Ecloga chronographica
- Edition reference
- Ecloga chronographica, ed. A. A. Mosshammer, Georgius Syncellus. Ecloga chronographica, Leipzig: Teubner, 1984: 1–478.
- CTS identifier
urn:cts:greekLit:tlg3045.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΕΚΛΟΓΗ ΧΡΟΝΟΓΡΑΦΙΑΣ
ΣΥΝΤΑΓΕΙΣΑ ΥΠΟ
ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΣΥΓΚΕΛΛΟΥ
ΓΕΓΟΝΟΤΟΣ ΤΑΡΑΣΙΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΠΟ ΑΔΑΜ ΜΕΧΡΙ ΔΙΟΚΛΗΤΙΑΝΟΥ}
Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἀρχὴ πάσης χρονικῆς
κινήσεως τῆς ὑπὸ χρόνον ὁρατῆς κτίσεώς ἐστιν. ἐν ᾗ ὁ οὐρανὸς καὶ ἡ γῆ
παρὰ θεοῦ πατρὸς διὰ υἱοῦ μονογενοῦς καὶ πνεύματος ἁγίου, τῆς ἁγίας
καὶ ζωαρχικῆς ὁμοουσίου τριάδος, ἐκ μὴ ὄντων εἰς τὸ εἶναι δι' ἄμετρον
ἀγοθότητα παρήχθη. ἡ ἁγία πρωτόκτιστος ἡμέρα τοῦ πρώτου μηνὸς
Νισὰν λεγομένου παρ' Ἑβραίοις καὶ ταῖς θεοπνεύστοις γραφαῖς, εἰκάδι
πέμπτῃ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου μηνὸς οὖσα, τοῦ δὲ παρ' Αἰγυπτίοις
ἑβδόμου μηνὸς κθʹ. τοῦτο πᾶσιν ὁμολογούμενόν ἐστι τοῖς ἁγίοις ἡμῶν
πατράσι καὶ διδασκάλοις καὶ τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ.
ἐν ταύτῃ καὶ Γαβριὴλ τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε τῇ ἁγίᾳ παρθένῳ τῆς
θείας συλλήψεως προεφθέγξατο. ἐν ταύτῃ καὶ ὁ μονογενὴς υἱὸς τοῦ πα-
τρὸς μετὰ τὴν ἐξ αὐτῆς ἄρρητον σάρκωσιν πᾶσαν πληρώσας οἰκονομίαν
ἐκ νεκρῶν ἀνέστη, ἀρχὴν λαβόντος κατὰ τὴν αὐτὴν ἁγίαν τῆς ζωηφόρου
ἀναστάσεως ἡμέραν τοῦ ͵εφλδʹ ἔτους ἀπὸ κτίσεως κόσμου. περὶ οὗ μοι
πᾶσα σπουδὴ γέγονε τόδε τὸ χρονικὸν συντάξαι κανονικῶς τε καὶ ἐξηγητι-
κῶς, ὅπερ τοῖς πολλοῖς τῶν ἱστορικῶν οὐ συμπεφώνηται, ὅτι τε τῷ ͵εφʹ
ἔτει τοῦ κόσμου ὁ κύριος ἡμῶν καὶ θεὸς ἐσαρκώθη ἐκ τῆς ἁγίας παρθένου
καὶ ὅτι τῷ ͵εφλδʹ ἔτει ἀρχομένῳ, ὡς προείρηται, τῇ πρώτῃ τοῦ Νισὰν
παρ' Ἑβραίοις μηνός, κεʹ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου, παρὰ δὲ Αἰγυ-
πτίοις Φαμενὼθ ζʹ μηνὶ κθʹ ἀνέστη ἐκ νεκρῶν πατήσας τὸν θάνατον.
πρόδηλον δὲ ὅτι καὶ πρῶτον κυριακὸν πάσχα τοῖς καταξιωθεῖσι τῆς θείας
χάριτος κατὰ ταύτην ἤρξατο τὴν ἁγίαν πρωτόκτιστον ἡμέραν. εὐλόγως
2
ἄρα καὶ ἐν αὐτῇ τῆς ὁρωμένης ἤρξατο δημιουργίας ἡ ἁγία καὶ παντουργὸς
τριάς, ὡς προτυπούσης τὴν ἁγίαν ἀναστάσιμον ἡμέραν· οὗ χάριν καὶ
πρώτην τοῦ πρώτου μηνὸς Νισὰν φυσικῶς αὐτὴν καὶ θεοδιδάκτως ὁ
θεόπτης Μωϋσῆς παραλαβὼν ἐξ αὐτῆς ἤρξατο τῆς συγγραφῆς λέγων
‘Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.’ πρόδηλον γὰρ ὅτι
παντὸς μηνιαίου καὶ ἐνιαυσιαίου χρόνου ἡμέρα τις προκατάρχει, καὶ ὅτι
ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὸ φῶς καὶ τὸ σκότος τὸ πνεῦμά τε καὶ ἡ ἄβυσσος
καὶ αὐτὸ τὸ πρωτόκτιστον νυχθήμερον ὅπερ ἀρχὴ τῆς χρονικῆς κινήσεως
πέφυκεν, ὥσπερ ἥτις μονὰς τῶν μετ' αὐτὴν ἀριθμῶν, οὐδεὶς ἀντιφράσοι
τῶν εὖ φρονούντων, οὐδ' ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τῶν ὁρωμένων ἡ
σύμπηξις πρὸ τῆς πρώτης ἡμέρας, ἀλλὰ πάντως σὺν αὐτῇ καὶ κατ' αὐτὴν
παρῆκται καὶ τὴν ἀρχὴν εἴληφε. εἰ γὰρ μὴ τοῦτο δῶμεν, ἔσται μὲν ἄλλη
τις ἀρχὴ οὐρανοῦ καὶ γῆς κατὰ τὸν χρόνον πρεσβυτέρα καὶ ἄλλη νεωτέρα,
καθ' ἣν ἡ πρωτόκτιστος ἡμέρα τοῦ εἶναι ἤρξατο, ὅπερ ἐναντιοῦται ταῖς
θεοπνεύστοις φωναῖς καὶ τῇ φυσικῇ τῶν πραγμάτων ἀκολουθίᾳ. τίνι γὰρ
ὁ πρὸ τῆς πρωτοκτίστου ἡμέρας χρόνος κατεμετρεῖτο μήπω τῆς ἡλιακῆς
φορᾶς καὶ σεληνικῆς γενομένης μηδὲ τῆς ὁρατῆς κτίσεως, δι' ἣν καὶ ἡ τῶν
νυχθημερινῶν διαστημάτων κίνησις ὑπὸ θεοῦ σοφῶς ὥρισται; τοῖς γὰρ ἀι-
δίοις ἤγουν ταῖς ἀύλοις οὐσίαις αἰών τις ἀνεπισκότιστος συμπαρεκτείνεται,
ὥσπερ ἡμῖν τοῖς ἐν γενέσει καὶ φθορᾷ ὁ χρόνος ἡλίου φορᾷ καταμετρεῖται,
ὥς πού φησιν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος. ἀναγκαίως οὖν ἐκ πάντων
δείκνυται χρονικὴ ἀρχή, καθ' ἣν ὁ οὐρανὸς καὶ ἡ γῆ γεγόνασιν, ἡ ἁγία αὕτη
πρωτόκτιστος ἡμέρα, ἣν ὡς θεμέλιον ἀρραγῆ καὶ βάσιν ἄσειστον πηξάμενος
τῆσδε τῆς συγγραφῆς, λιπαρῶ τὸν ἐν αὐτῇ καὶ κατ' αὐτὴν οὐ μόνον τὴν αἰ-
σθητὴν κτίσιν ὑποστησάμενον, ἀλλὰ καὶ τὴν ἐν αὐτῷ καινὴν κτίσιν Χριστὸν
θεὸν ἡμῶν συνεργῆσαί μοι τῷ ἀμαθεστάτῳ, ὥστε σαφῶς ἀποδεῖξαι τῷ ͵εφʹ
ἔτει τοῦ κόσμου τὴν ἔνσαρκον αὐτοῦ γεγενῆσθαι οἰκονομίαν, καὶ ὅσα ἐν τῷ
μεταξὺ χρόνῳ γέγονεν ἐπίσημα πράγματα περί τε ἔθνη καὶ βασιλείας καὶ
τῶν μετὰ ταῦτα ὀκτακοσίων δύο ἐτῶν, λγʹ μὲν ἐτῶν καὶ ἡμερῶν μʹ τῆς ἐπὶ
γῆς οἰκονομίας, ἑπτακοσίων δὲ καὶ ξϚʹ καὶ μηνῶν ιʹ καὶ ἡμερῶν κʹ τῶν
μετὰ τὴν ἁγίαν αὐτοῦ ἀνάληψιν, τοῦτ' ἔστιν ἀπὸ τῆς πρωτοκτίστου ἡμέρας
ἕως τοῦ κοσμικοῦ καθολικοῦ ͵Ϛτʹ ἔτους ἰνδικτίωνος αʹ, ὡς ὑποτέτακται.
3
Τὴν πρώτην ἡμέραν ὁ Ἀφρικανὸς νοητὴν λέγει διὰ τὸ ἀδιοργάνιστον
εἶναι τέως τὸ πρωτόκτιστον φῶς καὶ κεχυμένον.
