The Greek Library Catalogue

Anonymous

Historia

Edition reference
Historia, ed. K. B. Hase, Leonis diaconi Caloënsis historiae libri decem [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1828]: 3–178.
CTS identifier
urn:cts:greekLit:tlg3069.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

{ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ

ΙΣΤΟΡΙΑ,

ἀρχομένη ἀπὸ τῆς τελευτῆς τοῦ αὐτοκράτορος Κωνσταντίνου, μέχρι

τῆς τελευτῆς Ἰωάννου τοῦ αὐτοκράτορος, τοῦ ἐπιλεγομένου Τζιμισκῆ.

ΒΙΒΛΙΟΝ Α.}

αʹ. Εἴπερ ἄλλο τι τῶν ἀγαθῶν τὸν βίον ὀνίνησι, τούτου οὐχ

ἧσσον, ἀλλὰ καὶ μᾶλλον ἡ ἱστορία, ἐπωφελές τι πρᾶγμα πε-

φυκὸς καὶ λυσιτελές. ποικίλας γὰρ καὶ παντοδαπὰς ἀπαγγέλ-

λουσα πράξεις, καὶ ὅσας ἡ φορὰ τοῦ χρόνου καὶ τῶν πραγμά-

4

των κυλίνδειν εἴωθεν, ἡ προαίρεσις δὲ μάλιστα τῶν κεχρημένων

τοῖς πράγμασι, τὰς μὲν ἀσπάζεσθαι καὶ ζηλοῦν τοῖς ἀνθρώποις

νομοθετεῖ, τὰς δὲ ἀποδιοπομπεῖσθαι καὶ ἀποτρέπεσθαι· ὡς μὴ

λάθωσιν ἀβουλήτως τὰ μὲν ὀνησιφόρα καὶ λῴονα προηκάμενοι,

τοῖς δὲ ἀπευκταίοις καὶ βλαβεροῖς ἑαυτοὺς περιπείραντες. ἐπεὶ

οὖν λυσιτελὲς ἡ ἱστορία μετὰ τῶν ἄλλων βιωφελῶν χρῆμα τελεῖν

ὡμολόγηται, ἅτε τὰ θνητὰ ἀναβιώσκειν ἢ ἀνηβάσκειν παρεχο-

μένη, καὶ μὴ ἐῶσα τοῖς τῆς λήθης βυθοῖς παρασύρεσθαί τε καὶ

συγκαλύπτεσθαι· διὰ ταῦτα, πολλῶν ἐν τῷ κατ' ἐμὲ χρόνῳ πρα-

γμάτων ἐξαισίων καὶ ἀλλοκότων καινοτομηθέντων, καὶ φοβερῶν

κατ' οὐρανὸν δειμάτων ἐπιφανέντων, καὶ σεισμῶν ἀπίστων κινη-

θέντων, σκηπτῶν τε κατενεχθέντων, καὶ ὑετῶν λάβρων καταῤ-

ῥαγέντων, πολέμων τε συῤῥαγέντων, καὶ στρατευμάτων πολλα-

χοῦ τῆς οἰκουμένης ἐπιδραμόντων, καὶ πόλεων καὶ χώρων με-

ταναστάντων, ὡς πολλοῖς δοκεῖν, ἀλλοίωσιν ἄρτι τὸν βίον λα-

βεῖν, καὶ τὴν προσδοκωμένην δευτέραν κατάβασιν τοῦ Σωτῆρος

καὶ Θεοῦ ἐπὶ θύραις ἐγγίζειν· ἔδοξέ μοι, μὴ οὕτω φρίκης μεστὰ

καὶ θαύματος ἄξια πράγματα σιγῇ παραδραμεῖν, ἀλλ' εἰς τοὐμ-

φανὲς ἀνειπεῖν, ὡς εἶναι παίδευμα καὶ τοῖς ὕστερον· εἴ γε μὴ

δεδογμένον εἴη τῇ προνοίᾳ, αὐτίκα καὶ καταπόδας τὸ βιωτικὸν

πορθμεῖον ἐν τῷ τῆς συντελείας ὅρμῳ ἐλλιμενίζειν, καὶ τὸ σχῆμα

τοῦ κόσμου παραγαγεῖν. ἀλλά μοι εἴη τὸν ὑπὲρ ἐμὲ τοσοῦτον

5

ἆθλον ἐπανῃρημένῳ, μὴ δεύτερον τῆς προθυμίας δραμεῖν, ἀνα-

λόγως δὲ τοῦ μεγέθους τῶν συμβεβηκότων ἱκέσθαι, καὶ ταῦτα

δεόντως ἐπεξηγήσασθαι. ἡ μὲν οὖν ἱστορία κατὰ τὸ ἐνὸν ἐμοὶ

λεχθήσεται κατὰ μέρος· ὁ δὲ ταῦτα συντάξας Λέων εἰμὶ Βασι-

λείου υἱός· πατρὶς δέ μοι Καλόη, χωρίον τῆς Ἀσίας τὸ κάλλι-

στον, παρὰ τὰς κλιτῦς τοῦ Τμώλου ἀνῳκισμένον, ἀμφὶ τὰς

πηγὰς τοῦ Καϋστρίου ποταμοῦ, ὃς δὴ, τὸ Κελβιανὸν παραῤ-

ῥέων καὶ ἥδιστον θαῦμα τοῖς ὁρῶσι προκείμενος, ἐς τὸν τῆς κλει-

νῆς καὶ περιπύστου Ἐφέσου κόλπον πελαγίζων ἐσβάλλει. ἀλλ'

ἐπὶ τὴν τῶν κοινῶν πραγμάτων ἰτέον διήγησιν, περὶ πλείστου τὸ

ἀληθίζειν ποιουμένοις ὡς μάλιστα, ὅτι καὶ τοῦτο τῇ ἱστορίᾳ τῶν

ἄλλων μᾶλλον ἁρμόττει. φασὶ γὰρ καὶ οἱ τὸν λόγον σοφοὶ, ῥη-

τορικῇ μὲν προσήκειν δεινότητα, ποιητικῇ δὲ μυθοποιΐαν, τῇ δὲ

ἱστορίᾳ ἀλήθειαν. ὅσα μὲν οὖν ἐπὶ τὸν χρόνον τοῦ αὐτοκρά-

τορος Κωνσταντίνου υἱοῦ Λέοντος, ᾧ Πορφυρογέννητος ἡ ἐπί-

κλησις, ἐπισυμβέβηκε πράγματα (οὗ καὶ γεννωμένου καὶ τελευ-

τῶντος κομήτην λέγεται φανῆναι κατ' οὐρανὸν, τὴν ἐκείνου καὶ

γέννησιν προδηλοῦντα καὶ ἀποβίωσιν), παρήσειν μοι δοκῶ· ἀπο-

χρώντως γὰρ ἄλλοις ἱστόρηται. τὰ δὲ τούτων ἐχόμενα, καὶ ὅσα

ὀφθαλμοῖς καὶ αὐτὸς τεθέαμαι (εἴπερ ὀφθαλμοὶ ὤτων πιστότεροι,

καθ' Ἡρόδοτον), τὰ δὲ καὶ πρὸς τῶν ἰδόντων ἠκρίβωσα, ταῦ-

τα καὶ δώσω γραφῇ.

βʹ. Ἄρτι κατὰ τὸν Νοέμβριον μῆνα, τῆς γʹ ἰνδίκτου, ἐν

6

τῷ Ϛυξζʹ ἔτει, τοῦ ῥηθέντος αὐτοκράτορος Κωνσταντίνου τὸν

βίον μετηλλαχότος καὶ πρὸς τὴν ἐκεῖσε κατάπαυσιν ἀναλύσαντος,

τὴν αὐτοκρατορίαν διέπειν ἀρχὴν Ῥωμανὸς ὁ ἐκείνου υἱὸς ἐγχειρί-

ζεται, ἤδη τὴν τῶν μειρακίων παραλλάττων ἡλικίαν καὶ πρὸς

ἄνδρα τὸν τέλειον μετασκευαζόμενος· ἀνὴρ τἆλλα μὲν ἐπιεικὴς,

εὐπρόσωπός τε καὶ εὐόμιλος καὶ τὴν ὥραν ἀριπρεπὴς, καὶ παν-

τοδαπῆς καλοκαγαθίας ἀνάπλεως, εὐμενής τε καὶ χρηστὸς πρὸς

ἅπαν τὸ ὑπήκοον, ἐπτοημένος δὲ νεωτερικαῖς ἡδυπαθείαις καὶ

παιδιαῖς, τοὺς δὲ ἐρεθίζοντας πρὸς ταῦτα κατὰ τὴν βασίλειον

ἑστίαν, ὡς οὐκ ὤφελεν, ἐπαγόμενος. τούτῳ τῷ αὐτοκράτορι

Ῥωμανῷ εἰς ἔννοιαν ἧκε, τὴν τῶν Ἀραβιτῶν Κρητῶν δυναστείαν,

τραχηλιῶσαν καὶ κατὰ Ῥωμαίων φονικὸν πνέουσαν, τῇ τοῦ κρείτ-

τονος ῥοπῇ ἐκποδὼν ποιήσασθαι. καὶ γὰρ τῷ ἐξ ὑπογυίου τοῖς

Ῥωμαίοις συμβεβηκότι ἀτυχήματι ἀμέτρως γαυρουμένη, τὰ πα-

ράκτια τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐληΐζετο μάλιστα. ὅπως δὲ

τὸ πταῖσμα Ῥωμαίοις συμβέβηκεν, ἐπιτροχάδην ἐρῶ. Κων-

σταντῖνος ὁ αὐτοκράτωρ, μὴ στέγων τὴν τῶν Κρητῶν ὕβριν καὶ

7

τὰς λαθραίους ἐπιδρομὰς, στρατιὰν ἀξιόμαχον συνειλοχὼς καὶ

τριήρεις ἐξαρτύσας πυρφόρους μάλα συχνὰς, κατὰ τῆς Κρήτης

ἔστελλεν, ὡς αὐτοβοεὶ τὴν νῆσον αἱρήσων. ἀλλ' ἀνανδρίᾳ καὶ

ἀπειρίᾳ τοῦ στρατηγοῦ, τομίου θαλαμηπόλου τελοῦντος, καὶ ἀν-

δραρίου σκιατραφοῦς ἐκ τῆς τῶν Παφλαγόνων ὡρμημένου (Κων-

σταντῖνος ὄνομα τούτῳ, Γογγύλης ἐπίκλησις), εἰ καὶ τῷ τῶν Πατρι-

κίων ἀριπρεπεῖ ἀξιώματι ἐσεμνύνετο, ἅπασα ἡ λεχθεῖσα στρατιὰ,

πλὴν ὀλίγων ἀνδρῶν, κατεκόπη πρὸς τῶν βαρβάρων καὶ παραπώλετο.

