The Greek Library Catalogue

Anonymous

Historia

Edition reference
Historia, ed. I. Bekker, Michaelis Attaliotae historia [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1853]: 3–322.
CTS identifier
urn:cts:greekLit:tlg3079.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

{ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ

ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ

ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ

ΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ.}

Σὺ μέν, ὦ θειότατε βασιλεῦ, πᾶσαν παιδείαν ἔν τε στρα-

τιωτικοῖς ὅπλοις καὶ μάχαις καὶ στρατηγίαις παντοδαπαῖς

καὶ ἀνδραγαθίαις καὶ πρὸ τῆς βασιλείας ἐξησκηκώς, καὶ φιλ-

άνθρωπος πᾶσι καὶ γαληνὸς καὶ παντὸς τύφου φαινόμενος

ὑψηλότερος, ποθεινότατος ἐλογίζου καὶ τῆς πρώτης καὶ βα-

σιλικῆς ἀξίας ἐπάξιος· βασιλεύσας δὲ ψήφῳ θεοῦ καὶ ἱκε-

σίᾳ πάντων ὁμοῦ καὶ συνθήκῃ τῶν τὰ σὰ γινωσκόντων ὑπερ-

φυῆ προτερήματα, τὸν πλοῦτον τῆς σῆς ἀγαθότητος ἔτι μᾶλ-

λον τοῖς πᾶσιν ἐξέχεας ἀφθονώτατα, ὅσῳ καὶ τὴν τιμὴν ὑπερ-

4

τέραν περιεζώσω καὶ πάντων ἐξοχωτέραν τῇ τοῦ κράτους

ὑπεροχῇ. ποικίλαις γὰρ καὶ παντοίαις τιμαῖς καὶ δώροις καὶ

ἀφθόνοις χαρίσμασι, καὶ ὅσοις οὐδὲ πάντες οἱ πρὸ σοῦ βασι-

λεύσαντες τοὺς ἐν τοῖς χρόνοις αὐτῶν ἀνθρώπους ἠμείψαντο,

κατελάμπρυνας τὸ ὑπήκοον, καὶ γέγονας τῷ ὄντι τῶν πρὸ σοῦ

βασιλέων βασιλικώτερος, ὡς καὶ τοσούτους πολεμίους καὶ τυ-

ράννους καθυποτάξας καὶ βίον ἐκ παίδων ἔχων τῶν ἀνδραγαθη-

μάτων τὸ μέγεθος. ὅθεν καὶ ἀγώνων ὑπόθεσις μεγίστη γέγονας

τοῖς περὶ λόγους ἐσπουδακόσιν εἰς τὸ συγγράφειν τῶν σῶν κα-

τορθωμάτων τὸ περιούσιον. ἐπεὶ δὲ ὥσπερ τις ὀλυμπιονί-

κης σεαυτῷ τὰ πάντα καθυπέταξας ἀκριβῶς, καὶ οὐδὲν ἀφῆ-

κας τῶν ἐπαινουμένων ἐν κόσμῳ ἀκατόρθωτόν τε καὶ ἀνυπό-

τακτον, εἶτα καὶ πρὸς τὴν ἐν τοῖς λόγοις καὶ πόνοις ὑψηλο-

τάτοις σπουδὴν ὅλον ἔτρεψας σεαυτόν, ἡμέρας μὲν τοῖς ἄθλοις

καὶ τοῖς τῶν πραγμάτων ὄχλοις πονῶν καὶ κάλλος ἀμήχανον

ἑαυτῷ ἐξυφαίνων εἰς ἑνὸς κόσμου, ἢ τό γε ἀληθέστερον εἰ-

πεῖν ὑπερκοσμίου δόξης συμπλήρωσιν, ἁλουργίδα τε καὶ στέ-

φανον οὐκ ἀποχρῶντα τῆς βασιλείας ἡγήσω παράσημα, στέ-

φανον δὲ χαρίτων καὶ ἁλουργίδα ξενοπρεπῆ δι' εὐσεβείας καὶ

φιλανθρωπίας καὶ ἀρετῆς διὰ παντὸς ἐπιδείκνυσαι, καὶ τῷ

στέψαντί σε θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ γενέσθαι ὅμοιος

περισπούδαστον ἔργον πεποίησαι, ὡς καὶ τῇ ἀναγνώσει καὶ

ἀσκήσει τῶν λόγων δικάζειν ἀρρεπῶς καὶ νομίμως καὶ πράτ-

5

τειν ἃ χρὴ καὶ πᾶσιν ὑποδεικνύειν ἀψευδὲς σύμβολον τὰ τῶν

νυκτερινῶν σου λόγων σπουδάσματα, καὶ ὡς τὰς βίβλους ἀλη-

θῶς περιέπεις καὶ τούτων ἐπιμελῶς ἀκροᾷ, μείζονα λοιπὸν

ἡμῖν τὸν ἀγῶνα καὶ ἀκμαιότερον τέθεικας, ὥστε προφέρειν

τι τῶν σῶν τουτωνὶ λογικῶν σπουδασμάτων ἐπάξιον. διὰ δὴ

ταῦτα καί τινα δέλτον συντάξας ἐκ τῶν προσεχῶς τοῖς ἡμετέ-

ροις χρόνοις γεγενημένων πράξεων ἔν τε πολέμοις καὶ μάχαις

καὶ νίκαις καὶ ἥτταις καὶ πολεμικοῖς κατορθώμασιν ἢ ἀτυχή-

μασι, προσθεὶς δὲ καὶ τὰς αἰτίας κατὰ τὸ δυνατὸν τῶν οὕτω

τετελεσμένων, εἶτα παρατείνας τὸν λόγον ἢ καὶ ἐξαρτύσας ὡς

ἐνηδύσμασί τισι τοῖς παρεμπίπτουσιν ἀπροόπτοις σημείοις,

ἀρετάς τε καὶ κακίας τῶν ἀρξάντων καὶ ἡγεμονικῶς ὑπαρ-

ξάντων ἀναταξάμενος, συνεπιπλέξας δὲ καὶ φυσικάς τινας τε-

χνολογίας καὶ ζώων ἰδέας ἀναφανείσας τοῖς τότε καιροῖς, καὶ

ἁπλῶς ποικίλην τινὰ βίβλον ὥσπερ λειμῶνα τοῖς ἄνθεσι βρύ-

ουσαν ἀποτερματίσας ἐπὶ ἐξηγήσει τούτων ἁπάντων (καὶ γὰρ

εἰ καὶ περὶ τῶν ἡμῖν ἐγνωσμένων φθέγγεται, ἀλλ' ἡ τῶν

καινοπρεπῶν χύσις οὐ βούλεται ταῦτα σιγῇ παρελθεῖν καὶ εἰς

λήθην τούτων τοὺς ἀνθρώπους ἐλθεῖν), ταύτην ὥσπερ τι καλ-

λιέρημα καὶ δεξίωμα δουλικὸν τῇ σῇ φιλανθρωπίᾳ καὶ φιλο-

χρίστῳ σπουδῇ ἀναφέρω καὶ ἀνατίθημι, ὡς ἂν τῇ ταύ-

της κρίσει καὶ μεγαλοφυεῖ διαγνώσει διατεθῇ τὰ καλῶς

6

ἔχοντα, καὶ εἰ μή τι ἄλλο, τόγε πρόθυμον τῆς ἐμῆς δουλώ-

σεώς τε καὶ πίστεως εὐπρόσδεκτον λογισθῇ θυμίαμα τῇ σῇ

βασιλικωτάτῃ καὶ φιλανθρώπῳ μεγαλειότητι, μετρεῖν εἰδυίᾳ

μὴ τῇ ἀξίᾳ τοῦ διδομένου ἀλλὰ τῇ διαθέσει καὶ πίστει τοῦ

διδόντος τὸ ἀνταπόδομα.

7

{ΙΣΤΟΡΙΑ ΕΚΤΕΘΕΙΣΑ ΠΑΡΑ ΜΙΧΑΗΛ,

ΑΙΔΕΣΙΜΩΤΑΤΟΥ ΚΡΙΤΟΥ ΕΠΙ ΤΟΥ

ΙΠΠΟΔΡΟΜΟΥ ΚΑΙ ΤΟΥ ΒΗΛΟΥ, ΤΟΥ

ΑΤΤΑΛΕΙΑΤΟΥ.}

Τὸ τῆς ἱστορίας χρῆμα πολλοῖς τῶν πάλαι σοφῶν σπου-

δασθὲν οὐ παρέργως, χρήσιμον ἐς τὰ μάλιστα κατεφάνη τῷ

βίῳ, τοὺς τῶν ἀρίστων καὶ μὴ τοιούτων βίους ἀνακαλύπτον,

καὶ πράξεις ἐπιφανεῖς ἐξ ἀνεπιλήπτου βουλῆς καὶ σπουδῆς

διαγράφον, καὶ ἀδοξίας αὖ πάλιν ἐκ δυσβουλίας ἢ ὀλιγωρίας

τῶν προεστώτων τοῖς πράγμασιν, ἐξαιρέτως δὲ τῶν ἀρχικὴν

μετιόντων ἀξίαν, ὅπως ἄλλοι μὲν ἐξ ἐπιμελοῦς στρατηγίας

προφανεῖς κινδύνους κατηγωνίσαντο, καὶ ὅπως ἕτεροι, τῆς νί-

κης ἤδη προσμειδιᾶν ἐπειγομένης αὐτοῖς, διέφθειραν τὰς ἐπὶ

τὸ κρεῖττον ἐλπίδας, μὴ συνετῶς χρησάμενοι τοῖς ἐμπίπτουσι.

