The Greek Library Catalogue

Anonymous

Chronographia brevis

Edition reference
Chronographia brevis [Dub.] (recensiones duae), ed. de Boor, op. cit., 81–135.
CTS identifier
urn:cts:greekLit:tlg3086.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

88

τῆς αἰχμαλωσίας καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνενέωσε

ναόν.

88c1

Πρῶτος μὲν οὖν ἐβασίλευσε

Περσῶν Κῦρος ἔτη λʹ.

μεθ' ὃν

89c1

Καμβύσης ἔτη Ϛʹ.

Δαρεῖος ἔτη λϚʹ.

Τούτου οὖν, ὡς εἴρηται,

ἐν ἔτει δευτέρῳ ὁ ναὸς

ἀνενεώθη. μεθ' ὃν

88c2

Πρῶτος Περσῶν ἐβασίλευσε

Κῦρος ἔτη λʹ.

89c2

Καμβύσης ἔτη βʹ.

Δαρεῖος ὁ υἱὸς Ὑστάσπου

ἔτη λϚʹ.

Τούτου ἔτει δευτέρῳ, ὡς ἤδη

εἴρηται, ὁ ἐν Ἱεροσολύμοις

ἀνενεώθη ναός. Γίνονται οὖν

τὰ λοιπὰ Δαρείου ἔτη λδʹ.

89

Ξέρξης ὁ Δαρείου ἔτη κηʹ.

Ἀρταβάνης μῆνας ζʹ.

Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μαʹ.

Τὰ κατὰ τὴν Ἐσθὴρ καὶ τὸν Μαρδοχαῖον ἐπὶ τούτου

φασίν.

Ξέρξης ἄλλος μῆνας βʹ.

Σογδοάνης μῆνας ζʹ.

Δαρεῖος ἄλλος ἔτη ιθʹ.

Ἀρταξέρξης ὁ Μνήμων ἔτη μʹ.

Ἀρταξέρξης ὁ καὶ Ὦχος ἔτη κϚʹ.

Ἀρσὴς Ὤχου ἔτη δʹ.

Δαρεῖος Ἀρσάμου ἔτη Ϛʹ.

Τοῦτον ἀνελὼν Ἀλέξανδρος ὁ Μακεδὼν καὶ καθελὼν

τὴν τῶν Περσῶν ἀρχὴν ἐβασίλευσεν ἔτη Ϛʹ, πρὸ τοῦ

καθελεῖν τὸν Δαρεῖον βασιλεύσας, ὥς τινές φασιν,

90

ἔτη ιβʹ. ἐτελεύτησε δὲ ἐν Βαβυλῶνι ἐτῶν λεʹ, [ὡς δὲ

ἄλλοι εἶπον λϚʹ. ἐβασίλευσεν οὖν ἔτη ιζʹ].

Ὑπέταξε δὲ βαρβάρων ἔθνη κβʹ καὶ φυλὰς Ἑλλήνων ιγʹ.

[καὶ ἐτελεύτησεν ἐν Περσίδι βασιλεύων].

Ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τελευτῆς Ἀλεξάνδρου

ἔτη ͵ερξζʹ.

Μετὰ δὲ τὴν τούτου τελευτὴν Αἰγύπτου καὶ Ἀλεξαν-

δρείας ἐβασίλευσαν πρῶτος

Πτολεμαῖος ὁ Λάγου ἔτη μʹ. δεύτερος.

Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη ληʹ.

Ἐπὶ τούτου αἱ παρ' Ἑβραίοις ἱεραὶ βίβλοι εἰς τὴν

Ἑλληνίδα φωνὴν μετεβλήθησαν [καὶ ἐν ταῖς κατὰ

Ἀλεξάνδρειαν ἀπετέθησαν βιβλιοθήκαις ἐπὶ Ἐλεά-

ζαρ ἀρχιερέως].

Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κεʹ.

Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ.

Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδʹ.

Τὰ κατὰ τῶν Μακκαβαίων ἐπὶ τούτου γεγένηται.

Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λεʹ.

Πτολεμαῖος ὁ Νεώτερος ἔτη κθʹ.

Πτολεμαῖος ὁ Φούσκων ἔτη ιζʹ μῆνας Ϛʹ.

Πτολεμαῖος ὁ καὶ Ἀλέξανδρος ἔτη ιʹ.

91

Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ ἔτη ηʹ.

Πτολεμαῖος ὁ Διόνυσος ἔτη λʹ.

Κλεοπάτρα Πτολεμαίου ἔτη κβʹ.

Τῷ τρίτῳ ἔτει ταύτης πρῶτος ἐμονάρχησε Ῥωμαίων

Γάϊος Ἰούλιος Καῖσαρ· ἀφ' οὗ καίσαρες οἱ ἑξῆς βασιλεῖς

προσηγορεύθησαν. οὗτος ἐβασίλευσεν ἔτη δʹ μῆνας ζʹ.

Ἀπὸ τούτου ἐβασίλευσε.

Καῖσαρ Σεβαστὸς ὁ καὶ Αὔγουστος ἔτη νϚʹ καὶ μῆνας Ϛʹ.

Ἐντεῦθεν οἱ Ἀντιοχεῖς τοὺς χρόνους αὐτῶν ἀριθμοῦσιν.

Οὗτος τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας Κλεοπάτραν

ἀνελὼν καθεῖλε τὴν τῶν Πτολεμαίων ἀρχήν. οἳ ἐβα-

σίλευσαν ἔτη σϘεʹ.

Γίνονται οὖν τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως ἀρχῆς βασιλείας

Αὐγούστου κατὰ τοὺς ἀκριβεῖς χρονογράφους ἔτη ͵ευνζʹ.

[Αὔγουστος οὖν, ὡς εἴρηται, ἐβασίλευσεν ἔτη νϚʹ καὶ μῆ-

νας Ϛʹ]. τῷ δὲ μβʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἐγεννήθη

τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου [καὶ θεοτόκου]

Μαρίας ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ πρὸ αἰώνων

θεὸς [ἐν Βηθλεὲμ τῆς Ἰουδαίας πρὸ ὀκτὼ καλανδῶν

Ἰαννουαρίων ὅ ἐστι Χυὰκ κθʹ, τοῦτ' ἔστι Δεκεμβρίῳ

κεʹ]. Κυρίνιος δὲ ὑπὸ τῆς συγκλήτου βουλῆς ἀποστα-

92

λεὶς εἰς τὴν Ἰουδαίαν ἀπογραφὰς ἐποιήσατο τῶν οὐσιῶν

καὶ τῶν οἰκητόρων.

Γίνονται οὖν ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τῆς ἐναν-

θρωπήσεως τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν

Ἰησοῦ Χριστοῦ [κατὰ πᾶσαν ἀκρίβειαν] ἔτη ͵εφʹ.

Μετὰ Αὔγουστον Ῥωμαίων τρίτος ἐβασίλευσε

Τιβέριος ἔτη κγʹ.

Τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας τῆς [σωτηρίου καὶ]

εὐαγγελικῆς διδασκαλίας ἄρχεται ὁ κύριος ἡμῶν Ἰησοῦς

Χριστός.

Τῷ δὲ ιθʹ ἔπαθεν ἐν Ἱερουσαλὴμ ὑπὲρ ἡμῶν τὸ σω-

τήριον πάθος [πρὸ ηʹ καλανδῶν Ἀπριλλίων, Φαμενὼθ

κθʹ, ὅ ἐστι] Μαρτίῳ κεʹ.

[Γίνονται οὖν] ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τοῦ σω-

τηριώδους πάθους καὶ τῆς ἀναστάσεως [τοῦ κυρίου καὶ

θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ] ἔτη ͵εφλγʹ.

Μετὰ Τιβέριον ἐβασίλευσε

Γάϊος ἔτη γʹ μῆνας ιʹ. καὶ ἐσφάγη ἐν τῷ παλατίῳ.

Κλαύδιος ἔτη ιγʹ μῆνας θʹ.

Γάλβας μῆνα αʹ· καὶ ἐσφάγη ἐν Ῥώμῃ.

Νέρων ἐβασίλευσεν ἔτη ιγʹ μῆνας ιʹ. καὶ φυγὼν ἑαυτὸν

ἔχωσε ζῶντα.

Πέτρος δὲ καὶ Παῦλος ἐπὶ αὐτοῦ ἐμαρτύρησαν καὶ

Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου ὑπὸ Ἰουδαίων ἐλιθάσθη

ἐν Ἱεροσολύμοις.

93

Ὄθων ἐβασίλευσε μῆνας γʹ· καὶ ἑαυτὸν ἀνεῖλε.

Βιτέλλιος μῆνας ηʹ.

Οὐεσπασιανὸς ἔτη ιʹ [ἀπεγένετο ἐν κήποις Σαλουστιανοῖς]..

Ἐν ἔτει δευτέρῳ τῆς τούτου βασιλείας γέγονεν ἡ ἅλω-

σις Ἱερουσαλὴμ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Τίτου μετὰ λϚʹ

ἔτη τῆς ἀναλήψεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη βʹ μῆνας βʹ· καὶ ἐσφάγη ἐν τῷ

παλατίῳ.

Δομετιανὸς ἔτη ιεʹ μῆνας εʹ.

Καὶ τούτου διωγμὸν κινήσαντος Ἰωάννης ὁ ἀπόστολος

Πάτμον οἰκεῖν τὴν νῆσον κατεδικάσθη διὰ τὴν εἰς Χρι-

στὸν ὁμολογίαν. μετὰ δὲ Δομετιανοῦ τελευτὴν ἐπάνει-

σιν ἀπὸ τῆς νήσου καὶ παρέμεινεν ἐν Ἐφέσῳ [μέχρι

τῆς Τραϊανοῦ βασιλείας].

