου συλλέξαντες καὶ συνθέντες, ὅ γε πᾶσαν

μὲν ἀλήθειαν ἄκομψον καὶ ἀκατάσκευον σφόδρα περιέχον

δραματουργίαν, ἀναγκαῖα δὲ πάνυ καὶ χρήσιμα λίαν οἶμαι δι'

ἐπιτομῆς καὶ σαφηνείας ἐναργεστάτης ὑφηγούμενον ὅτι μά-

λιστα. κρεῖσσον γὰρ μετὰ ἀληθείας ψελλίζειν ἢ μετὰ ψεύ-

δους πλατωνίζειν. οὐχ ὅταν γὰρ ὁ λόγος ῥεῖ καὶ ἔξω τῶν

ὅρων φέρεται θαυμαστός ἐστιν, ἀλλ' ὅταν βραχὺς μὲν ᾖ τῷ

μήκει, πολὺς δὲ τοῖς ἐνθυμήμασι καὶ ἐν τῷ συντόμῳ τὸ

ἀπαράλειπτον καὶ ἀτρεκὲς ἔχων τῶν ἀναγκαίων καὶ ὀνησι-

φόρων ὑπὸ τοῦ καιροῦ μάλιστα καὶ τῶν βασκανίας καὶ πάσης

ἐθελοκακίας ἀπηλλαγμένων ψυχωθεὶς ζωτικώτερος ἀναδειχθή-

σεται. οἱ γάρ τοι πνευματικοὶ τὰ πνευματικὰ συγκρίνοντες

καὶ ἀνακρίνοντές τε καὶ μεταλλεύοντες ὡς ἐπιστήμονες καὶ

δόκιμοι τὰς ἱερολογίας οὐ λαμπρὰς καὶ γριφώδεις καὶ τε-

τορνευμένας λέξεις καὶ συντάξεις ἐντέχνους καὶ καλλιεπείας,

ἐν αἷς τὸ ψεῦδος πολλάκις διὰ τῆς δεινοτάτης μεθόδου καὶ

κατασκευῆς ἐπικρύπτοντες οἱ δεινοὶ καὶ τοὺς ἀπερισκέπτως

καὶ ἀβασανίστως ἀναγινώσκοντας ἐκλανθάνοντες ἐπιζητοῦσιν,

ἀλλὰ τὰς ἀληθείᾳ λαμπρυνομένας ῥήσεις, εἰ καὶ διὰ βαρ-

βαριζούσης καὶ σολοικιζούσης ἐκφωνοῦνται γλώττης. εὕροις

τοίνυν ὅ γε πιστῶς καὶ νουνεχῶς τε καὶ ἀφθόνως ἅμα καὶ

3

ἀπεριέργως καὶ πάσης διπλόης καὶ ῥᾳδιουργίας ἐλευθέρως

ἐντυγχάνων ἐνταῦθα δι' ὀλίγων τὰς τῶν εἰδώλων εὑρέσεις

καὶ ἀνατροπὰς ἐντέχνως καὶ ἐπιτετευγμένως, τὰς τῶν φιλο-

σόφων Ἑλλήνων ἐρεσχελίας καὶ μυθοπλαστίας καὶ θρησκείας

ἔτι καὶ ἀσυμφώνους τερατολογίας, τὰς διαφόρων ἐθνῶν δό-

ξας καὶ πολυθεΐας ἢ μᾶλλον εἰπεῖν ἀθεΐας καὶ κακονοίας,

πῶς τε ἡ τῶν μοναχῶν ἤρξατο διαγωγὴ καὶ τάξις ἀπὸ τοῦ

νόμου καὶ διὰ τῆς Χριστοῦ παναρίστου πολιτείας καὶ δι-

δασκαλίας ὑψηλοτέρα καὶ φαιδροτέρα καὶ πλατυτέρα μάλα

εἰκότως ἀναπέφηνεν, καὶ ἄλλα πλεῖστα καὶ διάφορα σωτη-

ρίαν ψυχῶν εὐγνωμόνων καὶ ὀρθοδόξων ὠδίνονται καὶ δι-

δάσκοντα καὶ φωτίζοντα, οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἔκφυλον

καὶ θεοστυγῆ τε καὶ παμβέβηλον τῶν Μανιχαίων λύσσαν,

ἀφ' ἧς ὥσπερ ἔκ τινος λυσσῶντος κυνὸς τὴν αἰσχίστην τε

καὶ κάκιστον μετειληφυῖα νόσον ἀνεφύη ἡ τῶν ἀλιτηρίων

καὶ κακοσχόλων εἰκονομάχων ἐμβρόντητος αἵρεσις, καὶ ὅθεν

ἀπήρξατο καὶ ποῦ κατέληξεν, ἥτις γε τοὺς προστάτας αὐτῆς

καὶ συνίστορας ἀλλοτρίους ἐκ περιουσίας τῆς ὀρθοδόξου πί-

στεως καταστήσασα σὺν τοῖς ὁμόφροσιν αὐτῶν ἐκδήλως ἅμα

καὶ τὰ τούτων ληρήματα καὶ βληχήματα τῆς ἀδεκάστου δί-

κης ὑπευθύνους καὶ ἐνδίκους (ὢ τῆς ἀπάτης καὶ παρα-

πληξίας τῶν πεφενακισμένων καὶ ματαιοφρόνων) ἀπέφηνε

κομιδῆ καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψεν, τήν τε τῶν ἀτα-

σθάλων καὶ κακοφρόνων Σαρακηνῶν καταγέλαστον δόξαν καὶ

τὴν κτηνώδη ζωὴν καὶ μέντοι καὶ τὴν διδασκαλίαν τοῦ

λαοπλάνου ψευδοπροφήτου αὐτῶν καὶ ὅθεν κακῶς ἀναδέ-

δεικται, καὶ πρὸς τούτοις τὴν τοῦ γέροντος Θωμᾶ νεωτερι-

σθεῖσαν παιδοπρεπῆ ματαιοφροσύνην τε καὶ παράνοιαν καὶ

τὴν ἀργαλέαν καταστροφὴν τοῦ παναθλίου καὶ ταλαιπώρου.

4

καὶ ταῦτα μὲν ἅλις. τῆς δὲ χρονικῆς πραγματείας τὴν ὑπό-

θεσιν ὡς ἐν τάξει τμημάτων διὰ τὸ εὐσύνοπτον καὶ εὐμνη-

μόνευτον πεποιήκαμεν. ἀπὸ μὲν γὰρ τοῦ Ἀδὰμ ἀρξάμενοι

καὶ μέχρι τῆς Ἀλεξάνδρου τελευτῆς ἐλθόντες ἐν συντόμῳ

πάλιν ἀνάπαλιν ἀπὸ τοῦ Ἀδὰμ κατὰ τὴν αὐτὴν ἐπιχείρησιν

καὶ ἔννοιαν δι' ἐπαναλήψεως τοὺς χρόνους τῆς ζωῆς τῶν

ἐφεξῆς καὶ τὰς πράξεις ὡς οἷόν τε διὰ βραχέων ἀπεμνη-

μονεύσαμεν ἕως Ἰησοῦ τοῦ Ναυή, εἶτα πάλιν διὰ συν-

τομίας τοὺς κριτὰς μέχρι τοῦ προφήτου Σαμουήλ, καὶ εἶθ'

οὕτως αὐτίκα τοὺς βασιλεῖς τῶν Ἰουδαίων ἀπὸ Σαοὺλ ἕως

Σεδεκίου καὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, ἐν οἷς καὶ κατὰ

