The Greek Library Catalogue

Anonymous

Chronicon breve

Edition reference
Chronicon breve (lib. 1–6) (redactio recentior), MPG 110: 41–1260.
CTS identifier
urn:cts:greekLit:tlg3043.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

110

45

ἄλλα πλεῖστα καὶ διάφορα σωτηρίαν ψυχῶν εὐ-

γνωμόνων καὶ ὀρθοδόξων ὠδίνοντα, οὐ μὴν δὲ ἀλλὰ

καὶ τὴν ἔκφυλον καὶ θεοστυγῆ τε καὶ παμβέβηλον

τῶν Μανιχαίων λύσσαν, ἀφ' ἧς ὥσπερ ἔκ τινος

λυσσῶντος κυνὸς τὴν αἰσχίστην τε καὶ κακίστην μετ-

ειληφυῖα νόσον ἀνεφύη ἡ τῶν ἀλιτηρίων καὶ κα-

κοσχόλων εἰκονομάχων ἐμβρόντητος αἵρεσις, καὶ

ὅθεν ἀπήρξατο καὶ ποῦ κατέληξεν, ἥτις γε τοὺς

προστάτας αὐτῆς καὶ συνίστορας ἀλλοτρίους ἐκ

περιουσίας τῆς ὀρθοδόξου πίστεως καταστήσασα σὺν

τοῖς ὁμόφροσιν 3 αὐτῶν, ἐκδήλως ἅμα καὶ τὰ

τούτων ληρήματα καὶ βληχήματα τῆς ἀδεκάστου

δίκης ὑπευθύνους καὶ ἐκδίκους ἀπέδειξεν. Ὦ τῆς

ἀπάτης καὶ παραπληξίας τῶν πεφενακισμένων καὶ

ματαιοφρόνων, οἳ ἐνδίκως μάλα τῷ αἰωνίῳ πυρὶ

παρεπέμφθησαν, τήν τε τῶν ἀτασθάλων καὶ κακο-

φρόνων Σαρακηνῶν καταγέλαστον δόξαν καὶ τὴν

κτηνήδη ζωὴν καὶ τὴν διδασκαλίαν τοῦ λαοπλάνου

ψευδοπροφήτου αὐτῶν καὶ ὅθεν κακῶς ἀναδέδεικται,

καὶ πρὸς τούτοις καὶ τὴν τοῦ γέροντος Θωμᾶ νεοτερισθεῖσαν παιδοπρεπῆ ματαιοφροσύνην τε καὶ

παράνοιαν καὶ τὴν ἀργαλέαν καταστροφὴν τοῦ παναθλίου καὶ ταλαιπώρου. Καὶ ταῦτα μὲν ἅλις.

Τῆς δὲ χρονικῆς πραγματείας τὴν ὑπόθεσιν ὡς

ἐν τάξει τμημάτων διὰ τὸ εὐσύνοπτον καὶ εὐμνημό-

νευτον πεποιήκαμεν. (Αʹ) Ἀπὸ μὲν γὰρ τοῦ Ἀδὰμ

ἀρξάμενοι καὶ μέχρι τῆς Ἀλεξάνδρου τελευτῆς

ἐλθόντες ἐν συντόμῳ, πάλιν (Βʹ) ἀνάπαλιν ἀπὸ τοῦ

Ἀδὰμ κατὰ τὴν αὐτὴν ἐπιχείρησιν καὶ ἔννοιαν δι'

ἐπαναλήψεως τοὺς χρόνους τῆς ζωῆς τῶν ἐφεξῆς

καὶ τὰς πράξεις ὡς οἷόν τε διὰ βραχέων ἀπεμνη-

μονεύσαμεν ἕως Ἰησοῦ τοῦ Ναυῆ, εἶτα πάλιν διὰ

συντομίας τοὺς κριτὰς μέχρι τοῦ προφήτου Σα-

μουὴλ καὶ εἶθ' οὕτως αὐτίκα τοὺς βασιλεῖς τῶν

Ἰουδαίων ἀπὸ Σαοὺλ ἕως Σεδεκίου καὶ τῆς ἁλώσεως

Ἱερουσαλὴμ, ἐν οἷς καὶ κατὰ Ἰουδαίων ἐκ παρόδου

διὰ βραχυλογίας. (Γʹ) Ἔπειτα δὲ τοὺς Ῥωμαίων

ἡγεμόνας ὥσπερ δὴ καὶ τοὺς πάλαι Περσῶν καὶ

Μακεδόνων, Σελεύκων τε καὶ Ἀντιόχων καὶ Πτο-

λεμαίων ἐν παρεκβάσει διεξήλθομεν ἀρχὰς καὶ

δυναστείας, οὕτω δὲ καὶ τοὺς Ῥωμαίων ἐξ Ἑλλή-

νων καταγομένους καθολικοὺς βασιλέας, ἅμα καὶ

τὰς ἐργασίας καὶ τοὺς θανάτους ἀπὸ Ἰουλίου Καίσα-

48

ρος μέχρι Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν ἀνο-

σίων καὶ χριστομάχων· (Δʹ) εὐθύς τε Κωνσταντῖνον

τὸν εὐσεβέστατον καὶ πρῶτον βασιλέα τῶν Χριστια-

νῶν καὶ τοὺς καθεξῆς ἕως τελευταίου Μιχαὴλ υἱοῦ

Θεοφίλου, ὅστις μειράκιον βασιλεύσας τὴν ὀρθόδο-

ξον αὖ πάλιν διὰ συνόδου θείας ἀνεκήρυξε καὶ κατ-

ώρθωσε πίστιν. «Τέλος δὲ λόγου τὸ πᾶν ἀκούειν»

σαφῶς ἡμῖν ὁ Σοφὸς ἐγκελεύεται, ὡς μὴ κάλλεσι

συνταγμάτων προστεθηκέναι τὸν ἀναγνώσεσι χαί-

ροντα καὶ θελγόμενον, 4 ἀλλ' αὐτῷ τῷ σκοπῷ καὶ

τῷ τέλει τοῦ λόγου προερεθίζειν τὸ τῆς καρδίας

ὄμμα. Ἡ γὰρ τοῦ λόγου κατασκευὴ καὶ ποικιλία

ταῖς φιλοκρότοις καὶ φιλοκόμψοις καλλιεπείαις οἱον-

εὶ μεταμορφουμένη λυμαίνεταί που τὴν προκειμένην

θεωρίαν, κλέπτουσα λεληθότως τὴν αἴσθησιν καὶ

πρὸς τὴν κατανόησιν τῆς ὑποθέσεως ἐπισκοποῦσα

τοὺς ἐντυγχάνοντας. Ἐκλιπαρῶ δέ γε τοὺς ἐντευ-

ξομένους φιλοθέους καὶ φιλολόγους ὑπερεύχεσθαί

μου διὰ τὸν Κύριον, τοῦ ταπεινοῦ καὶ ὑπερλίαν

ἁμαρτωλοῦ τε καὶ ἀλόγου. Καὶ εἰ μὲν χρήσιμον

καὶ ἀποδοχῆς ἄξιον ὀφθείη τὸ πανευτελὲς τουτὶ δρα-

ματούργημα, τῷ πάντων αἰτίῳ τῶν καλῶν ἀναθε-

τέον. Εἰ δὲ καὶ παρὰ τὸ προσῆκον ἀσυνάρτητόν

τε καὶ περιττὸν, ὡς εἰκὸς, διὰ τὴν ἀλογίαν ἡμῶν

εὑρεθείη, συγγνωσθείη μὲν πρὸς τῆς ὄντος καὶ ἀῤῥή-

του σοφίας· ἔτι μὴν καὶ παρὰ τῶν τροφίμων ταύ-

της θεοσόφων καὶ θεηγόρων τε καὶ φερεσβίων,

ὡς ἰδιώτῃ πάντως οὐ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει. Ἤδη δὲ λοιπὸν σὺν Θεῷ τῆς ὑποθέσεως

τὴν ἀρχὴν ἐντεῦθεν κατὰ τὴν ἐμὴν ποιήσομαι δύναμιν.

{ΒΙΒΛΟΣ Αʹ.}

Αʹ. Γενεαλογία τοῦ Ἀδάμ.

Βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἔπλα-

σεν ὁ Θεὸς «τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ὁμοίωσιν

αὐτοῦ.» (2) Ὁ δὲ Ἀδὰμ ἐγέννησεν υἱοὺς τρεῖς,

τὸν Κάϊν, τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας

τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. (3) Καὶ ὁ μὲν Ἀδὰμ

κατὰ κέλευσιν Θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς

τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπε-

τοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ δὲ ὄνο-

μα αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος Κυ-

49

ρίου εἶπεν αὐτοῖς. (4) Καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα

τὴν πρώτην ἀδελφὴν αὐτοῦ Ἀζουρὰν, Σὴθ δὲ τὴν

δευτέραν Ἀσουάμ. (5) Καὶ ὁ μὲν Ἄβελ παρθένος

τε καὶ δίκαιος ὑπῆρχε καὶ ποιμὴν προβάτων, ἐξ

ὧν θυσίας προσενεγκὼν τῷ Θεῷ καὶ δεχθεὶς ἀναι-

ρεῖται, φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν.