ταῦτα τοίνυν διὰ τῆς ἱστορίας ἀπογυμνούμενα, πολλήν, ὡς

8

ἔφαμεν, εἰσενηνοχότα τὴν χρησιμότητα, διδασκαλία σαφὴς

χρηματίζοντα καὶ ῥυθμὸς τῶν μετέπειτα, πρὸς μίμησιν ἀτε-

χνῶς ἕλκοντα τῶν εὖ διακεκριμένων καὶ ἀποτροπὴν τῶν ἀσυμ-

βούλως καὶ δυσκλεῶς πεπραγμένων ἐν πολέμοις καὶ μάχαις

καὶ λοιποῖς ἀναγκαιοτάτοις ἐπιχειρήμασι καὶ προβλήμασι. διὸ

δὴ ἔδοξε κἀμοί, καίτοι μυρίαις ἀσχολίαις ἀλύοντι περὶ τὸ

στρατόπεδον καὶ δικαστικοῖς διαλόγοις ἀεὶ περιδονουμένῳ καὶ

ὅσαι ὧραι τοῖς ἐξ αὐτῶν συγγράμμασι κάμνοντι, προσθήκην

ἐμποιῆσαι τοῖς πόνοις καὶ μικρὰ ἄττα διαλαβεῖν βραχεῖ τινι

ῥήματι καὶ ἁπλοϊκῷ, καθὰ προσήκει τοῖς ἱστορίας συγγρά-

φουσιν, ὅτι μὴ ἀγωνιστικὸς ὁ λόγος καὶ διὰ τοῦτο μεθόδου

προσδεόμενος τεχνικῆς, ἀλλ' ἱστορικὸς καὶ διπλόης ἁπάσης

καὶ ἀκαιρολογίας ἀνώτερος, περὶ ὧν οὐκ ἀκοῇ καὶ μύθοις

ἑτέρων παρέλαβον, ἀλλ' ὧν αὐτὸς αὐτόπτης καὶ θεατὴς ἐχρη-

μάτισα, ἵνα μὴ λήθης βυθοῖς διὰ τῆς τοῦ χρόνου παραρροῆς

τὰ λόγου καὶ ἄξια συγχωσθεῖεν, ἀλλὰ τὴν μνήμην ἀθάνατον

ἔχωσιν.

Ἄρτι τὰ Ῥωμαίων σκῆπτρα διέποντος τοῦ τῆς εὐσεβοῦς

λήξεως βασιλέως Μιχαήλ, ᾧ πατρὶς ἡ τῶν Παφλαγόνων ἐγ-

νωρίζετο ἐπαρχία, κατεπολεμήθη τὸ τῶν Ἀγαρηνῶν φῦλον

πρὸς ἑσπέραν ἐν Σικελίᾳ ναυτικαῖς τε καὶ πεζικαῖς Ῥωμαίων

9

δυνάμεσι· καὶ εἰ μὴ διαβληθεὶς περὶ τυραννίδος ὁ τὴν στρα-

τηγίαν τῶν ὅλων ἐμπιστευθεὶς Γεώργιος ἐκεῖνος ὁ Μανιάκης

ἐκ μέσου γέγονε, καὶ ἄλλοις ἀνετέθη τὰ τοῦ πολέμου, κἂν

ὑπὸ Ῥωμαίοις ἐτέλει νυνὶ νῆσος οὕτω μεγάλη καὶ περιβόητος

καὶ πόλεσι περιεζωσμένη μεγίσταις καὶ τῶν ἄλλων χρηστῶν

οὐδενὸς ἀποδέουσα. νῦν δὲ ὁ φθόνος καὶ τὸν ἄνδρα καὶ τὰς

πράξεις καὶ τοσοῦτον κατειργάσατο ἔργον· αἰσχρῶς γὰρ καὶ

ἀγεννῶς βουλευσαμένων τῶν ὕστερον στρατηγῶν σὺν αὐτῇ

καὶ τὸ πλεῖστον τοῦ στρατεύματος ἀπολώλει Ῥωμαίοις. οὐ

μὴν δὲ ἀλλὰ καὶ οἵ ποτε σύμμαχοι καὶ τῆς ἰσοπολιτείας ἡμῖν

συμμετέχοντες, ὡς καὶ αὐτῆς τῆς θρησκείας, Ἀλβανοὶ καὶ

Λατῖνοι ὅσοι μετὰ τὴν ἑσπερίαν Ῥώμην τοῖς Ἰταλικοῖς πλη-

σιάζουσι μέρεσι, πολέμιοι παραλογώτατοι ἐχρημάτισαν ἐμπε-

παρῳνηκότος εἰς τὸν ἄρχοντα τούτων τοῦ τότε τὴν στρατη-

γίαν ἰθύνοντος Μιχαὴλ δουκὸς τοῦ Δοκειανοῦ.

Ἀλλὰ περὶ μὲν τούτων ἅλις· Μυσοὶ δέ, οἷς εἰδικὴ προ-

σηγορία τὸ τῶν Βουλγάρων καθέστηκεν ὄνομα, τηνικαῦτα

τοὺς τῆς δουλώσεως ἀποπτύσαντες χαλινοὺς εἰς ἀποστασίαν

προκεχωρήκεσαν, καὶ τὸν βασιλέα περὶ τὰ ἐν Θεσσαλονίκῃ

διατρίβοντα ὅρια, καὶ μόνους τοὺς ἐν τῇ αὐλῇ σωματοφύλα-

κας ἔχοντα ὡς διὰ φιλίας παροδεύοντα γῆς, ἰταμῶς συνεδίω-

ξαν· ἐξαρτύσας δ' οὗτος ἅμα τῷ εἰς τὴν βασιλεύουσαν εἰσιέ-

10

ναι τὰ περὶ τὸν πόλεμον εὐθαρσῶς, καὶ τῆς ἐνοχλούσης

ἀσθενείας ἐπιλαθόμενος (καὶ γὰρ ἦν τοῖς ἐπιληπτικοῖς, ὡς

δέ τινες μελαγχολικοῖς κάτοχος), θᾶττον ἐξ ἁπασῶν τῶν

ἐπαρχιῶν συνεστήσατο στρατιάν, καὶ μετὰ τῶν δυνάμεων τῇ

Σαρδικῇ τῇ νῦν λεγομένῃ Τριαδίτζῃ καὶ δι' αὐτῆς Ἰλλυρικῷ

προσβαλὼν κατὰ κράτος τοὺς ἀποστατήσαντας ἐτροπώσατο,

καὶ τὴν χώραν αὐτῶν πολλὴν καὶ μεγάλην καὶ στενόπορον

οὖσαν, καὶ χρόνοις πολλοῖς ἀνταγωνιζομένην τοῖς πρὸ τοῦ

βασιλεῦσι διὰ τὸ δυσεξίτητον τῶν ἐν αὐτῇ αὐλώνων, ἰσχυρῶς

παρεστήσατο, καὶ ἀθιγὴς ἐκεῖθεν ἀνέζευξε, τὰ ἐν ταύτῃ κατα-

στησάμενος πράγματα, καὶ τὸν ἐπιφανῆ λαμπρῶς κατηγάγετο

θρίαμβον, καὶ ἀγῶνα ἱππικόν τε καὶ πεζικὸν ἑορτάσας οὕτω

δι' ὀλίγου τὸν ἐνταῦθα βίον κατέστρεψε, πολλὰ τῆς ἀρετῆς

καταλιπὼν εἰκονίσματα, ζήσας ἐν τῇ βασιλείᾳ χρόνους ζʹ καὶ

μῆνας ζʹ.

Τῆς δὲ συζύγου τούτου καὶ βασιλίδος Ζωῆς ἐν τοῖς

κατὰ νότον ἀνακτόροις ἐπανελθούσης ἀπὸ τῶν βορειοτέρων

μερῶν τῆς πόλεως (ἐκεῖσε γὰρ ὁ βασιλεὺς περὶ τὴν τῶν ἁγίων

ἀναργύρων μονὴν τὸν χοῦν ἐναπέθετο) σύλλογος εἶχε τὴν με-

γαλόπολιν, καθὰ φιλεῖ ταῖς μεταβολαῖς τῶν πραγμάτων ἐγγί-

νεσθαι. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ βασιλεὺς ἀνηγορεύθη Μι-