Ἰουδαίων ἐκ παρόδου διὰ βραχυλογίας, ἔπειτα δὲ τοὺς Ῥω-

μαίων ἡγεμόνας, ὥσπερ δὴ καὶ τοὺς πάλαι Περσῶν καὶ

Μακεδόνων Σελεύκων τε καὶ Ἀντιόχων καὶ Πτολεμαίων ἐν

παρεκβάσει διεξελθόντες ἀρχὰς καὶ δυναστείας οὕτω καὶ

τοὺς Ῥωμαίων ἐξ Ἑλλήνων καταγομένους καθολικοὺς βασι-

λέας ἅμα καὶ τὰς ἐργασίας καὶ τοὺς θανάτους ἀπὸ Ἰουλίου

Καίσαρος μέχρι Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν ἀνοσίων

καὶ χριστομάχων, εὐθύς τε Κωνσταντῖνον τὸν εὐσεβέστατον

καὶ πρῶτον βασιλέα τῶν χριστιανῶν καὶ τοὺς καθεξῆς ἕως

τοῦ τελευταίου Μιχαὴλ υἱοῦ Θεοφίλου, ὅστις μειράκιον βα-

σιλεύσας τὴν ὀρθόδοξον αὖ πάλιν διὰ συνόδου θείας ἀνε-

κήρυξε καὶ κατώρθωσε πίστιν. τέλος δὲ λόγου τὸ πᾶν ἀκούειν

σοφῶς ἡμῖν ὁ σοφὸς ἐγκελεύεται σαφῶς, ὡς μὴ κάλλεσι συν-

ταγμάτων προστετηκέναι τὸν ἀναγνώσεσι χαίροντα καὶ θελγό-

μενον, ἀλλ' αὐτῷ τῷ σκοπῷ καὶ τῷ τέλει τοῦ λόγου προ-

ερεθίζειν τὸ τῆς καρδίας ὄμμα. ἡ γὰρ τοῦ λόγου κατασκευὴ

καὶ ποικιλία ταῖς φιλοκρότοις καὶ φιλοκόμψοις καλλιεπείαις

5

οἱονεὶ μεταμορφουμένη λυμαίνεταί πως τῇ προκειμένῃ θεω-

ρίᾳ, κλέπτουσα λεληθότως τὴν αἴσθησιν καὶ πρὸς τὴν κατα-

νόησιν τῆς ὑποθέσεως ἐπισκοτοῦσα τοῖς ἐντυγχάνουσιν. ἐκ-

λιπαρῶ δέ γε τοὺς ἐντευξομένους φιλοθέους καὶ φιλολόγους

ὑπερεύχεσθαί μου διὰ τὸν κύριον τοῦ ταπεινοῦ καὶ ὑπερ-

λίαν ἁμαρτωλοῦ τε καὶ ἀλόγου. καὶ εἰ μὲν χρήσιμον καὶ

ἀποδοχῆς ἄξιον ὀφθείη τὸ πανευτελὲς τουτὶ δραματούργημα,

τῷ πάντων αἰτίῳ τῶν καλῶν ἀναθετέον, εἰ δὲ παρὰ τὸ

προσῆκον ἀσυνάρτητόν τε καὶ περιττὸν ὡς εἰκὸς διὰ τὴν

ἀλογίαν ἡμῶν εὑρεθείη, συγγνωσθείημεν πρὸς τῆς ὄντως

καὶ ἀρρήτου σοφίας, ἔτι μὴν καὶ παρὰ τῶν τροφίμων ταύ-

της θεοσόφων καὶ θεηγόρων τε καὶ φερεσβίων, ὡς ἰδιῶται

πάντως οὐ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει. ἤδη δὲ

λοιπὸν σὺν θεῷ τῆς ὑποθέσεως τὴν ἀρχὴν ἐντεῦθεν κατὰ

τὴν ἐμὴν ποιήσομαι δύναμιν.

6

{ΧΡΟΝΙΚΟΝ ΣΥΝΤΟΜΟΝ

ΕΚ ΔΙΑΦΟΡΩΝ ΧΡΟΝΟΓΡΑΦΩΝ ΤΕ ΚΑΙ ΕΞ-

ΗΓΗΤΩΝ ΣΥΛΛΕΓΕΝ ΚΑΙ ΣΥΝΤΕΘΕΝ ΥΠΟ

ΓΕΩΡΓΙΟΥ ΑΜΑΡΤΩΛΟΥ ΜΟΝΑΧΟΥ.

[Βιβλίον Αʹ.]

[αʹ. Περὶ Ἀδάμ.]}

Βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἔπλασεν ὁ θεὸς

τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. ὁ δὲ Ἀδὰμ

ἐγέννησεν υἱοὺς τρεῖς καὶ θυγατέρας δύο, τὸν Κάϊν καὶ

τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὴν Ἀζούραν καὶ τὴν Ἀσουάμ.

καὶ ὁ μὲν Ἀδὰμ κατὰ κέλευσιν θεοῦ ἐπέθηκεν ὀνόματα

πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπε-

τοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις. τὸ δὲ αὐτοῦ

ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς.

καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην ἀδελφὴν αὐτοῦ

Ἀζούραν, ὁ δὲ Σὴθ τὴν δευτέραν Ἀσουάμ. καὶ ὁ μὲν Ἄβελ

παρθένος τε καὶ δίκαιος ὑπῆρχε καὶ ποιμὴν προβάτων, ἐξ

7

ὧν καὶ θυσίαν τῷ θεῷ προσαγαγὼν καὶ δεχθεὶς ἀναιρεῖται

φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. ὁ δὲ Κάϊν γεωρ-

γὸς τυγχάνων καὶ μετὰ τὴν καταδίκην χειρόνως βιώσας πρῶτος

μέτρα καὶ στάθμια καὶ γῆς ὅρους ἐπενόησεν. εἶτα κτίσας

ἐν γῇ Ναῒν πόλιν κατέναντι Ἐδὲμ ἐπωνόμασεν αὐτὴν Ἐνὼχ

εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ, καὶ εἰς ἓν συνελθεῖν τοὺς

οἰκείους ἀναγκάσας εἰς πολέμους ἑαυτὸν ἀπησχόλει. μετὰ

δὲ ταῦτα τῆς οἰκίας ἐπ' αὐτὸν πεσούσης ἀπέθανεν. ὁ μὲν

οὖν Ἄβελ τὰ πρωτότοκα θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ

φίλαυτον ἑαυτὸν συνίστη. ὅθεν καὶ διὰ τῆς ἀγαθῆς αὐτοῦ

προαιρέσεως προσεδέχθη. ὁ δὲ Κάϊν ἑαυτῷ μὲν δυσσεβῶς

ἀπονέμων τὰ πρωτογεννήματα, θεῷ δὲ τὰ δεύτερα, εἰκότως

καὶ ἀπεβλήθη. φησὶ γάρ· καὶ ἐγένετο μεθ' ἡμέρας προσ-

ήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς. ὥστε διὰ τοῦτο

Κάϊν ἐλέγχεται ὅτι μὴ τὰ ἀκροθίνια τῶν γεννημάτων προσ-

ήνεγκε τῷ θεῷ, ἀλλὰ τὰ μεθ' ἡμέρας καὶ δεύτερα. καὶ

ὁ μὲν Κάϊν ἐγέννησε τὸν Ἐνώχ, ὁ δὲ Ἐνὼχ τὸν Γαϊδάδ,

ὁ δὲ Γαϊδὰδ τὸν Μαιήλ, ὁ δὲ Μαιὴλ τὸν Μαθουσάλα, καὶ

ὁ Μαθουσάλα τὸν Λάμεχ· ὃς καὶ δύο γυναῖκας ἀγόμενος,

Ἐλδὰν καὶ Σελλάν, ἐγέννησε τὸν Ἰωβὲλ καὶ τὸν Ἰουβὰλ καὶ

8

τὸν Θωβέλ. καὶ ὁ μὲν Ἰουβὰλ κατέδειξε ψαλτήριον καὶ

κιθάραν, ὁ δὲ Θωβὲλ σφυροκοπίαν χαλκοῦ καὶ σιδήρου, καὶ

ὁ μὲν κιθαρῳδίας καὶ τραγῳδίας ἐν τοῖς διαβολικοῖς ἐπι-

τηδεύμασι προσεπενόησεν, ὁ δὲ ξίφη τε καὶ ὅπλα χορηγεῖν

εἰς πολέμους ἐμηχανήσατο. τὸ οὖν Κάϊν γένος μέχρι τού-

των ἀξιωθὲν μνήμης τοῦ ἀριθμοῦ τῶν πατέρων ἀποκρί-

νεται, ἵνα μηδὲ τοῖς πρώτοις εἴη συνταττόμενος μηδὲ τῶν

ἑξῆς ἀφηγούμενος.

Τὸ τοίνυν· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα

παραλύσει τοιαύτην ἔχει τὴν λύσιν. ἕκαστος μὲν τῷ ἑαυτοῦ

ἁμαρτήματι ἀποθανεῖται, σὺ δὲ ὁ φόνου κατάρξας καὶ τοῖς

ἄλλοις τοῦ ἁμαρτήματος ὑφηγητὴς γενόμενος ἑπτὰ ἐκδικού-

μενα παραλύσεις, τοῦτ' ἔστιν ἑπταπλασίως τιμωρηθήσῃ καὶ

πάμπολλα. σύνηθες γὰρ τῇ γραφῇ τὸν ἀριθμὸν τοῦτον ἐπὶ

πολλαπλασίονα κεχρῆσθαι, καὶ ἔστιν ἀδιορίστου πλήθους ση-

μαντικόν, ὡς τό· ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα.

καί· στεῖρα ἔτεκεν ἑπτά. καί· οὐ λέγω σοι ἕως ἑπτάκις,

ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. τὸ μὲν γὰρ τελευτῆσαι τῶν

ἐν βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν, τὸ δὲ ζῆν ἐν φόβῳ

καὶ λύπῃ μυρίους ἐπάγει τοὺς σὺν αἰσθήσει θανάτους. τρέ-

μων οὖν καὶ στένων ὁ Κάϊν ὥσπερ δαίμονι κάτοχος ἐν ἐπι-

ληψίᾳ πάντα τὸν ἑξῆς αὐτοῦ διῆγε βίον, τοῦτο πρὸς τὸ μὴ

ἀναιρεθῆναι ὑπό τινος ἐκ θεοῦ λαβὼν τὸ σημεῖον.