Ὁ δὲ Κάϊν γεωργὸς τυγχάνων, καὶ μετὰ 5 τὴν κα-

ταδίκην χειρόνως βιώσας, πρῶτος μέτρα καὶ στάθ-

μια καὶ γῆς ὅρους ἐπενόησεν. [Εἶτα κτίσας «ἐν

γῇ Ναῒδ πόλιν, κατέναντι Ἐδὲμ, ἐπωνόμασεν αὐ-

τὴν εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἐνὼς,» καὶ εἰς ἓν

συνελθεῖν τοὺς οἰκείους αὐτοῦ ἀναγκάσας, εἰς πο-

λέμους ἑαυτὸν ἀπησχόλει.] Μετὰ δὲ ταῦτα, τῆς

οἰκίας ἐπ' αὐτὸν πεσούσης, ἀπέθανεν, ὡς ἔνιοί

φασιν, ἕτεροι δὲ, ὅτι Λαμὲχ αὐτὸν ἀπέκτεινεν. (6)

Ἀλλ' ὁ μὲν Κάϊν ἐγέννησε τὸν Ἐνὼς, ὁ δὲ Ἐνὼς τὸν

Γαϊδὰδ, ὁ δὲ Γαϊδὰδ τὸν Μαλελεὴλ, ὁ δὲ Μαλελεὴλ

τὸν Μαθουσάλα, ὁ δὲ Μαθουσάλα τὸν Λαμὲχ, ὃς καὶ

δύο γυναῖκας ἀγόμενος, Ἐλδὰν καὶ Σελὰν, ἐγέν-

νησε τὸν Ἰοβὴλ καὶ τὸν Ἰουβὰλ καὶ τὸν Θοβέλ. (7)

Ὁ δὲ μὲν Ἰοβὴλ κατέδειξε κτηνοτροφίαν, ὁ δὲ Ἰου-

βὰλ κατέδειξε ψαλτήριον καὶ κιθάραν, ὁ δὲ Θοβὲλ

σφυροκοπίαν χαλκοῦ καὶ σιδήρου. Καὶ ὁ μὲν ἐν σκη-

ναῖς κατοικεῖν τε καὶ γεωργεῖν ᾑρετίσατο, ὁ δὲ

κιθαρῳδίας καὶ τραγῳδίας τοῖς δαιμονικοῖς ἐπιτηδεύ-

μασι προσεπενόησεν, ὁ δὲ ξίφη τε καὶ ὅπλα χορηγεῖν

εἰς πολέμους ἐμηχανήσατο. Τὸ οὖν γένος Κάϊν μέχρι

τούτου ἀξιωθὲν μνήμης, τοῦ ἀριθμοῦ τῶν πατέρων

ἀποκρίνεται, ἵνα μήτε τοῖς πρώτοις ᾖ συνταττό-

μενος, μήτε τῶν ἑξῆς ἀφηγούμενος. (8) Τὸ τοίνυν

«Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύ-

σει» τοιαύτην ἔχει τὴν λύσιν· ἕκαστος μὲν τῷ

ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται, σὺ δὲ ὁ τοῦ φόνου

κατάρξας καὶ τοῖς ἄλλοις ὑφηγητὴς τοῦ ἁμαρτήμα-

τος γενόμενος ἑπτὰ ἐκδικούμενα παραλύσεις, τουτέ-

στιν ἑπταπλασίως τιμωρηθήσῃ καὶ πάμπολλα. Σύν-

ηθες γὰρ τῇ Γραφῇ τὸν ἀριθμὸν τοῦτον ἐπὶ πολ-

λαπλασίονα κεχρῆσθαι· καὶ ἔστιν ἀδιορίστου πλήθους

σημαντικὸν, ὡς τὸ «Ἀπόδος τοῖς γείτοσιν ἡμῶν

ἑπταπλασίονα,» καὶ τὸ «Ἡ στεῖρα ἔτεκεν ἑπτὰ»

καὶ «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκον-

τάκις ἑπτά.» Τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ

βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν· τὸ δὲ ζῇν ἐν

φόβῳ καὶ 6 λύπῃ μυρίους ἐπάγει τοὺς ἐν συναισθή-

σει θανάτους. Τρέμων οὖν καὶ στένων ὁ Κάϊν, ὥσπερ

δαίμονι κάτοχος, ἐν ἐπιληψίᾳ πάντα τὸν ἑξῆς διῆ-

γε χρόνον, τοῦτο πρὸς τὸ μὴ ἀναιρεθῆναι ὑπό τι-

νος ἐκ Θεοῦ λαβὼν τὸ σημεῖον. (9) Περὶ οὗ μέντοι καὶ

ὁ μέγας Βασίλειός φησι· «Ἐκδικούμενα δὲ, εἴτε

52

τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγεις, εὑρήσεις

ἑπτὰ, εἴτε παρὰ τοῦ δικαίου κριτοῦ ἐπ' αὐτῷ ὁρι-

σθέντα, οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. Ἐν μὲν

γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρ-

τημα φθόνος ἐπὶ τῇ προτιμήσει Ἄβελ· δεύτερον

δόλος, μεθ' οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· »Διέλ-

θωμεν εἰς τὸ πεδίον·« τρίτον φόνος, ἡ προσθήκη

τοῦ κακοῦ· τέταρτον, ὅτι ἀδελφοῦ φόνος· πέμπτον,

ὅτι πρῶτος φόνος· ὅτι γονεῦσι πένθος ἐποίησεν,

τοῦτο τὸ ἕκτον· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο.

Ἐρωτηθεὶς γὰρ »Ποῦ Ἄβελ ὁ ἀδελφός σου;« εἶπεν·

»Οὐκ οἶδα.« Καὶ ταῦτα μὲν τοῦ Κάϊν τὰ ἑπτὰ

ἁμαρτήματα. Αἱ δὲ εἰς κόλασιν αὐτοῦ παρὰ τῆς θείας

δίκης ἐπενεχθεῖσαι τιμωρίαι εἰσὶν αὗται. Πρώτη·

»Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ.« Δευτέρα· »Ἐργᾷ

τὴν γῆν.« Τρίτη· »Οὐ προσθήσει δοῦναί σοι τὴν

ἰσχὺν αὐτῆς.« Τετάρτη μετὰ τῆς εʹ συνεζευγμέ-

νη· »Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.« Ἕ-

κτη, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· »Εἰ ἐκβάλ-

λεις με νῦν ἀπὸ σοῦ καὶ προσώπου σου κρυβή-

σομαι,« ἡ βαρυτάτη κόλασις, ἤτοι ὁ ἀπὸ Θεοῦ

χωρισμὸς τοῖς σωφρονοῦσιν. —Ἑβδόμη τὸ »μηδὲ

κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ

πᾶσιν προκεκηρύχθαι« διὰ τοῦ στεναγμοῦ καὶ τοῦ

τρόμου. (10) Πᾶς οὖν, φησὶν, ὁ τὸν κατὰ σοῦ φόνον

ἀποτολμήσας κακώσει τὰ κατὰ τὸν βίον ἀπαλλάξας,

τὴν κατὰ σοῦ παραλύσει τιμωρίαν. Διὸ, φησὶν, »ἔθε-

το Κύριος ὁ Θεὸς τῷ Καῒν σημεῖον τοῦ μὴ ἀνελεῖν

αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.«

7 (11) Ὁ δὲ Ἀδὰμ σλʹ ἐτῶν ὢν, ἐγέννησε

τὸν Σήθ. Οὗτος ὁ Σὴθ πρῶτος ἐξεῦρε γράμματα

Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ

τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς

ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ

τοῖς πέντε πλανήταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν

ἀνθρώπων καὶ μόνον· καὶ τὸν μὲν πρῶτον πλανή-

την ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ βʹ Δίαν, τὸν

δὲ τρίτον Ἄρεα, τὸν δὲ δʹ Ἀφροδίτην, τὸν δὲ εʹ Ἑρ-

μῆν. Τοὺς γὰρ δύο φωστῆρας, ἥλιον καὶ σελήνην

ἐκάλεσεν ὁ Θεός. (12) Σὴθ δὲ ὢν ἐτῶν σεʹ ἐγέν-

νησε τὸν Ἐνὼς, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ

ὄνομα Κυρίου.« (13) Μετὰ δὲ τὸν κατακλυσμὸν

Καϊνὰν ὁ υἱὸς Ἀρφαξὰδ συνέγραψε τὴν ἀστρονο-

μίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων

τὴν ὀνομασίαν καὶ τῶν ἀστέρων, ἐν πλακὶ λιθίνῃ

γεγραμμένην. Ἧσαν γὰρ τοῦ Σὴθ ἔγγονοι προ-

53

μυηθέντες ἄνωθεν τὴν μέλλουσαν ἔσεσθαι φθορὰν

τῶν ἀνθρώπων. Καὶ ποιήσαντες δύο στήλας, μίαν

μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην [ἐνεκόλαψαν αὐ-]

ταῖς τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια

πάντα ταῦτα, λογισάμενοι, ὅτι, εἰ μὲν δι' ὕδατος ὁ

κόσμος κατεφθάρη, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν

αὐτῇ γεγραμμένα· εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη

σωθήσεται πυρουμένη πλεῖον, καὶ τὰ ἐν αὐτῇ γε-

γραμμένα, ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ

Σίριδος ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν

Ἰώσηπος.

Βʹ. Περὶ τοῦ Νεβρώδ.