χαὴλ ὁ τοῦ προαπελθόντος βασιλέως ἀδελφιδοῦς, τὴν Καίσα-

11

ρος τύχην ἐκ πολλῶν ἕλκων χρόνων, εἶτα τῇ ἀνακτορίσσῃ θέ-

σει χρηματίσας υἱός, καὶ ὅρκοις φρικωδεστάτοις, οὐ μέλανι

ἀλλ' αἵματι ἀχράντῳ τοῦ θεανθρώπου λόγου καὶ χειρὶ τοῦ

μείζονος ἐν γεννητοῖς γυναικῶν βαπτιστοῦ ἐνσεσημασμένοις,

ἀνόθευτον τὴν πρὸς αὐτὴν τάχα βεβαιωσάμενος πίστιν. καὶ

ἦν ὁ ἀνὴρ ἐπὶ μὲν τῆς προτέρας διαγωγῆς κακιζόμενος καὶ

τοῖς ἐπαινετῶς πολιτευομένοις μὴ συναπτόμενος, ἐπὶ δὲ τῆς

βασιλικῆς ἀναβάσεως καὶ λίαν ἐγκωμιαζόμενός τε καὶ σεμνυ-

νόμενος, οἷα φιλοτίμως ἄρτι πρῶτον ὑπὲρ τοὺς πρὸ αὐτοῦ βε-

βασιλευκότας τῇ συγκλήτῳ καὶ τοῖς ἄλλοις προσφερόμενος

ὑπηκόοις, καὶ τιμαῖς περιβλέπτοις καὶ ἀξιώμασι πλείστους ὅσους

καταγεραίρων, καὶ τὴν εὐνομίαν, εἴπερ τις ἄλλος, σπουδάζων

ἀνεγερθῆναι, καὶ τῶν ἀδικουμένων ἐκδικητὴς ἀναφαινόμενος

ἀπαραίτητος, καὶ δικαιοσύνην τῶν ἄλλων ἁπάντων ὑπεραίρων

καὶ προτιμώμενος. ἐξήγαγε γὰρ καὶ τῆς χρονίας φρουρᾶς

τόν τε Κωνσταντῖνον ἐκεῖνον τὸν Δαλασσηνόν, ὡς ὕποπτον

περὶ τῆς βασιλείας ἐν πύργῳ ἀποκλεισθέντα παρὰ τοῦ θείου

αὐτοῦ, καὶ τὸν πατρίκιον ἐκεῖνον Γεώργιον τὸν Μανιάκην,

ὃν καὶ τῷ τῶν μαγίστρων τετιμηκὼς ἀξιώματι καὶ κατεπάνω

Ἰταλίας προεχειρίσατο. τοὺς δὲ συγγενεῖς αὑτοῦ, πολλοὺς μὲν

καὶ πλουσίους φορτικοὺς δὲ δοκοῦντας τῷ βάρει τῶν πράξεων,

ἄρδην ἐκ μέσου πεποίηκε, τὸν μὲν ἐξάρχοντα τούτων Ἰωάν-

νην μοναχὸν καὶ ὀρφανοτρόφον, ὃς τὴν τῶν πραγμάτων εἶχεν

12

ὡς βασιλεὺς διοίκησιν, ἀϊδίῳ ἐλάσας φυγῇ, τοὺς δὲ λοιποὺς

ἀκμῆτας καὶ τὸν ἴουλον ἐπανθοῦντας, οὓς δὲ καὶ προσήβους,

ἐκτομίας ἀπεργασάμενος. καὶ τὸ γένος αὐτοῦ τοῦτον τὸν

τρόπον καταστρέψας, ἄφρονα ζῆλον προσφέρειν τοῖς συνετοῖς

ἔδοξεν, ἐψιλωμένον ἑαυτὸν τοσαύτης βοηθείας καὶ συγγενικῆς

βοηθείας ἀπεργασάμενος.

Ἀμέλει τοῦ καὶ κατὰ τὴν θείαν καὶ πάνδημον ἑορτὴν τῆς

ὑπερφυοῦς ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἥτις πάσχα

σωτήριον τοῖς ὀρθοδόξως δοξάζουσι διωνόμασται, τῆς βασιλι-

κῆς εὐτρεπιζομένης προόδου οἱ τῆς ἀγορᾶς προεξάρχοντες,

πέπλα σηρικὰ πολυτελῶς ἐξυφασμένα τῇ γῇ καταστρώσαντες

ἀπ' αὐτῶν τῶν ἀνακτόρων μέχρι τῶν τοῦ σεβασμίου καὶ με-

γίστου ναοῦ τῆς τοῦ θεοῦ λόγον ἁγίας σοφίας πυλῶν, ἐπὶ

τούτοις τὸν βασιλέα μετὰ τῆς δορυφορούσης αὐτὸν εὐταξίας

διελθεῖν φιλοτίμως παρεσκευάκασι. μετὰ δὲ ταῦτα καὶ κατὰ

τὴν νέαν κυριακὴν ἐφίππου τῆς προόδου γεγενημένης ἐπερι-

πετάννυντο ὧδε κἀκεῖσε τὰ πολυτελῆ τῶν ὑφασμάτων καὶ τί-

μια, καὶ κόσμος ἄλλος χρυσῷ καὶ ἀργύρῳ καταστράπτων συ-

νεχῶς ὑπερήρτητο, καὶ πᾶν τὸ τῆς ἀγορᾶς στεφανηφοροῦν

καὶ οἷον ἑορτάζον χαρμόσυνά τινα καὶ σωτηριώδη κατελαμ-

πρύνετο· ἡ δὲ προπομπὴ θαυμαστὴ τῷ ὄντι καὶ βασιλική,

πανταχόθεν εὐφημίαις συγκροτουμένη καὶ χάρισι καὶ παια-

νισμοῖς ἐξαιρομένη τῆς πόλεως, πλὴν ὅσον τὸ τοῦ συνήθους

13

πρωιαίτερον γενομένης τῆς προελεύσεως ἔκπληξις κατεῖχε τοὺς

συνετωτέρους τῶν θεατῶν, συμβάλλοντας ὅπως πρὸ τοῦ κατα-

σκευασθῆναι τὸ θέατρον καὶ πλησθῆναι τὰς ἀγυιὰς κατεσπου-

δασμένην ὁ βασιλεὺς τὴν πρόοδον ἐναπέδειξε· καὶ οἰωνὸς

οὐκ ἀγαθὸς ἐδόκει τὸ ἔξωρον. τέως δὲ τὸν μὲν βασιλέα αὖ-

θις ὑποστρέψαντα ἐκ τοῦ μεγίστου ναοῦ τῶν κορυφαίων ἀπο-

στόλων εἶχε τὸ παλάτιον, μέγα φρονοῦντα τῷ τυχεῖν τοιαύ-

της ἀποδοχῆς τε καὶ προπομπῆς, τὴν δὲ δέσποιναν πρὸς τὴν

ἑσπέραν ἡ Πρίγκιπος (νῆσος δὲ αὕτη τῆς βασιλευούσης οὐ

πόρρω) μελαμφοροῦσαν καὶ κεκαρμένην τὰς τρίχας.

Τῇ δ' ἐπαύριον ἔτι τοῖς πολλοῖς ἀγνώστου καθεστῶτος

τοῦ πράγματος, φιλοτιμία περὶ τῶν διηγημάτων τῆς παρελ-

θούσης ἡμέρας ἐγίνετο, τοῦ μὲν τάδε τοῦ δὲ τάδε θαυμαστι-

κῶς ἐπιλέγοντος, καὶ ἄλλου προφθάνειν ἐπειγομένου τὸ παρε-

θέν, καὶ πάντων ἀποσεμνύνειν βουλομένων τὰ κράτιστα. ὡς

δὲ κατέπτη τὰ τοῦ πάθους τῷ δήμῳ καὶ περιέδραμεν ἡ φήμη

τοὺς περικύκλῳ, εὐθὺς ἦν ἰδεῖν ἀθρόον τὴν ἐναντίαν μεταβο-

λὴν κατασχοῦσαν τοὺς σύμπαντας, καὶ ἀντεσηκώθη τοῖς χαρ-

μοσύνοις τὰ σκυθρωπά, καὶ ἀντὶ τιμῆς καὶ φιλοτιμίας, ἣν

πρὸς τὸν κρατοῦντα ἐδείκνυον, μῖσος ἄσπονδον ἐξηγείρετο, καὶ

ἄλλος ἄλλου θερμότερος ἔσπευδε γενέσθαι καὶ τῆς κατ' αὐ-

τοῦ προκατάρξασθαι δυσμενείας καὶ ἀναιδείας. ταῦτα μεμα-

14

θηκὼς ὁ βασιλεύς, καὶ βουλόμενος καταστεῖλαι τὸ φλεγμαῖνον

τοῦ πάθους τῶν Βυζαντίων, ἔγγραφόν τι ποιεῖται τούτοις κατὰ

τὸν ἐπισημότερον τόπον τοῦ φόρου ἐπαναγνωσθησόμενον, με-

ταφέρον τὰς αἰτίας ἐπὶ τὴν πεπονθυῖαν, ὡς αὐτῆς τῆς βου-

λῆς προκαταρξαμένης ἀνδρικώτερον οὗτος τὸ προβούλευμα

κατειργάσατο, σκῆψιν πάντως ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς

προμηθούμενος ψευδεπίπλαστον, ἵνα περιτρέψῃ τὰς τῶν πε-

πονθότων ψυχὰς καὶ ὃν ὑπώπτευε διαδράσειε κίνδυνον. ἔλαθε

δὲ τὸν καπνὸν ὑπεκκλίνων εἰσβαλὼν εἰς τὸ πῦρ. τοῦ γὰρ

πιττακίου ἀναπτυχθέντος πλεῖστος ὄχλος ἐπέρρευσεν εἰς τὴν

ἀκρόασιν, καὶ οὐδὲ δευτέραν φωνὴν τοῦ ἀναγινώσκοντος προε-

μένου ἤρξατο τὸ πλῆθος δίκην ἀγριαινομένης θαλάσσης ἐξοι-

δοῦσθαί τε καὶ οἷον κυμαίνεσθαι, καί τις πρῶτος τῶν ἄλλων

ὑβριστικὴν φωνὴν ἀφιεὶς καὶ λίθου βολὴν ἐπαφῆκε σὺν τῇ

φωνῇ. αὐτίκα οὖν τὸ περικεχυμένον πλῆθος ἐκεῖσε, ὥσπερ ὑφ'

ἡγεμόνι τῷδε τῷ δημοτικῷ στρατηγούμενον, τὴν ὁμοίαν γνώ-

μην καὶ γλῶτταν ἐξέρρηξε καὶ κατὰ τοῦ ἐπάρχου μετὰ

βοῆς καὶ ἀλαλαγμῶν ἐξορμήσαντες οἱ πάροντες, ὡς εἶχον θυ-

μοῦ καὶ ὀργῆς, καὶ τὰς τῶν ἐμπόρων καταστρέψαντες κραβ-

βατίνας ὅπλοις ἀγχεμάχοις τούτοις κατὰ τῶν τῆς βασιλικῆς

μοίρας καὶ τῶν ἐπαρχικῶν κατεχρήσαντο. καὶ τούτους ἄρδην

καταβαλόντες καὶ φυγεῖν αἰσχρῶς ἀναγκάσαντες οὐ διασκε-

δάσθησαν, οἷα τὰ τοῦ συμμιγοῦς πλήθους καὶ χηρεύοντα ἀρ-

15

χηγοῦ, ἀλλ' ὥσπερ ἄνωθεν στρατηγούμενοι γενναιοτέροις βου-

λεύμασι πρὸς τὸ καρτερώτερον ἀνελάμβανον ἑαυτούς, καὶ

προσθήκην ἑκάστης ὥρας ἐκ τῶν συρρεόντων ἐλάμβανον. τὸ

δὲ κεφάλαιον τῆς βουλῆς, μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναί τι