Νερούας ἐβασίλευσεν ἔτος αʹ μῆνας δʹ.

Τραϊανὸς ἔτη ιθʹ μῆνας Ϛʹ.

Ἐπὶ τούτου Ἰγνάτιος ὁ θεοφόρος [ἐν Ῥώμη] ἐμαρτύ-

ρησεν [θηρίοις βορὰ παραδοθείς].

Ἀδριανὸς ἔτη καʹ. [Ἀπεγένετο ἐν Βαΐαις ὑδρωπιάσας.]

Καὶ οὗτος καθελὼν τὰ Ἱεροσόλυμα Αἰλίαν τὴν πόλιν

ὠνόμασε. καὶ οὗτος ὑδρωπιάσας ἀπεκτάνθη.

94

Τίτος Ἀντωνῖνος ὁ ἐπικληθεὶς Εὐσεβὴς σὺν τοῖς παισὶν

αὐτοῦ [Αὐρηλίῳ Οὐήρῳ καὶ Λουκίῳ] ἔτη κβʹ μῆνας γʹ.

Μάρκος [Αὐρήλιος] ὁ υἱὸς αὐτοῦ ἔτη ιθʹ μῆνας ιαʹ.

Ἐπὶ αὐτοῦ Ἰουστῖνος ὁ φιλόσοφος ἐμαρτύρησεν.

Ἀντωνῖνος ὁ καὶ Βῆρος ἔτη ιβʹ.

Κώμωδος ἔτη ιγʹ.

Αἴλιος Περτίναξ μῆνας Ϛʹ. καὶ ἐσφάγη ἐν τῷ παλατίῳ.

Σευῆρος ἔτη ιηʹ.

Ἐπὶ αὐτοῦ Λεωνίδης ὁ πατὴρ Ὠριγένους [τοῦ κακό-

φρονος] ἐμαρτύρησε καὶ Ἱππόλυτος ὁ Ῥώμης συγγρα-

φεὺς ἤκμαζε καὶ Γρηγόριος ὁ θαυματουργός [καὶ

Κλήμης ὁ Ἀλεξανδρεύς].

Ἀντωνῖνος υἱὸς Σευήρου ἐβασίλευσεν ἔτη ζʹ. καὶ ἐσφάγη

[μεταξὺ Βαιῶν καὶ Ἐδέσης].

Μακρῖνος ἔτος αʹ. καὶ ἐσφάγη.

Ἀντωνῖνος Γάβαλος ἔτη δʹ. καὶ ἐσφάγη ἐν τῇ Ῥώμῃ.

Ἀλέξανδρος ὁ Μαμαίας ἔτη ιγʹ. καὶ ἐσφάγη [ἐν Μογον-

τιακῷ].

Μάξιμος ἔτη γʹ. καὶ ἐσφάγη [ἐν Ἀκυλίᾳ].

Γορδιανὸς ἔτη Ϛʹ. καὶ ἦγξεν ἑαυτὸν ἐν Ἀφρικῇ.

Φίλιππος ἔτη ζʹ. καὶ ἐσφάγη ἐν κήποις [Τιβεριανοῖς].

Δέκιος ἔτος αʹ μῆνας γʹ. καὶ ἐσφάγη ἐν τῷ φόρῳ.

Ἐπὶ αὐτοῦ ἐμαρτύρησεν ὁ ἅγιος Βαβυλᾶς ἐν Ἀντιο-

χείᾳ [καὶ ἄλλοι δὲ κατὰ πᾶσαν χώραν, καὶ οἱ ἑπτὰ

παῖδες ἐν Ἐφέσῳ].

95

Γάλλος καὶ Βουλουσιανὸς ἔτος αʹ μῆνας δʹ.

Οὐαλεριανὸς καὶ Γαλιηνὸς ἔτη ιεʹ. καὶ ἐσφάγησαν [ὁ μὲν

οὖν Οὐαλεριανὸς ἐσφάγη ἐν Περσίδι, ὁ δὲ Γαϊανὸς ἐν

Μεδιολάνῳ].

Κλαύδιος ἔτος αʹ μῆνας θʹ. [ἀπεγένετο ἐν Σιρμίῳ.]

Αὐρηλιανὸς ἔτη εʹ μῆνας Ϛʹ. καὶ ἐσφάγη [ἐν Καινῷ Φρουρίῳ].

Τάκιτος μῆνας Ϛʹ. καὶ ἐσφάγη ἐν Πόντῳ.

[Ἐφ' οὗ ὁ ἅγιος Χαρίτων ὡμολόγησε.]

Πρόβος ἔτη Ϛʹ μῆνας δʹ. καὶ ἐσφάγη [ἐν Σιρμίῳ].

Κάρος ἅμα τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη βʹ.

καὶ ἐσφάγησαν [καὶ ὁ μὲν οὖν Κάρος ἐν Μεσοποταμίᾳ

τελευτᾷ, ὁ δὲ Καρῖνος ἐσφάγη ἐν πόλει Νουμερίᾳ τῆς

Θρᾴκης].

Διοκλητιανὸς καὶ Μαξιμιανὸς ἔτη κʹ.

[Ἐπὶ τούτου ὁ ἅγιος Πέτρος Ἀλεξανδρείας ἐμαρ-

τύρησε καὶ ἄλλοι πολλοὶ κατὰ πᾶσαν ἐπαρχίαν.]

Ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τελευτῆς Διοκλητιανοῦ ἔτη ͵εψϘϚʹ

ἀπὸ δὲ τοῦ πάθους τοῦ κυρίου ἕως τῆς ἀρχῆς Διο-

κλητιανοῦ ἔτη σοϚʹ.

Κωνσταντῖνος, ὁ τῆς ἁγίας Κωνσταντῖνος ὁ μέγας ἔτη λα

Ἑλένης υἱὸς ἐβασίλευσεν

ἔτη λαʹ.

95c1

Τῷ ιβʹ ἔτει τῆς αὐτοῦ βα-

σιλείας ἡ πρώτη σύνοδος

96c1

γέγονε τῶν τιηʹ πατέρων

τῶν ἐν Νικαίᾳ, ἔτους τιηʹ

ἀπὸ τῆς ἐνανθρωπήσεως

τοῦ κυρίου ἡμῶν Ἰησοῦ

Χριστοῦ.

Γίνονται οὖν τὰ πάντα

ἀπὸ Ἀδὰμ ἕως τῆς Κων-

σταντίνου τοῦ μεγάλου τε-

λευτῆς ἔτη ͵εωλϚʹ.

Τελευτᾷ δὲ ἐτῶν ξεʹ· κατ-

έλιπε δὲ τρεῖς υἱοὺς Κών-

σταν καὶ Κωνσταντῖνον

καὶ Κωνστάντιον· ἐν μὲν

τῇ Ῥώμῃ Κώνσταν, ἐν δὲ

τῇ νέᾳ Ῥώμῃ Κωνσταν-

τῖνον, ἐν Ἀντιοχείᾳ δὲ

Κωνστάντιον.

Οὗτος ἐποίησεν ὑπατείας

δέκα.

Οὗτοι δὲ ἐβασίλευσαν ἔτη κδʹ.

Ἰουλιανὸς ἐβασίλευσεν ἔτη βʹ

μῆνας Ϛʹ· ἀνῃρέθη δὲ ἐν

Περσίδι.

97c1

Ἰουβιανὸς μῆνας θʹ.

Οὐαλεντινιανὸς ὁ μέγας καὶ

Οὐάλης ἔτη ιʹ μῆνας θʹ.

Ἐπὶ Ἰουλιανοῦ ἐμαρτύρη-

σεν ὁ ἅγιος Δωρόθεος ὑπὸ

ἀρειανῶν.

Γρατιανὸς καὶ Οὐαλεντινιανὸς

ὁ νέος καὶ σὺν αὐτοῖς Θεο-

δόσιος ὁ μέγας ἔτη ιϚʹ.

Ἐφ' οὗ ἡ δευτέρα σύνοδος

γέγονεν ἐν Κωνσταντινου-

πόλει τῶν ρνʹ ἁγίων πα-

τέρων.

Ἀρκάδιος υἱὸς Θεοδοσίου

ἐβασίλευσεν ἔτη ιγʹ μῆνας γʹ.

Θεοδόσιος υἱὸς Ἀρκαδίου ἔτη

μβʹ μῆνας βʹ.

Ἐφ' οὗ ἡ ἐν Ἐφέσῳ τρίτη

σύνοδος γέγονε τῶν ςʹ

ἁγίων πατέρων καὶ ἡ δευ-

τέρα, ἡ λῃστρική.

98c1

Μαρκιανὸς καὶ Οὐαλεντινια-

νὸς ἐβασίλευσαν ἔτη κθʹ.

Ἐφ' ὧν ἡ τετάρτη σύν-

οδος ἡ ἐν Χαλκηδόνι τῶν

χλʹ ἁγίων πατέρων γέγονε.

Λέων ὁ μέγας ἐβασίλευσεν

ἔτη ιϚʹ.

Λέων ὁ μικρὸς ἔτος αʹ.

Ζήνων ἔτη ιζʹ.

