The Greek Library Catalogue

Anonymous

Chronicon

Edition reference
Chronicon (continuatio) (redactio A), ed. I. Bekker, Theophanes Continuatus, Joannes Cameniata, Symeon Magister, Georgius Monachus [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1838]: 763–924.
CTS identifier
urn:cts:greekLit:tlg3051.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

763

{ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ

ΒΙΟΙ ΤΩΝ ΝΕΩΝ ΒΑΣΙΛΕΩΝ.

ΒΑΣΙΛΕΙΑ

ΛΕΟΝΤΟΣ ΤΟΥ ΑΡΜΕΝΙΟΥ.}

Τῷ ͵Ϛτιʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ωιʹ, ἐβασί-

λευσε Λέων Ἀρμένιος ὁ πατρίκιος, καὶ παραβάτης ὕστερον ἀνα-

φανείς, ἔτη ζʹ καὶ μῆνας εʹ, στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρ-

χου. μετὰ γὰρ δύο χρόνους ἀποστατήσας πρὸς τὴν ἀσέβειαν,

καὶ τὸ ἔγγραφον ὅπερ ἐποίησε περὶ τῆς ὀρθοδοξίας ἀθετήσας, ὥσπερ

Σαοὺλ ἐξώκειλεν· καὶ γὰρ κἀκεῖνος δύο ἔτη βασιλεύσας ἐννόμως,

764

εἶτα παρατραπεὶς καὶ τῆς θείας χάριτος γυμνωθεὶς καὶ πονηρῷ

πνεύματι παραδοθεὶς κατὰ τοῦ εὐεργέτου Δαβὶδ ἐξωπλίσθη καὶ

τὰς τῶν ἱερέων εἰργάσατο μιαιφονίας. ὡσαύτως καὶ ὁ δύστηνος

οὗτος καὶ ἀντίθεος μετὰ δύο ἔτη κατὰ τῆς εὐσεβείας μανεὶς καὶ

λυττήσας τὸν στέψαντα αὐτὸν θεῖον Νικηφόρον ἐξώρισεν.

2. Θεόδοτον δῆθεν πατριάρχην ἀντιχειροτονεῖ, ἄλογον

ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον καὶ ἰχθύων ἀφωνέστερον καὶ μηδὲν

πλέον τῆς ἀσεβείας ἐπιστάμενον· καὶ ἔκτοτε διωγμὸν ἄσπονδον

κατὰ τῆς ἐκκλησίας ἀνερρίπισεν. εἰ οὖν χρὴ θαυμάζειν φαῦλον

ἐπὶ φαύλῳ μετάθεσιν, τοῦτον δεῖ μᾶλλον καὶ τοὺς ἀμφ' αὐτὸν

ἢ Γαλάτας θαυμάσαι, τοὺς οὕτω μετατιθεμένους ἀπὸ τοῦ καλέ-

σαντος αὐτοὺς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· ὃ οὐκ

ἔστιν ἄλλο εἰ μὴ τὸ παροργίσαι τὸν θεὸν καὶ τὴν θείαν ὀργὴν

ἐπισπάσασθαι. (3) ὁ γὰρ νέος Σεναχηρεὶμ Κροῦμος, ἐπαρθεὶς

τῇ πρῴην δίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν πολιορκεῖν τὴν

Ἀδριανούπολιν, μετὰ ἓξ ἡμέρας τῆς αὐτοκρατορίας Λέοντος ἐπελ-

θὼν τῇ πόλει περιῄει τὰ τείχη ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς

πόρτης, ἐπιδεικνύων τὴν περὶ αὐτὸν δύναμιν. ἐπιτελέσας καὶ

μιαρὰς θυσίας ἐν τῷ λιβαδίῳ τῆς Χρυσῆς πόρτης ᾐτήσατο καὶ

765

τὸν βασιλέα εἰρήνην ποιῆσαι, εἰ τὸ δόρυ αὐτοῦ πήξει ἐν τῇ Χρυσῇ

πόρτῃ. τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου ὑπέστρεψεν εἰς τὴν

ἰδίαν σκηνήν, ὑπερθαυμάσας τὰ τῆς πόλεως τείχη καὶ τὴν εὔτα-

κτον τοῦ βασιλέως παράταξιν. ἐπὶ σύμβασιν οὖν εἰρήνης τρέπε-

ται, πειραστικοὺς λόγους ποιούμενος. (4) ὁ δέ γε βασιλεὺς ἀφορ-

μῆς δραξάμενος ἐπειράθη τοῦτον λογχῆσαι· ἀλλ' εἰς πέρας ἀγα-

γεῖν τοῦτο ἐκωλύθη τῇ τῶν ὑπουργησάντων ἀφυΐᾳ, πληξάντων

μὲν τοῦτον, καιρίαν δὲ μὴ ἐπαγαγόντων πληγήν. ἐπὶ τούτῳ μανεὶς

ὁ ἀλάστωρ, ἀποστείλας ἱππεῖς ἐν τῷ ἁγίῳ Μάμαντι, ἐκεῖσε ὂν

παλάτιον ἐνέπρησεν, καὶ τὸν χαλκοῦν λέοντα τοῦ ἱππικοῦ σὺν τῇ

ἄρκτῳ καὶ τῷ δράκοντι τοῦ ὑδρίου καὶ μαρμάρων καλλίστων ἐν ἁμά-

ξαις φορτώσας ὑπέστρεψεν, παρακαθίσας τὴν Ἀδριανούπολιν καὶ

ταύτην ἑλών· καὶ μετὰ λαοῦ πλείστου διαπεράσας τῶν τε εὐγενῶν

Μακεδόνων, κατεσκήνωσεν ἐν τῷ Δανουβίῳ ποταμῷ. ὁ δὲ Λέων

τὰ τῆς ἀσεβείας ἔργα διεπράττετο ἐν τῇ πόλει.

5. Ἐφ' οὗ ἐφάνη ἀστὴρ κομήτης ἐν σχήματι δύο λαμπρῶν

σεληνῶν ἑνουμένων καὶ πάλιν διαιρουμένων εἰς διάφορα σχήματα,

ὡς καὶ εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυπωθῆναι· ὅπερ τὴν ἀκέ-

φαλον κεφαλὴν τῶν μετὰ ταῦτα στασιασάντων κατὰ τῶν Χριστια-

νῶν καὶ τὸν μάταιον Θωμᾶν κεφαλὴν καὶ ἀρχηγὸν τῆς ἐκ τῶν

ἄλλων Χριστιανῶν διαιρέσεως ἐσχηκότων προεμήνυσεν. καὶ μέν-

766

τοι καὶ σεισμοὶ φοβεροί τε καὶ ἐπάλληλοι καὶ λιμοὶ καὶ αὐχμοὶ καὶ

ἀέρος φλογώσεις γεγόνασι καὶ στάσεις ἐμφύλιοι κατὰ πᾶσαν πόλιν

καὶ χώραν, ἐκ τῶν ἡμερῶν ἀρξαμέναι τοῦ θεοστυγοῦς καὶ ἀλά-

στορος· καὶ μέχρι πολλοῦ τὸ δεινὸν τῆς ἐμφυλίας συμφορᾶς ἐπι-

κρατῆσαι συμβέβηκεν.

6 Ἐκμιμούμενος τοίνυν τὸν τῆς μυσαρᾶς ταύτης αἱρέσεως

ἀρχηγὸν ὁμώνυμον αὐτοῦ καὶ ὁμότροπον ἤρξατο τῆς αἱρέσεως.

εἶτα συμμάχους καὶ συμμύστας ἐκζητήσας εὗρεν Ἰωάννην τὸν λε-

γόμενον γραμματικόν, μᾶλλον δὲ Ἰαννὴν ἄλλον ἢ Σίμωνα, ἐπί τε

λεκανομαντείαις καὶ φαρμακείαις καὶ αἰσχρουργίαις βεβοημένον,

καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτοῦ Ἰαννίτας καὶ Ἰαμβρίτας καὶ

Σιμωνίτας· οὓς δὴ καὶ παρ' ἑαυτῷ κατέχων ἐν τῷ παλατίῳ προσ-

καλεῖται Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ

προύχοντας ἐπισκόπους τε καὶ ἱερεῖς ἐνώπιον τῆς συγκλήτου, καὶ φη-

σίν “ἴστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυνεῖσθαι

τὰς εἰκόνας, οὓς εἰ βούλεσθε παραστῆναι καὶ διαλεχθῆναι περὶ

τούτου, καὶ ἐκδηλότερον τὸ ἀληθὲς φανήσεται.” (7) πρὸς ὃν ὁ

θεῖος Νικηφόρος οὐδὲν ἀπεκρίνατο, ἔφη δὲ πρὸς τοὺς παρισταμέ-

νους μεγιστάνους “εἴπατέ μοι, τὸ μὴ ὂν δύναται πεσεῖν;” τῶν δὲ

τῇ ἀσφαλείᾳ τῆς πίστεως ἀποκριθέντων εἴρετο πάλιν ὁ πατριάρχης

“ἔπεσον ἐπὶ Λέοντος καὶ Κωνσταντίνου τῶν Ἰσαύρων αἱ ἅγιαι

εἰκόνες;” τῶν δὲ κατανευσάντων καὶ τὸ ναὶ προσειπόντων, “οὐκ-

767

οῦν ἵσταντο πάντως καὶ ἦσαν ἀρχαϊκὸν αὐτῶν ἔχουσαι τὸ ἀνάστη-

μα. τὸ γὰρ μὴ ὂν μηδ' ἱστάμενον πῶς δύναται πεσεῖν;” (8) εἶτα

τῶν ἄλλων ἐπισκόπων τοιαῦτα προτεινάντων εἰς ἀνατροπὴν τῆς

αἱρέσεως, ὁ ἱερὸς ἐπίσκοπος Σάρδης Εὐθύμιος παρρησιασάμενος

λέγει “πρόσεχε, ὦ βασιλεῦ, τοῖς ἐν ἐπιτομῇ ῥηθησομένοις. ἀφ'

οὗ ἦλθε Χριστὸς ἐπὶ τῆς γῆς μέχρι νῦν ὀκτακόσια ἔτη παρῆλθον,

καὶ πανταχοῦ στηλογραφεῖται Χριστὸς καὶ ἐν εἰκόνι προσκυνεῖται.