Μετὰ δὲ ταῦτα γέγονέ τις γίγας, τοὔνομα

Νεβρὼδ, υἱὸς Χοῦς τοῦ Αἰθίοπος, ἐκ φυλῆς Χάμ·

ὃς κτίσας τὴν Βαβυλῶνα πόλιν καὶ πρῶτος κατα-

δείξας κυνηγίαν καὶ μαγείαν, Περσῶν ἐπρώτευσε,

διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρολογίαν, τῇ

οὐρανίῳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα

δῆθεν σημαίνοντα. 8 (2) Ἀφ' ὧν Ἕλληνες τὴν

γενεθλιαλογίαν μαθόντες ἤρξαντο τοὺς γενομένους

ὑπὸ τὴν τῶν ἄστρων κίνησιν ἀναφέρειν. (3) Οὐκοῦν

ἀστρονομία καὶ ἀστρολογία τε καὶ μαντεία ἀπὸ

Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο. Οἱ γὰρ Πέρσαι

Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται, οἵ γε

τὸν Νεβρὼδ λέγουσιν ἀποθεωθέντα καὶ γενόμενον ἐν

τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσιν Ὠρίωνα·

(4) περὶ οὗ φησι Μωυσῆς, ὅτι »γέγονεν ἡ ἀρχὴ τῆς

βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Χαλὰν ἐν γῇ

Σεναὰρ,« »ὅθεν ἐξῆλθον Φιλιστεὶμ« ἐκ τῆς φυλῆς

τοῦ Σὴμ, τοῦ »Ἀσσοὺρ, ἀφ' οὗ Ἀσσύριοι.« (5) Καὶ

κρατήσας τὴν Συρίαν καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ

μέρη τῆς ἀνατολῆς, ἀνεφάνη καὶ ἄλλος υἱός τινος,

Οὐρανοῦ λεγομένου, καὶ Ἀφροδίτης γυναικὸς αὐτοῦ,

γιγανταῖος, ὀνόματι Κρόνος, κατὰ τὸ ὄνομα τοῦ

πλανήτου ἀστέρος. Γενόμενος δὲ καὶ οὗτος δυνατὸς

πάνυ, καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος

κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀν-

θρώπων, ὃς καὶ βασιλεύσας πρῶτος Συρίας ἔτη

νϚʹ, ὑπέταξε πᾶσαν τὴν Περσίδα, ἀρξάμενος ἀπὸ τῆς

Συρίας. Ἔχων δὲ γυναῖκα Σεμίραμιν, τὴν Ῥέαν

καλουμένην παρὰ Ἀσσυρίοις, ἔσχεν υἱοὺς δύο καὶ

θυγατέραν μίαν· καὶ τὸν μὲν προσηγόρευσεν Δίαν

καὶ Ζεῦ εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος· τὸν δὲ

ἐπωνόμασεν Νῖνον, καὶ τὴν θυγατέραν Ἥραν, ἣν

καὶ ἔλαβεν εἰς γυναῖκα Πῖκος, ὁ καὶ Ζεὺς, τὴν ἰδίαν

ἀδελφήν. (6) Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νῖνος, ὁ

υἱὸς αὐτοῦ ἔτη νβʹ, ὃς καὶ τὴν ἰδίαν μητέρα Σεμί-

ραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις

λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς, διὰ τὸ

καὶ τὴν ἰδίαν λαβεῖν αὐτοῦ ἀδελφὴν Ἥραν [ἣν καὶ ἔλαβε γυναῖκα Πῖκος, ὁ καὶ Ζεὺς, τὴν ἰδίαν ἀδελφὴν

Ἥραν.]

56

9 Γʹ. Περὶ Νίνου βασιλέως.

Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας

καὶ κτίσας πόλιν μεγίστην σφόδρα, πορείας ἡμε-

ρῶν γʹ, ἣν καὶ ἐκάλεσεν εἰς ὄνομα αὐτοῦ Νι-

νευὴ, καὶ πρῶτος ἐν αὐτῇ βασιλεύει· (2) ἐξ οὗ

γένους ἐγένετο καὶ ὁ Ζωροάστρος ὁ περιβόητος

καὶ Περσῶν ἀστρονόμος, ὃς μέλλων τελευτᾷν ηὔχετο

ὑπ' οὐρανίου πυρὸς ἀναφθῆναι, εἰπὼν τοῖς Πέρ-

σαις· »Ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων

μου ὀστέων λάβετε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει

τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν, ἕως οὗ φυλάτ-

τητε τὰ ὀστᾶ μου.« Καὶ εὐξάμενος τῷ Ὠρίωνι

ὑπὸ πυρὸς ἀνηλώθη. Καὶ λαβόντες οἱ Πέρσαι ἀπὸ

τῶν τεφρωθέντων ὀστέων αὐτοῦ ἔχουσι φυλάτ-

τοντες ἕως ἄρτι.

Δʹ. Περὶ Θούρα βασιλέως.

Μετὰ δὲ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θούρας

τις τοὔνομα, ἔτη λʹ, ὃν καὶ μετωνόμασαν Ἄρεα

εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, ᾧτινι Ἄρεϊ πρώ-

την στήλην ἀναστήσαντες Ἀσσύριοι καὶ ὡς θεὸν

μέχρι τοῦ νῦν προσκυνοῦντες καλοῦσι Περσιστὶ Βάαλ

θεὸν, τουτέστι Ἄρης πολεμικὸς, οὗ καὶ Δανιὴλ

μέμνηται, ὡς προσκυνουμένου καὶ λατρευομένου.

Εʹ. Περὶ Λάμου βασιλέως.

Μετὰ δὲ Ἄρεα ἐβασίλευσεν Λάμης, ἔτη κʹ

Ϟʹ. Περὶ Σαρδαναπάλου βασιλέως.

Μετὰ δὲ Λάμην ἐβασίλευσεν Σαρδανάπαλος ὁ μέ-

γας, ἔτη λεʹ· καὶ ἐσφάγη ὑπὸ τοῦ Περσέως. (2) Οἱ δέ

γε κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας

καὶ γαστριμαργίας καὶ οἰστρηλασίας ἐπέγραψαν, ὡς

ἐξ αὐτοῦ δῆθεν, τῷ τάφῳ αὐτοῦ τοιάδε· »Τός' ἔχω,

ὅς' ἐφύβρισα καὶ ἔφαγόν τε καὶ ἔπιον .... καὶ μετ'

ἔρωτος τερπνοῦ ἐπολιτευσάμην. Παθόντα καὶ πολλὰ

καὶ ὄλβια πάντα λέλειπται.

10 Καὶ γὰρ νῦν σποδός εἰμι, Νίνου μεγάλης

[βασιλεύσας.«

Ἀλλ' οὖν γε ψευδῶς οἱ γεγραφότες ἐπέγραψαν.

Οὐ γὰρ ἔχει ὁ τελευτήσας, ὅπερ ἔφαγε καὶ ἔπιεν,

ἀλλ' εἰς τὴν δυώδην (δυσώδη) φθορὰν ἐκεῖ τὰ πάντα

κεκύρηκεν· ἔχει δὲ τοῦ παρανόμου βίου τὴν δυσω-

δίαν, ἥτις διηνεκῶς τὴν ἐμπαθῆ καὶ ἀθλίαν ψυχὴν

ἀλγύνει καὶ ἀνιᾷ, ξυνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ

μεμνημένη, ὧν παρανόμως καὶ ἀκολάστως εἰργά-

σατο.

Ζ. Περὶ τοῦ Περσέως βασιλέως.

Μετὰ δὲ Σαρδανάπαλον ἐβασίλευσε Περσεὺς ὁ

υἱὸς Πίκου, τοῦ καὶ Διός· ὅς γε πολεμήσας καὶ

νικήσας τοὺς Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ καὶ

τὴν ἑαυτοῦ στήλην στήσας ἐκάλεσεν αὐτὴν Ἰκονίαν

ἐκ τοῦ ἰδίου ἀπεικονίσματος· ὑποτάξας καὶ τὰς

57

ἄλλας χώρας καὶ πρὸς τὴν Ἰσαυρίαν καὶ Κιλικίαν

ἐλθὼν καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ πήξας

τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ, ᾗ καὶ πόλιν κτίσας

ἐπωνόμασεν αὐτὴν Ταρσὸν ἐκ τοῦ ἰδίου ποδός. (2) Καὶ

ὁρμήσας κατ' Ἀσσυρίων καὶ Σαρδανάπαλον φονεύσας

ὑπέταξε καὶ ἐβασίλευσεν ἔτη νγʹ, ὃς καὶ ἐπ'

ὀνόματι αὐτοῦ Πέρσας ἐκάλεσεν αὐτοὺς, ἀφελόμενος

ἀπὸ Ἀσσυρίων τήν τε βασιλείαν καὶ τὴν προσηγο-

ρίαν. (3) Ἐδίδαξε δὲ αὐτοὺς καὶ τὴν μυσαρὰν τελε-

τὴν καὶ μαγείαν, τὴν λεγομένην Μηδοῦσαν, ἐξ ἧς

καὶ τὴν χώραν αὐτῶν ἐπωνόμασεν Μηδείαν, ἀπὸ

τοῦ μιαροῦ μαθήματος. Ἐφ' οὗ καὶ πῦρ ἐκ τοῦ οὐ-

ρανοῦ κατῆλθεν ἐν Περσίδι, καὶ θαυμάσας, ἐξ οὗ

καὶ ἀνάψας καὶ κτίσας ἱερὸν ἔθηκεν αὐτὸ ἐν αὐτῷ.

Καταστήσας δὲ ἄνδρας εὐλαβεῖς διακονεῖν αὐτὸ καὶ

φυλάττειν ἄσβεστον, ἐκέλευσε τοὺς μάγους· ὅπερ ἕως

ἄρτι ἐν πολλῇ τιμῇ ἔχοντες οἱ Πέρσαι πυρσολατροῦσι

κατὰ τὴν παράδοσιν τοῦ βασιλέως αὐτῶν Περσέως.

(4) Οὐκοῦν πρώτη μέν ἐστιν ἡ βασιλεία ἡ τῶν

Ἀσσυρίων ἤτοι Βαβυλωνίων· δευτέρα δὲ καὶ τῶν

Περσῶν, ὁμωνύμως Βαβυλώνιοι καὶ Ἀσσύριοι οὗτοι

κληθέντες.

11 Ηʹ. Περὶ Σώστρου.