Ἐν τῷ πρωτοκτίστῳ νυχθημέρῳ, τῇ πρώτῃ τοῦ παρ' Ἑβραίοις πρώτου
μηνὸς Νισάν, ὡς προδέδεικται, παρὰ δὲ Ῥωμαίοις κεʹ τοῦ Μαρτίου μηνός,
καὶ παρ' Αἰγυπτίοις κθʹ τοῦ Φαμενώθ, ἐν ἡμέρᾳ κυριακῇ, ἤτοι μιᾷ τῶν
σαββάτων, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ σκότος καὶ τὰ
ὕδατα, πνεῦμα καὶ φῶς καὶ νυχθήμερον, ὁμοῦ ἔργα ἑπτά. ἐν τῷ δευτέρῳ
νυχθημέρῳ ἐγένετο τὸ στερέωμα, ἔργον αʹ. ἐν τῷ τρίτῳ νυχθημέρῳ ἐγένε-
το ἔργα δʹ, φανέρωσις γῆς καὶ ἀναξήρανσις, παράδεισος, δένδρα παντοῖα,
βοτάναι καὶ σπέρματα. τῇ δʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν ἥλιον καὶ τὴν
σελήνην καὶ τοὺς ἀστέρας. τῇ εʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὰ ἑρπετὰ καὶ τὰ
νηκτὰ πάντα, κήτη καὶ ἰχθύας καὶ ὅσα ἐν τοῖς ὕδασι, ἔτι τε πετεινά, ὁμοῦ
ἔργα γʹ. τῇ Ϛʹ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὰ τετράποδα καὶ τὰ ἑρπετὰ τῆς
γῆς, τὰ θηρία καὶ τὸν ἄνθρωπον, ἔργα δʹ. ὁμοῦ τὰ πάντα ἔργα κβʹ ἰσάριθ-
μα τοῖς κβʹ Ἑβραϊκοῖς γράμμασι καὶ ταῖς κβʹ Ἑβραϊκαῖς βίβλοις καὶ τοῖς
ἀπὸ Ἀδὰμ ἕως Ἰακὼβ εἴκοσι δύο γεναρχίαις, ὡς ἐν λεπτῇ φέρεται Γενέ-
σει, ἣν καὶ Μωϋσέως εἶναί φασί τινες ἀποκάλυψιν. αὕτη τὰς οὐρανίους
δυνάμεις τῇ πρώτῃ ἡμέρᾳ λέγει ἐκτίσθαι.
Ὁ ἅγιος Ἰωάννης καὶ μέγας ἐν διδασκάλοις Χρυσόστομος τῇ Ϛʹ ἡμέρᾳ
τῆς αʹ ἑβδομάδος, τοῦτ' ἔστι τῇ αὐτῇ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ, λέγει
τὸν Ἀδὰμ ἐκβληθῆναι τοῦ παραδείσου καὶ τὴν Εὔαν, ἐν τῇ ἑρμηνείᾳ τοῦ
κατὰ Ματθαῖον εὐαγγελίου, ᾧ καὶ ἡμεῖς πειθόμεθα.
Ἑβδόμη ἡμέρα σαββάτῳ, ἐν ᾗ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων, καὶ
ἡγίασεν αὐτήν. τὴν μὲν ποσότητα τοῦ χρόνου τῆς ἐν τῷ παραδείσῳ διαγω-
γῆς τῶν πρωτοπλάστων ἀτράνωτον ἡμῖν ὁ θεόπτης Μωϋσῆς καταλέλοιπε,
καὶ χρὴ τοὺς καθ' ἡμᾶς ἀτελεῖς μὴ ζητεῖν καὶ περιεργάζεσθαι τὰ σεσιγη-
μένα τῇ θεοπνεύστῳ γραφῇ. ὅσα γὰρ ἦν ἐπωφελῆ καὶ χωρητὰ τοῖς ἀν-
θρώποις, ταῦτα ἡμῖν διὰ πνεύματος ἁγίου ἐκδέδοται, καὶ οὐ χρὴ περαι-
4
τέρω τῶν θείων ὅρων προβαίνειν τοὺς ὀρθῶς ἐντυγχάνοντας, ἵνα μὴ ἀντὶ
κέρδους μικροῦ μεγάλην ζημίαν ἐπισπάσωνται. ἐπειδὴ δέ τινες ἀκρατῶς
ἔχοντες περὶ τοῦ συζητεῖν, εἴτε ἐκ δοκουμένης φιλομαθίας εἴτε καὶ κενο-
δοξίᾳ νυττόμενοι, τὰ θεῖα λόγια μετὰ χεῖρας φέροντες δεικνύειν πειρῶνται
τὸν μὲν προπάτορα ἡμῶν Ἀδὰμ οὐκ εὐθὺς εἰσενηνέχθαι ἐν τῷ παραδείσῳ
ὑπὸ θεοῦ, ἢ καὶ εἰσελθόντα πρὸ τῆς πλάσεως τῆς γυναικὸς ὀνόματα θέσθαι
τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ὅπερ μιᾶς ἡμέρας ἔργον οὐκ
ἦν πρὸς ἀνθρωπίνην νόσον καὶ ἰσχύν, ὡς φιλονεικοῦσι, διὰ τὸ λέγειν τὴν
γραφὴν ὅτι καὶ ἐφύτευσεν ὁ θεὸς τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς
καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε, καὶ ἐξανέτειλεν ὁ θεὸς ἐκ τῆς
γῆς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον
τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν κα-
λοῦ καὶ πονηροῦ. καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ
ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν
Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά.
Εἴτα μετὰ τοιαῦτα ἐπάγει· τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ.
καὶ ἐπέβαλεν κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν
τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς, καὶ τὰ ἑξῆς·
ἀναγκαίως προήχθην καὶ περὶ τούτου δηλῶσαι ἐν μέρει, ὅσα καὶ ἄλλοις
ἱστορικοῖς Ἰουδαϊκὰς ἀρχαιολογίας ἢ καὶ Χριστιανικὰς ἱστορίας γράψασι
περὶ τούτου εἴρηται ἐκ τῆς λεπτῆς Γενέσεως καὶ τοῦ λεγομένου βίου
Ἀδάμ, εἰ καὶ μὴ κύρια εἶναι δοκεῖ, ὡς ἂν μὴ εἰς ἀτοπωτέρας δόξας ἐκπέ-
σοιεν οἱ ταῦτα συζητοῦντες. κεῖται γοῦν ἐν τῷ λεγομένῳ βίῳ Ἀδὰμ ὁ τῶν
ἡμερῶν ἀριθμὸς τῆς τε ὀνομασίας τῶν θηρίων καὶ τῆς πλάσεως τῆς γυναι-
κὸς καὶ τῆς εἰσόδου αὐτοῦ Ἀδὰμ ἐν τῷ παραδείσῳ καὶ τῆς περὶ τοῦ ξύλου
τῆς βρώσεως ἐντολῆς τοῦ θεοῦ πρὸς αὐτόν, καὶ τῆς μετὰ τούτου εἰσόδου
Εὔας ἐν τῷ παραδείσῳ, τά τε τῆς παραβάσεως καὶ τὰ μετὰ τὴν παράβασιν,
ὡς ὑποτέτακται.
Τῇ πρώτῃ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος, ἥτις ἦν τρίτη μὲν ἡμέρα τῆς
πλάσεως τοῦ Ἀδάμ, ηʹ δὲ τοῦ πρώτου μηνὸς Νισάν, αʹ δὲ τοῦ Ἀπριλλίου
μηνός, καὶ Ϛʹ τοῦ παρ' Αἰγυπτίοις Φαρμουθί, ὠνόμασεν Ἀδὰμ τὰ ἄγρια
θηρία θείῳ τινὶ χαρίσματι. τῇ βʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ
κτήνη. τῇ γʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ πετεινά. τῇ δʹ ἡμέρᾳ
5
τῆς βʹ ἑβδομάδος ὠνόμασε τὰ ἑρπετά. τῇ εʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος ὠνό-
μασε τὰ νηκτά. τῇ Ϛʹ ἡμέρᾳ τῆς βʹ ἑβδομάδος, ἥτις ἦν κατὰ μὲν Ῥωμαίους
Ἀπριλλίου Ϛʹ, κατὰ δὲ Αἰγυπτίους Φαρμουθὶ ιαʹ, λαβὼν ὁ θεὸς μέρος τι
τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἔπλασε τὴν γυναῖκα. τῇ μϚʹ ἡμέρᾳ τῆς κοσμοποιίας,
δʹ ἡμέρᾳ τῆς ζʹ ἑβδομάδος, Παχὼν ιδʹ, Μαΐου θʹ, ἡλίου ὄντος ταύρῳ καὶ
σελήνης σκορπίῳ κατὰ διάμετρον, ἐν τῇ τῶν Πλειάδων ἐπιτολῇ, εἰσήγαγεν
ὁ θεὸς τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ κατὰ τὴν μʹ ἡμέραν τῆς πλάσεως αὐ-
τοῦ. τῇ νʹ ἡμέρᾳ τῆς κοσμοποιίας, μδʹ δὲ τῆς πλάσεως τοῦ Ἀδάμ, ἡμέρᾳ
κυριακῇ, Παχὼν ιηʹ, Μαΐου ιγʹ, μετὰ τρεῖς ἡμέρας τῆς ἐν τῷ παρα-
δείσῳ αὐτοῦ εἰσόδου, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης αἰγοκέρωτι, ἐνετεί-
λατο ὁ θεὸς τῷ Ἀδὰμ ἀπέχεσθαι τῆς βρώσεως τοῦ ξύλου τῆς γνώσεως.