γʹ. Ταύτην τὴν ἧτταν ὁ αὐτοκράτωρ Ῥωμανὸς ἀνακαλέσα-

σθαι προθυμούμενος, Νικηφόρον τὸν Φωκᾶν, τοῖς μαγίστροις

ἐνδιαπρέποντα καὶ τῶν τῆς Ἀνατολῆς στρατευμάτων κατάρχοντα

(Δομέστικον τῶν σχολῶν Ῥωμαῖοι ἀρχὴν τὴν τοιαύτην ἐπιφημί-

ζουσιν), ἄνδρα ῥέκτην τε καὶ δραστήριον, ἀγαθόν τε τὰ πολε-

μικὰ καὶ τὴν ἰσχὺν ἀνυπόστατον, αὐτοκράτορα στρατηγὸν τῆς

πρὸς τοὺς Κρῆτας μάχης κεχειροτόνηκεν. οὗτος τοίνυν ὁ Νικη-

φόρος, τὴν τῆς Ἀσίας στρατιὰν τῷ βασιλικῷ συνειλοχὼς κελεύσματι

καὶ ναυσὶν ἐμβιβάσας, καὶ ταχυπλοήσας, πυρφόρους τε τριήρεις

πλείστας ἐπαγόμενος (δρόμονας ταύτας Ῥωμαῖοι καλοῦσι), τῇ

Κρήτῃ προσώρμισεν. ἐπεὶ δὲ τῆς ἀποβάσεως ἐδόκει καιρὸς,

ἔδειξε πρακτικῶς, ἣν εἶχεν ἐμπειρίαν ἔργων πολεμικῶν. κλίμα-

κας γὰρ ἐπὶ τῶν πορθμείων ἐπιφερόμενος, ταύτας ἐπὶ τὴν ἠϊόνα

προσυφαπλῶν, τὴν στρατιὰν ἔνοπλόν τε καὶ ἔφιππον ἀπὸ τῆς

ὑγρᾶς ἐπὶ τὴν ξηρὰν μετεβίβαζε. τῷ δὲ καινῷ καὶ ἀλλοκότῳ

8

τοῦ ὁράματος καταπλαγέντες οἱ βάρβαροι κατὰ χώραν ἔμενον

ἰλαδὸν, ἀδιάσπαστον συντηροῦντες τὸν συνασπισμὸν, καὶ τὴν

τῶν Ῥωμαίων ὡς αὐτοὺς ἄφιξιν προσδεχόμενοι. ὁ δὲ τῶν Ῥω-

μαίων στρατηγὸς Νικηφόρος, τριχῇ τὴν φάλαγγα διατάξας, ἀσπί-

σι τε καὶ δόρασι ταύτην καταπυκνώσας, καὶ τὸ ἐνυάλιον παιωνί-

σας, τὸ δὲ σταυρικὸν ἐγκελευσάμενος προπορεύεσθαι τρόπαιον,

ἀντιμέτωπος τοῖς βαρβάροις ἐπῄει. δεινῆς δὲ μάχης ἀναῤῥαγεί-

σης, καὶ δίκην χαλάζης τῶν βελῶν καταφερομένων, οὐκ ἔμελ-

λον ἐπὶ πολὺ διακαρτερεῖν οἱ βάρβαροι τὸν τῶν Ῥωμαίων δορα-

τισμόν· ἀλλὰ τὰ νῶτα στρέψαντες καὶ τὴν φάλαγγα διαλύσαν-

τες, ὡς εἶχον δρόμων, πρὸς τὸ σφῶν ἀπῄεσαν ἔρυμα. οἱ δὲ Ῥω-

μαῖοι ἐφεπόμενοι, ἀμύθητον τούτων φόνον εἰργάσαντο. τοιοῦ-

τον μὲν ἡ πρώτη προσβολὴ καὶ διαμάχη πέρας αἴσιον τοῖς Ῥω-

μαίοις ἀπηνέγκατο. ἐπεὶ δὲ, ᾗπέρ μοι εἴρηται, τῷ σφετέρῳ τει-

χίσματι οἱ βάρβαροι συνεκλείσθησαν, τὰς δυνάμεις συγκαλέσας

ὁ στρατηγὸς, χάρακα πρὸ τοῦ ἄστεος ἐπήξατο τῶν Κρητῶν· τὰς

δέ γε τριήρεις καὶ τὰς λοιπὰς φορτίδας εἰς εὐλίμενον ἐπίνειον

ἀθρόας ἐλλιμενίζειν διεκελεύσατο, θαλασσοκρατεῖν τε, καὶ εἴ που

βαρβαρικὸν ὁρῷεν πορθμεῖον ἔκπλουν ποιούμενον, τοῦτό τε ἐκ-

διώκειν, καὶ τῷ ὑγρῷ πυρὶ ἐκτεφροῦν. ταῦτα ἐς τὸ ἀκριβὲς

βουλευσάμενός τε καὶ συμπεράνας, σπεῖραν λογάδων ἀνδρῶν τῷ

στρατηγῷ Νικηφόρῳ, ᾧ τὸ ἐπίκλην Παστιλᾶς, ἐγχειρίζει, ὃς

γενναῖος ὢν πολλοὺς ἀνέτλη πολέμους· καὶ πλειστάκις μὲν ἥλω

πρὸς τῶν Ἀγαρηνῶν, τοσαυτάκις δὲ ἐκεῖθεν διέδρα· καὶ πολλὰς

9

οὐλὰς ἐκ τῶν κατὰ πόλεμον χαλκοτυπιῶν ἐπὶ τοῦ προσώπου καὶ

τῶν στέρνων προὐβάλλετο. τότε δὲ στρατηγὸς τῶν Θρᾳκησίων

τελῶν, τὴν σπεῖραν παρειληφώς, ἐπὶ καταδρομὴν καὶ κατασκο-

πὴν τῆς νήσου ἐστέλλετο, πολλὰ τοῦ Νικηφόρου Φωκᾶ ἐπισκή-

ψαντος, γρηγορεῖν τε καὶ νήφειν, καὶ μὴ πρὸς ῥᾳστώνην καὶ τρυ-

φὴν ἀπιδεῖν, ὡς μή τι ἀνήκεστον πρὸς τῶν ἐναντίων αὐτοῖς κατ-

τυθῇ· καταδραμόντας δὲ τὸν χῶρον καὶ γενναῖόν τι δεδρακότας,

ἐπὶ τὸ στρατόπεδον θᾶττον παλινοστεῖν.

δʹ. Ἀλλὰ γὰρ οὐκ ἀκραιφνῆ τἀγαθὰ τοῖς ἀνθρώποις πέφυκε

παραμένειν ἀεὶ, ἀλλὰ τοῖς κακοῖς ἀναμέμικται· καὶ παρέπεται

τοῖς μὲν εὐτυχήμασι συμφοραὶ, ἀνῖαι δὲ ἡδοναῖς, μὴ ἐῶσαι κα-

θαρᾶς τῆς δεδομένης εὐετηρίας ἀπόνασθαι. ὁποῖον δὴ καὶ τότε

Ῥωμαίοις συμβέβηκεν. ἐπεὶ γὰρ τῇ χώρᾳ προσέβαλον, καὶ τρυ-

φὴν παντοδαπὴν εὗρον (εὐδαίμων γὰρ ἡ χώρα, καὶ ὡραίων καρ-

πῶν καὶ χυμῶν ἰδέαις ἐπιεικῶς περιβρίθουσα, εὔβοτός τε καὶ εὔ-

μηλος), δέον τὰς ἐπισκήψεις τοῦ στρατηγοῦ, ὡς τὸ εἰκὸς, δια-

τηρεῖν, οἱ δὲ παρὰ φαῦλον θέμενοι καὶ πολλὰ χαίρειν ταύταις

εἰπόντες, ἐπὶ ῥᾳστώνην ἀπέκλιναν καὶ τρυφήν. τούτων οἱ βάρ-

βαροι, τοῖς ἐπικαιροτάτοις καὶ ἀμφιλαφέσι τῶν ὀρῶν ἐλλοχῶντες,

τὸ ἀκόλαστον τεθεαμένοι καὶ ἀφύλακτον, τῶν δρυμῶν καὶ χηρα-

μῶν ὑπεκδύντες καὶ ἐς φάλαγγα παραταξάμενοι καὶ συνασπίσαν-

τες, κατ' αὐτῶν ἐχώρουν. οἱ δὲ, καίπερ ἀκροσφαλεῖς τῇ μέθῃ

τελοῦντες καὶ ἀκροχάλικες, ὅμως τοῖς βαρβάροις ἀντεπῄεσαν καὶ

10

ῥωμαλέως ἀντικαθίσταντο. ἄρτι δὲ τοῦ στρατηγοῦ Παστιλᾶ εὐ-

ρώστως διαγωνιζομένου, καὶ τὴν τῶν βαρβάρων διακόπτοντος

φάλαγγα, ὁ ἵππος, εἰς ὃν ἐπωχεῖτο, βέλεσι καὶ δορατίοις τὰ

στέρνα τυπεὶς, ὀκλάσας διαπεφωνήκει. ὁ δὲ Παστιλᾶς εὐπετῶς

τοῦ ἵππου ἀναθορῶν, μέχρι μέν τινος τῷ φασγάνῳ τοὺς ἐπιόν-

τας ἠμύνετο, καὶ πολὺν τῶν βαρβάρων φόνον εἰργάσατο. Ἐπεὶ

δὲ ἔξαιμός τε καὶ καταβελὴς ἐγεγόνει, λειποθυμήσας παρὰ τὸ με-

ταίχμιον ἔπεσε. τούτου πεσόντος εἰς φυγὴν οἱ Ῥωμαῖοι ἀπέκλι-

ναν, καὶ πρὸς τῶν βαρβάρων δίκην βοσκημάτων ἐναπεσφάττον-

το, ὡς ἐκ τῆς εἰρημένης σπείρας ὀλιγοστοὺς ἀνασεσῶσθαι εἰς τὸ

στρατόπεδον. τοῦτο τὸ πάθος ὁ Νικηφόρος Φωκᾶς αἰσθόμενος

καὶ πολλὰ τῆς ἀβουλίας καὶ ῥᾳθυμίας τοὺς πεσόντας μεμψάμε-

νος, ἔτι τε τὸ παλίντροπον κατευλαβηθεὶς τῆς τύχης καὶ ἄστα-

τον, ἔγνω μηκέτι διαμέλλειν καὶ τὸν καιρὸν κατατρίβειν, κἀν-

τεῦθεν ἄδειαν ἐνιέναι τοῖς βαρβάροις, ἐνέδρας καὶ λόχους τίθε-

σθαι, καὶ εἰς φάλαγγα συστάδην ἀντικαθίστασθαι· ἀλλὰ παντὶ

σθένει καὶ πάσαις μηχαναῖς διανύτειν τὸν πόλεμον.

