Compendium chronicum
- Edition reference
- Compendium chronicum, ed. I. Bekker, Constantini Manassis breviarium historiae metricum [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1837]: 1–286.
- CTS identifier
urn:cts:greekLit:tlg3074.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{ΤΟΥ ΚΥΡΟΥ
t2
ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΜΑΝΑΣΣΗ
t3
ΣΥΝΟΨΙΣ ΧΡΟΝΙΚΗ,
t4
ΑΡΚΟΜΕΝΗ ΑΠΟ ΚΟΣΜΟΠΟΙΙΑΣ
t5
ΜΕΧΡΙ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ
t6
ΒΟΤΑΝΕΙΑΤΟΥ.}
1
Ἡμὲν φιλόϋλος ψυχὴ ταῖς ὕλαις ἐπιχάσκει,
2
καὶ πάντα πραγματεύεται πρὸς τὸ τυχεῖν τοῦ πόθου·
3
σὺ δέ, ψυχὴ βασίλισσα καὶ φιλολογωτάτη,
4
ἀεὶ διψῶσα γνώσεως καὶ λόγου καὶ παιδείας,
5
βίβλοις ἀεὶ προστέτηκας, ἐπεντρυφᾷς τοῖς λόγοις,
6
καὶ γίνεταί σοι τῆς ζωῆς ἅπας ὁ χρόνος λόγος.
7
ἐπεὶ γοῦν ἐπεπόθησας οἷα τροφίμη λόγου
8
εὐσύνοπτόν σοι καὶ σαφῆ γραφὴν ἐκπονηθῆναι,
9
τρανῶς ἀναδιδάσκουσαν τὰς ἀρχαιολογίας,
10
καὶ τίνες ἦρξαν ἀπ' ἀρχῆς καὶ μέχρι τοῦ προῆλθον
11
καὶ τίνων ἐβασίλευσαν, ἐτῶν δὲ μέχρις πόσων,
12
ἡμεῖς ἀναδεξόμεθα τὸ βάρος τοῦ καμάτου,
13
κἂν δυσχερὲς κἂν ἐπαχθὲς τὸ πρᾶγμα, κἂν ἐργῶδες·
14
παραμυθοῦνται γὰρ ἡμῶν τοὺς ἐν τοῖς λόγοις μόχθους
15
αἱ μεγαλοδωρίαι σου καὶ τὸ φιλότιμόν σου,
16
καὶ τὸν τοῦ κόπου καύσωνα καὶ τῆς ταλαιπωρίας
17
αἱ δωρεαὶ δροσίζουσι κενούμεναι συχνάκις.
18
Καὶ ταῦτα μὲν ἐνταῦθά μοι καὶ μέχρι τούτου στήτω,
19
μή πως κολακικώτερος δόξῃ τισὶν ὁ λόγος,
20
καὶ τὸν σκοπὸν καταλιπὼν ἄλλην ἀκούσῃ τρέχειν.
21
πολλῶν ἱστορησάντων δὲ καὶ χρονογραφησάντων,
22
καὶ σπουδασάντων μὲν εἰπεῖν ὀρθῶς καὶ φιλαλήθως,
23
ἀλλήλοις ἀνομοίως δὲ ταὐτὰ συγγραψαμένων,
24
ἡμεῖς προχειρισάμενοι τοὺς μάλιστα δοκοῦντας
25
τῆς ἀκριβείας ἔχεσθαι καὶ μᾶλλον ἀληθεύειν,
26
τὸ κατὰ δύναμιν ἡμῶν ἀποπληρώσομέν σοι.
27
Ὁ τοῦ θεοῦ παντέλειος καὶ κοσμοκτίστωρ λόγος
28
τὸν οὐρανὸν τὸν ἄναστρον παρήγαγεν ἀρχῆθεν,
29
ἀπλέτῳ κάλλει λάμποντα μαρμαρυγῶν ἐνθέων,
30
καὶ γῆν τὴν παντοθρέπτειραν, καὶ σὺν αὐτῇ τὸ φάος.
31
ἡ γῆ δ' ἀπερικόσμητος ἀόρατος ὑπῆρχε,
32
καὶ σκότος ἐπεκάθητο βαθὺ τοῖς ταύτης νώτοις.
33
τοῦ δὲ φωτὸς αὐγάσαντος καὶ πανταχοῦ χυθέντος,
34
καὶ λευκοπέπλου λαμπραυγοῦς ἡμέρας γενομένης,
35
ὤφθη τὰ πρὶν ἀθέατα, καὶ σκότους ἡ στυγνότης
36
ἐφυγαδεύθη τῷ πυρσῷ τῶν φωτοβολημάτων.
37
ἐν τούτοις οὖν παρέδραμε τῶν ἡμερῶν ἡ πρώτη.
38
Τοῦ δὲ βλεφάρου λάμψαντος ἡμέρας τῆς δευτέρας
39
τὸν οὐρανὸν τὸν δεύτερον ἐσφαίρωσε πανσόφως,
40
ὃν τοῖς ἐν γῇ παντοστεγῆ δημιουργήσας στέγην
41
ὠνόμασε στερέωμα θεὸς ὁ καλιτέχνης,
42
παρὰ τὴν πρώτην ἄναστρον ἑτέραν ὄντα σφαῖραν.
43
τότε καὶ τὴν παντόχυτον φύσιν τὴν ὑδατίαν
44
καὶ τὰς ἀβύσσους διελών, καὶ τούτων τὸ μὲν ἄνω
45
πρὸς ὕψος ἀνεννόητον κούφως μετεωρίσας,
46
τὸ δ' ἐπὶ γῆς ἀπολιπών, ἔστησε τούτων μέσον
47
τὸν οὐρανὸν ὥσπερ φραγμόν, ὥσπερ στερρὸν τειχίον.
48
Κόρη μὲν οὖν ἐπέμυεν ἡμέρας τῆς δευτέρας,
49
καὶ τρίτη πάλιν ηὔγαζε, καὶ πάλιν ὁ τεχνίτης
50
ὁ παντοτέκτων ὁ σοφὸς ἄλλοις προσεῖχεν ἔργοις.
51
ἐπεὶ γὰρ ἐξεκέχυτο κατὰ τῆς γῆς ἁπάσης
52
ὁπόσον ἦν ὑπ' οὐρανὸν ὕδωρ περιπολεῦον,
53
καὶ πᾶν τὸ πρόσωπον αὐτῆς ἐκάλυπτε λιμνάζον,
54
πᾶσαν τὴν χύσιν εἰς ταὐτὸ συνήγαγεν ἀθρόως,
55
ὡς εἴ τις γάλακτος λευκοῦ νοτίδα γλυκυχύμου
56
ὀπῷ συμπήξει καὶ τυροῦ κύκλον ἀποτορνεύσει.
57
ἀπορραγέντος τοιγαροῦν τοῦ πρὶν ἐπιπροσθοῦντος
58
ὤφθη τὸ πρόσωπον τῆς γῆς, ἡ μόρφωσις ἐφάνη
59
καὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν καὶ λόφων βαθυκρήμνων.
60
ἐντεῦθεν τὸ μὲν σύστημα σύμπαν τὸ τῶν ὑδάτων
61
θάλασσαν κατωνόμασε· τῆς δὲ ξηρᾶς τὴν φύσιν,
62
ὁπόση πετροστοίβαστος, ὅση λιπαροβώλαξ,
63
γῆν ὁ τεχνίτης κέκληκε θεὸς ὁ παντεργάτης.
64
τὴν δ' ὑπερφέρουσαν αὐτῷ δύναμιν ἐμφανίζων,
65
μήπω λαμψάσης τῆς αὐγῆς τοῦ γίγαντος ἡλίου
66
παντοδαπὴν ἐκέλευσε βοτάνην ἐκφυῆναι,
67
τὴν μὲν πρὸς μόνην ἡδονὴν καὶ τέρψιν τῶν βλεφάρων,
68
τὴν δὲ καὶ ζωοθρέμμονα καὶ τοῖς ἐν γῇ χρησίμην.
69
τότε τὸ πρῶτον στολισμοῖς ἡ γῆ κατηγλαΐσθη
70
ὑπὲρ κορίσκην τρυφερὰν ἄρτι νυμφευομένην,
71
χρυσιοφόρον, στίλβουσαν πέπλοις καταμαργάροις.
72
ἔλαμπεν ἴον εὔοσμον, ἀντέλαμπε τὸ ῥόδον.
73
ἴων χροιὰ παντοδαπὴ πάντοθεν ὑπεγέλα,
74
κυαναυγής, πορφύρεος, ὑπόκιρρος ἑτέρα.
75
τινὰ μὲν περιπόρφυρα τῶν ῥόδων ἑωρᾶτο,
76
τινὰ δ' ὑπελευκαίνετο καὶ γλύκιον ἀντηύγει.
77
ἦν κρῖνον χιονόχροον, ἦσαν ἀναγαλλίδες.
78
ὑάκινθος ἀνέβαινεν, ἦν καὶ ναρκίσσου κάλλος
79
καὶ πᾶν τὸ πρωτοφόρημα τῶν ἔαρος χαρίτων.
80
ἀπεραυδοῦντο στάχυες βαρούμενοι τῷ σίτῳ.
81
εἷρπε κισσὸς μελάμφυλλος κορύμβους ἐπισείων.
82
καλὰ τὰ πάντα, δροσερά, κάλλους αὐγὰς πλουτοῦντα
83
καὶ γῆν εὐωδιάζοντα συγκράτοις εὐοδμίαις.
84
ἔστρωτο πόα μαλακή, πρασίζουσα, βουθρέμμων,
85
ἱπποφορβὸς καὶ βουκολίς, δροσώδης, λειμωνία.
86
τοιοῦτον στόλιον ἡ γῆ παντόχροον ἐφόρει,
87
τοιοῦτον πέπλον εὐανθὲς εὐύφαντον ηὐτύχει.
88
ἦσαν καὶ φάλαγγες φυτῶν, ἀνέτελλον καὶ δένδρων
89
καλλίφυλλοι καλλίκομοι κλῶνες ὀπωροφόροι.
90
ἦν καὶ μηλέας εὐαυξὴς ὅρπηξ ἀγλαοκάρπου,
91
ἐλαῖαι τηλεθόωσαι, γλυκάζουσαι συκέαι,
92
πίτυς λιπαροστέλεχος, ἐλάτη, δρῦς, πτελέα.
93
προσέβαλλε τῆς πίτυος ἄνεμος τοῖς πετάλοις,
94
καὶ γλύκιον ψιθύρισμα τοῖς φύλλοις ἐνεποίει.
95
ἐκεῖ καὶ κέρασος καλὴ καὶ φοῖνιξ μελιτόεις,
96
βοτρυομήτωρ ἄμπελος, ὄρχατοι κληματίδων,
97
καὶ βότρυς νεκταρόχυμος ἤρτητο τῶν κλημάτων.
