The Greek Library Catalogue

Anonymous

Annales

Edition reference
Annales sive Βίβλος χρονική, ed. I. Bekker, Michaelis Glycae annales [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1836]: 3–457, 460–625.
CTS identifier
urn:cts:greekLit:tlg3047.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

{ΤΟΥ ΚΥΡΟΥ

ΜΙΧΑΗΛ ΤΟΥ ΓΛΥΚΑ

ΒΙΒΛΟΣ ΧΡΟΝΙΚΗ}

Βραχυσύλλαβον ἐγχαράττω σοι τοῦτο τὸ γράμμα, τέκνον μου

φίλτατον. εἰ γὰρ καὶ μυρίοις ἑαυτοὺς ἐκδεδώκασι πόνοις οἱ τὰ

χρονικὰ συλλεξάμενοι διηγήματα ὥστε φιλοτίμως ἐκθέσθαι τὰ

οἰκεῖα συντάγματα, ἀλλ' ἐν ὀλίγοις ἐγὼ τὰ τοιαῦτα συμπεριλα-

4

βὼν (οἶδα γὰρ ὅτι καὶ πάνυ καταβαρύνει τὰς ἀκοάς, εἴπερ

ὁ λόγος εἰς μῆκος ἐπεκταθείη) βραχεῖαν ἰδού σοι καὶ ταύτην

τὴν βίβλον συντίθημι.

Πρὸ πάντων οὖν εἰδέναι σε ἄξιον ὅτι ἐν ἓξ ἡμέραις

ἐποίησε τοῦτον τὸν κόσμον ὁ θεός, ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν

ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. ἠδύνατο οὖν ἐν

μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν, οὐρανὸν δηλονότι, γῆν καὶ

θάλατταν, ἰχθύας τά τε πετεινὰ καὶ τὰ τετράποδα καὶ πρὸς

τούτοις τὸν ἄνθρωπον. ἀλλ' ἵνα μὴ ἀφορμῆς ἐπιδράξονται

οἱ ἐξ αὐτομάτου τὰ πάντα παραχθῆναι λέγοντες, ἡμερῶν

ἐδεήθη ἓξ ἐπὶ τῇ παραγωγῇ τοῦδε τοῦ κόσμου ὁ δημιουργὸς

ἡμῶν καὶ θεός, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. εἰ γὰρ

καὶ οὕτω τῶν ποιημάτων ἀπαρτισθέντων αὐτόματα ταῦτά

τινες ἐφαντάσθησαν, πολλῷ μᾶλλον εἴπερ ὁμοῦ καὶ κατὰ ταῦ-

τὰ εἰς τὸ εἶναι παρήχθησαν. ἐν ἓξ δὲ καὶ μόναις ἡμέραις, καὶ

5

οὐ πλέοσιν ἢ ἐλάττοσι, τουτονὶ παραχθῆναι τὸν κόσμον ηὐ-

δόκησεν, ἵνα καὶ ἡμεῖς διδαχθῶμεν ἐντεῦθεν ἓξ ἡμέρας τῆς

ἑβδομάδος ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ κεχρῆσθαι πρὸς μόνην

δοξολογίαν θεοῦ. διὰ γὰρ τοῦτο καὶ ὁ δημιουργὸς ἐν τῇ

ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν.

εἰ δὲ ὁ κύριος ἐν εὐαγγελίοις εὕρηται λέγων „ὁ πατήρ μου

ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,“ μὴ θαύμαζε. τότε

μὲν γὰρ ὁ θεός, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κατέπαυ-

σεν ἀπὸ πάντων τῶν ἔργων, τουτέστιν ἔστη τοῦ δημιουργεῖν·

μετὰ γὰρ τὴν ἕκτην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πα-

ρήγαγεν. ἐπειδὴ δὲ τὰ δημιουργηθέντα συνέχων ἔκτοτε καὶ

συντηρῶν οὐ διέλειπεν (εἰ γὰρ μὴ οὕτω ποιῶν ἦν, οὐκ ἂν

ἐπὶ τοσούτοις αἰῶσι τὰ τοιαῦτα διήρκεσε), καὶ λίαν εὐλόγως

καὶ τήμερον ἐργάζεσθαι λέγεται.

Καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐποὶησε τὸν οὐρανὸν καὶ τὴν

γῆν, οὐρανὸν ἐκεῖνον τὸν πρῶτον, τὸν περικαλλῆ τε καὶ ἄνα-

στρον, περὶ οὗ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύ-

ψει αὑτοῦ περὶ τῆς μετὰ ταῦτα καταστάσεως διεξιών, οὕτω

φησίν ”εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, καὶ ἡ θάλασσα

οὐκ ἔστιν ἔτι.”

<Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ

τὴν γῆν.> πρόσεχε, ἀγαπητέ, ὅτι καὶ τοῦτο ἐνταῦθα ἠπό-

ρηται, πῶς ἐποίησε τὸν οὐρανὸν πρότερον, εἶτα τὴν γῆν.

6

ἐπειδὴ γὰρ τὰ θεμέλια καταβάλλονται πρότερον, εἶθ' οὕτως

ὁ ὄροφος, ἔδει πάντως παραχθῆναι τὴν γῆν καὶ τότε τὸν οὐ-

ρανόν. ἀλλὰ μὴ θαύμαζε τούτου ἕνεκεν. ἐπειδὴ γὰρ πάντα

τοῦ θεοῦ ὑπὲρ φύσιν ἐστὶ καὶ τέχνης ἀκολουθίαν, καινὸν

πάντως οὐδὲν εἴγε καὶ ἐπὶ τῆς τοῦ κόσμου τούτου παραγω-

γῆς τὸν οὐρανὸν ἐποίησε πρότερον, εἶτα τὴν γῆν. καὶ οὕτω

μὲν ὁ θειότατος Ἰωάννης· ἕτεροι δέ φασιν ὅτι ὁ ἀριστοτέ-

χνης θεὸς τὸν οὐρανὸν πρότερον παραγαγών, εἶτα τὴν γῆν,

ἀπόρρητον αὐτοῦ σοφίαν καὶ τέχνην παρέστησεν. ἐπειδὴ γάρ,

ὡς ὁ τὰ θεῖα σοφὸς Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι διὰ τῆς

ὀξείας κινήσεως τοῦ οὐρανίου σώματος ἑδράζεται κατὰ χώ-

ρας ἡ γῆ καὶ συσφίγγεται, ἔπρεπε πάντως τὸν συνοχέα πα-

ραχθῆναι πρότερον, εἶτα τὸν συνεχόμενον. εἰ δὲ καὶ πλέον

ἐπαπορήσειέ τις ἐνταῦθα, πῶς ἡ γῆ, λέγων, οὐκ ἐξέστη τῆς

οἰκείας βάσεως ἀκινήτου τοῦ οὐρανοῦ γεγονότος, ὡς ἐν τοῖς

πρὸς Θαλάσσιον ὁ μέγας Μάξιμος, ἡνίκα ὁ τοῦ Ναυῆ Ἰη-

σοῦς ἔλεγε „στήτω ὁ ἥλιος κατὰ Γαβαῶ καὶ ἡ σελήνη κατὰ

φάραγγα Αἰλώμ,“ τότε πρὸς αὐτὸν ἐροῦμεν ὅτι ὅπου βού-

λεται ὁ θεός, νικᾶται φύσεως τάξις. εἰ γὰρ ἐν τῇ χειρὶ

αὐτοῦ τὰ πέρατα τῆς γῆς, εἰ καὶ τοὺς στύλους τῆς γῆς αὐ-

τὸς ἐστερέωσε, καθά φησιν ὁ Δαβίδ, εἰ ἐθεμελίωσε τὴν γῆν

7

ἐπὶ την ἀσφάλειαν αὐτῆς ὥστε μὴ κλιθῆναι εἰς τὸν αἰῶνα,

μὴ θαύμαζε εἴγε καὶ τοῦ οὐρανοῦ ἀκινήτου ποτὲ μείναντος

τῆς οἰκείας ἡ γῆ βάσεως οὐκ ἐξέπεσεν. εἰ γὰρ καὶ φυσικῷ

λόγῳ τὰ πάντα γίνονται σήμερον, ἀλλ' ἐπειδὰν ὁ τῆς φύσεως

βουληθείη δεσπότης, τότε καὶ ὑπὲρ φύσιν ὁρῶμεν οὐκ ὀλίγα

τῶν πραγμάτων γινόμενα.

<Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ

τὴν γῆν.> καὶ ἐπειδή, καθώς φησιν ὁ μέγας Βασίλειος, ἐξ

ἀντιφράξεως τοῦ οὐρανίου σώματος βαθὺ σκότος ὁ ἀὴρ ἐνε-

δύσατο (καὶ σκότος γάρ, φησίν, ἐπάνω τῆς ἀβύσσου), πα-

ρήγαγε τὸ αἰσθητὸν τοῦτο φῶς ὥστε φαίνειν ἐπὶ τῆς γῆς.

οὐδὲ γὰρ ἀπορρῶγά τινα τοῦ νοητοῦ φωτὸς ἐκείνου τοῦ ταῖς

ἀΰλοις προσόντος δυνάμεσιν ἐναποληφθῆναι ἔπρεπε τῷ ὑλι-

κῷ τούτῳ κόσμῳ καὶ ὁρατῷ, ὅτι μηδὲ κοινωνία τοῖς ἐν ἀμφο-

τέροις νοητοῖς. κατὰ γὰρ τοῦτο καὶ διεστηκέναι μὲν ἀπ' ἀλ-

λήλων τόν τε νοητὸν κόσμον καὶ τὸν αἰσθητόν, ἑστηκέναι δὲ

τῶν ἰδίων ὅρων ἐντὸς ἡ θεολόγος γλῶσσα τρανότατα ἔφησε.