καὶ ἀναβεβλημένον παθεῖν, ἀλλὰ τὸν ἀχάριστον καὶ ἀγνώμονα

περὶ τὴν εὐεργέτιν, καὶ ἀδικίαν κατὰ τῶν φρικωδεστάτων

ὅρκων πεποιηκότα, τῆς ἀρχῆς καθελεῖν ὡς ἀλιτήριον καὶ ταύ-

της ἀνάξιον. βοὴ δὲ τούτοις οὐκ ἄσημος τὸ ποιητέον ἐπέ-

τρεπε. καὶ οἱ μὲν τὰς φρουρὰς καθελόντες τοὺς φυλακίτας

τῶν δεσμῶν ἠλευθέρουν καὶ κοινωνοὺς ἐποιοῦντο τῆς διεγέρ-

σεως καὶ τῆς ἐπιτετραμμένης αὐτοῖς ἐνδιαθέτοις ὁρμαῖς ἐκ-

δικήσεως, οἱ δὲ τὰ ἀνάκτορα κατελάμβανον καὶ πόλεμον πο-

λιτικὸν ἀνερρίπιζον. ἄλλοι τὰς οἰκίας τῶν κατὰ γένος προ-

σηκόντων τῷ βασιλεῖ καὶ μεγάλα δυναμένων τῷ κατ' ἐκεῖνο

καιροῦ περιστοιχίσαντες ἐξ ἐφόδου κατήρειπον, καὶ τὸν πλοῦ-

τον πολλοῖς ἀδικήμασι καὶ στεναγμοῖς πενήτων ἀποτεθησαυ-

ρισμένον ἐξήντλουν. οὐδὲ ναοὶ καὶ σεμνεῖα παρ' αὐτῶν πο-

λυτελῶς καὶ πλουσίως ἀνεγερθέντα φειδοῦς ἠξίωντο, ἐλαφυ-

ραγωγοῦντο δὲ καὶ αὐτὰ καὶ ὡς ἐναγῆ ἐβεβήλωντό τε καὶ

διηρπάζοντο. ἕτεροι κατὰ τὸ τέμενος τῆς τοῦ θεοῦ λόγου

ἁγίας σοφίας εἰσρεύσαντες τὸν πατριάρχην αὐτὸν τὴν ἱεραρ-

χικὴν στολὴν ἀμπεχόμενον κατεβίβασαν, ἐκβιαζόμενοι τὴν

κληρονόμον καὶ δέσποιναν μὴ περιιδεῖν τὰ ἔσχατα πάσχουσαν

ἀδίκως παρὰ τοῦ ἐπεισάντου καὶ ἀντὶ τῆς μεγίστης εὐεργε-

16

σίας ὕβριν παθοῦσαν ἀνήκεστον. ἔσχον οὖν τοῦ δικαίου τού-

του συλλήπτορα ζήλου καὶ τὸν ἁγιώτατον τοῦτον ἄνδρα. Ἀλέ-

ξιος ἦν, ὁ πρὸ τοῦ τὴν μοναχικὴν πολιτείαν ἀκριβωσάμενος.

καὶ ἀνάγουσι, γνώμῃ καὶ τινῶν τῶν ἐν τέλει, τὴν ὁμαίμονα

τῆς παθούσης δεσποίνης (Θεοδώρα ταύτῃ τὸ ὄνομα) ἐξ ἑνὸς

τῶν Πετρίων, ἐν ᾧ χρόνοις πολλοῖς ἰδιωτικῶς μονονουχὶ ἐβιό-

τευσε. πείθουσι γὰρ αὐτὴν γυναικείας αἰδοῦς καὶ ἀσθενείας

ἐπιλαθέσθαι, καὶ τούτοις ἀκολουθῆσαι παρασκευῆς οὕτω καὶ

γνώμης ἔχουσι, πάντα ῥᾳδίως οἴσειν καὶ ταύτης προκινδυνεῦ-

σαι καὶ τῆς αὐταδέλφης αὐτῆς, καὶ φόβου παντὸς ἀπαλλά-

ξαι καὶ κινδύνου τοῦ πολεμήτορος. ἐποχηθεῖσα τοίνυν ἐφ'

ἵππον πρόεισι, δορυφορουμένη λαμπρῶς μυριάνδροις ὅπλοις,

καὶ φυλακαῖς ἀκαθαιρέτοις περιειλημμένη καὶ προκατειλημ-

μένη τὰς διεξόδους, ὁμοίως διὰ μέσης τῆς πόλεως, παρὰ πάν-

των εὐφημουμένη, καὶ προτρεπομένη μὴ ἐνδοῦναι πρὸς τὸ

ἀγώνισμα καὶ τὴν τοῦ ἀναιρέτου καθαίρεσιν. διασωθεῖσα οὖν

πρὸς τὸν περιβόητον καὶ θεῖον ναὸν ἑσπέρας οὔσης βαθείας

ἄνεισιν εἰς τὰς τοῦ πατριάρχου διαγωγάς, καὶ τῷ πλήθει τὰς

ὄψεις αὐτῆς εἰς τὸν ναὸν ἐπαφίησι· καὶ παρ' ἐκείνων ἔτι

παρεγγυηθεῖσα θαρρεῖν οὕτω διανυκτερεύει, συγκαλεσαμένη

πάντας τοὺς ἐν τέλει ταχέως, καὶ παντὸς ψιλώσασα τὸν ἀν-

τικείμενον βασιλέα δυνάμεως, ἀρχάς τε εὐθὺς λαμπρὰς καὶ

ἀγορανομικὰς ἀποδείξασα, καὶ τὸ κράτος τῆς βασιλείας δεξιῶς

περιεζωσμένη.

17

Ὀρθριώτερον δὲ προσβαλόντων τοῖς ἀνακτόροις στρα-

τιωτικῶν ἀνδρῶν καὶ γενναίων μετὰ ῥοίζου πολλοῦ καὶ βοῆς

καὶ ἠχῆς σαλπίγγων τε καὶ βυκίνων, ὥσπερ τυφῶνι βληθεὶς ὁ

βασιλεὺς τῷ ἐξαισίῳ τῆς ταραχῆς, τῶν ἀνακτόρων ἐκδὺς φυ-

γὰς ᾤχετο διαπόντιος εἰς τὴν τοῦ Στουδίου μονήν, καὶ περιε-

χόμενος τῶν ἀδύτων ἀπαθὴς ἐφιλονείκει συντηρηθῆναι καὶ

μὴ δίκας δοῦναι τοῦ ἀνοσιουργήματος. ἀλλ' ἡ δίκη τὴν κα-

ταδίκην αὐτῷ οὐκ εἰς μακρὰν ἀνεβάλετο. ἅπαντες γὰρ βρύ-

χοντες κατ' αὐτοῦ εἰσήλασαν εἰς τὸ ἱερόν, καὶ βίᾳ τοῦτον

ἐκτὸς ἑλκύσαντες ἡμιόνῳ τῶν εὐτελεστέρων καὶ ταπεινῶν φόρ-

τον τοῦτον τιθέασι καταγέλαστον. καὶ ἄχρι τοῦ Σίγματος

φθάσαντος δόγμα κατεφοίτησε τῆς Αὐγούστης, τὴν πήρωσιν τῶν

ὀφθαλμῶν αὐτοῦ καὶ τοῦ πατραδέλφου αὐτοῦ τοῦ νωβελλισίμου

αὐτίκα ἐγκελευόμενον· συνῆν γὰρ καὶ οὗτος αὐτῷ, σύμβουλος

ἅμα καὶ συλλήπτωρ καὶ τῆς οἰκτρᾶς ταύτης τύχης κοινωνὸς κα-

θιστάμενος. κατενεχθέντες οὖν τῶν ἡμιόνων ἀτίμως, πάντων

ὁρώντων, τὰς κόρας τῶν ὀφθαλμῶν ἐκεντήθησαν. καὶ συνα-

ποβάλλουσι τὰς ὄψεις τῇ βασιλείᾳ, καὶ μοναχικῇ παραδίδον-

ται βιοτῇ, διήγημα γενόμενοι σκυθρωπὸν τοῖς μετέπειτα, καὶ

πρὸς τὸ κρεῖττον ἐπανόρθωσις τῶν ἀγνωμονεῖν ἐθελόντων

πρὸς τοὺς εὐεργετήσαντας. ἐβασίλευσε δὲ ὁ Μιχαὴλ οὗτος

μῆνας μόνους πέντε.

Τῆς δὲ δεσποίνης ἐκ τῆς ὑπερορίας ἐπανελθούσης καὶ

τὴν βασιλείαν αὖθις ἀναλαβούσης, συνέρχεται ταύτῃ καὶ ἡ

18

ὁμαίμων ἐκτὸς ναοῦ, καὶ γίνεται συμφυΐα καὶ ἀλληλουχία

ὥσπερ τοῦ αἵματος οὕτω δὴ καὶ τῆς κατὰ τὴν βασιλείαν κοι-

νωνικῆς διαθέσεως, καὶ αὐτοκράτορες ἄμφω θαυμασίως ἀνα-

γορεύονται. καὶ χρόνον τινὰ δι' ἑαυτῶν ἰθύνασαι τὴν ἀρχὴν,

τῆς ὑπερορίας ἀνακαλοῦνται Κωνσταντῖνον τὸν Μονομάχον,

ἀριστοκρατικὸν ἄνδρα καὶ θρέμμα τῆς πόλεως, ὕποπτον δὲ ὄντα

διὰ τὴν ἀρχήν, καὶ διὰ τοῦτο παρὰ τῶν πρώην κρατούντων φυ-

γαδευόμενον. καὶ παραχωρεῖ πάλιν τῆς συζυγίας ἡ Θεοδώρα

τῇ αὐταδελφῇ Ζωῇ, καὶ τὸν ἄζυγα βίον αἱρεῖται, ὃν ἐκ παί-

δων καὶ μέχρι γήρως τῆς ἐσχάτης ἡμέρας ἐξήσκησεν.