9

Περὶ οὗ μέντοι καὶ ὁ μέγας Βασίλειός φησιν· ἐκδικού-

μενα δέ, εἴτε τὰ παρὰ τῷ Κάϊν ἡμαρτημένα λέγοις, εὑρή-

σεις ἑπτά, εἴτε τὰ παρὰ τοῦ δικαίου κριτοῦ ἐπ' αὐτῷ ὁρι-

σθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν γὰρ

τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος

ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ. δεύτερον δόλος, μεθ' οὗ διε-

λέχθη τῷ ἀδελφῷ εἰπών· διέλθωμεν εἰς τὸ πεδίον. τρίτον

φόνος, προσθήκη τοῦ κακοῦ. τέταρτον, ὅτι καὶ ἀδελφοῦ

φόνος. πέμπτον κακόν, ὅτι καὶ πρῶτος φονεὺς πονηρὸν

ὑπόδειγμα καταλιπὼν τῷ βίῳ. ἕκτον, ὅτι γονεῦσι πένθος

ἐνεποίησεν. ἕβδομον, ὅτι θεὸν ἐψεύσατο. ἐρωτηθεὶς γάρ·

ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν· οὐκ οἶδα. καὶ ταῦτα μὲν

τοῦ Κάϊν τὰ ἑπτὰ ἁμαρτήματα. αἱ δὲ εἰς κόλασιν αὐτῷ

παρὰ τῆς θείας δίκης ἐπενεχθεῖσαι τιμωρίαι εἰσὶν αὗται·

πρώτη κόλασις· ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. δευτέρα· ἐργᾷ

τὴν γῆν. τρίτη· καὶ οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν

αὐτῆς. τετάρτη μετὰ τῆς πέμπτης συνεζευγμένη μάστιξ·

στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. ἕκτη, ἣν αὐτὸς ἀπ-

εκάλυψεν ὁ Κάϊν εἰπών· εἰ ἐκβάλῃς με νῦν ἀπό σου καὶ

ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, ἡ βαρυτάτη κόλασις

ὁ ἀπὸ θεοῦ χωρισμὸς τοῖς σωφρονοῦσιν. ἑβδόμη τὸ μηδὲ

κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προ-

κεκηρύχθαι διὰ τοῦ στεναγμοῦ καὶ τοῦ τρόμου. πᾶς οὖν,

10

φησίν, ὁ νῦν τὸν κατά σου φόνον ἀποτολμήσας κακῶν σε

τῶν κατὰ τὸν παρόντα βίον ἀπαλλάξας τὴν κατά σου παραλύει

τιμωρίαν. διὸ δή φησιν· καὶ ἔθετο κύριος ὁ θεὸς τῷ Κάϊν

σημεῖον τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.

Ὁ δέ γε Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ

σοφίαν καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν

ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις

ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρί-

ζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνον. καὶ τὸν μὲν πρῶτον

πλανήτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ δεύτερον Δία, τὸν

δὲ τρίτον Ἄρεα, τὸν δὲ τέταρτον Ἀφροδίτην, τὸν δὲ πέμπτον

Ἑρμῆν. μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνᾶν ὁ υἱὸς Ἀρφαξὰδ

συνεγράψατο τὴν ἀστρονομίαν εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ

τῶν αὐτοῦ τέκνων ὀνομασίαν καὶ τῶν ἀστέρων ἐν πλακὶ

λιθίνῃ γεγλυμμένῃ. οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι προμυηθέντες

ἄνωθεν τὴν μέλλουσαν γίνεσθαι φθορὰν τῶν ἀνθρώπων καὶ

ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην, ἑτέραν δὲ πλιν-

θίνην, ἔγραψαν ἐν αὐταῖς τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ

ἐκτεθέντα οὐράνια πάντα λογισάμενοι ὅτι, εἰ μὲν δι' ὕδατος

ὁ κόσμος καταφθαρῇ, ἡ λιθίνη στήλη μένει καὶ τὰ ἐν αὐτῇ

γεγλυμμένα, εἰ δὲ διὰ πυρός, ἡ πλινθίνη σώζεται πλεῖον

πυρουμένη καὶ τὰ ἐν αὐτῇ γεγραμμένα. ἥτις στήλη μετὰ

τὸν κατακλυσμὸν εἰς τὸ Σίριδον ὄρος ἔμεινε καὶ ἔστιν ἕως

ἄρτι, ὥς φησιν Ἰώσηπος.

11

{[βʹ. Περὶ Νεβρώδ.]}

Μετὰ δὲ ταῦτα γέγονέ τις γίγας τοὔνομα Νεβρὼδ υἱὸς

Χοὺς τοῦ Αἰθίοπος ἐκ φυλῆς Χάμ. ὃς κτίσας τὴν Βαβυ-

λῶνα πόλιν καὶ πρῶτος καταδείξας μαγείαν καὶ κυνηγίαν

Περσῶν ἐπρώτευσε, διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρο-

λογίαν τῇ οὐρανίᾳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα

δῆθεν συμβαίνοντα. ἀφ' ὧν Ἕλληνες τὴν γενεθλιαλογίαν

μαθόντες ἤρξαντο τοὺς γεννωμένους ὑπὸ τὴν τῶν ἄστρων

κίνησιν ἀναφέρειν. οὐκοῦν ἀστρονομία καὶ ἀστρολογία τε

καὶ μαγεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο. οἱ γὰρ

Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται. οἵ γε

τὸν Νεβρὼδ λέγοντες ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς

ἄστροις τοῦ οὐρανοῦ καλοῦσιν Ὠρίωνα. περὶ οὗ φησι

Μωϋσῆς ὅτι· γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν

καὶ Χαλάνη ἐν γῇ Σεναάρ, ὅθεν ἐξῆλθε Φυλιστιείμ.

{[γʹ. Περὶ Κρόνου.]}

Ἐκ δὲ τῆς φυλῆς τοῦ Σὴμ καὶ τοῦ Ἀσσούρ, ἀφ' οὗ

Ἀσσύριοι, τῆς καὶ κρατησάσης τὴν Συρίαν καὶ τὴν Περσίδα

καὶ τὰ λοιπὰ μέρη τῆς ἀνατολῆς ἀνεφάνη καὶ ἄλλος τις

ἄνθρωπος γιγαντογενὴς ὀνόματι Κρόνος κατὰ τὴν ἐπωνυ-

μίαν τοῦ πλανήτου ἀστέρος. γενόμενος δὲ καὶ οὗτος δυ-

νατὸς πάνυ καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος

12

κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀνθρώπων,

καὶ βασιλεύσας πρῶτος Ἀσσυρίας ἔτη νϚʹ ὑπέταξε πᾶσαν

τὴν γῆν Περσίδος ἀρξάμενος ἀπὸ τῆς Συρίας. ἔχων δὲ γυ-

ναῖκα Σεμίραμιν, τὴν καὶ Ῥέαν καλουμένην παρὰ Ἀσσυρίοις,

ἔσχεν υἱοὺς δύο καὶ θυγατέρα μίαν, καὶ τὸν μὲν προσηγό-

ρευσε Δία εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, τὸν δὲ ἐπωνό-

μασε Νίνον, καὶ τὴν θυγατέρα Ἥραν, ἣν καὶ ἔλαβεν εἰς

γυναῖκα Πῆκος ὁ καὶ Ζεὺς τὴν ἰδίαν ἀδελφήν.

{[δʹ. Περὶ Νίνου.]}

Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νίνος ὁ υἱὸς αὐτοῦ ἔτη νβʹ.

ὅς γε τὴν οἰκείαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα,

νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ

ἀδελφὰς διὰ τὸ καὶ τὸν Δία λαβεῖν τὴν ἑαυτοῦ ἀδελφὴν

Ἥραν. ὁ δὲ Νίνος ἐπικρατὴς γενόμενος τῆς Ἀσσυρίας καὶ

κτίσας ἐν αὐτῇ πόλιν μεγίστην σφόδρα σφόδρα, πορείας ὁδὸν

ἡμερῶν τριῶν, ἣν καὶ καλέσας εἰς ὄνομα αὐτοῦ Νινευὴ πρῶτος

ἐν αὐτῇ βασιλεύει. ἐξ οὗ γένους ἐγένετο καὶ Ζωρόαστρος ὁ

περιβόητος Περσῶν ἀστρονόμος, ὃς μέλλων τελευτᾶν ηὔχετο

ὑπὸ οὐρανίου πυρὸς ἀναλωθῆναι, εἰπὼν τοῖς Πέρσαις· ἐὰν

καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων μου ὀστέων λάβετε καὶ

φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν,

ἕως φυλάττετε τὰ ὀστᾶ μου. καὶ εὐξάμενος τῷ Ὠρίωνι ὑπὸ

13

ἀερίου πυρὸς ἀνηλώθη. καὶ λαβόντες οἱ Πέρσαι ἐκ τῶν

τεφρωθέντων ὀστέων ἔχουσι φυλάττοντες ἕως ἄρτι.

{[εʹ. Περὶ Θούρα.]}

Μετὰ δὲ Νίνον ἐβασίλευσεν Ἀσσυρίων Θούρας τις τοὔ-

νομα ἔτη λʹ, ὃν καὶ μετεκάλεσαν Ἄρεα εἰς ὄνομα τοῦ πλα-

νήτου ἀστέρος. ᾧ τινι Ἄρεϊ πρώτην στήλην ἀναστήσαντες

οἱ Ἀσσύριοι καὶ ὡς θεὸν μέχρι τοῦ νῦν προσκυνοῦντες κα-

λοῦσι περσιστὶ Βάαλ θεόν, ὅ ἐστιν Ἄρης πολέμων θεός.

οὗ καὶ Δανιὴλ μέμνηται ὡς προσκυνουμένου ὑπὸ Περσῶν

καὶ λατρευομένου.