Τῇ Ϙγʹ ἡμέρᾳ τῆς κτίσεως, τῇ βʹ ἡμέρᾳ τῆς τεσσαρεσκαιδεκάτης ἑβδο-
μάδος, κατὰ τὴν θερινὴν τροπήν, ἡλίου ὄντος καὶ σελήνης καρκίνῳ, τῇ
κεʹ τοῦ Ἰουνίου μηνός, Ἐπιφὶ πρώτῃ, εἰσήχθη ὑπὸ τοῦ θεοῦ ἐν τῷ πα-
ραδείσῳ ἡ τοῦ Ἀδὰμ βοηθὸς Εὔα, ἐν τῇ πʹ ἡμέρᾳ τῆς πλάσεως αὐτῆς. ἣν
ὁ Ἀδὰμ λαβὼν ὠνόμασεν Εὔαν, ὃ ἑρμηνεύεται ζωή· διὰ τοῦτο προσέταξεν
ὁ θεὸς διὰ Μωϋσέως ἐν τῷ Λευιτικῷ, ἤτοι διὰ τὰς μετὰ τὴν πλάσιν τοῦ
χωρισμοῦ αὐτῶν ἡμέρας ἐκ τοῦ παραδείσου, ἐπὶ μὲν ἀρρενογονίας ἀκάθαρ-
τον αὐτὴν εἶναι ἐπὶ μʹ ἡμέρας, ἐπὶ δὲ θηλυτοκίας ἕως ἡμερῶν πʹ. ἐπειδὴ
καὶ Ἀδὰμ τῇ μʹ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ εἰσήχθη ἐν τῷ παραδείσῳ, οὗ
χάριν καὶ τὰ γεννώμενα τῇ μʹ ἡμέρᾳ εἰσφέρουσιν ἐν τῷ ἱερῷ κατὰ τὸν νό-
μον. ἐπὶ δὲ θήλεος ἀκάθαρτον εἶναι αὐτὴν ἐπὶ ἡμέρας πʹ διά τε τὴν ἐν
τῷ παραδείσῳ αὐτῆς εἴσοδον τῇ πʹ ἡμέρᾳ καὶ διὰ τὸ ἀκάθαρτον τοῦ θήλεος
πρὸς τὸ ἄρσεν. ἀφεδρῶς γὰρ πάλιν οὖσα οὐκ εἰσέρχεται ἕως ἑπτὰ ἡμέρας
ἐν τῷ ἱερῷ κατὰ τὸν θεῖον νόμον.
Ταῦτα ἐκ τοῦ βίου λεγομένου Ἀδὰμ φιλομαθίας χάριν ἐν συντόμῳ
ἐστοιχείωσα, ἐν τῷ πρώτῳ ἔτει τῆς πλάσεως τοῦ Ἀδάμ, ἐπ' αὐτῷ τὰ
πραχθέντα, ἐφεξῆς δὲ καὶ τὰ λοιπὰ στοιχειωθήσεται, ἕως ἐννακοσιοστοῦ
τριακοστοῦ ἔτους τῆς ζωῆς αὐτοῦ, καὶ τῶν λοιπῶν γενέσεων, ἔκ τε τῶν
θεοπνεύστων γραφῶν καὶ ἐκ τῶν ἐπισημοτέρων ἱστορικῶν τῶν ταύταις
ἐξακολουθησάντων, ἐξ ὧν καὶ τὰ πλείω λαβών, πλὴν ὀλίγων τῶν κατὰ
6
τοὺς ἡμετέρους χρόνους γεγονότων, σύνοψίν τινα σπουδάσω ποιῆσαι, συν-
αφείας ἅμα καὶ ἀληθείας ἐν πᾶσι φροντίζων καὶ τῆς καταλλήλου τῶν πραγ-
μάτων ἀκολουθίας, διαφοράς φημι βασιλέων καὶ ἱερέων ἀριθμόν, προ-
φητῶν τε καὶ ἀποστόλων καὶ μαρτύρων καὶ διδασκάλων, καὶ τῶν παρ' Ἕλ-
λησιν ἢ ἄλλοις ἔθνεσιν ἐπὶ σοφίᾳ βεβοημένων ἢ ἄλλῃ τινὶ τέχνῃ ἢ ἀριστείᾳ
πολεμικῇ καὶ ἐπὶ μοχθηρίᾳ προδήλῳ, πάντα ὡς οἷός τε ὢν ἀναλεξάμενος
ἐκ τῶν προειρημένων ἱστορικῶν ἀνδρῶν· ἐπὶ πᾶσι τὴν κατὰ Χριστοῦ καὶ
τοῦ γένους ἡμῶν θεοβδέλυκτον διαθήκην, ἣν διέθετο τὰ σκηνώματα τῶν
Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται διώκοντες τὸν κατὰ τὸ πνεῦμα λαόν, θείοις
κρίμασι καὶ ἀποστασίαν μελετῶντες τὴν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὑπὸ
τοῦ μακαρίου Παύλου προφητευθεῖσαν, διαγράψω κατὰ δύναμιν, ἕως τοῦ
νῦν ἐνεστῶτος ͵Ϛτʹ ἔτους ἀπὸ κτίσεως κόσμου ἰνδικτίωνος αʹ. ἀρχὴν δὲ
παντὸς ἔτους ἐν τῷδε τῷ χρονικῷ τὴν αʹ τοῦ πρώτου μηνὸς τοῦ παρ' Ἑβ-
ραίοις Νισὰν πᾶς τις ἐντυγχάνων αὐτῷ λογιζέσθω, καὶ οὐ τὴν κατὰ τοὺς
Αἰγυπτίους πρώτην τοῦ Θώθ, ἢ τὴν κατὰ Ῥωμαίους πρώτην τοῦ Ἰανουα-
ρίου μηνός, ἢ ἄλλου τινὸς ἔθνους ἄλλοθεν ἀρχομένου. διαφόρως γὰρ παρὰ
διαφόροις ἔθνεσιν οἱ μῆνες καὶ αἱ τῶν μηνῶν καὶ ἐνιαυτῶν ἀρχαὶ συνεφω-
νήθησαν· ὧν ἡ ἄγνοια τοῖς βουλομένοις ἀκριβῶς περὶ ἡμερῶν ἢ μηνῶν
ἢ ἐνιαυτῶν τι ζητεῖν οὐ μικρὰν ἐμποιεῖ τὴν πλάνην. διὸ καλὸν ἡγούμενος
τὰς ἐπισημοτέρας αὐτῶν διαφορὰς τρεῖς οὔσας καὶ ταῖς πατρικαῖς δι-
δασκαλίαις εὐδιαγνώστους εἶναι τοῖς φιλομαθέσιν ἐκθήσομαι τὰς λοιπὰς
παρείς, ὡς ἀτρίπτους οἷον εἰπεῖν, Ἰνδῶν ἢ Χαλδαίων ἢ ἄλλων τινῶν
ἀσυνήθων. εἰσὶ δὲ αἱ τρεῖς διαφοραὶ ἥ τε παρ' Ἑβραίοις καὶ παρ' Αἰγυ-
πτίοις καὶ ἡ παρὰ Ῥωμαίοις.
Μὴν πρῶτος κατὰ τὴν τοῦ θεοῦ νομοθεσίαν ὁ παρ' Ἑβραίοις Νισὰν
νυχθημέρων λʹ· ἀπὸ κεʹ Μαρτίου ἕως κγʹ Ἀπριλλίου· ἀπὸ κθʹ τοῦ Φα-
μενὼθ ἕως τὰς κηʹ τοῦ Φαρμουθί.
Δεύτερος μὴν Ἰάρης ἡμερῶν τριάκοντα· ἀπὸ κδʹ Ἀπριλλίου ἕως κγʹ
Μαΐου· ἀπὸ κθʹ τοῦ Φαρμουθὶ ἕως τὰς κηʹ τοῦ Παχὼν μηνός.
Μὴν Σουϊὰν ἡμερῶν λαʹ· ἀπὸ κδʹ Μαΐου ἕως τὰς κγʹ Ἰουνίου· ὁμοῦ Ϙβʹ·
ἀπὸ τὰς κθʹ τοῦ Παχὼν ἕως τὰς κθʹ τοῦ Παϋνί.
Θερινὴ τροπή.
Μὴν Θαμνεὶ νυχθημέρων λʹ· ἀπὸ κδʹ Ἰουνίου ἕως κγʹ Ἰουλίου· ἀπὸ λʹ
τοῦ Παϋνὶ ἕως κθʹ τοῦ Ἐπιφεί.
7
Πέμπτος μὴν Ἀρεὶ ἡμερῶν λʹ· ἀπὸ κδʹ τοῦ Ἰουλίου ἕως τὰς κβʹ τοῦ
Αὐγούστου· ἀπὸ λʹ τοῦ Ἐπιφεὶ ἕως τὰς κθʹ τοῦ Μεσορή.
Ἕκτος μὴν Εἰλοῦ ἡμερῶν λαʹ· ἀπὸ τὰς κγʹ τοῦ Αὐγούστου ἕως τὰς
κβʹ τοῦ Σεπτεμβρίου, ὁμοῦ ρπβʹ ἡμέραι· ἀπὸ τὰς λʹ τοῦ Μεσορή, καὶ
αἱ ἐπαγόμεναι, ἕως τὰς κεʹ τοῦ Θώθ· ἀπὸ τὰς κδʹ τοῦ Αὐγούστου ἕως
τὰς κηʹ. ἡ γὰρ ἀρχὴ τοῦ Θὼθ ἀπὸ τὰς κθʹ Αὐγούστου ἐστὶ ἐπιπενθήμερος
λʹ Αὐγούστου, ἐπὶ δὲ ἑξημέρου λαʹ Αὐγούστου.
Φθινόπωρον.
Μὴν ἕβδομος Θεελεὶφ ἡμερῶν λʹ· ἀπὸ κγʹ Σεπτεμβρίου ἕως τὰς κβʹ
Ὀκτωβρίου· ἀπὸ τὰς κϚʹ τοῦ πρώτου μηνὸς Θὼθ κατὰ Αἰγυπτίους ἕως
κεʹ τοῦ Φαωφί.
Ὄγδοος μὴν Μερσουὰν νυχθημέρων λʹ· ἀπὸ τὰς κγʹ Ὀκτωβρίου ἕως
καʹ Νοεμβρίου· ἀπὸ τὰς κϚʹ τοῦ Φαωφὶ ἕως κεʹ τοῦ Ἀθύρ.
Ἔνατος μὴν Χασσαλεὺ ἡμερῶν τριάκοντα μιᾶς. ὁμοῦ σογʹ· ἀπὸ κβʹ
Νοεμβρίου ἕως κβʹ Δεκεμβρίου· ἀπὸ κϚʹ τοῦ Ἀθὺρ ἕως κϚʹ τοῦ Χοιάκ.
Χειμερινὴ τροπή.
