The Greek Library Catalogue

Anonymous

Chronicon

Edition reference
Chronicon (sub nomine Leonis Grammatici vel Theodosii Melisseni vel Julii Pollucis) (redactio A + B operis sub titulo Epitome fort. sub auctore Trajano Patricio), ed. I. Bekker, Leonis Grammatici chronographia [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1842]: 3–331.
CTS identifier
urn:cts:greekLit:tlg3070.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

{ΛΕΟΝΤΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ

ΧΡΟΝΟΓΡΑΦΙΑ

ΛΕΙΠΕΙ ΤΑ ΙΞ ΑΡΧΗΣ ΤΗΣ ΙΣΤΟΡΙΑΣ ΤΑΥΤΗΣ.}

.... Τοίνυν ἐκ τῶν εἰρημένων ἐννοεῖν ὅτι ἠδύνατο ὁ ἄν-

θρωπος καὶ μετὰ τὴν παράβασιν εἰς αἰῶνας ζῆν, εἰ ἐγεύσατο

τοῦ τῆς ζωῆς ξύλου· διὸ ἵνα μὴ κακὸν ἀθάνατον ᾖ ὁ ἄν-

θρωπος, τοῦ παραδείσου ἐξοστρακίζεται, ὅπως μὴ γεύσηται

τοῦ τῆς ζωῆς ξύλου καὶ ἀθάνατος διαμείνῃ. θνητὸν δὲ αὐ-

τὸν ἀπεφήνατο ὁ θεὸς νεκρότητι περιβαλών· τοῦτο γὰρ οἱ

δερμάτινοι χιτῶνες σημαίνουσιν, ἀπὸ τοῦ λόγου τῆς τῶν ζώων

νεκρώσεως, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς δέ-

σεως ἡ ἁμαρτία πᾶσα αὐτόπρεμνος διαφθαρῇ.

4

Εἴρηται δὲ ὑπὸ τοῦ θεοῦ τὸ “ἰδοῦ Ἀδὰμ γέγονεν ὡς εἷς

ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν” οὐχ ὡς προκό-

ψαντος αὐτοῦ διὰ τῆς ἀπειθείας ἐπὶ τὴν τῆς ἀρετῆς τε καὶ

κακίας γνῶσιν, ἀλλ' ὡς τοιούτου ἐξ ἀρχῆς πλασθέντος. φθά-

σασα γὰρ εἶπεν ἡ γραφὴ ὅτι ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον,

κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ὁ δὲ πλασθεὶς κατ' εἰκόνα

θεοῦ δῆλον ὡς προκαταβεβλημένην εἶχεν ἐν τῇ φύσει τὴν γνῶ-

σιν τοῦ καλοῦ τε καὶ τοῦ πονηροῦ. διὸ ἵνα μὴ τῇ αὐτεξου-

σιότητι κεχρημένος μεταλάβῃ τοῦ τῆς ζωῆς ξύλου καὶ γένη-

ται κακὸς ἀθάνατος, ἐξεβλήθη σὺν τῇ Ἔυᾳ εἰς τὴν γῆν τῆς

κτίσεως αὐτοῦ. τί γὰρ μετὰ ταῦτα πάντα ἡ θεία γραφή;

“καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς

τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη· καὶ ἐξέβαλε τὸν

Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τῆς τρυφῆς τοῦ παρα-

δείσου, καὶ ἔταξε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν

τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.”

Μετὰ τὸ ἐκβληθῆναι τὸν ἄνθρωπον ἔξω τοῦ μακαρίου

χωρίου ἀκαταμάχητοι φρουροὶ καὶ λίαν ὑπέροπτοι φυλάττειν

τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς ἐτάχθησαν, ὡς μηδένα τοῦ λοι-

ποῦ ἰσχύειν παρελθεῖν ποσὶ βεβήλοις εἰς ἐκεῖνον τὸν τόπον.

καὶ γὰρ μάχαιρα φλογίνη ἐτέθη ἐκεῖ ἐπὶ τῷ τὸν πλησιάζοντα,

ἐξ ὕλης ὑπάρχοντα, πυρὶ φλεγόμενον ἀναλίσκεσθαι παραυτὰ

καὶ ἀπόλλυσθαι. στρέφεται δὲ ἡ ῥομφαία, ἵνα ἐν τῇ πα-

5

λιγγενεσίᾳ, ὅτε καὶ ὁ ἄνθρωπος αὖθις οἰκήτωρ γένηται τοῦ

παραδείσου, τοὺς μὲν δικαίους φωτίσῃ παρερχομένους ἐπὶ

τὸν θεῖον τῆς ἀθανασίας χῶρον, τοὺς δὲ ἀδίκους, εἴ γε προσ-

εγγίσαιεν, καταφλέξῃ. αὐτόματα δὲ πάντα ἡ γῆ ἔφερε πρὸ

τῆς παραβάσεως τοῦ Ἀδάμ, καὶ μετὰ τοῦτο μηδὲν φέρειν χω-

ρὶς πόνου ἐκελεύσθη.

Ἐξελθὼν τοίνυν ὁ Ἀδὰμ σὺν τῇ Ἔυᾳ ἐκ τοῦ παραδείσου

καὶ συνελθὼν αὐτῇ ἐγέννησε τὸν Κάϊν, εἶτα μετ' αὐτὸν τὸν

Ἄβελ. ἦν δὲ Κάϊν μὲν γεωργὸς γῆς, ποιμὴν δὲ προβάτων

Ἄβελ. τοῦ δὲ Ἄβελ ἐκ τῶν πρωτοτόκων προβάτων δῶρα

θύσαντος τῷ θεῷ, καὶ τοῦ θεοῦ δεξαμένου, καὶ τοῦ Κάϊν οὐκ

ἐκ τῶν πρωτογενημάτων ἀλλὰ μετὰ τὴν ἰδίαν καὶ κοινὴν τῶν

καρπῶν ἀπόχρησιν θεῷ προσκομίσαντος, καὶ τοῦ θεοῦ μὴ δε-

ξαμένου, οὐ μόνον ταῦτα ἀλλὰ καὶ ὅσα ἐφεξῆς ἐκ τῆς Λε-

πτῆς Γενέσεως ἔχουσι τὰ Μακρὰ ἐπὶ κακίᾳ τοῦ Κάϊν (τοῦτο

δὲ ἐγένετο φανερὸν διὰ τοῦ ἐξαποσταλέντος οὐρανόθεν πυρὸς

εἰς τὴν τῶν προσενεχθέντων ἐξανάλωσιν), ἐζήλωσεν ὁ Κάϊν

τὸν Ἄβελ. ζητητέον ἐν πρώτοις διὰ τί τοῦ Κάϊν οὐ προσή-

κατο τὴν προσφοράν. λύει τοίνυν τὸ ἀπορούμενον αὐτὴ ἡ

γραφὴ φήσασα “καὶ ἐγένετο μεθ' ἡμέρας, προσήνεγκε Κάϊν

ἀπὸ τῶν καρπῶν τῆς γῆς,” ὥστε διὰ τοῦτο ἐλέγχεσθαι τὸν

Κάϊν ὅτι μὴ τὰ ἀκροθίνια τῶν γενημάτων μήτε τὰ πρωτο-

γενήματα προσήνεγκε τῶν καρπῶν τῷ θεῷ, ἀλλὰ ταῦτα μὲν

6

ἑαυτῷ, θεὸν δὲ ἀσεβῶς τοῖς δευτέροις ἐτίμα. ἔπειτα διὰ τί

τὴν μὲν ἐκ θυμάτων τοῦ Ἄβελ προσφορὰν δῶρα ἡ γραφὴ

προσαγορεύει, τὰ δὲ τῶν καρπῶν τοῦ Κάϊν δῶρα θυσίαν ὀνο-

μάζει; ἔστι πάλιν εἰς τὸ ζητούμενον εἰπεῖν, ὀρθῷ χρησάμε-

νοι στοχασμῷ. δῶρον ἡ τοῦ Ἄβελ ὠνομάσθη θυσία, ἐπειδὴ

τοὺς δωρουμένους μιμησάμενος θεῷ προσκομίζει τὸ θῦμα·

ὃν γὰρ τρόπον οἱ δωρούμενοι πρὸς ἀρέσκειαν τῶν κομιζομέ-

νων καὶ τὸ μάλιστα κάλλιστον ἐπιλέγονται, καὶ πᾶν ὁλόκλη-

ρον καὶ μηδὲν ἐξ αὐτοῦ τὸ σύνολον ἀποτεμόμενοι προσκομί-

ζουσι τοῖς φίλοις τὸ δῶρον, οὕτως καὶ ὁ Ἄβελ τῶν ζώων

θύει τὰ πρωτότοκα καὶ τῶν κρεῶν προσφέρει τὰ πιότατα.

ἔοικε γὰρ ἐπιδιαιρεῖν ὁ θύων, καὶ τὸ μὲν αἷμα τῷ θυσια-

στηρίῳ προσχέειν, τὰ δὲ κρέα οἴκαδε ἀποκομίζειν, ὁ δὲ δω-

ρούμενος πᾶν τῷ λαμβάνοντι παραχωρεῖ τὸ δῶρον. οὕτως

οἶμαι τὰ πρωτότοκα καθιεροῦντα τὸν Ἄβελ φιλόθεον μᾶλλον

ἢ φίλαυτον τὴν ἑαυτοῦ συνίστησι προαίρεσιν· ἑαυτῷ δὲ ὁ

Κάϊν ἀπονέμων τὰ γενήματα, καὶ τῶν δευτεριῶν ἀσεβῶς τὸν

θεὸν ἀξιῶν, τῷ καὶ μεθ' ἡμέρας ἀλλὰ μὴ εὐθέως προσενε-

γκεῖν φίλαυτος μᾶλλον ἢ φιλόθεος ἐξελέγχεται, καὶ αὐτὸς μὲν

εἰκότως προσκρούει, τὸ δὲ δῶρον ὡς ἀδόκιμον αὐτῷ προσ-

ρίπτεται.