{[Ϛʹ. Περὶ Λάμη.]}

Μετὰ δὲ Ἄρεα ἐβασίλευσε Λάμης ἔτη κʹ.

{[ζʹ. Περὶ Σαρδαναπάλλου.]}

Μετὰ δὲ Λάμην ἐβασίλευσε Σαρδανάπαλλος ὁ μέγας

ἔτη λεʹ καὶ ἐσφάγη ὑπὸ τοῦ Περσέως. οἱ δέ γε κόλακες καὶ

μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας καὶ γαστριμαργίας τε καὶ

οἰστρηλασίας ἐπέγραψαν ὡς ἐξ αὐτοῦ δῆθεν ἐν τῷ τάφῳ

αὐτοῦ τοιάδε· τόσς' ἔχω, ὅς' ἐφύβρισα, ἔφαγόν τε καὶ ἔπιον

14

καὶ μετ' ἔρωτος τερπνοῦ ἐπολιτευσάμην, παθόντα δὲ πολλὰ

καὶ ὄλβια πάντα λέλειπται. καὶ γὰρ νῦν σποδός εἰμι Νίνου

μεγάλης βασιλεύσας. ἀλλ' οὖν γε ψευδῶς οἱ γεγραφότες

ἐπέγραψαν τοῦτο πάντως. οὐ γὰρ ἔχει ὁ τελευτήσας ἅπερ

ἔφαγε καὶ ἔπιεν, ἀλλ' εἰς τὴν δυσώδη φθορὰν ἐκεῖνα πάντα

κεχώρηκεν. ἔχει δὲ μόνον τοῦ παρανόμου βίου τὴν δυσ-

οδμίαν, ἥτις διηνεκῶς τὴν ἐμπαθῆ καὶ ἀθλίαν ψυχὴ ἀλ-

γύνει καὶ ἀνιᾷ συνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ μεμνη-

μένην ὧν παρανόμως καὶ ἀκολάστως ὁ τάλας εἰργάσατο.

{[ηʹ. Περὶ Περσέως.]}

Μετὰ δὲ Σαρδανάπαλλον ἐβασίλευσε Περσεὺς ὁ υἱὸς

Πήκου τοῦ καὶ Διός, ὅς γε πολεμήσας καὶ νικήσας τοὺς

Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ καὶ τὴν ἑαυτοῦ στήλην

στήσας ἐκάλεσεν αὐτὴν Εἰκόνιον ἐκ τοῦ ἰδίου ἀπεικονίσμα-

τος. ὑποτάξας δὲ καὶ τὰς ἄλλας χώρας καὶ πρὸς τὴν Ἰσαυ-

ρίαν καὶ Κιλικίαν ἐλθὼν καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ

πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ, ἐν ᾗ καὶ πόλιν

κτίσας ἐπωνόμασεν αὐτὴν Ταρσὸν ἐκ τοῦ οἰκείου ποδός.

καὶ ὁρμήσας κατὰ Ἀσσυρίων καὶ Σαρδανάπαλλον φονεύσας

ὑπέταξε καὶ ἐβασίλευσεν αὐτῶν ἔτη νγʹ. ὃς καὶ ἐπ' ὀνό-

ματι αὐτοῦ Πέρσας ἐκάλεσεν αὐτοὺς ἀφελόμενος ἀπὸ Ἀσσυ-

ρίων τήν τε βασιλείαν καὶ τὴν προσηγορίαν. ἐδίδαξε δὲ

αὐτοὺς καὶ τὴν μυσαρὰν τελετὴν καὶ μαγείαν τῆς λεγομένης

Μηδούσης, ἐξ ἧς καὶ τὴν χώραν αὐτῶν ὠνόμασε Μηδείαν

15

ἀπὸ τοῦ μιαροῦ μαθήματος. ἐφ' οὗ καὶ πῦρ ἐκ τοῦ οὐρα-

νοῦ κατῆλθεν ἐν Περσίδι, καὶ θαυμάσας, ἐξ οὗ καὶ ἀνάψας

καὶ κτίσας ἱερὸν ἔθηκεν αὐτὸ ἐν αὐτῷ καλέσας τὸν ναὸν

πυρὸς ἀθανάτου. καταστήσας δὲ ἄνδρας εὐλαβεῖς διακονεῖν

αὐτῷ καὶ φυλάττειν ἄσβεστον ἐκάλεσεν αὐτοὺς μάγους. ὅπερ

ἕως ἄρτι ἐν πολλῇ τιμῇ ἔχοντες οἱ Πέρσαι πυρσολατροῦσι

κατὰ τὴν παράδοσιν τοῦ βασιλέως αὐτῶν Περσέως. οὐκοῦν

πρώτη μέν ἐστιν ἡ τῶν Ἀσσυρίων εἴτ' οὖν Βαβυλωνίων

βασιλεία, δευτέρα δὲ ἡ τῶν Περσῶν, ὁμωνύμως Βαβυλώνιοι

καὶ Ἀσσύριοι καὶ οὗτοι κληθέντες.

{[θʹ. Περὶ Σώστρου.]}

Μετὰ δὲ Περσέα καὶ τοὺς μετὰ ταῦτα χρόνους καὶ

βασιλεῖς ἐβασίλευσεν Αἰγυπτίων πρῶτος ἐκ φυλῆς Χὰμ ἄν-

θρωπός τις πανοῦργος ὀνόματι Σώστρης ἔτη κʹ. ὃς καὶ

πολεμήσας Ἀσσυρίους ὑπέταξεν αὐτοὺς καὶ τοὺς Χαλδαίους

καὶ Πέρσας ἕως Βαβυλῶνος, ὡσαύτως καὶ τὴν Ἀσίαν καὶ

τὴν Εὐρώπην καὶ τὴν Σκυθίαν ἐκπολεμήσας ὑπέταξεν. ἐφ'

οὗ ἦν Ἑρμῆς ὁ τρισμέγιστος, ἀνὴρ Αἰγύπτιος καὶ θαυμαστὸς

παρ' Ἕλλησιν ἐν σοφίᾳ.

{[ιʹ. Περὶ Φαραώ.]}

Μετὰ δὲ Σώστρην ἐβασίλευσε τῆς Αἰγύπτου Φαραὼ ὁ

καὶ Ναραχὼ καλούμενος ἔτη νʹ. ἀφ' οὗ πάντες οἱ Αἰγυ-

16

πτίων βασιλεῖς Φαραὼ προσηγορεύθησαν. ἐν δέ γε τοῖς

προειρημένοις τοῦ Πήκου Διὸς χρόνοις ἀναφαίνεταί τις ἐπὶ

τὰ δυτικὰ μέρη ἐκ φυλῆς Ἰάφεθ ἐν τῇ χώρᾳ τῶν Ἀργείων

τοὔνομα Ἴναχος, ὃς καὶ πρῶτος ἐν ἐκείνῃ τῇ χώρᾳ ἐβασί-

λευσεν, ἐν ᾗ καὶ πόλιν εἰς ὄνομα τῆς Σελήνης κτίσας ἐκά-

λεσεν αὐτὴν Ἰόπολιν. Λιβύη δὲ ἡ θυγάτηρ τοῦ Πήκου

Διὸς συναφθεῖσά τινι ὀνόματι Ποσειδῶνι ἔτεκε τὸν Βῆλον

καὶ τὸν Ἀγήνορα. καὶ ὁ μὲν Βῆλος ἀπελθὼν εἰς Αἴγυπτον

καὶ λαβὼν γυναῖκα ὀνόματι Σίδα καὶ γεννήσας υἱὸν ἐκά-

λεσεν αὐτὸν Αἴγυπτον, ἐξ οὗ καὶ ἡ Αἴγυπτος τὴν ἐπωνυ-

μίαν εἴληφεν, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσεν. ὁ δὲ Ἀγήνωρ

ἐπὶ τὴν Φοινίκην ἐλθὼν καὶ γυναῖκα λαβὼν τοὔνομα Τύρω

καὶ κτίσας πόλιν εἰς ὄνομα αὐτῆς, εἰς ἣν καὶ ἐβασίλευσεν,

ἐγέννησε δὲ υἱοὺς τρεῖς καὶ θυγατέρα μίαν, τὸν Φοίνικα

καὶ τὸν Σύρον καὶ τὸν Κίλικα καὶ τὴν Εὐρώπην, ἣν Ταῦρος

ὁ Κρήτης βασιλεὺς δορυάλωτον εἰληφὼς καὶ πρὸς τὴν Θρᾴ-

κην τὴν ἰδίαν χώραν ἀπαγαγὼν παρθένον οὖσαν καὶ εὐ-

πρεπῆ ἔσχε γυναῖκα, προσαγορεύσας ἐκεῖνα τὰ μέρη εἰς ὄνομα

αὐτῆς Εὐρώπια. μέλλων δὲ τελευτᾶν Ἀγήνωρ διετάξατο πᾶ-

σαν ἣν ὑπέταξε γῆν μερίσασθαι τοὺς τρεῖς υἱοὺς αὐτοῦ.

