The Greek Library Catalogue

Anonymous

Breviarium historicum de rebus gestis post imperium Mauricii

Edition reference
Breviarium historicum de rebus gestis post imperium Mauricii (e cod. Vat. gr. 977), ed. C. de Boor, Nicephori archiepiscopi Constantinopolitani opuscula historica, Leipzig: Teubner, 1880: 3–77.
CTS identifier
urn:cts:greekLit:tlg3086.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΝΙΚΗΦΟΡΟΥ

ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΙΣΤΟΡΙΑ ΣΥΝΤΟΜΟΣ

ΑΠΟ ΤΗΣ ΜΑΥΡΙΚΙΟΥ ΒΑΣΙΛΕΙΑΣ.}

Μετὰ τὴν Μαυρικίου τοῦ βασιλέως ἀναίρεσιν Φωκᾶς,

ἐπεὶ ταύτην διειργάσατο, τῆς βασιλείου ἀρχῆς ἐπιλαμβάνεται·

οὗ δὴ ἄρξαντος ἐπὶ τοσοῦτο κακώσεως Χριστιανοῖς ἤλασε

τὰ πράγματα ὡς παρὰ πολλοῖς ᾄδεσθαι ὅτι Πέρσαι μὲν τὴν

Ῥωμαίων ἀρχὴν ἐκτὸς κατεπήμαινον, Φωκᾶς δὲ ἔνδον χείρω

τούτων ἔπραττε. ταῦτα οὐκ ἀνεκτὰ Ῥωμαίοις ἐγίνετο· διὸ οἱ

περὶ τὴν Λιβύην τηνικαῦτα ἡγεμονεύοντες, ἅτε τῷ μεγίστῳ

διαστήματι τὸ θαρσεῖν ἔχοντες καὶ ἅμα παρὰ Μαυρικίου τὰ

τῆς στρατηγίδος ἀρχῆς ἐγκεχειρισμένοι (δύο δὲ ἤστην ἀδελφώ,

Ἡράκλειος καὶ Γρηγόριος), οὗτοι κοινῇ βουλευσάμενοι τοὺς

υἱεῖς πρὸς τὸ Βυζάντιον ἐκπέμπουσιν ἄστυ, ἀλλήλοις συν-

θέμενοι ὡς τὸν προφθάσαντα τούτων τῆς βασιλείας, εἰ

δύναιτο, ἐπιλήψεσθαι. καὶ Ἡράκλειον μὲν τὸν Ἡρακλείου

παῖδα πλεῖστον καθοπλίσαντες στόλον ἐκ τῶν Ἄφρων καὶ

Μαυρουσίων ἀνδρῶν πληρώσαντες πλοῒ ἐξέπεμπον, Νική-

ταν δὲ τὸν Γρηγορίου υἱὸν ἱππικῇ στρατιᾷ πολλῇ περι-

4

βαλόντες διὰ τῆς ἠπείρου ἀπέστελλον. δεξιᾷ δὲ τύχῃ χρησά-

μενος Ἡράκλειος καὶ πνεύμασιν ἐπιφορωτάτοις ἀναχθεὶς

φθάνει Νικήταν εὐπλοΐσας εἰς Βυζάντιον, καὶ ἤδη τῇ πόλει

προσεσχηκὼς ἐπέλαζε. Κρίσπος δέ (τοῦ Φωκᾶ δὲ ἦν οὗτος

γαμβρός, ὃς τηνικάδε τὸν τοῦ ὑπάρχου τῆς πόλεως θρόνον

διέπειν ἔλαχε, καὶ μεγάλα ἐν τοῖς βασιλείοις δυνάμενος),

ἐπεὶ ἀπηχθάνετο Φωκᾷ ὡς δὴ περιυβρισμένος ὑπ' ἐκείνου

τυγχάνων τῆς οἰκείας εἰκόνος καθαιρέσεως ἕνεκεν, ἥν ποτε

οἱ τῶν ἀντιθέτων χρωμάτων δημόται τῇ τοῦ Φωκᾶ συμπαρ-

έγραψαν εἰκόνι, δόλῳ αὐτὸν μετήρχετο, καὶ πονεῖν μὲν ὑπὲρ

αὐτοῦ πλαττόμενος ἔπειθε καὶ Ἡράκλειον ἐπ' ἀπωλείᾳ ἑαυ-

τοῦ ἥκειν ἀπισχυρίζετο, συνήργει δὲ ὅμως Ἡρακλείῳ καὶ

τῷ ὄντι τὰ ὑπὲρ αὐτοῦ εἰς τὰ μάλιστα ἔπραττεν. οἱ οὖν περὶ

Φωκᾶν θεασάμενοι καὶ ὅσον πολιτικὸν ἐξ αὑτῶν ἐστασίαζον

(ἤδη γὰρ οἱ τοῦ πρασίου χρώματος δημόται τοῖς περὶ τὴν

Καισαρίου τὸ πῦρ ὑφῆπτον καὶ τὸν ἔπηλυν βασιλέα ἀνευ-

φήμουν), ἐπικειμένους δὲ αὐτοῖς καρτερώτατα καὶ τοὺς ἐκ

τῶν Ἡρακλείου στρατευμάτων εἰσιδόντες, καταλιπόντες αὐ-

τὸν ἐφ' ἑαυτοῖς γίνονται. Φώτιος δέ τις τοὔνομα, ὃς παρ'

αὐτοῦ εἰς τὴν σύζυγον ἐπιβουλευθείς ποτε καθυβρίζετο, εἰς

τὰ βασίλεια σὺν πλήθει στρατιωτῶν ἐπιὼν Φωκᾶν αὐτίκα

κατέσχε, καὶ τῆς βασιλικῆς αὐτὸν ἀπαμφιέσας ἐσθῆτος, περί-

ζωμα μέλαν αὐτῷ περιθέμενος, τὰς χεῖρας περιηγμένας εἰς

τοὐπίσω ἀποδεσμήσας καὶ πλοίῳ ἐμβαλὼν πρὸς Ἡράκλειον

δεσμώτην ἀπήγαγεν. ὃν ἰδὼν Ἡράκλειος ἔφη “οὕτως, ἄθλιε,

τὴν πολιτείαν διῴκησας;” ὁ δὲ “σὺ μᾶλλον” εἶπε “κάλλιον

διοικεῖν μέλλεις”. εὐθὺς οὖν αὐτοῦ τὸν διὰ ξίφους ἔτι

πρὸς τῷ πλοίῳ ὄντος καταψηφίζεται θάνατον, ἔπειτα ἀκρω-

5

τηριάζεσθαι, χεροῖν τε δεξιὰν ἄνωθεν ἐκ τοῦ ὠμιαίου ἄρ-

θρου ἐκκόπτεσθαι καὶ τῶν αἰδοίων ἐκτέμνεσθαι καὶ κοντοῖς

ἀναρτᾶσθαι, οὕτω τε τὸ σῶμα συρὲν κατὰ τὴν τοῦ Βοὸς

λεγομένην ἀγορὰν τῷ πυρὶ καταπίμπρασθαι, Δομεντιόλον τε

τὸν Φωκᾶ ἀδελφὸν καὶ Βονόσσον καὶ Λεόντιον τὸν τῶν

βασιλικῶν χρημάτων ταμίαν τὸν αὐτὸν τῷ Φωκᾷ συνδια-

φέρειν κίνδυνον προσέταττε. καὶ δὴ ταῦτα οὕτως ἀπέβαινε.

Σέργιος δὲ αὐτίκα ὁ τῆς πόλεως πρόεδρος καὶ ὁ λοι-

πὸς ταύτης ὅμιλος σὺν πάσῃ εὐγνωμοσύνῃ Ἡράκλειον ἐντὸς

εἰσδέχεται. καὶ αὐτὸς Κρίσπον εἰς τὴν βασίλειον ἀξίαν

προύτρεπε· μηδὲ γὰρ τῆς βασιλείας ἕνεκεν αὐτὸς ἐληλυθέ-

ναι ἔφασκε, τίσασθαι μᾶλλον Φωκᾶν τῆς εἰς Μαυρίκιον καὶ

τὰ Μαυρικίου τέκνα παρανομίας. ὁ δὲ οὐκ ἐδέχετο. τέλος

ὑπὸ τῆς συγκλήτου βουλῆς καὶ τοῦ δήμου Ἡράκλειος βασι-

λεὺς ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου

περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει

χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων. ἐπεὶ δὲ

ἡ φήμη διέθεεν ὡς Πέρσαι ἐπὶ Ῥωμαίους στρατεύουσιν,

Ἡράκλειος ἐκ Βυζαντίου ἄρας παρὰ Κρίσπον κατὰ τὴν Καί-

σαρος πόλιν τηνικαῦτα τυγχάνοντα προσπορεύεται ὡς δὴ

αὐτῷ [περὶ] τῶν κοινῶν ἕνεκεν βουλευσόμενος. καὶ ὃς μὲν

νοσεῖν προσεποιεῖτο καὶ τὸν βασιλέα συχνῶς παραγινόμενον

ἐν σχήματι ἀρρώστου κατακλινόμενος ἀηδῶς καὶ μόλις ἐδέ-

χετο· εἶτα ἠκούετο ὡς καὶ διελοιδορεῖτο αὐτῷ· Ἡράκλειος

δὲ τὸ δρᾶμα συνῆκε καὶ τὴν ὕβριν ὅμως ἤνεγκε καὶ ἤδη

ἐκαιροφυλάκει. ἀλλ' ἔδοξε τέως γνησιώτερόν πως διαλέγε-

σθαι περὶ τοῦ δεῖν πονεῖν ὑπὲρ ἀλλήλων τῆς πολιτείας χά-

ριν. ὁ δὲ οἷα ἐπιτωθάζων οὐκ ἐξὸν βασιλεῖ ἔφασκε κατα-

λιμπάνειν βασίλεια καὶ ταῖς πόρρω ἐπιχωριάζειν δυνάμεσιν.