98
τὰ πάντα τελειόκαρπα, παντέλεια τὰ πάντα·
99
οὐδὲν γὰρ ἀχαρίτωτον οὐδ' ἀτελὲς παρήχθη.
100
Ἐν τούτοις ἔδυ καὶ τὸ φῶς ἡμέρας τῆς τριτάτης,
101
ἔλαμπε δὲ τὸ πρόσωπον τῆς μετ' αὐτὴν ἡμέρας,
102
καὶ πάλιν ἔργων καταρχή, καὶ κέλευσις τοῦ κτίστου
103
τὸν οὐρανὸν εὐστέφανον τοῖς ἀστράσι γενέσθαι.
104
τότε τῶν ἄστρων οὐρανὸς τῷ κάλλει διηνθίσθη
105
ὡς πέπλος μαργαρόστρωτος, χρυσόπαστον ὡς φᾶρος,
106
ὡς ὕφασμα κοσμούμενον ἐκ πυρραζόντων λίθων.
107
τότε τὸ πρῶτον ἔφαυσεν ἡ κόρη τῆς ἡμέρας,
108
ὁ μέγας γίγας ἥλιος, ὁ ζωοτρόφος λύχνος,
109
πηγὴ φωτὸς ἀκένωτος, οἶκος πυρὸς ἀξύλου.
110
τότε τὸ πρῶτον δᾳδουχεῖν ἀπήρξατο τὴν νύκτα
111
σελήνης ἡ γλαυκόφωτος καὶ φαεσφόρος σφαῖρα,
112
ἀρτίκυκλος, ὁλοφαής, λιπαραυγής, τελεία.
113
τότε τὸ πρῶτον οὐρανὸς ἀστέρας τοὺς μεγάλους
114
καλλισφαιρώτους ἔβλεψεν ἐρίζοντας ἀλλήλοις
115
καὶ καλλωπίζοντας αὐτὸν ὡς ἄνθη τοὺς λειμῶνας.
116
ὁ Κρόνος ἦν μελάντερος, μολίβδινος τὴν χρόαν·
117
ἔλαμπε Ζεὺς ὡς ἄργυρος, Ἄρης φλογώδης ὦπτο·
118
ἔστιλβεν ἥλιος λαμπρὸν ὡς ὄβρυζον χρυσίον·
119
ἀντηύγει δ' ὡς κασσίτηρος σφαῖρα τῆς Ἀφροδίτης·
120
ὡσεὶ χαλκὸς ἐρυθραυγὴς Ἑρμῆς ἐλαμπτηρούχει·
121
διαφανὴς ὡς ὕελος ηὔγαζεν ἡ σελήνη.
122
οὕτως ὁ πέπλος οὐρανοῦ παντόχρους ἑωρᾶτο.
123
ὁ Κρόνος ἐκυάνιζεν ὡς ὑακίνθου χρόα·
124
ὡς κρῖνον ἔλαμπεν ὁ Ζεύς, Ἄρης καθάπερ ἴον·
125
ὡς ῥόδον περιπόρφυρον ἥλιος ἦν χρυσίζων·
126
ὡς λευκανθὴς ἀναγαλλὶς ἔστιλβεν ἑωσφόρος·
127
ὡς ἄνθος ἐρυθρόβαπτον Ἑρμῆς ἐφωτοβόλει·
128
νάρκισσος καλλιπέταλος ἐφαίνετο σελήνη.
129
τοιαύτη τις ἀνθόχροια τὸν οὐρανὸν ἐκόσμει·
130
τοιαύτη τις ἐφίζανε τοῖς οὐρανοῦ προσώποις
131
ποικιλανθὴς χαρίεσσα καλλιλαμπὴς τερπνότης,
132
καὶ κῆπον ἀστροφύτευτον τὸν οὐρανὸν ἐποίει,
133
οὗ φυτοσκάφος ὁ θεός, ὡς δὲ φυτὰ καὶ βλάσται,
134
ὡς ἄνθη μυριόχροα τὰ τῶν ἀστέρων σέλα.
135
τότε τὸ πρῶτον ἥλιος φαύσας καὶ φωταυγήσας,
136
φανείς τε κόσμος οὐρανοῦ καὶ κάλλος τῆς ἡμέρας,
137
ἐδούλευσε κελεύσματι τῷ τοῦ πεποιηκότος
138
καὶ μύσας συνετέλεσεν ἡμέραν τὴν τετάρτην.
139
Οὕτω μὲν οὖν τετέλεστο τὰ κατὰ τοὺς ἀστέρας,
140
καὶ τέτακτο μὲν ἥλιος ἀστὴρ ἡμεροκράτωρ,
141
τὸ δὲ σελήνης βλέφαρον ἐπύρσευσε τὴν νύκτα.
142
ζῷον δ' οὐδὲν ἐν τοῖς τῆς γῆς ἐστρέφετο πλατείαις,
143
οὐχ ὑγροπόρον, οὐ πεζόν, ἀλλ' οὐδ' ἀεροδρόμον.
144
ἀλλ' ὁ παντέλειος θεὸς τῇ τῶν ὑδάτων φύσει
145
ἰσχὺν ἐνθεὶς ψυχώτριαν καὶ δύναμιν γονίμην,
146
ζῶσαν ψυχὴν ἐκέλευσεν ἐκεῖθεν ἐκραγῆναι
147
ὡς ἐκ γαστρὸς ἀρτιμελὲς ἔμβρυον ὠδινούσης
148
καὶ φορτουμένης τοκετῷ τελειομήνου βρέφους·
149
ὡς σπέρμα γὰρ ἡ τοῦ θεοῦ κέλευσις ἐμπεσοῦσα
150
τὰς ὑγροχεύμονας ῥοὰς ἐποίει πολυγόνους.
151
ἐντεῦθεν τανυπτέρυγες ὄρνεις ἀεροβάται
152
εἶχον ἐλεύθερον πτερὸν εἰς πετασμοὺς συντόνους,
153
καὶ κούφως ἠλαφρίζοντο πρὸς λιμνασμοὺς ἀέρος,
154
περιρροιζοῦντες τὰς αὐτοῦ χύσεις τὰς λεπτοχύτους.
155
οἱ μὲν μεγαλοπτέρυγες, μεγαλαγκυλοχεῖλαι,
156
γαμψώνυχες, ὡς βέλεμνα τοὺς ὄνυχας αὐχοῦντες,
157
τομὸν τὸ ῥάμφος ἔχοντες ὑπὲρ τὰς μαχαιρίδας,
158
οἷς ἔμελλε βρωματισμὸς τὰ κρέα χρηματίζειν
159
καὶ σύντροφα γενήσεσθαι τὰ τῆς σαρκοβορίας,
160
ὀρνεοκράτωρ ἀετός, ἵρηκες ὠμοφάγοι,
161
καὶ πάντες οἷς οὐ χρήσιμον τὸ πῦρ σαρκοφαγοῦσι.
162
ἐντεῦθεν δὲ στρουθάρια λάλα, βοτανηφάγα,
163
μικρόπτερα, βραχύβια ποικίλως ἐλαλάγουν
164
καὶ λόχμαις ἐτιτύβιζον καὶ δένδρα περιήχουν,
165
ἀκανθυλλίδες μουσουργοί, κόρυδοι, σπῖνοι, ψᾶρες,
166
καὶ πᾶν πτερὸν τὰς τῶν ἀγρῶν βοτάνας περιθέον
167
κἀκεῖθεν ἀπραγμάτευτον ὄψον ἁβρὸν συλλέγον.
168
τότε καὶ θῆρες ἐπὶ γῆς ὤφθησαν φρικαλέοι,
169
λέοντες λασιαύχενες, ἄρκοι, παρδάλεις, τίγρεις,
170
καὶ κάπροι χαυλιόδοντες, εὐρύστερνος ἐλέφας,
171
καὶ κύνες καρχαρόδοντες, πτηνόποδες λαγῖναι,
172
καὶ πᾶν πτηνὸν καὶ πᾶν πεζόν, ὅσον ἐν χερσοβίοις,
173
ὅσον θαλάσσῃ σύμφυλον, ὅσον ὀρεσινόμον.
174
τοσῶνδε ζῴων τὴν ὑγρὰν πληρώσας καὶ τὴν χέρσον
175
ὁ πάνσοφος ὀροφωτὴς τῆς παγκοσμίου στέγης,
176
ναὶ μὴν τὸν ἀχειρόκλωστον χιτῶνα, τὸν ἀέρα,
177
ὃν θείων ἐμηρύσαντο δακτύλων λεπτουργίαι,
178
ὡς πόλιν ὀχυρόπυργον πλατεῖαν ἐφαπλώσας
179
τοῖς σαρκοβόροις πετεινοῖς καὶ τοῖς βοτανηφάγοις,
180
ἡμέρας συνετέλεσε τὸ δρόμημα τῆς πέμπτης.
181
Ἕκτη δὲ πάλιν ηὔγαζεν ἡμέρα, ῥοδεόχρους,
182
καὶ κήπευμα καλλίδενδρον θεὸς ἐφυτοκόμει,
183
οὐ σκαφευτρίαις ἐν χερσίν, οὐδὲ γεωμαχούσαις,
184
οὐδὲ παλάμαις φυτουργοῖς, ἀλλὰ τῷ λόγῳ μόνῳ.
185
καὶ δένδρον πᾶν ἀνέτελλε καλλίβλαστον ἐκεῖσε,
186
εὔοσμον, εὐσκιόφυλλον, εὐπέταλον, ἡδύπνουν.
187
τίς δ' ἂν τὸ κάλλος τοῦ Ἐδὲμ ὑπ' ὄψιν παραστήσῃ;
188
ἐκεῖθεν ὄρχατοι φυτῶν ἦσαν ὀπωροφόρων,
189
ἐνταῦθα φάλαγξ εὐωδῶν δενδράδων ἀειβλάστων·
190
ἐκεῖθεν νεκταρόχυμος ἀνέτελλεν ὀπώρα,
191
ὧδε πρὸς τέρψιν ἔθαλλον οὐρανομήκη δένδρα,
192
πλάτανος ὑδατότροφος, ἀκρότομος ἐλάτη,
193
ὑπερῃρμέναι πίτυες, κυπάριττοι, πτελέαι.
194
τὰ πέταλα συνέπιπτον ἀλλήλοις τῶν δενδρέων,
195
οἱ κλῶνες προσεπέλαζον, συνῄεσαν οἱ πτόρθοι.
196
ἐῴκεσαν αὐτόχρημα τῶν δένδρων αἱ φυλλάδες
197
ἀλλήλας ἀγκαλίζεσθαι περιπλοκαῖς φιλτέραις.