ποῖος οὖν αὐθάδης τολμήσειεν τὴν τοσούτου χρόνου ἀποστολικήν

τε καὶ πατρικὴν παράδοσιν ἀθετῆσαι ἢ μετασαλεῦσαι; μάλιστα

τοῦ ἀποστόλου λέγοντος, ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε

τὰς παραδόσεις ἃς παρελάβετε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς.

κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ παρελάβετε,

ἀνάθεμα ἔστω.” (9) μεθ' ὃν ἀπεκρίθη καὶ Θεόδωρος ὁ ζηλω-

τὴς καὶ θερμὸς τῆς ὀρθοδοξίας πρόμαχος, ὁ τῶν Στουδίου ἡγού-

μενος, λέγων “μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησια-

στικήν. εἴρηκεν γὰρ ὁ ἀπόστολος, καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν

ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποι-

μένας καὶ διδασκάλους. οὐκ εἶπεν βασιλεῖς. σοὶ μὲν γὰρ ἡ πο-

λιτικὴ κατάστασις ἐπιστεύθη καὶ τὸ στρατόπεδον. τούτων φρόν-

τιζε, καὶ τὴν ἐκκλησίαν ἔασον ποιμέσι καὶ διδασκάλοις κατὰ τὸν

θεῖον λόγον. εἰ δὲ μὴ βούλει προσέχειν τούτοις καὶ εἶναι μετὰ

τῆς πίστεως ἡμῶν, κἂν ἄγγελος ἐξ οὐρανῶν κατελθὼν βουλη-

768

θείη παρατρέψαι ἡμᾶς, οὐκ ἀκουσόμεθα αὐτοῦ, μήτι γε βασι-

λέως.”

10. Ὁ οὖν τύραννος ταῦτα ἀκούσας καὶ ὑπερζέσας τῷ θυμῷ,

καὶ λεόντειον ὁ πιθηκὸς βρύξας, καὶ πάντας μεθ' ὕβρεως ἀπελά-

σας, καὶ τὸν Νικηφόρον τὸν μέγαν τῆς πόλεως ἀπελάσας, ὡσαύ-

τως καὶ Θεόδωρον τῶν Στουδίου ἐξορίσας, ἀντιχειροτονεῖ τὸν ἀπὸ

σπαθαρίων Θεόδοτον τὸν Κασσιτηρᾶν καὶ τῆς θυμέλης τὴν προσ-

ηγορίαν ἐπειλημμένον. καὶ οὕτως ὁ ἀλιτήριος καὶ θηριότροπος

μᾶλλον ἢ θηριώνυμος, ἐπαρθεὶς κατὰ τῆς εὐσεβείας, μειζόνως

ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθει σφόδρα, μέχρι τοῦτον

ἐνδίκως ἡ θείη δίκη μετῆλθεν. οὗ τὴν κακίστην γένεσιν καὶ μο-

χθηρίαν καὶ θεοστυγῆ προαίρεσιν καὶ δυσσέβειαν, καὶ μέντοι καὶ

χαλεπὴν τοῦ βίου καταστροφήν, ὁ θεσπέσιος Νικηφόρος διαρρή-

δην στηλιτεύων φάσκει “παρορᾷ θεός, καὶ ἦρξεν καθ' ἡμῶν ἄν-

θρωπος—οὐκ οἶδα εἰ ἄνθρωπον λέγειν χρή, ἀλλὰ μὴ θηρίον,

καὶ θηρίων ἀγριώτερόν τε καὶ πικρότερον. (11) τί γὰρ τῆς

συμφορᾶς ταύτης ἐλεεινότερον καὶ τῆς δυστυχίας ἀθλιώτερον;

ἡλίκον κακὸν εἰς τὴν βασιλείαν εἰσεκώμασεν! διφυὴς μὲν τὸ γένος

καὶ μιξοβάρβαρος, πολυειδὴς δὲ τὸν τρόπον καὶ ἀνελεύθερος καὶ

τὴν γνώμην ἀστάθερος.”

769

Τὸ μὲν οὖν προσεχῶς αὐτῷ ὑπηργμένον καὶ πολυγνώριμον,

ἐκ γὰρ τῆς Ἀρμενίων ὡρμᾶτο γῆς, ὅθεν εἰπεῖν τὸ δύστροπον καὶ

κακόηθες. τὸ δὲ πορρωτάτω καὶ παλαιὸν τυγχάνον, καθὰ τῶν

πρεσβυτέρων ἐξιστοροῦσί τινες, οἳ τὰ ἐκείνου καὶ τῶν ἐκείνου πα-

τέρων ἐκ πολλοῦ παραδοθέντα ἴσασιν, οὐδ' ἐντεῦθεν καθαρῶς

ποθεν ἐκπεφυκέναι, εἴπερ ἐκ τῆς Ἀσσυρίων φυλῆς κακίστην παρα-

φυάδα ἐκδῦναι, ἐξ ὧν τὸ πατρῷον ἐπεφήμιζεν αἷμα. κατήχθη

γὰρ ἐκ τῶν Σεναχηρεὶμ παίδων, ὃς δὴ τῶν Ἀσσυρίων ἦρξέ ποτε

καὶ ὑπὸ τῶν φύντων καιρίαν τὴν πληγὴν ἐδέδεκτο· καὶ γὰρ οἵ γε

φονίας δεξιὰς τῷ γεννήτορι ἐπανετείναντο, τῷ πατραλῴῳ λύθρῳ

ἐμμολυνόμενοι, αὐτόχειρές τε τῆς σφαγῆς τοῦ τεκόντος γενόμενοι

αὐτίκα πρὸς τοῖς χωρίοις τῶν Ἀρμενίων φυγάδες οἰχόμενοι ἀνα-

σώζονται. τούτου δὲ τοῦ πατροφόνου σπόρου κατὰ τὴν ἡμετέραν

γενεὰν πικρῶς τηρηθεὶς καὶ παραβλαστήσας ἀνδροφόνος καρπός,

οὐκ οἶδ' ὅθεν Ῥωμαίων τοῦτο κατακριθὲν τὸ δεινὸν ἐκεκλήρωτο.

ὃς εἰς τόδε τὸ φῶς οἷς οἶδεν ὁ ἀνασχόμενος κρίμασι προαχθεὶς

πονηροῖς καὶ ὀλεθρίοις ἐντρέφεται καὶ συναύξεται ἤθεσί τε καὶ

πράξεσιν.