πρόσεχε οὖν. ἐπειδὴ γὰρ προστάγματι θείῳ περιετάθη ἀθρό-

ον ὁ οὐρανὸς σῶμα ἔχων συνεχές, ἱκανὸς τῶν ἔξω διαστῆ-

σαι τὰ ἔνδον, ἀναγκαίως τὸν ἐναποληφθέντα αὐτῷ τόπον

ἀφεγγῆ κατέστησε, τὴν ἔξωθεν αὐγὴν διακόψας. εἴ τι γὰρ

8

ἦν πρὸ τῆς τοῦ αἰσθητοῦ τοῦδε κόσμου συστάσεως, ἐν φωτὶ

διῆγεν ὁμολογουμένως, ὡς ὁ θειότατός φησι Βασίλειος. οὐδὲ

γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι καὶ πᾶσαι αἱ ἐπουράνιαι στρατιαὶ

ἐν σκότει διῆγον, ἀλλ' ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευμα-

τικῇ. τὸ τοίνυν ἐγκόσμιον σκότος τῇ τοῦ οὐρανίου σώματος

παρυπέστη σκιᾷ. ἀλλ' ἐνταῦθα προσέχειν ἄξιον. οὐδὲ γὰρ

προηγεῖται τῆς ἡμέρας ἡ νύξ, ὡς ἔδοξέ τισιν ἀμαθέσι. τὸ

γὰρ σκότος ἐκεῖνο τὸ πρὸ τῆς παραγωγῆς τοῦ ὁρατοῦ τοῦδε

φωτὸς οὔτε οὐσία τίς ἐστιν (ἐξ ἀντιφράξεως γὰρ ὑφέστηκεν,

ὡς προείρηται) οὔτε νὺξ ὠνομάσθη παρὰ τῆς ἁγίας γραφῆς,

ὡς ἐντεῦθεν τῆς ἡμέρας τὴν νύκτα προτάττεσθαι. εἰ γὰρ

καὶ τοῦ Μωσέως ἤκουσας λέγοντος ὅτι μετὰ τὸ διαχωρίσαι

τὸν θεὸν ἀναμέσον τοῦ φωτὸς καὶ ἀναμέσον τοῦ σκότους τὸ

μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος ἐκάλεσε νύκτα, μὴ

θαύμαζε. οὐδὲ γὰρ τὸ σκότος ἐκεῖνο τὸ πρότερον, ὡς Ἰώ-

σηπος ἐν τῇ καθ' αὑτὸν ἀρχαιολογίᾳ φαίνεται λέγειν, ἀλλὰ

τὸ μετὰ τὴν συστολὴν τοῦ φωτὸς χώραν αὐτίκα λαβόν, ἐκεῖ-

νο νύκτα ἐκάλεσε. ”καὶ ἐγένετο” γάρ φησιν „ἑσπέρα, καὶ

ἐγένετο πρωῒ ἡμέρα μία.“ καὶ πείθου τῷ μεγάλῳ Βασιλείῳ

λέγοντι ὅτι ἡ πρὸ τῆς γενέσεως τοῦ φωτὸς ἐν τῷ κόσμῳ κα-

τάστασις οὐχὶ νὺξ ἦν ἀλλὰ σκότος. τὸ μέντοι διασταλὲν πρὸς

9

τὴν ἡμέραν, τοῦτο νὺξ ὠνομάσθη, ὅπερ νεωτέρας προσηγο-

ρίας μετὰ τὴν ἡμέραν τετύχηκεν. οὐκοῦν ἡ ἡμέρα προηγεῖ-

ται τῆς νυκτός. τὸ γὰρ φῶς ἐκεῖνο διακεχυμένον ὂν ἁπαν-

ταχοῦ συνεστέλλετο κελεύσει τοῦ παραγαγόντος αὐτὸ θεοῦ,

συστελλόμενον δὲ πάροδον ἐδίδου τῇ νυκτί, καθά φησιν Ἰου-

στῖνος ὁ φιλόσοφος ὁ καὶ μάρτυς Χριστοῦ, καὶ μετ' ἐκεῖνον

ὁ μέγας Βασίλειος. ἔνθεν τοι καὶ τὸ μῆκος ἀμφοτέρων ἐπι-

συνάπτων ὁ Μωσῆς καὶ μίαν ἡμέραν ἀποκαλῶν, οὕτω τὴν ἐκ-

μέτρησιν τῶν χρόνων ποιεῖ, ”καὶ ἐγένετο” λέγων „ἑσπέρα,

καὶ ἐγένετο πρωῒ ἡμέρα μία.“ ἐπίγνωθι οὖν, ἀγαπητέ, ὡς

εἴγε τὸ σκότος ἐκεῖνο προηγεῖτο τῆς ἡμέρας, ἐκεῖθεν ἂν ὁ

Μωσῆς καὶ τὴν τῶν ἡμερῶν ἐποιεῖτο ἐκμέτρησιν. ταῦτα μὲν

οὖν ἐπιβεβαιοῖ καὶ αὐτὸς ὁ τὴν γλῶτταν χρυσοῦς. ἐν γὰρ

τῇ εἰς τὴν ἑξαήμερον τρίτῃ αὐτοῦ ὁμιλίᾳ φησὶν ὅτι εἰπὼν ὁ

Μωσῆς ”καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ ἡμέρα μία”

ἔδειξε σαφῶς ὅτι τὸ τέλος τῆς νυκτὸς πλήρωμα τῆς ἡμέρας

ἐστίν· ἐπὶ γὰρ τούτῳ καὶ ἀμφοτέρων τὸ μῆκος ἡμέραν μίαν

εἰκότως ἐκάλεσεν. οὕτω μὲν οὖν, ὁ μέγας Βασίλειος περὶ

τοῦ Μωσέως φησίν, ἵνα τὰ πρεσβεῖα τῆς γενέσεως ἀποδῷ τῇ

ἡμέρᾳ, πρότερον εἶπε τὸ πέρας τῆς ἡμέρας, εἶτα τῆς νυκτός,

ὡς ἐφεπομένης τῆς νυκτὸς τῇ ἡμέρᾳ. ἄφες λοιπὸν τὰ τοῦ

10

Ἰωσήπου· σκότους γὰρ ἐκεῖνος ὡς Ἰουδαῖος ὑπάρχων μεστὸς

ἀναβλέψαι πρὸς τὸ φῶς οὐκ ἠθέλησεν. ἔνθεν τοι καὶ τὴν

νύκτα τῆς ἡμέρας προέταξε.

Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία. τί-

νος ἕνεκεν ἐνταῦθα εἶπεν ἡμέρα μία, καὶ οὐκ εἶπεν ἡμέρα

πρώτη; καίτοι γε τοῦτο ἦν ἀκολουθότερον, εἴγε μετὰ ταῦτα

ἔμελλε λέγειν „καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα

δευτέρα·“ τῆς γὰρ δευτέρας καὶ τῆς τρίτης ἐξ ἀνάγκης πρώ-

τη κατάρχει τε καὶ προηγεῖται. εἶπεν οὖν ἡμέρα μία τὸ μέ-

τρον ἡμέρας καὶ νυκτὸς περιορίζων, καὶ συνάπτων τοῦ ἡμε-

ρονυκτίου τὸν χρόνον, ὡς τῶν εἰκοσιτεσσάρων ὡρῶν μιᾶς

ἐκπληρουσῶν ἡμέρας διάστημα, συνυπακουομένης τῇ ἡμέρᾳ

δηλονότι καὶ τῆς νυκτός· καὶ γὰρ ἡ τοῦ οὐρανοῦ ἀπὸ τοῦ

αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις ἐν μίᾳ ἡμέ-

ρᾳ γίνεται.

Καὶ περὶ μὲν τῆς οὐσίας τοῦ οὐρανοῦ πλέον οὐ δεῖ πο-

λυπραγμονεῖν, εἴγε καὶ μᾶλλον ὁ προφήτης Ἡσαΐας ὡσεὶ κα-

πνὸν αὐτὸν στερεωθῆναί φησιν ὑπὸ θεοῦ, τὴν φύσιν ἐντεῦ-

θεν αὐτοῦ παριστῶν, ὅτι λεπτὴ λίαν ἐστίν. ὁ δὲ Πλάτων

οὐσιωθῆναι λέγει τὸν οὐρανὸν ἐκ τῆς αὐτοειδεστέρας μοίρας

11

τῶν τεσσάρων στοιχείων, κἀν τούτῳ διαφέρειν τῶν λοιπῶν

σωμάτων αὐτόν· ταῦτα γὰρ ἐκ τῆς παχυτέρας μερίδος τὴν

γένεσιν ἔσχηκεν. ταῦτα δὲ πάντως ὁ Πλάτων ἐδόξαζεν, ἐπει-

δὴ προϋπάρχειν ᾤετο τὴν ἀσώματον ὕλην, ἀφ' ἧς ἄρα τὰ

τέσσαρα στοιχεῖα. ἀλλ' ἐρρέτωσαν, ὡς μέγας φησὶ Μάξι-

μος, οἱ λέγοντες ὅτι οὐδὲν ἐξ οὐκ ὄντων ἐγένετο· ἡμεῖς γάρ

φαμεν, ὥσπερ τῆς μεγαλοσύνης τοῦ πεποιηκότος οὐκ ἔστι

πέρας, οὕτως οὐδὲ τῆς σοφίας αὐτοῦ καὶ δυνάμεως κατάλη-

ψις. ὁ δὲ Ἀριστοτέλης ἑτερούσιον τὸν οὐρανὸν καὶ πέμπτον

σῶμα καλεῖ. καλεῖ δὲ αὐτὸν ἑτερούσιον καὶ ἄλλο τι παρὰ

τὰ τέσσαρα, ὅτι καὶ ἡ κίνησις ἀμφοτέρων ἄλλη καὶ ἄλλη.