εʹ. Οὕτω διαλύοντι τούτῳ καὶ γνωματεύοντι (ἦν γὰρ ἀγχί-

νους τε καὶ δραστήριος, ἐννοῆσαί τε τὸ ξυνοῖσον καὶ εἰς πέρας

ἀγαγεῖν πάντων, ὧν ἴσμεν, ἐπηβολώτατος, σώφρων τε καὶ μὴ

εἴκων ἡδοναῖς· καὶ προσέτι δεινὸς τοὺς καιροὺς καὶ τὰ πράγμα-

τα εἰς δέον μεταχειρίσασθαι, τὴν μέντοι ἰσχὺν καὶ ῥώμην ἀκατα-

γώνιστος· λέγεται γὰρ πρωταγωνιστοῦ τινος τῶν ἀλκιμωτάτων

βαρβάρων ἀντικαταστάντος αὐτῷ ποτε, τὸ δόρυ κατὰ τῶν στέρ-

11

νων τὸν Νικηφόρον ἰθύναντα καὶ ἀμφοτέραις ὠσάμενον, οὕτω

γενέσθαι σφοδρὰν τὴν ἀντέρεισιν, ὡς καὶ διαμπερὲς τὸ δόρυ διελ-

θεῖν, καὶ ἄμφω διατεμεῖν τὰ μέρη τοῦ θώρακος), ἔννοια γοῦν

ἐπῆλθεν αὐτῷ, κύκλῳ τὸ ἄστυ περιελθεῖν καὶ ἐς τὸ ἀκριβὲς τοῦ-

το κατασκοπῆσαι, ἵνα ὅποι παρείκοι προσαγάγῃ τὸν πόλεμον.

περιελθὼν οὖν καὶ τὴν ἄλλως δυσέμβολον πεφυκὸς ἰδὼν καὶ δυσ-

πρόσοδον· ἐκ τοῦ θατέρου μὲν γὰρ πλευροῦ τὴν θάλατταν εἶχε

φρουρὰν ἀσφαλῆ, κατὰ θάτερον δὲ ἐπ' ἀγχωμάλου καὶ ἰσοπέδου

λίθου ἠρήρειστο, ἐφ' ᾗ τὰ γεῖσα τεθεμελίωτο, τό τε δόμημα

καινόν τι προὐβάλλετο καὶ ἀλλόκοτον· ἐκ χοὸς γὰρ καὶ τριχῶν

αἰγείων καὶ ὑείων συντεθειμένων καὶ ἐπιεικῶς συμπεπιλημένων

ᾠκοδόμητο· εὖρός τε τοσοῦτον ἔφερεν, ὅσον ἁμάξας δύο εὐπετῶς

ἔχειν κατὰ τῶν ἐπάλξεων ἐναλλὰξ διοδεύειν περίδρομον, ἐς ὕψος

τε ἀποχρώντως ἦρτο· καὶ προσέτι ταφρεῖαι δύο ἐς εὖρος ὅτι μά-

λιστα καὶ βάθος ἱκνούμεναι πέριξ αὐτοῦ ὠρωρύχατο. τοῦτο ἐχυ-

ρὸν, ᾗπερ εἴρηται, καὶ δυσάλωτον ἀτεχνῶς καταμαθὼν, τοιοῦ-

τόν τι ἀντιτεχνάζεται. ἀπὸ τῆς πρὸς νότον τετραμμένης ῥηγμῖ-

νος ἀρξάμενος οἰκοδομεῖν μέχρι τῆς ἐπὶ θάτερα ἠϊόνος, τὸ διῆκον

τῆς χέρσου ἑρκίῳ διατειχίζει, καὶ πρὸς πόντον τὸ τῶν Κρητῶν

ἄστυ καθείργνυσιν, ὡς μὴ ἔχοιεν εὐπετῶς τῇ χέρσῳ προσεπιβαί-

νειν οἱ βάρβαροι, ὅτε καὶ βούλοιντο, ἐπ' αὐτῷ δὲ κεῖσθαι, πο-

λεμητέα εἶναι, καὶ μὴ, ὁπότε καὶ τοῦτο δοκεῖ. τὸ τοιοῦτον δὴ

12

τειχίον θᾶττον συμπεράνας ὁ Νικηφόρος, ἐφ' ἕτερον ἠπείγετο

τρόπαιον, ὅπερ ὁ λόγος αὐτίκα δηλώσει. παρὰ τὴν στρατήγιον

σκηνὴν τοὺς ἐν τέλει συγκαλεσάμενος, καὶ γεγωνοτέρᾳ χρησάμε-

νος τῇ φωνῇ, ἔλεξε τοιάδε·

Ϛʹ. „Τὸ μὲν ὠμὸν καὶ θηριῶδες τῶν τῆς παιδίσκης ἐκγόνων,

τήν τε τούτων καταδρομὴν καὶ τὸν ἀνδραποδισμὸν, ὅσα φονιω-

δῶς Ῥωμαίοις εἰργάσαντο (καὶ ταῦτα νῆσον παροικοῦντες τὴν ὑπ'

αὐτοῖς τεταγμένην, εἰ καὶ μοχθηρίᾳ τύχης παρὰ τοῖς Ἀγαρηνοῖς

ἐγεγόνει), οἴομαι μηδένα λήσειν ὑμῶν. ἦ γὰρ οὐκ ἀνοίκητος

μὲν ἡ παράλιος πᾶσα σχεδὸν ἐκ τῆς τούτων ἀπαγωγῆς; οὐκ ἔρη-

μοι δὲ τῶν νήσων αἱ πλείους τῇ τούτων καταδρομῇ; δι' ἃ οὐκ

ἠνέσχετο πάντως ἡ πρόνοια μέχρι καὶ τοῦ παντὸς, τοὺς ψεύστας,

τὰ θηρία τὰ κάκιστα, τὰς ἀργὰς γαστέρας, καταθοινεῖσθαι λαὸν

τὸν Χριστώνυμον· ἀλλὰ τῇ τοῦ κρατοῦντος ῥοπῇ ἡμᾶς ἐνταῦθα

διεπεραιώσατο, ἑπταπλασίως αὐτοῖς ἀποδοῦναι τὸ ἀνταπόδομα,

ὃ ἀνηλεῶς ἡμῖν ἀνταπέδωκαν. τεκμήριον δὲ τῶν λεγομένων ἡ

προβᾶσα νίκη. ἄρτι γὰρ διαπόντιοι σχεδὸν τελοῦντες, καὶ μηδὲ

τὴν ἐκ θαλάττης ναυτίαν ὁλοσχερῶς ἀποπτύσαντες, ἅμα τῷ ἐπι-

βῆναι τῆς νήσου τῇ τοῦ κρείττονος ἀρωγῇ μαχαίρας ἔργον πλεί-

στους τῶν βαρβάρων ἐθέμεθα· τοὺς δὲ περιλειφθέντας αὐτῶν

ἀπονητὶ τῷ ἄστει περιεκλείσαμεν. ἐκλιπαρῶ οὖν, συστρατιῶται,

μὴ πρὸς ῥᾳστώνην ὑμᾶς ἀπιδεῖν καὶ τρυφήν· ἐξ ὑπογυίου γὰρ

ἡμῖν τοῦ πτώματος τὸ παράδειγμα. εἰ γὰρ τὰς ἐμὰς ἐπισκήψεις

σὺν τῷ Παστιλᾷ Νικηφόρῳ οἱ προκατασκοπεῖν σταλέντες τῆς χώ-

13

ρας ἐφύλαξαν, καὶ μὴ ἐς τρυφὴν καὶ τὴν ἄλλην ἀπέκλεισαν ἡδο-

νὴν, οὐκ ἂν τοιαύτῃ πανολεθρίᾳ ἀπώλοντο. νῦν δὲ, τούτων

ἀλογήσαντες, τῆς σφῶν ἀβελτηρίας ἠνέγκαντο ἐπίχειρα. δεῖ οὖν

τὸ τῶν ἑταίρων πτῶμα εὐλαβηθέντας νήφειν τε καὶ προσέχειν,

καὶ ὅλῃ σπουδῇ καὶ ῥώμῃ ἐξερευνῆσαι καὶ ἀνιχνεῦσαι τὰ ἐλλοχῶν-

τα τῇδε βάρβαρα θηρία, καὶ τῶν χηραμῶν καὶ φωλεῶν ἐξερύ-

σαντας ἀπωλείᾳ παραπέμψασθαι. μὴ οὖν νωθείᾳ καὶ μέθῃ προϊ-

στάμεθα τὸν καιρὸν, ἀλλὰ Ῥωμαῖοι τελοῦντες τὸ νεανικὸν καὶ

γενναῖον τῆς ἡμῶν εὐγενείας παράστημα ἐν τοῖς ἀγῶσιν ἐπιδειξό-

μεθα.“

ζʹ. Εἶπεν ὁ στρατηγὸς, καὶ δῆτα τὸ στράτευμα ἀνεθάῤῥησέ

τε, καὶ ἐπεκρότησε, καὶ τῶν κουλεῶν τὰ ξίφη σπασάμενον, αὐ-

θόρμητον ἦν ἕπεσθαι τούτῳ, καὶ πειθαρχεῖν, ὅποι καὶ βούλοιτο.