12. Ἐκ τῆς Ἀσσυρίων γοῦν λεαίνης καὶ τῆς Ἀρμενίας

παρδάλεως ἑτεροθαλὲς σύνθετόν τε καὶ ἀλλόκοτον τίγριδος εἶδος

770

ἐκ νόθου καὶ κιβδήλου ἐξέφυ γονῆς, Ἀρμένιον ἢ Ἀσσύριον εἰδε-

χθεστέρας, καὶ Λέων μὲν τὴν προσηγορίαν, λέοντος δὲ τὸ μὲν

ἁρπακτικὸν εἰς τὸ ἀσφαλὲς κεκτημένος, τὸ δὲ ἐλευθέριον οὐδαμῶς

προσιέμενος, χαμαιλέων δέ, ὥσπερ οὖν τὸ εἶδος, οὕτως καὶ τῆς

ψυχῆς τὸ πολύμορφον, διὰ τὸ τοῦ γένους ὕπουλόν τε καὶ ὕφαλον,

ἐξ ὧν ἐμεγαλαύχει τῆς δυστροπίας καὶ τοῦ δόλου τὸ κεκρυμμένον

καὶ ἀνεξαγόρευτον. καὶ γὰρ ἐμηχανᾶτο λανθάνειν τὸ ἐνδομυχοῦν

τῆς γνώμης σκοτεινὸν καὶ παλίμβολον καὶ πρὸς τὸ βλάπτειν ἐπιρ-

ρεπές. καί πως ἦν ἐκπεπονημένον αὐτῷ καὶ ἐπιτετηδευμένον μή

ποτε συμφωνήσειν καρδίαν τοῖς χείλεσιν, ὡς ἕτερα μὲν μελετᾶν

κατὰ νοῦν, ἄλλα δὲ προφέρειν ἐν τῷ στόματι. ἀλλ' ἐπὶ τοσοῦτον

γὰρ ἀφιλοθεΐας καὶ πονηρίας ἐξώκειλεν ὁ βίος αὐτοῦ ὥστε καὶ

δυσφωρότατον καὶ δυσκατάληπτον αὐτοῦ τὴν δαιμονιώδη γνώμην

καὶ πονηρίαν τοῖς πᾶσι γενέσθαι κατάδηλον. ἐπεὶ οὖν τῆς βασι-

λείου ἀρχῆς, μᾶλλον δὲ τυραννίδος θεοῦ συγχωρήσει λαβόμενος

κατὰ τῆς ἀμωμήτου πίστεως ὅλον ἐκχέει τὸν θυμὸν καὶ τὸν δόλον,

καὶ ἁμιλλᾶται κατὰ πάντα τὸν πρὸ αὐτοῦ δυσσεβῆ Κοπρώνυμον,

καὶ ὡσαύτως μιαροῖς τισὶ καὶ παμπονήροις ἀνθρώποις τὸ πᾶν τῆς

ζωῆς καταπιστεύει, ἀσελγέσι τε καὶ ἐπὶ βίου αἰσχρότητι βεβοημέ-

νοις καὶ κατεφθαρμένοις τὴν ψυχὴν καὶ τὸ σῶμα, γόησι καὶ φαρ-

771

μακοῖς καὶ λαοπλάνοις, καὶ πᾶν εἶδος κακίας ἀσκήσασι καὶ ἁπαξ-

απλῶς τὴν Χριστιανῶν ἠρνημένοις θεοσέβειαν. (13) καὶ δὴ

τούτους ἀσπασίως εἰσοικίζεται καὶ περιπτύσσεται, καὶ ὑποκύπτει

ταῖς ματαίοις αὐτῶν καὶ ψυχοφθόροις διδαχαῖς καὶ μυήσεσιν, καὶ

οἷα τῆς ἁμαρτίας ἀνδράποδον ἐξανδραποδίζεται, καὶ τῷ ἀγκίστρῳ

τῆς ἀπάτης καὶ παρανομίας δελεασθεὶς ὁ παράπεστος δεινῶς περι-

πείρεται. τρία γὰρ αὐτῷ προύθηκαν τὰ ὑπεσχημένα, τῆς ἀκρι-

βοῦς πίστεως ἡμῶν καὶ ὀρθοδόξου τὴν ἄρνησιν, τῶν θείων εἰκό-

νων τὴν καθαίρεσιν, τῶν εὐσεβούντων τὴν δίωξιν· “καὶ οὕτως εἰς

ἄκρον εὐημερίας ἐλάσεις” φησίν, “ὡς καὶ ἐπὶ πλεῖστον καὶ μήκι-

στον χρόνον τὴν παροῦσαν ζωήν, εἰ καί τις ἄλλος, διανύσαι.”

14. Ταύταις οὖν καὶ ταῖς τοιαύταις ὀλεθρίοις φενακισθεὶς

ἀπάταις ὁ ματαιόφρων καὶ κτηνώδης, καὶ καθάπερ ἦν εἰδεχθὴς

καὶ δυσέντευκτος καὶ τῇ ἰδέᾳ αἰσχρότερος (εἰ γὰρ καὶ λεόντειον

τοὔνομα, πιθήκειον τὸ βλεπόμενον), γίνεται φαυλότερος τὸν τρό-

πον, σοβαρώτερος τὸ ἦθος, θηριωδέστερος τὴν γνώμην, ἀτίθασ-

σος τὴν ὁρμήν, ἀκάθεκτος καὶ ἀνυπόστατος καὶ ἀλογιστότερός τε

καὶ ἐμβριθέστερος καὶ τυραννικώτερος. (15) ἀναπτερωθεὶς γὰρ

ὁ δείλαιος καὶ ταλαίπωρος τῇ ψευδομαντείᾳ καὶ ἐπιβουλῇ τῶν ἀλι-

τηρίων ἐκείνων, οὕτως ἐπανατείνεται ταχὺ τὸν πόλεμον. καὶ πρῶ-

772

τον μὲν κινεῖ κατὰ τῶν ἱερῶν δογμάτων ἡμῶν τὴν θεομάχον αὐ-

τοῦ γλῶσσαν, ἔπειτα δὲ ζηλοῖ κἀνταῦθα τὸν δυσσεβέστατον Κο-

πρώνυμον Κόνωνα· καὶ συναθροίσας ὁμοίως ἐκείνῳ πονηρόν τε

καὶ ἀγυρτῶδες συνακτήριον, μᾶλλον δὲ Ἰουδαϊκὸν συνέδριον, ᾧ

καὶ σύνεδρος καὶ πρόεδρος ὁ ἐξάγιστος γενόμενος, ὁρᾶται πάλιν

ἐν ναῷ κυρίου τὸ βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἀνοίγεται στόμα

λαλοῦν μεγάλα κατὰ τῆς δόξης κυρίου καὶ κατὰ τῆς θείας οἰκονο-

μίας μεγαλορρημονοῦν καὶ ἀλαζονευόμενον. καὶ οὕτως ὁ δεύτερος

Καϊάφας μετὰ τῆς χριστομάχου σπείρας ἐκείνης πολλὰ καὶ μάταια

κατὰ τῆς ἀληθείας κενολογήσας καθαιρεῖ πᾶσαν ἱερὰν τῆς ἐκκλη-

σίας ἀναστήλωσιν μίσει τῷ εἰς Χριστὸν καὶ τοὺς αὐτοῦ θεράπον-

τας, ἐπειδὴ βαρὺς ἦν αὐτῷ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος καὶ

ἐπὶ μνήμης φερόμενος, καὶ οἱ τούτου φίλοι τε καὶ δοῦλοι. (16) διὸ

δὴ καὶ ἀνοηταίνων κατεφλυάρει πᾶσαν εἰκονικὴν ἀναστήλωσιν

ἀπόβλητον εἶναι τῇ θείᾳ γραφῇ καὶ λίαν ἀγνώριστον. τί οὖν πρὸς

ταῦτα φήσειέν τις; ὅτι σοφίας θεοῦ ἀδιεξέταστοι λόγοι, καὶ ὁ

μωρὸς μωρὰ λαλήσει. ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρ-

χων οὐκ ᾔδει πάντως τὰ χρυσότευκτα ἐκεῖνα Χερουβίμ, ἅπερ ὁ

ἱεροφάντης Μωϋσῆς θεοῦ προστεταχότος ἐτεκτήνατο καὶ ἡ παλαιὰ

καὶ ἔννομος σκηνὴ καθύπερθεν τῆς κιβωτοῦ ἔφερεν, ἃ δὴ οὐ παρὰ

Ἰουδαίοις μόνον δεδόξαστο, ἀλλὰ καὶ τῆς χάριτος ὁ κῆρυξ Χε-

773

ρουβὶμ δόξης ἀποκαλεῖ σαφῶς ἤτοι τὰ δεδοξασμένα. ἔτι γε μὴν

καὶ ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία καὶ τῷ θεσπεσίῳ Ἰεζε-

κιὴλ ὦπται, καὶ εἴ τι τοιοῦτον κατὰ τὰς ἱερὰς βίβλους ἱστόρηται

καὶ τετίμηται, ἅπερ οὐ πέφρικεν ὁ ἄθλιος καὶ βέβηλος ἐν εἰδώλων

μοίρᾳ θεῖναι, ὡς ἀθετεῖν μᾶλλον ἢ προσίεσθαι τὰς θεοπνεύστους

γραφὰς προελόμενος· ἐξ ὧν λοιπὸν καὶ Ἰουδαίων ἀπιστότερος καὶ

ἀγνωμονέστερος εἰκότως νομισθείη σὺν τοῖς ὁμόφροσιν αὐτοῦ.

ἄξια γὰρ ὡς ἀληθῶς τῆς ἑαυτῶν βδελυρίας ἀπιστίας τε καὶ ἀλο-

γίας φρονήσαντες καὶ ἐκφωνήσαντες. (17) καὶ γὰρ τῷ Χριστῷ

κἀνταῦθα προφανῶς ἀπομάχονται, ὃς λαβὼν ὀθόνην λαμπρὰν

καὶ τὸ ὑπέρλαμπρον καὶ ὑπέρκαλον ἐναπομαξάμενος θεῖον εἶδος

ἐκπέμπει πιστῶς αἰτήσαντι τῷ τῶν Ἐδεσηνῶν ἡγεμόνι Αὐγάρῳ.