Εὐεργετικώτερος δὲ τοῦ προβεβασιλευκότος ὁ Μονομά-

χος ἀποδειχθείς, καὶ πάντας σχεδὸν βασιλικοῖς ἀξιώμασι καὶ

δωρήμασι φιλοτίμοις ἀποσεμνύνας, ἠγάθυνε τὸ ὑπήκοον· ἐξ-

αίφνης δὲ νέφος ἐκ τῆς ἑσπέρας ἐγείρεται τετριγὸς καὶ ὀλέ-

θριον καὶ πανωλεθρίαν αὐτῷ καὶ τῆς βασιλείας ἀπέλασιν

ἀπειλοῦν, ἀνὴρ αἱμοχαρὴς καὶ γενναῖος, ὁ προμνημονευθεὶς

Γεώργιος, ᾧ Μανιάκης ἐπώνυμον, ἐκ τῆς Ἰταλικῆς ἀρχῆς

ἐπαναστὰς μετὰ τῶν ἐκεῖσε συνόντων στρατιωτῶν Ῥωμαίων

καὶ Ἀλβανῶν, διὰ παρόρασιν τοῦ βασιλέως ἀνιαθεὶς καὶ

προηγησαμένας ἔχθρας μετ' αὐτοῦ δεδιώς. καὶ τὰ μὲν λοιπὰ

τῶν συναντησάντων στρατεύματα συνετάραξε καὶ κατέβαλε,

πρὸ δύο δὲ τῆς Θεσσαλονίκης ἡμερῶν στρατοπεδευσάμενος

περὶ δείλην ὀψίαν προσβάλλει τῷ μεγίστῳ βασιλικῷ στρατο-

19

πέδῳ· καὶ γὰρ ἦν ἐξεστρατευμένος ὁ παρὰ βασιλέως ἀπο-

σταλεὶς μετὰ τῶν Ῥωμαϊκῶν δυνάμεων εἰς ἀντιπαράταξιν.

καὶ πολλὰ δράσας τοῖς βασιλικοῖς στρατιώταις, καὶ καταπλή-

ξας τῇ ἀνυποίστῳ τούτου φορᾷ καὶ τοῖς οἰκειοχείροις πλη-

γαῖς (καὶ γὰρ οὗτος τοῦ πλήθους προεπολέμει τε καὶ προε-

κινδύνευε, καὶ οὐκ ἦν ὃς τῷ φασγάνῳ τούτου τραυματισθεὶς

οὐ τῷ ἡμίσει καὶ πλείονι περιερρήγνυτο σώματι· τοιοῦτος

ἀκαταγώνιστος καὶ σταθηρὸς ἐγινώσκετο, μέγας ὁμοῦ καὶ εὐ-

ρύνωτος καὶ τὴν ὄψιν φοβερὸς καθιστάμενος, κἀν ταῖς βου-

λαῖς διαφέρων), καὶ κατορθῶσαι τὴν νίκην ἤδη τότε κα-

ταλειφθείς, καὶ παρὰ τῶν πλείστων ἐναντίων ἐπευφημούμε-

νος, ἐπὶ τέλει τῶν ἀγώνων τοῦ ἵππου αὐτομάτως κατέρρευ-

σεν, οἷα τὰ τοῦ θεοῦ κρίματα, καὶ ἀθιγὴς ἔκειτο, σκαιωρίαν

εἶναι τὸ πρᾶγμα τῶν ἀντιθέτων οἰομένων καὶ σόφισμα. ὡς

δὲ παρεγυμνοῦτο τὸ ἀληθές, ἐκδραμόντες πολλοὶ κείμενον αὐ-

τὸν ἐπ' ἐδάφους κατέλαβον, αἵματι διάβροχον καὶ καιρίαν

ἔχοντα κατὰ τῆς πλευρᾶς. τῇ πτώσει τοίνυν αὐτοῦ τῶν ἀμφ'

αὐτὸν διασκεδασθέντων, καὶ παλιντρόπου γενομένης τῆς νίκης,

ἐπανῆλθον οἱ τοῦ βασιλέως χαρᾷ καὶ φόβῳ διηγηματικῶς

συνεχόμενοι· τῷ προτερήματι γὰρ μὴ ἐπαιρόμενοι τὸ πᾶν

τῇ θείᾳ δεξιᾷ ἐπεγράφοντο.

Θριαμβεύσας δὲ ὁ τὴν ἡγεμονίαν ἐσχηκὼς τοῦ πολέμου

20

σεβαστοφόρος Στέφανος διὰ τῆς ἀγορᾶς, τὰ πρῶτα παρὰ τῷ

βασιλεῖ μετὰ πολλῆς τῆς λαμπρότητος ἔσχηκε, καὶ ζηλωτὸς

πᾶσι καὶ περισπούδαστος ἐγνωρίζετο. ἐπεὶ δὲ τὰ τῆς δεσπο-

τικῆς εὐδαιμονίας ἀβέβαια, διαβληθεὶς καὶ οὗτος ὡς εἴη μελε-

τῶν ἐπιβουλήν, ὑπερορίαν αὐτίκα καὶ δήμευσιν καὶ ἀπόκαρ-

σιν κατεκρίθη· καὶ ὁ τῶν οἰκειοτάτων αὐτῷ εἷς, ᾧ καὶ τὸ

κράτος μέλλειν περιθεῖναι κατηγορεῖτο, τῶν ὀφθαλμῶν μετ'

ὀλίγον ἐστέρηται.

Ἀπαλλαγεὶς οὖν ὁ βασιλεὺς τῆς τοσαύτης φροντίδος,

εἰς ἑτέραν αὖθις ἀνάγκην ἐνέπεσε. πόλεμος γὰρ ἀλλόφυλος

ναυτικὸς ἄχρι τῆς Προποντίδος τὴν βασιλίδα κατέλαβε, πλοίων

Ῥωσικῶν τῶν τετρακοσίων οὐκ ἀποδεόντων ἐπιρραξάντων

αὐτῇ, καταφράκτων ὅπλοις τε καὶ πολεμικῇ ἐμπειρίᾳ καὶ πλή-

θει τῶν ἐν αὐτοῖς εἰσπλεόντων. καὶ κατεῖχε φόβος τὴν Βύ-

ζαντος οὐκ ἐλάχιστος διὰ τὸ ἀπαράσκευον ἐκ τῆς ἀπροόπτου

τοῦ ἔθνους ἐπιδημίας. ὅμως τὰ παρατυχόντα μακρὰ πλοῖα

καὶ λοιπὰς ἑτέρας ναῦς πολεμικὰς ὁ βασιλεὺς συστησάμενος,

καὶ πεζικῇ δυνάμει τοὺς παρακειμένους αἰγιαλοὺς συμπερι-

λαβών, καὶ προσθήκην ἑκάστοτε τῆς πεζικῆς καὶ ναυτικῆς

ἰσχύος λαμβανούσης διὰ γραμμάτων φοιτώντων εἰς τὰς κατὰ

χώραν ἡγεμονίας, ἐν ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος ἣν κυρια-

κὴν ὁ χριστιανικώτατος οἶδε λαὸς ἐκ τῆς τοῦ κυρίου ἡμῶν

ἀναστάσεως, ἐκτάξας ἄμφω τὰς δυνάμεις (ἀνῆλθε γὰρ καὶ

21

αὐτὸς μετὰ τῆς βασιλικῆς νεὼς) καὶ τὸ ἐνυάλιον ἀλαλάξαι

προστάξας ἐπῆλθε τοῖς ἐναντίοις, τὰς πρῴρας λελαμπρυσμέ-

νας ἔχων τῶν οἰκείων νεῶν τῷ Μηδικῷ πυρί, καὶ συρραγεὶς

τούτοις φυγεῖν κατηνάγκασε, πολλὰς μὲν τῶν νεῶν κατακαύσας

πυρί, ἄλλας αὐτάνδρους καταβαλὼν τῷ βυθῷ, τινὰς δ' αὐτοῖς

πλωτῆρσι κεκρατηκώς· ἠρίστευσε δὲ τῶν λοιπῶν ἁπάντων στρα-

τιωτῶν μεῖζον ὁ μάγιστρος ἐκεῖνος Βασίλειος ὁ Θεοδωροκά-

νος, ἀνὴρ ἐπίδοξος τὰ πολεμικὰ καὶ τὰς πράξεις ἐπιφανὴς

κατά γε τὴν ἤπειρον. τότε δὲ θυμῷ ζέσας, εἰς μίαν τῶν

Ῥωμαϊκῶν νεῶν ἀναβὰς καὶ προσραγεὶς Ῥωσικῇ, ἔνοπλος εἰς

αὐτὴν ἐπεπήδησε, καὶ μόνος πρὸς ἅπαντας τοὺς πλωτῆρας

συστησάμενος πόλεμον, καταπληξάμενος τῇ δυνάμει, ὅσους

μαχαίρας ἔργον οὐκ ἐναπέδειξε, τῇ θαλάσσῃ βαλεῖν ἑαυτοὺς

ἐβιάσατο.