ἐν τούτοις τίκτεται παῖς τῷ βασιλεῖ Ἡράκλειος, ὃν δὴ καὶ

Κωνσταντῖνον ὠνόμασεν. τότε δὴ παραγίνεται καὶ Νικήτας

6

ὁ τὴν ἀξίαν πατρίκιος πρὸς τὸ βασίλειον ἄστυ. διὰ τοῦτο

Ἡράκλειος εἰς τὸ Βυζάντιον ἐπάνεισι καὶ Νικήταν σὺν τιμῇ

μεγίστῃ καὶ περιφανείᾳ ὥσπερ ἀδελφὸν γνήσιον καὶ ὁμό-

τιμον δέχεται, καθὰ ἦν αὐτοῖς ἤδη συντεταγμένον ἐκ Λιβύης

ἀπαίρουσι. καὶ Κρίσπος δὲ εἰς Βυζάντιον ἧκεν ὡς τῇ

εἰσόδῳ Νικήτα συνησθησόμενος. σκήπτεται δὲ Ἡράκλειος

τῷ θείῳ λουτρῷ τὸν υἱὸν καθαγνίζειν, υἱοθετεῖσθαι δὲ αὐ-

τὸν ὑπὸ Κρίσπου. ὁ δὲ ἐπὶ τούτοις εἰσέρχεται εἰς τὰ βασί-

λεια. Ἡράκλειον δὴ ἀθροίσαντα τοὺς ἐκ τῆς συγκλήτου

βουλῆς ἅπαντας καὶ τὴν ἄλλην πληθὺν τοῦ ἄστεως ἅμα τῷ

προέδρῳ Σεργίῳ εἰπεῖν λέγεται πρὸς αὐτούς “ὁ βασιλέα

ὑβρίζων τίνι προσκρούει;” τοὺς δὲ φάναι “τῷ θεῷ τῷ ποιή-

σαντι αὐτὸν βασιλέα”. καὶ Κρίσπον προτρέπειν, καὶ αὐτὸν

ἀποφαίνεσθαι τὸ δοκοῦν ὀρθῶς· τὸν δὲ οὐκ εἰδότα τὸ δρα-

ματούργημα λέξαι μηδὲ φιλανθρώπου τυχεῖν δίκης τὸν ἐπὶ

τοιούτῳ ἁλόντα τολμήματι. καὶ τὸν βασιλέα ἀναμιμνήσκειν

αὐτὸν οἷα ἐν Καισαρείᾳ ἐπὶ τῇ νόσῳ κατεσχηματίσατο, καὶ

ὡς τὸ τῆς βασιλείας κατευτελίζειν ἀξίωμα ᾤετο, καὶ ὡς εἰς

τὴν βασίλειον ἀρχὴν προύτρεπε. καὶ ἅμα λαβόντα τόμον

κατὰ κόρρης τοῦτον παίειν, καὶ εἶτα λέγοντα “ὡς γαμβρὸν

οὐκ ἐποίησας, φίλον πῶς ἂν ποιήσειας;” εὐθὺς δὲ ἐπιτρέ-

ψαι εἰς κληρικοῦ σχῆμα τὴν κεφαλὴν ἀποκείρασθαι, καὶ τὸν

ἱεράρχην τὰ νενομισμένα ἐπὶ τῇ ἀποκάρσει ἐπιφθέγξασθαι.

ἐξελθόντα δὲ αὐτὸν τοῖς μετὰ Κρίσπου στρατιώταις ἐπὶ λέ-

ξεως ὧδε εἰπεῖν “ὁ παπᾶς Κρίσπος ὑπουργοὺς ὑμᾶς ἕως

τοῦ νῦν εἶχεν, ἡμεῖς δὲ σήμερον οἰκειακοὺς τῆς βασιλείας

ὑπηρέτας”. προσθεῖναι δὲ αὐτοῖς τὸ ἐξ ἔθους σιτηρέσιον,

πρώτους τε καλεῖσθαι καὶ ἐν τοῖς στρατιωτικοῖς τάγμασιν·

αὐτούς τε ἀσμενέστατα δεξαμένους τὸν βασιλέα ἐπευφημῆ-

σαι ἅμα τῇ ἄλλῃ πληθύϊ. μετὰ δὴ ταῦτα Κρίσπον εἰς τὸ

7

λεγόμενον τῆς Χώρας περιεῖρχθαι σεμνεῖον, ὃς ζήσας ἐνιαυ-

τὸν αὐτοῦ ἐτελεύτησεν. Ἡράκλειος δὲ Θεόδωρον τὸν ἑαυ-

τοῦ ἀδελφόν, τὴν μετὰ βασιλέα πρώτην ἀρχὴν κεκτημένον

(κουροπαλάτην δὲ αὐτὸν οἱ περὶ τὰ βασίλεια καλεῖν εἰώθα-

σιν), ἔτι καὶ Φιλιππικὸν τὸν Μαυρικίου τοῦ βασιλέως γαμ-

βρὸν ἐπ' ἀδελφῇ γεγονότα, τηνικαῦτα δὲ εἰς κληρικοῦ σχῆμα

ἀποκεκαρμένον τὴν κόμην, ἡγεμόνα τῆς ὑπὸ Κρίσπου πρῴην

ἰθυνομένης ἀρχῆς ἐξέπεμπε. Φιλιππικὸς δὲ ἐπιβιοὺς χρό-

νον ὕστερον ἐτελεύτα, καὶ πρὸς τῷ ὑπ' αὐτοῦ δωμηθέντι

περικαλλεῖ ἄγαν καὶ σεβασμίῳ ἱερῷ τῷ κατὰ Χρυσόπολιν

ὄντι ταφῇ παραδίδοται.

Ὀλίγου δὲ χρόνου διιππεύσαντος νόσῳ ἐπιληψίας ἡ τοῦ

βασιλέως γαμετὴ Εὐδοκία ληφθεῖσα ἐτελεύτησεν. ἐν ᾧ δὲ

τὸ ταύτης σῶμα ἐξεκομίζετο, καὶ πολλῶν ὡς τὸ εἰκὸς ἐπὶ

τῇ θέᾳ συρρεόντων, συνέπεσε κόρην τινὰ ὕπερθεν τῶν ὑπερ-

ῴων διακύψασαν (θεράπαινα δὲ ἦν αὕτη τῶν ἀστῶν τινος)

ἀποπτύσαι ὡς τὸν ἀέρα ἀφύλακτα καὶ τὸ περίττωμα κατὰ

τῆς πολυτελοῦς ἐκείνης ἐσθῆτος περιενεχθῆναι ἣ τὸ τῆς

βασιλίδος νεκρὸν περιέστελλεν· ἐφ' ᾧ οἱ περὶ τὴν ἐκφορὰν

περιοργεῖς γενόμενοι συλλαμβάνουσί τε αὐτὴν καὶ τὸν διὰ

πυρὸς κατεδίκασαν θάνατον, ἐντάφιον οὐκ εὐαγές, βαρβα-

ρικῷ νόμῳ χρησάμενοι, τῇ ἐκδημίᾳ τῆς βασιλίσσης ἀθέσμως

συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν

δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο

κίνδυνον· ἡ δὲ δήπου αἰσθομένη τὸν ὄλεθρον διαπέφευγεν,

οὔτι ὁραθεῖσα εἰς τὸ ἔπειτα πώποτε. καὶ ταῦτα μὲν ἀμφὶ

τὰ βασίλεια ὧδέ πως ἔσχε.

Τὰ δ' αὖ ἑτέρωσε ὡς ἐτελεῖτο οὕτω συνέβαινεν. ἔν τινι

τῶν ἐπιχωρίων (χώρα δὲ ἥτις ποτέ ἐστιν, οὐδαμῇ ἐς τὸ νῦν

8

παραδέδοται) ἦν τις ἐν ἐκείνῃ περιφανείᾳ κομώντων εὐπορίᾳ

τε βίου λαμπρός, οὗ τὸ ἐπώνυμον Βουτηλῖνος ἐτύγχανεν,

τὴν δὲ ἀξίαν ἣν κανδιδάτον Ῥωμαίοις κικλήσκειν ἔθος.

τούτῳ γυνή τις χήρα ἐν γειτόνων διῳκημένη χαλεπῶς ἔφερε

τὸ γειτόνημα· ἀμφισβητήσεως γὰρ αὐτοῖς μεθορίων γῆς ἕνε-

κεν συμβαινούσης ὁ Βουτηλῖνος τοῖς παισὶ τοῖς αὐτοῦ ἐν-

εκέλευε μάχῃ ἐπιέναι τοῖς ὁμοροῦσι, καὶ οἵγε ῥοπάλοις ἕνα

τῶν τῆς χήρας υἱέων ἀναιροῦσιν. αὕτη ἀνελομένη τοῦ ἤδη

τεθνηκότος υἱοῦ ᾑμαγμένον τὸ ἄμφιον ἐς Βυζάντιον ὡς

Ἡράκλειον ἵκετο, καὶ ἐπεὶ προϊόντα εἶδεν, εἰσδραμοῦσα τοῦ

χαλινοῦ τοῦ ἵππου ἐφ' οὗ ἐπωχεῖτο ἐφάπτεται, καὶ ἅμα τὸ

τοῦ παιδὸς ἔσθημα ἐπιδεικνῦσα σὺν βοῇ πρὸς αὐτὸν ἀν-

εφθέγγετο “οὕτω γένοιτο τοῖς σοῖς τέκνοις, ὦ βασιλεῦ, εἰ

μὴ τὸ αἷμα τοῦτο, ὅ σοι δείκνυμι, αὐτίκα ἐνδίκως τιμωρή-

σειας”. τῶν δ' οὖν περὶ τὸν βασιλέα δορυφόρων ἐπιόντες

πλήττειν ἠπείγοντο· βασιλεὺς δὲ διεκώλυσε, καὶ τῇ γυναικὶ

μηκέτι τολμᾶν προσιέναι παρηγγύησεν, ἐπεξιέναι δὲ τὰ τῆς

δίκης ὁπηνίκα ἂν αὐτῷ δεδογμένα εἴη. ᾤχετο εὐθὺς μὴ

δίκης τυχὸν ὀλολύζον τὸ γύναιον. χρόνος δὲ διήρχετο, καὶ

δὴ ὁ τὸν φόνον ἐπιτρέψας, δεδιὼς καὶ αὖθις τὴν γυναῖκα

τοῦ ἀνῃρημένου εἵνεκεν βασιλεῖ ἐπικαλεῖν, ταύτῃ τοι εἰς Βυ-

ζάντιον εἴσεισι καὶ δὴ ἐς τὸ δημοτικὸν ἑαυτὸν ἐγκαταμίγνυσι.