ὁ δὲ ἀτρεμεῖν τέως καὶ ἠρεμεῖν διεκέλευεν, ἕως ἂν αὐτὸς ἐπισκή-

ψῃ ἔργου ἔχεσθαι, ὁπηνίκα καὶ δεῖ. ἄρτι δὲ τῶν νυκτῶν ἀωρὶ

τὸ νεανικὸν καὶ ἀκμαῖον διακριδὸν τοῦ στρατοῦ προσεταιρισάμε-

νος, ἡσυχῇ ὑπεξῄει τοῦ χάρακος, ὡς μὴ αἴσθοιντο τὴν τούτων

οἱ βάρβαροι ἄπαρσιν, καὶ δεινόν τι τῇ καταλειφθείσῃ στρατιᾷ

σκαιωρήσοιντο. ἐξελθὼν δὲ τοῦ χάρακος, καὶ μέρος τῆς χώρας

καταδραμὼν, ἐπεὶ πρὸς τῶν ἐζωγρημένων ἀνέμαθεν, ἐπί τι γεώ-

λοφον στρατιὰν βαρβάρων ὡσεὶ μυριάδων τεττάρων ἀθροίζεσθαι,

ὡς ἂν ἐξ ἐφόδου ἀπροόπτως τοῖς Ῥωμαίοις ἐπέλθῃ, καὶ τῆς τε

14

νήσου τούτους ἀπελάσῃ, καὶ τοὺς σφετέρους τῆς τοῦ ἄστεος ἀπαλ-

λάξῃ καθείρξεως. τούτων ἀκηκοὼς ὁ στρατηγὸς καὶ τὸν ἐφεπό-

μενον τῶν λογάδων στρατὸν πανημέριον διαναπαύσας, πρὸς ἑσπέ-

ραν βαθεῖαν ἀπάρας καὶ ἡγεμόνας τῶν τόπων ἰθαγενεῖς ἄνδρας

ἀνειληφώς, ἐπεὶ καὶ τὸ σεληναῖον φῶς ὑπέλαμπε, πεπληρωμένης

τῆς μήνης οὔσης, συντείνων ἔσπευδε, μηδὲν τάχους ἀνίεισι· καὶ

δὴ κυκλόθεν τὸν γεώλοφον περιεστοίχισεν, ἵνα βαθὺν οἱ βάρ-

βαροι ὕπνον ἐκάθευδον. κἄπειτα τὰς σάλπιγγας ἐπηχῆσαι καὶ τὰ

τύμπανα παταγῆσαι ἐγκελευσάμενος, διὰ τοῦ γεωλόφου ἐχώρει.

οἱ δὲ βάρβαροι, τὸν ψόφον τῶν ὅπλων αἰσθόμενοι, ψιλοὶ καὶ

ἀπαράσκευοι ὄντες, καὶ τῷ ἀπροόπτῳ τῆς ἐφόδου καταπλαγέν-

τες, εἰς φυγαδείαν ἀπέκλιναν. ἀλλ' οὐκ ἦν ἀπαλλάξαι, τῆς

ὑπωρείας ἁπάσης κατεχομένης τῇ Ῥωμαϊκῇ φάλαγγι. ἀκονιτὶ οὖν

ἐν μικρᾷ χρόνου ῥοπῇ τὸ τῶν τεττάρων μυριάδων τῶν βαρβάρων

ἡβηδὸν παραπώλετο πλῆθος, ἔργον γεγονὸς αἰχμῆς Ῥωμαϊκῆς.

ἀλλὰ τῷ τοιούτῳ καινῷ τροπαίῳ ἕτερον ὁ στρατηγὸς ἐξήρτυε τρό-

παιον. τοῦ γὰρ πεσόντος πλήθους τὰς κάρας ἐκτεμεῖν διωρίσα-

το, καὶ ταύτας ταῖς πήραις ἐνθέντας μετακομίσαι πρὸς τὸ στρα-

τόπεδον· μισθὸν δὲ τῷ κάραν κομίζοντι δίδοσθαι διεβεβαιοῦτο

ἀργύριον. τοῦτο τὸ δόγμα ἀσμένως δεξάμενος ὁ στρατὸς, καὶ

μάλιστα τὸ τῶν Ἀρμενίων στίφος, τὰ βαρβαρικὰ ἐναπέτεμε κά-

ρηνα καὶ ταῖς πήραις ἀπέθεντο. ἐννύχιόν τε ὁ στρατηγὸς ἀφί-

κετο κατὰ τὸ στρατόπεδον.

ηʹ. Τῇ δ' ὑστεραίᾳ ἄρτι τοῦ φωσφόρου τὸν ὁρίζοντα παρα-

15

μείβοντος καὶ πρὸς τὴν τοῦ πόλου μεταβαίνοντος ἄντυγα, ἐπὶ

τῶν δοράτων περιπείρειν τὰς τῶν βαρβάρων κάρας προσέταττεν,

ἐπιστίχως τε παρὰ τὸ τειχίον, ὃ αὐτὸς ἐδείματο, καταπηγνύειν

αὐτά· τὰς δὲ καὶ διὰ τῶν πετροβόλων ὀργάνων ἐπὶ τῷ ἄστει ἐκ-

σφενδονᾷν. τοὺς δὲ Κρῆτας, τὴν ἐπίστιχον τῶν δοράτων τάξιν

καὶ τὰς ἐπ' αὐτῶν ἐμπεπαρμένας κάρας ἀθρήσαντας, τὰς δὲ κα-

τὰ τὸ ἄστυ ἐκσφενδονωμένας καὶ ταῖς ἐπάλξεσι προσαρασσομένας

τοῦ ἄστεος, καὶ ταύτας τῶν ὁμοεθνῶν καὶ συγγενῶν εἶναι ἀκρι-

βῶς ἐπιφρασαμένους, φρίκη μὲν ἐκ τοῦ εὐθέος καὶ ἀλλοίωσις ᾕρει

φρενῶν, καὶ παρὰ τὴν οἰκτρὰν καὶ ἀπροσδόκητον ὄψιν ἐπεπή-

γεσαν. ἐντεῦθεν ἀνδρῶν οἰμωγαὶ, καὶ κωκυτὸς τῶν γυναίων

ἠκούετο, καὶ σχῆμα τὸ ἄστυ κατεῖχεν ἁλώσεως, ὀλοφυρομένων

ἁπάντων καὶ ἀποκλαιομένων τὰ φίλτατα. ἀλλὰ καὶ ὣς οὐκ ἔμελ-

λεν αὖθις Ῥωμαίοις εἶξαι καὶ σπείσασθαι· τῷ ἐρυμνῷ δὲ πίσυνοι

τοῦ σφετέρου πτολίσματος, παρέθηγόν τε τὰς προθυμίας, καὶ

καθωπλισμένοι τὴν τῶν Ῥωμαίων παρετηροῦντο ῥοπὴν, ἵν', εἴ

τις ἐπῄει, ἀμύνοιντο. ὁ δὲ στρατηγὸς, τῇ σάλπιγγι σημήνας

τὸν πόλεμον, ἐῤῥωμενέστερόν τε διακινδυνεύειν ἐγκελευσάμενος,

τῷ τείχει προσῆγε τὸ στράτευμα. καὶ δῆτα τῆς μάχης ἀναῤῥα-

γείσης ἦν ὁρᾷν ἔργα χειρῶν καὶ τόλμης γιγνόμενα ἔμπλεα, πολλα-

χῇ τῶν δοράτων ἀκοντιζομένων, καὶ τῶν βελῶν δίκην χειμερίων

νιφάδων ἐκπεμπομένων, καὶ θαμινὰ τῶν λίθων τῶν πετροβόλων

ὀργάνων ἀφιεμένων, καὶ ταῖς ἐπάλξεσι προσαρασσομένων. οἱ δὲ

βάρβαροι καὶ αὐτοὶ τῆς ἀνάγκης κατεπειγούσης ῥωμαλέως ἀντη-

γωνίζοντο, ἐκ τοῦ τείχους τε ἀμυνόμενοι καὶ ἀντιτοξεύοντες, καὶ

16

πελέκεις ἄνωθεν ῥιπτοῦντες, καὶ ταλαντιαίους λίθους ἐπαφιέντες·

καὶ οὐδὲν ὅ,τι παρεῖτο τούτοις τῶν εἰς τὸ πολεμεῖν ἀμυντηρίων,

καὶ οὐχ ἧττον ἀντέδρων, ὧν ἔπασχον. ὁ γὰρ προφανὴς κίνδυνος

καὶ ἡ τῆς σωτηρίας ἀπόγνωσις παρεκρότει τούτους ὑπὲρ δύναμιν

ἀγωνίζεσθαι, καὶ τοῖς δυσμενέσι παραβόλως ἀντικαθίστασθαι.