Δέκατος μὴν Τυβὴθ ἡμέρας λʹ· ἀπὸ κγʹ Δεκεμβρίου ἕως καʹ Ἰανουα-
ρίου· ἀπὸ κζʹ τοῦ Χοιὰκ ἕως κϚʹ τοῦ Τυβῆτ.
Ἑνδέκατος μὴν Σαββὰτ ἡμερῶν λʹ· ἀπὸ κβʹ τοῦ Ἰανουαρίου ἕως κʹ
τοῦ Φευρουαρίου· ἀπὸ κζʹ τοῦ Τυβῆτ ἕως τὰς κϚʹ τοῦ Μεχείρ.
Δωδέκατος μὴν Ἀδὰρ ἡμερῶν τριάκοντα δύο· ἀπὸ καʹ Φευρουαρίου
ἕως κδʹ Μαρτίου· ἀπὸ κζʹ τοῦ Μεχεὶρ ἕως κηʹ τοῦ Φαμενώθ. μετὰ δὲ
τῆς πενθημέρου.
Ταῦτα ὡς ἐν συνόψει ἐστοιχειώθη περὶ τῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐν
χρήσει τριττῆς διαφορᾶς τῶν μηνῶν. ἀρκτέον δὲ λοιπὸν καὶ ἀπὸ τοῦ
πρώτου ἔτους Ἀδὰμ καὶ καθεξῆς.
Γενέσεως κόσμου ἔτη. πρῶτον.
{Ἐκ τῶν λεπτῶν Γενέσεως}
Τῷ ζʹ ἔτει παρέβη καὶ τῷ ηʹ ἐξερρίφησαν τοῦ παραδείσου, ὥς φασι,
μετὰ μεʹ ἡμέρας τῆς παραβάσεως, ἐν τῇ ἐπιτολῇ τῶν Πλειάδων.
Ἐποίησε δὲ ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἑβδομάδα ἡμερῶν τξεʹ. καὶ ἐξε-
βλήθη σὺν τῇ γυναικὶ Εὔᾳ διὰ τὴν παράβασιν τῇ ιʹ τοῦ Μαΐου μηνός.
8
Τὰ θηρία καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ φησὶν ὁ Ἰώσηππος καὶ ἡ
λεπτὴ Γένεσις ὁμόφωνα εἶναι πρὸ τῆς παραβάσεως τοῖς πρωτοπλάστοις·
διότι, φησίν, ὁ ὄφις ἀνθρωπίνῃ φωνῇ ἐλάλησε τῇ Εὔᾳ, ὅπερ ἀδύνατον
εἶναι δοκεῖ. πᾶσα γὰρ λογικὴ φύσις κατ' εἰκόνα θεοῦ ἐστι, ταῦτα δὲ οὐκ
εἰσὶ κατ' εἰκόνα θεοῦ. τὸν γὰρ ὄφιν ὁμολογοῦμεν λελαληκέναι τῇ Εὔᾳ,
στόμα γενόμενον τῷ νοῒ τῷ ὄφει. ἐν ᾧ ἐνεργήσας ἀσυνήθει ὄντι τῷ ἀν-
θρώπῳ παρὰ τὰ λοιπὰ θηρία, δι' αὐτοῦ ἠπάτησε τοὺς προπάτορας, ὁ
μετὰ τοῦτο καὶ ἐν ἀψύχοις εἰδώλοις λαλήσας τοῖς ὑπ' αὐτοῦ δελεασθεῖσι
πολυτρόπως εἰδωλολάτραις. τὸ δὲ εἶναι τὸν ὄφιν τετράπουν τὸ πρὶν καὶ
μετὰ τὴν πονηρὰν εἰσήγησιν ἑρπηστικὸν οὐκ ἀπιστοῦμεν.
Τῷ νεʹ ἔτει, φησίν, ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ.
Τῷ οʹ ἔτει ἐγεννήθη αὐτοῖς πρωτοτόκος υἱὸς ὁ Κάιν.
Τῷ οζʹ ἔτει φασὶ γεγενῆσθαι τὸν δίκαιον Ἄβελ.
Τῷ πεʹ ἔτει ἐγεννήθη αὐτοῖς θυγάτηρ, καὶ ὠνόμασαν αὐτὴν Ἀσουάμ.
Τῷ Ϙζʹ ἔτει προσήνεγκε Κάιν.
Τῷ Ϙθʹ ἔτει Ἄβελ ἀνήνεγκε θυσίαν τῷ θεῷ κβʹ ἔτος ἄγων, κατὰ τὴν
πανσέληνον τοῦ ζʹ μηνὸς παρ' Ἑβραίοις, ἤγουν ἐν τῇ σκηνοπηγίᾳ.
Σημειωτέον ὅτι τὴν Κάιν καρποφορίαν θυσίαν καλεῖ ἡ γραφή, τὰ δὲ
τοῦ Ἄβελ δῶρα, δηλοῦσα τὸν τρόπον ἑκατέρου.
Τῷ αὐτῷ θʹ ἔτει ἀνεῖλεν ὁ Κάιν τὸν Ἄβελ, καὶ ἐπένθησαν αὐτὸν οἱ
πρωτόπλαστοι ἑβδομαδικοὺς δʹ, ἤγουν ἔτη κηʹ.
Τῷ ρκζʹ ἔτει ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἀπέθεντο τὸ πένθος.
Τῷ ρλεʹ ἔτει ἔλαβεν ὁ Κάιν τὴν ἰδίαν ἀδελφὴν Ἀσαυνᾶν οὖσαν ἐτῶν νʹ.
αὐτὸς δὲ ἦν ἐτῶν ξεʹ.
{Τῆς θείας γραφῆς περὶ τοῦ γένους Κάιν}
Καὶ ἔγνω Κάιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ.
καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ
αὐτοῦ Ἐνώχ. ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ· καὶ Γαϊδὰδ ἐγέννησε τὸν
9
Μαλελεήλ· καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα· καὶ Μαθουσάλα
ἐγέννησε τὸν Λάμεχ. οὗτος ὁ Λάμεχ ἕκτος ὢν ἀπὸ Κάιν, 〈ὃς〉 πρῶτος ἐν
ἀνθρώποις φονεὺς ἐγένετο, ἔλαβε δύο γυναῖκας καὶ δεύτερον φόνον ἐποίησε.
Κάιν οὖν πρῶτος φονεὺς Ἄβελ τοῦ δικαίου τύπον φέρει τοῦ διαβόλου, ὡς
ἐφευρετὴς τοῦ κακοῦ καὶ ἀμεταμέλητος ἐν ἀρχῇ τῆς κοσμογονίας φανείς,
Λάμεχ δὲ τύπον φέρει τοῦ Ἰουδαϊκοῦ κυριοκτόνου λαοῦ κατὰ τὸν Ϛʹ αἰῶνα
μεσοῦντα σταυρώσαντος τὸν σωτῆρα, οὗ καὶ πολλαπλασίως ἡ ἁμαρτία καὶ
ἡ ἐκδίκησις. ἀλλὰ καὶ ὁ κύριος οζʹ ἀπὸ Ἀδάμ.
Τῷ ρϘϚʹ ἔτει ἐγεννήθη τῷ Κάιν ὁ Ἐνώχ. οὗτος πρῶτος ἄροτρον εὗρεν.
Τῷ ρϘζʹ ἔτει Κάιν ἔκτισε πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ·
Ἄβελ δὲ δικαιοσύνης ἐφρόντιζεν. ὁ Κάιν μετὰ τὴν καταδίκην ἅρπαξ καὶ
πλεονέκτης μᾶλλον ἐγένετο μέτρα καὶ σταθμία καὶ ὅρους γῆς πρῶτος
ἐπινοήσας. τοὺς δὲ οἰκείους εἰς ἓν συναγαγὼν ἐν πολέμοις ἀσχολεῖσθαι
ἐδίδασκεν. οὗτος χθαμαλὸς ἦν ἀπὸ τῆς κατάρας τοῦ θεοῦ καὶ πάντες οἱ
ἐξ αὐτοῦ γεννώμενοι. ᾤκει δὲ τὴν γῆν ἥτις ἐστὶ τρέμουσα, χαμηλὴ οὖσα,
κεχωρισμένος ὑπάρχων ἐκ τοῦ Σήθ, κατὰ πρόσταξιν τοῦ Ἀδάμ. οἱ ἐκ τοῦ
Σὴθ υἱοὶ θεοῦ λεγόμενοι καὶ ἐγρήγοροι τὴν ὑψηλοτέραν γῆν τῆς Ἐδὲμ
πλησίον τοῦ παραδείσου κατῴκουν.
Τῷ σλʹ ἔτει Ἀδάμ, ἐν ᾧ ὁ Σὴθ ἐγεννήθη, ρξʹ ἔτος ὑπῆρχε τοῦ Κάιν.
Τῷ δὲ σλδʹ ἔτει ἐγέννησε θυγατέρα, ἣν ὠνόμασεν Ἀζουράν.
Τῷ σμγʹ ἔτει τοῦ Ἀδὰμ ἀπεγαλακτίσθη ὁ Σήθ.
Τῷ σοʹ ἔτει τοῦ Ἀδὰμ ὁ Σὴθ ἁρπαγεὶς ὑπὸ ἀγγέλων ἐμυήθη τὰ περὶ
τῆς παραβάσεως μέλλοντα ἔσεσθαι τῶν ἐγρηγόρων, καὶ τὰ περὶ τοῦ
κατακλυσμοῦ τοῦ ὕδατος ἐσομένου καὶ τὰ περὶ τῆς παρουσίας τοῦ σωτῆρος.