95c2

Τῷ κʹ ἔτει τῆς αὐτοῦ βασι-

λείας γέγονεν ἡ πρώτη ἁγία

96c2

σύνοδος τῶν τιηʹ ἁγίων πα-

τέρων τῶν ἐν Νικαίᾳ τῶν

Βιθυνῶν, ἔτους τιηʹ ἀπὸ τῆς

τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χρι-

στοῦ ἐνανθρωπήσεως· ἀπὸ

δὲ τοῦ τιμίου πάθους καὶ

τῆς ἐνδόξου ἀναστάσεως αὐ-

τοῦ ἔτη σπεʹ.

Γίνονται οὖν τὰ πάντα ἀπὸ

Ἀδὰμ ἕως Κωνσταντίνου τοῦ

μεγάλου τελευτῆς ἔτη ͵εωλϚʹ.

Τελευτᾷ δὲ Κωνσταντῖνος

ἐτῶν ξεʹ, ὥς φασιν, βασιλεύ-

σας ἔτη λαʹ καταλιπὼν υἱοὺς

τρεῖς, Κώνσταν καὶ Κωνσταν-

τῖνον καὶ Κωνστάντιον. καὶ

ἐν μὲν τῇ πρεσβυτέρᾳ Ῥώμῃ

Κώνσταν βασιλέα, ἐν δὲ τῇ

νέᾳ Ῥώμῃ Κωνσταντῖνον, ἐν

Ἀντιοχείᾳ δὲ Κωνστάντιον.

Οὗτος ἐποίησεν ὑπατείας

δέκα.

Οὗτοι μετὰ Κωνσταντῖνον

ἐβασίλευσαν ἔτη κδʹ.

Ἰουλιανὸς ἔτη β .......

ἐσφάγη ἐν Περσίδι.

97c2

Ἰουβιανὸς μῆνας θʹ.

Οὐαλεντινιανὸς ὁ μέγας καὶ

Οὐάλης ὁ ἀδελφὸς αὐτοῦ ἔτη

ιʹ μῆνας θʹ.

Ἐπὶ Οὐάλεντος ἐμαρτύρησεν

ὁ ἅγιος Δωρόθεος ἐν Ἀλε-

ξανδρείᾳ θηρίοις βορὰ παρα-

δοθεὶς ἐν κυνηγίῳ ὑπὸ

ἀρειανῶν.

Γρατιανὸς καὶ Οὐαλεντινιανὸς

ὁ νέος υἱοὶ Οὐαλεντινιανοῦ

καὶ σὺν αὐτοῖς Θεοδόσιος ὁ

μέγας ἔτη ιϚʹ.

Ἔτει βʹ τῆς τούτου βασι-

λείας ἡ δευτέρα σύνοδος

τῶν ἐν Κωνσταντινουπόλει

ρνʹ ἁγίων πατέρων γέγονεν.

Ἀρκάδιος καὶ Ὀνώριος υἱοὶ

αὐτοῦ ἔτη ιγʹ μῆνας γʹ.

Θεοδόσιος ὁ νέος ἔτη μβʹ μῆ-

νας βʹ.

Ἐφ' οὗ ἡ ἐν Ἐφέσῳ τρίτη

σύνοδος τῶν ςʹ ἁγίων πα-

τέρων γέγονε καὶ ἡ δευτέρα,

ἡ λῃστρική, ἧς ἐξῆρχεν ὁ

δυσσεβὴς Διόσκορος.

98c2

Μαρκιανὸς καὶ Οὐαλεντινιανὸς

ἔτη κθʹ.

Ἐφ' οὗ ἡ ἐν Χαλκηδόνι

τετάρτη ἁγία σύνοδος τῶν

χλʹ ἁγίων πατέρων ἐγένετο.

Λέων ὁ μέγας ἔτη ιϚʹ.

Λέων ὁ μικρὸς συμβασιλεύσας

τῷ πατρὶ ἔτος αʹ τελευτᾷ.

Ζήνων ἔτη ιζʹ, μετὰ [τοῦ τυ-

ράννου] Βασιλίσκου βʹ.

98

Ἀναστάσιος ἔτη κζʹ μῆνας δʹ.

Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ ἡμέρας κγʹ.

Ἰουστινιανὸς [ὁ μέγας] ἐβασίλευσεν ἔτη ληʹ μῆνας ζʹ.

Ἐφ' οὗ ἡ πέμπτη σύνοδος γέγονεν ἐν Κωνσταντινου-

πόλει.

Ἰουστῖνος ἀνεψιὸς Ἰουστινιανοῦ ἔτη ιβʹ μῆνας ιʹ ἡμέρας κʹ.

Τῷ ζʹ ἔτει αὐτοῦ ἐπληρώθη κύκλος αʹ τοῦ ἁγίου πάσχα

ἐτῶν φλβʹ, ἐξότε ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐσταυ-

ρώθη [ἰνδ. Ϛʹ] ἔτους ἀπὸ κτίσεως κόσμου ͵Ϛξεʹ.

Τιβέριος ἐβασίλευσεν ἔτη εʹ.

Μαυρίκιος ἔτη κʹ μῆνας δʹ. [ἐσφάγη.]

Φωκᾶς ἔτη ηʹ. [ἐσφάγη.]

99

Ἡράκλειος μετὰ τοῦ υἱοῦ αὐτοῦ ἔτη λαʹ.

Ἔτους γʹ τῆς βασιλείας αὐτοῦ ὁ Πέρσης [Χοσρόης]

πλεῖστον μέρος τῆς Ῥωμαίων παρέλαβε πολιτείας καὶ

τὰ Ἱεροσόλυμα καὶ τοὺς σεβασμίους τόπους ἐνέπρησε

πλήθη τε λαῶν ᾐχμαλώτευσε σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ

καὶ τοῖς τιμίοις ξύλοις εἰς Περσίδα ἀπήγαγεν· ἔτει δὲ

αὐτοῦ ιβʹ Χοσρόης [ὁ Πέρσης] ἀνῃρέθη καὶ ἡ αἰχμα-

λωσία ἀνεκλήθη, καὶ ὁ ζωοποιὸς σταυρὸς τοῖς ἰδίοις

τόποις ἀπεκατέστη [ἀνεγερθεῖσιν].

Οἱ δὲ Σαρακηνοὶ ἤρξαντο τῆς τοῦ παντὸς ἐρημώσεως

τῷ ͵ϚρκϚʹ ἔτει ἰνδ. ζʹ.

Κωνσταντῖνος, υἱὸς Ἡρακλείου, ἐβασίλευσεν ἔτη κηʹ.

Οὗτος ἐν Σικελίᾳ ἀνῃρέθη.

[Ἐφ' οὗ τὸ πλεῖστον μέρος τῆς πολιτείας ὑπὸ

Σαρακηνῶν ἠρημώθη].

Κωνσταντῖνος ἔκγονος Ἡρακλείου ἐβασίλευσεν ἔτη ιζʹ.

Ἐφ' οὗ τὸ Βυζάντιον ὑπὸ τῶν Σαρακηνῶν ἐπολιορκήθη

καὶ ἡ ἕκτη σύνοδος τῷ ιγʹ αὐτοῦ ἔτει γέγονεν ἐν Κων-

σταντινουπόλει. καὶ κατὰ Σαρακηνῶν ἠνδραγάθησε, κω-

λύσας αὐτοὺς [τῆς κατὰ Ῥωμαίων ἐφόδου] καὶ πτο-

ήσας ἱκανῶς.

Ἰουστινιανός, υἱὸς αὐτοῦ, ἐβασίλευσεν ἔτη ιʹ.

Λεόντιος ἔτη γʹ.

Τιβέριος ὁ καὶ Ἀψίμαρος ἔτη ζʹ.

100

Ἰουστινιανὸς τὸ δεύτερον ἔτη Ϛʹ.

Φιλιππικὸς [ὁ καὶ Βαρδάνιος] ἔτη βʹ.

Ἀναστάσιος ὁ καὶ Ἀρτέμιος ἔτη βʹ.

Θεοδόσιος ἔτος αʹ.

100c1

Λέων ὁ καὶ Κόνων ἐβασί-

λευσεν ἔτη κεʹ μῆνας γʹ

ἡμέρας ιδʹ.

Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτη

λαʹ μῆνας βʹ ἡμέρας κεʹ.

Λέων υἱὸς Κωνσταντίνου

ἔτη εʹ.

Κωνσταντῖνος υἱὸς Λέοντος

σὺν τῇ μητρὶ Εἰρήνῃ ἔτη ιʹ

μῆνας βʹ ἡμέρας βʹ.

Τούτων ἔτει ηʹ γέγονεν ἡ

ἐν Νικαίᾳ τὸ δεύτερον

σύνοδος τῶν τνʹ πατέρων.

Κωνσταντῖνος μόνος ἔτη Ϛʹ

μῆνας θʹ ἡμέρας ηʹ.

Ἀνηγορεύθη ἐν τῷ φόρῳ

διὰ τῆς σάκρας αὐτοῦ.

Εἰρήνη μήτηρ αὐτοῦ πάλιν

ἔτη εʹ μῆνας βʹ ἡμέρας ιβʹ.

101c1

Νικηφόρος ἐβασίλευσεν ἔτη

ηʹ μῆνας θʹ.

Σταυράκιος υἱὸς αὐτοῦ μῆ-

νας βʹ.

Μιχαὴλ γαμβρὸς αὐτοῦ ἔτος

αʹ μῆνας θʹ ἡμέρας ιαʹ.

Λέων ἔτη ζʹ μῆνας εʹ ἡμέρας

ιδʹ. καὶ ἐσφάγη ἐν τῷ πα-

λατίῳ.

Μιχαὴλ ἔτη ηʹ μῆνας θʹ

ἡμέρας θʹ.

Ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ

ἕως τελευτῆς Μιχαὴλ ἔτη

͵Ϛτληʹ.

Θεόφιλος ἔτη ιβʹ μῆνας γʹ

ἡμέρας κʹ.

Μιχαὴλ υἱὸς αὐτοῦ σὺν

Θεοδώρᾳ μητρὶ καὶ Θέκλᾳ

ἀδελφῇ ἔτη ιδʹ.

Μιχαὴλ μόνος ἔτη ιβʹ, συμ-

βασιλεύσας Βασιλείῳ ἔτος αʹ.

καὶ ἐσφάγη.

Βασίλειος ἔτη ιηʹ μῆνας ιʹ

ἡμέρας κθʹ.

100c2

Λέων ὁ Ἴσαυρος ἔτη κεʹ μῆνας

γʹ ἡμέρας ιδʹ.

Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ

ἔτη λδʹ μῆνας βʹ ἡμέρας κεʹ.

Λέων ὁ Χάζαρις ἔτη εʹ.

Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ

σὺν τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ

ἔτη ιʹ μῆνας βʹ ἡμέρας βʹ.

Τούτων ἔτει ηʹ γέγονεν ἡ

ἐν Νικαίᾳ τὸ δεύτερον σύν-

οδος τῶν τνʹ ἁγίων πατέρων.

Κωνσταντῖνος μόνος ἔτη Ϛʹ

μῆνας θʹ ἡμέρας ηʹ.

Εἰρήνη ἡ μήτηρ αὐτοῦ ἔτη εʹ

μῆνας βʹ ἡμέρας ιβʹ.

101c2

Νικηφόρος ἔτη ηʹ μῆνας θʹ.

ἐσφάγη ἐν Βουλγαρίᾳ.

Σταυράκιος ὁ υἱὸς αὐτοῦ μῆ-

νας βʹ.

Μιχαὴλ ὁ γαμβρὸς αὐτοῦ ἔτος

αʹ μῆνας θʹ ἡμέρας ιαʹ.

Λέων ὁ Ἀρμένης ἔτη ζʹ μῆνας

εʹ ἡμέρας ιεʹ. ἐσφάγη ἐν τῷ

παλατίῳ ἐν τῷ ναῷ τῇς πα-

ναγίας θεοτόκου.

Μιχαὴλ ἄλλος ἔτη ηʹ μῆνας

θʹ ἡμέρας θʹ.

Θεόφιλος ὁ υἱὸς αὐτοῦ ἔτη ιβʹ

μῆνας γʹ ἡμέρας κʹ.

Θεοδώρα ἅμα τῷ υἱῷ αὐτῆς

Μιχαὴλ ἔτη ιδʹ μῆνα αʹ ἡμέ-

ρας κβʹ.

Μιχαὴλ μόνος ἔτη ιαʹ μῆνα αʹ

ἡμέρας θʹ. ἐσφάγη ἐν τῷ

παλατίῳ τοῦ ἁγίου Μάμαντος.

[Βασίλειος ἔτη ...]

102

Συνάγονται τὰ ἔτη οὕτως, ὡς ὑποτέτακται.

Ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ.

Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τοῦ πύργου Νεβρὼθ

ἔτη φκεʹ.

Ἀπὸ δὲ τοῦ πύργου ἕως τοῦ Ἀβραὰμ τῶν διχο-

τομημάτων ἔτη υκεʹ.

Ἀπὸ δὲ τῶν διχοτομημάτων ἕως τέλους Ἀβραὰμ

ἔτη οϚʹ.

Ὁμοῦ ἔτη ͵γσξηʹ.

Ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν

Ἰσραὴλ ἔτη υλʹ.

Ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς ναοῦ κυ-

ρίου ἔτη ψνζʹ.

Ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμα-

λωσίας ἔτη υκεʹ.

Ὁμοῦ ἔτη ͵δωπʹ.

Ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου ἔτη τιηʹ.

Ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ ἔτη τγʹ,

Ὁμοῦ ἔτη ͵εφʹ.

Ἀπὸ δὲ Χριστοῦ ἕως Κωνσταντίνου τοῦ μεγάλου

ἔτη τιηʹ.

Ἀπὸ δὲ Κωνσταντίνου ἕως Θεοφίλου ἰνδ. εʹ ἔτη φλʹ.

Ὁμοῦ ἔτη ͵Ϛτνʹ.

103

{Γενεαλογία Οὐαλεντινιανοῦ τοῦ μεγάλου.}

103c1

►Οὗτος γεννᾷ

Γρατιανὸν βασιλέα. Οὐαλεντινιανὸν βασιλέα καὶ Γάλλαν γυναῖκα

ἐξ ὧν

Πλακιδία γυνὴ

Κωνσταντίνου

καὶ

Οὐαλεντινιανὸς ὁ βασιλεὺς

ἐν Ῥώμῃ

ἐξ ὧν

Πλακιδία γυνὴ

Ὀλυβρίου βασι-

λέως Ῥώμης

καὶ Εὐδοκία ἣν

ἔλαβεν Ὀνώ-

ριχος υἱὸς Γη-

ζερίχου ῥηγὸς

Οὐανδηλῶν

103c2

Θεοδοσίου τοῦ μεγάλου.

Τούτου ἑτέρα γυνὴ Πλακίλλα

ἐξ ὧν

Ἀρκάδιος καὶ Ὀνώριος

Θεοδόσιος ὁ νέος. Πουλχερία

Εὐδοξία γυνὴ Οὐαλεντινιανοῦ.

Πλακιδία καὶ Εὐδοκία.

Οὗτος ὁ Οὐαλεντινιανὸς ἐξ-

άδελφος ὢν Θεοδοσίου τοῦ

νέου ἔλαβε γυναῖκα θυγατέρα

αὐτοῦ Εὐδοξίαν ἣν ᾐχμαλώ-

τευσε Γηζέριχος

ἐξ ὧν

Πλακιδία ἡ κτίσασα τὸν

ἅγιον Πολύευκτον, γυνὴ

Ἀρεοβίνδου.◄

104

Ἐκ τούτων ἐτέχθη Ὀλύβριος, ἀνὴρ Εἰρήνης, θυγα-

τρὸς Μάγνας ἀδελφῆς Ἀναστασίου βασιλέως. ἐξ ὧν

ἐγεννήθη Πρόβα γυνὴ Πρόβου· καὶ ἐκ τούτων

Ἰουλιάνα γυνὴ Ἀναστασίου. ἐξ ὧν

Πρόβα γυνὴ Γεωργίου, Ἀρεόβινδος καὶ Πλακιδία,

γυνὴ Ἰωάννου τὸ ἐπίκλην Μουστάκωνος.

Καὶ ὅσαι γεγόνασιν Αὐγούσται Ῥωμαίων.

Θεοδώρα καὶ Ἑλένη γυναῖκες Κωνσταντίου, πατρὸς Κων-

σταντίνου τοῦ μεγάλου.

Φαῦστα, γυνὴ Κωνσταντίνου τοῦ μεγάλου.

Εὐσεβία Κωνσταντίου.

Ἑλένη, θυγάτηρ τοῦ μεγάλου Κωνσταντίνου, Ἰουλιανοῦ

τοῦ παραβάτου.

Χαριτὼ Ἰουβιανοῦ.

Σεβήρα καὶ Ἰοῦστα γυναῖκες Οὐαλεντινιανοῦ.

Δομνῖκα Οὐάλεντος.

Γάλλα καὶ Πλακίλλα Θεοδοσίου τοῦ μεγάλου.

Εὐδοξία Ἀρκαδίου.

Εὐδοκία Θεοδοσίου τοῦ μικροῦ.

Πουλχερία Μαρκιανοῦ.

Βηρίνα Λέοντος τοῦ μεγάλου.

Ἀρεάδνη Ζήνωνος.

Ἀρεάδνη ἡ αὐτὴ Ἀναστασίου.

Εὐφημία Ἰουστίνου [πρώτου].

Θεοδώρα Ἰουστινιανοῦ τοῦ μεγάλου.

Σοφία Ἰουστίνου.

105

Ἀναστασία Τιβερίου.

Κωνσταντῖνα Μαυρικίου.

Λεοντία Φωκᾶ.

Φλαυία ἡ καὶ Εὐδοκία καὶ Μαρτῖνα Ἡρακλείου.

—Κωνσταντίνου.

—Ἡρακλωνᾶ.

—Κωνσταντίνου.

—Ἰουστινιανοῦ.

—Λεοντίου.

—Ἀψιμάρου.

—Ἰουστινιανοῦ.

—Φιλιππικοῦ.

—Ἀρτεμίου.

—Θεοδοσίου.

Μαρία Λέοντος [πρώτου τοῦ Ἰσαύρου].

Εἰρήνη ἡ Χαζάρα Κωνσταντίνου.

Μαρία καὶ Εὐδοκία.

Εἰρήνη ἡ Ἀθηναία Λέοντος [τοῦ δευτέρου τοῦ Χάζαρι].

Μαρία καὶ Θεοδότη Κωνσταντίνου.

Θεοφανὼ Σταυρακίου.

Προκοπία Μιχαήλ.

Θεοδοσία Λέοντος.

Θέκλα καὶ Εὐφροσύνη Μιχαήλ.

Θεοδώρα Θεοφίλου.

Εὐδοκία Μιχαήλ.

106

Εὐδοκία Βασιλείου.

Θεοφανὼ Λέοντος τοῦ νέου.