ἐξ ἐκείνου δὲ μέχρι καὶ τήμερον ἀποστολικῇ παραδόσει καὶ εἰση-

γήσει, γνώσεώς τε καὶ μνήμης ἕνεκεν ὧν ὑπὲρ ἡμῶν ἔδρασέ τε καὶ

πέπονθε Χριστός, καθὰ δὴ καὶ ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων

δέλτοις ἀνιστόρηται, σεβασμίως ἐκτυποῦμεν καὶ προσκυνοῦμεν,

κἂν οἱ χριστομάχοι διαρρήγνυνται. (18) καὶ μέντοι πρὸς τούτοις

παράδοσις καὶ λόγος ἐχόμενος πειθοῦς καὶ μέχρις ἡμῶν κάτεισι,

τὸν θεῖον εὐαγγελιστὴν Λουκᾶν ἐν εἰκόνι διαγράψαι τὸν κύριον

ἡμῶν Ἰησοῦν Χριστόν, πρὸς δὲ καὶ τὴν πανάχραντον αὐτοῦ μη-

774

τέρα, καὶ τὰς ἱεροτυπίας ταύτας διαφυλάσσειν τὴν Ῥωμαίων πό-

λιν. τί δὲ δεῖ λέγειν περὶ τῶν λοιπῶν ὧν ἐν Ἱεροσολύμοις, ὡς

ἱστόρησάν τινες οἱ αὐτόθι γενόμενοι, ὡς πλεῖστα μέχρι τῆς δεῦρο

πιστῶς καὶ εὐλαβῶς ἱερογραφίας ἐκ παλαιοῦ δι' ἀκριβείας ἀνεστη-

λωμένας σεμνῶς περιέποντες προσκυνοῦσιν; ὡσαύτως δὲ πάλιν

ἀναγέγραπται ὅτι Πέτρος καὶ Παῦλος οἱ κορυφαῖοι τῶν ἀποστόλων

τὰ μεγαλεῖα τοῦ θεοῦ κηρύττοντες ἐν τῇ Ῥώμῃ, καὶ ἃ πεποίηκεν

ὁ Χριστὸς θαύματα, πρῶτον τὴν θείαν μεταμόρφωσιν ἐξεικονί-

σαντες Ῥωμαίοις παραδεδώκασι, καθὼς καὶ ὤφθη Μωυσῇ καὶ

Ἠλίᾳ ἐν μέσῳ τοῖς ἁγίοις προφήταις· ἃ δὴ καὶ μέχρι τοῦ νῦν

σώζεται.

19. Πῶς οὖν ἀντιβλέψουσιν οἱ ἀπειθεῖς καὶ ἀγνώμονες

πρὸς τὸ μέχρι τοῦ παρόντος ᾀδόμενον καὶ ὁρώμενον ἐν τῷ ναῷ τῆς

θεομήτορος θαῦμα, τὸ ἐν τῇ πόλει τῇ καλουμένῃ Λύδδῃ; ὅνπερ

ναὸν ἔτι περιούσης κατὰ τὸν τῇδε βίον οἱ ἀπόστολοι ἐδομήσαντο.

πολλοὶ γὰρ τεθέανται προσκυνούμενον εὐλαβῶς καὶ τιμώμενον τὸ

ἀχειρότευκτον ἐκεῖνο καὶ σεβάσμιον ἀπεικόνισμα, πλαξὶ τετυπω-

μένον λαμπραῖς καὶ διαυγέσι, καὶ διὰ βάθους κεχωρηκὸς ὅλου·

ὃ δὴ καί τινες τῶν δυσμενῶν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀποξέσαι

775

σπουδάσαντες ἐματαιώθησαν ἀποτυχόντες τῆς ἀτόπου αὐτῶν ἐγ-

χειρήσεως. ὅσῳ γὰρ αὐτοὶ τὸ ἐκτύπωμα ἔξεον, πλειοτέρως ἐξέ-

λαμπον. οὐδὲν γὰρ ἧττον ἐπὶ σχήματος ἕστηκεν ἡ μορφή, εἶδός

τε καὶ στολὴν καὶ τἆλλα τῆς θέας ἀνεξάλειπτα καὶ ἀλώβητα δια-

σώζουσα. ἱστορεῖται γὰρ ὅτι οἱ ἅγιοι ἀπόστολοι ὑποσχέσει τῆς

πανάγνου θεοτόκου ναὸν ἐπ' ὀνόματι αὐτῆς ἀνήγειραν· καὶ αὐτῆς

εἰς θέαν τοῦ ναοῦ τῇ αἰτήσει αὐτῶν εἰσελθούσης καὶ εἰς ἕνα τῶν

κιόνων σταθείσης εὑρεθῆναι ἐν τῷ κίονι τὸ ἐκτύπωμα αὐτῆς· ὃ

καὶ πολλὰ βιασάμενοι, ὡς εἴρηται, Ἕλληνες καὶ Ἰουδαῖοι οὐκ

ἴσχυσαν ἀποξέσαι.

20. Ὅτι δὲ ἀρχαιοτάτη τούτων ἡ ποίησις καὶ παράδοσις,

μάρτυς μὲν καὶ πρὸς τοῖς ἄλλοις ὁ θεῖος ἀνδριὰς ὃν ἔστησεν ἡ

αἱμόρρους γυνὴ τῷ θεραπευτῇ Χριστῷ παρὰ τῷ ἑαυτῆς οἴκῳ,

στήλην ἐναργεστάτην καὶ ἀπαράγραπτον κήρυκα τοῦ εἰς αὐτὴν

γεγονότος θαύματος, ταῖς μετέπειτα γενεαῖς τὸ κατ' αὐτὴν θαυ-

ματουργηθὲν παράδοξον δημοσιεύουσα· περὶ οὗ καὶ ὁ μέγας παρὰ

τοῖς εἰκονοτύποις διδάσκαλος Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστο-

ρίᾳ μνημονεύσας τὰ τελούμενα θαύματα παρὰ τῆς ἐκεῖθεν φυο-

μένης ἱερᾶς καὶ θεοβλάστου πόας, καὶ ὡς ἦν ἅπασιν ἀλεξίκακον

ἐπικούρημα, ἐπάγει φάσκων ὅτι καὶ τῶν ἀποστόλων τὰς εἰκόνας

776

Πέτρου καὶ Παύλου καὶ αὐτοῦ δὲ Χριστοῦ διὰ χρωμάτων ἐν γρα-

φαῖς σωζομένας ἱστορήσαμεν. (21) μάρτυς δὲ καὶ ἡ ὄψις, δι-

δάσκαλος ἀψευδής. τό τε μῆκος τοῦ χρόνου σαφῶς δείκνυσι καὶ

τῶν σεπτῶν ναῶν ἡ κτίσις. ἔτι δὲ καὶ τῶν ἀνέκαθεν ἱερῶν σκευῶν

παρὰ τῶν εὐσεβούντων ἡ ποίησις καὶ ἀφιέρωσις ἄπειρος τῷ πλή-

θει τυγχάνουσα. οὐ μὴν δὲ ἀλλὰ καὶ αὐταὶ αἱ πτυχαὶ τῶν ἁγίων

εὐαγγελίων τοὺς ἱεροὺς τύπους ἔξωθεν φέρουσαι ὑπὸ πάντων πι-

στῶν σεπτῶς προσκυνουμένους, οἵ τε θεῖοι κίονες καὶ αἱ σωλαῖαι

καλούμεναι, αἳ τὸ σεβάσμιον τοῦ ἱεροῦ διατειχίζουσι θυσιαστη-

ρίου. καὶ γὰρ οὐδενὶ ἑτέρῳ λόγῳ ἢ τοῦ προσκυνεῖσθαι πάντως

εἵνεκα ἅμα τῷ συμπαρακειμένῳ τοῦ σταυροῦ τύπῳ εὐσεβῶς ἀρχῆ-

θεν ἐνταῦθα καθιστόρηνται.

22. Ἀλλ' ὅ γε θηριώνυμος καὶ λεοντότροπος ταῦτα παρα-

γραψάμενος πάντα ἔσπευδεν ὅτι μάλιστα πᾶσαν θείαν εἰκόνα ἀπο-

στρέφειν καὶ λήθῃ βαθείᾳ παραπέμπειν. ταύτῃ τοι θεομαχῶν

ἐπὶ δήμου τοιαῦτα κατατολμήσας ὁ ἐμβρόντητος παρρησιάζεται,

λέγων “ὥσπερ ἐκ τῶν ὄψεων ὑμῶν, ἀδελφοί, τὰς εἰκόνας ἐξω-

λοθρεύσαμεν, οὕτω δὴ καὶ ἐκ τῶν ψυχῶν ὑμῶν περιαιρήσειν

ὑμεῖς ὡς θεοῦ καὶ τοῦ βασιλέως δοῦλοι καὶ φίλοι σπουδάσατε.”

καὶ γὰρ ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοή-

777

σει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν. κἀν-

τεῦθεν τοίνυν τοὺς εὑρισκομένους ἔχοντας εἰκόνα Χριστοῦ ἤ τινος

ἁγίου καὶ προσκυνοῦντας δειναῖς τιμωρίαις καὶ κολάσεσι κατεδί-

κασεν ὁ ἀλάστωρ καὶ αἱμοβόρος. καὶ οὕτω κρεωκοπούμενοι καθ'

ἑκάστην ἡμέραν καὶ καταθυόμενοι διεφθείροντο πανταχοῦ οἱ θεο-

σεβεῖς· καὶ πολλοὺς ἐνδόξους καὶ περιβλέπτους πεφόνευκε.

23. Καὶ ταῦτα μὲν κατὰ τῶν ὀρθοδοξούντων ἀφειδῶς καὶ

ἀπαύστως διεπράττετο· κατὰ δὲ τῶν ἐν τέλει καὶ τῶν εὐπορωτέ-

ρων ἄλλην πονηρὰν ἐπίνοιαν ὁ πονηρὸς καὶ παμμήχανος εὑρίσκει.