Μετὰ δὲ Περσέα καὶ τοὺς μετ' αὐτὸν χρόνους

καὶ βασιλεῖς ἐβασίλευσεν Αἰγυπτίων Σώστρης ἐκ

φυλῆς Χὰμ, ἄνθρωπός τις πανοῦργος, ὀνόματι Σέ-

σωστρις, ἔτη κʹ· (2) καὶ πολεμήσας Ἀσσυρίους

ὑπέταξεν αὐτοὺς καὶ τοὺς Χαλδαίους καὶ Πέρσας ἕως

Βαβυλῶνος· ὡσαύτως καὶ τὴν Ἀσίαν καὶ Εὐρώπην

καὶ τὴν Σκυθίαν ἐκπολεμήσας ὑπέταξεν. (3) Ἐφ'

οὗ ἦν Ἑρμῆς ὁ Τρισμέγιστος, ἀνὴρ Αἰγύπτιος,

θαυμαστὸς παρ' Ἕλλησιν ἐν σοφίᾳ.

Θʹ. Περὶ τοῦ Φαραώ.

Μετὰ δὲ Σώστρην ἐβασίλευσε τῆς Αἰγύπτου

Φαραὼ ὁ καὶ Ναραὼν καλούμενος, ἔτη νʹ, ἀφ'

οὗ πάντες οἱ Αἰγύπτιοι βασιλεῖς Φαραωνῖται προσ-

ηγορεύθησαν. (2) Ἐν δὲ τοῖς προειρημένοις τοῦ

Πίκου Διὸς χρόνοις ἀναφαίνεταί τις ἐπὶ τὰ δυτικὰ

μέρη, ἐκ φυλῆς Ἰάφεδ, ἐν τῇ χώρᾳ τῶν Ἀργείων,

τὸ ὄνομα Ἴναχος, ὃς πρῶτος ἐν ἐκείνῃ τῇ χώρα

ἐβασίλευσεν· ἐν ᾗ πόλιν εἰς ὄνομα τῆς Σελήνης

κτίσας ἐκάλεσεν Ἡλιούπολιν. (3) Λιβύη δὲ ἡ

θυγάτηρ τοῦ Πίκου Διὸς συναφθεῖσα τινι ὀνόματι

Σιδόνι ἔτεκε τὸν Βὴλ καὶ τὸν Ἀγήνωρα. Καὶ ὁ μὲν

Βὴλ ἀπελθὼν εἰς Αἴγυπτον, καὶ λαβὼν τὴν γυναῖκα,

ὀνόματι Σίδαν, καὶ γεννήσας υἱὸν ἐκάλεσεν αὐτὸν

Αἴγυπτον, ἐξ οὗ καὶ ἡ Αἴγυπτος τὴν ἐπωνυμίαν

εἴληφεν, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσεν. Ὁ δὲ Ἀγήνωρ

ἐπὶ Φοινίκην ἐλθὼν καὶ γυναῖκα λαβὼν, τοὔνομα

Τύρον, καὶ κτίσας πόλιν εἰς ὄνομα αὐτῆς, εἰς ἣν

καὶ ἐβασίλευσεν, ἐγέννησε δὲ υἱοὺς τρεῖς καὶ θυγα-

60

τέρα μίαν, τὸν Φοίνικα, τὸν Σύρον καὶ τὸν Κίλικα

καὶ τὴν Εὐρώπην. Ἐφ' ὧν χρόνων καὶ Ταῦρος, ὁ

Κρήτης βασιλεὺς, δορυάλωτον εἰληφὼς καὶ πρὸς τὴν

Θρᾴκην, τὴν ἰδίαν χώραν, ἀπαγαγὼν τὴν Εὐρώπην

παρθενεύουσαν καὶ εὐπρεπῆ, προσηγόρευσεν ἐκεῖνα

τὰ μέρη εἰς ὄνομα αὐτῆς Εὐρώπην. Μέλλων δὲ

τελευτᾷν Ἀγήνωρ διετάξατο πᾶσαν, ἣν ὑπέταξε,

12 γῆν μερίσασθαι τοὺς τρεῖς υἱοὺς αὐτοῦ. Καὶ ὁ

μὲν Φοῖνιξ λαβὼν τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν,

ἐκάλεσεν αὐτὴν Φοίνικα Ὁ δὲ Σύρος τὴν ἐπιλα-

χοῦσαν αὐτῷ χώραν ἐκάλεσεν Συρίαν· ἀφ' οὗ Σύροι

μετωνομάσθησαν, οἱ πρώην Ἰουδαῖοι καὶ Παλαιστί-

νοι καλούμενοι· καὶ Συρία ἡ Ἰουδαία κέκληται. Ὁ

δὲ Κίλιξ τὸ ἐπελθὸν αὐτῷ κτῆμα ἐκάλεσεν Κιλικίαν,

εἰς τὸ ἴδιον ὄνομα ἕκαστος τὰς χώρας αὐτῶν προσ-

αγορεύσαντες.

Ιʹ. Περὶ τῆς κογχύλης εὑρέσεως.

Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος

ἦν Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος, ὁ καὶ τῆς

κογχύλης ἐφευρετής. Μετεωρισμένος γὰρ ἐπὶ τὸ

παράλιον μέρος τῆς Τύρου, εἶδε ποιμενικὸν κύνα

ἐσθίοντα τὴν λεγομένην κογχύλην. Καὶ τοῦ ποιμένος

νομίζοντος ἐκμάσσειν τὸν κύνα, λαβὼν πόκον ἐρίου

ἀπὸ τῶν προβάτων καὶ ἐκμάξας τὸ καταφερόμε-

νον ἐκ τοῦ στόματος τοῦ κυνὸς, καὶ βαφέντος

τοῦ πόκου, προσέσχεν ὁ Ἡρακλῆς, μὴ εἶναι αὐτὸ

αἷμα, ἀλλὰ βαφῆς πρόξενον. (2) Ὃ καὶ θαυμάσας,

ὡς μέγα δῶρον προσήγαγε τοῦτο τῷ βασιλεῖ

Φοίνικι, ὃς καὶ μᾶλλον ἐκπλαγεὶς ἐκέλευσεν ἀπὸ

κογχύλης ἔριον βαφῆναι καὶ γενέσθαι αὐτῷ περι-

βόλαιον. (3) Καὶ οὗτος πρῶτος φορέσας ἐκ πορ-

φύρας ἱμάτιον, πάντες ἐθαύμασαν τὴν ξένην ταύτην

ἐσθῆτα, ἣν καὶ ἐθέσπισεν ὁ Φοῖνιξ μηδένα τῶν ὑπὸ

τὴν βασιλείαν αὐτοῦ τολμᾷν φορεῖν, εἰ μὴ αὐτὸν

καὶ τοὺς μετ' αὐτὸν βασιλεύσαντας τῆς Φοινίκης,

πρὸς τὸ γνωρίζεσθαι τὸν βασιλέα τῷ στρατῷ καὶ

παντὶ τῷ πλήθει ἐκ τῆς τοιαύτης ἐσθῆτος. Πρώην

γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι χροιὰς ἱματίων· ὅθεν οὐδὲ ῥᾳδίως ὁ βασιλεὺς ὑπὸ τῶν ὑπηκόων

ἐγνωρίζετο.

ΙΑʹ. Περὶ τοῦ Πέλοπος.

Μετὰ δὲ τοὺς χρόνους ἐκείνους καὶ βασιλείας

ἐβασίλευσε τῆς Ἑλλάδος Πέλοψ ὁ Λυδὸς, ὃς κτίσας

πόλιν ἐκεῖσε προσηγόρευσεν 13 αὐτὴν Πελοπόννη-

σον, ἐκ τοῦ Πέλοπος καὶ τῆς νήσου, ἀφ' ἧς καὶ

Πελοποννήσιοι κέκληνται οἱ Ἑλλαδικοί.

ΙΒʹ. Περὶ Κύρου.

Ἐβασίλευσε τοίνυν Ἀσσυρίων Κρόνος καὶ Νῖ-

νος καὶ Σαρδανάπαλος καὶ καθεξῆς ἕως Οὐλεμαρο-

δάχ· εἶτα Ναβουχοδονόσωρ· μετὰ δὲ τούτους καὶ

Βαλτάσαρ καὶ Δαρεῖος, υἱὸς αὐτοῦ. (2) Ἐβασίλευσε

Περσῶν Κῦρος ὁ Πέρσης ἔτη λβʹ, καὶ ἐσφάγη ἐν

Περσίδι. (3) Ἐφ' οὗ καὶ Κροῖσος ὁ Λυδῶν βασι-

61

λεὺς ἐπαρθεὶς διὰ τὸ ὑποτάξαι τὰς πλησίον αὐτοῦ

χώρας καὶ τὰς πόῤῥωθεν ἐπαρχίας, δηλοῖ Κύρῳ, ἢ

παραχωρῆσαι αὐτῷ τὴν βασιλείαν Περσῶν ἢ δέ-

ξασθαι τὴν παρουσίαν αὐτοῦ ἐν πολέμῳ. (4) Ὁ δὲ

Κῦρος ἀκούσας ταῦτα καὶ πάνυ φοβηθεὶς καὶ τοὺς

ἀπεσταλμένους ἀποπεμψάμενος ἠβουλήθη φυγεῖν

ἐπὶ τὴν Ἰνδικὴν χώραν. Ὅπερ μαθοῦσα ἡ γυνὴ

αὐτοῦ λέγει πρὸς αὐτόν· »Τί οὕτως ἀθυμεῖς καὶ

ἀτονεῖς καὶ ἀβουλήτως τοῦτο πρᾶξαι βούλει;« ὁ δέ

φησι· »Καὶ τίς μοι ὁ εἰς τοῦτο βουλευσάμενος

ὠφελήσει ἑταῖρος;« ἡ δὲ λέγει αὐτῷ· »Ἐπὶ Δα-

ρείου, τοῦ πρώτου μου ἀνδρὸς, ἦν τις Ἑβραῖος

προφήτης, ὀνόματι Δανιὴλ, ἐκ τῆς αἰχμαλωσίας

τῶν υἱῶν Ἰσραὴλ, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ὃν

καὶ ἐν πολλῇ τιμῇ Δαρεῖος ἔχων καὶ βουλευτὴν,

μεγάλως ηὐδοκίμει, ὅστις γεγηρακὼς ἄρτι εἰς τὴν

Ἰνδικὴν ἰδιάζει χώραν, οὗ καὶ αὐτὸς ὑπακούσας

τῆς βουλῆς καλῶς ποιήσεις.« Τοῦτο Κῦρος ἀκούσας

εὐθὺς ἔπεμψε τοὺς μεγιστάνους αὐτοῦ πρὸς αὐτὸν,

ἵνα μετὰ τιμῆς αὐτὸν ἀγάγωσι. Φιλεῖ γὰρ ἐν ἀνάγ-

καις πολλάκις τὰ γύναια σπουδαιότερον κεχρῆσθαι

τῶν ἀνδρῶν τοῖς μηχανήμασι, καὶ ταῖς πρὸς

Θεὸν καταφυγαῖς σπουδαιότερον ἀποθέσθαι καὶ

θερμότερον.