Καὶ ὅσοι ἐβασίλευσαν τῶν δέκα φυλῶν τοῦ Ἰσραὴλ

ἐν Σαμαρείᾳ ἀπὸ τῶν χρόνων Ῥοβοὰμ υἱοῦ Σολομῶντος

βασιλέως Ἰούδα ἕως τῆς μετοικεσίας τῶν δέκα φυλῶν

εἰς Ἀσσυρίους ἐπὶ Ἐζεκίου βασιλέως Ἰούδα.

αʹ Ἱεροβοὰμ ὁ δοῦλος Σολομῶντος ἐχρίσθη ὑπὸ Ἀχία

τοῦ προφήτου διὰ τὸ τὸν κύριον αὐτοῦ Σολομῶντα

ἐκκλῖναι εἰς ἀλλοφύλους γυναῖκας καὶ λατρεῦσαι τοῖς

τούτων θεοῖς, ἔτη κβʹ.

βʹ Ναδὰβ υἱὸς αὐτοῦ ἔτη βʹ.

γʹ Βαασά· οὗτος ἐξωλόθρευσε τὸν οἶκον Ἱεροβοὰμ, ἔτη κδʹ.

δʹ Ἡλὰ υἱὸς αὐτοῦ, ἐφ' οὗ Ἰηοῦ ὁ προφήτης, ἔτη βʹ.

εʹ Ζαμβρὶ δοῦλος αὐτοῦ ἀποκτείνας αὐτὸν μῆνας ζʹ.

Ϛʹ Ἀμβρὶ ἔτη ιβʹ.

ζʹ Ἀχαὰβ υἱὸς αὐτοῦ· ἐφ' οὗ Ἡλίας ὁ προφήτης ἔκλεισε

τὸν οὐρανὸν καὶ τοὺς ἱερεῖς τοῦ Βάαλ ἀνεῖλεν, ἔτη κβʹ.

ηʹ Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ.

θʹ Ἰωρὰμ ἀδελφὸς αὐτοῦ, ὃν ἀνεῖλεν Ἰηοῦ κατὰ τὸ

ῥῆμα κυρίου· ἐφ' οὗ Ἐλισσαιὲ προεφήτευσεν, ἔτη ιβʹ.

ιʹ Ἰηοῦ ὁ χρισθεὶς ὑπὸ τοῦ μαθητοῦ Ἐλισσαιὲ ἐπ' ὀλο-

107

θρεύσει τοῦ οἴκου Ἀχαὰβ κατὰ τὴν προφητείαν Ἡλίου,

ἔτη κηʹ.

ιαʹ Ἰωάχαζ, ὃν Ἀζανὰ βασιλεὺς Συρίας ἐπόρθησεν, ἔτη ιζʹ.

ιβʹ Ἰωάς, ἐφ' οὗ Ἐλισσαῖος ὁ προφήτης νίκην κατὰ

Ἀσσυρίων προεμήνυσε καὶ ἐθαυματούργει, ἔτη ιϚʹ.

ιγʹ Ἱεροβοάμ, ἐφ' οὗ Ἰωνὰς ὁ προφήτης, ἔτη μαʹ.

ιδʹ Ζαχαρίας, ἐφ' οὗ ἐπληρώθη ἡ προφητεία Ἐλισσαιέ·

ὑπέσχετο γὰρ ὁ θεὸς δι' αὐτοῦ τῷ Ἰηοῦ ἀνθ' ὧν

εἰργάσατο εἰς τὸν οἶκον Ἀχαὰβ φόνων, μέχρι δʹ γε-

νεᾶς τοὺς ἐξ αὐτοῦ κρατήσειν τῆς βασιλείας τοῦ

Ἰσραήλ, μῆνας Ϛʹ.

ιεʹ Σεροὺμ ἀποκτείνας Ζαχαρίαν ἐβασίλευσε μῆνα.

ιϚʹ Μαναὴμ ἀποκτείνας Σεροὺμ ἐβασίλευσεν ἔτη ιβʹ.

ιζʹ Φακεΐας υἱὸς αὐτοῦ ἔτη ιʹ.

ιηʹ Φακεὲ υἱὸς Ῥωμελίου· ἐφ' οὗ Ἡσαΐας καὶ Ναοὺμ

οἱ προφῆται ἔτη κηʹ.

ιθʹ Ὠσηὲ υἱὸς Ἡλία ἀποκτείνας τὸν Φακεὲ ἔτη θʹ.

Ἐπὶ αὐτοῦ Σαλμανασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς

ᾐχμαλώτευσε πᾶσαν τὴν Σαμάρειαν καὶ τὸν αὐτῆς βασι-

λέα καὶ πᾶσαν τὴν γῆν τοῦ Ἰσραήλ, δίχα τῆς Ἱερου-

σαλὴμ καὶ τῶν δύο φυλῶν Ἰούδα καὶ Βενιαμίν· πάντας

τοῦ Ἰσραὴλ κατήγαγεν αἰχμαλώτους εἰς γῆν Ἀσσυρίων,

βασιλεύοντος τοῦ Ἰούδα ἐν Ἱερουσαλὴμ Ἐζεκίου. τοὺς

δὲ λεγομένους Χουθσαίους ἀναγαγὼν ὁ Ἀσσύριος ἐκ τῆς

108

γῆς ἀνεκάθισεν ἐν τῇ γῇ Ἰσραήλ, ἔν τε τῇ Σαμαρείᾳ

καὶ ἐν ταῖς λοιπαῖς πόλεσι ταῖς παρ' αὐτοῦ ἐρημωθεί-

σαις· ἀνθ' ὧν παρέλαβε καὶ μετῴκισεν εἰς τὴν γῆν αὐ-

τοῦ Ἰσραηλιτῶν. ἐκεῖνοι δὲ τὴν γῆν Ἰσραὴλ οἰκήσαντες

τοῖς ἰδίοις ἐλάτρευον θεοῖς. ὀργισθεὶς δὲ ὁ θεὸς λέον-

τας ἔπεμψε κατεσθίοντας αὐτούς. τοῦτο δὲ μαθὼν ὁ

μετοικίσας αὐτοὺς βασιλεὺς καὶ τὸ αἴτιον νοήσας ἀπ-

έστειλεν αὐτοῖς ἕνα τῶν παρ' αὐτοῖς αἰχμαλώτων ἱερέων

τοῦ Ἰσραήλ, τὴν λατρείαν τοῦ θεοῦ Ἰσραὴλ καὶ τὸν

νόμον ἐκδιδάσκοντα. τὰ παρὰ τοῦ Μωϋσέως οὖν μόνα

παραλαβόντες ἐλάτρευον καὶ τῷ θεῷ, τῶν εἰδώλων οὐκ

ἀποστάντες. ἀπὸ τούτων εἰσὶν οἱ νῦν Σαμαρεῖται τὴν

πεντάτευχον μόνην τοῦ Μωϋσέως δεχόμενοι καὶ μὴ

συγχρώμενοι τοῖς Ἰουδαίοις.

Καὶ ὅσοι ἀρχιερεῖς ἐγένοντο ἐν τῷ Ἰσραήλ.

αʹ Ἀαρὼν ἕβδομος ὢν ἀπὸ Ἀβραάμ, δύο υἱοὺς κατέλι-

πεν, Ἐλεάζαρ καὶ Ἰθάμαρ.

βʹ Ἐλεάζαρ, ἐφ' οὗ ἀπεβίω Μωϋσῆς, καὶ ἡ κληροδοσία

τῆς γῆς διὰ Ἰησοῦ καὶ ἡ σκηνὴ τοῦ μαρτυρίου ἐπάγη

ἐν τῇ ἐρήμῳ.

γʹ Φινεὲς υἱὸς Ἐλεάζαρ μετὰ πάντων πρεσβυτέρων τὸν

λαὸν κρίνας.

δʹ Ἀβιούδ. Βεχί. Ὀζεί.

εʹ Ἡλὶ ἐκ τοῦ Ἰθάμαρ.

Ϛʹ Ἀχιτώφ, ἐφ' οὗ Σαμουήλ.

109

ζʹ Ἀβιάθαρ ὁ μετὰ τοῦ Δαυίδ.

ηʹ Σαδὼκ ἐκ τοῦ οἴκου Ἐλεάζαρ.

θʹ Ἀχιμάς, Ἀζαρία, Σαμαρείας.

ιʹ Ἀζαρίας ὁ διὰ ζῆλον θεοῦ ἀναιρεθείς.

ιαʹ Ἀζαρίας ὁ τὸν Ὀζίαν τῆς εἰς τὰ ἅγια εἰσόδου

κωλύσας.

ιβʹ Οὐρίας ὁ παρὰ τῷ Ἡσαΐᾳ πιστός.

ιγʹ Σομνὰς ὁ πονηρὸς καὶ ἄσωτος ἐπὶ Ἐζεκίου βασι-

λέως.

ιδʹ Ἐλιακείμ. Σελούμ.

ιεʹ Χελκίας ὁ ἐπὶ Ἰωσίου βασιλέως.

ιϚʹ Σαρεὰς ὁ ἐπὶ τῆς αἰχμαλωσίας Βαβυλῶνος, ὃν ἀν-

εῖλεν ὁ Ναβουχοδονόσωρ.

ιζʹ Ἰωσεδέκ, ὃν Ἰεζεκιὴλ Σαδοὺκ ὀνομάζει. οὗτος ἦν

ἐν Βαβυλῶνι ἐν τῇ αἰχμαλωσίᾳ.

ιηʹ Ἰησοῦς υἱὸς αὐτοῦ ὁ ἐπανελθὼν καὶ τὸν ναὸν οἰ-

κοδομήσας μετὰ Ζοροβάβελ.

ιθʹ Ἰωακείμ. Ἐλιασούμ.