τὰ μὲν γὰρ ἄνω φέρονται ὡς κοῦφα, τὰ δὲ πάλιν ὡς βαρέα

ὄντα κάτω κέκτηται τὴν φοράν· ὁ δὲ οὐρανὸς κυκλικὴν ἔχει

τὴν κίνησιν, ἐφ' ᾧ καὶ ἄλλο τι παρὰ τὰ τέσσαρα δοξάζει

αὐτόν. καὶ οὗτοι μὲν οὕτως. ἡμεῖς δὲ καταβάλλεσθαι ὑπ'

ἀλλήλων ἀφέντες αὐτούς, τῷ θεόπτῃ πεισθῶμεν Μωσεῖ λέ-

γοντι ”ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.”

κἀντεῦθεν ἐκ τοῦ κάλλους τῶν ὁρωμένων τὸν ὑπέρκαλον ἐν-

νοώμεθα, ὡσαύτως ἐκ τοῦ μεγέθους αὐτῶν ἀναλογιζώμεθα

τὸν ὑπερμεγέθη καὶ ἄπειρον· κατὰ γὰρ τὸν σοφὸν Σολομῶν-

τα ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς αὐ-

τῶν θεωρεῖται. καὶ τί χρὴ πολλὰ λέγειν; ἐκ τεσσάρων μὲν

12

οὖν στοιχείων τὰ κτίσματα συνέστησαν, πλὴν οὐκ ἐκ τῆς

ἀσωμάτου ὕλης τὰ στοιχεῖα τὸ εἶναι εἰλήφασι κατὰ τοὺς

ἔξωθεν, ἀλλ' ἐξ αὐτοῦ τοῦ πάντων δημιουργοῦ καὶ θεοῦ· ἐν

τῇ πρώτῃ γὰρ ἡμέρᾳ καθ' ἣν ἐξ οὐκ ὄντων παρήγαγε τὸν

οὐρανὸν καὶ τὴν γῆν ὁ θεός, τηνικαῦτα καὶ αὐτὰ συμπαρή-

γαγε τὰ στοιχεῖα, ὡς ἐντεῦθεν πάντα πρὸς τὸ εἶναι παράγε-

σθαι. καὶ περὶ μὲν τοῦ οὐρανοῦ τοιαῦτα.

Περὶ δὲ τῆς γῆς εἰδέναι ὀφείλεις ὅτι μέσον αὕτη τοῦ

παντὸς ἀπῃώρηται. καὶ τοῦτο γνοίης ἂν ἐκ τῆς τῶν ἄστρων

κινήσεως. ἰσομεγέθη καὶ γὰρ σύμπαντα φαίνεται ἡμῖν ἀνα-

τέλλοντα καὶ μεσουρανοῦντα καὶ δύνοντα. καὶ τοῦτό ἐστιν

ὅπερ ὁ μέγας Βασίλειος ἐν τῇ περὶ φωστήρων ἕκτῃ αὐτοῦ

ὁμιλίᾳ φησί, „τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτάτω καὶ οὐδεὶς

πορρωτάτω, ἀλλ' ἐξ ἴσου τοῦ διαστήματος τοῖς κατὰ πᾶν

μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει.“ πρόσεχε οὖν. εἰ

γὰρ παρήλλαξεν ἡ γῆ τὴν μεσότητα, ἐχρῆν ὁποτέρῳ μὲν

προσκεχωρήκει τῶν πέριξ μερῶν, ἐκεῖσε τὰ ἄστρα γινόμενα

ὁρᾶν μείζονα, ἀφ' ὧν δὲ διέστηκεν αὕτη, ἐν τούτοις ἐλάσ-

σονα ταῦτα ἀθρεῖν. νῦν δὲ ἁπανταχόθεν ἴσα ὁρώμενα δίδω-

σιν ἡμῖν ἐννοεῖν ὅτι μέσον ἡ γῆ τοῦ παντὸς ἀπῃώρηται. καὶ

γὰρ εἰ μὴ τοῦτο ἦν, εἰ μὴ καθάπερ εἴπομεν, ἀπῃωρημένη

αὕτη παρήγετο κατ' ἀρχάς, οὐκ ἂν αἱ κατὰ τόπους κινήσεις

13

αὐτῆς ὑπ' ἀνέμων ἐγίνοντο. αἴτιος μὲν γὰρ τοῦ σεισμοῦ ὁ

θεὸς κατὰ τὸν εἰπόντα προφήτην ”ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν

καὶ ποιῶν αὐτὴν τρέμειν,” τὸ δὲ συνεχὲς τούτου γίνεται καὶ

παρὰ τὴν τῶν ὑπογείων ἀνέμων κίνησιν. διὰ γὰρ τοῦτο καὶ

ἐπιόντων μεγάλων σεισμῶν ἄνεμοι τῷ τότε οὐκ εἰσίν, ὡς ἐγ-

κλειομένων αὐτῶν ὑποκάτω κατὰ τόπους καὶ μᾶλλον ὑπάν-

τρους.

Εἰ δὲ καὶ τί ἐστιν ὁ ἄνεμος ἐπιζητεῖς καὶ πόθεν ἔχει

τὴν γένεσιν, εἰδέναι ὀφείλεις ὅτι τινὲς μὲν τὸν ἀέρα φασὶ

κινούμενον τὰς τῶν ἀνέμων αὔρας παρέχειν ἡμῖν, ἕτεροι δὲ

πάλιν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γεννᾶσθαι τὸν ἄνε-

μον φάσκουσιν. οἷς δὴ καὶ προσέχειν σε πλέον βούλομαι. ἡ

μὲν γὰρ τοῦ ἀέρος κίνησις ἔκλυτος ὑπάρχει καὶ χαλαρά, ἡ

δὲ τοῦ ἀνέμου βιαιοτέρα τε καὶ τυραννική. καὶ δῆλον ἐξ

αὐτῶν τῶν σεισμῶν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ σεισμὸς εἰ

μὴ ὑπόγειος ἄνεμος. τεσσάρων δὲ ὄντων ὡς εἰπεῖν καθολι-

κῶν ἀνέμων, ἀπηλιώτης μὲν καὶ ζέφυρος οὐκ εἰσὶ σφοδρό-

τατοι, βορρᾶς δὲ καὶ νότος τυραννικώτατοι, διότι ἐν μὲν

τῷ βορείῳ καὶ νοτίῳ πόλῳ, ὅθεν ὁ βορρᾶς καὶ ὁ νότος πνεῖ,

μὴ γινόμενος ὁ ἥλιος οὐ θερμαίνει τὰ ἐκεῖσε χωρία, ἀλλὰ

μένει ψυχρά, ψυχρὰ δὲ ὄντα ἀεὶ ἔνικμά εἰσιν, ὥστε ὄμβρων

πολλῶν γενομένων διὰ τὴν ψῦξιν, εἶτα τῆς γῆς διαβρόχου

14

γενομένης, πολλὴ καπνώδης ἀναθυμίασις ἀναδίδοται, καὶ διὰ

τοῦτο σφοδροὶ ἄνεμοι γίνονται, ὅ τε βορρᾶς καὶ ὁ νότος. ἐν

δὲ τοῖς ἀνατολικοῖς καὶ δυτικοῖς χωρίοις κινούμενος ὁ ἥλιος

οὐκ ἐᾷ ψῦξιν γενέσθαι πολλήν, καὶ διὰ τοῦτο οὔτε πολὺς

ὑετὸς γίνεται οὔτε πολλὴ ἡ καπνώδης ἀναθυμίασις, ἅτε τῆς

γῆς μὴ διαβρεχομένης. ἔνθεν τοι καὶ οὐ σφοδροὶ γίνονται

ἄνεμοι. ἀλλὰ καὶ ἐτήσιοι βόρειοι ἄνεμοι γίνονται μεθ' ἡμέ-

ρας εἴκοσι τῆς θερινῆς τροπῆς, μετὰ τὴν τοῦ κυνάστρου ἐπι-

τολήν. τηνικαῦτα γὰρ τῆς χιόνος λυομένης αὖραι γίνονται

ψυχραὶ βόρειοι. καὶ τούτου χάριν οἱ διαληφθέντες ἄνεμοι

τῷ καιρῷ τούτῳ καθ' ἕκαστον ἔτος ἀπάρχονται πνεῖν. καὶ

περὶ μὲν τούτων οὕτως· ἄνεμον δὲ παρ' Ὁμήρῳ καλούμε-

νον θύελλαν ὁ Ἀριστοτέλης τυφῶνα καλεῖ, διὰ τὸ παχὺ εἶ-

ναι τὸ πνεῦμα καὶ οἱονεὶ τύπτειν τῇ φωνῇ τὸ παρατυχόν. αἰ-

τία δὲ τοῦ τοιούτου ἀνέμου ἀτμὶς παχεῖα ἄνωθεν ἀπὸ τῶν

νεφῶν φερομένη, εἴτε κατὰ γῆς εἴτε κατὰ θαλάσσης, ἥτις

προσπταίουσά τινι ἀντιτύπῳ σώματι ἀναπάλλεται εἰς τοὐπί-

σω, ἐπεὶ δὲ τὸ ἀναπαλλόμενον κωλύεται εἰς τοὐπίσω χωρεῖν

ὑπὸ τοῦ ὄπισθεν ἐπακολουθοῦντος, ἐπὶ τὰ πλάγια διακλᾶται,

εἶτα κἀκεῖσε ἀντιτύπῳ συναντήσασα πάλιν διασκορπίζεται,

καὶ γίνεται ἑλιξίτης συστροφὴ τοῦ ἀνέμου, μετεωρίζουσα

καὶ ἀπὸ γῆς καὶ ἀπὸ θαλάσσης τὰ παρατυχόντα σώματα.