καὶ γενόμενος ἄφαντος ἡμέρας μʹ ἐλθὼν ἐξηγήσατο τοῖς πρωτοπλάστοις
ὅσα ἐμυήθη δι' ἀγγέλων. ἦν δὲ τότε ἐτῶν μʹ. ὁ Σὴθ εὐσεβὴς ἦν καὶ εὐδιά-
πλαστος σφόδρα καὶ οἱ ἐξ αὐτοῦ πάντες εὐσεβεῖς καὶ ὡραῖοι ἦσαν. οὗτοι
κατὰ πρόσταγμα τοῦ Ἀδὰμ τὴν ὑψηλοτέραν γῆν ᾤκουν τῆς Ἐδέμ, κατ-
έναντι τοῦ παραδείσου, ἀγγελικῶς βιοῦντες, ἕως τοῦ χιλιοστοῦ κοσμικοῦ
ἔτους. τούτων τὴν ἐνάρετον πολιτείαν μὴ φέρων ὁ ἀρχέκακος βλέπειν,
εἰς τὴν ὡραιότητα τῶν τότε θυγατέρων τῶν ἀνθρώπων αὐτοὺς ἔτρωσε,
10
περὶ ὧν φησι καὶ ὁ θεῖος Μωϋσῆς ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέ-
ρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐξ αὐτῶν.
Τῷ υκεʹ ἔτει ὁ Σὴθ ἔλαβε γυναῖκα Ἀζουρὰν τὴν ἰδίαν ἀδελφήν. ἦν δὲ
Σὴθ ἐτῶν ρϘεʹ, Ἀζουρὰ δὲ ἐτῶν ρϘαʹ.
Τῷ υλεʹ ἔτει ἐγεννήθη τῷ Σὴθ ὁ Ἐνώς. οὗτος γενόμενος ἐτῶν ἑκατὸν
ἐνενήκοντα ἐγέννησε τὸν Καϊνᾶν τῷ χκεʹ ἔτει.
Ἀπὸ Ἀδὰμ ἕως γεννήσεως Ἐνὼς ἔτη τετρακόσια τριάκοντα πέντε, δηλού-
σης τῆς γραφῆς· Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ
πρῶτος, τοῦτ' ἔστι προσαγορεύεσθαι ὀνόματι θεοῦ. ἑρμηνεύεται γὰρ
ὁ Ἐνὼς ὡσανεὶ ἄνθρωπος κατὰ τὸν Ἑβραϊκὸν νοῦν. οὕτω δὲ καὶ ὁ σωτὴρ
υἱὸς τοῦ ὄντος ἀνθρώπου, κατὰ τὸν φυσικὸν λόγον Ἀφρικανοῦ.
Πρώτη περίοδος τῶν φλβʹ ἐτῶν τούτῳ τῷ ἔτει ἐπληρώθη. ἦν δὲ τοῦ
μὲν Σὴθ τβʹ, τοῦ δὲ Ἐνὼς Ϙηʹ.
Τῷ χʹ ἔτει μετανοήσας ὁ Ἀδὰμ ἔγνω δι' ἀποκαλύψεως τὰ περὶ τῶν
ἐγρηγόρων καὶ τοῦ κατακλυσμοῦ καὶ τὰ περὶ τῆς μετανοίας καὶ τῆς θείας
σαρκώσεως καὶ τὰ περὶ τῶν καθ' ἑκάστην ὥραν ἡμερινὴν καὶ νυκτερινὴν
ἀναπεμπομένων εὐχῶν τῷ θεῷ ἐξ ὅλων τῶν κτισμάτων διὰ Οὐριὴλ τοῦ
ἐπὶ τῆς μετανοίας ἀρχαγγέλου οὕτως. 〈ὥρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ
ἐπιτελεῖται ἐν τῷ οὐρανῷ, βʹ εὐχὴ ἀγγέλων, γʹ εὐχὴ πτηνῶν, δʹ εὐχὴ
κτηνῶν, εʹ εὐχὴ θηρίων, Ϛʹ ἀγγέλων παράστασις καὶ διάκρισις πάσης τῆς
κτίσεως, ζʹ ἀγγέλων εἴσοδος πρὸς θεὸν καὶ ἔξοδος ἀγγέλων, ηʹ αἴνεσις καὶ
θυσίαι ἀγγέλων, θʹ δέησις καὶ λατρεία ἀνθρώπων, ιʹ ἐπισκοπαὶ ὑδάτων
καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων, ιαʹ ἀνθομολόγησις καὶ ἀγαλλίασις
πάντων, ιβʹ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίαν.〉
Τῷ χκεʹ ἔτει Καϊνᾶν ἐγεννήθη τῷ Ἐνώς. οὗτος γενόμενος ἐτῶν ροʹ
ἐγέννησε τὸν Μαλελεήλ.
Τῷ ψϘʹ ἔτει ἀπὸ Ἀδὰμ Καϊνᾶν ἔλαβεν εἰς γυναῖκα τὴν Μαλέθ.
Τῷ ψϘεʹ ἔτει ἐγέννησε Καϊνᾶν τὸν Μαλελεὴλ ὢν ἐτῶν ροʹ. Μαλελεὴλ
γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ, τῷ Ϡξʹ ἔτει τοῦ κόσμου.
11
Τῷ Ϡλʹ ἔτει Ἀδὰμ ἐκοιμήθη, καταλείψας ἄρρενας υἱοὺς λγʹ καὶ θυγα-
τέρας κζʹ. οὗτος ἡγεμόνευσε τοῦ γένους τῶν ἀνθρώπων τὰ ὅλα τῆς ζωῆς
αὐτοῦ ἔτη.
Τῷ αὐτῷ Ϡλʹ ἔτει καὶ Κάιν ἀπέθανεν, ἐμπεσόντος ἐπ' αὐτὸν τοῦ οἴκου.
λίθοις γὰρ καὶ αὐτὸς τὸν Ἄβελ ἀνεῖλε. πληρωθέντος οὖν ἐνιαυτοῦ μετὰ
θάνατον τοῦ Ἀδὰμ τέθνηκεν.
Σὴθ ἡγεμόνευσε μετὰ τὸν Ἀδὰμ τῶν τηνικαῦτα ἀνθρώπων. οἱ δὲ ἐκ
γένους αὐτοῦ διακόσιοι ἐγρήγοροι τῷ ͵α τῆς κοσμογονίας ἔτει, τεσσαρα-
κοστοῦ ὄντος τοῦ Ἰάρεδ, αὐτοῦ δὲ τοῦ Σὴθ ψοʹ, πλανηθέντες κατέβησαν,
καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων, καὶ ἐγέν-
νησαν τοὺς γίγαντας τοὺς ὀνομαστούς, ὥς φησιν ἡ γραφή. ἐπειδὴ δέ τινες
ἀντιλέγουσι περὶ τούτων, συνεῖδον ἐφεξῆς ὀλίγα τινὰ καὶ περὶ αὐτῶν
παραθέσθαι, ἔκ τε τοῦ αʹ βιβλίου τοῦ Ἐνὼχ καὶ αὐτοῦ Μωυσέως καὶ
Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων.
Τῷ Ϡξʹ ἔτει ἐγέννησε Μαλελεὴλ τὸν Ἰάρεδ.
Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ τῷ ͵αρκβʹ ἔτει τοῦ
κόσμου.
{Ἔτος 〈μʹ〉 Ἰάρεδ τῷ ͵α τοῦ κόσμου.}
{Ἐκ τοῦ πρώτου βιβλίου Ἐνὼχ περὶ τῶν ἐγρηγόρων}
Καὶ ἐγένετο ὅτε ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐγεννήθησαν
αὐτοῖς θυγατέρες ὡραῖαι, καὶ ἐπεθύμησαν αὐτὰς οἱ ἐγρήγοροι καὶ ἀπε-
πλανήθησαν ὀπίσω αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· ἐκλεξώμεθα ἑαυτοῖς
γυναῖκας ἀπὸ τῶν θυγατέρων τῶν ἀνθρώπων τῆς γῆς. καὶ εἶπε Σεμιαζὰς
ὁ ἄρχων αὐτῶν πρὸς αὐτούς· φοβοῦμαι μὴ οὐ θελήσητε ποιῆσαι τὸ πρᾶγμα
τοῦτο καὶ ἔσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης. καὶ ἀπεκρίθη-
σαν αὐτῷ πάντες καὶ εἶπον· ὀμόσωμεν ἅπαντες ὅρκῳ καὶ ἀναθεματίσωμεν
ἀλλήλους τοῦ μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην μέχρις οὗ ἀποτελέσωμεν
αὐτήν. τότε πάντες ὤμοσαν ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους. ἦσαν δὲ
οὗτοι ςʹ οἱ καταβάντες ἐν ταῖς ἡμέραις Ἰάρεδ εἰς τὴν κορυφὴν τοῦ Ἐρμο-
12
νιεὶμ ὄρους καὶ ἐκάλεσαν τὸ ὄρος Ἐρμώμ, καθότι ὤμοσαν καὶ ἀνεθεμά-
τισαν ἀλλήλους ἐν αὐτῷ.
Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζὰς ὁ ἄρχων αὐτῶν,
βʹ Ἀταρκούφ, γʹ Ἀρακιήλ, δʹ Χωβαβιήλ, εʹ Ὁραμμαμή, Ϛʹ Ῥαμιήλ, ζʹ
Σαμψίκ, ηʹ Ζακιήλ, θʹ Βαλκιήλ, ιʹ Ἀζαζήλ, ιαʹ Φαρμαρός, ιβʹ Ἀμαριήλ,
ιγʹ Ἀναγημάς, ιδʹ Θαυσαήλ, ιεʹ Σαμιήλ, ιϚʹ Σαρινᾶς, ιζʹ Εὐμιήλ, ιηʹ
Τυριήλ, ιθʹ Ἰουμιήλ, κʹ Σαριήλ.