Οὕτω καὶ ταύτην τὴν μάχην κατορθώσας ὁ βασιλεὺς

ἡσυχίαν ἦγε, καὶ τῶν πολιτικῶν πραγμάτων ἡδέως ἀντείχετο,

μουσεῖον τῆς νομοθετικῆς ἀναγείρας καὶ νομοφύλακα προστη-

σάμενος. ἀλλὰ καὶ τοῦ τῆς φιλοσοφίας οὐρανοβάμονος ἐπεμε-

λήθη μαθήματος, πρόεδρον τῶν φιλοσόφων προχειρισάμενος

ἄνδρα τῶν καθ' ἡμᾶς διαφέροντα γνώσει, καὶ τοὺς νέους

πρὸς ἄσκησιν τῶν σοφῶν λόγων καὶ μαθημάτων προυτρέψατο

σὺν τῷ εὐμαρεῖ τῶν διδασκάλων, καὶ γερῶν τούτους ἐν τῷ

δημηγορεῖν βασιλικῶν ἀξιῶν. ἐκαίνισε δὲ καὶ δέκρετον δικῶν

ἰδιωτικῶν, “ἐπὶ τῶν κρίσεων” καλέσας τὸν τούτου προέχοντα.

22

ἐν τούτῳ οἱ τῶν ἐπαρχιῶν δικασταὶ καὶ συντάττουσι τὰ ποιη-

τέα ἐγγράφως καὶ τὰ τῶν σχεδαρίων ἐναποτιθέασιν ἴσα δι'

ὑποψίας ἀπαλλαγήν.

Ἀλλ' ὁ βασκαίνων ἀεὶ τοῖς καλοῖς ἕτερον αὖθις ἀνεγεί-

ρει πόλεμον ἐπιχώριον ἐκ τοιᾶσδε προφάσεως. συγγενέα κεκ-

τημένος ὁ βασιλεὺς ἐκ τῆς Ἀδριανουπόλεως Λέοντα κατονο-

μαζόμενον, τοῦτον εἰς λαμπρὰν ὥσπερ εἰκὸς ἀνατίθησι τύχην,

καὶ τῷ τῶν πατρικίων, εἶτα καὶ τῶν βεστῶν ἀξιώματι περί-

βλεπτον ἀποδείκνυσι, στρατηγίας συχνὰς καὶ δημαγωγίας

ἐμπιστεύων αὐτῷ. ἐν μιᾷ δὲ ἔαρος ὥρᾳ τῇ Μελιτηνῇ στρα-

τηγοῦντος αὐτοῦ τὰ Μακεδονικὰ συνεταράχθη στρατεύματα,

μακρὰν ἀποστασίαν ὠδίνοντα. καὶ ὁ βασιλεὺς ἠπίως κατα-

στείλας τούτων τὸ φρόνημα διέλυσε τὴν ἐπιβουλήν, πρὸς και-

ρὸν μέν, ὡς ὕστερον τὸ ἀποτέλεσμα παραδέδωκεν, ὅμως δ' οὖν

κατεστείλατο. κατηγορηθεὶς οὖν ὁ προεκφωνηθεὶς αὐτοῦ συγ-

γενὴς ὡς τῆς στάσεως καὶ τῆς βουλῆς ἀρχηγός, καὶ ὡς εἰς

αὐτὸν ἀναφερομένης τῆς τυραννίδος, παραλύεται τῆς ἀρχῆς

καὶ μοναδικῷ παραδίδοται σχήματι, καὶ τῇ μεγαλοπόλει ἄνε-

τος καὶ χωρίς τινος παραφυλακῆς ἀπολύεται. τετάρτην δὲ

πρὸς τῇ δεκάτῃ ἄγοντος τοῦ σεπτεμβρίου μηνός, καθ' ἣν τὸ

ζωοποιὸν σημεῖον ὑψούμενον αἴρεται σὺν ἐξιλεώσει πολλῇ

(πρώτη δὲ ἴνδικτος ἦν, ὁπότε καὶ ὁ Κρόνος συνώδευσε τῷ

Διί), λάθρᾳ τῆς βασιλευούσης ἀποφοιτᾷ, καὶ δι' ἵππων κατὰ

23

διαδοχὴν ἱσταμένων ὑπόπτερος ὡσανεὶ τῇ Ἀδριανοῦ παραδί-

δοται πόλει. καὶ συνήθροιστο πᾶν αὐτίκα μάλα τὸ τὴν στρα-

τεύσιμον ἡλικίαν ἔχον ἑσπέριον· καὶ διὰ δύο καὶ τριῶν ἡμε-

ρῶν εἰς πλῆθος μέγα καὶ στρατιὰν ἀξιόλογον παραδόξως ἐπαί-

ρεται ἡ συνάθροισις. καὶ τοῖς παρασήμοις κοσμηθεὶς μετὰ

τῆς βασιλικῆς ἐσθῆτος ὁ φυγαδίας στρατηγὸς αὐτοκράτωρ

παρὰ τῶν συνόντων ἀνηγορεύθη, καὶ διττὴν ἑτέραν ἡμέραν

διαλιπὼν ὥρμησε σὺν πολλῇ πεποιθήσει πρὸς τὴν εὐδαίμονα

μεγαλόπολιν. οἱ δὲ προαχθέντες παρὰ τοῦ βασιλεύοντος ἐξ

αὐτῆς στρατιῶται, καί τινες τῶν ἐπισήμων τοῦ παλατίου

προσμένοντες ἐς ἄστυ τῆς Σηλυμβρίας, ὡς ἔμαθον τὴν τού-

του ἔφοδον πολλὴν καὶ ἀνύποιστον ὡς βαρεῖ στρατῷ καὶ μα-

χιμωτάτῳ συγκροτουμένην, ᾗ ποδῶν εἶχον γεγόνασιν ὀπισθόρ-

μητοι. καὶ οἱ ἐπὶ τῶν ὑπαίθρων, ἐφοδιάσαντες ἑαυτοὺς ὡς

ἑκάστῳ παρεῖχε τὸ ἐπικείμενον τοῦ καιροῦ, ἐπὶ τὰς πύλας

ὠθοῦντο τῆς πόλεως, ἄλλος ἄλλον προφθάνειν κατεπειγόμενοι.