15

ἔνθεν τοι καὶ σίφωνα τὸν τοιοῦτον ἄνεμον καλοῦσι· κατὰ

κύκλον τε γὰρ εἱλεῖται περὶ τὴν γῆν, καὶ πρὸς τὴν οἰκείαν

αὖθις ἐπανακάμπτει ἀρχήν, ὅθεν καὶ λίθους ἐφέλκεται καὶ

χοῦν ἐπισύρεται καὶ λέμβους ἀνασπᾷ, ἃ δὴ καὶ ἐν ἄλλοις

τόποις καταρρηγνύμενα θαῦμα τοῖς θεωμένοις ἐμποιοῦσι καὶ

ἔκπληξιν. ὁ δὲ ἐκνεφίας ἄνεμος ὁμοίως σχεδὸν τῷ τυφῶνι·

πλὴν ὁ τυφὼν ὁρᾶται διὰ τὸ παχυμερεστέραν οὐσίαν ἐκ τοῦ

νέφους ἐφέλκεσθαι. καὶ οὐδὲ ὑετὸς παύει αὐτόν, εἰ μὴ μό-

νος ὁ βορρᾶς. καὶ ταῦτα μέν, ἀγαπητέ, κατ' ἐπιτομὴν ἐσχε-

δίασται διὰ σὲ πολλὰ τῶν τοιούτων ἐφιέμενον.

Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ παρήγαγεν ἐκ τῶν ὑδάτων αὐτὸ

τὸ στερέωμα, ὥστε διαχωρίζειν ἀναμέσον τοῦ ὕδατος τοῦ

ἐπάνω τοῦ στερεώματος καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω

τοῦ στερεώματος. ὕδωρ ὁ θεὸς ἐναπέθετο διὰ τὴν τοῦ ἡλίου

θερμοτάτην φοράν τε καὶ ἔκκαυσιν· καὶ εἰ μὴ ἔκειτο ὕδωρ

ἐπινοτίζον, συνετρίβη ἂν ὑπὸ θέρμης ὡς ἄγγος ὀστράκινον

μέσον φλογὸς ἱστάμενον καὶ ὕδωρ μὴ ἔχον. καὶ κάτωθεν

διὰ τοῦτο ὕδατα πολλά, ποταμοί τε καὶ λίμναι καὶ θάλασ-

σαι, ὥστε μὴ καταφλεχθῆναι τουτὶ περίγειον τῇ ὑπερβολῇ

τοῦ θερμοῦ. ᾔδει γὰρ ὁ θεός, ὥς φησιν ὁ μέγας Βασίλειος,

ὅσον ἀφώρισε τῷ κόσμῳ χρόνον εἰς διαμονήν, καὶ πόσην

16

χρὴ τῷ πυρὶ προαποθέσθαι δαπάνην. καλῶς οὖν ἔλεγεν ὁ

Δαβὶδ „ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων·“ ἐπειδὴ

γὰρ τὰ ὕδατα τὴν γῆν ἐπινοτίζοντα φυλάττουσιν αὐτὴν ὥστε

μὴ καταφρυγῆναι τῷ πυρί, ἀληθῶς ἂν εἴη ταῦτα τῇ γῇ θε-

μέλιον ὀχυρώτατον. ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι τὰ

ὕδατα καθάπερ τι θεμέλιον ὑπανέχουσι τὴν γῆν, ὁ χρυσορ-

ρήμων Ἰωάννης ἐν τῇ βίβλῳ τῶν ἀνδριάντων ἀριδηλότερον

ἔδειξε, κατὰ ῥῆμα διεξιὼν οὑτωσί ”ἡ γῆ, ἐὰν ἐπιλίπωσιν

αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάσσης καὶ τῶν ποταμῶν

ἐνσπειρομένη νοτίς, καταφρυγεῖσα τελείως ἀπόλλυται.” ἔσται

μέντοι ὅτε καὶ πάντα καταφρυγήσεται τῷ πυρί, ὡς ὁ προφή-

της Ἡσαΐας φησὶν ἐν οἷς πρὸς τὸν τῶν ὅλων θεὸν διαλέγε-

ται „ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ πάντας τοὺς πο-

ταμούς σου ξηρανῶ.“

Παράγει οὖν ἐξ ὑδάτων τὸ στερέωμα ὁ θεός, καλέσας

αὐτὸ καταχρηστικῶς οὐρανόν. κυρίως μὲν γὰρ οὐρανὸς ἐκεῖ-

νος ὁ πρῶτος λαβὼν ἐξ οὐκ ὄντων τὴν σύστασιν· κατὰ δεύ-

τερον δὲ λόγον καλεῖ οὐρανὸν ἡ γραφὴ καὶ αὐτὸ τὸ στε-

ρέωμα τὸ ἐξ ὑδάτων, ὡς εἴπομεν, γεγονός. ἐπίγνωθι οὖν

ἐντεῦθεν ὅτι δύο παρέδωκεν οὐρανοὺς ἡ γραφή. καὶ οἱ μὲν

Ἕλληνες ἕνα διισχυρίζονται εἶναι οὐρανόν, ἅτε τῆς Μωσαϊ-

κῆς ἱστορίας παντάπασιν ὄντες ἀμύητοι· ὁ δὲ μέγας Βασί-

λειός φησιν ὅτι τοσοῦτον ἀπέχομεν τῷ δευτέρῳ ἀπιστεῖν ὡς

17

καὶ τρίτον ἐπιζητεῖν, οὗ τῆς θέας ὁ μακάριος Παῦλος ἠξίω-

το. καὶ αὐτὸν γὰρ τὸν ἀέρα καλεῖν εἴωθεν οὐρανὸν ἡ γρα-

φή· ”τὰ πετεινὰ” γάρ φησι „τοῦ οὐρανοῦ,“ καὶ ”δώσει

κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ.” αὐτὸ τοῦτο καὶ ὁ Δα-

μασκηνὸς Ἰωάννης ἐν τῷ εἰκοστῷ αὐτοῦ κεφαλαίῳ παρίστησι,

τρεῖς εἶναι λέγων οὐρανούς, αὐτίκα τὸν ἐξ οὐκ ὄντων ἐξ

ἀρχῆς παραχθέντα, τὸν ἐξ ὑδάτων τε λαβόντα τὴν σύστασιν

καὶ αὐτὸν τὸν ἀέρα. καὶ δηλοῖ τοῦτο ἡ γραφὴ λέγουσα „τὰ

πετεινὰ τοῦ οὐρανοῦ.“ πρόσεχε οὖν. ὁ πρῶτος μὲν γὰρ οὐ-

ρανὸς ὁ ὑπὲρ κεφαλῆς ἡμῖν ὑφηπλωμένος ἀήρ, δεύτερος αὐ-

τὸ τὸ στερέωμα, καὶ τρίτος ὁ ἐξ οὐκ ὄντων κατ' ἀρχὰς γε-

γονώς, εἰς ὃν δὴ καὶ ὁ πάμμεγας ἡρπάγη Παῦλος. εἰ δὲ

καὶ πλείους οὐρανοὺς ὁ Δαβὶδ ὑπεμφαίνει λέγων ”αἰνεῖτε αὐ-

τὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν,” μὴ θαύμαζε· ἡ γὰρ Ἑβραῒς

γλῶττα πληθυντικῶς ἐκφέρειν εἴωθε τὰ ἑνικά, ὡς ὁ χρυσοῦς

τὴν γλῶτταν φησίν. οὕτω μὲν οὖν νοήσεις καὶ ἔνθα λέγει

„τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις·“ μία

γὰρ ἐκεῖσε διαίρεσις γέγονε, καὶ οὐ πολλαί. καλεῖ δὲ τὸν

δεύτερον οὐρανὸν στερέωμα ἡ γραφὴ πρὸς ἀντιδιαστολὴν τοῦ

προτέρου οὐρανοῦ καὶ αὐτοῦ τοῦ ὕδατος· εἰκὸς γὰρ τὸν

ἐκεῖνον λεπτομερέστερον σῶμα τυγχάνειν καὶ εἰλικρινέστερον.

18

καὶ δῆλον ἐξ ὧν ὁ Ἡσαΐας φησὶν ”ὁ στερεώσας τὸν οὐρανὸν

ὡσεὶ καπνόν.” ὡσαύτως καὶ τὸ ὕδωρ αὐτὸ ἀραιόν τε καὶ

μαλακὸν πρὸς αὐτὸ συγκρινόμενον τὸ στερέωμα.

Ὁ μὲν οὖν Ἰώσηπος ἐν τῇ κατ' αὐτὸν ἀρχαιολογίᾳ φη-

σὶν ὅτι τὸ στερέωμα παραγαγὼν ὁ θεὸς κρύσταλλον αὐτῷ

περιέπηξε, νότιόν τι καὶ ὑετῶδες πρὸς τὴν ἀπὸ τῶν δρόσων

ὠφέλειαν ἁρμοδίως αὐτὸ τῇ γῇ ἐμηχανήσατο. οὐκ ἔχει δὲ

καὶ τὰ τῆς ἀληθείας, ὡς οἶμαι, κατὰ τὸν ἐκείνου σκοπόν.