καὶ ὁ μὲν Φοίνιξ λαβὼν τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν

ἐκάλεσεν αὐτὴν Φοινίκην, ὁ δὲ Σύρος τὴν ἐπιλαχοῦσαν

αὐτῷ χώραν ὠνόμασε Συρίαν, ἀφ' οὗ Σύροι μετωνομάσθη-

17

σαν οἱ πρώην Ἰουδαῖοι καὶ Παλαιστῖνοι καλούμενοι, καὶ

Συρία ἡ Ἰουδαία κέκληται, ὁ δὲ Κίλιξ τὸ ἐπελθὸν αὐτῷ

κλῖμα ἐκάλεσε Κιλικίαν, εἰς τὸ ἴδιον ὄνομα ἕκαστος τὰς

χώρας προσαγορεύσαντες.

Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν

Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος καὶ τῆς κογχύλης ἐφευ-

ρετής. ἐωριζόμενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου

εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην.

καὶ τοῦ ποιμένος νομίζοντος αἱμάσσειν τὸν κύνα, λαβὼν

πόκον ἐρίου ἀπὸ τῶν προβάτων, καὶ ἐκμάξαντος τὸ κατα-

φερόμενον ἐκ τοῦ στόματος τοῦ κυνός, καὶ βαφέντος τοῦ

πόκου, προσέσχεν ὁ Ἡρακλῆς μὴ εἶναι αὐτὸ αἷμα, ἀλλὰ

βάμματος πρόξενον. ὃ καὶ θαυμάσας ὡς μέγα δῶρον τοῦτο

προσήγαγε τῷ βασιλεῖ Φοίνικι, ὃς καὶ μᾶλλον ἐκπλαγεὶς

ἐκέλευσεν ἀπὸ κογχύλης ἔριον βαφῆναι καὶ γενέσθαι αὐτῷ

περιβόλαιον, καὶ οὕτω πρῶτος φορέσας ἐκ πορφύρας ἱμά-

τιον, πάντες ἐθαύμασαν τὴν ξένην ταύτην ἐσθῆτα, ἣν καὶ

ἐθέσπισεν ὁ Φοίνιξ μηδένα τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ

τολμᾶν φορεῖν, εἰ μήτι αὐτὸν καὶ τοὺς μετ' αὐτὸν βασιλεύ-

σοντας τῆς Φοινίκης πρὸς τὸ γνωρίζεσθαι τὸν βασιλέα τῷ

στρατῷ καὶ παντὶ τῷ πλήθει ἐκ τῆς τοιαύτης ἐσθῆτος. πρώην

γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι βάπτειν χροιὰς ἱματίων,

ὅθεν οὐδὲ ῥᾳδίως ὁ βασιλεὺς ὑπὸ τῶν ὑπηκόων ἐγνωρίζετο.

18

{[ιαʹ. Περὶ Πέλοπος.]}

Μετὰ δὲ τοὺς χρόνους ἐκείνους καὶ βασιλέας ἐβασίλευσε

τῆς Ἑλλάδος Πέλωψ ὁ Λυδός, ὃς καὶ κτίσας πόλιν ἐκεῖσε

προσηγόρευσεν αὐτὴν Πελοπόνησον, ἀφ' ἧς καὶ Πελοπονή-

σιοι κέκληνται οἱ Ἑλλαδικοί.

{[ιβʹ. Περὶ Κύρου.]}

Ἐβασίλευσαν τοίνυν Ἀσσυρίων Κρόνος καὶ Νίνος καὶ

Σαρδανάπαλλος καὶ οἱ καθεξῆς ἕως Μαροδάχ. εἶτα Να-

βουχοδονόσωρ, μετὰ δὲ Ναβουχοδονόσωρ καὶ Οὐλεμαροδὰχ

καὶ Βαλτάσαρ υἱὸν αὐτοῦ καὶ Δαρεῖον ἐβασίλευσε Περσῶν

Κῦρος ὁ Πέρσης ἔτη λβʹ καὶ ἐσφάγη ἐν Περσίδι. ἐφ' οὗ

καὶ Κροῖσος Λυδῶν βασιλεὺς ἐπαρθεὶς διὰ τὸ ὑποτάξαι τὰς

πλησίον αὐτοῦ καὶ τὰς πόρρωθεν τοπαρχίας δηλοῖ Κύρῳ,

ἢ παραχωρῆσαι αὐτῷ τὴν βασιλείαν Περσῶν ἢ δέξασθαι τὴν

παρουσίαν αὐτοῦ ἐν πολέμῳ. ὁ δὲ Κῦρος ἀκούσας ταῦτα

καὶ πάνυ φοβηθεὶς καὶ θυμωθεὶς καὶ τοὺς ἀπεσταλμένους

παραλογισάμενος καὶ ἀποπεμψάμενος ἠβουλήθη φυγεῖν ἐπὶ

τὴν Ἰνδικὴν χώραν. ὅπερ μαθοῦσα ἡ γυνὴ αὐτοῦ λέγει

πρὸς αὐτόν· τί οὕτως ἀθυμεῖς καὶ ἀπορεῖς καὶ ἀβουλήτως

τοῦτο πρᾶξαι θέλεις; ὁ δέ φησιν· καὶ τίς μοι εἰς τοῦτο

βουλευσάμενος ἑτέρως ὠφελήσειεν; καὶ ἀποκριθεῖσα εἶπεν

19

αὐτῷ· ἐπὶ Δαρείου τοῦ πρώτου μου ἀνδρὸς ἦν τις Ἑβραῖος

προφήτης ὀνόματι Δανιὴλ ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν

Ἰσραὴλ δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ὃν ἐν πολλῇ τιμῇ Δα-

ρεῖος ἔχων καὶ βουλευτὴν μεγάλως ηὐδοκίμει· ὅστις γεγηρα-

κὼς ἄρτι εἰς τὴν Ἰνδικὴν ἰδιάζει χώραν. οὗ καὶ αὐτὸς

ἐπακούσας τῆς βουλῆς καλῶς ποιήσεις. καὶ τοῦτο Κῦρος

ἀκούσας ἔπεμψεν εὐθὺς τοὺς μεγιστάνας αὐτοῦ πρὸς αὐτόν,

ἵνα μετὰ τιμῆς αὐτὸν ἀγάγωσιν. φιλεῖ γὰρ ἐν ἀνάγκαις

πολλάκις τὰ γύναια σπουδαιοτέροις κεχρῆσθαι τῶν ἀνδρῶν

μηχανήμασι καὶ ταῖς πρὸς θεὸν καταφυγαῖς γνησιώτερον

ἅπτεσθαι καὶ θερμότερον. ὁ δὲ Κροῖσος μετὰ τὴν ἐπάνοδον

τῶν ὑπ' αὐτοῦ πρὸς Κῦρον ἀποσταλέντων ἔπεμψεν εἰς τὸ

μαντεῖον ἄνδρας πιστοὺς ἐρωτῆσαι διὰ τοῦ μιερέως τὴν

Πυθίαν, εἰ ἐξελθὼν κατὰ Κύρου νικήσει τοῦτον. καὶ εἰσ-

ελθὼν ὁ μιερεὺς καὶ εὐξάμενος ἔλαβε χρησμὸν παρὰ τῆς

Πυθίας οὕτως· Κροῖσος Ἅλυν ποταμὸν διαβὰς μεγάλην

ἀρχὴν καταλύσει, ὅνπερ καὶ γράψας ἐν χάρτῃ δέδωκε τοῖς

ἀποσταλεῖσι πρὸς Κροῖσον. τοῦ δὲ θείου Δανιὴλ ἐλθόντος

πρὸς Κῦρον, εἶπεν αὐτῷ Κῦρος· λέγε μοι, σοφώτατε, εἰ

νικῶ Κροῖσον τὸν ἅρπαγα καὶ ὑπερήφανον. καί φησι

Δανιήλ· θάρσει, ὅτι νικᾷς τὸν Κροῖσον καὶ λαμβάνεις αὐτὸν

αἰχμάλωτον. περὶ σοῦ γὰρ εἶπεν Ἡσαΐας ὁ προφήτης· οὕτω

λέγει κύριος τῷ χριστῷ Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπ-

ακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρ-

20

ρήξω. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλω-

σίαν τοῦ λαοῦ μου ἐπιστρέψει, εἶπε κύριος Σαβαώθ. ὁ δὲ

Κῦρος ἀκούσας ταῦτα ἔπεσε πρὸς τοὺς πόδας Δανιὴλ φά-

σκων· ζῇ κύριος ὁ θεός σου. ἐγὼ ἀπολύσω τὸν Ἰσραὴλ ἐκ

τῆς γῆς μου, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ.

καὶ ὁπλισάμενος παρετάξατο Κροίσῳ. ὁ οὖν Κροῖσος ἀκού-

σας τοῦ χρησμοῦ τὴν ἀπόκρισιν ὥρμησε κατὰ Κύρου μετὰ

πολλῆς δυνάμεως, καὶ διαβὰς τὸν Ἅλυν ποταμὸν καὶ συμ-

βαλὼν τῷ Κύρῳ χειμῶνος ὄντος μεγάλου ἡττήθη. ἠβουλήθη

δὲ φυγεῖν μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ τοῦ ποταμοῦ πλημ-

μυροῦντος οὐκ ἠδυνήθη περᾶσαι. τούτου ἕνεκεν ἐλήφθη

αἰχμάλωτος, καὶ ἀπώλετο τὰ πλήθη αὐτοῦ χιλιάδες υʹ, τοὺς

δὲ περιλειφθέντας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος.