βουλόμενος γὰρ αὐτοὺς ἐλεεινοὺς καὶ πένητας ἀπεργάσασθαι τί

ποιεῖ; αἰτίαις αὐτοὺς ἀφύκτοις καὶ ἐγκλήμασι περιβάλλει, προ-

φασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ἵνα τῷ δέει τῶν ἐγκλημά-

των πᾶσαν αὐτῶν τὴν οὐσίαν ἀναλογήσωσιν ὑπὲρ τῆς ἐκεῖθεν σω-

τηρίας. ἔστιν ὅτε δὲ καὶ συνεβίαζεν καθ' ὧν τινῶν ἀνδρικωτέρων

ἢ εὐφυεστέρων, βασκαίνων τῆς εὐανδρίας ἢ εὐφυΐας αὐτοῖς, ὡς

νεωτερίσειν ὑποπτεύων. τινῶν μὲν τοὺς ὀφθαλμοὺς ἐξώρυττεν,

ἄλλων δὲ τὰ μέλη ἠκρωτηρίαζεν· ἑτέρους δεσμοῖς κατέχων μεθ'

ἡμέρας τινὰς τῷ θανάτῳ παρέπεμψεν. ἐξ ὧν ὑπῆρχε Μιχαὴλ ὁ

778

τὴν τοῦ ἐξκουβίτου τάγματος ἀρχὴν διέπων· διεβλήθη γὰρ τῷ

βασιλεῖ ὡς κατ' αὐτοῦ βουλευόμενος· ὃν εἱρκτῇ καὶ πέδαις εἶχε

τηρούμενον. (24) τῆς δὲ γενεθλίου τοῦ σωτῆρος ἡμῶν ἡμέρας

ἐνστάσης τοῦτον ἠβουλήθη νυκτὶ ἀνελεῖν· κωλυθεὶς δὲ παρὰ τῆς

ἰδίας γυναικὸς διὰ τὴν ἑορτὴν εἴασεν αὐτόν. ὁ δὲ Μιχαὴλ ἐν τῇ

εἱρκτῇ ὤν, τοῦτο μαθών, πᾶσι τοῖς συμβούλοις τοῖς μετ' αὐτοῦ

ἐμήνυσεν ὡς εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας

ὑμᾶς καταμηνύω τῷ βασιλεῖ. ἦν δὲ μετ' αὐτῶν καὶ ὁ τοῦ παλα-

τίου παπίας, συγγενὴς ὢν τοῦ Μιχαήλ. οὗτοι τῇ νυκτὶ ὁπλι-

σθέντες, ἔνδοθεν τὰ ξίφη φοροῦντες, τοῦ παπίου ἀνοίξαντος ὡς

ἱερεῖς μετὰ φελονίων εἰσῆλθον. τοῦ δὲ βασιλέως εἰς τὴν ἐκκλη-

σίαν εἰσελθόντος εἰσπηδήσαντες τὴν ἀνοσίαν αὐτοῦ ψυχὴν ... ἐν

τῷ παλατίῳ, ἐν ᾧ οὐδεὶς τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἀνῄρητο.

(25) αὐτῇ δὲ τῇ ὥρᾳ ἐν τῇ εἱρκτῇ ἀπελθόντες ἐξάγουσι τὸν

Μιχαὴλ καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ, ἀντὶ δεσμοφόρου στεφηφό-

ρον, ὡς πληρωθῆναι ἐπ' αὐτὸν τὸ τοῦ ψαλμῳδοῦ λόγιον, τὸ

ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.

779

μετὰ δὲ ταῦτα ῥακίοις εὐτελέσι περιβαλόντες τὰ τοῦ ἀλιτηρίου

μέλη, καὶ εἰς ἀκάτιον ἐμβαλόντες τὸ παμμίαρον αὐτοῦ σῶμα,

κατὰ τὴν καλουμένην Πρώτην νῆσον ἐκφέρουσι καὶ κατορύττουσιν,

ἔνθα καὶ τοὺς παῖδας αὐτοῦ ἀποκείραντες μονάσαι πεποιήκασιν,

οὐκ οἶδα ἀνθ' ὅτου ταύτην κατακριθεῖσαν τὴν συμφορὰν τοσού-

των κακῶν ὑποδέξασθαι.

26. Προσεκτέον δὲ ὡς εἴ γε ἰσχύν τινα εἶχεν ὁ λόγος τῶν

δυσσεβῶν τούτων καὶ δυσωνύμων καὶ ἀληθείας ἔμφασιν τὰ παρ'

αὐτῶν κτιζόμενα, κἂν ταῖς ἄλλαις ἱεραρχίαις ὑπῆρξέ που πάντως

πεφυλαγμένα καὶ γινωσκόμενα· νῦν δὲ οὐδαμόθεν ἐπιγνῶναι τοῦτο

πάρεστιν. ὁμοῦ τε γὰρ ἑῴα καὶ ἑσπερία λῆξις τὸ εὐαγγελικὸν δὴ

τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα· καὶ οὔ

ποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστιανοί, τὸ ἔκθεσμον ἐκεῖνο καὶ

παράνομον καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀλλότριον παραφυὲν

καταλαμβάνεται θεοστυγὲς δόγμα, οὐδὲ ὅσον εἰς μνήμην ἀφῖχθαι

τῶν πονηρῶν καὶ μυσαρῶν συνταγμάτων, ἀλλ' ἢ μόνον κατὰ τὴν

δούλην ταύτην καὶ ἠνδραποδισμένην καὶ τὰ θεῖα κατ' ἐξουσίαν

780

παίζουσαν, ἐν ᾗ τὸ ἐμπαθὲς καὶ πρόσυλον τῶν περὶ γῆν στρεφο-

μένων καὶ ἰλυσπωμένων γήϊνον καὶ ἀλαζονικὸν καὶ ὑπερήφανον

πρυτανεύει φρόνημα. ἔνθα τὸ φίλαυτον, τὸ φίλαρχον, τὸ φιλή-

δονον, τὸ φιλόδοξον, ἡ πάντων καταθυμίων ἀπόλαυσις, τὸ πάν-

των ἐθέλειν ἄρχειν καὶ μηδὲ πρὸς αὐτοῦ θεοῦ ἄρχεσθαι, καὶ ἡ

τῆς ἀνθρωπίνης δόξης ἢ μᾶλλον εἰπεῖν αἰσχύνης κτῆσις καὶ περι-

ποίησις. ἔνθεν ἡ κατὰ τοῦ θεοῦ καὶ τῶν ἁγίων ὕβρις καὶ τῆς ἐκ-

κλησίας ὁ διωγμός. ἐντεῦθεν κατακυριευόμενον ἢ τυραννούμενον

τὸ ὑπήκοον τοῖς ἐκείνων δόγμασι καὶ θελήμασιν ὑποκύπτειν ἐκβιά-

ζεται· ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευται καὶ ἐσχεδίασται ὅπλον,

σχήματι μὲν τοῦ σωματοφυλακεῖν ἠθροισμένον, ταῖς δὲ ἀληθείαις

τοῦ ἐκπορθεῖν τὴν ἐκκλησίαν Χριστοῦ καὶ ληΐζειν ἐπινενοημένον,

προφάσει τοῦ συμπεριγράφεσθαι τὴν Χριστοῦ θεότητα ἐν τῇ εἰ-

κόνι, παραληροῦντες· ὡς εἴ τις καὶ τὸ ἡλιακὸν δὴ τοῦτο καὶ

δισκοειδὲς σῶμα γεγραμμένον ἔν τινι τόπῳ, καθὼς ἔν τισιν ὁρᾶται

γιγνόμενον, ὑποδείξειεν, ἐδογμάτισαν ἂν καὶ τὴν τοῦ φωτὸς οὐ-

σίαν καὶ αὐγὴν συγγράφεσθαι καὶ περιγράφεσθαι ἢ πάντως ἐκ τοῦ

ἡλίου τὸ φῶς ἀποτέμνεσθαι, ἢ πάλιν ἀκτῖνα ἡλίου εἴ που δένδρῳ

προσβάλλουσαν ἴδοι, ἐντμηθείη δὲ τὸ δένδρον, συνεγκοπήσεσθαι

καὶ τὴν ἀκτῖνα παραφρόνως ἐνομίσθη. καὶ μέντοι καὶ ἐπὶ πυρὸς

781

καὶ ἄλλων τινῶν διανοηθήσονται, ἵνα ἐνδίκως παρὰ παίδων παι-

ζόντων παιχθήσωνται φρονοῦντες ἀσυνετώτερα. εἰ γὰρ ἐπὶ τῶν

εἰρημένων οὔτε γίνεσθαι οὔτε ὁρᾶσθαι πέφυκεν οὔτε μὴν λέγεσθαι

χώραν ἕξει, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀπορρήτου καὶ θείας φύσεως ἢ

ἐπὶ τῆς ἀφράστου καὶ ἀνερμηνεύτου Χριστοῦ οἰκονομίας ταῦτα

λέγειν ἢ ἐννοεῖν ἀδύνατα καὶ ἀνεπιχείρητα! οὐδὲ γὰρ σαρκούμενος

ἢ πάσχων ὑπὲρ ἡμῶν τῷ σώματι τοῦτο πέπονθεν, ἐπεὶ οὕτω γε

καὶ εἰ ἄνθρωπος τῶν καθ' ἡμᾶς εἰκονίζοιτο σώματι, ἀνάγκη καὶ

τὴν ψυχὴν συνεικονίζεσθαι, ἢ πάντως τεθνήξεσθαι χωριζομένων·

τί γὰρ ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς καὶ σώματος; ὅθεν ἐν

τούτοις φαίνονται προδήλως οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαί-

νοντες· οὐ γὰρ ἴσασιν ὅσον γραπτοῦ καὶ περιγραπτοῦ τοῦ τε γρά-

φειν καὶ περιγράφειν τὸ ἰδιάζον καὶ διηλλαγμένον, καὶ διὰ τοῦτο

φενακιζόμενοι ματαιολογοῦσι. ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ

ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσται; ἢ πῶς ὁ τοῦ σώμα-

τος ὅρος καὶ λόγος σωθήσεται, εἰ μὴ ταῦτα ἔχοι; ὁ τοίνυν μὴ

δοξάζων γράφεσθαι ἢ περιγράφεσθαι τὸν Χριστὸν σώματι, ἢ ὅ τι

ἔστι σῶμα οὐκ ἔγνω, ἐξ οὗ μηδὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς

σῶμα καὶ ψυχὴν σώζεσθαι παραιτεῖται. ὁ γοῦν ὁμολογῶν σῶμα

τὸν Χριστὸν ἀνειληφέναι ὁποῖον τὸ ἡμέτερον, τοῦτο δὲ γραπτὸν

782

καὶ περιγραπτόν, ἐξ ἀνάγκης καὶ τὸ τοῦ Χριστοῦ σῶμα γραπτὸν

καὶ περιγραπτὸν εἶναι συνομολογήσειεν. εἰ δὲ τὸ δεύτερον οὐ

δώσει, οὐδὲ τὸ πρῶτον ἄρα, ὃ πάντῃ ἄλογον καὶ καταγέλαστον.