198
ἥλιος ἐπεμάρμαιρε, καὶ τοῖς φυτοῖς ἐμπίπτων
199
διέρρει κάτωθεν αὐτῶν ἠρέμα καὶ σποράδην,
200
εἰς ὅσον τὸ συνηρεφὲς ἠνέῳκτο τῶν φύλλων.
201
ἔλαμπον ῥόδων καλλοναί, κρίνων ἀντηύγει χρόα·
202
ἄκεντρα δ' ἦν ἀνάκανθα τὰ ῥόδα τηνικαῦτα.
203
ὁπόσον περιπόρφυρον καὶ λευκαυγὲς ἐν ῥόδοις,
204
ὡς ἄστρον ἀκτινοβολοῦν ἀνέτελλε χαμόθεν.
205
ὧδε τῆς γῆς τὸ πρόσωπον ἐπράσιζε ταῖς πόαις,
206
ἐκεῖθεν ἐκυάνιζεν, ἄλλοθεν ὑπεγέλα.
207
ταῖς δροσοστάκτοις τῶν ἀνθῶν παντοδαπαῖς εὐχροίαις
208
Ζέφυρος ἁπαλόπνοος ἐπέπνει πανταχόθεν,
209
καὶ τῶν ἀνθέων τῆς ὀσμῆς ἐπλήρου τὸν ἀέρα.
210
ἐν μέσοις τούτοις τῆς ζωῆς τὸ δένδρον ἐβλαστήκει,
211
ταῖς χάρισι κατάκομον, καλλίφυλλον, ὡραῖον.
212
ὑδατομήτωρ δὲ πηγὴ κάτωθεν ἀνερρώγει,
213
καὶ τὸ καλλίδενδρον Ἐδὲμ ἐπότιζε χωρίον,
214
καὶ τῶν φυτῶν ἐκήπευε τὰς ῥίζας καὶ τοὺς πρέμνους,
215
καὶ τῶν ἀνθῶν τοὺς ἁπαλοὺς ἐμόσχευεν ὀρχάτους.
216
ἐκεῖθεν δὲ πρὸς τέσσαρας ἀρχὰς διαιρουμένη
217
γίνεται μήτηρ ποταμῶν τῶν μεγαλοχευμόνων.
218
οἱ ποταμοὶ δὲ τῇ φωνῇ καὶ γλώσσῃ τῇ τῶν Σύρων
219
Φεισὼν καλοῦνται καὶ Γεών, Φορὰδ ἐν τούτοις τρίτος,
220
τέταρτός ἐστιν Ἐδδεκέλ, κατὰ δ' Ἑλλάδα γλῶσσαν
221
Γάγγης καὶ Νεῖλος ὁ πολύς, Εὐφράτης τε καὶ Τίγρης.
222
καὶ Γάγγης μὲν περιπολεῖ γῆς Εὐϊλὰτ τοὺς ὅρους
223
(ἐκεῖ χρυσὸς εὑρίσκεται καὶ λίθος ὁ πρασίζων,
224
ὁ δὲ χρυσὸς ἀκίβδηλος καὶ στίλβων καὶ πυρράζων),
225
ὁ Νεῖλος δ' ὁ λευκόρειθρος κυκλοῖ τὴν Αἰθιόπων,
226
καὶ τὰς λιπαροβώλακας ἀρούρας Αἰγυπτίων
227
εὐτρόφοις ἄρδει ῥεύμασι καὶ τίθησιν εὐκάρπους.
228
ὁ Τίγρις δὲ φερόμενος ὡς βέλος μετὰ ῥοίζου,
229
καὶ καχλασμοὺς ἀποτελῶν καὶ ῥόθους βαρυδούπους,
230
τῶν σχοινισμάτων ἔναντι γῆς Ἀσσυρίων τρέχει.
231
Τοιόνδε σκήνωμα τερπνὸν φυτεύσας καὶ δενδρώσας
232
ἔπλασε καὶ τὸν ἄνθρωπον παντοεργοῖς παλάμαις
233
ἐκ χωματίνου καὶ λυπροῦ καὶ πηλοφύρτου βάρους·
234
πνοὴν δ' ἐνθέμενος ζωῆς τῷ γεηρῷ σαρκίῳ,
235
καὶ τέλειον τὸν ἄνθρωπον ἔμπνουν δημιουργήσας,
236
καὶ σύνθετον ἀπὸ ψυχῆς καὶ σώματος ποιήσας,
237
καὶ χάριν δωρησάμενος ἐθελορμήτου γνώμης,
238
καὶ καθ' ὁμοίωσιν αὐτοῦ πλάσας καὶ κατ' εἰκόνα,
239
ἐγκατοικίζει τῆς Ἐδὲμ τῷ καλλιφύτῳ χώρῳ
240
ὡς ἐν θαλάμῳ μάργαρον, ἄλλον ἐν κόσμῳ κόσμον,
241
μικρὸν μὲν τὸ φαινόμενον ὡς ἐν μεγέθους ὄγκῳ,
242
τῇ δέ γε τιμιότητι κρείττω πολλῷ τοῦ κόσμου.
243
τοῦτον Ἀδὰμ ὡς ἐκ πυρροῦ χώματος πεπλασμένον
244
ὁ τῆς πηλίνης κεραμεὺς ὠνόμασεν οὐσίας.
245
καὶ θέμενος τοῦ τῆς Ἐδὲμ κάλλους πρωτοπολίτην
246
ἐκ πάντων ὀπωροφαγεῖν ἐκέλευσε τῶν δένδρων,
247
τῷ δὲ φυτῷ τῆς γνώσεως μὴ χεῖρας ἐπιβάλλειν.
248
τότε καὶ πᾶν χειρόηθες καὶ πᾶν ἡμερονόμον
249
καὶ πᾶν ἐκτοπιζόμενον εἰς λόχμας πολυξύλους
250
ἤγαγε ζῷον πρὸς Ἀδάμ, πεζόν, αἰθεροπόρον,
251
ὡς σχοῖεν κλήσεις παρ' αὐτοῦ ταῖς φύσεσι προσφόρους.
252
ἤγετο λέων δαφοινὸς χαιτήεις ταυρολέτωρ,
253
ἄρκτοι βλοσυροβλέφαροι, παντόστικτοι παρδάλεις,
254
ἔλαφος ποικιλόδερμος, δασύκερκος ἀλώπηξ,
255
ἐλέφας εὐρυμέτωπος, τὴν προνομαίαν σείων,
256
δασύπους κολοβόκερκος, κερατοπλήκτωρ ταῦρος·
257
ἤγετο πέρδιξ ἐρυθρὸς τοὺς πόδας καὶ τὸ ῥάμφος.
258
οἱ ψᾶρες οἱ μελάμπτεροι τὸ πτίλον ἐπεσόβουν
259
καὶ χαλαζώματά τινα λευκότητος ἐφόρουν.
260
τὸ κάλλος ἐπεδείκνυτο ταὼς ὁ χρυσοπτέρυξ.
261
ἔλαμπε βάμμασι πολλοῖς, ἐχρύσιζε τὸ πτίλον,
262
ἔστιλβεν ἁλουργόχροον ἐν τῷ ταῶνι χρῶμα·
263
ἐπήνθει μέσον καὶ χρυσὸς ὡς ὀφθαλμὸς μαρμαίρων,
264
καὶ κῆπον πτεροφύτευτον εἰργάζετο τὸ ζῷον.
265
ἐκύκλουν πάντα τὸν Ἀδὰμ ὥσπερ δεσπότην δοῦλοι·
266
ἐθώπευον ὑπέτρεχον ἔσαινον τὸν γενάρχην.
267
ὁ δὲ κατέψα ταῖς χερσὶ τὰ δύσμαχα θηρία
268
ὡς ἀρτιτόκους νεαροὺς ἄρνας γαλακτοφάγους,
269
καὶ τοὺς ἐκ τούτων οὐδαμῶς ὑπέτρεμε κινδύνους·
270
ἡ γὰρ σοβὰς καὶ πονηρὰ καὶ θερμουργὸς κακία
271
οὐδέπω κατεχόρευσε καρδίας τῆς ἐκείνου.
272
οὕτως οὐδὲν τῆς ἀπαθοῦς ψυχῆς κατακαυχᾶται,
273
οὐ θήρ, οὐ πῦρ, οὐ ποταμοῦ μεγαλοδούπου θράσος.
274
ἂν βασιλεύῃς τῶν παθῶν, ἂν ἁμαρτίας ἄρχῃς,
275
καὶ βασιλίσκων καὶ δεινῶν σκορπίων ἐπιβήσῃ,
276
καὶ ταπεινώσεις λέοντα, καὶ τίγριν ἡμερώσεις.
277
Ἐν τούτοις ὕπνωσεν Ἀδάμ, ἀλλὰ πικρίας ὕπνον,
278
ὕπνον ἀρχὴν καταστροφῆς καὶ παντολέθρου φθόρου.
279
ἥψατο τούτου τῆς πλευρᾶς καθεύδοντος ὁ κτίστης,
280
ἔλαβε ταύτην, ἔπλασεν ἐντεῦθεν τὴν γυναῖκα.
281
Ἀδὰμ δ' ὁ χωματόπλαστος, ὁ πρῶτος ἐν ἀνθρώποις,
282
Εὔας τῆς παντομήτορος γέγονε πλευροπάτωρ.
283
ἔνδοθεν οὖν τοῦ τῆς τρυφῆς χώρου διέζων ἄμφω
284
ὡς ἄσαρκοι, μὴ φέροντες φροντίδας φιλοΰλους,
285
ὡς μηδὲ περικείμενοι σώματος ὅλως βάρος.
286
ἀμφοῖν δὲ τούτοιν ὁ θεὸς πάλιν ἐνομοθέτει.
287
“ὦ γηγενεῖς καὶ τῆς Ἐδὲμ ταύτης πρωτοπολῖται,
288
ἅπαντα ταῦτα τῆς ὑμῶν χάριν παρῆκται χρείας·
289
πρὸς τὴν ὑμῶν ἀπόλαυσιν πάντα δενδροκομεῖτε.
290
ἁπάντων οὖν κορέννυσθε, πάντων κατατρυφᾶτε.
291
τοῦτο δὲ μόνον βλαβερὸν τῆς γνώσεως τὸ ξύλον·
292
τοῦτο καὶ μόνον φεύγοιτε, τούτου μὴ ψαύσητέ μοι.
293
ἡ ψαῦσις φέρει τὴν φθοράν, καὶ τὴν χολὴν ἡ γεῦσις.
294
ἂν τούτου μόνου γεύσησθε, πτῶμα πεσεῖσθε μέγα·
295
πικρῶς γὰρ ὀπωροδοτεῖ καὶ θάνατον ἐκφύει.