τὸν δὲ Κροῖσον ἀναρτήσας ἐπὶ ξύλου δεδεμένον καὶ θριαμ-

βεύσας αὐτὸν τῷ στρατῷ αὐτοῦ καταγαγὼν καὶ ἀπαγαγὼν

ἐν Περσίδι θανάτῳ παρέδωκε τὸν τὰ ἀλλότρια καὶ ὑπὲρ

δύναμιν ἐφιέμενον καὶ ἑαυτὸν καὶ τὰ ἴδια προσαπολέσαντα

διὰ πολλὴν ἀπληστίαν, τοὺς δὲ υἱοὺς Ἰσραὴλ πάντας εὐθέως

μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν Ἱερουσαλήμ. καὶ οὕτω τῶν Λυ-

δῶν κατελύθη ἡ βασιλεία ὑπὸ Κύρου διαρκέσασα ἔτεσι σλβʹ.

{[ιγʹ. Περὶ Καμβύσου.]}

Μετὰ δὲ Κῦρον ἐβασίλευσε Δαρεῖος υἱὸς αὐτοῦ ὁ καὶ

Καμβύσης ἔτη ηʹ.

21

{[ιδʹ. Περὶ Ἀρταξέρξου τοῦ Μνήμονος.]}

Μετὰ δὲ Καμβύσην ἐβασίλευσεν Ἀρταξέρξης ὁ Μνήμων

λεγόμενος ἔτη κʹ. ἐφ' οὗ ἦν τις ἐν Ἰταλίᾳ ἰθύνων ἐπαρχίαν

μίαν ὀνόματι Πάλας, ὃς κτίσας οἶκον μέγαν πάνυ, οἷον οὐκ

εἶχεν ἡ περίχωρος ἐκείνη, ἐκάλεσεν αὐτὸν Παλάτιον. ἐξ οὗ

τὸ βασιλικὸν κατοικητήριον παλάτιον προσαγορεύεται.

{[ιεʹ. Περὶ Ῥώμου καὶ Ῥήμου.]}

Μετὰ δὲ ταῦτα ἐβασίλευσε Ῥῶμος ὁ κτίσας τὴν Ῥώμην

καὶ Ῥῆμος ὁ ἀδελφὸς αὐτοῦ. οἵτινες ἀνενέωσαν καὶ προσῳ-

κοδόμησαν τὸ λεγόμενον Παλάτιον τὸν βασιλικὸν τοῦ Πα-

λατίου οἶκον, καὶ ναὸν μέγιστον τῷ Διῒ κτίσαντες ἐπωνό-

μασαν αὐτὸν Καπετώλιον Ῥώμης, ὅ ἐστι ῥωμαϊστὶ κεφαλὴ

τῆς πόλεως. ἐν δὲ τῷ βασιλεύειν εἰς ἔχθραν ἐλθόντες, καὶ

φονεύσας Ῥῶμος τὸν Ῥῆμον ἐβασίλευσε μόνος. εἶτα πλη-

ρώσας τὰ τείχη καὶ κοσμήσας τὴν πόλιν καὶ τῷ Ἄρεϊ ναὸν

κτίσας καὶ ἐν τῷ Μαρτίῳ μηνὶ τοῦτον ἐγκαινίσας ἐκάλεσε

καὶ τὸν μῆνα Μάρτιον τὸν πρὶν λεγόμενον Πρίμον, ὅ ἐστιν

Ἄρεως, ἥνπερ ἑορτὴν οἱ Ῥωμαῖοι κατ' ἔτος ἐπιτελοῦντες ὀνο-

μάζουσι τὴν ἡμέραν τῆς πανηγύρεως Μάρτις ἐν Κάμπῳ.

ἔκτισε δὲ καὶ ἱππικὸν θέλων διασκεδάσαι τὸ πλῆθος τοῦ

δήμου τῶν Ῥωμαίων, ὅτι στασιάζοντες ἐπήρχοντο αὐτῷ διὰ

τὸν φόνον τοῦ ἀδελφοῦ. καὶ ἐπετέλεσε πρῶτος ἱπποδρόμιον

ἐν Ῥώμῃ εἰς ἑορτήν, φησίν, τοῦ Ἡλίου καὶ εἰς τιμὴν τῶν

τεσσάρων στοιχείων, γῆς, ἀέρος, πυρός τε καὶ ὕδατος, καὶ

22

προσηγόρευσε τὸ μὲν πράσινον, τὸ δὲ λευκόν, τὸ δὲ ῥούσιον,

τὸ δὲ βένετον, ὑποθέμενος αὐτοῖς ὡς εὐτυχῶς οἱ τῶν Περ-

σῶν βασιλεῖς φέρονται πρὸς τοὺς πολέμους τιμῶντες τὰ τέσ-

σαρα ταῦτα στοιχεῖα. καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες

εἰς τὰ μέρη ταῦτα διαμερισθέντες καὶ ἀντιποιούμενοι ἑκάστου

στοιχείου καὶ ἐν τούτοις ἀσχολούμενοι καὶ ἁμιλλώμενοι, ἐδόκει

μικρὸν τὸν στασιασμὸν παῦσαι. ἀλλ' ὅμως, εἰ καὶ ταῦτα

Ῥῶμος ἐπενόησεν, οὐκ ἐπαύσατο πᾶσα ἡ πόλις Ῥώμη σειο-

μένη καὶ οἱ δῆμοι αὐτῆς κατ' αὐτοῦ στασιάζειν ἐξότε τὸν

ἴδιον ἀδελφὸν ἀνεῖλεν. ὅθεν ἀπορήσας καὶ εἰς τὸ μαντεῖον

ἀπελθὼν καὶ ἐπερωτήσας, δι' ἣν αἰτίαν ὁ διηνεκὴς γίνεται

σεισμός, ἐρρήθη αὐτῷ παρὰ τῆς Πυθίας οὕτως· εἰ μὴ συγ-

καθίσῃ σοι ὁ ἀδελφός σου ἐν τῷ βασιλικῷ θρόνῳ, οὐ μὴ

παύσῃ τοῦ σείεσθαι ἡ πόλις ἐν ταῖς ἡμέραις σου, οὔτε

ὁ δῆμος ἡσυχάσει τοῦ στασιάζειν. καὶ ποιήσας χρυσοῦν

στηθάριον ἐκτύπωμα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ θεὶς ἐν τῷ

θρόνῳ, ἔνθα ἐκάθητο πλησίον ὁ ἀδελφὸς αὐτοῦ ζῶν, ἔπαυ-

σεν ὁ σεισμὸς αὐτίκα καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή. καὶ

οὕτως ἐβασίλευσεν, συγκαθημένου αὐτῷ τοῦ χρυσοῦ ἐκτυπώ-

ματος τοῦ ἀδελφοῦ αὐτοῦ Ῥήμου, καὶ εἴ τι δ' ἂν ἐκέλευσε

θεσπίζων ἔλεγεν ὡς ἀφ' ἑαυτοῦ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ·

ἐκελεύσαμεν, ἐθεσπίσαμεν.

Ὁ αὐτὸς οὖν Ῥῶμος καὶ τὰ λεγόμενα Βρουμάλια ἐπε-

νόησε διὰ τοιαύτην αἰτίαν. φασὶ γὰρ αὐτὸν καὶ τὸν ἀδελ-

23

φὸν αὐτοῦ διδύμους ἐκ πορνείας τεχθῆναι καὶ ῥιφῆναι ἐν

ἀλσώδει τόπῳ καὶ ὑπό τινος ἀγροικικῆς γυναικὸς πρόβατα

νεμούσης εὑρεθέντας ἀνατραφῆναι. ὄνειδος δὲ ὑπῆρχε παρὰ

Ῥωμαίοις τὸ ἐξ ἀλλοτρίων ἐκτρέφεσθαί τινα. διὸ καὶ ἐν τοῖς

συμποσίοις ἕκαστος τὸ ἴδιον βρῶμα καὶ πόμα κομίζων καὶ

εἰς τὸ κοινὸν τὰ πάντα παρατιθέμενοι ἤσθιον τὸ ὄνειδος ἐκ-

φεύγοντες μὴ ἀκούειν ἀλλοτριοφάγοι. οὗ δὴ χάριν ἐπενόησε

Ῥῶμος τὰ Βρουμάλια εἰρηκὼς ἀναγκαῖον εἶναι τρέφειν τὸν

βασιλέα τὴν ἑαυτοῦ σύγκλητον ὡς ἐντίμους ἐν τῷ χειμῶνι,

ὅταν ἠρεμοῦσιν ἐκ τοῦ πολέμου, καὶ ἤρξατο καλεῖν τοὺς

ἀπὸ τοῦ ἄλφα ἔχοντας ὄνομα καὶ ἀκολούθως ἕως τοῦ ω̅,

κελεύσας καὶ τὴν σύγκλητον καλεῖν τῷ αὐτῷ σχήματι καὶ

ἐκτρέφειν τὸν στρατὸν ἅπαντα. ὅθεν οἱ στρατιῶται εἰς τοὺς

οἴκους ἀπιόντες τῶν καλεσάντων αὐτοὺς ἐπ' ἀρίστῳ ἀφ'

ἑσπέρας ηὔλουν καὶ ἐχόρευον πρὸς τὸ γνῶναι πάντας ὅτι

παρ' αὐτῷ αὔριον τραφήσονται. τοῦτο οὖν πεποίηκε Ῥῶμος,

ὡς εἴρηται, πρὸς τὸ ἀπαλλαγῆναι τῆς ὕβρεως ἑαυτοῦ, κα-

λέσας τὸ ὄνομα τοῦ ἀρίστου ἐκείνου Βρωμαλιούμ, ὅ ἐστι

ῥωμαϊστὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι. ἡ δὲ θεία δίκη

τοῦτον μετὰ ταῦτα διὰ τὴν τοῦ ἀδελφοῦ ἀναίρεσιν μετῆλ-

θεν, καὶ αὐτὸς ἀναιρεῖται μεληδὸν κατατμηθεὶς ἐν τῷ τῆς

Ῥώμης βουλευτηρίῳ βασιλεύσας ἔτη λζʹ.