καὶ ἱππικοῦ ἀγῶνος τελουμένου τοῦτον βασιλεὺς ἐν μέσοις δη-

μόταις κατιδὼν τῷ ὑπάρχῳ ἐπιτρέπει τῆς πόλεως φρουρᾷ καθ-

ειργνύναι τὸν ὕποπτον. εἶτα τὸ γύναιον μεταπέμπεται καὶ τὰ

τῆς μιαιφονίας ἀσφαλέστερον ἀνηρεύνα. κελεύει τοίνυν τὸν

Βουτηλῖνον ὑπὸ τῶν παίδων τῶν αὐτοῦ ἴσην ὑποσχεῖν τῷ ἀν-

ῃρημένῳ τὴν τιμωρίαν, καὶ αὐτῆς ἐκείνης ὡσαύτως κτείνεσθαι.

9

Ἡράκλειος δὲ τὸν υἱὸν Ἡράκλειον, ταὐτὸν δὲ εἰπεῖν

Κωνσταντῖνον (διώνυμος γὰρ ὢν ἐτύγχανεν), παρὰ τοῦ ἱεράρ-

χου τῷ θείῳ λουτρῷ καθαγνίσας ἀγκάλαις 〈ἐκ〉 τῆς ἱερᾶς

κολυμβήθρας ἐδέξατο. αὐτίκα δὲ αὐτῷ τῆς βασιλείου ἀξίας

τὰ σύμβολα τἆλλά τε καὶ τὸ διάδημα περιθέμενος ἐταινίωσε

καὶ βασιλέα ἀνεῖπε. τὴν θυγατέρα δὲ Γρηγορίαν τοὔνομα

Νικήτα τοῦ τὴν ἀξίαν πατρικίου εἰς γαμετὴν κατηγγύησεν·

οὗ δὴ καὶ ταύτῃ τῷ βασιλεῖ μειζόνως οἰκειωθέντος τὸν ἀν-

δριάντα κεχρυσωμένον καθύπερθε κιόνων ἔφιππον κατὰ τὴν

τοῦ Φόρου λεγομένην ἀγορὰν ἀνέστησεν. καὶ οὕτω μὲν ταῦτα

ἐπράττετο.

Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς στρατιὰν ὡς πλείστην

ἀθροίσας ἐπὶ Ῥωμαίους ἐξέπεμψεν, ἡγεμόνα τῶν Περσικῶν

Σάϊτον χειροτονήσας δυνάμεων. οὗτος ἐπὶ τὴν Ἀλεξάνδρου

ἀφορμισθεὶς ταύτην ἀνὰ κράτος εἷλε καὶ τὴν ὅλην Αἴγυπτον

ἠνδραπόδιζε καὶ τὴν ἑῴαν ἅπασαν μοῖραν κατεδῄου καὶ δορι-

αλώτους ὡς πλείστους ἦγε καὶ ἄλλους ἀνῄρει, οὐδεμιᾷ φειδοῖ

εἰς αὐτοὺς χρώμενος. ταῦτα τοίνυν οὕτω διαθέμενος εἰς τὸ

ἔπειτα πανστρατιᾷ κατὰ τὴν Χαλκηδόνος πόλιν ᾔει καὶ περι-

εκάθητο ταύτην χρόνον ἐπὶ συχνόν, ἠξίου τε βασιλέα εἰς

ὁμιλίαν οἱ λόγων ἱκέσθαι. καὶ δὴ βασιλεὺς εἰσήκουε καὶ

ὡς αὐτὸν διεπεραιοῦτο, βασιλικῇ δορυφορίᾳ τε καὶ πομπῇ

χρώμενος. καὶ αὐτὸν ἰδὼν Σάϊτος ἐξανέστη τε τῆς καθ-

έδρας καὶ πρὸς τοὔδαφος ἑαυτὸν ἀπορρίψας προσεκύνει· αὐ-

τός τε ἐκ τοῦ ἀκατίου, ἐν ᾧ ἐπέπλει, τὸ χαῖρε αὐτῷ προσ-

εφώνει καὶ δωρεαῖς ἠμείβετο. ὧδε πρὸς αὐτὸν Σάϊτος ἔλεξεν.

“ἔδει μέν, ὦ βασιλεῦ, τοὺς Ῥωμαίων τε καὶ Περσῶν βασι-

10

λέας μήτε διίστασθαι ταῖς γνώμαις μηδ' ὁπωστιοῦν ἀλλήλοις

ἀντικαθίστασθαι, ἐς φιλίαν τε καὶ συμβάσεις ἰέναι ὡς προ-

θυμότατα· (ὅπερ ἥδιστόν τε καὶ εὔχαρι ἀνθρώποις τοῖς πάλαι

καὶ νῦν τυγχάνει ἅπασιν, ἅτε ζωῆς τε τῆς εὐκτέας καὶ εὐ-

νομουμένης αἰτιώτατον·) καὶ τῷ περιόντι τῆς ἐξουσίας συμ-

παραμένειν καὶ τὸ τῆς συμβάσεως μέγεθος. καὶ γὰρ ἴσμεν

ὡς ἥκιστα ταῖς ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φα-

νείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ

εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρα-

τύνασθαι, ὅπλα κατ' ἀλλήλων αἴρεσθαι καὶ πημαίνειν οὐκ

ἐν δίκῃ καὶ κακοῦν τὸ ὑπήκοον. ἐξ ὧν τί συμβαίνει; εἰ

μὲν τὸ ὁμόγνωμον καὶ εἰρηνικὸν θήσεσθε, εὐδαίμονά τε

ἑκάτερον ὑμῶν τῶν ἄλλων ἀνθρώπων μᾶλλον ὑπάρξαι, ζη-

λωτούς τε καὶ ἀξιαγάστους ἐς τὸν ἅπαντα βίον δείκνυσθαι·

εἴς τε τὸ ἄμοχθον καὶ εὔθυμον ὁ πόνος ὑμῖν καὶ ἡ φρον-

τὶς περιστήσεται. εἰ δ' αὖ γε ταυτὶ μεθιέμενοι καὶ ἡλίκον

οἷον ἀγαθὸν τὴν εἰρήνην ἐκποδὼν ποιήσασθαι ἕλοισθε, καὶ

οὐδὲν ὅτι ὀνησιφόρον λογίσασθαι ὑμῖν οἶσον, δυσμένειαν δὲ

τὴν εἰς ἀλλήλους καὶ τὸ ἔχθιστον ἀνθῃρημένοι, πολέμων

μὲν ὡς πλείστων, ὅπερ ἀπηχὲς καὶ ἀπώμοτον, παραίτιοι

γενήσεσθε, ἱδρῶτάς τε καὶ πόνους ὡς τὸ εἰκὸς ἀνελέσθαι

μεγίστους, πολλὰ δὲ σώματα προϊέμενοι δαπανήσετε χρημά-

των τε ἀνάλωσιν ὡς πλείστην ποιήσεσθε· καὶ ἁπαξαπλῶς

εἰς μέγα κακοῦ τὸ τοῦ πολέμου ὑμῖν πέρας ἥξει. οἷα δὴ

καὶ νῦν ὁρᾶν ὑμῖν πάρεστιν, ἀφ' ὧν ἔγωγε εἰς τὴν Ῥω-

μαίων εἰσβαλὼν γῆν, τὰ δεινότατα εἶδε καὶ πέπονθεν. ἐν-

τεῦθεν οὖν λελείψεται τὰ τῶν πολιτειῶν οἰκτρότατα καὶ

ἀθλιώτατα διακείσεσθαι”. ταῦτα διώμνυτο λέγων αὐτὸς καὶ

11

ὡς ἐν σπουδῇ τίθεσθαι τὰς πολιτείας Ῥωμαίων τε καὶ Περ-

σῶν εἰς τὸ τὰ συμβατήρια ἥκειν. ταῦτα ἐπιτελῆ ποιήσειν

ὅγε ἐπήγγελτο, καὶ, ὡς τῶν ὀμωμοσμένων τὰ πιστὰ δοίη,

προσέφερε, ὅτι γε δὴ ταῦτα καὶ Χοσρόῃ βουλομένῳ [αἱρετέα]

εἴη. “εἴ τι οὖν μοι” φησὶ “πείθεσθαι ἔχοιτε, αὐτίκα δὴ

μάλα τοὺς ὡς Χοσρόην πρεσβευσομένους τούτων ἕκατι ἅμα

ἐμοὶ ἐκπέμποιτε, (πεισθείη δ' ἄν μοι καὶ αὐτός, εὖ οἶδα,

εἰς τοῦτο γνώμης καθιστάμενος) σπείσεσθε μεθ' ὑμῶν καὶ

τὴν εἰρήνην τὸ λοιπὸν εἰς τὸν ἅπαντα χρόνον βεβαίαν τε

καὶ ἀκραιφνῆ καταστήσεσθε”.

Βασιλεὺς δὲ Ἡράκλειος, ἐπεὶ τοῦτ' οὖν ἐπέπυστο, τῷ

προσηνεῖ καὶ θελκτηρίῳ τῶν λόγων συνηδόμενός τε καὶ κατα-

κηλούμενος, ὑπέσχετο εἰς ἅπαντα πράσσειν ἑτοιμότατά τε καὶ

σπουδαιότατα. καὶ οἷς ἐβουλεύετο τούτων πέρι συνέπραττόν

τε μάλιστα καὶ συνῄνουν ὁ ἱερομύστης τε καὶ οἱ ἐν τέλει.