296
ἂν τοῦτό μοι φυλάξησθε, φεύξησθε κέντρον πότμου
297
καὶ πλατυσμὸν κερδάνησθε ζωῆς ἀκαταλύτου.”
298
Ἦν ταῦτα, καὶ πεφόβηντο τὸν λόγον οἱ γενάρχαι,
299
τὴν ἀπειλὴν ὑπέτρεμον, ὑπέφρισσον τὸ ῥῆμα,
300
καὶ τὸ φυτὸν ὡς ἔχθιστον ἀπὸ ψυχῆς ἐστύγουν.
301
ἀλλ' ὁ Σατὰν ἐβάσκαινεν, ἔβρυχε τοὺς ὀδόντας,
302
ὡς ἀφριστὴς ἐθύμαινεν, ὡς ἀγριόδους κάπρος.
303
βλέπειν οὐκ ἔφερεν αὐτοὺς βιοῦντας ὡς ἀγγέλους.
304
καὶ τοίνυν ὄργανον αὐτοῦ τῆς κακομηχανίας
305
τὸν ὄφιν τὸν δολόμητιν καὶ σκολιὸν εὑρίσκει.
306
θωπεύει τὴν προμήτορα, δείκνυσι τὴν ὀπώραν,
307
καλὴν ἰδεῖν, ἐπέραστον, γεύσασθαι νεκτάρεαν.
308
εἶδεν ἐκείνη τὸν καρπόν· ἦν ὁ καρπὸς ὡραῖος,
309
χαρίεις ἦν εἰς ὅρασιν καὶ κάλλιστος εἰς γεῦσιν.
310
ὑπέσαινε τὴν ὅρασιν, ἔθελγε τὴν καρδίαν,
311
ἐῴκει θελξικάρδιον γλυκυθυμίαν στάζειν.
312
ἔδειξε τοῦτον ὁ Σατάν, καὶ τὸν τοῦ δόλου σκύφον
313
ἐπέχρισε γλυκάζοντι μέλιτι κολακείας.
314
εἵρπυσε δράκων ὁ δεινός, ἐσύριξεν ὑπούλως.
315
“ἂν τούτου γεύσησθέ” φησι “τοῦ καλλικάρπου ξύλου,
316
ἂν μόνον προσενέγκητε στόματι τὴν ὀπώραν,
317
κύκλοι διανοιγήσονται βλεφάρων ὑμετέρων,
318
καὶ χρηματίσετε θεοί, καὶ γνώσεσθε τὰ πάντα.”
319
ἤκουσε τούτων ἡ γυνή, προσέσχε τῇ θωπείᾳ,
320
ἡττήθη τοῦ γλυκάζοντος, ἡττήθη τῶν χαρίτων,
321
αἳ τοῦ καρποῦ τὸ πρόσωπον ἠγλάϊζον τῷ κάλλει.
322
ἔλαβεν, ἀπεγεύσατο, δέδωκε τῷ συννόμῳ.
323
ἔφαγον ἄμφω τοῦ καρποῦ, μετέσχον τῆς ὀπώρας,
324
παρήκουσαν τῆς ἐντολῆς, ἔφαγον ἐκ τοῦ ξύλου,
325
καὶ παρὰ πόδας τὸ κακὸν αὐτοῖς ἐπηκολούθει.
326
ἠνοίγησαν τὰ βλέφαρα, κατεῖδον τὴν αἰσχύνην,
327
ἐπέγνων τὴν γυμνότητα καὶ τὴν ἀσχημοσύνην.
328
ἐντεῦθεν ὑπεδύοντο τὰς βαθυσκίους λόχμας,
329
ἐπέτρεχον τὰ λάσια καὶ τὰ πυκνὰ τῶν δένδρων,
330
ἔρραψαν περιζώματα φύλλων ἐκ παχυφύλλων,
331
ὑπὸ φυτὸν κατέφυγον, ἔδραμον ὑπὸ σκέπην,
332
χανεῖν αὐτοῖς ἐπηύχοντο τὴν γῆν πλατὺ τὸ στόμα.
333
ἐπέγνω ταῦθ' ὁ φυτουργὸς τῶν εὐκηπεύτων δένδρων,
334
ἐπέστη δραπετεύουσι τοῖς ἀρχηγοῖς τοῦ γένους,
335
ὠνείδισε τὴν ἄγνοιαν, ἐκάκισε τὴν πλάνην,
336
καὶ τί μακρὰ λογολεσχεῖν; ἀπήλασεν ἐκεῖθεν,
337
ἐκόλασεν ἐργώδεσι βαρείαις ἐργατείαις.
338
τὴν γῆν τὴν ζωοθρέπτειραν ἠπείλησεν ἐκφύειν
339
ἄκανθαν κνίζουσαν αὐτοῖς, τριβόλους ὀξυκέντρους.
340
ὠδῖνας ἐπηράσατο δριμείας μογοστόκους
341
Εὔᾳ τῇ πρωτομήτορι τῇ πρωτοπαθησάσῃ.
342
Καὶ τοίνυν ὁ ταλάντατος καὶ δύσποτμος γενάρχης,
343
ἀπελαθῆναι δυσκλεῶς ἐκεῖθεν δυστυχήσας,
344
κατῴκησεν ἀπέναντι τοῦ τῆς τρυφῆς χωρίου.
345
καὶ δερματίνην ἐνδυθεὶς σαρκὸς ἀντιτυπίαν
346
καὶ γνοὺς τὴν Εὔαν ἐμπαθῶς Ἀβὲλ γεννᾷ καὶ Κάϊν.
347
καὶ Κάϊν μὲν αὐλακισμοῖς προσεῖχε πεδιάδων
348
καὶ τὰς ἀρούρας ἔσπευδε ποιεῖν ταυροπολεύτους,
349
ὁ δ' Ἀβὲλ ὁ νεώτερος ποιμαντικὴν μετῄει.
350
προσῆξεν οὖν ἑκάτερος τὰς ἀπαρχὰς τῶν πόνων.
351
καὶ τοῦ μὲν Ἀβὲλ ὁ θεὸς προσήκατο τὰ δῶρα
352
ὡς προσενέγκαντος ὀρθῶς καὶ τεθεραπευκότος,
353
τοῖς δὲ δωροφορήμασι τοῦ Κάϊν οὐ προσέσχε.
354
τὸ πρόσωπον συνέπεσεν ἐντεῦθεν τὸ τοῦ Κάϊν.
355
τὸν Ἀβὲλ ὑπεβλέπετο βλεφάροις μισαδέλφοις,
356
καὶ τῷ μηδὲν πικράναντι μηδὲ λελυπηκότι
357
ἐπενεγκεῖν ἐσκέπτετο παλάμας φονευτρίας·
358
τὴν γὰρ τοῦ φθόνου κάμινον βρέμουσαν εἶχεν ἔνδον.
359
τοῦτο καὶ δὴ τετόλμηκε, φεῦ ἀπανθρώπου γνώμης!
360
καὶ τοὺς θεσμοὺς οὐκ αἰδεσθεὶς οὓς αἰδοῦνται καὶ θῆρες,
361
τὸν ἀδελφὸν παρέπεμψε ταῖς τοῦ θανάτου γνάθοις.
362
ὀργίλως εἶδεν ὁ θεὸς εἰς τὸν ἀδελφοκτόνον,
363
ἀραῖς ὑπέβαλεν αὐτὸν ταῖς παλαμναιοτάταις.
364
ἐντεῦθεν Κάϊν ἐλασθεὶς τῆς πρώτης παροικίας
365
καὶ γῆν πολλὴν ἐπιδραμὼν ἔπηξε τὰς αὐλαίας
366
ἔνθα καλὸν τοῖς ὀφθαλμοῖς ἐκείνου κατεφάνη,
367
καὶ πρῶτος ἐπενόησε πόλεις ὀχυροπύργους.
368
νηχύτου γενομένου δὲ τοῦ γένους τῶν ἀνθρώπων
369
ὁδίταις ἐπετίθετο, λῃστείαις ἐπεχείρει,
370
ἐσκύλευε, διήρπαζεν, ἔχραινε χεῖρας φόνοις.
371
Ὡς δ' εἶχον ἀπαράκλητον τὸ πένθος οἱ γενάρχαι,
372
ἐκ παλαμῶν φονοεργῶν Ἀβὲλ ἀπολωλότος,
373
τὸν Σὴθ αὐτοῖς τὸν δίκαιον θεὸς ἀντιδωρεῖται,
374
ὃς ἔθηκεν ὀνόματα τοῖς οὐρανίοις ἄστροις.
375
Ἐντεῦθεν ὡς βαθύρριζον δένδρον ἡ θνητὴ φύσις
376
εἰς πληθυσμὸν καὶ πλατυσμὸν ἐληλακυῖα πλείω
377
εἰς πᾶν τὸ πρόσωπον τῆς γῆς ἦν διασπειρομένη,
378
καὶ πάντῃ περιτρέχουσα πᾶσαν ἐπλήρου χθόνα.
379
ἐκκυλισθεῖσα δὲ λοιπὸν εἰς παρανόμους πράξεις
380
εἰς πᾶν ἐφέρετο κακὸν ὡς ἵππος εἰς πεδίον,
381
ὡς εἰς τὸ καταντὲς τροχός, κατὰ πρανοῦς ὡς ὕδωρ,
382
ἕως εἰς βόθρον δυσσεβοῦς πλάνης καταρραγεῖσα
383
θεοποιεῖν κατήρξατο καὶ σέβειν τὰ στοιχεῖα
384
καὶ τὴν τιμὴν ἀντὶ θεοῦ τοῖς κτίσμασι προσφέρειν.
385
Ἦν δέ τις Νῶε δίκαιος ἐν τοῖς τοῦ Σὴθ ἐγγόνοις,
386
ἔνατος ἐκ τοῦ σπέρματος Ἀδὰμ τοῦ πρωτοπλάστου.
387
ὃς μετιὼν τῆς ἀρετῆς τὴν ἐννομοπραγίαν,
388
καὶ τὴν κακίαν ἐκ ψυχῆς ἀποστυγῶν καὶ φεύγων,
389
τοὺς φαυλουργοὺς καὶ δυσσεβεῖς ἔσπευδε σωφρονίζειν.
390
ἐπεὶ δ' οὐκ ἔπειθεν αὐτοὺς τῶν φαύλων ἀποσχέσθαι,
391
μετέστη μὲν ἀπὸ τῆς γῆς ἔνθα τὸ πρῶτον ἔφυ,
392
μέτοικος δὲ γενόμενος ἀλλοδαποῖς ἐν ὅροις
393
τὴν ὑμνουμένην κιβωτὸν ὡρίσθη τεκτονῆσαι
394
καὶ ζῷον ἅπαν ἐν αὐτῇ χερσόϋγρον ἐγκλεῖσαι,
395
ὡς σπέρμα χρηματίσαιεν καὶ ζώπυρον τοῦ γένους.