Ὁ Κάϊν πρῶτος ἄροτρον ἐπενόησε καὶ πλεονεξίαν, Ἄβελ

7

δὲ δικαιοσύνης ἐπεμελεῖτο. κτείνας δὲ τὸν Ἄβελ ὁ Κάϊν

ἔκρυψε τὸν νεκρόν, λαθεῖν ἐντεῦθεν οἰόμενος· βοῶντος δὲ

πρὸς τὸν θεὸν τοῦ αἵματος ἐπακούει ὁ θεός· δικαίων γὰρ

ἐπακούει, κἂν τελευτήσαντες ὦσιν, ἀδίκων δὲ καὶ αὐτὰς ἀπο-

στρέφεται τὰς εὐχάς. τοὺς μὲν γὰρ καὶ τεθνεῶτας νενόμικε

ζῆν, τοὺς δὲ καὶ ζῶντας τὴν ἀληθῆ κέκρικε τεθνηκέναι ζωήν.

τιμωρεῖ τὸν Κάϊν οὐκ ἀνελὼν αὐτίκα, ἀλλὰ τρόμον αὐτῷ καὶ

στεναγμὸν ἐπὶ πάντα τὸν βίον ἐπαρασάμενος· διόπερ ἐκείνου

θάνατον ὡς φονέως ὑφορωμένου φησὶν ὁ θεὸς “οὐχ οὕτως,

ἀλλὰ πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει,”

ὡς ἄν τις εἴπει “μηδὲ μικρὰν μηδὲ παρατρέχουσαν εἶναι τὴν

κατὰ σαυτοῦ δίκην ὑπολάβῃς, μηδὲ μεγάλα προσδοκήσῃς τῇ

κατὰ τὸν θάνατον συντομίᾳ τὰ ἐπὶ τοῦ ζῆν διαδιδράσκειν

κακά, ἀλλὰ χρή σε τοῦ ἁμαρτήματος ἰσόρροπον ὑφίστασθαι

τὴν ἐπιτιμίαν. τοιγαροῦν ὁ τοῦ μεγίστου τῶν ἀδικημάτων

τοῖς ἄλλοις ὑφηγητὴς ἑπταπλασίως τιμωρηθήσῃ. διὰ τοῦτο

τοίνυν οὐ φονευθήσῃ, ὅτι πᾶς ὁ νῦν τὸν κατὰ σοῦ φόνον

ἀποτολμήσας, κακῶν σε τῶν κατὰ τὸν βίον ἀπαλλάξας, ἑπτα-

πλῆν τὴν κατὰ σοῦ παραλύσει τιμωρίαν.” ἄλλως. οὐχ οὕτως,

ἀλλὰ πᾶς ὁ ἀποκτείνας Κάϊν. τουτέστιν ἀποκτείνας μὲν ἕκα-

στος τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται· σὲ δὲ φόνου κα-

τάρξαντα καὶ τοῖς ἄλλοις ὑφηγητὴν τοῦ ἁμαρτήματος γενόμενον

ὁ ἀποκτείνας ἑπτὰ ἐκδικούμενα παραλύσει, τουτέστιν ἑπταπλα-

σίως τιμωρηθῆναί σε δεῖ. τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ

8

βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν, τὸ δὲ ζῆν ἐν φόβῳ καὶ

λύπῃ μυρίους ἐπάγει τοὺς σὺν αἰσθήσει θανάτους. τρέμων

οὖν καὶ στένων ὁ Κάϊν, καθάπερ δαίμονι κάτοχος, ἐν ἐπιλη-

ψίᾳ πάντα τὸν ἐξ αὐτοῦ διῆγε βίον, τοῦτο τοῦ μὴ ἀναιρεθῆ-

ναι παρὰ θεοῦ λαβὼν τὸ σημεῖον· μετὰ γοῦν τὴν καταδίκην

χειρόνως ἐβίω, ἅρπαξ καὶ πλεονέκτης γενόμενος, καὶ πρῶτος

μέτρα καὶ σταθμὰ καὶ γῆς ὅρους ἐπενόησε, καὶ πόλιν κτίσας

εἰς ἓν συνελθεῖν οἰκείους ἠνάγκασε καὶ εἰς πολέμους ἀπα-

σχολεῖσθαι.

Σάβαν δὲ τὴν ἀδελφὴν αὐτοῦ λαβὼν ὁ Κάϊν εἰς γυναῖ-

κα ἐκτήσατο υἱὸν τὸν Ἐνώς. ἐκ τούτου γίνεται Γαιδάδ, ἐξ

οὗ Μαουήλ, ἐξ οὗ Μαθουσάλα. ὁ δὲ Μαθουσάλας γεννᾷ

τὸν Λάμεχ. οὗτος δύο γυναῖκας ἀγόμενος, Ἀδδὰν καὶ Σελ-

λάν, Ἰουβὰλ μὲν κιθαρῳδὸν Ἰωβὴλ δὲ κτηνοτρόφον ἐκ τῆς

Ἀδδᾶς παῖδας ἐκτήσατο, Θοβὲλ δὲ σφυροκόπον χαλκοῦ καὶ

σιδήρου καὶ Νοεμᾶν θυγατέρα ἐκ τῆς Σελλᾶς. καὶ τὸ μὲν

ἐκ Κάϊν γένος μέχρι τούτου μνήμης ἠξίωται ἐν τοῖς βιβλί-

οις, τοῦ δὲ ἀριθμοῦ τῶν πρώτων ἀποκεκήρυκται, ἵνα μηδὲ

τοῖς πρώτοις ᾖ συνταττόμενος μηδὲ τῶν ἐφεξῆς ἀφηγούμε-

νος· διὰ δὲ τὸ τῆς προαιρέσεως ἄγριον ὥσπερ ἐπὶ τὴν ἄλο-

γον ἐκ τῆς λογικῆς φύσεως ἐξώρισται. Κάϊν, ὡς λέγει Μωϋ-

σῆς, τῆς οἰκίας πεσούσης ἐπ' αὐτὸν ἐτελεύτησεν. ὁ δὲ Ἀδὰμ

9

γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ· καὶ τούτοις ἑπτακόσια

ἐπιζήσας ἔτη θνήσκει κατ' αὐτὴν τῆς παραβάσεως ἡμέραν·

χιλιονταετίας γὰρ τῆς τοῦ θεοῦ ἡμέρας ἐχούσης τὸ διάστη-

μα, ἐννακόσια μόνον ἔτη ζήσας τελευτᾷ. τοῦτον λέγεται πρῶ-

τον εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ταφῆναι, καὶ τὸ μνῆμα αὐ-

τοῦ κατὰ τὴν τῶν Ἱεροσολύμων γεγονέναι γῆν Ἑβραϊκή τις

ἱστορεῖ παράδοσις. ἦν δὲ ἄρα πρὸ πάντων ἀκόλουθον εἰς

τὴν γῆν ταφῆναι, ὅτι πρῶτος ἀκούει παρὰ θεοῦ “γῆ εἶ καὶ

εἰς γῆν ἀπελεύσῃ·” ἀφανὲς γάρ φησι τὸ τοῦ Ἄβελ γεγενῆ-

σθαι σῶμα, τοῖς μετέπειτα δικαίοις ἀγαθὰς ὑποφαίνων ἐλ-

πίδας.

Σὴθ Ἀζουρὰν ἀγόμενος τὴν ἀδελφὴν διακοσίων πέντε ὑπάρ-

χων ἐτῶν ἐγέννησε τὸν Ἐνώς. “πρῶτος οὗτος ἤλπισεν ἐπικαλεῖ-

σθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ” τουτέστιν ἐν θεοῦ ὀνόματι

προσαγορεύειν τὸν θεόν. οὗτος ὁ Σὴθ ἔθηκεν ὀνόματα τοῖς

πέντε πλανήταις, Κρόνον Δία Ἄρεα Ἀφροδίτην Ἑρμῆν· τοὺς

γὰρ δύο φωστῆρας ἥλιον καὶ σελήνην θεοὺς ἐκάλεσε· πρῶ-

τος γὰρ τὴν τῶν οὐρανίων κινήσεων σοφίαν ἐπενόησε. τοῦ

δὲ Ἀδὰμ προειπόντος φθορὰν ἔσεσθαι τοῦ παντὸς κόσμου ἢ

δι' ὕδατος ἢ διὰ πυρός, στήλας δύο ἐπινοήσαντες οἱ ἐκ τοῦ

Σήθ, μίαν ἐκ πλίνθου καὶ ἄλλην ἐκ λίθου, τὰ τῆς ἐπιστήμης

ἐνεκόλαψαν. οὗτος ὁ Σὴθ πρῶτος τὰ Ἑβραϊκὰ γράμματα

10

ἐξευρὼν συνεγράψατο. Ἐνὼς ἐγήματο Ἐμμὰν τὴν ἀδελφὴν

αὐτοῦ, ρϚʹ ἐτῶν γενόμενος, καὶ γεννᾷ τὸν Καϊνᾶν. Καϊνᾶν

ἑκατὸν ἑβδομήκοντα ἐτῶν ὑπάρχων ἐγέννησε τὸν Μαλελεήλ.

Μαλελεὴλ ἐτῶν ἑκατὸν ἑξήκοντα πέντε γενόμενος ἐγέννησε τὸν

Ἰάρεδ. Ἰάρεδ γενόμενος διακοσίων ἑξήκοντα δύο ἐτῶν ἐγέν-

νησε τὸν Ἐνώχ. οὗτος πρῶτος γράμματα μανθάνει καὶ δι-

δάσκει, καὶ θείων μυστηρίων ἀξιοῦται ἀποκαλύψεως. Ἐνὼχ

ἑκατὸν ἑξήκοντα πέντε ἐτῶν γενόμενος ἐγέννησε τὸν Μαθου-

σάλαν, καὶ διακόσια πρὸς τούτοις ἐπιβιώσας ἔτη, καὶ τοῖς

Ἐγρηγόροις τὴν ἐκ παραβάσεως ἐπιμαρτυρούμενος τιμωρίαν,

μετατίθεται εἰς Ἐδέμ, ἔνθα ὁ παράδεισος. σημειωτέον ὅπως

ἡνίκα ἄγγελοι τὴν ἐπὶ τὸ φαῦλον διολισθάνουσι τροπήν, τη-

νικαῦτα ἄνθρωπος τῆς εἰς τὸ ἄμεινον καταξιοῦται μεταβο-

λῆς· ἐν γὰρ ταῖς ἡμέραις τούτου καταβεβηκέναι λέγονται οἱ

ἄγγελοι ἐπὶ τῆς γῆς, οἳ καὶ Ἐγρήγοροι ὠνομάσθησαν. Μα-

θουσάλα ἑκατὸν ὀγδοήκοντα ἐτῶν γενόμενος ἐγέννησε τὸν Λά-

μεχ. Λάμεχ ἐτῶν ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ὑπάρχων ἐγέν-

νησε τὸν Νῶε. Νῶε ἐτῶν πεντακοσίων γενόμενος ἐγέννησε

τὸν Σήμ, καὶ μετ' αὐτὸν ἐγέννησε τὸν Χάμ, καὶ μετ' αὐτὸν

τὸν Ἰάφεθ.