τίνος ἕνεκεν; ὅτι δρόσοι καὶ ὑετοὶ πάχναι τε καὶ χάλαζαι

καὶ χιόνες ἐξ ἀναθυμιάσεως λέγονται τῶν περὶ γῆν ὑδάτων

συνίστασθαι. καὶ πρόσεχε τῷ μεγάλῳ Βασιλείῳ περὶ τούτων

οὕτως ἐν τῇ ἑξαημέρῳ αὐτοῦ διεξιόντι. „καλὴ μὲν οὖν ἡ θά-

λασσά ἐστι, καὶ ὅτι τοῖς ἀερίοις ὕδασιν ἀρχή τίς ἐστι καὶ

πηγή, θαλπομένη μὲν τῇ ἀκτῖνι τοῦ ἡλίου, ἀποτιθεμένη δὲ

τὸ λεπτὸν τοῦ ὕδατος διὰ τῶν ἀτμῶν· ὅπερ ἑλκυσθὲν εἰς

τὸν ἄνω τόπον, εἶτα καταψυχθὲν διὰ τὸ ὑψηλότερον γενέ-

σθαι τῆς ἀπὸ τοῦ ἐδάφους ἀνακλάσεως τῶν ἀκτίνων, καὶ

ὁμοῦ τῆς ἐκ τοῦ νέφους σκιᾶς τὴν ψῦξιν ἐπιτεινούσης, ὑετὸς

γίνεται καὶ πιαίνει τὴν γῆν.“ καὶ μάρτυς τῶν λεγομένων ὁ

προφήτης Ἀμὼς λέγων ”κύριος ὁ ποιῶν πάντα καὶ μετα-

σκευάζων, ὁ ἀνάγων τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐ-

τὸ ἐπὶ πρόσωπον τῆς γῆς.” ὅτι δὲ τὸ λεπτότερόν τε καὶ πο-

19

τιμώτερον ἐκ τῆς θαλάττης ἀνάγεται τῇ τοῦ ἡλίου θερμότη-

τι, οὐδεὶς ἂν ἀπιστήσειεν τοὺς ὑποκαιομένους λέβητας ἐν-

νοήσας, οἳ πλήρεις ὄντες ὑγροῦ πολλάκις κενοὶ κατελείφθη-

σαν, εἰς ἀτμὸν πάντως τοῦ ἑψομένου διακριθέντος. ἀλλὰ

καὶ αὐτὸ τὸ τῆς θαλάττης ὕδωρ ἴδοι τις ἂν ὑπὸ τῶν ναυτιλ-

λομένων ἑψόμενον κἀντεῦθεν τὴν χρείαν μετρίως παραμυθού-

μενον· τηνικαῦτα γὰρ σπόγγοις ὑποδεχόμενοι τοὺς ἀναγομέ-

νους ἐκεῖθεν ἀτμοὺς ἴαμα δίψης ἐν ταῖς ἀνάγκαις εὑρίσκου-

σι. καλῶς οὖν ὁ προφήτης ἔλεγεν „ὁ ἀνάγων τὸ ὕδωρ τῆς

θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς·“ ὁ γὰρ

ἀὴρ ταῖς κάτωθεν ἀναθυμιάσεσι καταπυκνούμενος σταγόνας

ἀφίησι καὶ καταπιαίνει τὴν γῆν. κατὰ τοῦτο καὶ ὁ ἥλιος

ἡνίκα τὰ νότια παρεάσας ἐπὶ τὰ βόρεια μέρη τρέχει καὶ τὸ

θέρος ἐργάζεται, ἀναλίσκει τὰ ὕδατα καὶ τὰ ἡμέτερα ξηραί-

νει σώματα. καὶ μέντοι καὶ τοὺς ποταμοὺς μικροτέρους

ἔστιν ἰδεῖν. τούτῳ μέντοι τῷ λόγῳ καὶ τὸν Νεῖλον αὐτὸν οὐ

κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις φασὶ πλημμυρεῖν καιρόν, ἀλλὰ

μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε

ἡλίου τὴν βορειοτέραν τηνικαῦτα διαθέοντος ζώνην, καὶ τοῖς

ἄλλοις μὲν ποταμοῖς ἐνοχλοῦντος, τούτου δὲ πλεῖστον ἀπέ-

χοντος. ἡ μέντοι τῶν ἀτμῶν φύσις οὐδὲν ἄλλο ἐστὶν ἢ λε-

λεπτυσμένον ὕδωρ. ἀναγομένων οὖν, ὡς εἴρηται, αὐτῶν τῇ

20

τοῦ ἡλίου ὁλκῇ, κἀντεῦθεν πυκνουμένου τοῦ ἀέρος, ὑετοὶ κα-

ταρρήγνυνται χιόνες τε καὶ χάλαζαι, καὶ ὅσα τῆς ὑγρᾶς

ὑπάρχει φύσεως ἔγγονα. καὶ περὶ μὲν τούτων οὕτως.

Οἶδα δέ, ἀγαπητέ, ὅτι καθ' ἱστορίαν ἐπελθοῦσα ἡ σὴ

φιλομάθεια τὰ παρὰ Μωσέως γραφέντα περί τε τοῦ πρώτου

οὐρανοῦ περί τε τοῦ δευτέρου, στερεώματος δηλαδή, καὶ

περὶ τῶν ἐναπειλημμένων ὑδάτων μέσον τῶν δύο τούτων

οὐρανῶν, ἐκλαβέσθαι τὰ τοιαῦτα καὶ κατὰ ἀναγωγὴν ἐπιζη-

τεῖ. ταύτῃ τοι καὶ τὸν Σιναΐτην ἰδοὺ παράγω σοι θεῖον

Ἀναστάσιον· ὁ γὰρ θεῖος οὗτος ἀνὴρ ἀκούσας τοῦ μεγάλου

Παύλου λέγοντος ὅτι πάντα εἰς Χριστὸν προτετύπωται, τὰ

ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τούτου χάριν ἀλληγορικῶς τὰ

πλείω τῆς παλαιᾶς ἐξελάβετο. καὶ ἄκουε τί φησι περὶ τῶν

οὐρανῶν τέως αὐτῶν. ”ἡ τοῦ ἀνωτέρου οὐρανοῦ ἀκατάλη-

πτος φύσις ἐμοὶ δοκεῖ τύπον ἐπέχειν τῆς ἀοράτου καὶ ἀκα-

ταλήπτου λόγου θεότητος, τὸ δὲ στερέωμα τὸ κάτωθεν ἀνελ-

θὸν τύπον ἐπέχειν τῆς τοῦ Χριστοῦ ἀνθρωπότητος ἣν ἔλαβε

κάτωθεν. τὸ δὲ ὕδωρ τὸ μέσον τῶν δύο ἐμπεριληφθὲν εἰ-

κόνα διαγράφει τῆς ἀχράντου αὐτοῦ ψυχῆς μεσιτευούσης

θεότητι καὶ σαρκὸς παχύτητι. ὅρα γὰρ ὅτι ὁ μὲν ἀνώτερος

οὐρανὸς φύσει ἀπ' ἀρχῆς οὐρανὸς ἐκλήθη, καθὰ καὶ ὁ θεὸς

21

λόγος ἀπ' ἀρχῆς θεός ἐστί, τὸ δὲ στερέωμα τὸ κάτωθεν καὶ

ὑλικὸν οὐκ ἀπ' ἀρχῆς μετὰ δὲ τὴν πρὸς τὸν ἀνώτερον ἕνωσιν

οὐρανὸς ἐκλήθη, ἐπειδὴ καὶ τὸ ἅγιον τοῦ Χριστοῦ σῶμα τῇ

θεώσει καὶ τῇ ἑνώσει λέγεται θεός, οὐ μὴν τῇ οἰκείᾳ φύσει·”

συμμαρτυρεῖ δὲ τοῦτο ὁ πάμμεγας Παῦλος, καταπέτασμα

λέγων τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα, ἥτις κάτωθεν καὶ ἐξ

αἱμάτων συνεπάγη, καθὰ δὴ καὶ αὐτὸ τὸ στερέωμα ἐκ τῶν

κάτω νοτίδων. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον.

Τῇ δὲ τρίτῃ ἡμέρᾳ τὰ ὕδατα πάντα εἰς τὰς ἑαυτῶν

συναγωγὰς συνήχθησαν κατὰ θείαν κέλευσιν, καὶ οὕτως

ἐφάνη ἡ ξηρά. τότε δὴ καὶ παντοίοις αὕτη φυτοῖς τε

καὶ δένδρεσι παραδόξως ἐκαλλωπίζετο. τῷ γὰρ θείῳ δυ-

ναμωθεῖσα βουλήματι, ὡς ὁ Νύσσης φησίν, ἀθρόον ἀπεκύη-

σεν ἅπαντα, οὐ χρόνου δεηθεῖσα πρὸς αὔξησιν τῶν ἐξ αὐ-

τῆς ἀναδιδομένων, ἀλλ' ὁμοῦ τοῖς ἄνθεσι καὶ τοὺς καρποὺς

ἐκβλαστήσασα θέαμά τι τερψίθυμον ἦν. εἰ γὰρ ἀηδές τι

πρᾶγμα καὶ παρεκτικὸν ὀδύνης ἡ ἄκανθα, ἀλλ' οὐκ ἐξ ἀρχῆς

αὐτῆς ἡ γῆ καὶ ταύτην ἀνέδωκεν, ἀλλ' ἡνίκα μετὰ τὴν πα-

ράβασιν ἤκουσεν ὁ Ἀδὰμ „ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις

σου ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι.“ ἵνα γὰρ τῷ τερ-

πνῷ τὴν λύπην παρακειμένην ἔχωμεν κἀκ τούτου τὴν ἁμαρ-

22

τίαν μνημονεύωμεν, ὡς ὁ μέγας φησὶ Βασίλειος, διὰ τοῦτο

προσεφύη τῷ ῥόδῳ ἡ ἄκανθα. πρόσεχε οὖν. εἰ μὴ γὰρ

ἤκουσεν ὁ Ἀδὰμ ”ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου,”

τάχα ἂν ἡ γῆ καὶ αὖθις φυτὰ παρεῖχέ σοι ἔγκαρπα μὴ δεό-

μενα χρόνου πρὸς αὔξησιν. τότε μὲν γάρ, πρὸ τῆς παρα-

βάσεως δηλονότι, ὡς ὁ μέγας φησὶ Βασίλειος, ἐν ἀκαριαίᾳ

χρόνου ῥοπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη ἡ γῆ, ἵνα φυ-

λάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξ-

ελθοῦσα, εὐθὺς πρὸς τὸ τέλειον ἤγαγε τὰ βλαστήματα. καὶ

λειμῶνες μὲν γὰρ ἦσαν βαθεῖς τῇ ἀφθονίᾳ τοῦ χόρτου, τῶν

δὲ πεδίων τὰ εὔκαρπα βρίθοντα τοῖς ληΐοις εἰκόνα πελάγους

κυμαίνοντος ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε. καὶ ταῦ-

τα μέν, ἡνίκα ἔλεγεν ὁ θεὸς „βλαστησάτω ἡ γῆ βοτάνην

χόρτου·“ ὁπηνίκα δὲ προσετίθει ”καὶ ξύλον κάρπιμον ποιοῦν

καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος καὶ καθ'

ὁμοιότητα, ἐπὶ τῆς γῆς,” τότε δὴ τότε πᾶσαι μὲν λόχμαι

κατεπυκνοῦντο, πάντα δὲ ἀνέτρεχε δένδρα, ἐλάται καὶ κέ-

δροι πεῦκαί τε καὶ κυπάρισσοι, καὶ ὅσα τοιαῦτα, αἵ τε ῥο-

δωνιαὶ καὶ μυρσίναι καὶ δάφναι, πάντα ἐν μιᾷ καιροῦ ῥο-

πῇ, οὐκ ὄντα πρότερον, εἰς τὸ εἶναι παρήχθη μετὰ τῆς οἰ-

κείας ἑκάστου ἰδιότητος.