396
ἐπείσθη Νῶε τῷ θεῷ, τὸ κελευσθὲν ἐποίει,
397
ξυλοστεγὲς εἰργάζετο τῆς κιβωτοῦ τὸ κύτος,
398
μυρίους ἔνδον ἑλιγμοὺς λαβυρινθώδεις φέρον.
399
καὶ Νῶε μὲν ἐνέθετο τῇ κιβωτῷ τὰ ζῷα,
400
ποντογενῆ, χερσογενῆ, πτηνά, πεζοποροῦντα·
401
ὁ δὲ θεὸς τὰ στέγαστρα τῶν οὐρανῶν ἀνοίξας
402
ὅλας ἐκεῖθεν ὑετῶν κατήγαγε θαλάσσας,
403
ἐκάλυψε τὰς κορυφὰς τῶν βαθυκρήμνων λόφων,
404
ἔκρυψε γῆς τὸ πρόσωπον, ἐκάλυψεν ἀρούρας.
405
τὸ πᾶν ὁμοῦ συγκέχυτο, κεκοίνωτο τὰ πάντα.
406
ἦσαν ὑδατοπόντιστα τῶν δένδρων τὰ στελέχη,
407
τοῖς ὑψιλόφοις ὄρεσιν ἐπέλαζον ἰχθύες.
408
ὁ λέων ὑδατόκλυστος, ὁ θύννος ἐν τῇ χέρσῳ,
409
ἅπαν ὑδατοφόρητον ἦν τηνικαῦτα ζῷον,
410
ἀεροδρόμον, χέρσυγρον, εὔπτερον, πεζοπόρον.
411
καὶ πάντα συμποντούμενα τοῖς βαθυρρόθοις ὄμβροις
412
ἐν ὕδασιν ἀπέπνεον, οἰκτρῶς ἀπενεκροῦντο,
413
καὶ τοῖς ὑγροῖς τὰς ἑαυτῶν ψυχὰς ἐναπεφύσων.
414
ἁπλῶς εἰπεῖν, ὡς ἐν βραχεῖ, καθάπερ ὑπὸ σκότους
415
πάλιν τῆς γῆς τὸ πρόσωπον ἀόρατον κατέστη,
416
τὸ τοῦ φωτὸς πρωτόγονον πάλιν ἐκράτει χάος,
417
καὶ πάλιν ὑδατόλουτος ἡ ζωοθρέμμων χέρσος.
418
καὶ θῆρες μὲν ἐφέροντο νεκροὶ πελαγωθέντες·
419
ἀνθρώπων δὲ πηλογενῶν ἡ πᾶσα γεναρχία
420
ἄσπετον ὕδωρ σπάσασα καὶ καταποντωθεῖσα,
421
ὡς πλοῖον ὑγροκέλευθον, ὡς θαλασσόπλουν σκάφος,
422
κόνις ἐπέπλεε κωφὴ τὰ τῶν ὑδάτων νῶτα.
423
Νῶε δὲ μόνος ὑποδὺς τὴν ζῳοφόρον στέγην
424
ὡς ναύτης ἀθαλάττευτος ἔνδον ἐναυστολεῖτο,
425
σπέρμα τοῦ γένους ἐν μικρῷ τῷ ξύλῳ διασώζων,
426
οὐ κώπας ἐπαγόμενος, οὐ κάλωας, οὐ λαίφη.
427
τῷ Νῶε δὲ συνέπλεον υἱοὶ καὶ θυγατέρες,
428
γυνή, γυναῖκες τῶν υἱῶν, νυμφίοι θυγατέρων.
429
ἦσαν δὲ κλήσεις τοῖς υἱοῖς Σήμ τε καὶ Χὰμ Ἰάφεθ.
430
ὡς δ' ὑπελώφησεν ἡ πρὶν καταφορὰ τῶν ὄμβρων
431
καὶ πάλιν ὤφθησαν αἱ πρὶν κλυσθεῖσαι πεδιάδες,
432
ἐξέθορε τῆς κιβωτοῦ σὺν τοῖς παισὶν ὁ Νῶε,
433
καὶ ζῷον πᾶν ταυτοστεγὲς τῷ Νῶε συνεξῄει.
434
καὶ πάλιν κόσμος δεύτερος, πάλιν γενάρχης ἄλλος,
435
καὶ πάλιν ἅπασα ψυχὴ πρὸς αὔξην ἐπεδίδου.
436
Ἐκ γοῦν τῆς πρώτης πλάσεως Ἀδὰμ τοῦ πρωτογόνου
437
μέχρις αὖ τοῦ κατακλυσμοῦ συμβάντος ἐπὶ Νῶε
438
πρὸς δισχιλίοις ἔτεσι δὶς ἑκατὸν παρῆλθον,
439
σὺν ἄλλοις τεσσαράκοντα καὶ δύο πληρεστάτοις.
440
Ἀπέγγονοι δ' ἐγένοντο τοῦ Νῶε τοῦ δικαίου,
441
σὺν ἄλλοις ὑψηλόφροσιν ἐκγόνοις ἀπεκγόνοις,
442
Μεσρὲμ ὁ δευτερότοκος τοῦ Χὰμ υἱοῦ τοῦ Νῶε,
443
Νεβρώδ τε γίγας, ὁ πολὺς τῇ τῆς χειρὸς ἰσχύϊ.
444
Μεσρὲμ μὲν οὖν κατῴκησε τὴν τῆς Αἰγύπτου χώραν,
445
ἀφ' οὗπερ καὶ τὴν Αἴγυπτον φασὶν ὀνομασθῆναι
446
(τὸ γὰρ Μεσρὲμ Ἑβραϊκῶς Αἴγυπτον ἑρμηνεύει),
447
ὁ δὲ Νεβρὼδ κακῴκησεν εἰς χώραν προσαρκτίαν,
448
τὴν ἐξ Ἀσοὺρ τοῦ Σὴμ παιδὸς κληθεῖσαν Ἀσσυρίαν·
449
ὃς τοὺς ἀνθρώπους ἔπεισε τὸν κτίστην ἀθετῆσαι,
450
καὶ πρῶτος παρηνόμησεν εἰς τὸν πεποιηκότα,
451
καὶ πρῶτος ἐφρυάξατο κατὰ θεοῦ τοῦ ζῶντος,
452
καὶ τὴν τιμὴν τὴν τῷ θεῷ προσήκουσαν, ὡς θέμις,
453
εἰς ἑαυτὸν ἠθέλησε μετενεγκεῖν ἀφρόνως.
454
καὶ σύμβουλος ἐγένετο πρὸς τὴν πυργοποιίαν,
455
ὡς ἂν ἀμύναιτο θεόν, εἰ πάλιν βουληθείη
456
κατακλυσμὸν ἐπενεγκεῖν τῷ γένει τῶν ἀνθρώπων.
457
οἱ γοῦν πεισθέντες ταῖς αὐτοῦ ματαίαις συμβουλίαις
458
οἰκοδομεῖν μὲν ἤρξαντο τὸν πύργον τῆς Χαλάνης
459
ὑπερνεφῆ, μετέωρον, ὑπέρμεγαν εἰς ὕψος,
460
αὐτῇ σχεδὸν ἐγγίζοντα τῇ σεληναίᾳ σφαίρᾳ,
461
τὸ δ' ἔργον οὐκ ἐτέλεσαν τῆς ματαιοπονίας·
462
ὁ γὰρ θεὸς συνέχεε τὰς γλώσσας τῶν κτιζόντων,
463
κἀντεῦθεν διεσπάρησαν ἄλλος εἰς ἄλλον τόπον.
464
Ἕβερ δὲ μόνος τῆς πληγῆς ἐλεύθερος ὑπῆρξεν·
465
οὐ γὰρ συγκατετίθετο τοῖς ματαιοπραγοῦσιν.
466
ὁ μὲν οὖν τόπος ἔλαχεν ἐκ τοῦ συμβεβηκότος
467
ὀνομασθῆναι Βαβυλὼν ἤτοι συγκεχυμένη·
468
τὸ γὰρ Βάβελ τὴν σύγχυσιν Ἑβραϊστὶ σημαίνει·
469
ἐκεῖ γὰρ συνεχύθησαν πυργοκτιστῶν αἱ γλῶσσαι.
470
Εἰς πληθυσμὸν δὲ φθάσαντος τοῦ τῶν ἀνθρώπων γένους
471
καὶ βασιλεὺς μετὰ μικρὸν γέγονεν Αἰγυπτίοις,
472
καὶ πρῶτοι βασιλεύεσθαι τῶν ἐπὶ γῆς ἀνθρώπων
473
Αἰγύπτιοι κατήρξαντο, καὶ τοῦ φορολογεῖσθαι.
474
τὸ βασιλεύεσθαι δ' αὐτοὺς ἔσχεν ἀρχήν, ὡς λόγος,
475
ἑπτὰ καὶ μόνον γενεῶν παρελθουσῶν ἀνθρώποις
476
μετὰ τὴν ὑδατόρροιαν, ὑφ' ἧς τὸ πᾶν ἐφθάρη.
477
ἐντεῦθεν παρηνόμησε τὸ γένος τῶν ἀνθρώπων,
478
καὶ πρὸς ἀθέσμους ἔβλεψε πράξεις καὶ βδελυρίας,
479
σφαγὰς ἀνδροκτασίας τε, φόνους, ἀκολασίας.
480
ταῖς ἁρπαγαῖς ἐπέχαιρον, ἐτέρποντο μοιχείαις,
481
καὶ πᾶσαν ἐπετήδευον ἐπίνοιαν κακίας,
482
ἐλῄστευον, διήρπαζον, ἔκλεπτον, ἐμοιχῶντο,
483
καὶ τελευταῖον ἔβλεψαν πρὸς εἰδωλολατρείαν.
484
Σεροὺχ δὲ πρῶτος ἤρξατο χρῆσθαι γλυπτοῖς καὶ στήλαις,
485
ὄγδοος ὢν ἀπόγονος τοῦ Νῶε τοῦ δικαίου.
486
οὗτος οὖν πρῶτος ὁ Σεροὺχ τιμῶν τοὺς παλαιτέρους
487
ὡς ἀγαθῶν ἐφευρετάς, ὡς ἰσχυροὺς ἐν μάχαις,
488
ὡς τῆς σοφίας ἀρχηγούς, ὡς ἐμπειροπολέμους,
489
εἰκόνας κατεσκεύασεν, ἀγάλματα καὶ στήλας,
490
δῆθεν ὡς εἰς ἀνάμνησιν καλῶν τῶν ἐξ ἐκείνων.