Οἱ Ἐγρήγοροι πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων ἐπι-

μιξίαν ποιησάμενοι γεννῶσι τοὺς γίγαντας, μαντείας τε αὖ

καὶ γοητείας ἀνθρώποις εἰσηγηταὶ γενόμενοι, ἔτι δὲ ἀστρονο-

μίας τε καὶ ἀστρολογίας καὶ πάσης ὑψηλῆς καὶ μετεώρου κι-

11

νήσεως, καὶ ταῖς γυναιξὶ τούτων ἁπάντων παραδεδωκότες τὴν

γνῶσιν, εἰς ἄκρον ἐλθεῖν πονηρίας τοὺς ἀνθρώπους παρεσκεύα-

σαν. τέκνα τῶν Ἐγρηγόρων λέγει πνεύματα πονηρὰ φιλήδονά

τε καὶ φιλοσώματα ὑπάρχειν· ἐφ' οἷς εἰς τὴν καθ' ἑαυτῶν

ἀγανάκτησιν παροργίσαντες τὸν θεὸν εἰς τοὺς τῆς γῆς κατα-

ταρταροῦνται πυθμένας. κατακλυσμῷ δὲ τοὺς πάντας δια-

φθεῖραι βουληθεὶς ὁ θεὸς προστάσσει τῷ Νῶε, μόνῳ διὰ δι-

καιοσύνην εὐαρεστήσαντι, κιβωτὸν κατασκευάσαι πρὸς τὴν

αὐτοῦ τε καὶ τοῦ γένους διατήρησιν. καὶ ἡ μὲν κιβωτὸς ἐφ'

ὅλοις ἑκατὸν ὑπ' αὐτοῦ κατασκευάζεται ἔτεσι· μηκύνονται

δὲ οἱ χρόνοι τῆς κατασκευῆς διὰ τὴν πολλὴν αὐτοῦ ἀγαθό-

τητα· τὴν γὰρ τῆς φθορᾶς ἐπαγωγὴν διὰ μακροθυμίαν ἀνα-

βαλλόμενος οὐκ ἐποιεῖτο, τοῖς εἰς μετάνοιαν τοῖς συνιοῦσιν

ἐπιμετρῶν καιρόν.

Εἰσελθόντος δὲ εἰς τὴν κιβωτὸν Νῶε καὶ τῶν τριῶν αὐ-

τοῦ υἱῶν, καὶ εἰσαγαγόντος κατὰ θείαν ἐπιτροπὴν ἀπὸ μὲν

τῶν καθαρῶν ζώων ἑπτὰ ἑπτὰ ἀπὸ δὲ τῶν ἀκαθάρτων δύο

δύο, ὡς περιφυλαχθῆναι ἀπαρχὴν εἰς τὴν ἑκάστου γένους

διαμονήν, ἐπῆλθεν ὁ κατακλυσμὸς ἐπὶ τὴν γῆν ἑξακοσιοστὸν

ἔτος ἄγοντος τοῦ Νῶε, καὶ ἐγένετο ἐφ' ὅλας τεσσαράκοντα

ἡμέρας καὶ νύκτας ἴσας τῶν ὑδάτων ἡ καταφορά. κεκοπα-

κότος δὲ ἤδη τοῦ ὕδατος, καὶ τῆς κιβωτοῦ τῶν τῆς Ἀρμε-

νίας ἐπικλυσάσης ὀρῶν, ἐξέρχεται Νῶε καὶ οἱ τρεῖς υἱοὶ αὐ-

τοῦ μετὰ τῶν γυναικῶν αὐτῶν αὐτῶν καὶ πάντων, καὶ ἐξ αὐτῆς ἐκ-

βάλλει τὰ ζῶα. Νῶε δὲ θυσίαν προσαγαγὼν τῷ θεῷ ἱκετεύει

12

μηκέτι ποιῆσαι κατακλυσμόν. ἀποδεξάμενος οὖν ὁ θεὸς τὴν

τοῦ ἄνδρος ἀρετὴν ὑπέσχετο, σημεῖον ἐπιθεὶς τὸ τόξον τῆς

ἴριδος. ἐγένετο ὁ κατακλυσμὸς τῷ ἑξακοσιοστῷ ἔτει τοῦ Νῶε.

γίνονται ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη δισ-

χίλια διακόσια τεσσαράκοντα δύο.

Ἐν δὲ τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμὸν Σὴμ γε-

νόμενος ἑκατὸν ἐτῶν ἐγέννησε τὸν Καϊνᾶν. Καϊνᾶν γενόμε-

νος ἑκατὸν τριάκοντα ἐτῶν ἐγέννησε τὸν Σάλα. τοῦτον ὁ

πατὴρ αὐξηθέντα γράμμασιν ἐξεπαίδευσε. καὶ δή ποτε ὁ

Σάλα ἑαυτῷ πορευθεὶς ἀποικίαν κατασκέψασθαι, ἐλθὼν κατὰ

τὴν Χαλδαίων, γράμματα ἐπὶ τινῶν εὑρίσκει διακεχαραγμένα

πετρῶν· τὰ δὲ ἦν ἄρα τῶν Ἐγρηγόρων αἱ παραδόσεις. ταῦ-

τα δὲ ἐκγραψάμενος ὁ Σάλα αὐτός τε ἐν αὐτοῖς ἐξημάρτανε,

καὶ τοὺς ἄλλους τὴν ἐν αὐτοῖς ἀτοπίαν ἐξεπαίδευε. Σάλα

γενόμενος ἑκατὸν τριάκοντα ἐτῶν ἐγέννησε τὸν Ἔβερ. ἐπὶ

τούτου πάλιν οἱ ἄνθρωποι εἰς ἄπειρον πληθύνονται ἀριθμόν,

καὶ εἰς ἄκρον αὐξηθέντες πονηρίας πύργον ἐννοοῦσι κατα-

σκευάσαι οὐρανομήκη, τὴν εἰς οὐρανὸν ἑαυτοῖς ἄνοδον διὰ

τούτου προμηθούμενοι. τὸν δὲ πύργον ᾠκοδόμουν προστάξει

Νεβρὼδ πρὸς ἀποφυγὴν τῶν ἐπομβρίων ὑδάτων, ὡς ἐπιβου-

λεύοντος αὐτοῖς τοῦ θεοῦ διὰ τοῦ ὕδατος. ἦσαν δὲ τὰ πάν-

τα τῶν οἰκοδομούντων ἔθνη ἑβδομήκοντα, φωνὴ δὲ αὐτοῖς

πᾶσιν ἐνυπῆρχε μία· Νεβρὼδ δὲ αὐτοῖς ὁ γίγας, Χουσὲ τοῦ

13

Αἰθίοπος υἱός, εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῶα. ὁ δὲ

Ἔβερ ὁ τοῦ Σάλα υἱὸς ἐπείγειν ἐκεχείριστο τὴν οἰκοδομήν.

δοκοῦντος δὲ αὐτοῖς ἤδη τοῦ ἔργου προκόπτειν συγχέει τὰς

γλώσσας ὁ θεὸς εἰς εἴδη φωνῶν κατατεμών. φασὶ δὲ μόνον

τὸν Ἔβερ τὴν ἀρχαίαν διατετηρηκέναι φωνήν· καὶ ταύτην

οἱ τούτου διαδεξάμενοι ἀπόγονοι ἑαυτοὺς μὲν πατρωνυμικῶς

Ἑβραίους προσηγόρευσαν, Ἑβραΐδα δὲ τὴν φωνὴν ἐκάλεσαν.

τεκμήριον δὲ τοῦ ταύτην εἶναι τὴν πρὸ τῆς συγχύσεως φω-

νὴν τὰ τῶν παλαιῶν ὀνόματα. ἐφ' ὧν γὰρ κατ' οὐδεμίαν

ἔστι γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, κατ' αὐτὴν τὸ

ζητούμενον ἑρμηνεύεται. οἷον τοῦ Ἀδὰμ καθ' ἑτέραν μὲν

οὐδεμίαν φωνὴν τὸ δηλούμενον εὑρίσκεται, κατὰ δὲ ταύτην

ἄνθρωπος νενόηται. καὶ ἡ τοῦ Νῶε προσηγορία δι' ἑτέρας

μὲν οὐδεμιᾶς διαλέκτου ἑρμηνεύεται, κατὰ δὲ ταύτην δικαιο-

σύνη σημαίνεται, καὶ Χοῦς Αἰθίοψ, καὶ Μεσραεὶμ Αἴγυπτος,

καὶ Φαλὲκ διαμερισμός.

Ὁ μὲν οὖν πύργος ἐφ' ὅλα τεσσαράκοντα τρία οἰκοδομη-

θεὶς ἔτη ὑπὸ τῆς κατὰ τὴν σύγχυσιν διαφωνίας ἔμεινεν ἡμι-

τελής· σύγχυσις δὲ ἀπὸ τοῦ συμβεβηκότος ἡ περὶ τὸν τό-

πον ὠνομάσθη πόλις, ἡ αὐτόθι κτισθεῖσα Βαβυλωνία· Βα-

βυλῶνα γὰρ Ἑβραῖοι τὴν σύγχυσιν ὀνομάζουσιν. ὑστέρωθι

δὲ ὁ θεὸς ἀνέμῳ τὸν πύργον ὅλον ἀνατρέπει, καὶ ἔστιν ἀνὰ

μέσον Ἀσοὺρ καὶ Βαβυλῶνος εἰσέτι τοῦ πύργου φυλασσόμενα

τὰ ἴχνη.