καὶ ὅτι τάχιστα οἱ διαπρεσβευσόμενοι ἐξελέγοντο, Ὀλύμπιος

μὲν ὁ τὴν τῶν ὑπάρχων τῶν πραιτωρίων διέπων ἀξίαν,

Λεόντιος δὲ ὁ τῆς πόλεως ὕπαρχος, Ἀναστάσιός τε ὁ τὴν

οἰκονομίαν τοῦ μεγίστου ἱεροῦ, ᾧ Σοφία ὁ θεῖος λόγος

ἐπώνυμον, τῶν πραγμάτων πεπιστευμένος. τούτους παρα-

λαβὼν Σάϊτος καὶ ἄρας ἐκ Χαλκηδόνος ὀπίσω ἀπήλαυνε

καὶ πρὸς τὰ Περσικὰ ἤθη ἐχώρει· καὶ ἕως μὲν τῆς Ῥωμαίων

ἐπέβαινε γῆς, διὰ τιμῆς ἦγε καὶ θεραπείας ἠξίου, τῇ Περ-

σικῇ δὲ ἐμβαλὼν πέδας τὰς ἐκ σιδήρων αὐτοῖς περιθέμενος

δεσμώτας παρὰ Χοσρόην ἐκόμισε. Χοσρόης δὲ ἐπεὶ ἔγνω

ὡς Σάϊτος Ἡράκλειον ὡς βασιλέα εἶδέ τε καὶ τετίμηκεν, ἀλλ'

οὐ δοριάλωτον ἑλὼν ὡς αὐτὸν ἤγαγεν (ἐν τούτῳ γὰρ αὐτῷ

τὰ τῆς ἐλπίδος ὠνειροπολεῖτο καὶ ἔκειτο), μεγάλα τε ἐπ'

αὐτῷ ἠγανάκτει καὶ τέλος εἰς ἀσκὸν αὐτῷ ἀπέδειρε τὴν δο-

ράν, πικρὸν αὐτῷ καὶ βίαιον καταστήσας τὸν θάνατον. Ῥω-

12

μαίων δὲ τοὺς πρεσβευτὰς ἰδίᾳ διαστείλας ὡς ἕκαστον φρου-

ραῖς ἀσφαλεστάταις ἀπέθετο καὶ ἐκάκου τὰ μέγιστα.

Ταῦτα οὐ μικρῶς ἠνία τὸν βασιλέα καὶ ἐπετάραττεν.

ἐφ' οἷς καὶ λιμὸς τηνικαῦτα τῇ πολιτείᾳ ἐπεφύη βαρύτατος·

οὐ γὰρ ἡ Αἴγυπτος αὐτοῖς τὸ λοιπὸν ἐπεσίτιζεν, ἐξ οὗ καὶ

τὰ πλεῖστα τῶν βασιλικῶν ἐπελελοίπει σιτηρεσίων. ἐν τού-

τοις καὶ νόσος λοιμώδης τοῖς ἐν τῇ πόλει ἐνσκήψασα θανάτῳ

τὰ πλήθη τὰ ἐν αὐτῇ διέφθειρεν. ὧν ἁπάντων ἕνεκεν πολλὴ

δυσθυμία καὶ ἀπορία τῷ κρατοῦντι περιεκέχυτο. καὶ οἴχε-

σθαι διὰ ταῦτα πρὸς Λιβύην βουλομένῳ ἦν. καὶ αὐτόθι

χρήματα τέως πλεῖστα χρυσόν τε καὶ ἄργυρον καὶ λίθων

τοὺς τιμιωτάτους προύπεμπεν· ὧν οὐκ ὀλίγιστα καταίροντα

κλύδωνι μεγίστῳ περιπεπτώκει καὶ τοῖς ποντικοῖς ῥείθροις

βρύχια γέγονεν. ταῦτα τοίνυν τῶν πολιτῶν αἰσθόμενοι, ὡς

δυνατὰ ἦν αὐτοῖς, διεκώλυον. ὁ γοῦν ἱεράρχης ἐπὶ τοῦ

ἱεροῦ τοῦτον καλέσας ὅρκοις ἐνταῦθα περιεδέσμει ὡς ἥκιστα

τῆς βασιλευούσης ἐξίστασθαι. οἷς εἴξας τὰς μὲν παρούσας

τύχας ἀπωλοφύρετο, τὰς δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθε-

λοντὴς ἔστεργε.

Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους

κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα εἰς

Βυζάντιον εἰσῄει, μυεῖσθαι δὲ τὰ Χριστιανῶν βασιλέα ἐξῄτει.

ὁ δὲ ἀσμένως αὐτὸν ὑπεδέχετο, καὶ οἱ Ῥωμαίων ἄρχοντες

τοὺς Οὐννικοὺς ἄρχοντας καὶ τὰς ἐκείνων γαμετὰς αἱ τού-

των αὐτῶν τῷ θείῳ λουτρῷ ἐτεκνώσαντο σύζυγοι. οὕτω τε

τὰ θεῖα μυηθεῖσι δώροις βασιλικοῖς καὶ ἀξιώμασιν ἐφιλοτι-

μήσατο· τῇ γὰρ ἀξίᾳ τοῦ πατρικίου τὸν ἡγεμόνα τοῦτον

τετίμηκε καὶ πρὸς τὰ Οὐννικὰ ἤθη φιλοφρόνως ἐξέπεμπε.

Μετὰ δὴ ταῦτα καὶ ὁ τῶν Ἀβάρων τοῦ ἔθνους ἡγε-

μὼν ἐπὶ συμβάσεσιν ὡς Ἡράκλειον ἐπικηρυκεύεται. ἐφ' ᾧ

13

λίαν ὑπεραγάμενος δώροις αὐτὸν ἠμείβετο καὶ δὴ καὶ ἔπεμ-

πεν ὡς αὐτὸν ἀγγελιαφόρους, Ἀθανάσιον τὸν πατρίκιον, εἶτα

μετ' αὐτὸν καὶ Κοσμᾶν τὴν ἀξίαν ἣν δὴ κυαίστορα καλοῦσι,

τὰ τῆς βασιλέως γνώμης αὐτῷ ἀπεροῦντας. ὁ Ἄβαρος δὲ

τὰ πρὸς φιλίαν ὑποκρινόμενος αἱμύλα τε καὶ ἐπαγωγὰ πρὸς

αὐτοὺς ἀποφθεγγόμενος ὑπήγετο, ὡς φίλος εἴη Ῥωμαίοις,

καὶ ἥκειν ὡς βασιλέα ἐπὶ σπονδαῖς ἐπήγγελτο. οἳ δὴ καὶ

ἀναζεύξαντες τὰ τῆς εὐνοίας ἐκείνου ἔνδηλα βασιλεῖ ἐποίουν.

οἷς ἄγαν ὑπερηδόμενος βουλεύεται εἰς τὴν πόλιν Ἡράκλειαν,

καθ' ἃ ἦν αὐτοῖς συγκείμενον, τῷ Ἀβάρῳ συμβαλεῖν. τὴν

θυμελικὴν σκευὴν προύπεμπε, καὶ ἱππικὴν ἀγωνίαν ἐπὶ τῇ

δοχῇ αὐτοῦ τελεῖν εὐτρέπιζε, στολήν τε αὐτῷ λαμπρὰν καὶ

τοῖς συνομαρτοῦσιν ἐκόμιζεν. εἶτα κατὰ τὴν Σηλυμβρίαν

πόλιν ἀφιγμένος ηὐλίζετο. τρισὶ δὲ ὕστερον ἡμέραις ὁ χα-

γάνος σὺν πλήθει πολλῷ τῶν Ἀβάρων ἀμφὶ τὴν Ἡράκλειαν

παρῄει. ἀποδασμὸν δέ τινα τῶν οἱ ἑπομένων, οἳ ἄλκιμοί

τε καὶ μαχιμώτατοι ἐτύγχανον, ἀπολεξάμενος, κατὰ τὰ ὑπερ-

κείμενα τῶν μακρῶν λεγομένων τειχῶν λοχμώδη τε καὶ ἀμφι-

λαφῆ ἐκπέμψας, σκεδάννυσι κρύβδην κατὰ τῶν ἐκεῖ ὀρῶν

χωρήσειν τὰ λάσια, ὡς ἂν κατὰ νώτου τοῦ βασιλέως γενό-

μενοι, αὐτόν τε μέσον καὶ τοὺς περὶ αὐτὸν ἀποληψόμενοι,

σχοῖεν εὐχείρωτον. τούτους Ἡράκλειος αἰσθόμενος καὶ οὐ

μετρίως τῷ παραλόγῳ καταπλαγείς, τὸ ἁλουργὸν ἀπαμφι-

έννυται ἔσθημα· οἰκτρὸν δέ τι καὶ πενιχρόν, ὡς ἂν ἰδιώτης

τοῖς ἐντευξομένοις φαίνοιτο, περιβαλόμενος ἔνδυμα τόν τε

στέφανον τὸν βασίλειον τῇ ὠλένῃ περιαψάμενος, ἀγεννῶς

παραχρῆμα εἰς φυγὴν ἐτράπετο καὶ μόλις πρὸς τὸ Βυζάν-

τιον διεσώζετο. οἱ δὲ Ἄβαροι σὺν θυμῷ κατὰ τὴν δίωξιν

ἐπετίθεντο, καὶ πρὸς τὸ πεδίον τὸ πρὸ τῆς πόλεως ὃ Ἕβδο-

14

μον καλοῦσι καταλαβόντες ἱδρύσαντο. ἐνθένδε τε σκεδάν-

νυνται ἄχρι καὶ εἰς τὴν τοῦ Βαρβύσσου ποταμοῦ γέφυραν

καὶ τὰ τῇδε χωρία πικρῶς κατεληΐζοντο καὶ τὸν Ῥωμαίων

ὅμιλον ἀφειδῶς ἐκεράϊζον, τήν τε βασιλικὴν ἐσθῆτα καὶ τὰς

στολὰς παραλαμβάνουσι, πρὸς δὲ καὶ τὰ θυμελικὰ ὄργανα

καὶ τοὺς διακομίζοντας ἅπαντας. πλεῖστον δὲ ὅσον λαὸν

ἀνδραποδισάμενοι δοριάλωτον ἄγοντες πρὸς τῇ σφετέρᾳ ἀπ-

εκόμισαν· εἰς ἑβδομήκοντα δὲ καὶ διακοσίας χιλιάδας ἀνδρῶν

τε καὶ γυναικῶν, καθάπερ ἔνιοι τῶν ἁλόντων διαδράντες

ἀλλήλοις συνῳδὰ ἔφασαν, ὁ ἀριθμὸς αὐτοῖς ἅπας συνήνεκτο.