Μὴ θαύμαζε δὲ εἴπερ αἱ βοτάναι πᾶσαι οὐκ ἐδώδιμοι.

τὰ γὰρ μὴ χρησιμεύοντα τῷ ἀνθρώπῳ χρήσιμά ἐστι τοῖς δι'

αὐτὸν γεγενημένοις ζῴοις. εἰ δὲ καὶ δηλητήρια πρόσεισιν αὐ-

23

ταῖς, οὐδὲ τοῦτο ξενίζεσθαι χρή. πολλάκις γὰρ καὶ ταῦτα παθῶν

ἰατήρια γίνονται· κεραννύμενα γὰρ ἑτέραις βοτάναις ἀλεξίκα-

κα γίνεται καὶ ὑγείας παρεκτικά. οὕτω μὲν οὖν καὶ ὁ μέγας

Βασίλειός φησιν ὅτι τῶν δηλητηρίων οὐδὲν ἀργῶς οὐδὲ ἀχρή-

στως γεγενημένον ἐστίν, εἰ καὶ τοὺς ἀχαρίστους ἡμᾶς κατὰ τοῦ

πεποιηκότος παρασκευάζει φρονεῖν. τὰ μὲν γὰρ αὐτῶν ἢ

τροφὴν παρέχει τινὶ τῶν ἀλόγων, ἢ καὶ ἡμῖν αὐτοῖς παρὰ

τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀρρωστημάτων ἐξ-

εύρηται. τὸ μὲν γὰρ κώνειον οἱ ψᾶρες βόσκονται, διὰ τὴν

κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀπο-

διδράσκοντες· λεπτοὺς γὰρ ἔχοντες τοὺς περὶ τὴν καρδίαν

πόρους, φθάνουσιν ἐκπέψαι τὸ καταποθὲν πρὶν τὴν ἀπ' αὐ-

τοῦ ψῦξιν τῶν καιρίων καθάψασθαι. ἐλλέβορος δὲ ὀρτύγων

ἐστὶ τροφή, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων.

ἔστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ ποτὲ καὶ ἡμῖν χρήσιμα·

διὰ μὲν γὰρ τοῦ μανδραγόρου ὕπνον οἱ ἰατροὶ καταπάσσου-

σιν, ὀπίῳ δὲ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσιν. ἤδη δέ

τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὀρέξεων κατεμάραναν,

καὶ τῷ ἐλλεβόρῳ πολλὰ τῶν χρονίων παθῶν ἐξεμόχλευσαν,

ὥστε ὃ ἐνόμιζες ἔχειν κατὰ τοῦ κτίσαντος ἔγκλημα, τοῦτο εἰς

προσθήκην εὐχαριστίας περιελήλυθεν.

24

Ἐπὶ μέντοι τοῖς προειρημένοις φυτοῖς καὶ τὸ τῆς ζωῆς

ὁ Ἰώσηπος καὶ τὸ τῆς φρονήσεως ἔφησεν ἀναδοθῆναι φυτόν,

ᾧ διαγιγνώσκειν τί τε τὸ ἀγαθὸν εἴη καὶ τί τὸ κακόν, εἰ

καὶ καθ' ἕτερον ἐκλαμβάνει σκοπὸν ὁ τὴν γλῶτταν χρυσοῦς

τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, καθὰ δὴ μαθήσῃ μετὰ

βραχύ.

Περὶ δὲ τῆς ἰδιότητος καὶ διαφορᾶς τῶν δένδρων, τί

ἄν τις εἴποι πῶς τινὰ μὲν πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν

ἐλύτροις κεκαλυμμένα πληροῦται; καὶ ὧν μὲν ἁπαλὸς ὁ καρ-

πός, παχὺ τοῦ φύλλου τὸ σκεπαστήριον, ὡς ἐπὶ τῆς συκῆς,

ὧν δὲ οἱ καρποὶ στεγανώτεροι, ἐλαφρὰ τῶν φύλλων ἡ προ-

βολή, ὡς ἐπὶ τῆς καρύας, ὅτι ἐκεῖνα μὲν διὰ τὸ ἀσθενὲς

πλείονος ἐδεῖτο τῆς βοηθείας, τούτοις δ' ἂν πρὸς βλάβην

ἐγένετο παχυτέρα ἡ περιβολὴ ἐκ τῆς ἀπ' αὐτῶν σκιᾶς. πῶς

κατέσχισται τῆς ἀμπέλου τὸ φύλλον; ἵνα καὶ πρὸς τὰς ἐκ

τοῦ ἀέρος βλάβας ὁ βότρυς ἀντέχῃ καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου

διὰ τῆς ἀραιότητος δαψιλῶς ὑποδέχηται.

Θαυμαστὰ δὲ δένδρα καὶ οὐ μόνον δι' ἣν ἔχουσι πρὸς

τὰ ἑτερογενῆ τῶν καρπῶν διαφοράν, ἀλλὰ καὶ πρὸς αὐτὰ

δηλαδὴ τὰ ὁμογενῆ. καὶ γὰρ ἄλλος μὲν χαρακτὴρ τοῦ καρ-

ποῦ τῶν ἀρρένων, ἄλλος δὲ τῶν θηλειῶν παρὰ τοῖς φυτουρ-

γοῖς διακέκριται. καὶ αὐτοὺς γὰρ τοὺς φοίνικας εἰς ἄρρε-

25

νας καὶ θηλείας διιστῶσι· καὶ τὸ παράδοξον, ἔρως φυσικὸς

παρ' αὐτοῖς. ὑποκύπτει γὰρ ἡ θήλεια τῷ ἄρρενι ὀργῶσα

τρόπον τινὰ καὶ τῆς συμπλοκῆς ἐφιεμένη, καὶ οὕτως οἷον ἐν

αἰσθήσει τῆς ἀπολαύσεως γεγονυῖα καὶ ἀνορθοῦται πάλιν

τοὺς κλάδους καὶ πρὸς τὸ πρότερον ἀποκαθίσταται σχῆμα.

ἀλλ' οἱ τῶν τοιούτων θεραπευταὶ καὶ συκᾶς ἀγρίας ταῖς ἡμέ-

ροις παραφυτεύουσιν, ὡς ἐντεῦθεν τὸν καρπὸν αὐτῶν γλυ-

κύτερον γίνεσθαι· εἴ τι καὶ γὰρ τοῖς ἡμέροις δριμύτερον

πρόσεστι, πρὸς τὰς ἀγρίας ἀδήλως ἐκπέμπεται. καὶ τοὺς

ὀλύνθους δὲ προσδήσαντες τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν

τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρ-

πὸν τοῖς ὀλύνθοις ἐπέχοντες. ταῦτα μὲν οὖν ὁ ποιητὴς αὐ-

τῶν οὕτω παραδόξως γίνεσθαι συγκεχώρηκεν, ὡς καὶ ἡμᾶς

πολλάκις ἐκ τῶν ἀντικειμένων ἡμῖν εὐτονίαν λαμβάνειν πρὸς

αὐτήν γε τῶν ἀρετῶν τὴν ἐπίδειξιν· οὐκ ὀλίγοι γὰρ αὐτῶν

ἐννόμως αἱροῦνται ζῆν, κἂν ἐν δόγμασι σφάλλωνται. ἀλλὰ

καὶ φοῖνιξ καρπὸν μὲν ἀποφέρων γλυκύν, ἐν ἁλμυροῖς δὲ

τόποις ὡς τὰ πολλὰ εὑρισκόμενος, αὐτὸ τοῦτο αἰνίττεται,

ὅτι καὶ ἡμεῖς αὐτοὶ δυνάμεθα τὰ κατὰ γνώμην μὴ διαφθεί-

ρειν, κἂν ἐν τοῖς ἐναντίοις τισὶ συνδιάγωμεν.