14

Ἔβερ γενόμενος ἑκατὸν τριάκοντα τεσσάρων ἐτῶν ἐγέν-

νησε τὸν Φαλέκ. ἐν ἀρχῇ τῶν ἡμερῶν Φαλὲκ οἱ τοῦ Νῶε

υἱοὶ διχονοήσαντες τῆς γῆς εἰς ἑαυτοὺς ποιοῦνται τὴν διανέ-

μησιν. Φαλὲκ γενόμενος ρλʹ ἐτῶν ἐγέννησε τὸν Ῥαγαῦ, καὶ

ἐπιβιώσας ἔτη σθʹ ἐτελεύτησε. συνάγεται τὰ πάντα ἔτη ἀπὸ

Ἀδὰμ ἐπὶ τὴν τοῦ Φαλὲκ τελευτὴν ἔτη τρισχίλια. ὥστε εἰ-

κότως ταύτης ἔτυχε τῆς ὀνομασίας ὁ Φαλέκ· μερὶς γὰρ ἑρ-

μηνεύεται ἑκατέρας προαναφωνῶν τὰς διαιρέσεις. τῆς τε γὰρ

γῆς τὴν διακλήρωσιν οἱ τοῦ Νῶε παῖδες ἐπὶ τούτου ποιοῦν-

ται, καὶ τοῦ ὑπονοουμένου τῶν ἑξακισχιλίων ἐτῶν χρόνου ἡ

διαίρεσις ἐπὶ τῆς τελευτῆς τῶν ἡμέρων γίνεται τούτου, ἡ μὲν

ἐν ἀρχῇ, ἡ δὲ ἐπὶ τῷ τέλει τῆς ζωῆς αὐτοῦ. τότε μεταστέλ-

λονται οἱ τρεῖς υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν, καὶ δι-

δοῦσιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, καὶ

λαγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς

τόποι καὶ κλίματα καὶ χῶραι καὶ νῆσοι καὶ ποταμοὶ κατὰ

τὴν ὑποκειμένην ἔκθεσιν.

Τῷ μὲν οὖν Σὴμ τῷ πρωτοτόκῳ υἱῷ Νῶε ἀπὸ Περσί-

δος καὶ Βάκτρων ἕως Ἰνδικῆς καὶ Ῥινοκορούρων, τῷ δὲ Χὰμ

τῷ δευτέρῳ υἱῷ τοῦ Νῶε ἀπὸ Ῥινοκορούρων ἕως Γαδείρων

τὰ πρὸς νότον, τῷ δὲ Ἰάφεθ τῷ τρίτῳ υἱῷ Νῶε ἀπὸ Μη-

δείας ἕως Γαδείρων τὰ πρὸς βορρᾶν. ἔστι δὲ αἱ λαχοῦσαι

χῶραι κατ' ὄνομα τῷ Σήμ, τῷ πρωτοτόκῳ υἱῷ τοῦ Νῶε,

αἵδε, Περσίς, Βακτριανή, Ὑρκανία, Βαβυλωνία, Κορδύνη,

15

Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, Ἐλυμαΐς, Ἰν-

δική, Ἀραβία ἡ εὐδαίμων, Κοιλὴ Συρία, Κομμαγήνη καὶ

Φοινίκη πᾶσα· ἔστι δὲ ἐν τῷ μέρει αὐτοῦ ποταμὸς ὁ Εὐ-

φράτης.

Ἐκ δὲ τῆς φυλῆς τοῦ Σὴμ ἀνεφάνη ἄνθρωπος γιγαντο-

γενής, ὀνομασθεὶς ὑπὸ τοῦ πατρὸς Κρόνος εἰς ἐπώνυμον τοῦ

πλανήτου ἀστέρος, ὃς πρῶτος κατέδειξεν ἄρχειν καὶ βασιλεύ-

ειν Ἀσσυρίων. ἔσχε δὲ γυναῖκα Σεμίραμιν τὴν καὶ Ῥέαν

καλουμένην, ἐξ ἧς ἔσχε υἱόν, ὃς ἐπεκλήθη Ζεὺς ὁ καὶ Πῖκος,

γήμας τὴν ἰδίαν ἀδελφὴν Ἥραν. ἔσχε δὲ Κρόνος καὶ ἕτερον

υἱὸν ὀνόματι Ἄφρον, ᾧ ἀπεκλήρωσε τὴν πρὸς Λιβύην γῆν·

ὃς ἔγημε τὴν Ἀστυνόμην, γεννήσας ἐξ αὐτῆς θυγατέρα, ἣν

ἐκάλεσεν Ἀφροδίτην. ὁ δὲ Κρόνος ἐξωσθεὶς τῆς βασιλείας

ὑπὸ τοῦ ἰδίου υἱοῦ Διὸς κατέλιπε Δία καὶ Νῖνον, υἱοὺς αὐ-

τοῦ, μετὰ τῆς μητρὸς αὐτῶν Ῥέας βασιλεύειν Ἀσσυρίων·

αὐτὸς δὲ κατιὼν ἐν τῇ δύσει κρατεῖ καὶ βασιλεύει πάσης Ἰτα-

λίας. Ζεὺς οὖν ὑποχωρήσας τῶν Ἀσσυρίων παρεγένετο πρὸς

τὸν πατέρα· ὁ δὲ παραχωρεῖ αὐτῷ βασιλεύειν πάσης Ἰτα-

λίας, καὶ κρατήσας πολλοῖς ἔτεσι καὶ τελευτήσας κατατίθεται

ἐν Κρήτῃ. μετὰ δὲ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θούρρας,

ὃν μετωνόμασαν Ἄρεα ὡς πολεμικώτατον καὶ γενναῖον ὄντα·

ὃν οἱ Ἀσσύριοι Βάαλ θεὸν μετωνόμασαν καὶ ἀναστηλώσαντες

σέβονται. μετὰ δὲ τὴν τοῦ Διὸς τελευτὴν Φαῦνος υἱὸς αὐ-

16

τοῦ ἐβασίλευσεν, ὃς μετωνομάσθη Ἑρμῆς· ἦν γὰρ λογιώτα-

τος πάνυ καὶ μαθηματικός· ὅστις καὶ τὴν τοῦ χρυσοῦ ποίη-

σιν ἐφεῦρεν ἐκ μετάλλων ἀνθρώποις.

Τῷ δὲ Χὰμ τῷ δευτέρῳ υἱῷ τοῦ Νῶε ἔλαχον χῶραι κατ'

ὄνομα αἵδε, Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς,

ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ τῶν Αἰθιόπων ποταμός,

Ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκ-

τείνουσα μέχρι Κυρήνης, Μαρμαρίς, Σύρτις, Λιβύη ἡ ἀπὸ

ποταμέως παρεκτείνουσα μέχρις ἄκρας Σύρτεως, Νουμιδία,

Μασσυρίς, Μαυριτανία ἡ παρεκτείνουσα μέχρις Ἡρακλεωτι-

κῶν στηλῶν κατέναντι Γαδείρων. ἔχει δὲ ἐν τοῖς κατέναντι

βορρᾶν τὰ παρὰ θάλασσαν, Κιλικίαν, Παμφυλίαν, Πισιδίαν,

Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καβαλίαν, Λυκίαν, Καρίαν,

Λυδίαν, Μυσίαν ἄλλην, Τρωάδα, Αἰολίδα, Βιθυνίαν, τὴν

ἀρχαίαν Φρυγίαν. ἔχει δὲ καὶ νήσους Σαρδινίαν, Κρήτην,

Κύπρον, καὶ ποταμὸν Γηὼν τὸν καλουμένον Νεῖλον.

Τῷ δὲ Ἰάφεθ τῷ τρίτῳ υἱῷ τοῦ Νῶε ἔλαχον χῶραι

κατ' ὄνομα αἵδε, Μηδία, Ἀλβανία Ἀμαζονίς, Ἀρμενία μι-

κρά τε καὶ μεγάλη, Καππαδοκία, Παφλαγονία, Γαλατία,

Κολχίς, Βοσπόρη, Μαιῶτις, Δερβίς, Σαρματίς, Ταυριανίς,

Βαστρανίς, Σκυθία, Θρᾴκη, Μακεδονία, Δαλματία, Μολοσσίς,

Θεσσαλία, Λοκρίς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελ-

17

λήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλ-

λυρίς, Λυχνῖτις, Ἀδριακή, ἀφ' ἧς τὸ πέλαγος τὸ Ἀδριακόν.

ἐπὶ δὲ αὐτῷ καὶ νῆσοι αἵδε, Βρεττανία, Σικελία, Εὔβοια,

Ῥόδος, Χίος, Λέσβος, Κύθηρα, Ζάκυνθος, Κεφαληνία, Ἰθάκη,

Κέρκυρα καὶ αἱ Κυκλάδες, καὶ μέρος τι τῆς Ἀσίας ἡ κα-

λουμένη Ἰωνία. ποταμὸς δ' ἔστιν ἐν τοῖς αὐτοῖς μέρεσι Τί-

γρις ὁ διορίζων μεταξὺ Μηδίας καὶ Βαβυλῶνος. ἐκ δὲ τῶν

τοῦ Ἰάφεθ υἱῶν ἀπὸ μὲν τοῦ Γόμερ Γομαρεῖς οἱ νῦν Γαλά-

ται, ἐκ δὲ τοῦ Μαγὼθ οἱ νῦν Σκύθαι, καὶ ἀπὸ Μάδου Μῆ-

δοι, ἐκ δὲ Ἴωνος Ἴωνες καὶ οἱ λοιποὶ Ἕλληνες, ἐκ δὲ τοῦ

Θόβελ Θοβηλοὶ οἱ νῦν Ἴβηρες, ἀπὸ δὲ Μεσχῶ Μεσχηνοὶ οἱ

νῦν Καππάδοκες, διὸ καὶ Μάζακα ἡ παρ' αὐτοῖς μητρόπολις,

ἀπὸ δὲ Θῆρα Θρᾷκες, ἀπὸ δὲ Θάρρου Θαρσεῖς οἱ νῦν Κί-

λικες, ἀφ' οὗ καὶ Ταρσὸς ἡ παρὰ Κίλιξι πόλις ἀξιολο-

γωτάτη.