μικρὸν δ' ὕστερον ἡ τοῦ ἀποστάτου ἐπιδημία φοβερά τις καὶ

καταπληκτικὴ κατηγγέλλετο, ἵππῳ στρατιωτικῷ καὶ πεζικῷ δυ-

νάμει μὴ ἀποδέουσα πρὸς μάχην βασιλικήν. ἐδῃοῦντο δὲ

καὶ τὰ προστυχόντα καὶ διηρπάζοντο· καὶ οὐδενὸς ἡττᾶται

τῶν ἐθνικῶν ὁ ἐμφύλιος πόλεμος. τειχήρεις οὖν γεγονότες οἱ

περὶ τὴν βασιλεύουσαν σχεδὸν ἅπαντες τῶν ἐντὸς εἶχον τὴν

φυλακὴν ἰσχυρῶς. καὶ ὁ βασιλεὺς ἐπὶ τῆς ἐν Βλαχέρναις

24

καθήμενος ἀκροπόλεως ἤλγει τὴν οἰκείαν ἐπικράτειαν οὕτω

λυττῶσαν καὶ μαινομένην, ἔστι δ' οἷς καὶ τὰ ἔσχατα πάσχου-

σαν καθορῶν. ἐπεὶ δὲ τοῖς τείχεσι προσεγγίσας ὁ τύραννος

τῷ πλήθει καὶ ταῖς δυνάμεσιν ἐνηβρύνετο, βασιλικῶς καὶ ἀγέ-

ρωχος ἐμπεριπατῶν καὶ πρὸ τῶν τειχῶν εὐφημούμενος, τινὲς

προπετεῖς καὶ ἀτάσθαλοι τοῖς ἀνακτόροις ἐγγίσαντες ὕβρεις

ἀπρεπεῖς τοῦ ἀληθοῦς βασιλέως κατέχεον, καὶ οὕτως ἀπηλ-

λάγησαν αὐχήματος ὁμοῦ καὶ φρονήματος γέμοντες. ἄλλος

δέ τις τόξον ἀφεὶς διὰ τῶν κιγκλίδων μικροῦ ἐδέησε τὸν βα-

σιλέα βαλεῖν· ἥρπασε δὲ τὴν πληγὴν τῶν θαλαμηπόλων αὐ-

τοῦ ὁ ἐγγύτερος. εἰς δὲ τὴν ὑστεραίαν (κυριακὴ δὲ ἦν) πε-

ριαλγήσαντές τινες τῶν εὐνουστάτων τῷ βασιλεῖ γνώμην δι-

δῶσιν ἵν' ἐν τῷ προεκκειμένῳ γηλόφῳ κόψωσι τάφρον, καὶ

ἀνδράσιν αὐτὸν πολεμικοῖς, ὅσοι τηνικαῦτα τῇ βασιλικῇ δο-

ρυφορίᾳ παρέτυχον, περιλάβωσι, καὶ τῷ μήκει τοῦ διαστή-

ματος τὰς ὑβριστικὰς φωνὰς ἀποκρούσωνται, καὶ μὴ τῷ βα-

σιλεῖ κατήκοοι γίνωνται. δόξαν οὖν οὕτως ὅ τε τόπος περι-

τεταφρευμένος ἐδείκνυτο, καὶ τῇ ἐπαύριον στρατιῶται τῆς

παρεμβολῆς περιείχοντο. Ἀγαρηνῶν δέ τις ξυμμορία τῶν ἐπὶ

τῆς φρουρᾶς ἐκβληθεῖσα καὶ δεξιώσεων τυχοῦσα βασιλικῶν,

ἐγκάρσιος ἔστη τῇ τάφρῳ περὶ τὰς ὄχθας τῆς περιζωννυού-

σης ἑτέρας τάφρου τὴν βασιλίδα τῶν πόλεων. ὡς δὲ ἠγγέλ-

λετο παρὰ τῶν σκοπῶν μεγάλῃ παρατάξει καταλαμβάνειν τὸν

25

τύραννον, πυκνώσαντες τὰς ἀσπίδας οἱ περὶ τὸν βασιλέα, καὶ

τὰς αἰχμὰς ἀντιστήσαντες, οὕτω τὴν ἔφοδον ἐξεδέχοντο, βρα-

χεῖς μὲν ὄντες καὶ μηδὲ πρὸς τὸ πολλοστὸν τῆς ἐκείνου στρα-

τιᾶς ἀποσώζοντες, οἱ πλείους δ' αὐτῶν ἀπειροπόλεμοί τε καὶ

ξύγκλυδες, πίσυνοι δὲ τῇ ἀποτειχιζούσῃ τάφρῳ καθεστῶτες

τοὺς ἐναντίους. ἀρθέντων οὖν τῶν σημείων αἱ φάλαγγες

ἀνεφάνησαν στοιχηδόν, αἱ μὲν προπορευόμεναι τῆς ἀποστα-

τικῆς παρουσίας, αἱ δὲ τῶν κεράτων ἐξηρτημέναι καὶ ἄλλαι

τῆς οὐραγίας ἐχόμεναι, ἕως ἀπέναντι τῆς τάφρου συντε-

ταγμένας τὰς δυνάμεις ἐστήσαντο. εἶτα σιγῆς γενομένης

ἀκροβολισμοὶ τὸ πρῶτον ἐγίνοντο, καὶ πελτασταὶ σπορά-

δες ἐξ ἑκατέρου μέρους ἀλλήλοις συνέπιπτον, καὶ οὕτω τῆς

μάχης κατὰ μικρὸν ἀναπτομένης ἱππόται τοῖς τοῦ βασιλέως

πεζοῖς τοῖς ἐκτὸς τοῦ χάρακος προσπηδήσασι τὰς σαρίσσας

ἐπέφερον. εἶτα μοῖρά τις ἀποτμηθεῖσα καὶ τοῖς Ἀγαρηνοῖς

ἐπὶ μέτωπον προαχθεῖσα, καὶ δόξαν παρασχομένη φυγῆς, τῆς

οἰκείας στάσεως ὡς διώκοντας αὐτοὺς μετεστήσατο· καὶ τα-

χέως μεταστρέψασα τοὺς ῥυτῆρας, εἰς μέσον τούτους συνέκ-

λεισε, καὶ φόνον τούτων οὐκ εὐαρίθμητον κατειργάσατο. ἐπεὶ

δὲ καὶ εἰς τὴν τοιαύτην ἐπιφορὰν ἐποιήσατο, σύνθημα γέγονε

τοῖς ἑστῶσι συντεταγμένοις ἀλαλάξαι πολεμικῶς, καὶ σαλπισάν-

των τῶν σαλπιστῶν αὐτοβοεί τε τῷ χάρακι ἐπιφέρονται καὶ

τοῦτον αἱροῦσιν ἐξ ἐφόδου, περιστοιχίσαντες δίκην μελισσῶν

26

τὸ θριγγίον. καὶ εἰσπεσόντες ἔνδον πολλοὺς ἀνῄρουν καὶ συ-

νεπάτουν τῶν ἐκ τοῦ χάρακος, ἑτέρους δὲ ζωγρίᾳ εἷλον πολ-

λούς. οἱ δὲ περισωθέντες ἐντὸς πυλῶν ὑπότρομοι εἰσεδέχθη-

σαν. οἱ δ' ἐπὶ τῶν τειχῶν τῷ φόβῳ κατασεισθέντες τῆς συν-

δρομῆς, καὶ τῶν πυλῶν κυριεῦσαι τοὺς πολεμίους νομίσαντες,

ταῦτα καταλιπόντες δρομαίως ἐπὶ τὰ πρόσω τῆς πόλεως ἔθεον.

καὶ ἦν ἐψιλωμένα πάντα φυλάκων, καὶ δρόμος ἀνὰ τὴν πό-

λιν καὶ δίαυλος ἄτακτος, τῶν μὲν πρὸς τοὺς ναοὺς καὶ τὰ

ἱερὰ προσφευγόντων καὶ τὴν τῶν ἄνω συμμαχίαν ἐκκαλουμέ-

νων, τῶν δὲ σὺν ὀδυρμοῖς προσιόντων οἴκοις συγγενικοῖς, τῶν

δὲ πρὸς ἀλκὴν παρεγγυωμένων τραπέσθαι, τὰ τῆς ἁλώσεως

ἐνθυμουμένων δεινά. οὐδὲ γυναῖκες ταύτης τῆς συνδρομῆς

ὑπῆρχον ἀμέτοχοι. καὶ εἰ μή τις λογισμὸς ὑπερήφανος τοῦ

νενικηκότος περιεγένετο, ἢ φιλάνθρωπος ἔννοια, ὡς λόγος μᾶλ-

λον αἱρεῖ, ἵνα μὴ τῇ τῆς εἰσόδου συγχύσει κακῶς ἄγαν δια-

τεθῇ τὸ ὁμόφυλον, ἢ καὶ παλαιὸς λόγος, ὃν καὶ αὐτῷ ἐπει-

πεῖν τινὰ λέγεται, τὸ “νίκα καὶ μὴ ὑπερνίκα,” τῆς τῶν πυ-

λῶν ἐπικρατείας αὐτὸν διεκώλυσεν, εὐμαρῶς ἂν ἐπέτυχε τῆς

ἐπιβολῆς καὶ μεῖζον ἢ κατὰ τοὺς λοιποὺς ἀποστάτας ἤρατο

κλέος, πολέμῳ τὴν τῶν πόλεων μητρόπολιν ἑνὶ καὶ συντόμῳ

παραστησάμενος. νῦν δὲ καταφρονήσας τοῦ πρόσω, σὺν τῇ

νίκῃ καὶ τῆς οἰκείας δυναστείας καὶ σωτηρίας ἐξέπεσεν. οὕ-

τως ἐν πολλοῖς τῶν ἀνδραγαθημάτων πολλάκις ἡ ἀνοχὴ τὸ

27

μεῖζον κατεστρέψατο κλέος, ἀδυνατούσης πάντως τῆς ἀνθρω-

πίνης φύσεως τὸ μέλλον ὡς δέον συμβαλεῖν καὶ στοχάσασθαι.

Καὶ ὁ μὲν τῷ τοιούτῳ προτερήματι κορεσθεὶς λαμπρῶς

εἰς τὴν οἰκείαν παρεμβολὴν ἐπανέζευξε, φιλανθρώποις συναν-

τήσεσι καὶ προσηγορίαις εὐφημοτάταις καὶ παιανισμοῖς παρὰ

τῶν ἀμφ' αὐτὸν ἀπαντώμενος· ὁ δὲ βασιλεὺς ἐπείπερ ἀδείας

ἐδράξατο, καὶ ὅπερ ἐδεδίει, τὴν ἐξ ἐφόδου δηλονότι τῆς πό-

λεως ἅλωσιν, ἡ θεία ἀντίληψις διεσκέδασεν, οὐκ ἠμέλησε δι'

ὅλης ἐκείνης τῆς ἡμέρας καὶ τῆς νυκτὸς τῆς ἐπὶ ταύτῃ ἐπι-

συναθροίζων τοὺς συμφυγόντας τῶν πολιτῶν καὶ τειχήρεις

ἐσαῦθις ποιούμενος, τάς τε πύλας κατοχυρῶν, καὶ παντοίοις

ὅπλοις καὶ μηχαναῖς καὶ πετροβόλοις ὀργάνοις τὰς ἐπάλξεις

περιζωννύων. τῇ δ' ἐπιούσῃ τὰς δυνάμεις ἀνειληφὼς ὁ τῶν

ἑσπερίων ὑπαίθρων κρατῶν ἐπιφαίνεται τοῖς τῆς πόλεως,

εὔελπις ὢν ὡς τῇ προτεραίᾳ καταπλήξας τοὺς ἐναντίους

σὺν εὐλαβείᾳ καὶ φόβῳ παρὰ τούτων ὑποδεχθήσεται, τὰς

πύλας αὐτῷ ἀναπεταννύντων καὶ τῆς πρὸς τὰ βασίλεια

φερούσης βασιλικῆς προηγουμένων. ὡς δὲ τοὐναντίον ἢ

κατὰ λογισμὸν εἶχε συνηνέχθη τούτῳ τὰ πράγματα, καὶ τὸ

μὲν τεῖχος μείζονι παρασκευῇ περιειλημμένον εἰς τὴν ἐπι-

οῦσαν κατεῖδεν, τούς τε ἐπ' αὐτῷ καθημένους πολεμησεί-

οντας καὶ τὴν ἄνοιξιν τῶν πυλῶν προτρεπόμενον διαπαίζοντας

τοῦτον καὶ καθυβρίζοντας, πολλὰ τῆς δυσβουλίας ἑαυτῷ κα-

28

τεμέμψατο, ὅτι τοῦ καιροῦ διδόντος τὸ πρότερον μαλακώτε-

ρον αὐτὸς τὴν φιλοτιμίαν ἐδέξατο. καὶ τότε λοιπὸν εἰς ἔργον

ὁ λόγος ἐκβέβηκεν, ὅτι τῷ Ἐπιμηθεῖ τὸ μὲν μέλειν οὐκ ἦν, τὸ

δὲ μεταμέλειν ἐνῆν. πολλοὺς δ' ἐμπεριπατήσας διαύλους πρὸ

τῶν τειχῶν, εἶτα τοὺς ἑαλωκότας προαγαγὼν καὶ διαχειρί-

σασθαι τούτους ἐπαπειλούμενος εἰ μὴ τὴν εἴσοδον αὐτῷ οἱ

ἐντὸς ἐπιτρέψαιεν, ὡς ἔγνω μάτην τὸ τοῦ λόγου θυροκοπῶν

καὶ πρὸς Κρῆτας κρητίζων, ὀπισθόρμητος γέγονε.