{[ιϚʹ. Περὶ Μαλίου.]}

Μετὰ δὲ Ῥῶμον συνέβη τὴν Ῥώμην ὑπὸ ὑπάτων διοι-

κεῖσθαι καὶ στρατηγῶν ἔτη υξϚʹ. ἐξ ὧν γέγονέ τις στρα-

24

τηγὸς ὀνόματι Μάλιος, καὶ φθονηθεὶς διὰ τὴν ἀνδρείαν

αὐτοῦ ὑπό τινος συγκλητικοῦ τοὔνομα Φευρουαρίου, παρε-

σκεύασε τοὺς συγκλητικοὺς ἐκδιῶξαι τῆς πόλεως τὸν Μάλιον.

εἶτα ἐπελθόντες οἱ Γάλλοι παρέλαβον νυκτὸς τὴν Ῥώμην

καὶ πολλοὺς κατέσφαξαν τῇ εἰκάδι τοῦ λεγομένου Σεξτιλίου

μηνός. οἱ δὲ συγκλητικοὶ γνόντες τὴν παράληψιν τῆς πό-

λεως καὶ φυγόντες προσκαλοῦνται πάλιν μετὰ παρακλήσεως

τὸν στρατηγὸν Μάλιον εἰς ἐπικουρίαν. ὃς καὶ συναγαγὼν

πλῆθος στρατοῦ καὶ παραλαβὼν τοὺς Γάλλους ἀνεῖλε πάντας.

καὶ κρατήσας αὖθις τῆς Ῥώμης ὁ Μάλιος καὶ λυπηθεὶς διὰ

τὴν παράληψιν αὐτῆς ἐν τῷ Σεξτιλίῳ μηνὶ ἐκολόβωσε τὰς

ἡμέρας τοῦ μηνὸς ὡς δυστυχοῦς γενομένου τῇ Ῥώμῃ, ἀπο-

χαράξας τὸ ὄνομα αὐτοῦ μηκέτι λέγεσθαι οὕτως. κατασχὼν

δὲ τὸν ἐχθρὸν αὐτοῦ Φευρουάριον καὶ ἀφελόμενος αὐτοῦ

τὰ ὑπάρχοντα καὶ γυμνὸν ἀποδύσας καὶ περιειλήσας ψιά-

θιον θρύϊνον καὶ σχοινίον περιζώσας ἐκέλευσε τοῖς ῥαβδού-

χοις τύπτειν αὐτὸν καὶ λέγειν· ἔξελθε Φευρουάριε. καὶ

οὕτως ἀτίμως ἐκβληθεὶς τῆς Ῥώμης ἀνῃρέθη, τὸν δὲ Σεξ-

τίλιον μῆνα Φευρουάριον ἐκάλεσεν ὡς ἀξίου ὄντος τοῦ

δυστυχοῦς μηνὸς τὸ ὄνομα Φευρουαρίου καλεῖσθαι.

{[ιζʹ. Περὶ Χόου.]}

Μετὰ δὲ τὸν προειρημένον Ἀρταξέρξην βασιλέα Περσῶν

ἐβασίλευσε Χόος ὁ υἱὸς αὐτοῦ, ὃς πολεμήσας Αἴγυπτον παρ-

25

έλαβεν αὐτὴν πᾶσαν καὶ ἀπώλεσεν, βασιλεύοντος τῶν Αἰγυ-

πτίων τότε Νεκταναβὼ τοῦ ποιήσαντος λεκανομαντείαν καὶ

γνόντος τὴν παράληψιν τῆς Αἰγύπτου. ἔφυγε δὲ μόνος εἰς

Μακεδονίαν ἀλλάξας τὴν βασιλικὴν ἐσθῆτα, καὶ δὴ φαντα-

σίας τινὰς καὶ μαγείας Αἰγυπτιακὰς ἐνδεικνύμενος καὶ προ-

αγορεύων τὰ μέλλοντα γνώριμος ἐντεῦθεν Φιλίππῳ καὶ Ὀλυμ-

πιάδι γυναικὶ αὐτοῦ γίνεται καὶ εἰσοικίζεται. καὶ οὕτω διὰ

μαγγανείας Ὀλυμπιάδι μιγνύμενος ἔτεκε τὸν Ἀλέξανδρον.

{[ιηʹ. Περὶ Φιλίππου.]}

Τῆς δὲ Μακεδονίας βασιλεύσαντος Φιλίππου ἔτη κʹ καὶ

τὴν Θεσσαλίαν ὑποτάξαντος, ἐν ᾗ καὶ πόλιν κτίσας ἐκά-

λεσεν αὐτὴν Θεσσαλονίκην.

{[ιθʹ. Περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου.]}

Μετὰ δὲ Φίλιππον ἐβασίλευσε τῆς Μακεδονίας Ἀλέξαν-

δρος ὁ υἱὸς αὐτοῦ, ἐφ' οὗ καὶ Δαρεῖος Ἀρσάμου μετὰ Χόον

βασιλεύων κατεκυρίευσε πάντων. τῷ δὲ τετάρτῳ ἔτει τῆς

βασιλείας αὐτοῦ ἐξανέστησεν ὁ θεὸς τοῖς Ἀσσυρίοις καὶ

Πέρσαις καὶ Μήδοις καὶ Πάρθοις Ἀλέξανδρον τὸν Μακε-

δονίας βασιλέα, ὃς καθοπλισάμενος κατὰ Δαρείου βασιλέως

Περσῶν καὶ ἐλθὼν εἰς Βύζου πόλιν τῆς Εὐρώπης καὶ κτίσας

ἐκεῖσε τόπον, ἐν ᾧ καὶ τὸν λαὸν αὐτοῦ στρατηγήσας ἐκάλεσεν

26

αὐτὸν Στρατήγιν. κἀκεῖθεν ἀπάρας ὀλίγον καὶ ἀντιπεράσας

καὶ τῷ λαῷ αὐτοῦ διανείμας χρυσὸν πολὺν καὶ τὸν τόπον

Χρυσόπολιν ἐπονομάσας ὥρμησεν ὡς πάρδαλις μετὰ πολλῆς

δυνάμεως ἐπὶ τὰς τῆς ἀνατολῆς χώρας καὶ πόλεις, καὶ τὴν

Τύρον παραλαβὼν πρέσβεις ἀπέστειλε πρὸς Ἰουδαίους αἰτού-

μενος κατὰ Περσῶν συμμαχίαν. οἱ δὲ μὴ καταδεξάμενοι

Δαρεῖον δεδοικότες ὡς ὑποχείριοι καὶ συνθήκας ἔχοντες μὴ

πολεμεῖν αὐτῷ, θυμωθεὶς Ἀλέξανδρος ἐπῄει τῇ Ἰουδαίᾳ.

ὁ δὲ ἀρχιερεὺς Ἰαδδοὺς τὴν ἱερατικὴν ἐσθῆτα περιθέμενος

κατὰ θείαν ἀποκάλυψιν πρὸς ἔκπληξιν καὶ πίστωσιν Ἀλεξάν-

δρου ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ.