Οὗτοι καὶ οἱ λοιποὶ πάντες ἐν τῷ ͵αροʹ ἔτει τοῦ κόσμου ἔλαβον ἑαυτοῖς
γυναῖκας καὶ ἤρξαντο μιαίνεσθαι ἐν αὐταῖς ἕως τοῦ κατακλυσμοῦ. καὶ
ἔτεκον αὐτοῖς γένη τρία· αʹ γίγαντας μεγάλους. οἱ δὲ γίγαντες ἐτέκνωσαν
Ναφηλείμ, καὶ τοῖς Ναφηλεὶμ ἐγεννήθησαν Ἐλιούδ. καὶ ἦσαν αὐξανόμενοι
κατὰ τὴν μεγαλειότητα αὐτῶν, καὶ ἐδίδαξαν ἑαυτοὺς καὶ τὰς γυναῖκας
ἑαυτῶν φαρμακείας καὶ ἐπαοιδίας. πρῶτος Ἀζαὴλ ὁ δέκατος τῶν ἀρχόν-
των ἐδίδαξε ποιεῖν μαχαίρας καὶ θώρακας καὶ πᾶν σκεῦος πολεμικὸν καὶ
τὰ μέταλλα τῆς γῆς καὶ τὸ χρυσίον πῶς ἐργάσωνται, καὶ ποιήσωσιν αὐτὰ
κόσμια ταῖς γυναιξί, καὶ τὸν ἄργυρον. ἔδειξε δὲ αὐτοῖς καὶ τὸ στίλβειν καὶ
τὸ καλλωπίζειν καὶ τοὺς ἐκλέκτους λίθους καὶ τὰ βαφικά. καὶ ἐποίησαν
ἑαυτοῖς οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ταῖς θυγατράσιν αὐτῶν καὶ παρέβησαν
καὶ ἐπλάνησαν τοὺς ἁγίους, καὶ ἐγένετο ἀσέβεια πολλὴ ἐπὶ τῆς γῆς· καὶ
ἠφάνισαν τὰς ὁδοὺς αὐτῶν. ἔτι δὲ καὶ ὁ πρώταρχος αὐτῶν Σεμιαζὰς
ἐδίδαξεν εἶναι ὀργὰς κατὰ τοῦ νοός, καὶ ῥίζας βοτανῶν τῆς γῆς. ὁ δὲ ιαʹ
Φαρμαρὸς ἐδίδαξε φαρμακείας, ἐπαοιδίας, σοφίας καὶ ἐπαοιδῶν λυτήρια.
ὁ θʹ ἐδίδαξεν ἀστροσκοπίαν. ὁ δὲ δʹ ἐδίδαξεν ἀστρολογίαν. ὁ δὲ ηʹ ἐδίδαξεν
ἀεροσκοπίαν. ὁ δὲ γʹ ἐδίδαξε τὰ σημεῖα τῆς γῆς. ὁ δὲ ζʹ ἐδίδαξε τὰ σημεῖα
τοῦ ἡλίου. ὁ δὲ κʹ ἐδίδαξε τὰ σημεῖα τῆς σελήνης. πάντες δὲ οὗτοι ἤρξαντο
13
ἀνακαλύπτειν τὰ μυστήρια ταῖς γυναιξὶν αὐτῶν καὶ τοῖς τέκνοις αὐτῶν.
μετὰ δὲ ταῦτα ἤρξαντο οἱ γίγαντες κατεσθίειν τὰς σάρκας τῶν ἀνθρώπων·
καὶ ἤρξαντο οἱ ἄνθρωποι ἐλαττοῦσθαι ἐπὶ τῆς γῆς. οἱ δὲ λοιποὶ ἐβόησαν
εἰς τὸν οὐρανὸν περὶ τῆς κακώσεως αὐτῶν λέγοντες εἰσενεχθῆναι τὸ μνη-
μόσυνον αὐτῶν ἐνώπιον κυρίου. καὶ ἀκούσαντες οἱ δʹ μεγάλοι ἀρχάγγελοι
Μιχαὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριὴλ παρέκυψαν ἐπὶ τὴν γῆν ἐκ
τῶν ἁγίων τοῦ οὐρανοῦ· καὶ θεασάμενοι αἷμα πολὺ ἐκκεχυμένον ἐπὶ τῆς
γῆς καὶ πᾶσαν ἀσέβειαν καὶ ἀνομίαν γενομένην ἐπ' αὐτῆς, εἰσελθόντες εἶπον
πρὸς ἀλλήλους ὅτι τὰ πνεύματα καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων στενάζουσιν
ἐντυγχάνοντα καὶ λέγοντα ὅτι εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν
ὕψιστον, καὶ τὴν ἀπώλειαν ἡμῶν ἐνώπιον τῆς δόξης τῆς μεγαλωσύνης,
ἐνώπιον τοῦ κυρίου τῶν κυρίων πάντων τῇ μεγαλωσύνῃ. καὶ εἶπον τῷ κυ-
ρίῳ τῶν αἰώνων· σὺ εἶ ὁ θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ ὁ
βασιλεὺς τῶν βασιλευόντων καὶ θεὸς τῶν αἰώνων, καὶ ὁ θρόνος τῆς δόξης
σου εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων, καὶ τὸ ὄνομά σου τὸ ἅγιον καὶ
εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας, καὶ τὰ ἑξῆς. τότε ὁ ὕψιστος ἐκέλευσε
τοῖς ἁγίοις ἀρχαγγέλοις, καὶ ἔδησαν τοὺς ἐξάρχους αὐτῶν καὶ ἔβαλον αὐ-
τοὺς εἰς τὴν ἄβυσσον, ἕως τῆς κρίσεως, καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν ὁ
Ἐνὼχ μαρτυρεῖ.
Ὁ δὲ θεόπτης Μωυσῆς ἐν τῇ Γενέσει φησί· ‘καὶ ἐγένετο ἡνίκα ἤρξαντο
οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐ-
τοῖς. ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί
εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.’ εἶτα ‘καὶ μετ'
ἐκεῖνο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώ-
πων καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, ἄνθρω-
ποι οἱ ὀνομαστοὶ’ καὶ τὰ ἑξῆς.
Ὁ δὲ κορυφαῖος καὶ ἀπόστολος Πέτρος ἐν ἐπιστολῇ δευτέρᾳ περὶ αὐτῶν
οὕτω φησίν· ‘εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ
σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν κολαζομένους τηρεῖν,
καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλ' ὄγδοον Νῶε δικαιοσύνης κήρυκα
ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας.’
14
Ταῦτά τοι πρὸς ὠφέλειαν τῶν βουλομένων ἐκ τῶν θείων γραφῶν παρα-
τέθεικα. ἄξιον δὲ καὶ Ζωσίμου τοῦ Πανοπολίτου φιλοσόφου χρῆσίν τινα
παραθέσθαι περὶ αὐτῶν ἐκ τῶν γεγραμμένων αὐτῷ πρὸς θεοσέβειαν ἐν τῷ
θʹ τῆς Ἰμοὺθ βίβλῳ, ἔχουσαν ὧδε· ‘φάσκουσιν αἱ ἱεραὶ γραφαὶ ἤτοι βί-
βλοι, ὦ γύναι, ὅτι ἔστι τι δαιμόνων γένος ὃ χρῆται γυναιξίν. ἐμνημόνευσε
δὲ καὶ Ἑρμῆς ἐν τοῖς φυσικοῖς, καὶ σχεδὸν ἅπας λόγος φανερὸς καὶ ἀπό-
κρυφος τοῦτο ἐμνημόνευσε. τοῦτο οὖν ἔφασαν αἱ ἀρχαῖαι καὶ θεῖαι γραφαί,
ὅτι ἄγγελοί τινες ἐπεθύμησαν τῶν γυναικῶν καὶ κατελθόντες ἐδίδαξαν
αὐτὰς πάντα τὰ τῆς φύσεως ἔργα, ὧν χάριν, φησί, προσκρούσαντες ἔξω
τοῦ οὐρανοῦ ἔμειναν, ὅτι πάντα τὰ πονηρὰ καὶ μηδὲν ὠφελοῦντα τὴν
ψυχὴν ἐδίδαξαν τοὺς ἀνθρώπους. ἐξ αὐτῶν φάσκουσιν αἱ αὐταὶ γραφαὶ καὶ
τοὺς γίγαντας γεγενῆσθαι. ἔστιν οὖν αὐτῶν ἡ πρώτη παράδοσις Χημεῦ
περὶ τούτων τῶν τεχνῶν. ἐκάλεσε δὲ ταύτην τὴν βίβλον Χημεῦ, ἔνθεν καὶ
ἡ τέχνη χημεία καλεῖται’ καὶ τὰ ἑξῆς.
Τούτων οὕτως ἐχόντων περὶ τῶν ἐκ τοῦ Σὴθ ἐγρηγόρων δέον γινώσκειν
ὅτι παρὰ μὲν τῇ θεοπνεύστῳ γραφῇ πρὸ τοῦ κατακλυσμοῦ περὶ βασιλείας
τῆς οἱασοῦν οὐ φέρεται· δῆλον γὰρ ὡς οἱ τοῦ γένους προπάτορες Ἀδάμ
τε καὶ Σὴθ καὶ Ἐνὼς καὶ οἱ ἀμφ' αὐτοὺς ἐπισημότεροι, οὗτοι ἐξῆρχον τῶν
πολλῶν ἕως τελείας κατακρατήσεως τῶν γιγάντων, οὓς νομίζομεν τυ-
ραννεῖν τῶν ἀσθενεστέρων ἀνθρώπων, οἵτινες οὐκ ἦσαν αὐτοῖς ὅμοιοι,
μέχρι τοῦ ἐπὶ Νῶε κατακλυσμοῦ, δι' οὓς καὶ ἐφθάρη ἡ γῆ.