Ὅρα δέ, ἀγαπητέ, ὅτι καὶ τὰ εὐώδη πάντα, ὅταν

σκόροδα καὶ κρόμμυα τούτοις παραφυτεύηται, εὐωδέστε-

ρα γίνεται, διότι πᾶν εἴ τι δριμὺ καὶ δύσοσμον ἐν τού-

26

τοις ἐστίν, ἐν τοῖς δριμυτέροις τῶν σπερμάτων φυσικῶς ἀπορ-

ρεῖ, καὶ γίνεται τὸ καταλειφθὲν εὐωδέστατον. ἀλλὰ καὶ τὸ

πήγανον ὑπὸ τῇ συκῇ φυτευόμενον δριμύτερον ἑαυτοῦ γίνε-

ται· μετατίθεται γὰρ εἰς αὐτὸ τὸ ἐν τῇ συκῇ βαρύοσμον,

κἀντεῦθεν βελτίω τὰ σῦκα γίνεται. ἀλλὰ καὶ κρέη τινὰ πα-

ρὰ τῇ συκῇ κρεμαννύμενα εὔθρυπτα γίνεται. τὸ γὰρ φυ-

τόν, ὡς εἴρηται, ἡ συκῆ ἁπάντων ἐστὶν ὀπωδέστατον. θερμὸν

πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησι, καὶ τοῦτο θρύπτει

καὶ πεπαίνει τὴν σὰρκα τοῦ ὄρνιθος. ὅθεν καὶ τῶν ταύρων

ὁ χαλεπώτατος συκῇ προσδεθεὶς ἡσυχίαν ἄγει καὶ ψαύσεως

ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμε-

νος. τοῦτο γοῦν τὸ πνεῦμα καὶ τοῖς κρέασι προσπῖπτον διαι-

ρεῖ τὴν σάρκα καὶ περιθρύπτει. διὰ ταῦτα καὶ πρὸ τῆς γλυ-

κείας συκῆς ἕτερα σῦκα λεγόμενα ὄλυνθοι τὴν ἄχρηστον ὑγρό-

τητα τοῦ φυτοῦ ἐν ἑαυτοῖς ἕλκοντα χρηστοτέραν ἀφίησι. διὰ

τοῦτό φησι καὶ ἡ γραφὴ „ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους

αὐτῆς,“ τουτέστιν, ἡ ψυχὴ διὰ καθάρσεως τὸ ἄχρηστον ἅπαν

ὥσπερ ὄλυνθον ἐξήνεγκε καὶ ἀπωχέτευσεν.

Ἀλλ' οὐδὲ τοῦτό σε παραδραμεῖν ἄξιον· λόγος γάρ τις

ἐστὶ καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀπο-

πηγνύμενον. ἀλλὰ καὶ τὰ μὲν τῶν φυτῶν ἀειθαλῆ γέγονε

27

τὰ δὲ γυμνούμενα, καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα τὰ

δὲ ἀείφυλλα. καὶ φυλλοβόλα μὲν ἐλαία καὶ πίτυς (λεληθό-

τως γὰρ ὑπαλλάσσει τὰ φύλλα, ὡς μηδὲποτε δοκεῖν τῆς κό-

μης ἀπογυμνοῦσθαι), ἀείφυλλον δὲ ὁ φοῖνιξ, τὸ αὐτὸ φύλ-

λον ἐκ τῆς πρώτης βλαστήσεως συμπαραμένον ἔχει εἰς τέλος.

καὶ περὶ μὲν τούτων οὕτως.

Μὴ θαύμαζε δέ, ἀγαπητέ, εἴπερ ἡ ἁγία γραφή φησιν

εἰς μίαν συναγωγὴν συναχθῆναι τὸ ὕδωρ, ποῦ δὲ εἰς συνα-

γωγάς· καὶ τοῦτο γὰρ κἀκεῖνο γέγονε, καὶ οὐκ ἐναντιοῦται

πρὸς ἄλληλα. ὁ μὲν οὖν Θεοδώρητός φησιν ὅτι καλῶς εἶπε

καὶ συναγωγὴν καὶ συναγωγὰς ἐπὶ τῶν ὑδάτων· τὰ γὰρ πε-

λάγη κατὰ τὴν ἔξω ἐπιφάνειαν διῃρημένα δοκοῦσιν (ἄλλο γὰρ

τὸ Ἰνδικὸν πέλαγος καὶ ἄλλο τὸ Ὑρκανικόν), κάτωθεν δὲ συν-

ήρμοσται διά τινων ὑπογείων πόρων. ἔξωθεν δὲ τὸ μέγα

πέλαγος ἐπίκειται, τουτέστιν ὁ Ὠκεανός, τὸ καὶ Ἀτλαντικὸν

καλούμενον. καλεῖται δὲ οὕτως διὰ τὸ ἐκεῖσε ὄρος τὸν Ἄτ-

λαντα. τοσοῦτον δὲ ὁ Ἄτλας οὗτος ὑψηλός ἐστιν ὡς καὶ κίο-

να τοῦ οὐρανοῦ παρὰ τοῖς ποιηταῖς λέγεσθαι· οὗ τὴν κεφα-

λὴν οὐδεὶς ἑώρακε διὰ τὸ χιόνι καλύπτεσθαι. καὶ οὕτω μὲν

ὁ διαληφθεὶς Θεοδώρητος, ὁ δὲ μέγας Βασίλειός φησιν ὅτι

καλῶς εἶπεν εἰς μίαν συναγωγήν. ἵνα γὰρ μὴ τὸ ἐπιρρέον

ὕδωρ τῶν δεχομένων αὐτὸ χωρίων ὑπερχεόμενον μετεκβαίνοι

28

ἄν, καὶ ἄλλα ἐξ ἄλλων πληροῦν πᾶσαν κατὰ τὸ συνεχὲς ἐπι-

κλύσῃ τὴν ἤπειρον, ”συναχθήτω τὰ ὕδατα” εἶπεν „εἰς συν-

αγωγὴν μίαν,“ τουτέστιν ἄλλη ἀπὸ ταύτης μὴ ἀπογευηθή-

τω, ἀλλ' ἐν τῇ πρώτῃ συλλογῇ ἀπομεινάτω τὸ συναγόμενον.

κατὰ τοῦτο καὶ ὁ Ἐκκλησιαστής φησιν ὅτι πάντες οἱ χείμαρ-

ροι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν

ἐμπιπλαμένη, ἐπειδὴ καὶ τὸ ῥεῖν τοῖς ὕδασι διὰ τὸ θεῖον

πρόσταγμα· ”συναχθήτω” γάρ φησι „τὰ ὕδατα.“ καὶ τὸ εἴ-

σω δὲ τῶν ὅρων περιγεγράφθαι τὴν θάλασσαν ἀπὸ τῆς πρώ-

της νομοθεσίας ἐστί. πρόσεχε, ἀγαπητέ. ”συνήχθη τὸ ὕδωρ

εἰς συναγωγὴν μίαν, καὶ ὤφθη ἡ ξηρά.” ἐπειδὴ γὰρ ἀόρα-

τος ἦν ἠ γῆ καὶ ἀκατασκεύαστος ἅτε τοῦ ὕδατος ἐπιπολάζον-

τος αὐτῇ, διὰ τοῦτο τὸ ὕδωρ συνήχθη εἰς τὰς συναγωγὰς

αὐτοῦ, καὶ οὕτως ὁρατὴ γέγονεν ἡ ἀόρατος οὖσα τὸ πρότε-

ρον. τότε δὴ τότε καὶ φυτοῖς παντοίοις ἐκαλλωπίζετο θείῳ

προστάγματι, ὡς ἄνωθεν εἴρηται.

Εἰ δὲ καὶ τίνος ἕνεκεν ἐπιζητεῖς οὕτω κατὰ μέρος ἡ γῆ

τὸν οἰκεῖον ἐδέχετο κόσμον καὶ οὐκ ἐξ ἀρχῆς αὐτῆς ἀπηρτι-

σμένη παρήγετο, ἐγώ σοι ἐρῶ, μᾶλλον δὲ οὐκ ἐγὼ ἀλλ' ὁ

τὴν γλῶτταν χρυσοῦς. ἐπειδὴ γὰρ ἡ γῆ μήτηρ ἡμῶν ἐστὶ

καὶ τροφός, ἐπειδὴ πάντες ἐξ αὐτῆς γεγένηνται καὶ εἰς αὐτὴν

29

αὖθις ἐπιστρέφουσιν, ἐπειδὴ πᾶσαν ἀπολαύειν ἡμῖν αὕτη

χαρίζεται, ἵνα μὴ τὸ πᾶν αὐτῇ λογισθῇ κἀντεῦθεν σέβας

αὐτῇ προσαχθῇ, δυνάμει δῆθεν οἰκείᾳ τοσούτων ἀγαθῶν ἡμῖν

αἰτίᾳ γεγενημένῃ, διὰ τοῦτο πρῶτα μὲν ἐπικαλύπτει ταύτην

τῷ ὕδατι καὶ ἀκατάσκευον ποιεῖ, μετὰ δὲ ταῦτα τὸ ὕδωρ

εἰς μίαν ἐπισυνάγει συναγωγήν, καὶ οὕτως ὀφθῆναι παρα-

σκευάζει αὐτήν.

Ἀλλὰ καὶ τοῦτο ζητῆσαι ἄξιον, ποῦ συνήχθη τὸ ὕδωρ,

ὡς ἐντεῦθεν ὀφθῆναι τὴν ξηράν, εἴγε τὸ πρόσωπον ἅπαν τῆς

γῆς, ὥς φησιν ἡ γραφή, τοῖς ὕδασιν ἐκαλύπτετο. Ἰουστῖνος

ὁ φιλόσοφος καὶ μάρτυς Χριστοῦ ὁ μέγας τε Βασίλειός φα-

σιν ὅτι κοιλότητες ἐγένοντο τηνικαῦτα κατὰ θείαν κέλευσιν

(καὶ τοῦ λόγου μάρτυρες ἀπαράτρεπτοι αἱ κατὰ τόπους εὑ-

ρισκόμεναι νῆσοι), καὶ οὕτως αὗται τὸ ὕδωρ ὑποχαλασθὲν

ἐδέξαντο. εἰ μὴ γὰρ συνήχθη τὸ ὕδωρ ἐν ταῖς τοιαύταις

κοιλότησιν, οὐκ ἂν ἀποκαλυφθῆναι ἔφθασεν ἡ ξηρά. ἀλλά,

κηδεμονίας θεοῦ, καὶ νήσους γὰρ ταῖς κοιλότησι προσεῖναι

παρεσκεύασε. τίνος ἕνεκεν; ὥστε τοὺς ναυτιλλομένους ἐκεῖσε

διαναπαύεσθαι, ἡνίκα καὶ μᾶλλον ὁδοιπορίαις μακραῖς ἑαυτοὺς

ἐκδιδόασι.