(27) οὐ περιγράφομεν οὖν ἡμεῖς, ἀλλὰ γράφομεν. κενολογοῦσι

δὲ οἱ ἄθλιοι καὶ ἄλλο ἀτοπώτερον· ὃν γὰρ φασὶν ἀπερίγραπτον,

οὐκ οἶδ' ὅπως ὑπ' εὐηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι τερα-

τεύονται. εἰ δὲ δὴ μὴ χρῆναι τὸν Χριστὸν εἰκονίζεσθαι πάλιν

κενολογήσουσιν, ἡ τῶν διδασκάλων αὐτῶν Χάρυβδις αὐτοὺς με-

γάλως περικέχηνε, Μάνεντος Οὐαλεντίνου τε καὶ Μαρκίωνος.

δοκήσει γὰρ καὶ φαντασίᾳ τὸν θεῖον λόγον σεσαρκῶσθαι δοξάζον-

τες οὐδὲν ἧττον τῇ προτέρᾳ τοῦ ψεύδους βλασφημίᾳ περιπαρήσον-

ται, οἵ γε πρὸς πᾶσαν τὴν οἰκονομίαν παραταττόμενοι δυσσεβῶς

οὐ κατερυθριῶσιν. καὶ ταῦτα τίνες; οἱ κατήγοροι τῶν ἐπαινου-

μένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι,

τὰ ἀχάριστα κτίσματα κατὰ τὴν θεολόγον φωνήν.

{ΒΑΣΙΛΕΙΑ

ΜΙΧΑΗΛ ΤΟΥ ΤΡΑΥΛΟΥ.}

Τῷ ͵ϚτιϚʹ ἀπὸ τοῦ κόσμου, ἀπὸ δὲ τῆς ἐνσάρκου οἰκονομίας ωιϚʹ,

ἐβασίλευσε Μιχαὴλ ὁ τραυλὸς ὁ Ἀμοραῖος, ἔτη ηʹ μῆνας θʹ, καὶ

783

ἀπέθανεν ἐκ δυσουρίας καὶ τῆς τῶν νέφρων σφοδροτάτης ἀλγηδό-

νος· ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον

τοὺς ἐν εἱρκταῖς καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν

ὀνειρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσωνύμου καὶ

δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ

περιεπάρη τῆς δεινῆς αἱρέσεως ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ

ἀπαιδευσίας. ὅθεν ἐπὶ σελεντίου ἔφη “οἱ μὲν πρὸ ἡμῶν ἐρευνη-

σάμενοι τῶν δογμάτων τὴν ἀκρίβειαν τὸν περὶ αὐτῶν εἰσπραχθή-

σονται λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν· ἡμεῖς δὲ ἐν ᾧ εὕρο-

μεν τὴν ἐκκλησίαν βαδίζουσαν, ἐν τούτῳ καὶ διαμένειν προκρί-

νομεν.”

2. Ἦν δὲ αὐτῷ παῖς ἐξ Εὐφροσύνης ὀνόματι Θεόφιλος,

ὃν καὶ ἔστεψεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. ἐθέσπισε δὲ ὡς μὴ ἔχειν

τινὰ ἐπ' ἀδείας κινεῖν λόγον περὶ εἰκόνων, ἀλλ' ἐκποδὼν γενέσθω

καὶ οἰχέσθω καὶ ἡ Κωνσταντίνου σύνοδος καὶ ἡ Ταρασίου καὶ ἡ

νῦν ἐπὶ Λέοντος γενομένη περὶ τῶν τοιούτων ζητημάτων, καὶ σιγὴ

βαθεῖα τῆς τῶν εἰκόνων μνήμης γενέσθω.

784

3. Ἐφ' οὗ Θωμᾶς ὁ ἀντάρτης ἐκ τῶν ἀνατολικῶν μερῶν

ἀπάρας ἤδη, καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον προσυλλεξάμενος

καὶ ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας παρ'

ἀξίαν ἐφιέμενος· ἐκ γὰρ τῆς Ῥωμαίων γῆς ὁρμώμενος, δυσγε-

νής τε καὶ ἀφανὴς ὤν, πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο, Κων-

σταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης.

κἀντεῦθέν γέ τοι πολλοὺς τῶν βαρβάρων καὶ Χριστιανῶν ἀπατή-

σας, καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπὶ τὴν

Κωνσταντινούπολιν ἐπῄει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθά-

περ τι θηρίον ἀλλόκοτον καὶ πολύμορφον ποικίλον τε καὶ πολυκέ-

φαλον τὰ πολυειδῆ γένη τῶν ἐθνῶν ἀθροίσας καὶ οἷά τις ἄλλος

Σεναχηρεὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ καθοπλισάμενος, ἐμεγαλ-

αύχει τῶν ἑπομένων τῷ πλήθει καὶ κατηλαζονεύετο, μὴ πάμπαν,

ὡς ἔοικε, νοήσας ὅτι οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ

γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ, καὶ ψυεδὴς ἵππος

εἰς σωτηρίαν καὶ κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς.

εἰ γὰρ καὶ τὰ μάλιστα ἡ πόλις οὐκ εἶχεν Ἐζεκίαν, εὐσεβῆ φημὶ

καὶ ἐνάρετον βασιλέα, ἀλλ' οὐ παρεῖδεν ὁ τοῦ παντὸς πρύτανις

785

καὶ φιλάνθρωπος κύριος πολιορκουμένην τὴν πόλιν αὐτοῦ καὶ τὸν

λαὸν αὐτοῦ, ἀλλ' ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ

στεναγμοῦ τῶν πενήτων ἔφη καὶ τότε “νῦν ἀναστήσομαι καὶ

ὑπερασπιῶ τῆς πόλεώς μου καὶ τοῦ λαοῦ,” οὐ δι' ἐμὲ καὶ διὰ

Δαβὶδ τὸν δοῦλόν μου, ὥσπερ τότε καὶ νῦν φησίν, ἀλλὰ δι' ἐμὲ

καὶ διὰ τὸν ἐκ σπέρματος Δαβὶδ φύντα υἱόν μου καὶ διὰ τὴν νέαν

Ἱερουσαλήμ, ἣν ἐξελεξάμην. (4) καὶ γὰρ ἐπὶ τοῦ δυσσεβοῦς

Ἀχαάβ, τοῦ Σύρου πολλὰς μυριάδας κατ' αὐτοῦ συνειληχότος

καὶ βρενθυομένου καὶ λέγοντος “εἰ ἐκποιήσει Σαμαρία παντὶ τῷ

λαῷ τοῖς πεζοῖς μου,” διέλυσε ῥᾳδίως εὐθὺς τοῦ τρισαθλίου βα-

σιλέως ὁ φιλοικτίρμων θεὸς τὸ ὄνειδος, “ἰδοὺ” λέγων, “ἐγὼ δί-

δωμι αὐτὸν εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος.” ὅπερ

καὶ γέγονεν, καὶ δὴ παραυτίκα δέδειχε καὶ τοῖς οἰκείοις καὶ τοῖς

ἀλλοτρίοις τὴν ἰδίαν ἰσχὺν καὶ τὸν Δαβὶδ ἀληθεύοντα “κύριος

κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ·” τῆς γὰρ συμ-

πλοκῆς γενομένης δυοκαίδεκα τῶν ἀντιπάλων μυριάδας ὁ Ἰσραὴλ

κατηκόντισεν. ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν ὡς θεήλατος

ἡ πληγή, τῶν διαπεφευγότων εἴς τινα πόλιν καταπεσὸν τὸ τεῖχος

κατέχωσε χιλιάδας εἰκοσιεπτά.