Καί τινας ἡμέρας ἐν Θερμοπόλει ἐπιστρατευσάμενος

ἑτέρας, ἀρξαμένου τοῦ πλήθους αὐτοῦ ὑπορρεῖν καὶ τῷ βα-

σιλεῖ προσιέναι, ἄρας ἐκεῖθεν νυκτὸς πρὸς ἑσπέραν ἐβάδιζε,

καὶ κατὰ τῆς Ῥαιδεστοῦ (πόλις δὲ αὕτη παράλιος, τῆς Προι-

κοννήσου ἀπέναντι) πανστρατιᾷ ἐξωρμήσατο (μόνη γὰρ αὕτη

τῶν Μακεδονικῶν οὐ συναπήχθη τούτῳ καὶ συνεφρόνησε),

σπεύδων κατὰ κράτος ἑλεῖν τὴν πόλιν καὶ δι' αὐτῆς κατα-

πλῆξαι τοὺς ἀντιβαίνοντας. προσραγεὶς δὲ τοῖς τείχεσι καὶ

μηχανὰς ἐπιστήσας αὐτοῖς, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζο-

μένων ἄπρακτος ἀπηλλάγη, μηδὲν κατωρθωκὼς ὧνπερ διενο-

ήσατο. ἐξ ἐκείνου τοίνυν τὴν παρεμβολὴν ἐν τοῖς μεσογείοις

προθέμενος ἐκαραδόκει τὸ μέλλον. ἤρξαντο δὲ καὶ ἀπὸ τῶν

τῆς ἑώας πολλοὶ πρὸς τὴν βασιλεύουσαν ἐπιρρεῖν, πανταχῇ

γραμμάτων ἐπιφοιτησάντων βασιλικῶν· καὶ προϊόντες τινὲς

ἀποσπάδες ἐξήπτοντο τῶν πεμπομένων πρὸς τῆς παρεμβολῆς,

29

καὶ τὰς ἀγορὰς περιέκοπτον, καὶ ὡς ἐν ἀκροβολισμῷ τὰ τῆς

μάχης ἐγίνετο. μικρὸν δὲ ὕστερον τῶν ἀπὸ τῆς ἑώας στρα-

τευμάτων ἁπάντων ἐπανελθόντων, καὶ τῆς δυνάμεως ἁδρᾶς ἤδη

γενομένης τῷ βασιλεῖ, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύοντο. καὶ οἱ

μὲν ἐκ τῆς βασιλίδος κατὰ τῶν ἀντιπάλων ἐσκευασμένοι ἐξῄε-

σαν, Βουλγαρικὴ δέ τις δύναμις ἀπὸ τῆς ἑσπέρας μετα-

πεμφθεῖσα κατὰ νώτου τοῖς περὶ τὸν ἀποστάτην ἐγίνετο. ὅθεν

καὶ μοῖραν οὗτος οὐκ ἐλαχίστην ἀποτεμόμενος ἐπιτρέπει τὴν

ἡγεμονίαν αὐτῆς τῷ συγγενεῖ αὐτοῦ στρατηγῷ τῷ Βατάτζῃ,

ἀνδρὶ γενναίῳ καὶ συνετῷ καὶ πρὸς πᾶσαν πολεμικὴν ἐμπει-

ρίαν ἀκαθαιρέτῳ· καὶ συμβαλὼν οὗτος τοῖς ὑπερχομένοις

Βουλγάροις περὶ τὴν τῶν Κυψέλων περίχωρον ἀγῶνι μεγάλῳ

τούτων κρατεῖ, καὶ πολλοὺς ἀνελὼν ἐπανῆλθε τῷ προτερή-

ματι σεμνυνόμενος. εὗρε δὲ τὸν ἀποστείλαντα τοῦτον πάσης

ἐψιλωμένον ἰσχύος· οἱ γὰρ στρατιῶται καταλιπόντες αὐτὸν

ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ἰδόντες δὲ καὶ οἱ περὶ τὸν Βα-

τάτζην τὸ γεγονός, ἀθρόον καὶ αὐτοὶ φυγαδείᾳ ἐχρήσαντο.

συνιέντες οὖν οὗτοι ὅπῃ τύχης εἰσί, καὶ πᾶσαν ἀπογνόντες

σωτηρίας ὁδόν, τῷ ἐν Βουλγαροφύγῳ σηκῷ καταφεύγουσιν.

ἐπικαταλαβόντος δὲ τοῦ βασιλικοῦ στρατοπέδου, τῆς ἱερᾶς

τραπέζης περιεχόμενοι ἀποσπῶνται βιαίως, καὶ δεσμῶται γε-

νόμενοι τῷ βασιλεῖ παραπέμπονται περὶ τὴν ἡμέραν τῆς τοῦ

μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεθλιακῆς

30

ἑορτῆς, καὶ μηδὲ λόγου τυχόντες χερσὶ δημίων τοὺς ὀφθαλ-

μοὺς ἀποβάλλουσιν. ἑτέρους δὲ τῆς ἀποστασίας συμμύστας

ὁ βασιλεὺς εἰς σῶμα κολάσαι οὐκ ᾠκονόμησε, φυγῇ δὲ αὐτοὺς

καὶ δημεύσει προσεζημίωσε.

Καὶ τὰ μὲν τῆς ἐπιβουλῆς τοιοῦτον ἔσχε τὸ τέλος. Σκύ-

θαι δέ, οὓς Πατζινάκους οἶδεν ὁ δημώδης λόγος καλεῖν, τὸν

Ἴστρον παγγενεὶ διαβάντες μετ' οὐ πολὺ τοῖς Ῥωμαϊκοῖς ἐγκα-

τεσκήνωσαν τόποις, γένος ἀντὶ πάσης ἄλλης ἐπιστήμης καὶ

τέχνης τὴν μεθ' ὅπλων ἐπιδρομὴν ἠσκηκός, καὶ βίον ἔχον τὸ

ἐν ῥομφαίᾳ καὶ τόξῳ καὶ βέλει συνεχῶς διαζῆν, μυσαρὸν δὲ

τὰ πρὸς τὸ ζῆν καὶ τὴν ἄλλην διαγωγήν, καὶ μιαροφαγιῶν

οὐδαμῶς ἀπεχόμενον. τοῦτο πονηρᾷ τινὶ τύχῃ τοῖς Ῥωμαίοις

ἐπεισκωμάσαν ὁρίοις πολλὰ δεινὰ καὶ λόγῳ ῥηθῆναι καθεξῆς

μὴ δυνάμενα ἐς ὕστερον διαπέπραχε. τέως δ' οὖν τῆς περὶ

τούτων φήμης ἐπιδραμούσης τὰς πρὸς ἥλιον λήγοντα δυνά-

μεις ὁ βασιλεὺς αὐτοῖς ἐπεστήσατο. οἱ δὲ τῆς τε ἀλλοτρίας

ἔτι καθεστῶτες ἀπείρατοι, καὶ νόσῳ λοιμώδει κατατρυχόμε-

νοι, ἀσυνήθως δὲ καὶ πρὸς τὰς Ῥωμαϊκὰς φάλαγγας ἀντι-

στρατεύεσθαι ἔχοντες, χεῖρας μὲν ἀντᾶραι τούτοις οὐκ ἐδο-

κίμασαν, τοὺς δὲ ἀρχηγοὺς αὐτῶν καὶ συνταγματάρχας δόν-

τες ἐνέχυρον, καὶ δούλωσιν οὕτως ὑποκρινάμενοι, φιλανθρω-

πίας ἐντεῦθεν τυγχάνουσι. καὶ λύσις τότε τῆς στρατιᾶς δια-

31

γίνεται, τῶν Ῥωμαίων ἀρκεσθέντων τούτοις καὶ χειροήθεις

οἰηθέντων ποιῆσαι τοὺς μηδέποτε γενομένους μηδ' ἕξιν ἔχον-

τας γίνεσθαι. καὶ οἱ μὲν ἀρχηγοὶ τούτων τῷ βασιλεῖ παρα-

πέμπονται, οἱ δὲ λοιποὶ τοῖς ἰδίοις χάραξι συνετηρήθησαν

ἀπαθεῖς.

Λωφησάσης δὲ τῆς νόσου, καὶ ὥσπερ ὄφεων ὑπὸ θέρ-

μης εὐρώστως συγκινουμένων αὐτῶν καὶ δόξαν παρεσχηκότων

ἰσχύος δυσκατεργάστου, σκοπὸν ἔσχεν ὁ βασιλεὺς τοὺς ἀρχη-

γοὺς αὐτῶν ἀποστεῖλαι συνετίσοντας τυχὸν τὸ ὁμόφυλον·

ἔτυχε γὰρ αὐτοὺς τῆς τοῦ θείου λουτροῦ παλιγγενεσίας κατα-

ξιῶσαι καὶ φιλοτιμίας ἀξιῶσαι μεγίστης. καὶ δὴ ποιεῖται

τούτους τῆς μάχης τάχα καταλλακτῆρας, καὶ ταῖς οἰκείαις

φατρίαις αὖθις ἀνασώζει καὶ παραδίδωσιν. ἔγνω δὲ τότε

πρῶτον ὅτι μάτην Αἰθίοπα λευκᾶναί τις ἐπιβάλλεται, καὶ ὅτι

ὄφιν τρέφειν καὶ πονηρὸν εὐεργετεῖν ὅμοιον, καὶ οὐδ' ἑκάστου

τούτων ἡ χάρις ἀποτίκτειν εἴωθεν εὔνοιαν· κατὰ γὰρ τὸ

οἰκεῖον ἔθνος γενόμενοι πάντα πράττειν ὅσα, τὸ ἔθος αὐτοῖς

παρῄνει καὶ διηρέθιζεν οὐκ ἀπείχοντο, συνεχεῖς ἐκδρομὰς

ἐργαζόμενοι καὶ λαφυραγωγοῦντες τὰ κύκλῳ καὶ πᾶν τὸ προσ-

τυχὸν ληιζόμενοι, καὶ τὴν Ῥωμαϊκὴν γῆν τοῖς αἵμασι τῶν

Αὐσό…

The complete text is available when the reading interface loads.