θʹ. Νικηφόρος δὲ, ὁ τῶν Ῥωμαίων στρατηγὸς, ἐπεὶ καὶ τὸν

περίβολον τοῦ ἄστεος ἐχυρόν τε ἀτεχνῶς ἑώρα, καὶ τὴν ἄλλως

δυσέμβολον καὶ ἀνάλωτον (οὐ γὰρ ἐξ ἐπιδρομῆς εὐεπίβατος ἦν,

εἰς ὕψος ὅτι πλεῖστον ἠρμένος, καὶ δυσὶ ταφρείαις διεζωσμένος

εἰς βάθος ὀρωρυγμέναις ἀνάλογον), καὶ τὴν τῶν βαρβάρων ἀπό-

γνωσιν καὶ ἀντίστασιν τὸ μέτρον ἐκβαίνουσαν· ἔγνω, μὴ θανα-

τῶσι καὶ ἀπονενοημένοις ἀνδράσι συμπλέκεσθαι κάτωθεν, καὶ

ἀνηνύτοις ἐπιχειρεῖν, ὑψόθεν τε βάλλεσθαι, καὶ τὴν Ῥωμαϊκὴν

ἐς οὐδὲν δέον διαφθείρειν παράταξιν· τῷ δὲ λιμῷ παραδώσειν

τὸ ἄστυ, ἕως ἂν τὰς ἑλεπόλεις καὶ ὅσα εἰς τειχομαχίαν ἐξεύρηται

ὄργανα δεόντως ἐπισκευάσοιτο. ταύτῃ τοι καὶ τὸν πόλεμον ἀνα-

βάλλεται, καὶ τῇ σάλπιγγι τὰς στρατιωτικὰς ἀνακαλεσάμενος

φάλαγγας, ἐς τὸν χάρακα ἀπεφοίτα. καὶ τοῦτον κυκλόθεν ἑρ-

κίῳ καὶ ταφρείᾳ ἱκανῶς ὀχυρώσας, τόν τε στρατὸν διεγύμναζε,

καὶ ταῖς καθ' ἡμέραν μελέταις πολλὴν τὴν ἐμπειρίαν ταῖς φάλαγ-

ξιν ἀπετίθετο, καὶ τὰς ἑλεπόλεις ἐκλογῇ τεχνιτῶν ἐτεκταίνετο, ἐκ-

δρομάς τε καὶ ἀκροβολισμοὺς ἐκ τοῦ παρείκοντος ἐποιεῖτο, καὶ

αὐτόθι πανσυδὶ πρὸ τοῦ ἄστεος διεχείμαζεν.

17

{ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ

ΙΣΤΟΡΙΑΣ Β.}

αʹ. Ὁ μὲν δὴ τῶν Ῥωμαίων στρατηγὸς Νικηφόρος ἐς τὴν τῶν

Κρητῶν νῆσον, ᾗπέρ μοι εἴρηται, ἤδη τὴν Ῥωμαϊκὴν περαιω-

σάμενος δύναμιν, καὶ τῶν ἰθαγενῶν βαρβάρων ἐν τῇ συστάδην

μάχῃ τοὺς μὲν παρανάλωμα μαχαίρας ἀπεργασάμενος, τοὺς δὲ

περιλειφθέντας ἀπονητί τε καὶ ἀκαρῆ τῷ ἄστει συγκλείσας, αὐ-

τόθι τε διεχείμαζε, καὶ τὸν στρατὸν ὁσημέραι τῷ πολεμεῖν ἐξε-

παίδευεν. ἐν τούτῳ δὲ Χαμβδᾶν, ὁ τῶν τῆς Κιλικίας προσοί-

κων Ἀγαρηνῶν ἀρχηγὸς, ἀνὴρ ἀγχίνους τε καὶ δραστήριος, ἐμ-

18

πειρίᾳ τε πολέμων ἐκ νεότητος ἁπάντων τῶν ὁμοεθνῶν ἀδηρίτως

ὑπερτερῶν, ἐπεὶ τὰς Ῥωμαϊκὰς ᾔσθετο δυνάμεις ἔκπλουν καὶ

ἄπαρσιν ποιουμένας κατὰ τῶν Κρητῶν, ἔγνω πρὸς αὑτοῦ τὸν και-

ρὸν εἶναι, ἀδεῶς τε τῆς ἀνατολῆς καταδραμεῖν, ὁπόσον ἡ Ῥωμαϊκὴ

διέπει ἀρχὴ, καὶ τοῦτο ληΐσασθαι ἀναιμωτὶ, καὶ πλοῦτον συναγεῖ-

ραι πλεῖστον, καὶ κλέος ἀείμνηστον ἀπενέγκασθαι. καὶ δῆτα τὸ

ἀκμαῖον καὶ νεανικὸν τῶν Ἀράβων καὶ Ἀγαρηνῶν συναλίσας, κατὰ

τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐχώρει, πᾶν τὸ παραπίπτον κατεμπιπρῶν

καὶ λείαν τιθέμενος. ὁ δὲ αὐτοκράτωρ Ῥωμανὸς, τὴν ἔφοδον τού-

του αἰσθόμενος καὶ τὴν ὕπαιθρον καὶ βιαίαν καταδρομὴν, Λέον-

τα τὸν Φωκᾶν, ὁμαίμονα τοῦ Νικηφόρου τελοῦντα, καὶ τῶν

τῆς Εὐρώπης στρατιωτικῶν καταλόγων κατάρχοντα (Δομέστικον

δύσεως Ῥωμαῖοι τὴν τοιαύτην ἀρχὴν ὀνομάζουσι), τῷ Χαμβδᾶν

ἀντίξουν ἐκπέμπει· ἄνδρα γενναῖον καὶ νεανικὸν, φρενήρη τε δια-

φερόντως, καὶ τὸ ξυνοῖσον ἐν περιστάσεσιν ἐπιφράσασθαι πάν-

των, ὧν ἴσμεν, ἐπιβολώτατον· ᾧ θεία τις, οἶμαι, κατὰ τὰς

μάχας συνεμάχει ῥοπὴ, ἅπαν τὸ ἀντίπαλον καταστρεφομένη καὶ

τιθεῖσα ὑπόσπονδον.

βʹ. Πολλῶν γὰρ αὐτῷ συῤῥαγέντων πολέμων παρὰ τὸν τῆς

στρατηγίας καιρὸν, οὐδέποτε τοῦ ἀντικαθισταμένου ἀπῆλθε μειο-

νεκτῶν, ἀλλ' ἀεὶ τὸ πλέον τῆς νίκης ἀποφερόμενος. τῷ τοι καὶ

Σκυθικῆς στρατιᾶς τὸν Ἴστρον περαιωθείσης τὸ κατ' ἐκεῖνο και-

ροῦ (Οὕννους τὸ ἔθνος κατονομάζουσιν), ἐπεὶ μὴ οἷός τε ἦν ὁ

19

στρατηγὸς Λέων ἐξ ἀντιπάλου ταύτῃ συμπλέκεσθαι, ὑπεράρι-

θμον ἐπαγαλλομένης τὸ πλῆθος τῆς φάλαγγος, σπανίζουσαν αὐ-

τὸς καὶ οὐκ ἀξιόμαχον ἴλην στρατιωτῶν ἐπαγόμενος, ἔγνω μὴ ἐς

προῦπτον κίνδυνον φέρων ἐνσεῖσαι αὑτόν τε καὶ τοὺς συνεπομέ-

νους, λαθραίως δὲ μᾶλλον τοῖς Σκύθαις ἐπιπεσεῖν, καί τι γεν-

ναῖον δρᾶσαι καὶ ἀνδρικὸν, καὶ δόξαν εὐκλεᾶ σφετερίσασθαι.

ἄρτι γοῦν διὰ τῶν δρυμῶν κρύβδην παραδραμὼν, καὶ τὴν ἔπαυ-

λιν τῶν Οὕννων ἐξ ἀπόπτου περιαθρήσας, καὶ τὸ πλῆθος ἐς τὸ

ἀκριβὲς κατασκοπήσας, ἀωρὶ τῶν νυκτῶν τριχῇ διαιρήσας τὴν

φάλαγγα, ἐπῄει τοῖς Σκύθαις, καὶ τοσοῦτον φόνον αἰφνίδιον εἰσ-

πεσὼν ἐν μικρᾷ καιροῦ ῥοπῇ ἀπειργάσατο, ὡς εὐαριθμήτους ἐκ

τοῦ ἀμυθήτου πλήθους διαφυγεῖν. τοῦτον τὸν στρατηγὸν Λέον-

τα Ῥωμανὸς ὁ αὐτοκράτωρ εἰς τὴν Ἀσίαν διεβιβάσατο, εἴ πως

ἀλλὰ τάς τε τῶν βαρβάρων ἐπιδρομὰς ἀναστείλειε, καὶ τὰς ἀναί-

δην τολμωμένας ἀναχαιτίσοι ἐπαγωγάς. ὁ δὲ στρατηγὸς, ἐπεὶ

τῆς Εὐρώπης ἀπάρας τὴν Ἀσίαν κατείληφε, καὶ τὸ αὔθαδες καὶ

ἀτέραμνον τοῦ Χαμβδᾶν ἠνωτίζετο, καὶ νεὼς καὶ κώμας πεπυρ-

πολημένας ἑώρα, καὶ φρουρίων κατασκαφὰς, ἐρημίαν τε τῶν

κατοίκων καὶ βιαίαν ἀπαγωγὴν, ἔγνω, μὴ ἐς προῦπτον κίνδυνον

ἐνιέναι τὴν στρατιὰν, μηδὲ τῷ βαρβαρικῷ εἰς τοὐμφανὲς ἀντι-

παρατάττεσθαι πλήθει, πολλὰς μὲν ἐπανῃρημένῳ νίκας, ταῖς δὲ

παρ' ἐλπίδα γαυριῶντι τύχαις, μυριανθρώπους τε καὶ ἐς τὸ ἀκρι-

βὲς καθωπλισμένας ἐπιφερομένῳ τὰς φάλαγγας· καὶ μάλιστα εὐ-

20

αρίθμητόν τε τὴν στρατιὰν καὶ οὐκ ἀξιόχρεων αὐτὸς ἐπαγόμενος,

κατεπτηχυῖάν τε τὰς τῶν Ἀγαρηνῶν εὐημερίας καὶ τὰ καθ' ἑκά-

στην τρόπαια· κατειληφέναι δὲ μᾶλλον τὰ ἐπικαιρότατα καὶ

κρημνώδη τῶν χώρων καὶ προλοχίζειν κατὰ ταῦτα, καὶ τὰς διεξ-

όδους ὑποτηρεῖν· ὑπαντιάζειν τε τοῖς βαρβάροις ἐν τοῖς ἐπισφα-

λέσι καὶ ἀμφιταλάντοις τῶν ἀταρπιτῶν, καὶ καρτερῶς ἀγωνίζε-

σθαι, ὁπηνίκα καὶ διοδεύοιεν.