786

5. Ταύτην τοίνυν τὴν ἀλαζονείαν τοῦ Σύρου καὶ τοῦ Ἀσ-

συρίου χρησάμενος καὶ ὁ ματαιόφρων Θωμᾶς τὴν Κωνσταντινού-

πολιν, μᾶλλον δὲ Θεούπολιν, ἐφ' ἕνα χρόνον ἐπόρθει, τῶν πολι-

τῶν ἀνδρείως παραταττομένων καὶ τειχομαχούντων καὶ ναυμαχούν-

των· τὰς γὰρ πλείστας αὐτῶν ναῦς ἐπυρπόλησαν, καὶ τοὺς λογά-

δας τῶν πολεμίων αὐτῶν ἐτροπώσαντο. ὁ δὲ ἀμηχανίᾳ ληφθείς,

τὴν πόλιν ἀφεὶς ἐπὶ τὴν Θρᾴκην ἐχώρει, ταύτην ληϊζόμενος.

λαφυραγωγήσας οὖν αὐτὴν μετρίως, ἀλλ' οὐχ ὡς ἤλπιζεν, ἀλλ'

ὡς ἡ θεία πρόνοια παρεχώρει διὰ τὰς ἁμαρτίας ἡμῶν, οὐδὲν

πλέον ἤνυσεν ὧν προσεδόκησεν. καὶ γοῦν οὐ μόνον εἰς ἐναντίωσιν

αὐτῷ παρέστη καὶ περιετράπη καὶ ἀπέβη τὸ σπούδασμα, ἀλλά γε

καὶ ὅπερ ἔχειν ἐδόκει καὶ κατεφαντάζετο κλέος τε καὶ σθένος, ἀπε-

γυμνώθη μικροῦ δεῖν καὶ διόλωλεν· (6) οἱ γὰρ πολῖται, ὡς

εἴρηται, γενναίως τε καὶ σφοδρῶς ἀντιπαραταξάμενοι τῇ ῥοπῇ

καὶ συμμαχίᾳ τοῦ κρείττονος, καὶ μετὰ τοιαύτης ἐλπίδος τειχο-

μαχοῦντες καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες ἀνδρικῶς καὶ καρ-

τερῶς, ἅπαν σχεδὸν τὸ σαθρὸν αὐτοῦ φρύαγμα κατέλυσαν. τὰ

γὰρ ὀχυρώματα ἐφ' ὧν πεποιθὼς ἀνοήτως ἄγαν ἐναβρύνετο καὶ

κατεθρασύνετο, τὰς ναῦς αὐτοῦ λέγω, πυρπολήσαντες, καὶ τοὺς

787

λογάδας τῶν πολεμίων καὶ στρατοπεδάρχας τροπωσάμενοι, σκο-

τοδινία πολλὴ καὶ ἀμηχανία περιέσχε τὸν εὐρίπιστον καὶ κουφό-

τατον Θωμᾶν. ναὶ μὴν καὶ τὰς πολυμηχάνους αὐτοῦ καὶ πολυ-

τρόπους ἑλεπόλεις πάσας, ἀκαταμαχήτους οὔσας, ὡς ᾤετο, καὶ

δυσαλώτους, διέφθειραν καὶ κατέλυσαν εὐπετῶς ἄρδην. καὶ

οὕτως ὁ μὲν οἶκος Δαβὶδ ἤγουν ἡ τοῦ Χριστοῦ πόλις ἐπορεύετο

καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαούλ, τῶν πολεμίων τὸ στῖφος,

ἐπορεύετο καὶ ἠσθένει τῷ ὄντι, καὶ θεὸς ἐδοξάζετο. καὶ ἦν ἰδεῖν

ἐναργῶς ὄντως ἐπ' αὐτῷ πληρούμενον τὸ θάτερον λόγιον ἱερόν,

“καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐ-

τοῦ δειλίαν” καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. ἔνθεν τοι καὶ οἱ τῆς πό-

λεως ἔψαλλον “οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις” καὶ τὰ λοιπὰ

τοῦ ψαλμοῦ. (7) ὁ δὲ θεῖος λόγος παρεγγυώμενος καὶ προευαγ-

γελιζόμενος αὐτοῖς εὖ μάλα τὴν ἀθρόαν καὶ ταχίστην κατάπτωσιν

τοῦ ἐχθροῦ αὐτῶν ἀπεκρίνατο μόνον οὐχὶ λέγων “θαρσεῖτε, τέκνα,

καὶ βοήσατε πρὸς τὸν θεόν· ἔσται γὰρ ὑμῖν ὑπὸ τοῦ ἐπαγαγόντος

μνεία. ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον

εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.”

788

8. Ἐπεὶ οὖν ἀποκαμὼν ὁ τάλας καὶ πεπλανημένος ἀνονή-

τως πολεμῶν καὶ ματαιοπονῶν, καὶ μάλα δὴ ἀπογνοὺς ὡς τοῦ

σκοποῦ διαμαρτήσας ἐκ διαμέτρου, καὶ τῶν πραγμάτων αὐτῷ

κατόπιν προδήλως φερομένων ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ πρὸς τούτοις

μαθὼν ὡς ὁ βασιλεὺς Μιχαὴλ τοὺς Βουλγάρους εἰς συμμαχίαν

κατ' αὐτοῦ προσεκαλέσατο, παραχρῆμα τὴν πόλιν ἐάσας κατ'

αὐτῶν θᾶττον ᾤχετο. οὓς δὴ καὶ μαχεσάμενος καὶ πολλοὺς αὐτῶν

διαφθείρας εἰς Ἀρκαδιούπολιν ἑαυτὸν ἀσφαλίζεται δῆθεν, κατὰ

τὴν πρόβασιν αὐτοῦ ἀσθένειαν καὶ ἐλάττωσιν ὑφορώμενος. ὅθεν

οἱ περὶ αὐτὸν αἰσθόμενοι σαφέστερον τήν τε δεινὴν οἰκείαν ἀπά-

την καὶ τῆς κενῆς ἐλπίδος ἀποτυχίαν καὶ τὴν ἐκείνου πλησιάζουσαν

πανωλεθρίαν, ἤρξαντο κατὰ μικρὸν ὑποχωρεῖν καὶ ὑπορρέειν καὶ

καταλιμπάνειν αὐτὸν ὡς μάταιον καὶ λαοπλάνον. (9) ὁ δέ γε

Μιχαὴλ ταῦτα μεμαθηκὼς ὑπὸ τῶν ἰδίων φίλων καὶ συγγενῶν

προδοθέντα, αὐτίκα τῆς πόλεως ὑπεξελθὼν μετὰ πλείστης δυνά-

μεως πρὸς αὐτὸν ἐξώρμησε. καὶ δὴ περικαθίσας βραχύν τινα

καιρὸν καὶ τοῦτον ἀμογητὶ χειρωσάμενος, καὶ τὸν τράχηλον αὐτοῦ

κατὰ τὴν ἀρχαίαν συνήθειαν πεπατηκώς, καὶ ἀκρωτηριάσας αὐ-

τοῦ χεῖρας καὶ πόδας καὶ οὕτως ἀνασκολοπίσας, κατέπαυσε τὸν ἐν

τρισὶν ἔτεσι δι' αὐτὸν κατάρξαντα καὶ διαρκέσαντα χαλεπὸν καὶ

δύστηνον ἐμφύλιον πόλεμον.

789

Ἀσχολουμένου δὲ Μιχαὴλ πρὸς τὸν ἀντάρτην Θωμᾶν, καὶ

τῇ πρὸς τοῦτον φροντίδι παντὸς ἄλλου καταφρονοῦντος, Κρήτη

καὶ Σικελία καὶ δὴ καλούμεναι Κυκλάδες νῆσοι τῆς τῶν Ῥωμαίων

ἀρχῆς περιῃρέθησαν ἐξ Ἄφρων τε καὶ Ἀράβων, λαβόντων ἀρχὴν

ἄρτι πρῶτον διὰ τὰς τοῦ λαοῦ ἁμαρτίας καὶ τὴν τῶν κρατούντων

δυσσέβειαν καὶ ταπεινοῦν καὶ ὑπὸ χεῖρα σφῶν ἄγειν τὰ τῶν Χρι-

στιανῶν πράγματα.

10. Ἐν τούτοις οὖν ὄντων καὶ οὕτω τῶν πραγμάτων δια-

κειμένων Μιχαὴλ μὲν ἐκ δυσουρίας καὶ τῆς τῶν νεφρῶν ἀλγη-

δόνος κακῶς ἀπηλλάγη τοῦ ζῆν, διεδέξατο δὲ τὴν ἀρχὴν ἀντ'

αὐτοῦ Θεόφιλος ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτοῦ Εἰφρο-

σύνης.

{ΒΑΣΙΛΕΙΑ

ΘΕΟΦΙΛΟΥ.}

Τῷ ἐνιαυτῷ ἀπὸ τοῦ κόσμου ἑξάκις χιλιοστῷ τριακοσιοστῷ εἰκο-

στῷ ἕκτῳ, τῆς δὲ θείας σαρκώσεως ωκϚʹ, ἐβασίλευσεν Θεόφιλος

ἔτη ιβʹ, ὁ νέος Βαλτάσαρ καὶ παραβάτης καὶ θεομισὴς καὶ τῶν

ἁγίων εἰκόνων ὑβριστὴς καὶ καθαιρέτης καὶ βέβηλος. ἡ δὲ μήτηρ

790

αὐτοῦ Εὐφροσύνη ἀποστείλασα ἐν πᾶσι τοῖς θέμασιν ἤγαγε κόρας

εὐπροσώπους πρὸς τὸ νυμφοστολῆσαι Θεόφιλον τὸν υἱὸν αὐτῆς.