Γενομένης δὲ τῆς δηλωθείσης διανεμήσεως, ὁ μὲν Σὴμ

ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ κατοικισθεὶς τὴν τῆς κληρονομίας

αὐτοῦ μοῖραν εἰς τοὺς παῖδας κατατέμνει τοὺς ἑαυτοῦ, ὁ δὲ

Χὰμ υἱὸς Χαναὰμ ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν, ὅτι ἀγα-

θή τέ ἐστι καὶ εὔφορος καὶ κατὰ πολὺ τῆς ἑαυτοῦ διαλλάτ-

τουσα, αὐτόθι κατασκηνοῖ, τῶν τοῦ Σὴμ ἐγγόνων ταύτην ἀπο-

τεμόμενος τὴν μοῖραν, καίτοι τοῦ πατρὸς αὐτὸν καὶ τῶν

ἀδελφῶν κωλυόντων, καὶ ὑπόμνησιν παρεχομένων ὧν ὁ πα-

18

τὴρ Νῶε τοῖς παραβαίνουσιν αὐτοῦ τὴν κρίσιν ἐπηράσατο.

ἐντεῦθεν πᾶσα ἡ γῆ ἐκείνη Χαναναία προσηγορεύθη.

Τῶν τριῶν τοίνυν υἱῶν τοῦ Νῶε τριχῇ, καθὼς εἴρηται,

τὸν κόσμον διανειμαμένων, ἀναγκαῖόν ἐστι λοιπὸν ἀναδραμεῖν

ἐπὶ τὸ προκείμενον. καταλήξαντες δὲ ἐπὶ τὴν ἐκ Φαλὲκ τοῦ

Ῥαγαῦ γένεσιν, ἀρξώμεθα πάλιν ἀπ' αὐτοῦ.

Ῥαγαῦ γενόμενος ρλβʹ ἐτῶν ἐγέννησε τὸν Σερούχ. ἐπὶ

τούτου οἱ ἄνθρωποι τὸν κατ' ἀλλήλων αὐξήσαντες τῦφον

στρατηγούς τε ἑαυτοὺς κατεστήσαντο καὶ βασιλεῖς, καὶ τό-

τε πρῶτον πολεμικὰ κατασκευάσαντες ὄργανα πολεμεῖν ἀλ-

λήλους ἐνήρξαντο. καὶ εὐθὺς οἱ ἀπὸ Χαναὰμ ἡττῶνται καὶ

πρῶτοι τῆς δουλείας ὑποπίπτουσι τῷ ζυγῷ κατὰ τὴν τοῦ

Νῶε κατάραν. Σεροὺχ γενόμενος ρλʹ ἐτῶν ἐγέννησε τὸν Να-

χώρ· ᾤκει δὲ ὁ Σεροὺχ ἐν γῇ Χαλδαίων καὶ ἐν Ὢρ τῇ πό-

λει. αὐξηθέντα δὲ τὸν Ναχὼρ ἐδίδαξεν ὁ πατὴρ παντὸς ἐπί-

λυσιν, οἰωνῶν τῶν τε ἐν οὐρανῷ καὶ σημείων διακρίσεις, καὶ

τῶν ἐπὶ τῆς γῆς ἁπάντων, καὶ πᾶσαν Χαλδαϊκὴν μαντείαν.

καὶ Ναχὼρ γενόμενος οθʹ ἐτῶν ἐγέννησε τὸν Θάρρα. Νίνου

δὲ τοῦ πρώτου βασιλέως Ἀσσυρίων τεσσαρακοστὸν ἕκτον ἄγον-

τος ἔτος τῆς βασιλείας γεννᾶται Ἀβραάμ. οὗτος γήμας τὴν

ἑαυτοῦ μητέρα Σεμίραμιν, τὴν καὶ Ῥέαν, κτίζει πόλιν Νι-

νευί, ἐπονομάσας αὐτὴν Νῖνον· ἀφ' οὗ Πέρσαις νόμος τὰς

ἑαυτῶν μητέρας γαμεῖν καὶ ἀδελφάς, καθὼς καὶ Ζεὺς τὴν

19

ἰδίαν ἀδελφὴν Ἥραν. μεθ' ὃν ἐβασίλευσεν Ἀσσυρίων ἡ τού-

του γυνὴ Σεμίραμις, ἥτις κατεσκεύασε τὰ χώματα διὰ τοὺς

κατακλυσμούς. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους παρ' Αἰγυπτί-

οις ἦν ἑξκαιδεκάτη δυναστεία, καθ' ἣν ἐβασίλευον Θηβαῖοι.

Θάρρα γενόμενος ἐτῶν ἑβδομήκοντα ἐγέννησεν ἐκ γυναι-

κὸς Ἔδνας, θυγατρὸς Ἀβραὰμ πατραδέλφου αὐτοῦ, τὸν

Ἀβραάμ, ὅν τινα ἡ μήτηρ ἐκάλεσεν ἐπ' ὀνόματι τοῦ ἑαυτῆς

πατρός· ἔφθη γὰρ ἐκεῖνος πρὸ τῆς τούτου γενέσεως τετελευ-

τηκέναι. ἐγέννησε δὲ ἔτι ὁ Θάρρα τὸν Ἄρραν καὶ τὸν Να-

χώρ. ὁ δὲ Ἀβραὰμ λαμβάνει παρὰ τοῦ πατρὸς γυναῖκα τὴν

Σάρραν. οὗτος μόνος, τῶν πανταχῇ τὴν περὶ τὰ εἴδωλα

πλάνην νοσούντων, τὸν ἀληθῆ θεὸν ἐπέγνω. καὶ ὁ Ἄρραν

δὲ ἀγαγόμενος γυναῖκα υἱὸν ἐκτήσατο τὸν Λώτ, θυγατέρα δὲ

Μελχάμ· ταύτην δὲ ἑαυτῷ ὁ Ναχὼρ λαμβάνει εἰς γυναῖκα.

ἤδη δὲ ἑξηκοστὸν ἔτος ἄγων ὁ Ἀβραάμ, ὡς οὐκ ἐδόκει τὸν

πατέρα πείθειν καὶ τοὺς ἄλλους οἰκείους τῆς πρὸς τὰ εἴδω-

λα δεισιδαιμονίας μεταθέσθαι, λανθάνει νυκτὸς τῶν εἰδώλων

ἐμπρῆσαι τὸν οἶκον. ἤδη δὲ ἐξ αὐτῶν ἀναλωθέντων οἱ ἀδελ-

φοὶ περινοήσαντες ἀναπηδῶσι, βουλόμενοι ἐκ μέσου τοῦ πυ-

ρὸς ἐξελέσθαι τὰ εἴδωλα. φιλοτιμότερον δὲ ὁ Ἄρραν τῷ

προστάγματι προσφερόμενος ἐν μέσῳ διαφθείρεται τοῦ πυ-

ρός· καὶ θάψας αὐτὸν ὁ πατήρ, ἐγγὺς ὢν τῇ πόλει τῶν

Χαλδαίων, μετανίσταται πάντας ἀποφερόμενος τοὺς οἰκείους

20

εἰς Χαρρὰν τῆς Μεσοποταμίας. ἐνταῦθα δὲ Ἀβραὰμ δέκα

τῷ πατρὶ καὶ πέντε συνοικήσας ἔτη ἐννοεῖ ποτὲ νυκτὸς ἐκ

τῆς τῶν ἄστρων κινήσεως τοῦ ἐπιόντος καιροῦ κατασκέψασθαι

τὴν πιότητα· ἦν γὰρ οὐ μετρίως ὑπὸ τοῦ πατρὸς ἅπασαν

τὴν τοιαύτην ἐξασκηθεὶς ἐπιστήμην. καὶ δὴ μετὰ τὴν ἑκά-

στου τῶν ζητουμένων διάγνωσιν συνίησι περιττὴν ἅπασαν εἶ-

ναι τὴν τοιαύτην περιεργίαν· δύνασθαι γὰρ αὖθις τὸν θεόν,

εἰ βούλοιτο, μετασκευάσαι πρὸς τὸ οἰκεῖον βούλημα τὰ προε-

γνωσμένα. πᾶσιν οὖν τούτοις καὶ τοῖς τοιούτοις ἐξ ὅλης ἀπο-

ταξάμενος ψυχῆς, καὶ τελείαν τῆς περὶ τὸ θεῖον εὐσεβείας

δοὺς τὴν ἀπόδειξιν, ἀκούει παρὰ θεοῦ “ἔξελθε ἐκ τῆς γῆς σου

καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου,” καὶ ἐξελθὼν ἅμα τῇ γυ-

ναικὶ Σάρρᾳ καὶ τῷ Λὼτ τῷ ἀδελφιδῷ μετοικίζεται εἰς τὴν

Ἀρφαξὰδ τοῦ πατρὸς αὐτοῦ μερίδα, ἣν οἱ Χαναναῖοι κατα-

σχόντες τὴν Χαναναίαν ἐκάλεσαν, ὢν ἐτῶν οεʹ.

Ὁμοῦ τοίνυν γίνεται ἔτη μέχρι τῆς παροικεσίας Ἀβραὰμ

τοσαῦτα. ὁ διαμερισμὸς τῆς γῆς γέγονε τῇ ἀρχῇ τῶν ἡμε-

ρῶν Φαλέκ. ἀπὸ δὲ τοῦ διαμερισμοῦ τῆς γῆς ἔτη ͵αϚʹ, ἀπὸ

δὲ τοῦ κατακλυσμοῦ ἔτη χίλια δεκαπέντε, ἀπὸ δὲ Ἀδὰμ ἔτη

τρισχίλια διακόσια ἑβδομήκοντα ἑπτά.