γʹ. Οὕτω δὴ γνωσιμαχήσαντι καὶ βουλευσαμένῳ τῷ στρα-

τηγῷ Λέοντι ἐπῆλθε, καὶ λόγοις ὑπαλεῖψαι τὴν στρατιὰν καὶ

παραινέσεσιν ἐπιῤῥῶσαι, κατὰ τῶν βαρβάρων ἡνίκα δέοι χωρεῖν,

καὶ θαῤῥαλεωτέραν ἐργάσασθαι πρὸς τὸν πόλεμον. Διαναστὰς

οὖν ἐπὶ τοῦ πλήθους καὶ μικρὸν ἐπισχὼν, τοιαύτην εἰσηγεῖτο πα-

ραίνεσιν· ”Ἅπαν μὲν τὸ καθ' ὑμᾶς στῖφος εἰδὼς ἄριστον, ὦ συ-

στρατιῶται, αὐτουργόν τε τὰ πολέμια, καὶ τακτικῆς ἐμπειρίας

ὑπόπλεον, ἐπὶ τὴν Ἀσίαν ὁ κοινὸς ἀμφοτέρων δεσπότης καὶ βα-

σιλεὺς, κάμνουσαν ἤδη καὶ ἐπὶ γόνυ κεκλιμένην ταῖς τοῦ Χαμ-

βδᾶν καταδρομαῖς τε καὶ προνομαῖς, ἐμοὶ τὴν τῆς ἡγεμονίας ἐγ-

χειρίσας ἀρχὴν, διεβίβασε. παραινῶ τοίνυν καὶ συμβουλεύω,

οὐχ ὅπως γενναίως ἀντιτάξοισθε τοῖς ἐχθροῖς (οἶμαι γὰρ μὴ δεῖ-

σθαι λόγων ὑμᾶς ἐναγόντων ἐς εὐτολμίαν, οἷς ἐξ ἁπαλῶν ἀνδρία

μετὰ τόλμης ἐξήσκηται)· ἀλλ' ὡς ἂν ἄριστα βουλευσάμενοι κα-

ταγωνίσοισθε τὸν ἐχθρόν. πόλεμος γὰρ οὐ τοσοῦτον ἐξ ἀντιπά-

λου κατορθοῦσθαι ῥοπῆς εἴωθεν, ὅσον εὐβουλίας προνοίᾳ καὶ

τροπαίων ἐπαγωγῇ ῥᾳδιουργουμένῃ κατὰ καιρόν. τὴν μὲν οὖν

21

παράταξιν τῶν ἐχθρῶν ἴστε σαφῶς, ὅση διὰ τῶν τῇδε πεδίων

ἐκκέχυται, ὡς πολλή τέ ἐστι καὶ ἀριθμὸν ὑπερβαίνουσα· τὴν δὲ

καθ' ὑμᾶς στρατιὰν γενναίαν μὲν καὶ νεανικὴν τῇ τε ῥώμῃ καὶ

τοῖς φρονήμασι καὶ αὐτὸς εἶναί φημι· πλήθει δὲ καὶ ταῖς φάλαγ-

ξιν οὐκ ἂν φαίη τις ἀξιόμαχον. δεῖ οὖν Ῥωμαίους ὄντας μεμη-

χανῆσθαί τε καὶ βεβουλεῦσθαι δεόντως, ἐν τοῖς ἀπόροις ἐξευρί-

σκειν τὰ πρόσφορα, αἱρεῖσθαί τε πρὸ τῶν δεινῶν τὰ ξυμφέρον-

τα. μὴ οὖν ἀλογίστῳ φορᾷ καὶ παραβόλοις τολμήμασιν εἰς

προῦπτον αὐτομολήσωμεν ὄλεθρον. τόλμα γὰρ ἀχαλίνωτος ἐς

κίνδυνον εἴωθε συνωθεῖν, ἡ δὲ μετὰ λογισμοῦ μέλλησις διασώ-

ζειν οἶδε τοὺς κεχρημένους αὐτῇ.”

δʹ. „Παραινῶ τοιγαροῦν, ἄνδρες, μὴ διακινδυνεύειν πρὸς

τοὺς βαρβάρους ἐπὶ τόπων τῶν πεδεινῶν ἀκαθέκτοις ὁρμήμα-

σιν, ἀλλ' ἐπὶ τῶν ἐρυμνῶν ἐλλοχῶντας τουτωνὶ χωρίων τὴν ἐκεί-

νων ὑπομένειν ἄφιξιν καὶ διάβασιν· τηνικαῦτα δὲ τούτοις ἐῤῥω-

μενέστερον ἐπιτίθεσθαι καὶ γενναίως ἀντικαθίστασθαι. ταύτῃ

γὰρ οἶμαι (σὺν Θεῷ φάναι) κρατήσειν τε τῶν ἐχθρῶν, καὶ τὴν

λείαν ἅπασαν τῶν ὁμοφύλων πρὸς ἡμᾶς ἀνασώσασθαι. τῷ γὰρ

ἀπροσδοκήτῳ τῶν ἐπιδρομῶν δουλοῦσθαι εἴωθε τὰ πολέμια, καὶ

ταῖς αἰφνιδίοις ὑπεξελάσεσι τὰ ὑπέραυχα καὶ ἀλαζονικὰ πέφυκε

φρονήματα θραύεσθαι. τήν τε οὖν ἡλικιῶτιν ἀρετὴν διατηροῦν-

τες καὶ τὴν σύντροφον πρὸς τοὺς ἀγῶνας εὐγένειαν, τοῖς ἐναν-

τίοις ὑπαντιάζετε, ὅτε σημήνω ταῖς σάλπιγξι.“ τοιαύτην μὲν ὁ

στρατηγὸς τὴν παραίνεσιν ἐξηγήσατο· ὁ δὲ στρατὸς ἠλάλαξέ τε

22

καὶ ἐπεκρότησε, καὶ ὡς τὰ κράτιστα ὑποθεμένῳ ᾗ ἂν ἡγοῖτο

ἕπεσθαι προθύμως ἦν. ἐνέδραις οὖν διειλήφει τὴν ὁδὸν, ἀπο-

τόμους τὰς ἀκρωρείας προβαλλομένην, κρημνώδεις τε καὶ σηραγ-

γώδεις ὡς τὰ πολλὰ, τὰς ὑπωρείας δὲ βαραθρώδεις τε καὶ ἀμφι-

λαφεῖς πρέμνων τε καὶ παντοδαπῶν ἰδέαις φυτῶν. ταύτῃ προ-

λοχίσας ὁ στρατηγὸς καθῆστο, τὴν τῶν βαρβάρων προσμένων

ἐπήλυσιν. ὁ δὲ Χαμβδᾶν, τῷ τε πλήθει τῶν ἐφεπομένων καὶ

ταῖς φάλαγξι σοβαρευόμενος καὶ γαυρούμενος, τῇ τε τῶν λαφύ-

ρων πλησμονῇ καὶ τῇ τῶν αἰχμαλώτων ἀπαγωγῇ ἐπαιρόμενός τε

καὶ βρενθυόμενος, πολλὰς κατὰ θάτερα τὰς ἐπεξελάσεις ἐποιεῖτο,

ἐφ' ἵππου θηλείας καὶ μέγεθος καὶ δρόμον ὑπερφυοῦς ἐποχούμε-

νος, καὶ τῆς στρατιᾶς πη μὲν οὐραγῶν, πὴ δὲ προοδεύων, καὶ

τὸ δόρυ σείων, καὶ ταῖς αὔραις μεθιεὶς, εἶτ' αὖθις μεθέλκων

πρὸς ἑαυτὸν κραδαινόμενον. ἐπεὶ δὲ τὴν ἱππήλατον ὁδὸν διελ-

θὼν ταῖς δυσχωρίαις προσέβαλλε, καὶ τοῖς στενωτάτοις καὶ ἀνω-

μάλοις συνειληθέντες τῶν τόπων οἱ βάρβαροι τὴν φάλαγγα διελύ-

σαντο, καὶ ὥς πη ἐνὸν ἦν ἑκάστῳ, κατὰ κρημνώδη διῄεσαν,

τηνικαῦτα ταῖς σάλπιγξι τὸ ἐνυάλιον ὑποσημήνας ὁ στρατηγὸς

καὶ τῶν λόχων διαναστήσας τοὺς ἀμφ' αὑτὸν, ὑπηντίαζε τοῖς

βαρβάροις.

εʹ. Καὶ πάντες ἐπὶ τῶν ξιφῶν εἶχον τὰς δεξιὰς, καὶ ταῦτα

σπασάμενοι ἐπιστροφάδην ἔκτεινον τὸ ἀντίπαλον κεκμηκὸς τῇ

ὁδοιπορίᾳ, ἀκμῆτες αὐτοὶ τούτῳ πελάζοντες. καὶ κἂν καὶ αὐ-

τὸς ὁ Χαμβδᾶν ἥλω μικροῦ πρὸς τῶν Ῥωμαίων δορυάλωτος· εἰ

23

μὴ, τὴν ἄλλως ἀγχίνους ὢν κἀν τοῖς ἀπόροις ὀξὺς ἐννοῆσαι τὰ

δέοντα, τὸν ὃν ἐπεφέρετο ἄργυρον καὶ χρυσὸν χύδην ἐπὶ τῆς

ἀταρπιτοῦ διασπείρειν προσέταξεν· ᾧ καὶ περισπάσας τὴν τῶν

Ῥωμαίων ὁρμὴν, ἀσχοληθέντων τῇ τοῦ χρυσοῦ συλλογῇ, μετ'

ὀλίγων ὑπασπιστῶν μόγις τὸν τοιοῦτον διαπέφευγε κίνδυνον. λέ-

γεται δὲ τοσοῦτον αὐτουργηθῆναι φόνον τοῦ βαρβαρικοῦ πλή-

θους πρὸς τῶν Ῥωμαίων κατὰ τουτονὶ τὸν πόλεμον, ὡς πολλα-

χοῦ τῶν χώρων ἐκείνων σωρείας ἀνθρωπείων ὀστῶν ὁρᾶσθαι μέ-

χρι καὶ νῦν. ἐπεὶ δὲ τοιούτοις τροπαίοις καὶ στρατηγήμασι τὴν

πολυάνθρωπον πληθὺν τῶν βαρβάρων ὁ στρατηγὸς ἠγωνίσατο

καὶ διέφθειρε, καὶ τὸ ὑψαύχενον τοῦ Χαμβδᾶν καὶ τετυφωμένον

εἰς ἀγεννῆ καὶ ἄνανδρον δειλίαν καὶ φυγαδείαν κατέσπασε καὶ

συνέκλεισε, τοὺς ἀμφ' αὑτὸν συναγηοχὼς καὶ τὴν λείαν ἐπισυνά-

ξας, ὅση τε ἦν βαρβαρικὴ, καὶ ὁπόση Ῥωμαϊκὴ ἐκ τῆς προνο-

μῆς τοῖς βαρβάροις συνήθροιστο, ταύτης τὸ πλεῖστον τῇ στρα-

τιᾷ διένειμε· καὶ τοὺς αἰχμαλώτους ἐφοδιάσας ἐπὶ τὰ σφῶν ἤθη

ἀποτρέχειν ἐξέπεμπε· τοὺς δὲ τῷ πολέμῳ ληφθέντας πέδαις

ἀσφαλισάμενος τῶν Ἀγαρηνῶν, ἐπαιώνιζεν ἐπινίκια, καὶ τῇ προ-

νοίᾳ τὰς εὐχαριστηρίους ἐσπένδετο προσευχὰς, καὶ πρὸς τὴν αὐ-

τοκράτορα δυναστείαν ἠπείγετο, θριαμβεύσων εἰς τὸ Βυζάντιον.