ἀγαγοῦσα δὲ πάσας ταύτας ἐν τῷ παλατίῳ εἰς τὸ λεγόμενον Μαρ-

γαρίτου τρικλίνιον δέδωκε τῷ Θεοφίλῳ χρυσοῦν μῆλον, εἰποῦσα

“εἰς ἣν ἀρεσθῇς, ἐπίδος τοῦτο αὐτῇ.” ἦν δέ τις ἐξ εὐγενῶν ἐν

αὐταῖς κόρη, ὀνόματι Εἰκασία, ὡραιοτάτη πάνυ· ἣν ἰδὼν Θεό-

φιλος καὶ ὑπεραγασθεὶς αὐτὴν τοῦ κάλλους ἔφη ὡς ἄρα διὰ γυ-

ναικὸς ἐρρύη τὰ φαῦλα. ἡ δὲ μετ' αἰδοῦς πως ἀντέφησεν “ἀλλὰ

καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττονα.” ὁ δὲ τῷ λόγῳ τὴν καρ-

δίαν πληγεὶς ταύτην μὲν εἴασεν, Θεοδώρᾳ δὲ τὸ μῆλον ἐπέδωκεν,

οὔσῃ ἐκ Παφλαγόνων. στέφει Θεοδώραν ἐν τῷ εὐκτηρίῳ τοῦ

ἁγίου Στεφάνου, στεφθεὶς καὶ αὐτὸς ἅμα αὐτῇ ὑπὸ Ἀντωνίου

πατριάρχου καὶ τῷ τοῦ γάμου καὶ τῷ τῆς βασιλείας στέφει, τῇ

ἁγίᾳ πεντηκοστῇ. κἀκεῖθεν προῆλθεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ,

φιλοτιμησάμενος πολλοῖς τὸν πατριάρχην ἅμα τῷ κλήρῳ καὶ τῆς

συγκλήτου. ἡ δὲ Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν κατε-

σκεύασεν, εἰς ἣν καὶ ἀποκειραμένη, ἀσκοῦσα καὶ φιλοσοφοῦσα,

τῷ θεῷ μόνῳ ζῶσα διετέλεσε μέχρι τέλους ζωῆς αὐτῆς. ἣ καὶ

συγγράμματα αὐτῆς πλεῖστα καταλέλοιπεν, τὸ “κύριε, ἡ ἐν

πολλαῖς ἁμαρτίαις” καὶ τοῦ μεγάλου σαββάτου τὸ τετραῴδιον

“ἄφρων γηραλέε” καὶ ἄλλα τινά. ἡ δὲ τοῦ βασιλέως μήτηρ

Εὐφροσύνη ἑκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ αὐτῆς,

ᾗ ἐπώνυμον τὰ Γάστρια, ἡσύχασεν.

791

2. Ἐποίησε δὲ ἱππικὸν Θεόφιλος, καὶ προσέταξε τῷ Χα-

μαιδράκοντι Λέοντι τῷ πρωτοβεστιαρίῳ αὐτοῦ ἀγαγεῖν τὸ πολυ-

κάνδηλον τὸ ἐν τῇ σφαγῇ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν.

τοῦ ἱππικοῦ δὲ τελεσθέντος προσεκαλέσατο πᾶσαν τὴν σύγκλητον

ἐν τῷ λεγομένῳ Καθίσματι, καὶ τὸ πολυκάνδηλον ἐξαγαγὼν καὶ

ὑποδείξας αὐτοῖς ἔφη “ὁ εἰς ναὸν κυρίου εἰσερχόμενος καὶ χριστὸν

κυρίου φονεύων τίνος ἐστὶν ἄξιος;” ἡ δὲ σύγκλητος ἀποκριθεῖσα

ἔφη “ἄξιος θανάτου ἐστίν, ὦ δέσποτα.” καὶ εὐθὺς ἐκέλευσε

τοὺς σὺν τῷ πατρὶ αὐτοῦ Μιχαὴλ τὸν Λέοντα ἀνελόντας τὸν

ὕπαρχον κατασχεῖν καὶ τὰς κεφαλὰς αὐτῶν ἐν τῇ σφενδόνῃ ἀπο-

τεμεῖν, πολλὰ προβαλλομένους καὶ λέγοντας ἄδικον εἶναι τὴν κρί-

σιν· καὶ γὰρ εἰ μὴ τῷ πατρί σου συνηγωνισάμεθα, ὦ βασιλεῦ,

οὐκ ἂν αὐτὸς ἦρξας. καὶ δὴ οὕτως ἐπ' ὄψεσι πάντων τὰς κεφα-

λὰς ἀπετμήθησαν, προσχήματι μὲν ὡς εἰς ναὸν κυρίου τετολμη-

κότων ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ ἀληθείᾳ δὲ ὡς τὸν συναιρε-

σιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτείναντες. εἴχετο

γὰρ ὁ ἀλιτήριος τῆς ἐκείνου θεοστυγοῦς αἱρέσεως, καὶ τῆς εὐσε-

βείας ἀπείχετο, τῶν δὲ εἰκόνων τὰς μὲν κατασπῶν τὰς δὲ ἀνο-

ρύττων, καὶ τοὺς ἐπ' εὐλαβείᾳ μοναχοὺς ἐξορίζων καὶ αἰκιζό-

μενος.

3. Ἐφ' οὗ καὶ πρὸς τὴν πατρίδα καὶ πόλιν αὐτοῦ τοῦ

ἀλιτηρίου καὶ τυράννου μετὰ πολλῆς δυνάμεως οἱ Σαρακηνοὶ πα-

792

ραγενόμενοι, καρτερῶς ὠχυρωμένην εὑρόντες καὶ κατησφαλισμένην

πάνυ καὶ ὑπὸ στρατηγῶν πεντήκοντα φρουρουμένην μετὰ τῶν λο-

γάδων καὶ τῶν στρατευμάτων αὐτῶν, καὶ ταύτην δι' ἡμερῶν ιεʹ

Αὐγούστῳ μηνὶ ἐκπορθήσαντες καὶ δορυάλωτον εἰληφότες ᾐχμα-

λώτευσαν καὶ ἀπέκτειναν λαὸν ἄπειρον. ἀλλὰ μὴν καὶ πλήθη

πλοίων αὐτῶν ἐξελθόντα τὰς Κυκλάδας νήσους ἠρήμωσαν καὶ τὴν

Κρήτην καὶ τὴν Σικελίαν παρέλαβον. καὶ ψῦχος πολὺ γέγονε,

καὶ χειμὼν ἀγριώτατος καὶ δριμύτατος, καὶ λιμὸς ἰσχυρός, καὶ

ἀέρος αὐχμοὶ καὶ δυσκρασίαι καὶ ἀνωμαλίαι, καὶ σεισμοὶ φοβεροὶ

καὶ ἐπάλληλοι, τὴν ἄμετρον ἀπελέγχουσαι τοῦ κρατοῦντος μοχθη-

ρίαν καὶ κακουργίαν. εἰς τοσαύτην γὰρ ἀφιλοθεΐαν καὶ ἀπόνοιαν

ἐξώκειλεν ὁ ἄθεος, ὡς καὶ τὴν τοῦ κοπρωνύμου καὶ τῶν θηριω-

νύμων χαλεπὴν καὶ μυσαρωτάτην αἵρεσιν διαδεξάμενος καὶ ἀνα-

καινίσας, ὡς μηδὲν ἧττον ὀφθῆναι τῆς ἐκείνων δυσσεβείας καὶ

παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ

ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων

καὶ παλαμναίων ἀπάτῃ καὶ παραπληξίᾳ τε καὶ οἰστρηλασίᾳ, τῶν

ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὡρμημένων, πάλιν

διωγμὸν καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας ὡσαύτως ἐπανετείνετο.

793

4. Τούτῳ τῷ μισοθέῳ μᾶλλον εἰπεῖν ἢ Θεοφίλῳ προσέ-

φυγε Θεόφοβος ὁ Πέρσης ἅμα τῷ πατρὶ αὐτοῦ, μετὰ Περσῶν

χιλιάδες δεκατέσσαρες, οὓς διένειμεν ἐν τοῖς θέμασι κατασκηνώ-

σας καὶ εἰς τούρμας ἀποκαταστήσας, αἳ μέχρι τοῦ νῦν λέγονται

τοῦρμαι Περσῶν· αὐτὸν δὲ τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεοδώρας

Αὐγούστης γαμβρὸν ἐποιήσατο.

5. Φιλόκοσμος δὲ ὢν ὁ αὐτὸς Θεόφιλος κατεσκεύασε διὰ

τοῦ ἄρχοντος τοῦ Χρυσοχόου λογιωτάτου πάνυ ὄντος καὶ συγγενοῦς

Ἀντωνίου πατριάρχου τό τε Πενταπύργιον καὶ τὰ δύο μέγιστα

ὄργανα ὁλόχρυσα, διαφόροις λίθοις καὶ ἑλίοις καλλύνας αὐτά,

δένδρον δὲ χρυσοῦν, ἐν ᾧ στρουθοὶ ἐφεζόμενοι διὰ μηχανῆς τινὸς

μουσικῶς ἐκελάδουν. ἐκαινούργησε δὲ καὶ τὰς βασιλικὰς στολὰς

ὁ βασιλεύς, ἀνανεώσας καὶ χρυσοϋφάντους…

λεγομ…

The complete text is available when the reading interface loads.