491
ὅπερ μὴ γνόντες οἱ πολλοὶ τῶν μεταγενεστέρων,
492
μὴ καταστοχασάμενοι Σεροὺχ τῆς διανοίας,
493
ὥσπερ θεοὺς ἐτίμησαν τὰς στήλας τὰς ἀψύχους
494
καὶ προσεκύνησαν γλυπτοῖς ἀνθρώπων χειροκμήτοις.
495
ἐντεῦθεν εἰς ἀλλόκοτον θρησκείαν ἐκτραπέντες
496
θρησκεύειν ἐπενόησαν ἄλλοι θεοῖς ἀλλοίοις.
497
Αἰγύπτιοι δ' ἐξώκειλαν πάντων τῶν ἄλλων πλέον,
498
καὶ τὴν θρησκείαν ἤγαγον ἄχρι καὶ τῶν γελοίων.
499
ἐντεῦθεν ἐσεβάσθησαν αἰλούρους καὶ πιθήκους,
500
ἴβεις καὶ τράγους βόας τε, κύνας καὶ κροκοδείλους
501
καὶ τἆλλα προσοχθίσματα τῆς σφῶν φρενοβλαβείας.
502
πάντων δ' ὑπερφερέστερον τῶν ἄλλων θρησκευμάτων
503
τὸν Ἆπιν ἐσεβάζοντο, βοῦν τελοῦντα πολύχρουν.
504
ἡνίκα γὰρ ἐγίνετο βοῦς παρ' αὐτοῖς τοιοῦτος,
505
ἐπὶ τῇ γλώττῃ σήμαντρα φέρων καὶ πρὸς τῇ κέρκῳ
506
κἀν τῷ μετώπῳ μίμημα σελήνης διχοτόμου,
507
ἐχόρευον, ἑόρταζον, ἐτέλουν πανηγύρεις
508
ὡς ἐνδημήσαντος θεοῦ τοῦ καινοπρεπεστέρου.
509
κἀκεῖνον μὲν ἐφάτνιζον ἀφθόνοις πανδαισίαις,
510
αὐτοὶ δὲ διημέρευον ἐν πότοις καὶ χορείαις.
511
εἰς πλέον προκοπτούσης δὲ τῆς εἰδωλομανίας
512
καὶ σύμπαν γένος ἤλασεν εἰς πλάνην τὴν ἐσχάτην.
513
ἀλλ' ἐπαναληπτέον μοι τὰ περὶ βασιλείας.
514
Παρ' Αἰγυπτίοις βασιλεὺς πρώτοις ὑπῆρξε πάντων·
515
καὶ μαρτυρεῖ τῷ πράγματι ῥῆσις γραφῆς τῆς θείας.
516
λιμοῦ καταλαβόντος γὰρ τὴν χώραν τὴν Χαλδαίων
517
Ἀβρὰμ ὁ θεῖος ὁ πολὺς γέγονε μετανάστης
518
καὶ τὴν συγγένειαν λιπὼν εἰς Αἴγυπτον μετῆρεν,
519
ὡς ἀποτρέψαιτο λιμοῦ τὴν φθαρτικὴν πυράγραν,
520
τοῖς ζωαρκέσιν ἐντυχὼν ἐκεῖ δαψιλεστέροις.
521
συνῆν δ' αὐτῷ καὶ γαμετὴ πρὸς ξένην στελλομένῳ
522
Σάρρα χαριτοπρόσωπος καὶ περικαλλεστάτη.
523
οἱ τοίνυν θεραπεύοντες ἐκεῖ τὸν βασιλέα
524
(ἦν δ' Ἀβιμέλεχ βασιλεὺς τότε τῶν Αἰγυπτίων)
525
ἰδόντες κάλλει λάμπουσαν τὴν Σάρραν ἀσυγκρίτῳ
526
καὶ τόσον ὑπερέχουσαν γυναίων Αἰγυπτίων
527
ὅσον ἁπάντων τῶν ἀνθῶν τὸ ῥόδον ὑπερφέρει,
528
τῷ βασιλεῖ προσήνεγκαν ἐρωτοληπτουμένῳ.
529
ὁ δ' Ἀβιμέλεχ κατιδὼν ὅλως ἑάλω ταύτης,
530
καὶ τάχ' ἂν ἐβεβήλωσε τὸ λέχος τοῦ δικαίου,
531
εἰ μὴ θεὸς τὸν ἑαυτοῦ θεράποντα τιμήσας
532
πληγαῖς βαρείαις ἤτασε νύκτωρ τὸν βασιλέα
533
καὶ σὺν αὐτῷ τοὺς προσγενεῖς καὶ τοὺς δορυφοροῦντας.
534
μετ' οὐ πολλὰς δὲ γενεὰς ἀρχῆς τῶν Αἰγυπτίων
535
ἐν ταῖς ἡμέραις Ἀβραὰμ ἦρξε τῶν Ἀσσυρίων
536
Βῆλος ἀνὴρ ὁ βριαρός, ὁ κραταιόχειρ γίγας,
537
ὃν ὡς θεὸν ἐτίμησαν οἱ πεφενακισμένοι
538
καὶ Κρόνον μετωνόμασαν. οὗτος δ' ὁ Κρόνος ἔσχε
539
γυναῖκα τὴν Σεμίραμιν τὴν λεγομένην Ῥέαν.
540
τῶν Αἰγυπτίων τοιγαροῦν ἡ καταδυναστεία
541
καὶ κράτος τὸ βασίλειον καὶ τὰ τῆς ἐξουσίας
542
μέχρις ἐτῶν διήρκεσε χιλίων πληρεστάτων
543
καὶ πρὸς τρισὶν ἑξήκοντα πρὸς τοῖς ἑξακοσίοις.
544
τὴν βασιλείαν πάλιν δὲ τοῦ γένους Ἀσσυρίων
545
χίλι' ἔτη ἐμέτρησαν, καὶ σὺν αὐτῇ παρῆλθον
546
τρὶς ἑκατὸν ἐνιαυτοὶ μέχρι Σαρδαναπάλου.
547
Ὁ Κρόνος τοίνυν συνοικῶν τῇ γαμετῇ τῇ Ῥέᾳ
548
σὺν ἄλλοις ἔτεκε πολλοῖς υἱοῖς καὶ τὸν Νινύαν,
549
ὃν Νινευὶ δομήτορα φασὶ τῆς θρυλουμένης.
550
μετὰ μικρὸν ὁ Κρόνος δὲ λιπὼν τὴν Ἀσσυρίαν
551
πρὸς τὴν τῶν Ἄφρων ἔδραμε χώραν τὴν ἑσπερίαν.
552
ὁ δὲ Νινύας ἔλαβε τὴν ἑαυτοῦ μητέρα
553
εἰς γαμετὴν καὶ σύνοικον ἐξ ἐρωτομανίας,
554
ἔρον νοσήσας ἀσελγῆ καὶ παρὰ φύσιν ἔρον,
555
καὶ Σεμιράμιδος αὐτῆς τοῦτο συνθελησάσης·
556
ἐξ οὗ καὶ νόμος γέγονε παρὰ τοῖς Ἀσσυρίοις
557
μητρογαμεῖν καὶ τοὺς δεσμοὺς τῆς φύσεως συγχέειν.
558
τὸ πρᾶγμα δὲ τὸ μυσαρὸν τοῦτο καὶ βδελυκτέον
559
ἐξ Ἀσσυρίων ὁρμηθὲν μετέβη καὶ πρὸς Πέρσας.
560
Ὁ βασιλεὺς Αἰγύπτου δὲ Σέσωστρις ἐν τοῖς τότε
561
μεγαλυνθεὶς καὶ κρατυνθεὶς ὑπὲρ τοὺς πρώην πάντας
562
οὐχ ἱκανὸν ἐνόμισεν ἄρχειν Αἰγύπτου μόνης.
563
καὶ δὴ στρατὸν συναγαγὼν ἐκ πάσης φυλαρχίας,
564
δορατιστὰς καὶ πελταστάς, βελεμνοτοξοφόρους,
565
θωρακοφόρους, αἰχμητάς, ἄνδρας ἀρειμανίους,
566
καὶ προσλαβὼν συμμαχικὸν ἐκ τοῦ τῶν Οὔννων ἔθνους,
567
καὶ προσεταιρισάμενος ἐν δώροις σύμπαν γένος,
568
πάσης κατέδραμε τῆς γῆς, καὶ μᾶλλον τῆς Ἀσίας,
569
καὶ πάντας κατηνάγκασε φόρους αὐτῷ προσφέρειν.
570
καὶ καθελὼν τοὺς πανταχῇ δυνάστας καὶ σατράπας
571
καὶ ταγματάρχας ἰσχυροὺς καὶ κραταιοὺς στρατάρχας
572
ὑπὸ τὴν ζεύγλην ἤγαγεν αὐτοῦ τῆς ἐξουσίας.
573
ἐνέπλησε λαφύρων δὲ καὶ σκύλων τοὺς συμμάχους,
574
τοῖς Οὔννοις δ' ἐχαρίσατο τὴν γῆν τῶν Ἀσσυρίων,
575
καὶ Πάρθους μετωνόμασε τοὺς Οὔννους ἤτοι Σκύθας.
576
καὶ νικητὴς ἀνέζευξεν ἐν ἔτεσιν ἐννέα
577
σύμπασαν χειρωσάμενος Ἀσίας ἐθναρχίαν.
578
ἐφ' οὗ καὶ τὸ βασίλειον κράτος τῶν Ἀσσυρίων
579
ἐπὶ μικρὸν ἀπώλεσεν ἣν εἶχε δυναστείαν.
580
ὡς δ' ἥρπασε καὶ Σέσωστριν θάνατος ἐκ τοῦ βίου,
581
τοῖς Ἀσσυρίοις ἤνθησε πάλιν ἡ βασιλεία
582
ὡς δένδρον ὑπὸ τοῦ πικροῦ κρυσταλλωθὲν χειμῶνος
583
καὶ μαρανθὲν καὶ νεκρωθέν, καὶ πάλιν ἀναζῆσαν
584
παραδραμόντος τοῦ δεινοῦ τῆς χειμερίας ὥρας.
585
τοῖς Ἀσσυρίοις τοιγαροῦν πάλιν ἡ σκηπτουχία
586
πρὸς τὴν προτέραν ἔφθασε τῆς τύχης εὐκληρίαν,
587
ἕως ὁ Σαρδανάπαλος ἦρξε τῶν Ἀσσυρίων,
588
γάστρις ἀνὴρ καὶ τρυφηλός, λαγνὸς καὶ γυναικίας,
589
ὃς ἐκθηλύνας ἑαυτὸν καὶ γυναιξὶ συγκλείσας
590
ὑπέγραφε τὸ πρόσωπον, ἔβαπτε τὰς ὀφρύας,
591
ἐξύρα καὶ τὸ γένειον μέχρις ἐπιδερμίδος,
592
ἐδείκνυ καὶ τὰς παρειὰς ἐψιμμυθιωμένας,
593
καὶ πᾶν τὸ πρόσωπον ἁπλῶς εἶχεν ἐξηλλαγμένον,
594
καὶ μάχλος ἦν καὶ μαλακός, χαῦνος καὶ θηλυδρίας.