Διατρίψας δὲ ὁ Ἀβραὰμ μετὰ τὴν ἔξοδον ἐν τῇ γῇ τῶν

Χαναναίων ἔτη εἰκοσιπέντε γεννᾷ τὸν Ἰσαάκ. πρὸ δὲ τοῦ

Ἰσαὰκ γεννᾶται ἐκ τοῦ Ἀβραὰμ ὁ Ἰσμαὴλ ἀπὸ τῆς Ἄγαρ,

21

ἀφ' οὗ τὸ τῶν Ἰσμαηλιτῶν γένος, οἱ δὲ αὐτοὶ Ἀγαρηνοί, οἱ

καὶ Σαρακηνοὶ καλούμενοι. κατὰ τοῦτον ὁ θεὸς τὸν καιρὸν

πῦρ κατὰ τῆς Πενταπόλεως ὑετίζει, καὶ ἀναλίσκει μὲν ἐξ αὐ-

τῆς ἅπαν τὸ γένος τῶν ἀνθρώπων, διαφθείρει δὲ καὶ αὐτὸ

ἀπὸ τῆς γῆς τὸ ἀνάστημα, καὶ τῆς προκειμένης θαλάσσης νε-

κροῦται τὰ ὕδατα. ὀλίγῳ δὲ ὕστερον ἀπὸ τῆς κατὰ Μαμ-

βρὴν δρυὸς μεταναστὰς ὁ Ἀβραὰμ ἐπὶ τὸ φρέαρ κατασκη-

νοῖ τοῦ ὅρκου, ἑαυτῷ τε ἰδίᾳ καὶ τοῖς οἰκέταις αὐτοῦ κατὰ

συγγενείας πηξάμενος σκηνάς. τότε πρῶτον Ἀβραὰμ τῆς σκη-

νοπηγίας ἐφ' ἑπτὰ ἡμέραις ἐπιτελεῖ τὴν ἑορτήν, ἣν εἰσέτι καὶ

νῦν ὁ Ἰσραὴλ ἑορτάζει σκηνοπηγῶν. εἰκοσιπέντε ἐτῶν ἦν,

φησίν, ὁ Ἰσαάκ, ὅτε πρὸς θυσίαν ἀνήχθη. εἰς ἐκεῖνον δὲ

τὸν τόπον τὸ θυσιαστήριον ᾠκοδόμησεν Ἀβραάμ, ἔνθα ὕστε-

ρον Δαυὶδ τὸ ἱερὸν ἱδρύσατο.

Ἰσαὰκ δὲ γενόμενος ἐτῶν ἑξήκοντα γεννᾷ τὸν Ἡσαῦ καὶ

τὸν Ἰακώβ. ἑβδομηκοστὸν καὶ πέμπτον ἄγων ἔτος φεύγει μὲν

Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ, καταντᾷ δὲ πρὸς Λάβαν εἰς Χαρ-

ρὰν τῆς Μεσοποταμίας· ἀδελφὸς δὲ ἦν ὁ Λάβαν τῆς Ῥε-

βέκας τῆς μητρὸς Ἰακώβ. τούτου νέμει τὰ πρόβατα ἐφ' ὅλοις

ἔτεσιν εἴκοσι, δεκατέσσαρα μὲν Λίαν λαβὼν καὶ Ῥαχὴλ τὰς

τοῦ Λάβαν θυγατέρας πρὸς γάμον, ἐπὶ δὲ τοῖς ἓξ ῥητὸν μι-

σθὸν ποιησάμενος σύμφωνον. ὑστέρωθι δὲ κομίζεται παρὰ

τῶν γυναικῶν Βάλλαν καὶ Δελφᾶν τὰς παιδίσκας, καὶ παιδο-

22

ποιεῖται ἐκ τῶν τεσσάρων γυναικῶν, ἐν τοῖς δεκατέσσαρσιν

ἔτεσιν οἷς ἐπὶ τῆς Μεσοποταμίας μετὰ τὴν πρώτην διέτριψεν

ἑπταετίαν, υἱοὺς μὲν ἕνδεκα καὶ θυγατέρα μίαν, ἐκ μὲν τῆς

Λίας γεννήσας τὸν Ῥουβὴμ καὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ

καὶ τὸν Ἰούδαν καὶ τὸν Ἰσάχαρ καὶ τὸν Ζαβουλὼμ καὶ τὴν

Δίναν, ἐκ δὲ τῆς Ῥαχὴλ τὸν Ἰωσήφ, ἐκ δὲ τῆς Βάλλας τὸν

Δᾶν καὶ τὸν Νεφθαλείμ, ἐκ δὲ τῆς Δελφᾶς τὸν Γὰδ καὶ

τὸν Ἀσηρ. τῷ εἰκοστῷ δὲ ἔτει διαφυγὼν τὸν Λάβαν ὁ Ἰα-

κὼβ ἑβδόμῃ ὑπ' αὐτοῦ καταλαμβάνεται ἡμέρᾳ ἐν τῷ ὄρει Γα-

λαάδ. ἐνταῦθα ἐνωμότως ποιησάμενοι συνθήκας χωρίζονται,

ὁ μὲν Λάβαν εἰς Χαρράν, ὁ δὲ πλησίον Σικήμων εἰς πόλιν

Σαλήμ. ἐνταῦθα ὑφίσταται ὑπὸ Συχὲμ τὴν βίαν ἡ Δίνα.

ἔτι δὲ τίκτει ἡ Ῥαχὴλ τῷ Ἰακὼβ τὸν Βενιαμίν, καὶ τελευτή-

σασα θάπτεται ἐν γῇ Ἐφραθᾶ, ἔνθα νῦν ἔστιν ἡ Βηθλεέμ.

Συμεὼν δὲ καὶ Λευὶ τῆς ἀδελφῆς ἐκδικοῦσι τὴν ὕβριν, παντὶ

δόλῳ χρησάμενοι εἰς τοὺς περὶ τὸν Συχέμ. ὁ δὲ Ἰακὼβ τῆς

ὁράσεως ὑπομνησθεὶς ἧς ἐθεάσατο κατὰ τὴν ἄφιξιν τὴν εἰς

Μεσοποταμίαν, ἀνέρχεται εἰς Βαιθὴλ (τοῦτο γὰρ ἦν ὄνομα

τῷ τόπῳ, ἐφ' ᾧ κατοικηθεὶς εἶδε τὸ ὅραμα), καὶ πάντα ἀπο-

δεκατώσας ἃ ἐκέκτητο, τελευταίους ὑποβάλλει κλήρῳ τοὺς παῖ-

δας, λαχόντα δὲ τὸν Λευὶ τῷ θεῷ ἀφιεροῖ καὶ καθίστησιν

ἱερέα τοῦ θεοῦ, καὶ προσκομίζει πρῶτον τῷ θεῷ θυσίαν τὴν

τοῦ παιδὸς ἀποδεκάτωσιν.

Ἐπειδὴ τοίνυν τὸ Λευιτικὸν γένος ἐπὶ Ἀαρὼν κατατρέ-

23

χει καὶ Μωϋσῆν, ὧν ὁ μὲν ἱερατεύει ὁ δὲ στρατηγεῖ τῷ

Ἰσραήλ, εἰκότως ἐξ αὐτοῦ λαμβάνεται ἡ ἐκ τοῦ Ἰακὼβ γενεα-

λογία. Ἰακὼβ γενόμενος ὀγδοήκοντα ἑπτὰ ἐτῶν ἐγέννησε τὸν

Λευί. Ῥεβέκκα ἠξίωσε τὸν Ἰσαὰκ ἀγαγεῖν Ἡσαῦ καὶ Ἰακὼβ

καὶ διαλλάξαι αὐτούς, παρακαλέσαι τε ἅμα καὶ ἐνορκίσαι εἰ-

ρήνην ἄγειν εἰς ἀλλήλους καὶ τῆς ἀδελφικῆς οἰκειότητος ἀσπά-

ζεσθαι τὴν διάθεσιν· ὃ δὴ καὶ ποιήσας προεῖπε τῷ Ἡσαῦ

ὅτι ἐὰν ἐπαναστῇς τῷ Ἰακὼβ ἐμπέσῃ εἰς χεῖρας αὐτοῦ. τε-

λευτῶσι δέ, προτέρα μὲν ἡ Ῥεβέκκα, μετ' οὐ πολὺ δὲ καὶ ὁ

Ἰσαάκ, τῷ Ἰακὼβ τῆς πρωτοτοκίας καταλιπόντες τὰ γέρα. οἱ

δὲ υἱοὶ τοῦ Ἡσαῦ παρώξυναν τὸν πατέρα αὐτῶν κατὰ Ἰακὼβ

καὶ τῶν υἱῶν αὐτοῦ, καὶ καθοπλισθέντες μετὰ ἐθνῶν ἦλθον

πρὸς πόλεμον. ὁ δὲ ἀποκλείσας τὰς θύρας τῆς πόλεως, πα-

ρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐντολῶν καὶ πα-

ραινέσεων. τοῦ δὲ μὴ ἀνεχομένου ἀλλὰ μᾶλλον ὑβρίζοντος,

τοῦ Ἰούδα παρακαλέσαντος ἐνέτεινε τόξον Ἰακώβ, καὶ πλήξας

κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἡσαῦ κατέβαλε· καὶ τούτου τε-

λευτήσαντος ἐπεξῆλθον οἱ υἱοὶ Ἰακὼβ τὰς πύλας ἀνοίξαντες,

καὶ πάντας σχεδὸν ἀνεῖλον.

Τῷ δευτέρῳ ἔτει τῆς τοῦ Ἰσραὴλ ἐν Αἰγύπτῳ παροικίας

ἱερογραμματέα δεινὸν προειπεῖν φησὶν ὅτι τὸ τικτόμενον παι-

δίον ἐν τῷδε τῷ χρόνῳ τοῖς Ἑβραίοις τὴν Αἰγυπτίων κατα-

λύσει βασιλείαν· καὶ διὰ τοῦτο Φαραὼ προσέταξε κτείνειν

24

τὰ τικτόμενα βρέφη τῶν Ἑβραίων. ἐν δὲ τῷ αὐτῷ δευτέρῳ

ἔτει Λευὶ γενόμενος τεσσαράκοντα πέντε ἐτῶν γεννᾷ τὸν Καάθ·

Καὰθ γενόμενος ἑξήκοντα τριῶν ἐτῶν γεννᾷ τὸν Ἀβραάμ·

Ἀβραὰμ γενόμενος ἑβδομήκοντα ἐτῶν γεννᾷ τὸν Μωϋσῆν.

τὸν δὲ Ἀβραάμ φασι τὸν πατέρα Μωϋσέως εὔξασθαι τῷ

θεῷ μὴ περιιδεῖν ἀπολλύμενον τὸ γένος τῶν Ἑβραίων· χρη-

ματισθῆναι δὲ κατ' ὄναρ περὶ τῆς γενέσεως καὶ δυνάμεως

τοῦ παιδίου Μωϋσέως, οὗ τεχθέντος καὶ ἐκθέτου γενομένου

Θέρμουθις ἡ τοῦ Φαραὼ θυγάτηρ ἀνείλετο. τοσοῦτον δὲ ἦν

κάλλει ἀστεῖον τὸ παιδίον ὡς τοὺς ὁρῶντας αὐτὸ ἀμεταστρε-

πτὶ θαυμάζοντας ἐνορᾶν.