Ἦν γὰρ ὁ ἀρχιερεὺς ἐπὶ τοῦ παλαιοῦ τοιαύτῃ στολῇ

κοσμούμενος. ποδήρη μὲν ἠμφιέννυτο, τοῦτ' ἔστιν ἱμάτιον

περικεχρυσωμένον ἀπὸ κεφαλῆς μέχρι ποδῶν, καὶ ζώνῃ περιε-

ζώννυτο ἐκ πορφύρας καὶ βύσσου καὶ ὑακίνθου καὶ χρυσοῦ

πεποικιλμένῃ καὶ περικεκαλλωπισμένῃ. περὶ δὲ τὰ κράσπεδα

ῥοΐσκους εἶχεν ἐρραμμένους καὶ ἀναμεταξὺ αὐτῶν χρυσοῦς

κώδωνας. καὶ ἐποίησαν, γάρ φησιν, κάτωθεν τοῦ ὑποδύτου

λώματα ὡς ἐξανθούσης ῥοᾶς ἐξ ὑακίνθου καὶ πορφύρας καὶ

κοκκίνου καὶ βύσσου κεκλωσμένης, καὶ ποιήσαντες κώδωνας

ἐκ χρυσίου καθαροῦ ἐπέθηκαν αὐτοὺς ἀνὰ μέσον τῶν ῥοΐ-

σκων ἐπὶ τὰ λώματα τοῦ ὑποδύτου κύκλῳ. ἐπενδύετο δὲ

καὶ ἄλλον χιτῶνα ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας

καὶ κοκκίνου καὶ χρυσοῦ καὶ παντοίων χρωμάτων περιωρα-

27

ϊσμένον καὶ καθυφασμένον καὶ μέχρι τῶν μηρῶν κατερχό-

μενον καὶ ζώνῃ ὁμοίᾳ τῇ πρώτῃ κατασφιγγόμενον, ὅπερ

ἐπωμὶς καὶ ἐφοὺδ προσηγορεύετο. διὸ καὶ Ἀκύλας ἐπένδυμα

αὐτὸ κέκληκεν, ἐν ᾧ καὶ ἐπεπόρπουν σαρδόνυχες καθ' ἑκά-

τερον τῶν ὤμων χρυσίῳ δοκίμῳ περιεχόμενοι, καὶ ἄλλοι ιβʹ

λίθοι μεγέθει καὶ κάλλει διαφέροντες καὶ ἀνθρώποις δυσ-

πόριστοι, οἵτινες ἐπὶ στίχων δʹ ἑκατέρωθι προσκείμενοι καὶ ὡσ-

αύτως χρυσῷ διακρατούμενοι καὶ τριάδα λίθων τοὺς στίχους

ἔχοντα θαυμάσιόν τι χρῆμα τοῖς ὁρῶσιν ἐξεφαίνοντο. ὁ μὲν

γὰρ πρῶτος στίχος εἶχε σαρδόνυχα, τοπάζιον, σμάραγδον, ὁ δὲ

δεύτερος ἄνθρακα, ἴασπιν, σάπφειρον, ὁ δὲ τρίτος λιγύριον,

ἀμέθυστον, ἀχάτην, ὁ δὲ τέταρτος χρυσόλιθον, ὀνύχιον, βη-

ρύλλιον, καὶ ἐν πᾶσι τούτοις πατριαρχῶν ἐγκεκόλαπτο τὰ ὀνό-

ματα, ἑκάστου λίθου ἴδιον ἔχοντος ὄνομα φυλάρχου. συνῆν δὲ

τῷ ἐφοὺδ περίτμημα σπιθαμῆς μὲν τὸ μῆκος καὶ σπιθαμῆς τὸ

εὖρος τετράγωνον περὶ τὸ στῆθος, τοῖς αὐτοῖς δὲ οἷς καὶ τὸ

ἐφοὺδ κάλλεσι διηνθισμένον, ὅπερ δὴ καὶ αὐτὸ ἑβραϊστὶ μὲν

ἐφοὺδ καὶ φώεσσιν ὠνομάζετο, ἑλληνιστὶ δὲ λόγιον καὶ δή-

λωσις προσηγορεύετο, δι' οὗ ὁ θεὸς μέλλουσι πολεμεῖν νίκην

πρόδηλον προέλεγεν. τοσαύτη γὰρ ἐκ τῶν ἐν αὐτῷ λίθων ἀπ-

έστιλβεν αὐγή, μήπω τῆς στρατείας κεκινημένης, καὶ μάλιστα

28

τοῦ ἀδαμαντίου λίθου σημασίας ποιοῦντος, ὡς τῷ πλήθει

τυγχάνειν γνώριμον τὸ παρεῖναι τὸν θεὸν εἰς ἐπικουρίαν

αὐτοῖς. ἐν μέσῳ γὰρ εἶχεν ὥσπερ ἀστέρα ὁλόχρυσον καὶ

ἑκατέρωθεν αὐτοῦ σμαράγδους ἔχοντας ἀνὰ ἓξ ἐγγεγραμ-

μένας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, ἐν δὲ τῷ μεταξὺ τῶν

δύο σμαράγδων λίθον ἀδάμαντα. ἡνίκα γοῦν ἔμελλεν ὁ

ἱερεὺς ἐπερωτᾶν τὸν θεόν, ἐδέσμει αὐτὸ ἐν τῇ ἐπωμίδι κατὰ

μέσον τοῦ στέρνου καὶ ὑποτιθῶν τὰς χεῖρας ὑποκάτωθεν

εὑρίσκετο ἐξηπλωμένον ταῖς παλάμαις αὐτοῦ καθάπερ πυξίον.

ὅθεν φησὶν ὁ Σαοὺλ πρὸς τὸν ἱερέα βουλόμενος εἰς τὸν πό-

λεμον θᾶττον παρατάξασθαι· συνάγαγε τὰς χεῖράς σου καὶ

ἆρον τὸ ἐφούδ. καὶ οὕτω λοιπὸν ἀφορῶν εἰς τὸ ἐφοὺδ ἠρώτα

τὸν θεὸν τὸ ἐρώτημα προσέχων ἀκριβῶς τε καὶ μᾶλλον εἰς

τὸν ἀδάμαντα λίθον, ὃς ἐναλλάττων τὴν χροιὰν ἐκ θείας

μεταβολῆς καὶ ἀλλοιώσεως ἐδήλου προφανῶς τὰ τῷ λαῷ

ἐσόμενα. μέλας μὲν γὰρ γινόμενος θάνατον, ἐρυθρὸς δὲ σφα-

γάς, λευκὸς δὲ διαλλαγὴν τοῦ θεοῦ προεσήμαινεν. καὶ πρὸς

τούτοις ἦσαν καὶ γράμματα ἐκ χαλκοῦ καθαρωτάτου πεποιη-

μένα καὶ ἐκτετυπωμένα ἑκάστου στοιχείου τοῦ παρ' Ἑβραίοις

ἀλφαβήτου, ἅπερ δὴ προσάγων ὁ ἱερεὺς τῷ κυρίῳ καὶ ἐπι-

τιθῶν ἐν τῷ ἐφοὺδ καὶ οὕτω διερωτῶν, εὐθὺς ἀνωρθοῦντο

θείᾳ κινήσει τὰ στοιχεῖα δηλοῦντα σαφῶς τὴν ἐπίνευσιν τοῦ

29

θεοῦ ἢ τὴν ἀνάνευσιν. οἷον, εἰ μὲν ἦν τὸ ἐρώτημα καὶ τὸ

πρᾶγμα κατὰ γνώμην θεοῦ, ἀνωρθοῦντο μόνα τὰ δηλοῦντα

τὸ ναί, εἰ δὲ παρὰ γνώμην αὐτοῦ ἐτύγχανεν, ἀνωρθοῦντο

μόνα τὰ σημαίνοντα τὸ οὔ. ὡσαύτως γε καὶ ἐπὶ τῶν ἄλλων

ἀποκρίσεων τοῦ κυρίου τῶν διὰ τῶν δήλων γινομένων προ-

δήλως καὶ διαφόρως συνέβαινεν, εἴ γε πάντως εὐδόκιμοι

αὐτῷ ὑπῆρχον· εἰ δὲ ὠργισμένος ἦν αὐτοῖς, οὐδὲν αὐτοῖς

διὰ τῶν δήλων τούτων ἀπεκρίνατο οὔτε μὴν διὰ θείων ἀπο-

καλύψεων ἢ προφητειῶν. ὅθεν φησίν· εἶδε Σαοὺλ τὴν

παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ

καρδία αὐτοῦ σφόδρα, καὶ ἐπηρώτησε διὰ κυρίου, καὶ οὐκ

ἀπεκρίθη αὐτῷ κύριος καὶ ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς

δήλοις καὶ ἐν τοῖς προφήταις, καὶ οὐκ ἀπεκρίθη αὐτῷ.

καὶ τότε εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυ-

ναῖκα ἐγγαστρίμυθον. ἐπὶ δὲ τὴν κεφαλὴν ἐφόρει τελαμῶνα

χρυσόνημον ἤτοι μίτραν καὶ κίδαριν λεγομένην, ἐν ᾗ πέταλον

χρυσοῦν ἐπέκειτο πρὸς τὸ μέτωπον αὐτοῦ, ἐν ᾧ γράμμασιν

ἱεροῖς τοῦ θεοῦ ἡ προσηγορία ἐντετύπωτο, καθὼς αὐτὸς

ἐδήλωσε τὴν θείαν ὀνομασίαν ταύτην πρὸς Μωϋσέα λέγων·

ἐγώ εἰμι ὁ ὤν. τοῦτο δὲ παρ' Ἑβραίοις ἄφραστον μὲν ὀνο-

μάζεται, ἀπείρηται γὰρ αὐτοῖς τοῦτο διὰ γλώσσης προφέρειν,

γράφεται δὲ διὰ τῶν τεσσάρων στοιχείων, ὅθεν καὶ τετρά-

γραμμον αὐτὸ λέγουσιν, καλοῦσι δὲ αὐτὸ Σαμαρεῖται μὲν

30

ἰαβέ, Ἰουδαῖοι δὲ ἀειά. τῆς οὖν ἱερατικῆς ἐσθῆτος ἡ τετρά-

ριθμος χροιὰ σύμβολον τῶν τεσσάρων ἐτύγχανε στοιχείων,

ἐξ ὧν τὰ πάντα συνέστηκεν, ἅπερ ὁ ἀρχιερεὺς μυστικῶς τε

καὶ…

δι' αὐτῶν…

The complete text is available when the reading interface loads.