595
μόνης τρυφῆς ἐφρόντιζε, μόνης ἁβρᾶς τραπέζης·
596
συνήσθιε συνέπινεν εὐνούχοις καὶ μαχλάσι,
597
καὶ πᾶς ὁ βίος ἦν αὐτῷ πλήρης ἀκολασίας.
598
αὐτὸς μὲν οὖν συγκέκλειστο σὺν γυναιξὶν ἀσέμνοις,
599
ἀθέατος ἀόρατος ἄρχουσιν ἰδιώταις,
600
θερμοῖς λουτροῖς ἐνευπαθῶν καὶ μαλακοῖς ἀμφίοις·
601
διῴκουν δὲ τὰ πράγματα τούτῳ τῆς βασιλείας
602
οἱ στρατηγοὶ τῶν πόλεων, ἐθνάρχαι καὶ χωράρχαι.
603
οὕτως ἐβίου μαλακῶς, οὕτως ἐκλύτως εἶχεν,
604
ἕως εἰς βόθρον ἑαυτὸν ἤγαγεν ἀπωλείας
605
καὶ συναπώλεσεν αὐτῷ καὶ τὰ τῆς βασιλείας.
606
Ἀρβάκης γὰρ ὁ στρατηγὸς πολλάκις ἱκετεύων
607
τὸν Σαρδανάπαλον ἰδεῖν καὶ στῆναι πρὸ προσώπου
608
(οὔποτε γὰρ ἑώρακεν αὐτόν, οὐδ' ἐν ὀνείροις),
609
καὶ τὰ πολλὰ μὲν ἀστοχῶν πρὸς τὸ πεποθημένον,
610
μόλις δ' εὑρὼν ὡς ἕρμαιον τὸ τοῦτον ἱστορῆσαι,
611
ὡς εἶδεν, ὡς ἑώρακεν ἐψιμμυθιωμένον
612
ἄτριχα λειοπώγωνα γυναικοπροσωπίαν,
613
πορφύραν διαξαίνοντα μετὰ τῶν κορασίων,
614
εὐνούχοις τε συμπαίζοντα καὶ συνασχημονοῦντα,
615
καὶ μαλακὸν καὶ παντελῶς ἀνάξιον τοῦ κράτους,
616
ἀγανακτήσας ἔπαισεν αὐτὸν ἐγχειριδίῳ,
617
καὶ τῶν ἐγκάτων ὤθησε μέχρις αὐτῶν τὸ ξίφος,
618
καὶ θάνατον ἐπότισε καὶ κύπελλον ὀλέθρου
619
τὸν μέχρι τότε τρυφηλῶς ἐκδεδιῃτημένον
620
καὶ τοῖς κρατῆρσι χαίροντα μέχρι τοῦ περιόρθρου.
621
οὕτως ἐκεῖνον ἔκτεινεν ὁ στρατηγὸς Ἀρβάκης,
622
δεινοπαθῶν εἰ λέγοιτο δοῦλος ἀνδρὸς τοιούτου.
623
Ἄλλοι δ' οὐχ οὕτω γράφουσι τὰ τοῦ Σαρδαναπάλου,
624
λέγουσι δ' ὡς ἀκούσαντες οἱ πρόσοικοι Χαλδαῖοι
625
χοιρόβιον αὐτόχρημα τυγχάνειν καὶ κτηνώδη
626
τὸν Ἀσσυρίων κράτορα τὸν Ἀνακυνδαράξου,
627
ὀρχηστοφιλοπαίγμονα, ζῶντα γυναικομίμως,
628
αὐτοῦ καταφρονήσαντες ὡς μαλακοκαρδίου,
629
ἐπῆλθον ἐκστρατεύσαντες ἐν βριαρᾷ δυνάμει,
630
καὶ συμπλακέντες τῷ στρατῷ τῷ τοῦ Σαρδαναπάλου
631
(κἀκεῖνος γὰρ ἀναμαθὼν τὴν τόλμαν τῶν Χαλδαίων
632
οὐκ ἤνεγκεν, ἀλλ' ἔπεμψεν ἄνδρας ἀξιομάχους)
633
ἐτρέψαντο τὸν στρατηγόν, ἥττησαν κατὰ κράτος,
634
καὶ νικηθεὶς ὁ στρατηγὸς ἔφευγεν ἀνὰ κράτος.
635
ὅπερ ὡς ἔγνω δείλαιος, ἀπορηθεὶς ἐκ πάντων,
636
πυρὰν ὑφῆψε λιπαρὰν ὕλαις ἀφθόνοις θρέψας,
637
καὶ τὰς χρυσᾶς συναγαγὼν καὶ λιθοστρώτους κλίνας
638
καὶ τοὺς ποικίλους στολισμοὺς καὶ τάλαντα χρυσίου
639
καὶ πᾶν ἁπλῶς βασίλειον ὅσον ἐν ἱματίοις,
640
ὅσον ἐν σκεύεσι χρυσοῖς, ἐν λίθοις, ἐν μαργάροις,
641
κατὰ πυρᾶς ἠκόντισε πάντα τῆς πολυξύλου,
642
καὶ τελευταῖον ἑαυτόν. κἀντεῦθεν οἱ Χαλδαῖοι
643
κατὰ πολλὴν τὴν ἄδειαν ἐκράτουν Ἀσσυρίων,
644
καὶ τὴν ἀρχὴν εἰς ἑαυτοὺς μεθίστων καὶ τὸ κράτος.
645
Μετ' Ἀσσυρίους τέως δ' οὖν κατῆρξαν οἱ Χαλδαῖοι,
646
καὶ τὸ τῆς τύχης παίγνιον καὶ κύβος τῶν πραγμάτων
647
ἄλλοις ἐμπαῖξαν ἱκανῶς μετέπεσεν εἰς ἄλλους.
648
ἡνίκα δὲ συνέβαινε ταῦτα τοῖς Ἀσσυρίοις,
649
Ἑβραίων ἐκυρίευεν ὁ βασιλεὺς Ὀζίας,
650
ἕβδομος ὢν ἀπὸ Δαβὶδ τοῦ προφητικωτάτου.
651
Χαλδαίων δ' ἐβασίλευσε σὺν ἄλλοις βασιλεῦσι
652
Σεναχηρὶμ ὁ σοβαρὸς καὶ γῆς τῶν Ἀσσυρίων
653
ἔθνους Βαβυλωνίων τε καὶ γένους τοῦ τῶν Μήδων·
654
ὃς ἐκστρατεύσας σοβαρῶς κατὰ τῆς Ἰουδαίας,
655
καὶ βλασφημήσας εἰς θεὸν καρδίας ἀπονοίᾳ,
656
καὶ ῥήμασι χρησάμενος ὑπερηφανεστάτοις,
657
ἐδρέψατο τἀπίχειρα τῆς ματαιοφροσύνης.
658
ἄγγελος γὰρ ὑπὸ θεοῦ πεμφθεὶς κατὰ τὴν νύκτα
659
ὤλεσε πάντα τὸν στρατὸν ξίφους συγκόψας ἄνευ,
660
εἰς ἑκατὸν ποσούμενον χιλιανδρίας ὅλας
661
σὺν ἄλλοις ὀγδοήκοντα πρὸς πεντακισχιλίοις.
662
ὁ τοίνυν πρὶν ἀγέρωχος, ὁ πρὶν ὑπερῃρμένος
663
ὡς λαγωὸς ἐγένετο ταχύπους φυγαδίας.
664
Μετὰ δὲ χρόνους βασιλεὺς ἦν Ναβουχοδονόσορ.
665
οὗτος τῆς τύχης εὐμενῶς αὐτῷ προσφερομένης
666
πάντων κατεδυνάστευσεν ἐθνῶν τῶν ἐν Ἀσίᾳ
667
καὶ πάντας ὑπηγάγετο πρὸς ἐτησίους φόρους,
668
Χαλδαίους Ἀσσυρίους τε, Μήδους, Βαβυλωνίους.
669
ὑπήκοον ἐποίησε καὶ γένος Ἰουδαίων,
670
καὶ τὴν μητρόπολιν αὐτῶν τὴν περιφανεστάτην
671
Ἱερουσαλὴμ ἐδούλωσε, καὶ πρῶτος ὑποφόρους
672
τοὺς βασιλεῖς κατέστησεν. ὡς δ' ἀπεστάτουν οὗτοι,
673
τὸ τελευταῖον ἐπελθὼν μετὰ μυρίων ὅπλων
674
(ὑπὲρ γὰρ ἄμμον ὁ στρατὸς ἦν Ναβουχοδονόσορ)
675
κατέσκαψεν εἰς ἔδαφος τὴν πόλιν τὴν ὀλβίαν,
676
καὶ πάντας τοὺς ἐξ αἵματος καὶ γένους βασιλείου
677
δορυαλώτους συλλαβὼν ἐν χώρᾳ Βαβυλῶνος
678
μετῴκισεν, ὡς ἔσοιντο τούτῳ θαλαμηπόλοι.
679
ἦν ἐν αὐτοῖς καὶ Δανιὴλ ὁ μέγας ἐν προφήταις,
680
οἱ τρεῖς τε παῖδες σὺν αὐτῷ σὺν ἄλλοις εὐγενέσι.
681
μετὰ μικρὸν δ' ὑπεραρθεὶς ὁ Ναβουχοδονόσορ
682
καὶ τὴν τῆς τύχης εὔνοιαν οὐ δυνηθεὶς βαστάσαι,
683
κἀντεῦθεν εἰς ἀπόνοιαν ἐκκυλισθεὶς ἐσχάτην
684
(αὐτὸν ἐθεοποίει γὰρ ὑπὸ φρενοπληξίας),
685
ἐταπεινώθη πρὸς θεοῦ ταπείνωμα φρικῶδες,
686
εἰς χοίρου μόρφωσιν τραπεὶς ἐξ εἴδους ἀνθρωπείου
687
καὶ ταύτην δίκην ὑποσχὼν τῆς ὑπερηφανίας.
688
Ἀλλ' ἵνα πάλιν εἰς ἀρχὴν τὸν λόγον ἀναγάγω,
689
Χαλδαίων ἐβασίλευσεν ὁ Ναβουχοδονόσορ,
690
καὶ μετ' ἐκεῖνον Μαροδάχ, καὶ μετ' αὐτὸν Βαλτάσαρ,
691
ἀμφότεροι βλαστήματα τοῦ Ναβουχοδονόσορ.