(5) Ὁ δὲ Κροῖσος μετὰ τὴν ἐπάνοδον τῶν ὑπ'

αὐτοῦ πρὸς Κῦρον ἀποσταλέντων ἔπεμψεν εἰς τὸ

μαντεῖον ἄνδρα πιστὸν, ἐρωτῆσαι διὰ τοῦ ἱε-

ρέως τὴν Πυθίαν, εἰ ἐξελθὼν κατὰ Κύρου νική-

σει τοῦτον· καὶ εἰσελθὼν ὁ ἱερεὺς καὶ εὐξάμε-

νος ἔλαβε χρησμὸν παρὰ τῆς Πυθίας· »Κροῖσος

Ἅλυν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει·«

14 ὅνπερ καὶ γράψας ἐν χάρτῃ δέδωκε τοῖς ἀποστα-

λεῖσι πρὸς Κροίσου. (6) Τοῦ δὲ θείου Δανιὴλ

ἐλθόντος πρὸς Κῦρον, εἶπεν αὐτῷ Κῦρος· »Λέγε

μοι, σοφώτατε, εἰ νικήσω Κροῖσον τὸν ἅρπαγα

καὶ ὑπερήφανον;« Καί φησιν ὁ Δανιήλ· »Θάρ-

σει, ὅτι νικήσεις τὸν Κροῖσον καὶ λαμβάνεις αὐτὸν

αἰχμάλωτον. Περὶ σοῦ γὰρ εἶπεν Ἠσαΐας ὁ προφή-

της· «Οὕτω λέγει Κύριος τῷ χριστῷ Κύρῳ, οὗ

ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ

ἔθνη· καὶ ἰσχὺν βασιλέων διαῤῥήξω.» —«Αὐτὸς

οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν

τοῦ λαοῦ μου ἐπιστρέψει, εἶπε Κύριος Σαβαώθ.»

Ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἔπεσε πρὸς τοὺς πόδας

Δανιὴλ, φάσκων· «Ζῇ Κύριος ὁ Θεός σου· ἐγὼ

ἀπολύσω τὸν Ἰσραὴλ ἐκ τῆς γῆς μου, ἵνα λατρεύ-

σωσι τῷ Θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ. (7) Καὶ

ὁπλισάμενος παρετάξατο Κροίσῳ. Ὁ οὖν Κροῖσος

ἀκούσας τοῦ χρησμοῦ τὴν ἀπόκρισιν, ὥρμησε κατὰ

Κύρου μετὰ πολλῆς δυνάμεως· καὶ διαβὰς τὸν

Ἅλυν ποταμὸν καὶ συμβαλὼν τῷ Κύρῳ, χειμῶνος

ὄντος μεγάλου, ἡττήθη. Ἠβουλήθη οὖν φυγεῖν μετὰ

τοῦ λαοῦ αὐτοῦ· καὶ τοῦ ποταμοῦ πλημμυροῦντος,

64

οὐκ ἠδυνήθη περάσαι. Τούτου ἕνεκα ἐλήφθη

αἰχμάλωτος, καὶ ἀπώλοντο τὰ πλήθη αὐτοῦ,

χιλιάδες υʹ. Τοὺς δὲ περιλειφθέντας ἐξ αὐτῶν ἔλαβεν

αἰχμαλώτους ὁ Κῦρος· τὸν δὲ Κροῖσον ἀναρτήσας

ἐπὶ ξύλου δεδεμένον καὶ θριαμβεύσας αὐτὸν τῷ

στρατῷ αὐτοῦ καταγαγὼν, καὶ ἀπαγαγὼν ἐν Περσίδι

θανάτῳ παρέδωκε, τὸν τὰ ἀλλότρια καὶ ὑπὲρ δύνα-

μιν ἐφιέμενον, καὶ αὐτὸν τὰ ἴδια προσαπολέσαντα

διὰ πολλὴν ἀπληστίαν. (8) Τοὺς δὲ υἱοὺς Ἰσραὴλ πάντας ἐλευθερώσας μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν

Ἱερουσαλήμ. (9) Καὶ οὕτως τῶν Λυδῶν κατελύθη ἡ βασιλεία ἀπὸ Κύρου, διαρκέσασα ἔτη σλβʹ.

ΙΓʹ. Περὶ Καμβύσου.

Μετὰ δὲ Κῦρον ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ

Καμβύσης, ἔτη κʹ. (2) Μετὰ δὲ Καμβύσην καὶ

ἑτέρους ἐβασίλευσεν Ἀρταξέρξης, ὁ Μνήμων

λεγόμενος, ἔτη κʹ. (3) Ἐφ' οὗ ἦν τις ἐν Ἰταλίᾳ

ἰθύνων ἐπαρχίαν, 15 ὀνόματι Πάλας, ὃς κτίσας

οἶκον μέγαν πάνυ, οἷον οὐκ εἶχεν ἡ περίχωρος

ἐκείνη, ἐκάλεσεν αὐτὸν Παλάτιον· ἐξ οὗ τὸ βασιλι-

κὸν κατοικητήριον Παλάτιον προσαγορεύεται.

ΙΔʹ. Περὶ Ῥώμου καὶ Ῥήμου.

Μετὰ δὲ ταῦτα ἐβασίλευσεν Ῥῶμος, ὁ κτίσας

τὴν Ῥώμην, καὶ Ῥῆμος, ὁ ἀδελφὸς αὐτοῦ, οἵτι-

νες ἀνενέωσαν καὶ προσῳκοδόμησαν τὸ λεγόμενον

Παλάτιον [ἤτοι τὸν βασιλικὸν τοῦ Παλατίου οἶκον]·

καὶ ναὸν μέγιστον τῷ Διὶ ἀνεγείραντες, ἐπωνό-

μασαν αὐτὸ Καπετώλιον Ῥώμης, ὅ ἐστι Ῥω-

μαϊστὶ, κεφαλὴ τῆς πόλεως. (2) Ἐν δὲ τῷ βασι-

λεύειν εἰς ἔχθραν ἐλθόντες, καὶ φονεύσας Ῥῶμος

τὸν Ῥῆμον ἐβασίλευσε μόνος. (3) Εἶτα πληρώσας

τὰ τείχη καὶ κοσμήσας τὴν πόλιν, καὶ τῷ Ἄρεϊ

ναὸν κτίσας, καὶ ἐν τῷ Μαρτίῳ μηνὶ τοῦτον ἐγκαι-

νίσας, ἐκάλεσε καὶ τὸν μῆνα Μάρτιον, τὸν πρώην

λεγόμενον Πρίμον, ὅ ἐστιν Ἄρεως, ἥνπερ Ῥω-

μαῖοι ἑορτὴν κατ' ἔτος ἐπιτελοῦντες ὀνομάζουσι

τὴν ἡμέραν τῆς πανηγύρεως Μάρτιον ἐν Κάμπῳ.

(4) Ἔκτισε δὲ καὶ ἱππικὸν, θέλων διασκεδᾶσαι

τὸ πλῆθος τοῦ δήμου τῶν Ῥωμαίων, ὅτι στα-

σιάζοντες ἐπήρχοντο αὐτῷ διὰ τὸν φόνον τοῦ ἀδελ-

φοῦ αὐτοῦ· καὶ ἐπετέλεσε πρῶτος ἱπποδρομίαν ἐν

Ῥώμῃ εἰς ἑορτὴν (φησὶ) τοῦ ἡλίου καὶ εἰς τιμὴν

τῶν τεσσάρων στοιχείων, γῆς, ἀέρος, πυρός τε καὶ

ὕδατος· καὶ προσηγόρευσε, τὸ μὲν πράσινον, τὸ δὲ

λευκὸν, [τὸ δὲ] ῥούσιον, τὸ δὲ βένετον, ὑποθέμενος αὐ-

τοῖς, ὡς εὐτυχῶς οἱ τῶν Περσῶν βασιλεῖς φέροντες

πρὸς τοὺς πολέμους τιμῶντες τὰ τέσσαρα ταῦτα

στοιχεῖα. Καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες,

εἰς τὰ μέρη ταῦτα διαμερισθέντες καὶ ἀντιποιού-

μενοι ἑκάστου στοιχείου. Καὶ ἐν τούτοις ἀσχο-

λούμενος καὶ ἁμιλλώμενος ἐδόκει τὸν στασιασμὸν

παῦσαι. Ἀλλ' ὁ μὲν, εἰ καὶ ταῦτα Ῥῶμος

ἐπενόησεν, ἀλλ' οὐκ ἐπαύσατο πᾶσα ἡ πόλις Ῥω-

65

μαίων σειομένη καὶ οἱ δῆμοι αὐτῶν καθ' ἑαυτοὺς

στασιάζειν, ἐξ οὗ 16 τε τὸν ἴδιον ἀδελφὸν ἀνεῖ-

λεν. Ὅθεν ἀπορήσας καὶ εἰς τὸ μαντεῖον ἀπελ-

θὼν καὶ ἐπερωτήσας, δι' ἣν αἰτίαν διηνεκὴς γίνεται

σεισμὸς, ἐῤῥέθη αὐτῷ παρὰ τῆς Πυθίας οὕτως·

»Εἰ μὴ συγκαθήσει σοι ὁ ἀδελφός σου ἐν τῷ βασι-

λικῷ θρόνῳ, οὐ μὴ παύσῃ τοῦ σείεσθαι ἡ πόλις ἐν

ταῖς ἡμέραις σου, οὐδὲ δῆμος ἡσυχάσει τοῦ

στασιάζειν.« Καὶ ποιήσας χρυσοῦν στηθάριον ἐκτύπωμα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ θεὶς ὑπὸ τὸν θρόνον,

ἔνθα ἐκάθητο πλησίον ὁ ἀδελφὸς αὐτοῦ, ἔπαυσεν ὁ σεισμὸς αὐτίκα, καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή.