Ἡρακλείῳ δέ, καίτοι τῶν κοινῶν αὐτῷ πραγμάτων ἐπὶ

τοσοῦτο δυσχερείας καὶ ἀνωμαλίας ἡκόντων, οὐ μὴν οὐδὲ

τὰ οἰκεῖα εὖ θέσθαι φροντὶς ἐγεγόνει, ἀλλ' ὅγε πρὸς πρᾶξιν

ἄθεσμον καὶ ἣν Ῥωμαίων ἀπαγορεύουσι νόμοι ἰδών, τὸ

πρὸς τὴν ἀνεψιὰν Μαρτῖναν ἠσπάσατο κῆδος. θυγάτηρ

αὕτη Μαρίας τῆς αὐτοῦ ἐτύγχανεν ἀδελφῆς, πατρὸς δὲ

Μαρτίνου, ὃν Μαρία πρὸ Εὐτροπίου γαμέτην ἐκέκτητο. καὶ

δὴ δύο υἱεῖς ἐξ αὐτῆς τίκτει, ὧν τὸν μὲν Φλάυιον τὸν δὲ

Θεοδόσιον προσηγόρευσεν. ἡ δίκη δὲ ἐθριάμβευε τὸ ἀθέ-

μιτον, καὶ τοῦ μὲν πρεσβυτέρου παρειμένον ἐδείκνυ τὸν

αὐχένα ὡς μηδ' ἑτέρωθι ἐπιστρέφεσθαι οἷόν τε εἶναι, τοῦ

δ' αὖ νεωτέρου τὴν ἀκουστικὴν ἀφῄρητο αἴσθησιν καὶ κω-

φὸν ἤδη ἀπέφαινε. διήλεγχον δὲ αὐτοῦ μάλιστα τὸ ἄσεμνον

συνοικέσιον ἐπὶ ταῖς ἱππικαῖς ἁμίλλαις καὶ οἱ τοῦ πρασίου

δημόται χράματος, † συνῄνουν τε ἐπὶ ταύτῃ καὶ συνέπραττον.

Σέργιος δὲ ὁ τῶν Βυζαντίων ἱεράρχης γράμμασιν αὐτὸν

λιπαρῶς ἐγκείμενος ἐνουθέτει τὴν πρὸς τὸ γύναιον τοῦτο

κοινωνίαν ἀνήνασθαι. ὁ δὲ αὐτῷ ἀπελογεῖτο ὡς “εὖ μὲν

ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ

15

καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κεί-

σεται τὰ τῆς πράξεως”. κατὰ δὲ τὸν αὐτὸν καιρὸν δι-

επιπράσκοντο τὰ τῶν ἐκκλησιῶν κειμήλια καὶ εἰς ὑπαγωγὴν

φόρων τοῖς βαρβάροις ἐξενεμήθη.

Αὖθις οὖν ἐπιστρατεύει Χοσρόης ὁ τῶν Περσῶν βασι-

λεὺς κατὰ Ῥωμαίων, Σάρβαρον ἡγούμενον τῆς στρατιᾶς ἐκ-

πέμψας, ὃς κατεδῄου πᾶσαν τὴν ἀνατολικὴν χώραν. κατα-

λαμβάνει δὲ τῶν ἁγίων τόπων τὰ ζῳοποιὰ ξύλα τοῦ σωτηρίου

σταυροῦ, Μωδέστου τηνικαῦτα Ἱεροσολύμων προεδρεύοντος.

παρεσκευάζοντο δὲ οἱ Πέρσαι καὶ ἠπείγοντο [μέχρις] ἐλθεῖν

εἰς Χαλκηδόνα. ὁ οὖν Ἡράκλειος ἔκ τε Περσῶν καὶ Ἀβά-

ρων θορυβούμενος ἅμα καὶ λιμῷ πιεζομένης τῆς Ῥωμαϊκῆς

πολιτείας καὶ λοιμικῷ θανάτῳ φθειρομένης, προσεκαλεῖτο

Σέργιόν τε τὸν τῆς πόλεως πρόεδρον, ἔτι τε καὶ ἄρχοντας

καὶ τὸ λοιπὸν τοῦ λαοῦ μέρος, 〈καὶ〉 παρατίθεται αὐτοῖς τοὺς

παῖδας, καὶ Βῶνον τὸν πατρίκιον ἐγχειρίζει τὰς τῶν πραγ-

μάτων διοικήσεις, καὶ ἀπάρας διὰ τοῦ Εὐξείνου ἐπειρᾶτο

διὰ Λαζικῆς εἰς τὴν Περσικὴν εἰσβαλεῖν· καθ' ἣν τίκτεται

αὐτῷ υἱὸς ἐκ Μαρτίνης τῆς γυναικός (μεθ' ἑαυτοῦ γὰρ

ταύτην ἤγετο), ὃν καὶ ἐπωνόμασεν Ἡράκλειον. ἐντεῦθεν

ἀποστέλλει δῶρα πρὸς τὸν Τούρκων κύριον, ἐπὶ συμμαχίᾳ

τῇ κατὰ Περσῶν συγκαλούμενος· ὁ δὲ δεξάμενος ὑπέσχετο

συμμαχήσειν. ἐν τούτῳ ἡσθεὶς Ἡράκλειος ὥρμησε καὶ αὐ-

τὸς πρὸς αὐτόν, κἀκεῖνος τὴν τοῦ βασιλέως παρουσίαν ἀκη-

κοὼς σὺν πλήθει Τούρκων πολλῷ τῷ βασιλεῖ ὑπηντίαζε, καὶ

ἀποβὰς τοῦ ἵππου τῷ βασιλεῖ κατὰ γῆς προσκυνεῖ. ἐποίει

δὲ τοῦτο καὶ ὁ σὺν αὐτῷ πᾶς ὄχλος. ὁ δὲ βασιλεὺς τὸ

ὑπερβάλλον τῆς τιμῆς θεασάμενος ἐδήλου αὐτῷ ὡς εἰ τὰ

16

τῆς φιλίας αὐτῷ βέβαια εἴη, καὶ ἐποχούμενον πλησιάζειν,

καὶ ἅμα τέκνον ἴδιον ἀποκαλῶν. οὕτως οὖν οὗτος ἀσπάζε-

ται τῷ βασιλεῖ. ὁ δὲ ὃν περιέκειτο στέφανον τῆς κεφαλῆς

λαβὼν τῇ τοῦ Τούρκου κεφαλῇ περιέθετο, συμποσιάσας τε

αὐτῷ πάντα τὰ εἰς ὑπηρεσίαν τοῦ συμποσίου σκεύη ἅμα

καὶ στολῇ βασιλικῇ καὶ ἐνωτίοις ἐκ μαργάρων κεκοσμημένοις

δωρεῖται αὐτῷ. ὡσαύτως δὲ καὶ τοὺς περὶ αὐτὸν ἄρχοντας

τοῖς ὁμοίοις ἐνωτίοις αὐτοχειρίᾳ ἐκόσμει. εἶτα δεδιὼς μὴ

τὰ αὐτὰ τῷ Ἀβάρῳ καὶ παρ' ἐκείνου πείσεται, ἐπικρατέστερα

δ' αὐτῷ καὶ τὰ τῆς συμβάσεως ἀπεργάζεται, παραδείκνυσιν

αὐτῷ τῆς θυγατρὸς Εὐδοκίας εἰκόνα ἔφη τε πρὸς αὐτὸν

ὡς “ἥνωσεν ἡμᾶς ὁ θεός, σὲ τέκνον ἐμὸν ἀπέδειξεν. ἰδοὺ

δὴ αὕτη θυγάτηρ μού ἐστι καὶ Ῥωμαίων Αὐγούστα. εἰ οὖν

συναίρεις μοι καὶ βοηθεῖς κατὰ τῶν ἐχθρῶν, εἰς γυναῖκα

δίδωμί σοι αὐτήν”. ὁ δὲ τῷ κάλλει τῆς εἰκόνος καὶ τῷ περὶ

αὐτὴν κόσμῳ τρωθεὶς ἔρωτι τοῦ ἀρχετύπου ἔτι μᾶλλον ἐπὶ

τῇ συμμαχίᾳ ἐπέκειτο. εὐθὺς οὖν ἄρχοντα καὶ πλῆθος

Τούρκων τῷ βασιλεῖ παραδίδωσι· σὺν αὐτοῖς τε εἰς τὴν

Περσικὴν εἰσβαλὼν τάς τε πόλεις καθῄρει καὶ τὰ πυρεῖα

διέστρεφεν. ἐφ' ἑνὸς δὲ τούτων εὕρηται, ὡς Χοσρόης ἑαυ-

τὸν θεοποιήσας ἐν τῇ τούτου στέγῃ ἑαυτὸν καθήμενον ὡς

ἐν οὐρανῷ ἀνεστήλωσεν, ἀστραπὰς καὶ ἥλιον καὶ σελήνην

συγκατασκευάσας, ἀγγέλους περιεστῶτας αὐτῷ, καὶ βροντὴν

διὰ μηχανῆς ποιεῖν καὶ ὕειν ὁπότ' ἂν θελήσειεν. τοῦτο τὸ

βδέλυγμα θεασάμενος Ἡράκλειος εἰς γῆν κατέρριψε καὶ ὡς

κονιορτὸν διέλυσε. Χοσρόης τοίνυν ἀκούσας τά τε ἄλλα

17

πάντα καὶ ὡς Τοῦρκοι συμμαχοῦσιν Ἡρακλείῳ, δῆλα ἐποίει

πάντα διὰ γραφῆς τῷ Σαρβάρῳ, καὶ ὡς ταχέως πρὸς αὐ-

τὸν ἐκ τῆς Ῥωμαϊκῆς ἀναζευγνύναι καὶ Ἡράκλειον ἀμύνα-

σθαι· μηδὲ γὰρ δύνασθαι τῷ πλήθει τῷ ἐκείνου ἀντικαθ-

ίστασθαι. τὸ δὲ γράμμα περιτραπὲν Ἡρακλείῳ ἐγχειρίζεται.