692
Βαλτάσαρ τοίνυν ἐντρυφῶν τῷ τῆς ἀρχῆς μεγέθει
693
συμπότας παρελάμβανεν αὐτοῦ τοὺς μεγιστᾶνας,
694
καὶ ταῖς τραπέζαις λιπαραῖς αὐτοὺς ἐδεξιοῦτο.
695
καὶ θέλων ἐπιδείκνυσθαι τὸ δαψιλὲς τοῦ πλούτου
696
πολυτελέσι σκεύεσιν ἐχρῆτο λιθοχρύσοις.
697
σὺν πᾶσι παρεισέφερε καὶ τοῦ ναοῦ τὰ σκεύη,
698
ἅπερ ἀφείλετο τὸ πρὶν ὁ Ναβουχοδονόσορ,
699
ἡνίκα Ἱερουσαλὴμ ἀπέκειρε τὸ κάλλος.
700
χρώμενος τοίνυν ἀδεῶς τούτοις εἰς ὑπουργίαν
701
(μεθύων γὰρ τοῖς πράγμασιν οὐδ' ὅλως ἐνενόει
702
ὡς ὁ θεὸς ἀγανακτεῖ τούτων ὑβριζομένων)
703
ἀστράγαλον ἑώρακε γράφοντα πρὸς τῷ τοίχῳ.
704
ἔλεγον δὲ τὰ γράμματα μανῆ θεκὲλ φάρες τε·
705
ἃ μηδενὸς ἰσχύσαντος ἑτέρου σαφηνίσαι
706
ὁ Δανιὴλ ἡρμήνευσε τρανῶς καὶ φιλαλήθως
707
“μερίζων διεμέρισεν ὁ κτίστης σου τὸ κράτος·
708
ἐξέκοψεν ἐθέρισε τοὺς χρόνους τῆς ἀρχῆς σου.
709
μετατεθήσεται λοιπὸν ἡ καταδυναστεία
710
καὶ θρόνος ὁ βασίλειος εἰς ἄλλην φυλαρχίαν.”
711
ταῦθ' ὁ προφήτης ἔφησεν ἐνώπιον Βαλτάσαρ,
712
μηδὲν ὑποστειλάμενος, μηδ' ὅλως ὑποτρέσας.
713
μετὰ μικρὸν ὁ Μῆδος δὲ Δαρεῖος ἐπελάσας
714
μετὰ πολλῆς δυνάμεως, ὅν φασιν Ἀστυάγην
715
παῖδες Ἑλλήνων Περσικὰς γράφοντες ἱστορίας,
716
καθεῖλε τὸν ὑπέροφρυν Βαλτάσαρ τὸν Χαλδαῖον,
717
καὶ Βαβυλῶνος ἔκαμψε τὴν σκληροτραχηλίαν,
718
καὶ Μηδικῆς ὑπόφορον ἐποίησεν ἰσχύος.
719
κἀντεῦθεν ἐκυρίευσαν οἱ Μῆδοι τῆς Ἀσίας.
720
ἀλλ' οὐδ' αὐτοῖς παρέμεινεν ἄχρι πολλῶν ἡλίων
721
τὸ κράτος τὸ βασίλειον, ἀλλ' ἀπερρύη θᾶττον.
722
τὸ κράτος δ' ὅπως ἀπ' αὐτῶν τῶν Μήδων ἐξαπέπτη,
723
ἐπιδρομάδην καὶ σαφῶς ὁ λόγος ἱστορήσει.
724
Θυγάτηρ ἦν τῷ βασιλεῖ τῶν Μήδων Ἀστυάγει
725
εὐπρόσωπος εὐπάρῃος εὔχρους εὐπρεπεστάτη·
726
Μανδάνην τὸ κοράσιον ὠνόμασεν ὁ σπείρας.
727
πρὸς ταύτην τοίνυν ὁ πατὴρ ἔσχε ζηλοτυπίαν
728
ἐξ ὀνειράτων θροηθεὶς νυκτέρων ἐξαισίων.
729
οὐροῦσαν βλέπειν ἔδοξε τὴν κόρην τὴν Μανδάνην,
730
τοσοῦτον δ' εἶναι τὸ χυθὲν ὑγρὸν ὡς ἐξισχῦσαι
731
τῆς γῆς τῆς Ἀσιάτιδος τὸ πρόσωπον καλύψαι.
732
οὗτος ὁ πρῶτος ὄνειρος, δεύτερος δ' αὖθις οὗτος·
733
ἔδοξε βλέπειν κάτωθεν ἐκ τῆς αἰδοῦς Μανδάνης
734
ἀναφυεῖσαν ἄμπελον, ὑφ' ἧς πᾶσαν Ἀσίαν
735
καὶ γένος Μήδων καὶ Περσῶν κατάσκιον γενέσθαι.
736
τοιοῖσδε γοῦν ὁ βασιλεὺς ἐκταραχθεὶς ὀνείροις
737
ὑπέτρεφεν ἀπέχθειαν λάθρᾳ κατὰ Μανδάνης,
738
πολλοὺς δὲ στρέψας λογισμοὺς περὶ τοῦ ποιητέου
739
ἔγνω κατασοφίσασθαι τὴν τύχην ἐπινοίᾳ.
740
τὴν κόρην τοίνυν ζεύγνυσιν ἀνδρί τινι Καμβύσῃ
741
(ἦν δ' ὁ Καμβύσης δυσγενὴς καὶ τῶν ταπεινοτέρων),
742
ὡς ἂν τὸ προσδοκώμενον ἐξαμαυρώσῃ κλέος,
743
τοῦ γένους τὴν λαμπρότητα θολώσας δυσγενείᾳ.
744
ὡς οὖν ἐπέγνω κύουσαν ὅσον οὐδέπω ταύτην,
745
καθῆστο καιροφυλακῶν, τὸν τόκον περιμένων.
746
μετὰ μικρὸν δ' ἐξέθορεν ἄρρεν ἐκ τῆς Μανδάνης,
747
καὶ τὸ τεχθὲν ὁ βασιλεὺς λαβὼν καὶ περιστείλας
748
Ἁρπάγῳ παραδίδωσιν, ὡς ἐξαναλωθείη.
749
ὁ δὲ βουκόλῳ δίδωσι τὸ βρέφος διαφθεῖραι,
750
ἐκτεθησόμενον βορὰν θηρίοις ὀρεστέροις.
751
τὸ μετὰ τοῦτο τί καὶ πῶς; ἔλαβεν ὁ βουκόλος,
752
εἰς τὴν οἰκίαν ἤγαγεν, εὗρε τὴν συζυγοῦσαν
753
ἄρτι νεκρὸν ἀπὸ γαστρὸς βρέφος ἐξενεγκοῦσαν.
754
δείκνυσιν ὅπερ ἔφερε, ζητεῖ τὸ ποιητέον.
755
κοινῇ γοῦν συσκεψάμενοι τὸ μὲν νεκρὸν ῥιπτοῦσι,
756
τὸ δὲ δοθὲν ἐκτρέφουσιν ὡς γνήσιον παιδίον.
757
τὸ δ' ἐφεξῆς ὡς θαυμαστόν! ἡλικιώθη Κῦρος,
758
σὺν παιδαρίοις ἔπαιζεν, ᾑρέθη βασιλεύειν,
759
ἐπέταττεν τοῖς ἥλιξιν ὡς ἤθελεν ἑκάστῳ.
760
πᾶσι μὲν οὖν τὸ κελευσθὲν ὡς τάχος ἐτελεῖτο·
761
ὁ δ' Ἀρτεμβάρου μόνον παῖς συμπαίστωρ ὢν τῷ Κύρῳ
762
ἀνηκουστήσας πέπονθε τὰ τῆς ἀνηκοΐας,
763
καθυβρισθεὶς καὶ κραταιαῖς ὑποβληθεὶς αἰκίαις.
764
ἦν δ' Ἀρτεμβάρης εὐγενὴς καὶ τῶν ὑπερεχόντων.
765
ὁ παῖς ὑβριοπαθήσας πρόσεισι τῷ τεκόντι,
766
τὴν ὕβριν φράζει τῷ πατρί, μηνύει τὰ πραχθέντα.
767
θυμὸς εὐθὺς κατέλαβε σφοδρὸς τὸν Ἀρτεμβάρην,
768
καὶ προσελθὼν τῷ βασιλεῖ τὴν ὕβριν ἀπαγγέλλει.
769
καὶ γίνεται μετάπεμπτος ὁ Κῦρος τὸ παιδίον,
770
καὶ πολυπραγμονούμενος σὺν ἀπειλαῖς βαρείαις
771
ἐν ἐλευθέρῳ στόματι τὸ πᾶν καθωμολόγει.
772
ὁ βασιλεὺς ἐθαύμασεν αὐτοῦ τὴν παρρησίαν,
773
καὶ τὸν βουκόλον ἔμελλεν αἰκίαις ὑποβάλλειν,
774
τὸν δῆθεν νομιζόμενον εἶναι πατέρα Κύρου,
775
ὡς ἂν ἐξαγορεύσειε τίνος ὁ Κῦρος τέκνον.
776
οὐκ ἤνεγκε τὰς ἀπειλὰς ἐκεῖνος ὁ βουκόλος,
777
καὶ πᾶν εὐθὺς τὸ γεγονὸς τῷ βασιλεῖ γνωρίζει.
778
κοινοῦται ταῦτα τοῖς σοφοῖς καὶ Μάγοις Ἀστυάγης·
779
ἀλλ' ἔσφηλεν, ὡς ἔοικε, τούτους ἰσχὺς ἡ θεία,
780
καὶ τὴν λαμπρότητα τὴν πρὶν αὐτοῖς ἐλπιζομένην
781
ἐν τοῖς παιγνίοις ἔφασαν ἐκβῆναι τῷ παιδίῳ.
782
καὶ τοῦτο μὲν ἠγάθυνεν ἐκείνου τὴν καρδίαν,
783
ἄλλο δὲ πάλιν ἔκνιζεν· ὡς γὰρ ἐχθρὸν ἐμίσει
784
Ἅρπαγον τὸν δυσδαίμονα, τὸν περισεσωκότα
785
τὸν Κῦρον καὶ μὴ φθείραντα μηδ' ἐξηφανικότα.
786
καὶ τοῦτον μεταπέμπεται δῆθεν εἰς πανδαισίαν
787
σὺν τῷ παιδί, τὸν Ἅρπαγον. καὶ τὸν μὲν τούτου παῖδα
788
βαρβαρικῶς ὡς ἀρνίον οἴκτιστα καταθύει,
789
ἐλθόντι δὲ…
790
ἐν…
The complete text is available when the reading interface loads.