Καὶ οὕτως ἐβασίλευσε, συγκαθημένου αὐτῷ τοῦ χρυσοῦ ἐκτυπώματος τοῦ ἀδελφοῦ αὐτοῦ Ῥωμύλου. Καὶ

εἴ τι ἂν ἐκέλευσε, θεσπίζων ἔλεγεν ὡς ἀφ' ἑαυτοῦ· »Ἐκελεύσαμεν, ἐθεσπίσαμεν.«

ΙΕʹ. Περὶ τῶν Βρουμαλίων.

Ὁ αὐτὸς Ῥῶμος καὶ τὰ λεγόμενα Βρουμάλια

ἐπενόησε διὰ τοιαύτην αἰτίαν. Φασὶ γὰρ αὐτὸν καὶ

τὸν ἀδελφὸν αὐτοῦ διδύμους ἐκ πορνείας τεχθῆναι

καὶ ῥιφῆναι ἐν ἀλσώδει τόπῳ, καὶ ὑπό τινος ἀγροι-

κικῆς γυναικὸς πρόβατα νεμούσης εὑρεθέντας

ἀνατραφῆναι. Ὄνειδος δὲ ὑπῆρχε παρὰ Ῥωμαίοις

τὸ ἐξ ἀλλοτρίων ἐκτρέφεσθαί τινα· διὸ καὶ ἐν τοῖς

συμποσίοις ἕκαστος τὸ ἴδιον βρῶμα καὶ πόμα κομί-

ζων καὶ εἰς τὸ κοινὸν τὰ πάντα παρατιθέμενοι

ἤσθιον, τὸ ὄνειδος ἐκφεύγοντες, μὴ ἀκούειν ἀλλο-

τριοφάγοι, οὗ δὲ χάριν ἐπενόησε Ῥῶμος τὰ

Βρουμάλια, εἰρηκὼς, ἀναγκαῖον εἶναι τρέφειν τὸν

βασιλέα τὴν ἑαυτοῦ σύγκλητον ὡς ἐν τῷ χειμῶνι,

ὅταν ἠρεμοῦσιν ἐκ τοῦ πολέμου· καὶ ἤρξατο καλεῖν

τοὺς ἀπὸ ἄλφα ἔχοντας ὄνομα, καὶ ἀκολούθως ἕως

τοῦ ω· κελεύσας καὶ τὴν σύγκλητον καλεῖν τῷ

αὐτῷ σχήματι, καὶ ἐκτρέφειν τὸν στρατὸν ἅπαντα.

Ὅθεν οἱ στρατιῶται εἰς τοὺς οἴκους ἀπιόντες τῶν

καλεσάντων αὐτοὺς ἐπ' ἀρίστῳ, ἀφ' ἑσπέρας ηὔλουν

καὶ ἐχόρευον πρὸς τὸ γνῶναι πάντας, ὅτι παρ' αὐτῷ

αὔριον τραφήσονται. Τοῦτο οὖν πεποίηκε Ῥῶμος,

ὡς εἴρηται, πρὸς τὸ ἀπαλλαγῆναι τῆς ὕβρεως αὐ-

τοῦ, καλέσας τὸ ὄνομα τοῦ ἀρίστου Βρωμαλιοὺμ,

ὅ ἐστι Ῥωμαϊστὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι. (2) Ἡ δὲ θεία δίκη τοῦτον μετὰ ταῦτα διὰ τὴν

17 τοῦ ἀδελφοῦ ἀναίρεσιν μετῆλθε. Καὶ αὐτὸς ἀναιρεῖται μεληδὸν κατατμηθεὶς ἐν τῷ τῆς Ῥώμης

βουλευτηρίῳ, βασιλεύσας ἔτι λζʹ.

(3) Μετὰ δὲ Ῥῶμον συνέβη τὴν Ῥώμην ὑπὸ

ὑπάτων διοικεῖσθαι καὶ στρατηγῶν ἔτη υξϚʹ· ἐξ ὧν

γέγονέ τις στρατηγὸς, ὀνόματι Μάλιος· καὶ φθονη-

θεὶς διὰ τὴν ἀνδρείαν αὐτοῦ ὑπό τινος συγκλητικοῦ,

ὀνόματι Φεβρουαρίου, παρεσκεύασε τοὺς συγκλητι-

κοὺς ἐκδιῶξαι ἐκ τῆς πόλεως τὸν Μάλιον. Εἶτα

ἀπελθόντες οἱ Γάλλοι παρέλαβον νυκτὸς τὴν Ῥώ-

μην, καὶ πολλοὺς κατέσφαξαν τῇ εἰκάδι τοῦ λεγομέ-

νου Σεξτιλίου μηνός. Οἱ δὲ συγκλητικοὶ γνόντες τὴν

παράληψιν τῆς πόλεως καὶ φυγόντες προσκαλοῦσι

πάλιν μετὰ παρακλήσεως τὸν στρατηγὸν Μάλιον εἰς

ἐπικουρίαν· καὶ συναγαγὼν πλῆθος στρατοῦ, καὶ

παραλαβὼν τοὺς ἄλλους ἀνεῖλε πάντας. Καὶ κρα-

τήσας αὖθις τὴν Ῥώμην Μάλιος καὶ λυπηθεὶς διὰ

τὴν παράληψιν αὐτῆς ἐν τῷ Σεξτιλίῳ μηνὶ, ἐκολό-

68

βωσε τὰς ἡμέρας τοῦ μηνὸς, ὡς δυστυχὴς λεγο-

μένου τῇ Ῥώμῃ, ἀποχαράξας τὸ ὄνομα αὐτοῦ,

μηκέτι λέγεσθαι οὕτως. Κατασχὼν δὲ τὸν ἐχθρὸν αὐτοῦ Φεβρουάριον, καὶ ἀφελόμενος αὐτοῦ τὰ ὑπάρ-

χοντα καὶ γυμνὸν ἀποδύσας καὶ περιειλήσας ψιάθιον δρύϊνον καὶ σχοινίῳ περιζώσας, ἐκέλευσε

τοῖς ῥαβδούχοις τύπτειν αὐτὸν καὶ λέγειν· »Ἔξελθε, Φεβρουάριε.« Καὶ οὕτως ἀτίμως ἐκβληθεὶς τῆς πό-

λεως Ῥώμης ἀνῃρέθη. Τὸν δὲ Σεξτίλιον μῆνα Φεβρουάριον ἐκάλεσεν, ὡς ἀξίου ὄντος τοῦ δυστυχοῦς

μηνὸς τὸ ὄνομα αὐτοῦ Φεβρουάριον καλεῖσθαι.

ΙϞʹ. Περὶ τῆς βασιλείας Φιλίππου, τοῦ πατρὸς

Ἀλεξάνδρου.

Μετὰ δὲ τὸν προειρημένον Ἀρταξέρξην ἐβασί-

λευσεν Ὄχος, ὁ υἱὸς αὐτοῦ. Ὃς πολεμήσας Αἴ-

γυπτον παρέλαβεν αὐτὴν πᾶσαν καὶ ἀπώλεσε, βασι-

λεύοντος τῶν Αἰγυπτίων τότε Νεκτεναβὼ, τοῦ ποιή-

σαντος λεκανομαντείαν, καὶ γνόντος τὴν παράληψιν

τῆς Αἰγύπτου. (2) Ἔφυγε δὲ μόνος εἰς Μακεδονίαν

ἀλλάξας τὴν βασιλικὴν ἐσθῆτα. Καὶ δὴ καὶ φαντασίας

τινὰς καὶ μαγείας Αἰγυπτιακὰς ἐνδεικνύμενος 18 καὶ

προαγορεύων τὰ μέλλοντα, γνώριμος ἐντεῦθεν Φι-

λίππῳ καὶ Ὀλυμπιάδι τῇ γυναικὶ αὐτοῦ γίνεται,

καὶ εἰσοικίζεται. Καὶ οὕτω διὰ μαγγανείας Ὀλυμ-

πιάδι μιγνύμενος ἔτεκε τὸν Ἀλέξανδρον. (3) Τῆς

δὲ Μακεδονίας βασιλεύσαντος Φιλίππου ἔτη κʹ, καὶ

ἐν τῷ Ἰλλυρικῷ πόλιν κτίσας ἐκάλεσεν αὐτὴν Θεσσαλονίκην· ἔπειτα καὶ Θετταλίαν ὑποτάξας κατε-

κράτησεν.