Ἐπειδὴ δὲ Βήρωσσος ὁ τῆς Χαλδαϊκῆς ἀρχαιολογίας συγγραφεὺς ἀκμά-
σας κατὰ τοὺς χρόνους Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὥς φησι, καὶ εὑρὼν
ἐν Βαβυλῶνι πολλῶν ἀναγραφὰς φυλασσομένας ἐπιμελῶς, αἳ περιεῖχον
ἐτῶν μυριάδας που ιεʹ καὶ μικρὸν πρός, ἱστορίας τινὰς περὶ οὐρανοῦ τε καὶ
γῆς καὶ θαλάσσης καὶ βασιλέων ἀρχαιότητος καὶ τῶν πράξεων αὐτῶν,
περί τε θέσεως τῆς Βαβυλωνίας γῆς καὶ καρποφορίας αὐτῆς καὶ ζῴων
τινῶν ἐκ τῆς ἐρυθρᾶς θαλάσσης φανέντων παρὰ φύσιν τῷ εἴδει, καὶ ἄλλα
τινὰ μυθώδη, ταῦτα κομπολογίᾳ τινὶ συνέγραψεν, ἅτινα πάντα κατὰ τὸν
ἀληθῆ λόγον πλάσματα δαιμόνων εἶναι δοκεῖ, ἀναγκαῖον ἡγοῦμαι καὶ τού-
των τὸν χρόνον ἐν κανονίῳ παραθέσθαι ἀπὸ τοῦ ͵ανθʹ ἔτους τοῦ κόσμου
ὄντα, καίπερ πληροφορούμενος ὅτι δοξάσαι θέλων τὸ τῶν Χαλδαίων
15
ἔθνος καὶ δεῖξαι πάντων τῶν ἐθνῶν ἀρχαιότερον ὁ Βήρωσσος καὶ οἱ
κατ' αὐτόν, ὁ Ἀλέξανδρος, φημί, ὁ Πολυίστωρ λεγόμενος καὶ Ἀβυδηνός,
ταῦτα γεγράφασι. τὸ γὰρ τὴν καθ' ἡμᾶς οἰκουμένην πρὸ τοῦ κατακλυσμοῦ
μᾶλλον ἀοίκητον ἡγεῖσθαι, ἐν ᾗ τῶν Βαβυλωνίων ἡ χώρα καὶ ἡ Αἴγυπτος
κεῖται, καταλληλότερον εἶναι δοκεῖ ἔκ τε τῆς θείας γραφῆς καὶ ἔκ τινων
πατρικῶν μαρτυριῶν καὶ τῆς φυσικῆς τῶν πραγμάτων ἀκολουθίας· καὶ
ἐκ μὲν τῆς γραφῆς οὕτω λεγούσης· ‘καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν
αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.’ ἡ δὲ Βαβυλωνίων γῆ καὶ ἡ
καθ' ἡμᾶς οἰκουμένη πᾶσα πόρρω που κεῖται ἀπὸ τῆς κατ' ἀνατολὰς
Ἐδέμ, ἔνθα τὸν παράδεισον κεῖσθαι φαμέν. καὶ ἵνα τῷ τοιούτῳ λόγῳ μάρ-
τυρά τινα θεοφόρον διδάσκαλον παραστήσωμεν, παρέστω ἡμῖν ὁ θεῖος
Ἐφραΐμ, ἡ ὠκεανόβρυτος γλῶσσα, φάσκων ἐν τοῖς εἰς τὸν παράδεισον
δογματικοῖς αὐτοῦ λόγοις οὕτως· ‘πάντων τῶν ὑψωμάτων τῶν ὡραίων
ὑψηλότερος ὁ παράδεισος. ὁ δὲ κατακλυσμὸς πρὸς τὰ ἴχνη αὐτοῦ ἔφθασεν.
οἱ δὲ πρὸ τοῦ κατακλυσμοῦ ἄνθρωποι ἀνὰ μέσον τοῦ ὠκεανοῦ καὶ τοῦ παρα-
δείσου ᾤκησαν, ἡ δὲ γενεὰ τοῦ Κάιν εἰς γῆν καλουμένην Ὄδ, ἥτις μεθερ-
μηνεύεται τρέμουσα, οἱ δὲ τοῦ Σὴθ εἰς τὴν ὑψηλοτέραν ἐντεταλμένοι ὑπὸ
τοῦ Ἀδὰμ μὴ συμμίγνυσθαι εἰς τὴν γενεὰν τοῦ Κάιν τοῦ ἀδελφοκτόνου.
ἦν δὲ ἡ γενεὰ αὐτοῦ χθαμαλοὶ τῇ ἡλικίᾳ διὰ τὴν κατάραν Κάιν· οἱ δὲ τοῦ
Σὴθ γίγαντες καὶ ὡς ἄγγελοι θεοῦ ἐν τῇ ὑψηλῇ χώρᾳ. ἐλθοῦσαι δὲ αἱ
θυγατέρες τοῦ Κάιν διὰ μουσικῶν αὐλῶν καὶ κινυρῶν κατήγαγον αὐτοὺς
ἐκ τῆς χώρας αὐτῶν, καὶ ἔσχον αὐτάς, καὶ πληθυνθείσης τῆς ἀνομίας αὐ-
τῶν γέγονεν ὁ κατακλυσμός. καὶ ἐξήγαγεν ὁ θεὸς τὴν κιβωτὸν Νῶε εἰς
ὄρος Ἀραράτ. καὶ ἔκτοτε ᾤκησαν οἱ ἄνθρωποι εἰς τὴν γῆν ταύτην. τοῦτο
δηλοῖ ὅτι ἡ νῦν οἰκοῦσα γῆ τότε ἀοίκητος ἦν. διὰ γὰρ τῆς εὐσπλαγχνίας
τοῦ θεοῦ ᾤκησαν οἱ πρὸ τοῦ κατακλυσμοῦ εἰς τὰ πλησίον τοῦ παραδείσου,
ἀνὰ μέσον ὠκεανοῦ καὶ τοῦ παραδείσου. τὸ δὲ σκότος τὸ ἐξώτερον, περὶ
οὗ εἶπεν ὁ Χριστός, ἔσωθεν τοῦ παραδείσου ἐστίν· ὁ δὲ παράδεισος σὺν
τῷ ὠκεανῷ τὸν κόσμον κυκλοῖ· ἡ δὲ Ἐδὲμ κατὰ ἀνατολάς ἐστιν· οἱ δὲ
φωστῆρες ἡλίου καὶ σελήνης ἔσωθεν τοῦ παραδείσου ἀνατέλλουσιν, ἔξω-
θεν δὲ δύνουσιν παρερχόμενοι δι' αὐτοῦ’ καὶ τὰ ἑξῆς.
16
Τοῖς μὲν οὖν εὐπειθέσιν ἀρκεῖν οἶμαι ταῦτα πρὸς πᾶσαν πληροφορίαν,
ὅτι οἱ πρὸ τοῦ κατακλυσμοῦ ἄνθρωποι τὴν μεταξὺ ὠκεανοῦ καὶ τοῦ
παραδείσου γῆν ᾤκουν, καὶ οὔτε Βαβυλὼν ἦν ἐπὶ τῆς γῆς οὔτε Χαλδαίων
βασιλεία, ὡς τῷ Βηρώσσῳ καὶ τοῖς ἑπομένοις αὐτῷ δοκεῖ πρὸς ἀνατροπὴν
τῶν θείων γραφῶν, οὔτε Αἰγυπτίων δυναστεία, ὡς τῷ Μανεθῷ ψευδομέ-
νῳ καὶ μεγαλύνοντι τὸ τῶν Αἰγυπτίων ἔθνος ἔδοξε γράφειν. εἰ δέ τις οὐκ
ἀρκεῖται τοῖς προτεθεῖσι, τελείως πειθέσθω δι' ὧν ὑποκατιὼν ὁ θεόπτης
Μωϋσῆς ἐν τοῖς μετὰ τὸν κατακλυσμὸν οὕτω φησί· ‘Χοὺς δὲ ἐγέννησε τὸν
Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν γίγας κυνηγὸς
ἔναντι κυρίου. διὰ τοῦτο ἐροῦσιν· ὡς Νεβρὼδ γίγας. καὶ ἐγένετο ἡ ἀρχὴ τῆς
βασιλείας αὐτοῦ Βαβυλών, Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάνη ἐν τῇ γῇ Σεναάρ.
ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσούρ, καὶ ᾠκοδόμησε τὴν Νινευὴ καὶ τὴν
Ῥοβὼθ πόλιν καὶ τὴν Χαλάχ. αὕτη ἡ πόλις ἡ μεγάλη.’ φανερὸν δὲ ἐκ
τούτων ὅτι ἡ ἀρχὴ τῆς τῶν Βαβυλωνίων βασιλείας ἤτοι Χαλδαίων ἀπὸ
Νεβρὼδ τοῦ μετὰ τὸν κατακλυσμὸν εἰς ἔτη χλʹ ἀκμάσαντος γέγονε. καὶ
χρὴ πᾶσαν ἱστορίαν Χαλδαϊκὴν ἢ Αἰγυπτιακὴν πρὸ τοῦ κατακλυσμοῦ τῇ
γραφῇ ἀπαγγελλομένην μὴ ἀποδέχεσθαι τοὺς προσέχοντας ὀρθῶς ταῖς
θείαις γραφαῖς, εἰ καί τινα περὶ κατακλυσμοῦ καὶ λάρνακος ἤτοι κιβωτοῦ
κλέψαντες ἐκ τῶν θεοπνεύστων γραφῶν ἰδιοποιήσαντο, δι' ὧν οἱ ἁπλούστε-
ροι καὶ τοῖς λοιποῖς ληρήμασι προσέχοντες εὐχερῶς βλάπτονται, λέγω δὲ
περὶ μυριάδων ἐτῶν διὰ σάρων καὶ νήρων καὶ σώσσων καταλεγομένων.