Ἐκ τοῦ Ἀβραὰμ καὶ τῆς Χεττούρας γεννᾶται Ἰεξάν, ἐκ

δὲ τοῦ Ἰεξὰν Δαδάμ, ἐκ δὲ τοῦ Δαδὰμ Ῥαγουὴλ καὶ Ἰοθὸρ

ὁ καὶ Ἰωβάβ, ἐκ δὲ τοῦ Ἰοθὸρ Σεπφώρα, ἣν ἔγημε Μωϋσῆς,

καθὼς ἱστορεῖ Δημήτριος, ὡς φάσκει Εὐσέβιος ἐν τῷ Χρο-

νικῷ. Μωϋσῆς μὲν ἀπὸ Ἀβραὰμ ἕβδομος, ἡ δὲ Σεπφώρα

ἕκτη.

Μωϋσῆς ὢν ἐτῶν ὀγδοήκοντα ἀφηγεῖται τῆς ἐξόδου τῆς

ἐξ Αἰγύπτου τῶν τετρακοσίων τριάκοντα ἐτῶν τῆς παροικίας

τῆς τε Χαναὰν καὶ τῆς Αἰγύπτου. σημειωτέον ὅτι δεῖ τὰ

τετρακόσια τριάκοντα ἔτη τῆς τοῦ λαοῦ παροικίας ἀριθμεῖ-

σθαι οὕτως. τριακοστὸν ἄγων ἔτος ὁ Ἰωσὴφ ἐγχειρίζεται

τὴν τῶν Αἰγυπτίων ἀρχήν. ἑπτὰ τοίνυν ἐνιαυτῶν τῆς εὐθη-

25

νίας καὶ δύο τοῦ λιμοῦ διελθόντων κατῆλθεν Ἰακὼβ σὺν τοῖς

τέκνοις εἰς Αἴγυπτον. τὸν Νεῖλον δέ φασι μὴ ἀνελθεῖν ἐν

ὅλοις ἑπτὰ ἔτεσι τοῦ λιμοῦ τοῦ ἐν Αἰγύπτῳ. ἦν οὖν τότε

Ἰωσὴφ ἐτῶν τριάκοντα ἐννέα, ἔζησε δὲ τὰ πάντα ἔτη ἑκατὸν

δέκα. μετὰ γοῦν τὸν θάνατον Ἰωσὴφ δουλεύουσιν Ἑβραῖοι

τοῖς Αἰγυπτίοις ἔτη ἑκατὸν τεσσαράκοντα τέσσαρα. τὰ δὲ

πάντα ἔτη τῆς τῶν Ἑβραίων ἐν Αἰγύπτῳ διατριβῆς διακόσια

δεκαπέντε· ἐξ οὗ δῆλον ὅτι ἀπὸ Χαναὰν εἰς τὴν Αἴγυπτον

τὴν μετοίκησιν ἐποιήσαντο μέχρι τῆς ἐξόδου τοῦ λαοῦ, ἧς

δείκνυται ἡγησάμενος κατὰ τὸ ὀγδοηκοστὸν ἔτος Μωϋσῆς. οὐ

γὰρ ἐν Αἰγύπτῳ μόνῃ γίνεται ἡ παροίκησις τῶν τετρακοσίων

τριάκοντα ἐτῶν, ἀλλὰ καὶ ἐν γῇ Χαναὰν πρὸ τοῦ εἰς Αἴγυ-

πτον κατελθεῖν τὸν Ἰακώβ· ὅπερ ἡμῖν καὶ αὐτὴ παρίστη-

σιν ἡ γραφὴ λέγουσα “ἡ δὲ παροίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν

παρῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, ἔτη τετρακόσια

τριάκοντα.”

Ἐν δὲ τοῖς χρόνοις Ἀβραὰμ ἦν ὁ Μελχισεδὲκ ἀνὴρ θεο-

σεβής, υἱὸς Σίδου βασιλέως, υἱοῦ Αἰγύπτου, ὃς κτίζει πόλιν

Σιδῶνα. καὶ ἔστι τοῦ μὲν Ἀβραὰμ ἀπὸ τῆς ἐκ Χαρρὰν εἰς

Χαναὰν ἀναβάσεως μέχρι τῆς Ἰσαὰκ γενέσεως ἔτη εἰκοσι-

πέντε, τοῦ δὲ Ἰσαὰκ τὰ μέχρις Ἰακὼβ ἔτη ἑξήκοντα, τοῦ δὲ

Ἰακὼβ τὰ μέχρι Λευὶ ἔτη ὀγδοήκοντα ἑπτά. ὄντος τοῦ Λευὶ

ἐτῶν τεσσαράκοντα τριῶν κατῆλθεν ὁ Ἰακὼβ σὺν τῇ πανοι-

26

κεσίᾳ εἰς Αἴγυπτον, ὢν ἐτῶν ἑκατὸν τριάκοντα. τοῦ δὲ Λευὶ

τὰ μέχρι Καὰθ ἔτη τεσσαράκοντα πέντε, τοῦ δὲ Καὰθ τὰ

μέχρις Ἀβραὰμ ἔτη ἑξήκοντα τρία, τοῦ δὲ Ἀβραὰμ τὰ μέχρι

Μωϋσέως ἔτη ἑβδομήκοντα, τοῦ δὲ Μωϋσέως τὰ μέχρι τῆς

ἐξόδου ἔτη ὀγδοήκοντα. ὡς εἶναι ἀπὸ τῆς τοῦ Ἀβραὰμ ἐν

γῇ Χαναὰν παροικίας μέχρι τῆς εἰς Αἴγυπτον καθόδου ἔτη

διακόσια δεκαπέντε, καὶ ἀπὸ τῆς εἰς Αἴγυπτον καθόδου μέ-

χρι τῆς ἐκεῖθεν ἐξόδου τοῦ λαοῦ ἕτερα διακόσια δεκαπέντε·

ὁμοῦ τετρακόσια τριάκοντα.

Κατὰ τούτους τοὺς χρόνους Ἴναχος πρῶτος Ἄργους

ἐβασίλευσε, καὶ ἐπὶ τούτοις ὁ λαὸς διατρίβει ἐν τῇ ἐρήμῳ

ἔτη τεσσαράκοντα. Φορωνεὺς Ἀργείων ἐβασίλευσε, καθ' ὃν

ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς ὑπὸ Ἑλλήνων ἱστορεῖται. καὶ

Ἀσσυρίων μετὰ Πῖκον τὸν βασιλέα τὸν πρῶτον, ὃς ἐν Κρή-

τῃ ἀπέθανεν, ὃς καὶ τοῖς τότε καιροῖς Ζεὺς μετωνομάσθη, Σε-

μίραμις δὲ Νίνου ἐβασίλευσεν.

Ἰησοῦς ὁ τοῦ Ναυῆ παραλαβὼν τὴν ἡγεμονίαν, καὶ δια-

περάσας τὸν Ἰορδάνην, ἄρχει τοῦ λαοῦ ἔτη εἰκοσιπέντε. οὗ-

τος ἐπόρθησεν ἐπαρχίας ἑπτὰ καὶ καθεῖλε βασιλεῖς εἰκοσιεν-

νέα. γίνονται τοίνυν ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη

δισχίλια διακόσια ἑξήκοντα τρία, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως

τοῦ διαμερισμοῦ τῆς γῆς ἔτη τϚθʹ, ἀπὸ δὲ τοῦ διαμερισμοῦ

ἕως τῆς παροικίας Ἀβραὰμ ἔτη χιϚʹ, ἀπὸ δὲ τῆς παροικεσίας

27

Ἀβραὰμ ἕως τῆς τελευτῆς Ἰησοῦ τοῦ Ναυῆ ἔτη υϚεʹ. ὁμοῦ

γίνονται ἀπὸ Ἀδὰμ ἔτη ͵γψοδʹ.

Μετὰ Ἰησοῦν πρεσβύτεροι ἐκ τῆς Ἰούδα καὶ Συμεὼν

φυλῆς, τοῖς ἀλλήλων σχοινίσμασιν ἀνὰ μέρος βοηθοῦντες,

ἐπάρξαι τοῦ λαοῦ λέγονται ἔτη λʹ. μετὰ τοῦτο ὁ λαὸς εἰδώ-

λοις λατρεύσας ἐκδίδοται τῷ Χασαρσαθὼν βασιλεῖ Μεσοπο-

ταμίας, ὃς ἐβασίλευσεν αὐτῶν ἔτη ὀκτώ. κατὰ τούτους τοὺς

χρόνους Προμηθεὺς μυθεύεται σοφὸς ὢν ἐν παιδείᾳ, ἐν ᾗ

τοὺς ἀνθρώπους ἀπὸ ἰδιωτείας μετέπλασεν.

Ἐπιστρέψαντος τοίνυν τοῦ λαοῦ πρὸς θεὸν ἀνίστησι τὸν

Γοθονιήλ, ὃς ἔκρινε τὸν λαὸν ἔτη νʹ. ἀδελφὸς δὲ ἦν ὁ Γο-

θονιὴλ τοῦ Χαλέβ. ἐν τούτοις τοῖς χρόνοις ὁ ἐπὶ Δευκαλίω-

νος κατακλυσμὸς γεγονέναι λέγεται. τοῦτον τὸν κατακλυσμὸν

δοκοῦσι καὶ Αἰγύπτιοι μεμνῆσθαι, φάσκοντες τὴν χώραν αὐ-

τῶν μὴ κατακεκλύσθαι, τοπικοῦ γενομένου. τὸν γὰρ πρότε-

ρον κατακλυσμὸν οὐδὲ γινώσκουσιν· οὔπω γὰρ ἦν αὐτοῖς ὁ

πατριάρχης γεννηθείς. Χὰμ γὰρ ὁ υἱὸς τοῦ Νῶε πατὴρ ἦν

τοῦ Μεσραείμ, ἀφ' οὗ οἱ Αἰγύπτιοι.