Μὴ θαύμαζε δὲ εἴγε ποτίμων ὄντων τῶν εἰς τὴν θάλασ-

σαν εἰσρεόντων ὑδάτων ἁλμυρὰ μόνη αὕτη καὶ ἄποτος δεί-

30

κνυται. διὰ γὰρ τὴν καπνώδη ἀναθυμίασιν παρακειμένην

αὐτῇ καὶ οἱονεὶ παρακαίουσάν τε καὶ παραφρύγουσαν, καὶ

τὴν ἁλμυρὰν αὐτῇ ἐμποιοῦσαν ποιότητα, ὥσπερ τι περίττω-

μα τὸ ἁλμυρὸν ὕδωρ ὑφίσταται. ἔδει μὲν οὖν καὶ τὸ τῶν

ποταμῶν ὕδωρ ἐξατμιζόμενον καὶ παραφλεγόμενον ἁλμυρὸν

δείκνυσθαι· ἀλλ' ἡ διηνεκὴς κίνησις τοῦτο οὐ συγχωρεῖ.

ἐκείνη δὲ ἐν τόπῳ κοίλῳ περιλιμνάζουσα καὶ ἐφ' ἑαυτῆς

ἑστῶσα ἑτοιμοπαθής ἐστι τοῖς αἰτίοις τῆς ἁλμυρότητος. τοῦ-

τον μέντοι τὸν λόγον ἐπιβεβαιοῖ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης

λέγων „ὁ μὲν οὖν Ὠκεανὸς πότιμος ὢν καὶ γλυκύτατος ἐπι-

χορηγεῖ τὸ ὕδωρ τῇ θαλάσσῃ· χρονίζων δὲ ὅμως καὶ ἑστὼς

ἀκίνητος πικρὸς γίνεται, τοῦ ἡλίου ἀεὶ τὸ λεπτότερον ἀνιμω-

μένου καίπερ ἐκ τῶν σιφώνων, ὅθεν καὶ τὰ νέφη συνίσταν-

ται καὶ οἱ ὄμβροι γίνονται διὰ τῆς διηθήσεως γλυκαινομένου

τοῦ ὕδατος.“ οὕτω μὲν οὖν καὶ ὁ θειότατος Ἀναστάσιος ὁ

Σιναΐτης ἐν τῇ ἐξαημέρῳ αὐτοῦ διέξεισι λέγων ”ἡ δὲ θάλασσα

γλυκεῖα ἦν κατ' ἀρχὰς καὶ νᾶμα πότιμον ἔχουσα· ὕστερον

δὲ τῷ χρόνῳ καὶ τοῖς στοιχείοις τὴν ἀλλοίωσιν ταύτην ἐδέ-

ξατο.” ὁ γὰρ ἥλιος, ὡς εἴρηται, τῇ οἰκείᾳ θερμότητι ἐξα-

τμίζων τὴν θάλασσαν, καὶ τὸ γλυκύτερον ἕλκων καὶ κουφίζων

πρὸς τὸν ἀέρα, κάτω τὸ ἁλμυρώτερον ἐᾷ καὶ βαρύτερον. ὅτι

δὲ παχύτερόν ἐστι τὸ θαλάττιον ὕδωρ τῶν ποταμίων ὑδά-

31

των, αὐτὸ τὸ πρᾶγμα παρίστησιν· ἐν μὲν γὰρ τοῖς ποτα-

μοῖς οὐ δύνανται πλοῖα βαρὺν ἔχοντα φόρτον πλεῖν, ἐν δὲ

τῇ θαλάσσῃ ἐλαφρῶς ταῦτα βαστάζονται διὰ τὴν ὑποκειμέ-

νην παχύτητα.

Πρὸς τούτοις δὲ καὶ τοῦτο δέον εἰδέναι σε, ὅτι πάντα

τὰ ὕδατα τά τε πηγιμαῖα καὶ φρεατιαῖα ἐκ τῆς θαλάττης

ἔχουσι τὰς ἀρχάς. ἡ γὰρ γειτονοῦσα τῇ θαλάσσῃ γῆ διάτρη-

τός ἐστι καὶ ὑπόνομος, ὥσπερ τινὰς φλέβας ἔχουσα, δι' ὧν

ἐκ τῆς θαλάσσης δεχομένη τὰ ὕδατα τὰς πηγὰς ἀναδίδωσι.

πρὸς οὖν τὴν ποιότητα τῆς γῆς καὶ τὸ τῶν πηγῶν ὕδωρ

ἄνεισι. κατὰ τοῦτο καὶ ὕδατα ὀξώδη ἢ ἐλαιώδη, τεφρώδη, καὶ

ὅσα τοιαῦτα· τὰ πάντα γὰρ τῆς ποιότητος ἐκεῖθεν μετέχουσιν

ἀφ' ἧς γῆς διέρχονταί τε καὶ ἀνέρχονται. οὕτω μὲν οὖν καὶ

τὰ θερμὰ ὕδατα διὰ πυρώδους γῆς διερχόμενα, ὡς ὁ μέγας

φησὶ Βασίλειος, ἢ στενοχωρούμενα καὶ βίᾳ ῥηγνύμενα, τὴν

ζέσιν ἐκεῖθεν ἐφέλκονται. αἱ μέντοι μεγάλαι πηγαὶ διὰ τοῦ-

το καὶ μᾶλλον ἐν ὄρεσι γίνονται, ὅτι μέχρι καὶ αὐτῆς τῆς

τοῦ ὄρους γίνεται κορυφῆς ἡ ἀπὸ τοῦ βάθους ὁλκὴ καὶ ἀνα-

θυμίασις, καὶ μᾶλλον εἰ σομφῶδες τύχῃ τὸ ὄρος εἶναι καὶ

πρὸς τὴν ὁλκὴν ἐπιτήδειον. εἶτα καταρρέον ἔνθεν κἀκεῖθεν

τὸ ὕδωρ, καὶ ἔν τινι τόπῳ συρρεῦσαν, τὴν γῆν ἐκεῖσε ῥή-

γνυσι καὶ οὕτω μετὰ βίας ἐξέρχεται. ἀένναος δὲ ἡ πηγή,

ὅτι καὶ διηνεκὴς ἡ ἀπὸ τοῦ βάθους παρὰ τοῦ ἡλίου ὁλκή.

32

καὶ μαρτυροῦσι τῷ λόγῳ τὰ μέγιστα τῶν ὀρῶν, ὅ τε Καύ-

κασος, ὁ Παρνασσός, ἡ Πυρήνη, καὶ ὅσα τοιαῦτα· μέγι-

στοι γὰρ ἐκεῖθεν ῥέουσι ποταμοὶ τὰς ἀρχὰς ἔχοντες ἀπὸ τῶν

μεγάλων πηγῶν. καὶ τί χρὴ πολλὰ λέγειν; πάσης ποταμῶν

ῥύσεως καὶ ἀμπώτιδος, καὶ τῶν ὅσα φυσικὰς ἔχει τὰς κινή-

σεις καὶ τὰς ἀρχάς, πάντων αἴτιος ὁ ἥλιός ἐστι, παρὰ θεοῦ

τὴν παντοδαπῆ ταύτην λαβὼν ἐνέργειαν. ὅρα γὰρ ὅτι φυσι-

κῇ δυνάμει καὶ περιουσίᾳ θερμότητος ἑλκτικός ἐστι τῆς ἐν

τῷ βάθει ὑγρότητος. ὅθεν ἔαρος καὶ θέρους πλησιάζων ἡμῖν

ἀνέλκει τὴν ἐν τοῖς δένδροις ἰκμάδα καὶ ἔγκαρπα ταῦτα ποι-

εῖ. αὐτοῦ τὸ θέρος, αὐτοῦ τὸ μετόπωρον ὅ τε χειμὼν καὶ

τὰ λοιπά.

Ὁ μέντοι Νεῖλος, ἀγαπητέ, κατὰ τὴν θερινὴν ὥραν αὔ-

ξεται· παντὸς γὰρ νέφους ὑπ' ἀνέμων ἐλαυνομένου μέχρι

τῆς κεκαυμένης ζώνης, κἀντεῦθεν ὑετοῦ λάβρου ῥηγνυμένου,

ὀργᾶται Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται· τῆς γὰρ

οἰκείας ὄχθης ἐξέρχεται καὶ καταθαλαττίζει τὴν Αἴγυπτον.

καὶ γλυκὺς μὲν ὁ Νεῖλος (ἐξ ὄμβρων γάρ), χλιαρὸς δὲ ὡς

ἐκ θερμότητος ἀρξάμενος. κατὰ τοῦτο καὶ αὔρας οὐκ ἀνα-

δίδωσιν, ὡς οἱ λοιποὶ ποταμοί· τῶν γὰρ νεφῶν ἐλαυνομέ-

νων, ὡς εἴρηται, ὑπὸ τῶν ἐτησίων ἀνέμων, ἡ ἐμπεριεχο-

μένη τούτοις ἀτμὶς ὑπὸ τοῦ κατὰ τόπους πυρώδους ἅπασα

ἐξικμάζεται, καὶ τούτου χάριν ὁ Νεῖλος αὔρας οὐκ ἀναδίδω-

33

σιν. εἰ δέ, καθάπερ τινὲς ᾠήθησαν, ἀπὸ χιόνος τηκομένης

αὐξόμενος ἦν, αὖραι ἂν ἐκεῖθεν δαψιλεῖς ἀνεπέμποντο. τὸ

μέντοι κατὰ τὸν Νεῖλον, ἀγαπητέ, θαῦμα, καθά φησιν ὁ θεῖ-

ος…

νε…

The complete text is available when the reading interface loads.