κʹ Ἰωδάε, ἐφ' οὗ Νεεμίας ἠνῳκοδόμησε τὴν Ἱερουσαλὴμ

[καὶ τὰ τείχη].

καʹ Ἰωνᾶν.

κβʹ Ἰαδδῶ, ὁ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως.

κγʹ Ὀνίας. Σίμων ὁ θεοφιλής.

κδʹ Ἐλεάζαρ, ἐφ' οὗ ἡρμηνεύθησαν αἱ θεῖαι γραφαὶ ἐπὶ

Πτολεμαίου.

κεʹ Μανασσῆς. Ὀνίας.

110

κϚʹ Σίμων υἱὸς αὐτοῦ· οὗ μνημονεύει Ἰησοῦς υἱὸς Σιρὰχ

ἐν τῇ σοφίᾳ αὐτοῦ.

κζʹ Οἱ Σίμωνος υἱοὶ τρεῖς, Ὀνίας, Ἰάσων καὶ Μενέλαος.

Οὗτοι δὲ ἀλλήλοις ἀντιταττόμενοι ὑπ' ἀλλήλων

διολώλασιν· ἐφ' ὧν καὶ Ἀντίοχος τὰ κακὰ διεπράξατο,

ἀνελὼν τὸν Μενέλαον.

κηʹ Ἄλκιμος ἀλλογενὴς κατεστάθη ὑπὸ Ἀντιόχου ἀντὶ

Μενελάου.

κθʹ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθης καὶ Σίμων οἱ

ἀδελφοὶ αὐτοῦ.

λʹ Ἰωάννης υἱὸς Σίμωνος τοῦ Μακκαβαίου.

λαʹ Ἀριστόβουλος υἱὸς αὐτοῦ, ὃς καὶ διάδημα βασιλέως

περιέθετο μετὰ Ἀλεξάνδραν τὴν μητέρα αὐτοῦ.

λβʹ Ἰωάννης ὁ καὶ Ἰανναῖος καὶ Ὑρκανός.

Τοῦτον ὁ ἀδελφὸς αὐτοῦ ἐξέωσε· Πομπήιος δὲ ὁ

Ῥωμαίων στρατηγὸς προσφυγόντα αὐτῷ τὸν Ὑρκανὸν

ἀποκαθίστησιν· ἐφ' οὗ Ἰουδαῖοι γεγόνασιν ὑποτελεῖς

Ῥωμαίων.

Ἀριστόβουλος μὲν οὖν δέσμιος ἀνεπέμφθη εἰς Ῥώ-

μην ὑπὸ Πομπηίου. Ὑρκανὸς δὲ ᾐχμαλωτεύθη ὑπὸ

Πάρθων, Ἀντίγονός τε Ἀριστοβούλου καὶ αὐτὸς ἀνῃρέθη.

λγʹ Ἀνάνηλος ἀλλογενὴς ὁ κατασταθεὶς ὑπὸ Ἡρώδου.

λδʹ Ἀριστόβουλος υἱὸς Ὑρκανοῦ, ὃν ἀνεῖλεν Ἡρώδης,

γαμβρὸς Ἀνανήλου.

λεʹ Ἀνάνηλος πάλιν τὸ δεύτερον ὑπὸ Ἡρώδου κατα-

σταθείς.

λϚʹ Σίμων Βοηθοῦ πενθερὸς Ἡρώδου.

λζʹ Ματθίας Θεοφίλου.

111

ληʹ Ἰωάζαρ πενθεριδοῦς Ἡρώδου· ἐφ' οὗ ὁ Χριστὸς

ἐγεννήθη.

λθʹ Ἐλεάζαρ. Ἰησοῦς. Ὠσηέ. Ἰωάζαρ.

μʹ Ἄνανος, ἐφ' οὗ ὁ Χριστὸς φανερωθεὶς ἤρξατο τοῦ

κηρύγματος καὶ τῶν σημείων.

Τὸν δὲ Ἄνανον Γρᾶτος ὁ Ῥωμαῖος παύσας κατ-

έστησεν ἄλλον Ἰσμάηλον.

μαʹ Ἐλεάζαρ υἱὸς Ἀνάνου.

μβʹ Σίμων.

Καϊάφας, ὁ καὶ Ἰωσήφ, γαμβρὸς τοῦ Ἀνάνου.

Ἐπὶ ἐνιαυτὸν δὲ ἕνα μόνον οἵ τε ἀρχιερεῖς ἐγένοντο

παρὰ τῶν ὑπὸ Ῥωμαίοις κρατούντων τοῦ ἔθνους, ὡς

παρ' αὐτοῖς γενομένης τῆς ἀρχιερωσύνης.

Ὁ τοίνυν Καϊάφας ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ γέγονεν,

ἐν ᾧ τὸ πάθος τοῦ Χριστοῦ. τοῦτον δὲ μεθιστᾷ Βιτέλ-

λιος στρατηλάτης Ῥωμαίων.

μγʹ Ἰωνάθης Ἀνάνου.

μδʹ Θεόφιλος ἀδελφὸς αὐτοῦ.

μεʹ Σίμων.

μϚʹ Ἰωνάθαν υἱὸς Ἀνάνου τὸ δεύτερον.

μζʹ Ἰωνάθης Αἰλιονέων, ὁ καὶ Ἰώσηππος.

μηʹ Ἀνανίας ὃν δέσμιον Κοδράτος εἰς Ῥώμην ἔπεμψεν.

μθʹ Ἰσμάηλος.

νʹ Ἰώσηππος ὑπὸ Νέρωνος κατασταθείς.

ναʹ Ἀνανίας ὁ ἀνελὼν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυ-

ρίου, ᾧ Παῦλος εἶπε, „τύπτειν σε μέλλει ὁ θεός, τοῖχε

κεκονιαμένε“. τοῦτον δὲ ὁ δεύτερος Ἀγρίππας μετ-

έστησεν. ἐν δὲ τῇ πολιορκίᾳ τῆς Ἱερουσαλὴμ ἀνῃρέθη

ὑπὸ τῶν ὁμοεθνῶν.

112

νβʹ Ἰησοῦς ὁ τοῦ Δαμναίου.

νγʹ Ἰησοῦς ὁ τοῦ Γαμαλιήλ.

νδʹ Ματθίας, ἐφ' οὗ ὁ ὑπὸ Ῥωμαίων πόλεμος ἤρχθη.

νεʹ Φινεές, ὁ πολιορκουμένης τῆς πόλεως Ἱερουσαλὴμ

ὑπὸ Ῥωμαίων προβληθεὶς παρών· ἐφ' οὗ Τίτος ἑλὼν

τὴν πόλιν καὶ τὸν ναὸν ἐνέπρησεν.

[Ὁμοῦ νεʹ.]

112c1

Ἔτη τῆς ἐπισκοπῆς Κωνσταν-

τινουπόλεως, ἤτοι γνῶσις τῶν

ἐν αὐτῇ διδαξάντων.

Ἀνδρέας ὁ ἀπόστολος.

Στάχυς ἐν Ἀργυροπόλει ἔτη ιϚʹ.

Ὀνήσιμος ἔτη ιδʹ.

Πολύκαρπος ἔτη ιηʹ.

Πλούταρχος ἔτη ιϚʹ.

Σεδεκίων ἔτη θʹ.

Διογένης ἔτη ιεʹ.

Ἐλευθέριος ἔτη ζʹ.

113c1

Φίλιξ ἔτη εʹ.

Πολύκαρπος ἔτη ιζʹ.

Ἀθηνόδωρος ἔτη δʹ.

Εὐζώϊος ἔτη Ϛʹ.

Λαυρέντιος ἔτη ιαʹ μῆνας Ϛʹ.

Ὀλύμπιος ἔτη γʹ μῆνας Ϛʹ.

Περτίναξ ἔτη ιθʹ.

Ὀλυμπιανὸς ἔτη ιαʹ.

Μάρκος ἔτη ιγʹ.

Κυριλλιανὸς ἔτη ιϚʹ.

Καστῖνος ἔτη ζʹ.

Τίτος ἔτη λʹ μῆνας Ϛʹ.

114c1

Δομέτιος ὁ ἀδελφὸς Πρόβου

τοῦ βασιλέως ἔτη κδʹ μῆ-

νας Ϛʹ.

Πρόβος ὁ Δομετίου υἱὸς ἔτη ιβʹ.

Ἔτη πατριαρχῶν Κωνσταν-

τινουπόλεως.

Μητροφάνης, ὁ ἀδελφὸς Πρό-

βου, ὁ Δομετίου υἱὸς πρῶ-

τος πατριάρχης Κωνσταν-

τινουπόλεως ἔτη ιʹ.

Ἀλέξανδρος δεύτερος ἔτη κγʹ.

Παῦλος ὁ ὁμολογητὴς γʹ. ἔτη ιʹ.

καὶ ἐξεβλήθη.

Εὐσέβιος ὁ Νικομηδείας ἔτη

ιβʹ. ἀρειανός.

115c1

Παῦλος ὁ ὁμολογητὴς μετὰ

θάνατον Εὐσεβίου πάλιν

ἐγκαθίδρυται καὶ παραχρῆμα

ἐκβέβληται.

Μακεδόνιος ὁ πνευματομάχος

ἔτη ιʹ καὶ ἐξεβλήθη.

Εὐδόξιος πρότερον μετατεθεὶς

ἐκ Γερμανικείας εἰς Ἀντιό-

χειαν ἔτη ηʹ.

Δημόφιλος ἔτη ιβʹ μῆνας εʹ.