ὁ δὲ τοῦτο ἀναγνοὺς ταῦτα μὲν ἐξηφάνισεν, ἑτέραν δὲ γρα-

φὴν ὡς ἀπὸ Χοσρόου σκηψάμενος τῷ Σαρβάρῳ ἐκτίθεται,

τῇ ἐκείνου σφραγῖδι σημηνάμενος, ἔχουσαν οὕτως “ὁ Καῖ-

σαρ Ῥωμαίων φιλίαν μετὰ Τούρκων ἐσπείσατο καὶ εἰσῆλθε

μέχρι τοῦ Ἀδορβαδιγάνου καλουμένου τόπου, καὶ ὅτι πέμ-

ψας στρατιὰν κατ' αὐτοῦ αὐτόν τε καὶ τοὺς Τούρκους διώ-

λεσα, οἱ δὲ περιλειφθέντες ἔφυγον. μὴ οὖν ἀπάρῃς ἐκ τῆς

Ῥωμαίων γῆς, ἀλλὰ τῇ Χαλκηδόνι προσέδρευε, Ῥωμαίους

αἰχμαλωτεύων καὶ ληϊζόμενος”. καὶ Σάρβαρος μὲν τὸ γράμ-

μα δεξάμενος τῆς προσεδρίας εἴχετο.

Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ

Ἡράκλειος πρὶν Πέρσας ἐκστρατεῦσαι δώροις πρὸς αὐτοὺς

ταύτας ἐβεβαίου, ὑποσχόμενος παρέχειν αὐτοῖς νομισμάτων

μυριάδας εἴκοσιν, ὁμήρους αὐτοῖς δεδωκὼς ἕνα τῶν υἱῶν

Ἰωάννην τοὔνομα, ὃν δὴ καὶ Ἀταλάριχον ἐκάλεσε, νόθος

δὲ ἦν αὐτῷ ἐκ παλλακῆς, καὶ Στέφανον ἀνεψιὸν αὐτοῦ,

υἱὸν Μαρίας τῆς ἀδελφῆς αὐτοῦ καὶ Εὐτροπίου, ἔτι δὲ καὶ

Ἰωάννην ἕτερον, υἱὸν Βώνου τοῦ πατρικίου, καὶ αὐτὸν ἐκ

παλλακῆς αὐτῷ γεγονότα), καὶ αὐτοὶ ἐκστρατεύοντες τῷ τεί-

χει τοῦ Βυζαντίου πελάζουσιν, εὐθύς τε πάντα ἐνεπίπρων

τὰ προάστεια. καὶ ὥσπερ ἀναμερισάμενοι ἑκάτεροι τὸν Θρᾳκι-

κὸν Βόσπορον Πέρσαι μὲν τὰ τῆς Ἀσιάτιδος μοίρας καθ-

ῄρουν, Ἄβαροι δὲ τὸν ἐπὶ Θρᾴκης διέφθειρον χῶρον. ἀλλή-

18

λοις τε λόγοις οἱ Ἄβαροι συνετίθεντο συμφωνήσαντες ἑλεῖν

τὸ Βυζάντιον. οἱ οὖν Ἄβαροι μηχανήματα τειχομάχα ἐτέκται-

νον· πύργοι δὲ ἦσαν ξύλινοι καὶ χελῶναι τὰ κατασκευάσματα.

καὶ ἐπεὶ προσῄεσαν τῷ τείχει τὰ ὄργανα, θεία δύναμις ἐξα-

πιναίως ταῦτα διέλυσε καὶ τοὺς ἐν αὐτοῖς τῶν Ἀβάρων

μαχητὰς διώλεσεν. ἐπειδὴ δὲ καὶ Σκλαβηνὰ πλήθη οἱ Ἄβαροι

ἐπεφέροντο καὶ εἰς συμμαχίαν ἐχρῶντο, δεδώκεσαν δὲ αὐτοῖς

σημεῖον ὡς ἡνίκα ἂν ἴδοιεν πυρσοὺς ἀναφθέντας εἰς τὸ

Βλαχερνῶν προτείχισμα, τὸ καλούμενον Πτερόν, εὐθὺς ἅμα

τοῖς μονοξύλοις ἀκατίοις κἀκεῖνοι ἐπεξίοιεν, ὡς πλοΐμῳ

ἀναφανέντες τὴν πόλιν κραταιῶς θορυβήσωσιν αὐτοί τε

ἀδείας λαβόμενοι ἐκ τῶν τειχῶν ἀνατρέχοντες ἐντὸς τῆς πό-

λεως γένωνται. δῆλα οὖν ταῦτα Βώνῳ τῷ πατρικίῳ ἐγέ-

νοντο, καὶ αὐτὸς διήρεις μὲν καὶ τριήρεις ἁρμόσας, εἰς τὸν

χῶρον ἐν ᾧ τὸ σημεῖον ἐδέδοτο καθοπλίσας προσώρμισεν,

ὡσαύτως καὶ πρὸς τὴν ἀντιπέρα ἀκτὴν τὰς διήρεις ἐπέλασεν

διαφρυκτωρεῖσθαί τε εὐθέως ἐπέτρεψεν. ὅπερ δὴ οἱ Σκλά-

βοι θεασάμενοι ἐκ τοῦ ποταμοῦ τοῦ καλουμένου Βαρβύσσου

ἀφώρμων καὶ κατὰ τῆς πόλεως ᾔεσαν. αἱ δὲ ἐπεκδραμοῦσαι

καὶ εἰς μέσον αὐτοὺς ἀπολαβοῦσαι ἐκ τοῦ εὐθέως ἔκτεινον,

καὶ αἵματι πολλῷ τὸ θαλάσσιον ὕδωρ ἐφοινίσσετο. ἐν τοῖς

πτώμασιν οὖν τῶν ἀναιρεθέντων καὶ γυναῖκες Σκλαβηναὶ

κατεφαίνοντο. ἀλλὰ ταῦτα οἱ βάρβαροι θεασάμενοι καὶ τῆς

προσεδρίας ἀπειπόντες πρὸς τὴν αὑτῶν ἀνεζεύγνυον. ὁ δὲ

ἀρχιερεὺς τῆς πόλεως σὺν Κωνσταντίνῳ τῷ βασιλεῖ εὐχαρι-

στηρίους λιτὰς τῷ θεῷ προσέφερον ἐν τῷ ναῷ τῆς θεομή-

τορος τῷ ἐν Βλαχέρναις ἱδρυμένῳ ἀφικόμενοι· τεῖχος εὐθὺς

19

δωμησάμενοι τοῦ ἱεροῦ ἐκείνου ναοῦ φρούριον κατέστησαν.

καὶ τὰ μὲν Ἀβάρων οὕτω πῃ ἔσχε.

Μαθὼν δὲ Χοσρόης Ἡράκλειον πλησιάσαντα τοῖς βασι-

λείοις Περσῶν ἐκπέμπει κατ' αὐτοῦ στρατηγόν τινα Ῥιζάτην

ὄνομα, γενναῖον ὄντα καὶ ἔμπειρον τὰ πολέμια. οὗτος ἐλθὼν

τῷ βασιλεῖ παρατάσσεται, καὶ τῆς οἰκείας ἀφορμῶν φάλαγ-

γος μόνος πρὸς μόνῳ προυκαλεῖτο διαμάχεσθαι. Ἡράκλειος

δὲ ἐπεὶ οὐδένα τοῦ οἰκείου στρατοῦ προθυμούμενον ἐπ-

εγίνωσκεν, αὐτὸς ἐξῄει κατὰ τοῦ βαρβάρου. ὁ δὲ ὡς τὴν

τοξικὴν ἔμπειρος ὀϊστὸν ἠφίει καὶ ἄκρων χειλέων τοῦ βασι-

λέως καθήπτετο· εἶτα καὶ ἄλλον ὀϊστὸν ἐξέπεμψε καὶ τὸ

σφυρὸν τοῦ ποδὸς ἐπέξυσεν. αὐτὸς δὲ Ἡράκλειος τῷ ἵππῳ

ἐπῄει, καί τις τῶν αὐτοῦ δορυφόρων προφθάσας τὸν ὦμον

Ῥιζάτου ξίφει ἀπέτεμε, καὶ αὐτὸν πεσόντα ὁ βασιλεὺς κατ-

ηκόντισε καὶ εὐθὺς τὴν τούτου κεφαλὴν ἀπέτεμεν. ἐπὶ δὲ

τῇ νίκῃ ταύτῃ προθυμίας ὁ τῶν Ῥωμαίων στρατὸς πλησθείς,

αἰσθόμενος τὴν τοῦ βασιλέως παρρησίαν, κατὰ Περσῶν ἐχώ-

ρουν συντονώτατα, καὶ ἀνὰ κράτος ἡττηθέντας ἐδίωκον καὶ

πλῆθος αὐτῶν πολὺ ἀπέκτειναν.

Οἱ δὲ Περσῶν ἄρχοντες ἐπεὶ διεγνώκεσαν ὡς ὁ τῶν

Ῥωμαίων βασιλεὺς ὑπὲρ τῆς ἑαυτοῦ πολιτείας τῆς οἰκείας

ζωῆς κατεφρόνησε, μετὰ Σειρόου τοῦ υἱοῦ Χοσρόου βου-

λεύονται Χοσρόην ἀνελεῖν, μέγα περὶ τῆς οἰκείας πολιτείας

καταφρονήσαντα. τοῦτον οὖν ἐφ' ἑνὶ τῶν βασιλικῶν οἴκων

κατέκλεισαν, καὶ τροφὴν οὐκ ἐδίδοσαν, προύθηκαν δὲ χρυ-

σὸν καὶ ἄργυρον καὶ λίθον πλεῖστον λέγοντες “τούτων

ἀπόλαυε οἷς κατεμάνης καὶ ἅπερ ἠγάπησας καὶ συνήγαγες”.

καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν

20

τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς

Ἡράκλειον διαπρεσβεύεται δῶρά τε ἐξέπεμψεν ὡς σπεί-

σεσθαι αὐτῷ. γράφει δὲ πρὸς αὐτὸν ἑνοῦσθαί τε ἀλλήλαις

τὰς ὑπ' αὐτοὺς πολιτείας καὶ εἰρήνην παρὰ θεοῦ ἀσπά-

ζεσθαι, ὡς ἑκάστην καθ' ἑαυτὴν ἡσυχάζειν. ᾧ ἀντέγραφε

καὶ Ἡράκλειος, τέκνον τὸν Σειρόην καλῶν, καὶ ὡς οὐκ ἦν

αὐτῷ ποτε κατὰ γνώμην βασιλέα τῆς ἑαυτοῦ δόξης ἐκπεπτω-

κέναι· διὸ οὐδὲ Χοσρόην. “ἀλλ' εἰ καὶ πλεῖστα καὶ κάκιστα

Ῥωμαίοις καὶ Πέρσαις ἐπέδειξεν, ἔσπευσα ἄν”, ἔφασκε, “περι-

σωθέντα, εἰ καὶ τὰ μάλιστα ἐπικρατέστερος ἐγενόμην, εἰς

τὴν αὐτοῦ ἀποκαθιστᾶν βασιλείαν. θεὸς δὲ τὴν ἐκείνου

πρόθεσιν ἐγνωκὼς μετῆλθεν αὐτῷ ἀξίαν τὴν δίκην, ὡς μὴ

τῶν πολλῶν γενέσθαι κατάλυσιν, ἡμῖν νῦν τὴν ἕνωσιν παρα-

σχόμενος”. περί τε τῶν ζῳοποιῶν ξύλων ὧν εἷλε Σάρβαρος

ἐξ Ἱεροσολύμων λιπαρῶς ἐπέκειτο ἐπιζητῶν· (ὁ δὲ ὑπέσχετο

δώσειν, εἴπερ αὐτῷ κατάφωρα γένοιτο·) περί τε τῶν πρεσβευ-

τῶν οὓς Σάϊτος πρὸς Χοσρόην ἀπήγαγε δόλῳ, ὡς Λεόν-

τιος μὲν κοινῷ θανάτῳ ἐτελεύτα, τοὺς δὲ ἄλλους Χοσρόης

ξύλοις ἔκτεινεν, αἰσθόμενος αὐτὸν Ἡράκλειον εἰς τὴν Περ-

σικὴν εἰσβαλόντα.

Εὐθὺς οὖν Σειρόης ἐτελεύτα, κρατεῖ δὲ τῆς βασιλείας

Περσῶν Καβόης, ὅστις μετ' οὐ πολὺ τέθνηκε. μεθ' ὃν

βασιλεύει Περσῶν Ὁρμίσδας, ὃς καὶ αὐτὸς διαπρεσβεύεται

πρὸς Ἡράκλειον, τόν τε ἴδιον υἱὸν σὺν χρήμασι καὶ δώροις

πολυτιμήτοις πρὸς αὐτὸν ἀπέστειλεν. ἐσήμαινε δὲ διὰ γραμ-

μάτων τάδε “ὃν τρόπον λέγετε τὸν θεὸν ὑμῶν δοθῆναι

γηραιῷ τινι ἀνθρώπῳ Συμεὼν εἰς τὰς ἀγκάλας, οὕτως καὶ

τὸν δοῦλόν σου τὸν υἱόν μου δίδωμι εἰς τὰς χεῖράς σου.

21

γνοίη δὲ θεὸς ὃν σέβῃ, ὡς ποιήσεις αὐτῷ”. ὁ δὲ δεξάμε-

νος μεγάλως ἐτίμησε, καὶ εἶτα τελευτήσαντος Ὁρμίσδου βα-

σιλέα Περσῶν ἐτίμησε.

Σάρβαρος δὲ ἀκούσας ὅτι Χοσρόης καὶ Σειρόης, Κα-

βόης καὶ Ὁρμίσδας ἐτελεύτησαν, ἐκ τῆς Ῥωμαίων ὑπενόστει

χώρας γράφει τε ἀπολογίαν πρὸς Ἡράκλειον, ὡς οὐχ ἑκὼν

ἀλλὰ γνώμῃ τοῦ ἀποστείλαντος ἔπραττεν ἅπερ εἰς Ῥωμαίους

πεποίηκε, παραγενέσθαι δὲ αὐτὸν ἐξῄτησε καὶ ὡς δοῦλον

παρίστασθαι. λόγοις τε πίστεως παρὰ βασιλέως βεβαιωθεὶς

ἥκειν πρὸς αὐτὸν καὶ χρήματα ἐκ Περσίδος διδόναι ὑπισχνεῖτο,

δι' ὧν πάλιν καινίζοιντο ὅσα ἂν αὐτὸς ἐν χώρᾳ τῇ Ῥω-

μαίων κατεστρέψατο. ἐν τούτοις ἐπιβουλεύεται καὶ ἀναιρεῖται

ὁ υἱὸς Ὁρμίσδου, καὶ Σάρβαρος παρὰ βασιλεῖ τὴν Περσῶν

ἀρχὴν ἐξαιτεῖ. ὁ δὲ ἐδίδου, καὶ ἀλλήλοις συνετίθεντο πάντα

τὰ ἐκ Ῥωμαίων ὑπὸ Πέρσαις γενόμενα Ῥωμαίοις ἀνασώ-

ζεσθαι. εἰρήνης τε βραβευθείσης εὐθὺς τήν τε Αἴγυπτον

καὶ πᾶσαν τὴν ἀνατολικὴν γῆν Ῥωμαίοις ἀποδίδωσι Σάρβα-

ρος, τοὺς ἐκεῖσε Πέρσας ἐξελών, τά τε ζῳοποιὰ ξύλα πρὸς

βασιλέα στέλλει. Ἡράκλειος δὲ Νικήταν υἱὸν Σαρβάρου πα-

τρικίου ἀξίᾳ ἐτίμησε Νίκην τε τὴν θυγατέρα αὐτοῦ Θεο-

δοσίῳ τῷ ἐκ Μαρτίνης υἱῷ αὐτοῦ γαμετὴν πεποίηκε. Γρη-

γορίαν τε τὴν θυγατέρα Νικήτα ἐκ Πενταπόλεως ἐνέγκας

Κωνσταντίνῳ τῷ βασιλεῖ Ῥωμαίων ζεύγνυσιν· ἣν δὴ καὶ

προμνηστευσάμενος ἦν περιόντος ἔτι τοῦ αὐτῆς πατρός.

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἐκ τοῦ Αἰθρίβου λεγομένου

Σαρακηνοὶ διεφαίνοντο (χώρα δὲ τοῦτο τῆς εὐδαίμονος Ἀρα-

βίας) καὶ τὰ ἐκεῖσε χωρία προσπελάζοντα ληΐζεσθαι ἐπεχεί-

ρουν. Ἡράκλειος δὲ τὴν θυγατέρα Εὐδοκίαν τοῦ Βυζαντίου

ἐξιέναι ἐπέτρεψεν ὡς τῷ Τούρκῳ ταύτην κατεγγυήσας· καὶ

22

ἐπειδὴ ἔγνωστο ὅτι σφαγῇ ὁ Τοῦρκος ἀνῄρητο, ταύτην

ὑποστρέφειν ἐκέλευεν. ὑπάρχοντι δὲ Ἡρακλείῳ ἐν τῇ Περ-

σικῇ ἐτελεύτησαν αὐτῷ δύο υἱοὶ καὶ θυγατέρες δύο. αὐτὸς

δὲ λαβὼν τὰ ζῳοποιὰ ξύλα ἐσφραγισμένα, καθάπερ ἐλήφθη-

σαν, διαμείναντα πρὸς τὰ Ἱεροσόλυμα ἀφίκετο, καὶ Μω-

δέστῳ τῷ ἀρχιερεῖ καὶ τῷ αὐτοῦ κλήρῳ ταῦτα ὑπέδειξεν.

οἱ δὲ τὴν σφραγῖδα σώαν ἐπεγίνωσκον· καὶ ὡς ἀνέπαφα

καὶ ἀθέατα βεβήλοις καὶ μιαιφόνοις χερσὶ τῶν βαρβάρων

διετηρήθησαν, εὐχαριστήριον ᾠδὴν τῷ θεῷ ἀνέθεσαν. τήν

τε κλεῖδα τὴν ἐπ' αὐτοῖς ὁ ἱεράρχης μείνασαν παρ' αὐτῷ

ἤγαγε, καὶ ἀνοιγέντα προσκυνοῦσιν ἅπαντες. ὑψωθέντων

δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμ-

ψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερ-

νῶν (ἱερὸν δὲ αἱ Βλαχέρναι τῆς θεομήτορος) λιτανεύων

ὑπεδέξατο καὶ πρὸς τὴν μεγίστην ἐκκλησίαν ἀγαγὼν ταῦτα

ἀνύψωσε. δευτέρα δὲ ἦν ἰνδικτιὼν ἡνίκα ταῦτα ἐπράτ-

τοντο.

Μετ' οὐ πολὺ δὲ καὶ Ἡράκλειος πρὸς τὸ Βυζάντιον

ἐχώρει, ὑπὸ πολλῆς εὐφημίας καὶ δόξης ὑπερβαλλούσης παρὰ

τῶν ἐκεῖσε δεχθείς. τέσσαρας δὲ ἦγεν ἐλέφαντας, οὓς δὴ

καὶ εἰς τοὺς ἱππικοὺς ἀγῶνας ἐθριάμβευεν ἐπὶ τῇ τῆς

πόλεως τέρψει, ἡμέρας τε ἐπινικίους ἐπ' εὐφροσύνῃ πάσῃ

δωρεαῖς φιλοτιμούμενος ἐπετέλει. ἐπειδὴ δὲ ἦν ἑλὼν τῆς

οὐσίας τῆς μεγάλης ἐκκλησίας, ἐκέλευσεν ἐκ τοῦ βασιλικοῦ

ταμιείου αὐτῇ τε καὶ τῷ κατ' αὐτὴν κλήρῳ ἐτήσια χρήματα

παρέχεσθαι. καὶ μετὰ τοῦτο παρασκευάζει Κωνσταντῖνον

23

τὸν υἱὸν ὑπατεῦσαι, Ἡράκλειον δὲ τὸν ἀπὸ Μαρτίνης Καί-

σαρα προχειρίζεται.