ΙΖʹ. Περὶ τῆς βασιλείας Ἀλεξάνδρου.

Μετὰ δὲ Φίλιππον ἐβασίλευσε τῆς Μακεδονίας

Ἀλέξανδρος ὁ υἱὸς αὐτοῦ· ἐφ' οὗ καὶ Δαρεῖος ὁ

Ἀρσάμου μετὰ Ὄχον βασιλεύσας κατεκυρίευσε

πάντων. (2) Τῷ δὲ τετάρτῳ ἔτει τῆς βασιλείας

αὐτοῦ ἐξανέστησεν ὁ Θεὸς τοῖς Ἀσσυρίοις καὶ Πέρ-

σαις καὶ Μήδοις καὶ Πάρθοις Ἀλέξανδρον τὸν Μακε-

δονίας βασιλέα· (3) ὃς καὶ καθοπλισάμενος κατὰ

Δαρείου βασιλέως Περσῶν, καὶ ἐλθὼν εἰς Βυζούπολιν

τῆς Εὐρώπης καὶ κτίσας ἐκεῖσε τόπον, ἐν ᾧ τὸν λαὸν

αὐτοῦ στρατηγήσας ἐκάλεσεν αὐτὴν Στρατήγην. (4)

Κἀκεῖθεν ἀπάρας ὀλίγον καὶ ἀντιπεράσας καὶ τῷ

λαῷ αὐτοῦ διανείμας χρυσὸν πολὺν, καὶ τὸν τόπον

Χρυσούπολιν ἐκάλεσεν. (5) Ὁρμήσας ὡς πάρδαλις

μετὰ δυνάμεως πολλῆς ἐπὶ τὰς τῆς Ἀνατολῆς χώρας

καὶ πόλεις καὶ τὴν Τύρον παραλαβὼν, πρέσβεις

ἀπέστειλε πρὸς Ἰουδαίους αἰτούμενος κατὰ Περσῶν

συμμαχίαν. Οἱ δὲ μὴ καταδεξάμενοι Δαρεῖον δεδοι-

κότες, ὡς ὑποχείριοι καὶ συνθήκας ἔχοντες μὴ

πολεμεῖν αὐτὸν, θυμωθεὶς Ἀλέξανδρος ἐπὶ τῇ Ἰου-

δαίᾳ, ὥρμησεν κατ' αὐτῆς. (6) Ὁ δὲ ἀρχιερεὺς Ἰαδ-

δοῦς τὴν ἱερατικὴν στολὴν ἐνδυσάμενος κατὰ θείαν ἀποκάλυψιν πρὸς ἔκπληξιν καὶ πίστωσιν Ἀλεξάνδρου

ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ.

ΙΗʹ. Περὶ τῆς στολῆς τοῦ ἀρχιερέως.

Ἧν γὰρ ὁ ἀρχιερεὺς ἐπὶ τοῦ παλαιοῦ τοιαύτῃ

στολῇ κοσμούμενος. Ποδήρη μὲν ἠμφιέννυτο, τοῦτ'

ἔστιν, ἱμάτιον περιχρυσωμένον ἀπὸ κεφαλῆς μέχρι

ποδῶν· καὶ ζώνην περιεζώννυτο ἐκ πορφύρας καὶ

βύσσου καὶ ὑακινθίνῳ καὶ χρυσῷ πεποικιλμένην

69

περικεκαλλωπισμένην. 19 Περὶ δὲ τὰ κράσπεδα

ῥοΐσκους εἶχεν ἐῤῥαμμένους, καὶ ἀναμεταξὺ αὐτῶν

χρυσοῦς κώδωνας ἐκ χρυσίου, καὶ καθαροῦ· ἐπέ-

θηκεν αὐτοὺς ἀναμέσον τῶν ῥοΐσκων ἐπὶ τὸ λῶμα τοῦ

ὑποδύτου κύκλῳ. Ἐπενδύετο δὲ καὶ ἄλλον χι-

τῶνα, ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ

κοκκίνου καὶ χρυσοῦ καὶ παντοίων χρωμάτων πε-

ριωραϊσμένον καὶ καθυφασμένον, μέχρι τῶν μηρῶν

κατερχόμενον καὶ ζώνην ὁμοίαν τῇ πρώτῃ κατασφιγ-

γόμενον, ἤπερ ἐπωμὶς καὶ ἐφοὺδ προσαγορεύεται.

Διὸ καὶ Ἀκύλας ἐπένδυμα αὐτὸ κέκληκεν, ἐν ᾧ καὶ

ἐπεπόρπουν σαρδόνυχες καθ' ἑκατέρων τῶν ὤμων,

χρυσίῳ δοκίμῳ περιεχόμενοι καὶ ἄλλοι ιβʹ λίθοι, με-

γέθει καὶ κάλλει διαφέροντες καὶ ἀνθρώποις δυσπό-

ριστοι, οἵτινες ἐπὶ στίχων δʹ ἑκατέρωθεν προσκεί-

μενοι καὶ ὡσαύτως χρυσῷ διακρατούμενοι, καὶ τριάδα

λίθων τοὺς στίχους ἔχοντας, θαυμάσιόν τι χρῆμα

τοῖς ὁρῶσιν ἐξεφαίνοντο. Ὁ μὲν γὰρ πρῶτος στίχος

εἶχε σάρδινον, τοπάζιον καὶ σμάραγδον· ὁ δὲ βʹ

ἄνθρακα, ἴασπιν, σάπφειρον· ὁ δὲ γʹ λίγυρον, ἀμέ-

θυστον, ἀχάτην· ὁ δὲ δʹ χρυσόλιθον, ὀνύχιον καὶ

βηρύλλιον· καὶ ἐν πᾶσι τούτοις τῶν πατριαρχῶν

ἐκεκόλαπτο τὰ ὀνόματα, ἑκάστου τοῦ λίθου ἴδιον

ἔχοντος ὄνομα φυλάρχου. Συνῆν δὲ τὸ ἐφοὺδ περί-

τμημα, σπιθαμῆς μὲν τὸ μῆκος καὶ τόσον τὸ εὖρος,

τετράγωνον περὶ τὸ στῆθος, τοῖς αὐτοῖς δὲ κάλλεσι

διηνθισμένον, ὥσπερ δὴ καὶ αὐτὸ Ἑβραϊστὶ μὲν ἐφοὺδ

ὠνομάζετο, Ἑλληνιστὶ δὲ λόγιον· καὶ δήλωσις προσ-

ηγορεύετο, δι' οὗ ὁ Θεὸς μέλλουσι πολεμεῖν νίκην

πρόδηλον προέλεγε. Τοσαύτη γὰρ ἐκ τῶν αὐτῶν λί-

θων ἀπέστιλβεν αὐγὴ, ὡς, εἴποτε τῆς στρατιᾶς κε-

κινημένης, καὶ μάλιστα τοῦ ἀδαμαντίνου λίθου

σημασίαν ποιοῦντος, τῷ πλήθει τοῦ λαοῦ τυγχάνειν

γνώριμον, τὸ παρεῖναι τὸν Θεὸν εἰς ἐπικουρίαν αὐ-

τῶν. Ἐν μέσῳ γὰρ εἶχεν ὥσπερ ἀστέρα ὁλόχρυσον,

καὶ ἑκατέρωθεν αὐτοῦ σμαράγδους ἔχοντας ἀνὰ ἓξ

γεγραμμένας τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ· ἐν δὲ τῷ

μεταξὺ τῶν ιβʹ σμαράγδων λίθον ἀδαμάντινον.