Εὐάγριος ὑπὸ Εὐσταθίου Ἀν-

τιοχείας χειροτονηθεὶς εὐ-

θέως εἰς ἐξορίαν ἐπέμφθη.

Γρηγόριος ὁ Θεολόγος προ-

έστη τῆς ἐκκλησίας Κων-

σταντινουπόλεως ἔτη ιβʹ.

Νεκτάριος ἔτη ιϚʹ μῆνας γʹ.

112c2

Καὶ ὅσοι ἐπίσκοποι ἐν Βυζαν-

τίῳ ἀπὸ Χριστοῦ καὶ τῶν

ἀποστόλων.

αʹ Ἀνδρέας ὁ ἀπόστολος ἐν

Βυζαντίῳ τὸν λόγον κηρύξας,

εὐκτήριον οἶκον πέραν ἐν

Ἀργυροπόλει δειμάμενος, χει-

ροτονεῖ ἐπίσκοπον τῆς αὐτῆς

πόλεως Στάχυν, οὗ μέμνηται

ὁ ἀπόστολος ἐν τῇ πρὸς

Ῥωμαίους ἐπιστολῇ.

βʹ Στάχυς ὁ αὐτὸς ἔτη ιϚʹ.

γʹ Ὀνήσιμος ἔτη ιδʹ.

δʹ Πολύκαρπος ἔτη ιηʹ.

εʹ Πλούταρχος ἔτη ιϚʹ.

Ϛʹ Σεδεκίων ἔτη θʹ.

ζʹ Διογένης ἔτη ιεʹ.

ηʹ Ἐλευθέριος ἔτη ζʹ.

113c2

θʹ Φίλιξ ἔτη εʹ.

ιʹ Πολύκαρπος ἔτη ιζʹ.

ιαʹ Ἀθηνόδωρος ἔτη δʹ.

Οὗτος ἕτερον οἶκον κτίσας

ἐν τοποθεσίᾳ ἐπιλεγομένῃ

Ἐλαίᾳ ἐκεῖ τὰς συνάξεις

ἐποιεῖτο.

ιβʹ Εὐζώϊος ἔτη ιϚʹ.

ιγʹ Λαυρέντιος ἔτη ιαʹ μῆνας Ϛʹ.

ιδʹ Ἀλύπιος ἔτη ιγʹ μῆνας Ϛʹ.

ιεʹ Περτίναξ ὑπατικὸς τῆς ἐν

Ῥώμῃ συγκλήτου ἔτη ιθʹ.

Οὗτος ἑτέραν ἐκκλησίαν

ἀνίστησιν ἐν παραθαλασσίῳ

ἐπιλεγομένῳ Συκαῖς, Εἰρή-

νην τὸν οἶκον προσαγορεύσας.

ιϚʹ Ὀλυμπιανὸς ἔτη ιαʹ.

ιζʹ Μάρκος ἔτη ιγʹ.

ιηʹ Κυριακὸς ἔτη ιϚʹ.

ιθʹ Καστῖνος ἔτη ζʹ.

Οὗτος ἐν Βυζαντίῳ ἐν τῷ

ἐπιλεγομένῳ Πετρίῳ εὐκτή-

ριον τῆς ἁγίας Εὐφημίας

ἤγειρε τότε μαρτυρησάσης.

κʹ Τίτος ἔτη λεʹ μῆνας Ϛʹ.

114c2

καʹ Δομέτιος ὁ ἀδελφὸς Πρό-

βου τοῦ βασιλέως ἔτη κδʹ

μῆνας Ϛʹ.

κβʹ Πρόβος υἱὸς τοῦ αὐτοῦ

Δομετίου ἔτη ιβʹ.

Οὗτοι πάντες ἐπίσκοποι πρὸ

τῆς τοῦ μεγάλου Κωνσταν-

τίνου ἀναδείξεως ἐν τῷ Βυ-

ζαντίῳ.

Αὐτοῦ δὲ παραγενομένου

ἐν τῷ Βυζαντίῳ διὰ τὸν

πρὸς Λικίνιον πόλεμον εὗρεν

ἐπίσκοπον Μητροφάνην.

κγʹ Μητροφάνης υἱὸς τοῦ προ-

γεγραμμένου Δομετίου ἀδελ-

φὸς δὲ Πρόβου καὶ ἀδελφό-

παις Πρόβου τοῦ βασιλέως

ἔτη ιʹ.

κδʹ Ἀλέξανδρος ἔζησεν ἔτη Ϙηʹ

καὶ ἐπισκόπησεν ἔτη κγʹ.

κεʹ Παῦλος ὁ ὁμολογητὴς ἔτη

γʹ. ἐκβληθεὶς ὑπὸ Κωνσταντίου.

κϚʹ Εὐσέβιος ἀρειανὸς ἀντ-

εισήχθη, ὁ πρότερον Βη-

115c2

ρύτου ἔπειτα Νικομηδείας

ἔτη ιβʹ.

κζʹ Μακεδόνιος πρεσβύτερος

τῆς ἐκκλησίας Κωνσταντινου-

πόλεως, ὁ πνευματομάχος

ἔτη βʹ.

κηʹ Εὐδόξιος ἀρειανός, πρό-

τερον Γερμανικείας, ἔπειτα

Ἀντιοχείας ἔτη ιʹ.

κθʹ Δημόφιλος ἀρειανός, πρό-

τερον Βεροίης τῆς Θρᾴκης

ἔτη ιαʹ μῆνας εʹ.

λʹ Εὐάγριος ὀρθόδοξος χειρο-

τονηθεὶς ὑπὸ Εὐσταθίου τοῦ

Ἀντιοχείας παρευθὺ καὶ ἐξ-

ωρίσθη ὑπὸ Οὐάλεντος.

λαʹ Γρηγόριος ὁ Ναζιανζοῦ

προέστη τῆς ἐκκλησίας ἔτη

ιβʹ καὶ ἐπανῆλθε πρὸς τὰ

οἰκεῖα.

λβʹ Νεκτάριος ἀξιωματικὸς ὑπὸ

τῶν ρνʹ πατέρων ἅμα καὶ

βαπτίζεται καὶ χειροτονεῖται

ἔτη ιϚʹ μῆνας γʹ.

116

λγʹ Ἰωάννης πρεσβύτερος Ἀντιοχείας ὁ Χρυσόστομος ἔτη εʹ

μῆνας Ϛʹ.

τούτου ἐξορισθέντος

λδʹ Ἀρσάκιος πρεσβύτερος, ἀδελφὸς Νεκταρίου ἔτη βʹ.

λεʹ Ἀττικὸς πρεσβύτερος Κωνσταντινουπόλεως ἔτη κʹ.

λϚʹ Σισίννιος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας ἔτη βʹ.

λζʹ Νεστόριος ἀνθρωπολάτρης τῆς Ἀντιοχέων πρεσβύτερος

ἔτη γʹ μῆνας βʹ.

τούτου ἐξορισθέντος ἐν Ὀάσει

ληʹ Μαξιμιανὸς πρεσβύτερος Κωνσταντινουπόλεως ἔτη βʹ

μῆνας εʹ.

λθʹ Πρόκλος ὑπὸ Σισιννίου χειροτονηθεὶς ἐπίσκοπος Κυ-

ζίκου καὶ μὴ δεχθεὶς ἐσχόλαζε· μετὰ δὲ τὸν θάνατον

Μαξιμιανοῦ χειροτονεῖται ἤτοι μετατίθεται κειμένου τοῦ

λειψάνου αὐτοῦ· ἔτη ιβʹ μῆνας γʹ.

μʹ Φλαυιανὸς πρεσβύτερος Κωνσταντινουπόλεως ἔτος αʹ μῆ-

νας ιʹ.

τούτου ἐκβληθέντος ὑπὸ Διοσκόρου ἐν τῇ λῃστρικῇ

συνόδῳ Ἐφέσου

μαʹ Ἀνατόλιος πρεσβύτερος καὶ ἀποκρισιάριος Ἀλεξανδρείας

ἔτη ηʹ μῆνας ηʹ.

μβʹ Γεννάδιος πρεσβύτερος Κωνσταντινουπόλεως ἔτη ιγʹ

μῆνας βʹ.

μγʹ Ἀκάκιος πρεσβύτερος καὶ ὀρφανοτρόφος, αἱρετικὸς ἔτη

ιζʹ μῆνας θʹ.

μδʹ Φραΐτας πρεσβύτερος τῆς ἁγίας Θέκλης Συκῶν μῆνας

γʹ ἡμέρας ιζʹ.

117

μεʹ Εὐφήμιος πρεσβύτερος Κωνσταντινουπόλεως καὶ πτωχο-

τρόφος Νεαπόλεως ἔτη Ϛʹ μῆνας Ϛʹ.

τούτου ἐκβληθέντος ὑπὸ τοῦ βασιλέως Ἀναστασίου

μϚʹ Μακεδόνιος πρεσβύτερος Κωνσταντινουπόλεως καὶ σκευο-

φύλαξ ἔτη Ϛʹ.

μζʹ Τιμόθεος πρεσβύτερος Κωνσταντινουπόλεως καὶ σκευο-

φύλαξ ἔτη Ϛʹ.

μηʹ Ἰωάννης ὁ Καππαδοκίας πρεσβύτερος καὶ σύγκελλος

αὐτοῦ ἔτος αʹ. μῆνας ιʹ.

μθʹ Ἐπιφάνιος πρεσβύτερος Κωνσταντινουπόλεως ἐπὶ Ἰου-

στίνου ἔτη ιϚʹ μῆνας γʹ.