ὁ δὲ στρατὸς ἐν κρότοις εἶχε τὸν στρατηγὸν, ἀγάμενοι τοῦτον

ὡς τὸ εἰκὸς, καὶ ἄνδρα ἐπιφημίζοντες, οἷον μὴ φέρειν ἄλλον τὴν

τότε γενεὰν, καὶ τῆς εὐτυχίας αὐτὸν ἐξεθείαζον, κατὰ ῥοῦν αὐ-

τῷ προχωροῦντα τὰ τῶν πολέμων ὁρῶντες ὡς μάλιστα. ὁ δὲ

24

κατειληφὼς τὸ Βυζάντιον, ἐπεὶ μετὰ πλείστης ὅτι λείας καὶ μυ-

ρίων δορυαλώτων Ἀγαρηνῶν εἰσῄει, ὑπεδέχθη τε ὑπὸ τοῦ αὐτο-

κράτορος Ῥωμανοῦ φιλοτίμως, κἀπὶ τοῦ θεάτρου θριαμβεύσας,

τῷ πλήθει τῶν ἀνδραπόδων καὶ τῶν λαφύρων τοὺς θεωμένους

ἐξέπληξεν· ἀμοιβάς τε καὶ τιμὰς, ἀναλογούσας τοῖς πόνοις, πα-

ρὰ τοῦ κράτους ἀπείληφεν. ἀλλ' οὕτω μὲν ὁ στρατηγὸς Λέων

τὴν Ἀσίαν ἔσωσε, καταγωνισάμενος τὸν Χαμβδᾶν, φυγάδα τε

καὶ ἀλήτην ἀπεργασάμενος.

Ϛʹ. Νικηφόρος δὲ ὁ Φωκᾶς, ὁ τοῦ ῥηθέντος Λέοντος σύν-

αιμος (δεῖ γὰρ ἀνακεφαλαιωσάμενοι τὸν λόγον καθ' εἱρμὸν πρό-

σω τῆς ἱστορίας χωρεῖν), ὡς τῇ τῶν Κρητῶν πελάσας ἐκεῖ διε-

χείμαζε, καὶ τόν τε στρατὸν τὰ πολεμικὰ διεγύμναζε, καὶ τὰς

ἑλεπόλεις ἐτεκταίνετο, ἐπείπερ κατὰ νοῦν αὐτῷ πάντα προὐκε-

χωρήκει, ἄρτι τοῦ ἦρος ἐκ τῆς χειμερινῆς τροπῆς ἠρέμα προκύ-

πτοντος, τὸν περὶ αὑτὸν καθοπλίσας στρατὸν καὶ εἰς βαθεῖαν

παραταξάμενος φάλαγγα, τάς τε σάλπιγγας ἐπαυλήσας καὶ τὰ

τύμπανα παταγήσας κατὰ τοῦ ἄστεος ἤλαυνεν. ἐν ᾧ δὲ ὁ στρα-

τηγὸς τὴν ἴλην κατὰ μέτωπον ἐκρατύνετο, καὶ εἰς πλαίσιον τὰς

δυνάμεις συνέταττε, γύναιον ἑταιρικὸν, ἀκκιζόμενόν τε καὶ θρυ-

πτόμενον, ἰταμὸν ἐπιεικῶς τυγχάνον καὶ ἀναιδὲς, τῶν προμα-

χεώνων προκύπτον, γοητείας ἐποιεῖτό τινας καὶ ἐπῳδάς. λέγεται

γὰρ κατόχους εἶναι Κρῆτας μαντείαις καὶ βωμολοχίαις καὶ πλά-

ναις, πρὸς τῶν Μανιχαίων καὶ τοῦ Μωάμεθ παρειληφότας ἀνέ-

25

καθεν. οὐ ταύτῃ δὲ μόνον τὸ ἰταμὸν ἐκεῖνο γύναιον τὸ ἀναιδὲς

καὶ ἀκόλαστον ἐπεδείκνυτο· ἀλλὰ καὶ, τὸν χιτωνίσκον παρὰ τὸ

μέτριον ἀνασεσυρκὸς καὶ ἀπογυμνοῦν τὰ μέρη τοῦ σώματος, ἐς

τὸν στρατηγὸν ἐπέσκωπτεν ἐπαρώμενον. καὶ δή τις τῶν εὐστό-

χων τοξοτῶν, τὴν νευρὰν ἐντεινάμενος, βάλλει τὸ ἀκόλαστον γύ-

ναιον, καὶ χαμαιῤῥιφὲς τῶν πύργων κατήνεγκε, διαῤῥαγὲν αὐτί-

κα, καὶ τὸ ψυχίδιον ἀποφυσῆσαν, καὶ τίσιν τῆς ὕβρεως τὸν οἰ-

κτρὸν ἐπισπασάμενον ὄλεθρον. ἄρτι δὲ τῆς μάχης καρτερᾶς ἀναῤ-

ῥιπισθείσης, χρόνον μέν τινα ἀντεῖχον οἱ Κρῆτες, ἐκ τῶν τειχῶν

ἐκθύμως ἀγωνιζόμενοι, καὶ πολλοὺς τῶν Ῥωμαίων τιτρώσκοντες.

ζʹ. Ὁ δὲ στρατηγὸς, τοῦτο καταμαθὼν, τὰς ἀφετηρίους

θᾶττον παρήγαγε μηχανὰς, καὶ βάλλειν τοὺς βαρβάρους ἐκέλευε.