Ἡνίκα οὖν ἔμελλεν ὁ ἱερεὺς ἐπερωτᾷν τὸν Θεὸν,

ἐδέσμει αὐτὸν ἐν τῇ ἐπωμίδι κατὰ μέσον τῶν

20 στέρνων καὶ ὑποτιθῶν τὰς χεῖρας ὑποκάτωθεν

εὑρίσκετο ἐξηπλωμένον ταῖς παλάμαις αὐτοῦ, καθ-

άπερ πυξίον. Ὅθεν φησὶν ὁ Σαοὺλ πρὸς τὸν ἱερέα,

βουλόμενος θᾶττον εἰς τὸν πόλεμον παρατάξασθαι·

»Συνάγαγε τὰς χεῖράς σου, καὶ ἆρον τὸν ἐφούδ.«

Καὶ οὕτω λοιπὸν ἀφορῶν εἰς τὸ ἐφοὺδ ἠρώτα τὸν

Θεὸν, τὸ ἐρώτημα προσέχων ἀκριβῶς τε καὶ μᾶλλον

τὸν ἀδάμαντα λίθον, ὡς ἐναλλάττων τὴν χροιὰν ἐκ

θείας μεταβολῆς καὶ ἀλλοιώσεως ἐδήλου προφανῶς

τὰ τῷ λαῷ ἐσόμενα. Μέλας μὲν γὰρ γενόμενος θάνα-

τον, ἐρυθρὸς δὲ σφαγὰς, λευκὸς δὲ διαλλαγὴν τῷ

Θεῷ προεσήμαινε. Καὶ πρὸς τούτοις ἦσαν καὶ

γράμματα ἐκ χαλκοῦ καθαρωτάτου πεποιημένα καὶ

ἐκτετυπωμένα ἑκάστου στοιχείου τοῦ παρ' Ἑβραίοις

ἀλφαβήτου, ἅπερ δὴ προσάγων ὁ ἱερεὺς τῷ Κυρίῳ

72

ἐπετίθει ἐν τῷ Ἐφοὺδ, καὶ οὕτω διερωτῶν, εὐθὺς

ἀνωρθοῦντο τὰ στοιχεῖα δηλοῦντα σαφῶς τὴν ἐπί-

νευσιν τοῦ Θεοῦ ἢ τὴν ἀνάνευσιν. Οἷον, εἰ μὲν ἦν τὸ

ἐρώτημα καὶ τὸ πρᾶγμα κατὰ γνώμην Θεοῦ, ἀνωρ-

θοῦντο μόνα τὰ σημαίνοντα τὸ οὔ. Ὡσαύτως γε ἐπὶ

τῶν ἄλλων ἀποκρίσεων τοῦ Κυρίου τῶν δι' αὐτῶν

δήλων γινομένων, προδήλως καὶ διαφόρως συνέβαι-

νεν, εἴ γε πάντως εὐδόκιμοι αὐτῷ ὑπῆρχον· εἰ δὲ

ὠργισμένος ἦν αὐτοῖς, οὐδὲν αὐτοῖς διὰ τῶν δήλων

τούτων ἀπεκρίνετο, οὔτε μὴν διὰ θείων ἀποκαλύ-

ψεων ἢ προφητειῶν. Ὅθεν φησί· »Εἶδε Σαοὺλ

τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη,

καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἐπηρώτησεν

διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ ὁ Κύριος

καὶ τότε εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· Ζητήσατέ

μοι γυναῖκα ἐγγαστριμύθιον.« (4) Ἐπὶ δὲ τὴν κε-

φαλὴν ἐφόρει τελαμῶνα χρυσώνυμον ὁ ἀρχιερεὺς

ἤτοι μίτραν καὶ κίδαριν λεγομένην, ἐν ᾗ πέταλον

χρυσοῦν ἐπέκειτο πρὸς τὸ μέτωπον αὐτοῦ, ἐν ᾧ

γράμμασιν ἱεροῖς τοῦ Θεοῦ τὸ ὄνομα ἐντετύπωτο,

Μωϋσέα λέγων· »Ἐγώ εἰμι ὁ ὤν.« (5) Τοῦτο δὲ

καθὼς αὐτὸς ἐδήλου τὴν ὀνομασίαν ταύτην, πρὸς

παρ' Ἑβραίοις ἄφραστον ὀνομάζεται· ἀπείρητον

γὰρ αὐτοῖς τοῦτο διὰ γλώττης προσφέρειν. Γράφεται

δὲ διὰ τῶν τεσσάρων 21 στοιχείων, ὅθεν καὶ τετράγραμμον αὐτὸ λέγουσιν. Καλοῦσι δὲ αὐτὸ Σαμα-

ρεῖται μὲν ΙΑΒΕ, Ἰουδαῖοι δὲ ΛΕΙΑ. Τῆς οὖν ἱερατικῆς ἐσθῆτος ἡ τετράριθμος χροιὰ σύμβολον τῶν

τεσσάρων ἐτύγχανε στοιχείων, ἐξ ὧν τὰ πάντα συνέστηκεν, ἅπερ ὁ ἀρχιερεὺς μυστικῶς τε καὶ

συμβολικῶς περιβαλλόμενος, καὶ εἰς τὰ ἅγια εἰσερχόμενος δι' αὐτῶν ὑπὲρ τοῦ κόσμου τὸν τοῦ παντὸς

Δημιουργόν τε καὶ Κύριον ἐξιλεοῦτο. Ἡ μὲν γὰρ βύσσος ἀντὶ τῆς γῆς, ἡ δὲ ὑάκινθος ἀντὶ τοῦ ἀέρος,

ἡ δὲ πορφύρα ἀντὶ τοῦ ὕδατος, τὸ δὲ κόκκινον ἀντὶ τοῦ πυρός. Καὶ ἦσαν ἄλλα μὲν τὰ φαινόμενα, ἄλλα

δὲ τὰ νοούμενα. Καὶ μέντοι ἡ σκηνὴ τοῦ μαρτυρίου ἔνδοθεν καὶ ἔξωθεν χρυσίῳ περικεκαλυμμένη

ὑπῆρχε, τὸν ὄροφον ἔχουσα ἐξ ὑφασμάτων ποικίλων καὶ διαφόρων χρωμάτων κατεσκευασμένον. Τὸ

μὲν γὰρ ἦν ἁλουργὸν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς, τὸ δὲ ὑακινθίνῳ προσεοικὸς, ἥ τε βύσσος τὴν λευκὴν

εἶχε χροιάν· ἅπερ δὴ τῶν τεσσάρων ἦν στοιχείων, ὡς ἔφην, αἰνίγματα. Ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι

προσέοικε, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρὶ, τὸ δὲ ἁλουργὸν ἐδήλου τὴν θάλασσαν—ἐκείνη γὰρ

τρέφει τὴν κόχλον, ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα—ἡ δὲ βύσσος τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσθαι

λέγουσι. Καὶ δέῤῥεις δὲ εἶχε τριχίνας ἐπικειμένας καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείρ-

γειν καὶ τὸν φλογμόν. Ὁ μέντοι Θεὸς καὶ τοῖς ἱερεῦσι παντοδαπὸν περιέθηκε κόσμον, τὸν μὲν λαὸν

καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα, ὅπως χρὴ τὴν ψυχὴν

ὡραΐζειν, καὶ τὸν τῆς ἀρετῆς αὐτῇ κόσμον περιτιθέναι.

(6) Οὕτω τοίνυν μετὰ τῆς τοιαύτης στολῆς τε

καὶ δόξης μετὰ τῶν λοιπῶν ἱερέων καὶ τοῦ πολιτικοῦ

πλήθους ἱεροπρεπῆ διαφέρουσαν τῶν ἄλλων ἐθνῶν

ποιησάμενος ὁ ἀρχιερεὺς τὴν ὑπάντησιν Ἀλεξάν-

δρου, εἰς τόπον ἐπίσημον ἔστη, ἔνθα μάλιστα ἡ

περικαλλὴς τοῦ ναοῦ πρόσοψις ἐξεφαίνετο. Καὶ τὸ

μὲν πλῆθος πόῤῥωθεν ἰδὼν ὁ Ἀλέξανδρος ἐν λευκαῖς

στολαῖς, καὶ τοὺς ἱερεῖς προεστῶτας ἐν βυσσίναις

μετὰ πολλῆς εὐταξίας καὶ σεμνότητος, τὸν δὲ ἀρ-

χιερέα ἐν ὑακίνθῳ καὶ διαχρύσῳ κόσμῳ καὶ ἐπὶ

τῆς κεφαλῆς τὴν κίδαριν 22 ἔχοντα καὶ τὸ χρυσοῦν

ἐπ' αὐτῆς ἔλασμα, ᾧ τὸ ὄνομα τοῦ Θεοῦ ἐπεγέγρα-

73

πτο, καθὼς εἴρηται καὶ ἐπὶ τῇ ξένῃ θέᾳ καταπλαγεὶς ὁ Ἀλέξανδρος ἀπὸ τοῦ ἅρματος εὐθὺς κατα-

πηδήσας καὶ προσελθὼν μόνος προσεκύνησε τὸ θεῖον ὄνομα καὶ τὸν ἀρχιερέα ἠσπάσατο, ὃν πάντες

οἱ Ἰουδαῖοι μιᾷ φωνῇ σὺν τῷ ἀρχιερεῖ γνησίως ἠσπάσαντο.

Τῶν δέ γε τῆς Συρίας βασιλέων καὶ τῶν λοιπῶν

καταπλαγέντων καὶ διεφθάρθαι τὴν διάνοιαν τοῦ

βασιλέως Ἀλεξάνδρου ὑπειληφότων καὶ Παρμενίω-

νος τοῦ στρατηγοῦ μᾶλλον θαυμάσαντος καὶ ἀγανα-

κτήσαντος, διότι καθάπερ εἷς τῶν ὑπηκόων προσ-

εκύνησεν, εἶπεν ὁ Ἀλέξανδρος· »Οὐ τὸν ἀρχιερέα

προσεκύνησα, ἀλλὰ τὸν ὑπ' αὐτοῦ τιμώμενον Θεὸν

κἀμοὶ τὴν βοήθειαν κατὰ τῶν ὑπεναντίων ὑποσχόμε-

νον. Ἡνίκα γὰρ τὴν κατὰ Περσῶν διενοούμην στρα-

τείαν, καὶ οὐκ ἐτόλμων διὰ τὸ μέγεθος τῆς δυναστείας

αὐτῶν, ὤφθη μοι κατ' ὄναρ κατὰ τὸ σχῆμα τοῦδε

τοῦ ἀρχιερέως ὁ Θεὸς, καὶ θαῤῥεῖν μοι παρεκελεύ-

σατο καὶ τῆς προθυμίας σπουδαίως ἔχεσθαι λέγων·

«Εἰς σὲ καταλήξω τὴν Περσῶν βασιλείαν.» Διὸ,

τοῦτον θεασάμενος ἐν τοιαύτῃ στολῇ καὶ τῆς κατὰ

τοὺς ὕπνους ὑπομνησθεὶς ὄψεως, εἰκότως προσεκύ-

νησα.« Καὶ ταῦτα εἰπὼν πρὸς τὸν οἰκειακὸν Παρ-

μενίωνα καὶ τὸν ἀρχιερέα δεξάμενος, τῶν ἱερέων

παρεπομένων, εἰς τὴν πόλιν Ἱερουσαλὴμ παρεγέ-

νετο, μετὰ πολλῆς τῆς ὑπὸ τῶν Ἰουδαίων δεχθεὶς

εὐφροσύνης. (7) Οἱ δὲ γραμματεῖς βιβλίον τοῦ Δα-

νιὴλ προσκομίσαντες, τὴν προφητείαν αὐτοῦ διηρ-

μήνευον, ἣν ὁ προφήτης περὶ αὐτοῦ προηγόρευσεν,

ὡς δεῖν τινα τῶν…

σθαι…

The complete text is available when the reading interface loads.