ἐν οἷς καὶ περὶ ἀννιδοτίων φάσκουσι ζῴων τινῶν ἰχθυομόρφων ἐν μέρει καὶ
ἀνθρωπομόρφων, ἡμέρας μὲν ἐν τῇ γῇ διαιτωμένων καὶ μηδεμίαν τροφὴν
προσφερομένων, νυκτὸς δὲ ἐν τῷ πελάγει καταδυνόντων, παραδιδόντων
τε τοῖς ἀνθρώποις γράμματα καὶ μαθημάτων καὶ τεχνῶν ἐμπειρίας καὶ
πόλεων συνοικισμοὺς καὶ ἱερῶν ἱδρύσεις καὶ νόμων εἰσηγήσεις σπερμάτων
τε συναγωγάς· καὶ ἀπὸ τότε φασὶ χρόνους μηδὲν παρὰ ἀνθρώποις ἐφευ-
ρεθῆναι. ἅτινα πάντα καὶ ἄλλα πλεῖστα πολλῆς ἀδολεσχίας γέμοντα ὁρῶν-
τες καὶ ταῖς θείαις ἡμῶν γραφαῖς ἀνακόλουθα οἱ τὰς Χριστιανικὰς ἱστο-
ρίας συγγράψαντες, θαυμάζω πῶς κατεδέξαντο ὅλως κανονικῇ στοιχειώσει
ὑποβαλεῖν ἀνάξια πάσης ὄντα μνήμης, οὓς κατ' ὄνομα λέγειν περισσὸν
ἡγοῦμαι αἰδοῖ τῶν ἀνδρῶν, δι' οὓς ἀναγκάζομαι κἀγὼ τῇ αὐτῇ στοιχειώσει
χρήσασθαι, ἵνα μὴ δόξῃ ἀτελὲς εἶναι τὸ πόνημα. τῆς οὖν Χαλδαϊκῆς ἀρχῆς
17
ἀπὸ Νεβρὼδ ἀποδεδειγμένης συναποδέδεικται δηλονότι καὶ τὰ περὶ τῶν
Αἰγυπτιακῶν δυναστειῶν ὑπὸ Μανεθῶ τοῦ Σεβεννύτου πρὸς Πτολεμαῖον
τὸν Φιλάδελφον συγγεγραμμένα πλήρη ψεύδους καὶ κατὰ μίμησιν Βηρώσ-
σου πεπλασμένα κατὰ τοὺς αὐτοὺς σχεδόν που χρόνους ἢ μικρὸν ὕστερον·
πλὴν καὶ αὐτὰ ἀνωφελῆ ὄντα στοιχειωθήσεται ἐκ τῶν παρὰ πολλοῖς
ἱστορικοῖς κανονισθέντων.
Τῷ ͵ανηʹ ἔτει τοῦ κόσμου οἱ ἐγρήγοροι κατῆλθον καὶ διήρκεσαν ἐν τῇ
παραβάσει ἕως τοῦ κατακλυσμοῦ.
Ὁ δεύτερος κύκλος τῶν φλβʹ ἐτῶν ἐπληρώθη, καὶ ἤρξατο ὁ τρίτος τῷ
͵αξεʹ ἔτει τοῦ κόσμου, σοʹ τοῦ Μαλελεήλ.
Ὁ ἀκριβῶς ἐφιστάνων τοῖς ὑποκειμένοις δυσὶ κανονίοις αὐτόθεν ἕξει
πᾶσαν πληροφορίαν ὅτι ἐπίπλαστός ἐστιν ἡ τούτων ἐπίνοια ἀμφοτέρων,
ὡς προείρηται, τοῦ τε Βηρώσσου καὶ τοῦ Μανεθῶ τὸ ἴδιον ἔθνος θέλοντος
δοξάσαι, τοῦ μὲν τὸ τῶν Χαλδαίων, τοῦ δὲ τὸ τῶν Αἰγυπτίων. θαυμαζέτω
δὲ πῶς οὐκ ᾐσχύνθησαν ἀφ' ἑνὸς καὶ τοῦ αὐτοῦ ἔτους ἀρχὴν θέσθαι ταῖς
τερατώδεσιν αὐτῶν συγγραφαῖς, ἀλλ' ὁ μὲν Βήρωσσος διὰ σάρων καὶ νή-
ρων καὶ σώσσων ἀνεγράψατο, ὧν ὁ μὲν σάρος ͵γχʹ ἐτῶν χρόνον σημαίνει,
ὁ δὲ νῆρος ἐτῶν χʹ, ὁ δὲ σῶσσος ξʹ. καὶ συνῆξε σάρους ρκʹ διὰ βασιλέων
δέκα, ἤτοι χρόνον ἐτῶν μυριάδων μγʹ καὶ ͵β. ταῦτα δὲ ἔτη τινὲς τῶν
καθ' ἡμᾶς ἱστορικῶν ἡμέρας ἐλογίσαντο στοχαστικῶς μεμψάμενοι τὸν
Παμφίλου Εὐσέβιον, ὡς μὴ νοήσαντα τὰ ἔτη τῶν σάρων ἡμέρας. μάτην
δὲ αὐτὸν ἐν τούτῳ μέμφονται. πῶς γὰρ τὸ μὴ ὂν εἶχε νοῆσαι πολυμαθὴς
ὢν καὶ εἰδὼς τὴν Ἑλληνικὴν δόξαν πολλοὺς αἰῶνας ὁμολογοῦσαν, ἤτοι
μυριάδας ἐτῶν παρεληλυθέναι ἀπὸ τῆς κοσμικῆς γενέσεως κατὰ τὴν
παρ' αὐτοῖς μυθικὴν τοῦ ζωδιακοῦ ἐπὶ τὰ ἐναντία κίνησιν ἀπὸ τῆς ἀρχῆς
τοῦ κριοῦ καὶ πάλιν εἰς αὐτὴν ἀποκατάστασιν; ποίαν δὲ αὐτοὶ ἀνάγκην
εἶχον συμβιβάζειν τὸ ψεῦδος τῇ ἀληθείᾳ;
{Ἀφρικανοῦ περὶ τῆς τῶν Αἰγυπτίων καὶ Χαλδαίων
μυθώδους χρονολογίας}
Αἰγύπτιοι μὲν οὖν ἐπὶ τὸ κομπωδέστερον χρόνων περιττὰς περιόδους καὶ
μυριάδας ἐτῶν κατὰ θέσιν τινὰ τῶν παρ' αὐτοῖς ἀστρολογουμένων ἐξέθεν-
το, ἅς τινες τῶν ταῦτα ἀκριβοῦν δοξάντων συστέλλοντες σεληνιαίους εἶπον
18
ἐνιαυτούς, οὐδὲν ἔλαττον ἐπὶ τὸ μυθῶδες ἀπονενευκότες συμπίπτουσι ταῖς
ὀκτὼ καὶ ἐννέα χιλιάσιν ἐτῶν, ἃς Αἰγυπτίων οἱ παρὰ Πλάτωνι ἱερεῖς εἰς
Σόλωνα καταριθμοῦντες οὐκ ἀληθεύουσιν. καὶ μετ' ὀλίγα· τὰ γὰρ Φοινί-
κων τρισμύρια ἔτη ἢ τὸν τῶν Χαλδαίων λῆρον, τὸ τῶν μηʹ μυριάδων, τί δεῖ
καὶ λέγειν; ἐκ τούτων γὰρ Ἰουδαῖοι τὸ ἀνέκαθεν γεγονότες ἀπὸ Ἀβραὰμ
ἀρξάμενοι ἀτυφότερόν τε καὶ ἀνθρωπίνως μετὰ τοῦ ἀληθοῦς διὰ τοῦ Μωυ-
σέως πνεύματος διδαχθέντες, ἔκ τε τῶν λοιπῶν Ἑβραϊκῶν ἱστοριῶν,
ἀριθμὸν ἐτῶν πεντακισχιλίων πεντακοσίων εἰς τὴν ἐπιφάνειαν τοῦ σωτη-
ρίου λόγου τὴν ἐπὶ τῆς μοναρχίας τῶν Καισάρων κηρυσσομένην παρα-
δεδώκασιν.
Χαλδαίων αʹ ἐβασίλευσεν Ἀλῶρος σάρους ιʹ.
Χαλδαίων βʹ ἐβασίλευσεν Ἀλάσπαρος σάρους γʹ.
Χαλδαίων γʹ ἐβασίλευσεν Ἀμηλὼν σάρους ιγʹ.
Χαλδαίων δʹ ἐβασίλευσεν Ἀμενὼν σάρους ιβʹ.
Χαλδαίων εʹ ἐβασίλευσε Μετάλαρος σάρους ιηʹ.
Χαλδαίων Ϛʹ ἐβασίλευσε Δάωνος ἔτη Ϙθʹ.
Χαλδαίων ζʹ ἐβασίλευσεν Εὐεδώραχος σάρους ιηʹ.
Χαλδαίων ηʹ ἐβασίλευσεν Ἀμφὶς σάρους ιʹ.
Χαλδαίων θʹ ἐβασίλευσεν Ὀτιάρτης σάρους ηʹ.
Χαλδαίων ιʹ ἐβασίλευσε Ξίσουθρος σάρους 〈ιηʹ〉.
{Περὶ τῆς τῶν Αἰγυπτίων ἀρχαιολογίας}
Μανεθῶ ὁ Σεβεννύτης ἀρχιερεὺς τῶν ἐν Αἰγύπτῳ μιαρῶν ἱερῶν μετὰ
Βήρωσσον γενόμενος ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου γράφει τῷ αὐτῷ
Πτολεμαίῳ, ψευδηγορῶν καὶ αὐτὸς ὡς ὁ Βήρωσσος, περὶ δυναστειῶν Ϛʹ,
ἤτοι θεῶν τῶν μηδέποτε γεγονότων Ϛʹ, οἵ, φησί, διαγεγόνασιν ἐπὶ ἔτη
αʹ ͵αϠπεʹ. ὧν πρῶτος, φησί, θεὸς Ἥφαιστος ἔτη ͵θ ἐβασίλευσε. ταῦτα τὰ ͵θ
ἔτη πάλιν τινὲς τῶν καθ' ἡμᾶς ἱστορικῶν ἀντὶ μηνῶν σεληνιακῶν λογισά-
μενοι καὶ μερίσαντες τὸ τῶν ἡμερῶν πλῆθος τῶν αὐτῶν ͵θ σεληνίων παρὰ
τὰς τξεʹ ἡμέρας τοῦ ἐνιαυτοῦ συνῆξαν ἔτη…
…
The complete text is available when the reading interface loads.