καὶ πρὸς τούτοις τοῖς τείχεσι προσεπέλασε τὴν ἑλέπολιν· κριὸν

Ῥωμαῖοι τὸ τεχνούργημα ὀνομάζουσι, τῷ δίκην κριοῦ προτομῆς

τὸν σίδηρον ἀπεικάζεσθαι, ὃς ἐνηρμοσμένος ὢν τῇ δοκῷ παίει

τὸν δόμον τοῦ ἄστεος. τῶν δὲ πετροβόλων βάρη θαμινὰ τῶν λί-

θων ἐπαφιέντων, εὐπετῶς οἱ βάρβαροι ἀνεστέλλοντο· καὶ τοῦ

κριοῦ τοῖς τείχεσιν ἐγχριμφθέντος καὶ κραταιῶς ταῦτα τύπτοντος,

ἄνδρες ὑποδύντες τὴν ταφρείαν συχνοὶ, λιθοτόμα ὄργανα φέρον-

τες, καὶ ἀνορύττειν ἐκεῖθεν ἀρξάμενοι, ἐξεκόλαπτον ἠρέμα, καὶ

τὴν λίθον διέκοπτον, ἵνα τοῦ τείχους ἡ βάσις ἠρήρειστο. παρὰ

τυχὸν δὲ ψαμμῶδες ταύτῃ τὸ μέρος ἡ λίθος λαχοῦσα ὑπεῖκέ τε

καὶ ἐνεδίδου ὡς μάλιστα. ὁ δὲ κριὸς τύπτων οὐκ ἀνίη τὸ ἔρυμα,

καὶ κατὰ μικρὸν διασπῶν τὴν οἰκοδομίαν, ἐς τὸ ἀκριβὲς συμπε-

26

πιλημένην οὖσαν καὶ δυσαπόσπαστον. ἐπεὶ δὲ τὰ γεῖσα, ᾗπερ

διώρυττον οἱ ἐπὶ τοῦτο ταχθέντες, ἐκκρεμῆ καὶ ὑπόκενα, ὡς τὸ

εἰκὸς, ἐξειργάσαντο, ὀρθοστάδην ξύλοις ὑπήρειδον, ὕλην τε τα-

χυδᾳῆ καὶ αὖον συννήσαντες καὶ πῦρ ἐνιέντες, τῆς διώρυχος

ὑπεξῄεσαν. τῆς δὲ φλογὸς ἀναφθείσης καὶ τῶν στηριγμάτων ἀν-

θρακωθέντων, δύο πύργοι ὁμοῦ τῷ διαμέσῳ τούτων δομήματι

τοῦ τείχους ἐξαπιναίως ἀποῤῥαγέντες, ὑφίζανόν τε, καὶ ὑπωλί-

σθαινον, καὶ πρὸς τοὔδαφος κατεφέροντο. οἱ δὲ Κρῆτες, τῷ

καινῷ τοῦ ὁράματος θαμβηθέντες, ἐπ' ὀλίγον χρόνον τὴν μάχην

ἐξέκλιναν, τῷ τεραστίῳ καταπλαγέντες τοῦ πράγματος. εἶτ' αὖ-

θις τὸν τῆς αἰχμαλωσίας καὶ δουλείας ὑπολογισάμενοι κίνδυνον,

εἰς ἀῤῥαγῆ παράταξιν συνηθροίζοντο, καὶ διὰ τῶν κατεριπωθέν-

των τειχῶν τὴν Ῥωμαϊκὴν διαβαίνουσαν φάλαγγα ἐῤῥωμενέστατα

ὑπεδέχοντο, δαιμονίως τε διηγωνίζοντο, περὶ ψυχὴν κινδυνεύον-

τες. ἄρτι δὲ πολλῶν ἀναιρεθέντων, ἐπεὶ πρὸς τοσαύτην ἀναν-

ταγώνιστον ῥοπὴν οὐχ οἷοί τε ἦσαν ἀντικαθίστασθαι (ἐπέβρι-

σαν γὰρ αἱ δυνάμεις κατόπιν, καὶ ὠθισμὸς ἀνυπόστατος ἦν),

εἰς φυγὴν τρέπονται, χωροῦντες διὰ τῶν στενωπῶν· Ῥωμαῖοι

δὲ ἐφεπόμενοι τούτους ἀνῄρουν ἀνηλεῶς. οἱ δὲ περιλειφθέν-

τες καὶ ὅσους οὐκ ἔφθη ἐκθερίζειν ὁ πόλεμος, τὰ ὅπλα ῥίψαντες

εἰς ἱκετείαν ἐτράποντο. ὅπερ ὁ στρατηγὸς θεασάμενος, τὸν ἵπ-

πον κεντρίσας καὶ τὸν δρόμον ἐπιταχύνας, εἰσήλαυνέ τε καὶ τῶν

στρατιωτῶν τὴν ὁρμὴν ἀνετείχιζε, μὴ κτείνειν ἀναπείθων τοὺς

27

τὰ ὅπλα ῥίψαντας ἄνδρας, μηδὲ κατὰ ψιλῶν καὶ ἀόπλων ὠμῶς

καὶ ἀπανθρώπως χωρεῖν, ἀπανθρωπίας λέγων εἶναι, τὸ ὑπεῖξαν

καὶ γεγονὸς ὑποχείριον διαφθείρειν ἤδη καὶ ἀποκτιννύειν ὡσπερεὶ

πολέμιον. τούτοις τοῖς λόγοις μόλις ἐπέσχεν ὁ στρατηγὸς τῆς

στρατιᾶς τὴν μιαιφόνον ὁρμήν.

ηʹ. Ἐπεὶ δὲ κατὰ κράτος ἥλω ἡ πόλις, τὰ πρωτόλεια ὑφε-

λὼν ὁ στρατηγὸς, καὶ τὸ ἀκμαῖον τῶν αἰχμαλώτων ἀνδραποδι-

σάμενος, διειληφώς τε ταῦτα καὶ εἰς ὃν ἔμελλε κατάγειν θρίαμ-

βον διατηρήσας ὡς μάλιστα, τὰ λοιπὰ τοῖς στρατιώταις προνο-

μεύειν προτέθεικεν. οἱ δὲ διὰ τῶν δωμάτων χωροῦντες πολλὰς καὶ

πολυτελεῖς ἐκαρποῦντο τὰς ὠφελείας. πλεῖστον γὰρ καὶ ἀνεξάν-

τλητον τῶν Κρητῶν λέγεται πόλιν ἔνδον τὸν ὄλβον παρακατέχειν,

ἐπὶ συχνὸν οὐχ ἥκιστα εὐημερήσασαν, εὐμενοῦς τε καὶ μειλιχίου

πειραθεῖσαν τῆς τύχης, καὶ μηδέν τι τῶν ἀπευκταίων καθυπο-

μείνασαν, ἃ ἡ παλίντροπος τῶν χρόνων φορὰ ὡσανεί τινας κῆρας

ἐπικυλίνδειν εἴωθε· μάλιστα δὲ πειρατικαῖς καὶ λῃστρικαῖς κεχρη-

μένην ἐκπλεύσεσι, τῶν γαιῶν ἀμφοτέρων ληΐσασθαι τὰ παράκτια,

κἀκ τῶν τοιούτων ἐπιτηδευμάτων ἀποθησαυρίσαι πλοῦτον ἀμύ-

θητον. ἀλλὰ τοῦτον μὲν τὸν τρόπον ἥλω τὸ ἄστυ καὶ πρὸς τῶν

Ῥωμαϊκῶν ἐλήφθη χειρῶν. ἐπεὶ δὲ τὰ ἔνδον ἐκκεκόμιστο ἅπαντα,

τὸν περίβολον ὁ Νικηφόρος κατασκάπτειν διακελεύεται· τοῦ δὲ

πολλαχῆ κατεριπωθέντος, ἐπὶ τὴν χώραν αὖθις ἀπῆγε τὴν δύνα-

μιν. ἀνδραποδισάμενός τε ταύτην καὶ ληϊσάμενος, καὶ τὸ ἀντί-

ξουν ἅπαν ἀναιμωτὶ παραστησάμενος, ἐπί τινα λόφον ὑψηλὸν

28

καὶ ἀνάντη, οὐκ ἀπωτάτω τοῦ κατεριπωθέντος ἄστεος ὑπερκείμε-

νον, ἴεται, καὶ παμπληθεὶ τειχίον οἰκοδομεῖν ἐγκελεύεται. ἀνεπι-

σφαλὴς γὰρ ὁ χῶρος ἐδόκει, καὶ πρὸς ἔρυμα καρτερὸς, κρημνοῖς

τε διεῤῥωγὼς καὶ φάραγξιν ἀποτόμοις ἑκατέρωθεν, κἀκ τῆς κο-

ρυφῆς ἀεννάους ἀναδιδοὺς πίδακας, καὶ τοῖς ὕδασι τούτων κα-

ταῤῥεόμενος. τοῦ δὲ ἐρύματος ἀσφαλέστατά τε καὶ στερεώτατα

ἐξεργασθέντος, στρατιὰν ἀξιόχρεων τῷ χώρῳ ἐγκατοικίσας, Τέ-

μενος τὸ ἄστυ ὠνόμασε, καὶ τὴν νῆσον ἐξημερώσας ἅπασαν,

Ἀρμενίων τε καὶ Ῥωμαίων καὶ συγκλύδων ἀνδρῶν φατρίας ἐνοι-

κισάμενος, καὶ πυρφόρους τριήρεις ἐς φυλακὴν ταύτης καταλι-

πὼν, αὐτὸς τὴν λείαν καὶ τοὺς αἰχμαλώτους ἀνειληφώς, ἀνέπλει

πρὸς τὸ Βυζάντιον. μεγαλοπρεπῶς τε παρὰ τοῦ αὐτοκράτορος

Ῥωμανοῦ ὑποδεχθεὶς, θρίαμβον ἐπὶ τοῦ θεάτρου κατήνεγκε, παν-

τὸς συναθροισθέντος τοῦ δήμου, καὶ τὸ πλῆθος καὶ τὸ κάλλος

τῆς λείας θαυμάζοντος. ἑωρᾶτο γὰρ χρυσὸς καὶ ἄργυρος παμ-

πληθὴς, καὶ νόμισμα βαρβαρικὸν ἀπέφθου χρυσοῦ, πέπλοι τε

χρυσόπαστοι, καὶ τάπητες ἁλουργοὶ, καὶ παντοδαπὰ κειμήλια,

εἰς ἄκρον τέχνης ἐξειργασμένα, χρυσῷ καὶ λίθοις μαρμαίροντα·

πανοπλίαι τε, καὶ κράνη, καὶ ξίφη, καὶ θώρακες ἀληλιμμένα

χρυσῷ, ἔγχη τε καὶ ἀσπίδες καὶ τόξα παλίντονα ἀριθμὸν ὑπερ-

βαίνοντα (εἶπεν ἄν τις ἐκεῖσε παρατυχὼν, τῆς βαρβάρου γῆς

τὸν ἅπαντα πλοῦτον συγκομισθῆναι τότε κατὰ τὸ θέατρον), το-

σαῦτα τὸ πλῆθος ἐτύγχανον, ὡς μιμεῖσθαί τινα ποταμὸν ἀφθό-

29

νως εἰσρέοντα. τούτοις εἵποντο καὶ οἱ ἀνδραποδισθέντες βάρ-

βαροι, εἰς πολυάριθμον πληθὺν συναγόμενοι.

θʹ. Θριαμβεύσαντι δὲ τῷ Νικηφόρῳ καὶ παρὰ τοῦ δήμου

θαυμαστωθέντι παντὸς, ὁ αὐτοκράτωρ Ῥωμανὸς δωρεάς τε φι-

λοτίμους δωρεῖται, καὶ τὴν τῆς Ἀσίας αὐτῷ ἐγχειρίζει ἀρχήν.

ὁ δὲ, τὴν τοῦ Δομεστίκου τιμὴν καὶ αὖθις ὑποζωσάμενος, τὸν

βόσπορόν τε περαιωθεὶς, καὶ τὰς δυνάμεις ἀγηοχὼς, καὶ εἰς φά-

λαγγα δυσάντητον καὶ δυσεκβίαστον παραταξάμενος, ᾔει διὰ τῆς

τῶν Ἀγαρηνῶν γῆς. οἷς τὴν ἔφοδον ἐνωτισθεῖσι τοῦ Νικηφόρου,

οὐκ ἀνεκτὸν ἐδόκει κατὰ χώραν τε μένειν, καὶ λόχους καθίζειν,

ἐξ ἀντιστάσεώς τε διαμάχεσθαι· ἐκτρέχειν τε πρὸς τὰ φρούρια,

καὶ τὰς ἐπιδρομὰς ἐκ τῶν ἐρυμάτων ἀποτροπιάζεσθαι, ἀκροβο-

λιζομένους κατὰ τὸ ἐγχωροῦν. δεινῶς γὰρ ἐδεδοίκεισαν κατὰ συ-

στάδην διαγωνίζεσθαι πρὸς ἄνδρα καρτερικὸν καὶ ἰσχυρογνώμονα.

ὁ δὲ σκηπτοῦ δίκην τὴν περίχωρον ἐπεβόσκετο, δῃούμενος μὲν

τὰς ἀρούρας, μυριανθρώπους δὲ κώμας ἀνδραποδιζόμενος. ἐπεὶ

δὲ τὰ ἐν ποσὶ…

The complete text is available when the reading interface loads.