Οὐ πολὺς δὲ χρόνος ἐν μέσῳ, καὶ Σαρακηνοὶ τὰ περὶ

τὴν Ἀντιόχειαν κατέτρεχον. εὐθὺς δὲ Ἡράκλειος σὺν Μαρ-

τίνῃ τῇ γυναικὶ καὶ Ἡρακλείῳ τῷ παιδὶ πρὸς τοῖς τῆς ἀνα-

τολῆς χωρίοις ἐπεξῄει. αὐτόθι δὲ γενόμενος Θεοδώρῳ τῷ

ἀδελφῷ ὀργίζεται· ὑπεψιθυρίζετο δέ τισι λοιδορεῖσθαι αὐτὸν

τῷ βασιλεῖ Μαρτίνης ἕνεκεν, λέγοντα ὅτι “ἡ ἁμαρτία αὐτοῦ

ἐνώπιον αὐτοῦ διὰ παντός”. καὶ αὐτὸν εἰς Βυζάντιον ἀπο-

στέλλει, γράψας τῷ υἱῷ Κωνσταντίνῳ τοῦτον ἐπ' ἀθροίσματος

λαοῦ ἀτιμώσαντα ὡς ἐν φρουρᾷ κατέχειν. στρατηγόν τε ἀνατο-

λῆς ἐκπέμπει Θεόδωρον, τῶν βασιλικῶν χρημάτων ταμίαν, τὸ

ἐπίκλην Τριθύριον. Σέργιος γὰρ ὁ κατὰ Νικήταν τελευτᾷ

τρόπῳ τοιῷδε. κάμηλον οἱ Σαρακηνοὶ ἀποδείραντες τοῦτον

ἐγκατακλείουσι τῇ δορᾷ καὶ ἐπέρραπτον. τῆς βύρσης οὖν

κατεσκληκυίας συναπεξηραίνετο καὶ ὁ ἐντὸς καὶ ἀπομαραν-

θεὶς πικρῶς διώλετο. αἰτίαν δὲ αὐτῷ ἐπῆγον ὡς αὐτὸς

παρεσκεύασεν Ἡράκλειον μὴ συγχωρεῖν Σαρακηνοῖς [ἐκ τῆς

Ῥωμαίων γῆς ἐκπορεύεσθαι] τὰς συνήθως παρεχομένας αὐ-

τοῖς τριάκοντα χρυσίου λίτρας δι' ἐμπορικῆς ἀμοιβῆς ἐκ τῆς

Ῥωμαϊκῆς πολιτείας ἐκπέμπειν· ἐντεῦθέν τε αὐτοὺς ἄρξαι

τῇ Ῥωμαίων λυμαίνεσθαι χώρᾳ. ἐκ τούτου παρήγγειλε Θεο-

δώρῳ μὴ συμβάλλειν πρὸς μάχην Σαρακηνοῖς. οἱ δὲ προ-

λοχήσαντες καὶ ὀλίγοις τισὶν ἀκροβολισάμενοι Ῥωμαίοις ὑπ-

ήγοντο. εἰσπίπτουσι δὲ αὐτοῖς οἱ ἐκ τῶν ἐνεδρῶν ἐξαπιναίως,

24

καὶ μέσον ἀπολαβόντες πολλοὺς ἔκτειναν στρατιώτας τε καὶ

ἄρχοντας.

Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον Μαρία ἡ ἀδελφὴ Ἡρα-

κλείου χρήματα πρὸς τὸν χαγάνον Ἀβάρων ἔπεμψε καὶ τὸν

υἱὸν Στέφανον ἀπέλαβε. τοῖς δὲ τοιούτοις δώροις ἡσθεὶς ὁ

Ἄβαρος ἠρέθισεν Ἀνιανὸν τὸν μάγιστρον, ὡς καὶ αὐτὸς

πέμψας δῶρα ἀπολήψεται καὶ τοὺς ἄλλους οὕσπερ κατεῖχεν

ὁμήρους. καὶ δὴ καὶ ἐγένετο οὕτως.

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἐπανέστη Κούβρατος ὁ ἀνε-

ψιὸς Ὀργανᾶ ὁ τῶν Οὐνογουνδούρων κύριος τῷ τῶν

Ἀβάρων χαγάνῳ, καὶ ὃν εἶχε παρ' αὐτοῦ λαὸν περιυβρίσας

ἐξεδίωξε τῆς οἰκείας γῆς. διαπρεσβεύεται δὲ πρὸς Ἡράκλειον

καὶ σπένδεται εἰρήνην μετ' αὐτοῦ, ἥνπερ ἐφύλαξαν μέχρι

τέλους τῆς ἑαυτῶν ζωῆς· δῶρά τε γὰρ αὐτῷ ἔπεμψε καὶ

τῇ τοῦ πατρικίου ἀξίᾳ ἐτίμησεν.

Ἐν ᾧ δὲ ἐν τοῖς ἀνατολικοῖς μέρεσι διέτριβεν Ἡρά-

κλειος, Ἰωάννην τὸν Βαρκαίνης στρατηγὸν προχειρίζεται καὶ

πέμπει κατὰ Σαρακηνῶν τῶν ἐν Αἰγύπτῳ· οἷς συμβαλὼν

πίπτει καὶ αὐτός. ἔτι καὶ Μαρῖνος ὁ τῶν Θρᾳκικῶν ἐκ-

στρατευμάτων ἡγεμὼν συμμίξας αὐτοῖς ἡττήθη, πολὺν δὲ

στρατὸν ἀποβαλὼν καὶ αὐτὸς μόλις διασώζεται. μετ' ἐκεῖ-

νον προβάλλεται στρατηγὸν Μαριανὸν κουβικουλάριον παρὰ

Ῥωμαίων τὴν ἀξίαν καὶ πέμπει ἐκεῖσε, παραγγείλας ὡς

ἀνακοινοῦσθαι Κύρῳ τῷ Ἀλεξανδρείας ἱεράρχῃ, καὶ ὡς ἂν

κοινῇ [βουλεύσοιντο] τὰ πρὸς τοὺς Σαρακηνοὺς διάθοιντο.

Κῦρος δὲ ἦν δεδηλωκὼς βασιλεῖ σπείσεσθαι ἐπὶ τελέσμασιν

Ἄμβρῳ τῷ τῶν Σαρακηνῶν φυλάρχῳ, ἃ δὴ καὶ ὑπέχειν δι'

ἐμπολαίου συνεισφορᾶς ἐσήμαινε, τὰ δὲ τῷ βασιλεῖ παρεχό-

μενα ἀδιάπτωτα μένειν· κατεγγυηθῆναι δὲ αὐτῷ Εὐδοκίαν

25

τὴν Αὐγούσταν ἢ μίαν τῶν θυγατέρων τοῦ βασιλέως ὡς

ἐντεῦθεν καὶ τῷ θείῳ λουτρῷ βαπτισθησομένῳ καὶ Χρι-

στιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ

ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τού-

των Ἡράκλειος οὐδενὸς ἠνείχετο. ἐπειδὴ δὲ καὶ Μαριανὸς

ταῦτα ἐξηπίστατο, διίστατο τῆς τοῦ Κύρου γνώμης, καὶ

συμβαλὼν Σαρακηνοῖς πίπτει τε αὐτὸς καὶ σὺν αὐτῷ στρα-

τὸς ἱκανός.

Τούτῳ τῷ χρόνῳ ἀνέζευξε πρὸς τὰ οἰκεῖα Ἡράκλειος

καὶ ηὐλίζετο ἐν τῷ παλατίῳ τῷ καλουμένῳ τῆς Ἱερίας· ἐδεδίει

γὰρ ἐπιβῆναι θαλάσσῃ, πολλά τε ἀξιοῦντες οἵ τε ἄρχοντες

καὶ οἱ τῆς πόλεως ἐν τῇ πόλει εἰσελθεῖν ἔπειθον οὐδαμῶς.

ἐν δὲ ταῖς ἑορταῖς μόνους τοὺς υἱοὺς ἐξέπεμπε, καὶ αὐτοὶ

ἐπιτελοῦντες ἐν τῷ ἱερῷ τὴν θείαν λειτουργίαν εὐθὺς πρὸς

αὐτὸν ἐξῄεσαν. ὡσαύτως καὶ τοὺς ἱππικοὺς ἀγῶνας ἡνίκα

ἐθεῶντο, πάλιν πρὸς τὸν πατέρα ἀπεχώρουν. ἐν ᾧ δὲ δι-

έτριβεν ἐκεῖσε, ἀγγέλλεται αὐτῷ ὡς ὁ υἱὸς αὐτοῦ Ἀταλάριχος

καὶ Θεόδωρος ὁ τὴν ἀξίαν μάγιστρος, Θεοδώρου δὲ τοῦ

βασιλέως ἀδελφοῦ υἱός, σὺν ἄλλοις τισὶν ἐπιβουλεύειν αὐτῷ

ἤμελλον· καὶ τοῖς μηνύσασι πεισθεὶς τούτων τὰς ῥῖνας καὶ

τὰς χεῖρας ἐξέτεμε, καὶ Ἀταλάριχον μὲν εἰς τὴν νῆσον τὴν

λεγομένην Πρίγκιπον ἐξόριστον ἔπεμψε, Θεόδωρον δὲ πρὸς

τὴν νῆσον 〈τὴν〉 Γαυδομελέτην προσαγορευομένην, ἐπιτρέψας

τῷ ἐκεῖσε δουκί, ἡνίκα πρὸς αὐτὸν καταλάβοι, καὶ τὸν ἕτε-

ρον τῶν ποδῶν ἀφελέσθαι. κατὰ ταῦτα δὲ καὶ τοὺς συγ-

γνόντας αὐτοῖς τὰ τῆς ἐπιβουλῆς ἐτιμωρήσατο.

Χρόνου δὲ ἱκανοῦ διελθόντος παρασκευάζουσιν οἱ τοῦ

βασιλέως…

26

καὶ…

τ…

The complete text is available when the reading interface loads.