Αὖθις ἁμαρτήσαντες οἱ υἱοὶ παραδίδονται τῷ Αἰγλώμ,

βασιλεῖ Μωαβιτῶν, καὶ δουλεύουσιν αὐτῷ ἔτη ιηʹ. πάλιν δὲ

αὐτοὺς ἐπιστρέψαντας ἐξαιρεῖται διὰ τοῦ ἀμφοτεροδεξίου

Ἀώδ. ἔσχε δὲ τοῦ ἀμφοτεροδεξίου τὸ ἐπώνυμον διὰ τὸ

28

ὁμοίως ἐν παντὶ πράγματι τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ καθά-

περ καὶ τῇ δεξιᾷ. ὃς ἡγήσατο τοῦ λαοῦ ἔτη νʹ. τούτου ἐν

ἔτει εἰκοστῷ ἑβδόμῳ ἐβασίλευσε τῆς Ἀττικῆς Κέκροψ ὁ δι-

φυὴς διὰ τὸ δύο γλώσσαις λαλεῖν. ἐν δὲ τῷ οζʹ ὁ κατακλυ-

σμὸς ἐν Θεσσαλίᾳ καὶ Αἰθιοπίᾳ ὑπ' αὐτῶν μνημονεύεται.

Προσπταίσας πάλιν ὁ λαὸς κυριεύεται ὑπὸ Ἰαβῆς βασι-

λέως Χαναναίων ἔτη εἴκοσιν. ἐπὶ τούτου προφητεύει Δε-

βώρρα γυνὴ Λαφιδὼθ, ἐκ φυλῆς Νεφθαλείμ, ἔτη μʹ. κατὰ

τούτους τοὺς χρόνους Κάδμος ὁ ἐν Θήβαις ἐβασίλευσεν, ὃς

Τειρεσίαν φιλόσοφον καὶ μάντιν ἐν Θήβαις ἤγαγε, περὶ οὗ

φησὶ Σοφοκλῆς ὅτι τὴν Παλλάδα ἰδὼν λουομένην ὁ Τειρεσίας

μετεβλήθη ἐξ ἀνδρὸς εἰς γυναικείαν φύσιν.

Μετὰ δὲ τὴν Δεβώρρας τελευτὴν ἐξήμαρτε πάλιν ὁ λαός,

καὶ κατεδουλοῦντο τοῖς Μαδιηναίοις ἑπτὰ ἔτη. Γεδεὼν δὲ

αὐτοῖς ἐκ φυλῆς Μανασσῆ, θείοις σημείοις τῆς νίκης κομι-

σάμενος τὴν πίστιν, ἐπανίσταται, καὶ ἐν τριακοσίοις ἀνδράσι

δώδεκα διαχειρισάμενος μυριάδας ἦρξε τοῦ λαοῦ ἔτη μʹ.

Ἀβιμέλεχ ὁ τούτου υἱὸς ἔτη τρία, Θώλα υἱὸς Φούα ἐκ φυ-

λῆς Ἐφραὶμ ἔτη κγʹ, Ἰαεὶρ ὁ Γαλααδίτης ἐκ φυλῆς Ἐφραὶμ

Μανασσῆ ἔτη κβʹ. μετὰ τοῦτον ἐξήμαρτεν ὁ λαός, καὶ παρε-

δόθη τοῖς Ἀμανίταις ἔτη ιηʹ. ἔπειτα τὴν πρὸς θεὸν ποιησά-

μενος ἐπάνοδον, σώζει διὰ τοῦ Ἰεφθάε τοῦ Γαλααδίτου, μη-

τρὸς μὲν ὄντος ἑταίρας, φυλῆς δὲ Μανασσῆ. οὗτος ἄρχει

29

τοῦ λαοῦ ἔτη ἕξ. μετὰ δὲ τοῦτον ἦρξεν Εὐσεβὼν ἐκ τῆς

Ἰούδα φυλῆς ὁ Βηθλεεμίτης ἔτη ζʹ. κατὰ τούτους τοὺς χρό-

νους τὸ Ἴλιον ἐκτίσθη καὶ Ἀσκληπιὸς τὴν ἰατρικὴν ἐπιστή-

μην μετῄει. Αἰγλὼμ ὁ Ζαβυλωνίτης ἔκρινε τὸν Ἰσραὴλ ἔτη

δέκα, Ἀδὼμ υἱὸς Ἐλεὶμ ὁ Μαραθωνίτης ἔτη ὀκτώ. κατὰ

τούτους τοὺς χρόνους Ὀρφεὺς ὁ ποιητὴς ἐγνωρίζετο.

Προσπταίσας πάλιν ὁ λαὸς ἐκδίδοται ἀλλοφύλοις ἔτη μʹ.

ἐπιστρέψαντας δὲ αὐτοὺς πρὸς θεόν, ἀνίστησι τὸν Σαμψών,

Μανωὲ μὲν υἱόν, φυλῆς δὲ Δᾶν, ὅστις καταπολεμήσας τοὺς

ἀλλοφύλους ἄρχει ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους Ἡρα-

κλῆς ἐγνωρίζετο, ὁ τοὺς δώδεκα ἄθλους διανύσας. Σαμανὲς

ἡγήσατο τοῦ λαοῦ ἔτος ἕν, ἀναρχίας γεγονυίας κατὰ τὰς

Ἑβραϊκὰς παραδόσεις, ὅτε καὶ ἔπραττεν ἕκαστος ὅπερ ἐβού-

λετο, οἷα εἰκὸς ἐν ἀναρχίᾳ γίνεσθαι. ἔτη μʹ εἰρήνην ἔσχε

πρὸς τοὺς ἀλλοφύλους ὁ λαός, ἔτη λʹ Σαμανεὶ αὐτοῦ ἡγου-

μένου. Ἠλεὶ ὁ ἱερεὺς ἦρξε τοῦ λαοῦ ἔτη κʹ. κατὰ τούτους

τοὺς χρόνους ὁ Ἰλιακὸς πόλεμος ἐγένετο ἔτεσι δέκα, καὶ τὸ

Ἴλιον ἥλω. Σαμουὴλ διαδεξάμενος τοῦ Ἠλεὶ τὴν ἱερατείαν

καὶ τὴν ἡγεμονίαν κρατεῖ τοῦ λαοῦ. φασὶ δὲ αὐτὸν δώδεκα

ἐτῶν εἶναι, ὅτε πρῶτον ἐφάνη αὐτῷ λαλήσας ὁ θεός. σὺν οἷς

ἡ κιβωτὸς ἐν τῷ Ἀμιναδὰμ οἴκῳ διέτριψε, καὶ βασιλέων χρι-

σθέντων ἦν ἀντιλαμβανόμενος ὁ Ἠλεὶ ἔτη οʹ.

30

Γίνεται τοίνυν ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἐπὶ τὴν τελευτὴν

Σαμουὴλ ἔτη χιʹ, ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη βρκʹ,

ἀπὸ δὲ Ἀδὰμ ἔτη ͵δτπβʹ.

Ὁ μὲν οὖν Σαμουὴλ αὐτός τε ἤδη γεγηρακὼς καὶ τοῦ

λαοῦ ὀκνηρότερον ποιούμενος τὴν ἐποψίαν, τῶν τε παίδων

αὐτοῦ δώροις ἀεὶ τοῦ δικαίου προϊεμένων τὴν κρίσιν, χρίει

βασιλέα, τοῦ λαοῦ μὲν καταναγκάζοντος τοῦ θεοῦ δὲ συγχω-

ρήσαντος, τὸν Σαοὺλ υἱὸν Κίς, ἐκ φυλῆς Βενιαμίν. Σαοὺλ

γὰρ καὶ ὁ παῖς αὐτοῦ τὰς ὄνους ζητοῦντες εἰσῆλθε πρὸς

Σαμουήλ· εἶπε δὲ τῷ Σαοὺλ περὶ τῆς βασιλείας ὁ Σαμουὴλ

καὶ περὶ ὧν ἐζήτει. Σαοὺλ ἐξελθὼν τῷ συγγενεῖ αὐτοῦ καὶ

προσφιλεῖ τὰ μὲν ἄλλα ἐξεῖπε, περὶ δὲ τῆς βασιλείας οὐκ

ἀνήγγειλε, δηλῶν ὡς οὐ φίλοις οὐδὲ συγγενέσιν ἐπὶ τῶν με-

γάλων πραγμάτων δεῖ θαρρεῖν διὰ τὸ ἐπὶ βασκανίᾳ τῶν ἀν-

θρώπων εὐχερές. οὗτος ὁ Σαοὺλ συνεπισχύοντος τοῦ Σα-

μουὴλ βασιλεύει ἔτη εἴκοσιν· ἐπροεφήτευε δὲ ἐπ' αὐτοῦ ἅμα

καὶ ἱεράτευεν ὁ Σαμουήλ. Ἀβενὴρ δὲ αὐτῷ ὁ τοῦ Νὴρ υἱὸς

τῆς στρατηγίας ἀφηγεῖτο. τοῦ δὲ Σαοὺλ προσπταίσαντος τῷ

θεῷ ἐπιχρίει πάλιν ὁ Σαμουὴλ εἰς βασιλέα τὸν Δαβὶδ τὸν

τοῦ Ἰεσσαί, ἐκ τῆς Ἰούδα φυλῆς.

Καὶ ὁ μὲν Σαμουὴλ τελευτᾷ δύο φθάσας ἔτη τὸν Σαούλ,

βασιλεύει δὲ ὁ Δαβὶδ ἑπτὰ μὲν ἔτη περιόντος Σαούλ, μετὰ

δὲ τὴν τούτου τελευτὴν λγʹ. ἐπὶ τούτου μὲν Ἀβίαθα ἐτύγ-

31

χανεν ἀρχιερεύς, ὁ τοῦ Ἀβιμέλεχ, ἐκ τῆς συγγενείας Ἠλεί,

ἐξ ἑτέρας δὲ πατριᾶς Σαδώκ· προεφήτευον δὲ αὐτός τε Δα-

βὶδ καὶ Γὰδ καὶ Νάθαν καὶ Ἀσὰφ καὶ Ἰδιθούμ· ἐστρατη-

λάτει δὲ αὐτῷ Ἰωάβ. χρὴ τοίνυν ἐντετάχθαι τῷ παντὶ ἀρι-

θμῷ μʹ μὲν τοῦ Σαοὺλ ἔτη, μʹ δὲ καὶ τοῦ Δαβίδ, διὰ τὸ ὡς

εἴρηται τὰ ἑπτὰ ἔτη ἔτι περιόντος τοῦ Σαοὺλ βεβασιλευκέναι

αὐτόν. διὰ τὸν γάμον τῆς Μελχῶ οὐχὶ ἑκατὸν ἀκροβυστίας

ἀλλὰ ἑξακοσίας κεφαλὰς τῶν ἀλλοφύλων τὸν Σαούλ φασιν

ἐζ…

The complete text is available when the reading interface loads.