νʹ Ἄνθιμος Τραπεζούντων ἐπίσκοπος μῆνας ιʹ.

τούτου καθαιρεθέντος ὑπὸ τῆς κατὰ Σευήρου συνελ-

θούσης συνόδου

ναʹ Μηνᾶς πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψὼν ἔτη ιϚʹ

μῆνας Ϛʹ.

νβʹ Εὐτύχιος πρεσβύτερος καὶ μοναχὸς τοῦ ἐν Ἀμασείᾳ

μοναστηρίου ἔτη ιβʹ μῆνας βʹ.

τούτου ἐκβληθέντος ὑπὸ Ἰουστινιανοῦ τῷ ληʹ ἔτει τῆς

αὐτοῦ βασιλείας διὰ τὸν ὑπ' αὐτοῦ γεγονότα περὶ

ἀφθάρτου ἴδικτον μὴ καταδέξασθαι

νγʹ Ἰωάννης πρεσβύτερος Ἀντιοχείας ὁ ἀπὸ σχολαστικῶν

ἔτη ιβʹ μῆνας ζʹ.

118

νδʹ Εὐτύχιος πάλιν ἐπὶ Ἰουστίνου ἀπεκατέστη καὶ ἐποίησεν

ἔτη δʹ μῆνας Ϛʹ.

νεʹ Ἰωάννης διάκονος Κωνσταντινουπόλεως [ὁ Νηστευτής],

ἐπὶ Τιβερίου ἔτη ιγʹ μῆνας εʹ.

νϚʹ Κυριακὸς πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας καὶ οἰκονό-

μος ἔτη ιαʹ.

νζʹ Θωμᾶς διάκονος τῆς αὐτῆς ἐκκλησίας καὶ σακελλάριος

ἔτη γʹ μῆνας εʹ.

νηʹ Σέργιος διάκονος τῆς αὐτῆς ἐκκλησίας ἔτη κηʹ μῆνας ζʹ

ἡμέρας καʹ.

νθʹ Πύρρος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας μοναχὸς καὶ

ἄρχων τῶν μοναστηρίων καὶ ἡγούμενος Χρυσοπόλεως·

στάσεως δὲ γενομένης αὐτῷ παρῃτήσατο· ἔτη βʹ μῆνας θʹ

ἡμέρας θʹ.

ξʹ Παῦλος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας [καὶ οἰκονόμος]

ἔτη βʹ ἡμέρας κϚʹ.

ξαʹ Πύρρος πάλιν ἀπεκατέστη μῆνας δʹ ἡμέρας κγʹ.

ξβʹ Πέτρος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας ἔτη βʹ μῆνας ζʹ.

ξγʹ Θωμᾶς διάκονος τῆς αὐτῆς ἐκκλησίας καὶ χαρτοφύλαξ

ἔτη βʹ μῆνας ζʹ.

ξδʹ Ἰωάννης πρεσβύτερος καὶ σκευοφύλαξ τῆς μεγάλης ἐκ-

κλησίας ἔτη εʹ μῆνας θʹ.

ξεʹ Κωνσταντῖνος διάκονος τῆς αὐτῆς ἐκκλησίας καὶ σκευο-

φύλαξ [καὶ οἰκονόμος] ἔτος αʹ μῆνας ιαʹ. ἡμέρας ζʹ.

119

ξϚʹ Θεόδωρος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας, ὀρθόδοξος

σύγκελλος καὶ σκευοφύλαξ ἔτη βʹ μῆνας γʹ.

ξζʹ Γεώργιος πρεσβύτερος, σύγκελλος καὶ σκευοφύλαξ ἔτη βʹ

μῆνας γʹ.

Θεόδωρος πάλιν ἀπεκατέστη ἔτος αʹ μῆνας ιʹ.

ξηʹ Παῦλος ἀπὸ λαϊκῶν ἀσηκρήτης ἔτη Ϛʹ μῆνας ηʹ.

ξθʹ Καλλίνικος πρεσβύτερος καὶ σκευοφύλαξ Βλαχερνῶν ἔτη

ιβʹ. ἐτυφλώθη ὑπὸ Ἰουστινιανοῦ τοῦ ῥινοκοπημένου.

οʹ Κῦρος πρεσβύτερος καὶ μοναχὸς ἀπὸ τῆς νήσου Ἀμά-

στριδος ἔτη Ϛʹ.

καὶ ἐξεβλήθη ὑπὸ Φιλίππου.

οαʹ Ἰωάννης διάκονος καὶ χαρτοφύλαξ τοῦ οἰκονομείου ἔτη γʹ.

οβʹ Γερμανὸς ἐπίσκοπος Κυζίκου καὶ ὁμολογητὴς ἔτη ιεʹ.

καὶ ἐξεβλήθη ὑπὸ τοῦ ἀσεβοῦς Λέοντος τοῦ Ἰσαύρου.

ογʹ Ἀναστάσιος πρεσβύτερος καὶ σύγκελλος αἱρετικὸς ἔτη κδʹ.

οδʹ Κωνσταντῖνος μοναχὸς καὶ ἐπίσκοπος τοῦ Συλλαίου ἔτη

ιβʹ καὶ ἀπεκεφαλίσθη.

οεʹ Νικήτας πρεσβύτερος τῶν ἁγίων ἀποστόλων καὶ ἄρχων

τῶν μοναστηρίων, ὁ εὐνοῦχος ἔτη ιγʹ μῆνας δʹ.

οϚʹ Παῦλος ὁ Κύπριος διάκονος ἔτη εʹ μῆνας Ϛʹ. ὀρθό-

δοξος καὶ ὁμολογητής.

120

οζʹ Ταράσιος ἀσηκρήτης ἔτη καʹ ἡμέρας βʹ.

οηʹ Νικηφόρος ἀσηκρήτης μοναχὸς γεγονὼς ἔτη θʹ. καὶ ἐξ-

εβλήθη ὑπὸ τοῦ ἀσεβοῦς Λέοντος τοῦ Ἀρμένη.

οθʹ Θεόδοτος ὁ Κασιτερὰς ἔτη ιεʹ.

πʹ Ἀντώνιος ἔτη ιβʹ ὁ τοῦ Συλλαίου. αἱρετικός.

παʹ Ἰωάννης πρεσβύτερος καὶ σύγκελλος ὁ ἐπιβουλεύσας ἑαυ-

τὸν ἔτη θʹ.

πβʹ Μεθόδιος ὁ καὶ ὁμολογητὴς ἔτη δʹ μῆνας γʹ. ὀρθόδοξος

πγʹ Ἰγνάτιος ὁ εὐνοῦχος ἔτη ιαʹ μῆνας εʹ.

τούτου ἐκβληθέντος ὑπὸ Μιχαὴλ βασιλέως διὰ μεσιτείας

πονηρᾶς Βάρδα καίσαρος

πδʹ Φώτιος ὁ ἀσηκρήτης ἔτη ηʹ μῆνας θʹ

καὶ πάλιν Ἰγνάτιος ἀπεκατέστη ἐπὶ τῆς βασιλείας Βασιλείου

τοῦ φιλοχρίστου καὶ ἐποίησεν ἔτη ιʹ μῆνα αʹ.

Φώτιος τὸ δεύτερον ἔτη θʹ παρὰ ἡμέρας κηʹ.

Στέφανος ἔτη Ϛʹ μῆνας ηʹ.

121

Οἱ ἐν Ῥώμῃ ἐπισκοπήσαντες ἀπὸ Χριστοῦ καὶ τῶν ἀποστόλων.

αʹ Πέτρος ὁ ἀπόστολος ἔτη βʹ.

βʹ Λῖνος ἔτη ιβʹ.

γʹ Ἀνέγκλητος ἔτη βʹ.

δʹ Κλήμης ἔτη θʹ.

εʹ Εὐάρεστος ἔτη θʹ.

Ϛʹ Ἀλέξανδρος ἔτη ιβʹ.

ζʹ Ξύστος ἔτη θʹ.

ηʹ Τελεσφόρος [μάρτυς] ἔτη ιʹ.

θʹ Ὑγῖνος ἔτη δʹ.

ιʹ Πίος ἔτη ιεʹ.

ιαʹ Ἀνίκητος ἔτη ιαʹ.

ιβʹ Σωτήριχος ἔτη θʹ.

ιγʹ Ἐλευθέριος ἔτη ιεʹ.

ιδʹ Βίκτωρ ὁ ἐν τῇ συνόδῳ Παλαιστίνης περὶ τῆς τοῦ

Πάσχα ἡμέρας συναχθείσης ἔτη ιβʹ.

ιεʹ Ζεφυρῖνος ἔτη ιθʹ.

ιϚʹ Κάλλιστος ἔτη ηʹ.

ιζʹ Οὐρβανὸς ἔτη ζʹ.

ιηʹ Ποντιανὸς ἔτη γʹ.

ιθʹ Ἄντρος μῆνα αʹ.

κʹ Φλαυιανὸς μάρτυς ἐπὶ Δεκίου ἔτη ιγʹ.

καʹ Κορνήλιος ὁ καθελὼν Ναυάτον τὸν τῆς μετανοίας καθ-

αιρέτην ἔτη γʹ.

κβʹ Λουκιανὸς ἔτη βʹ.

κγʹ Στέφανος ἔτη θʹ.

κδʹ Ξύστος ἔτη βʹ.

κεʹ Διονύσιος ἔτη ηʹ.

122

κϚʹ Φίλιξ ὁ ὁμολογητὴς ἐπὶ Βαλλεριανοῦ ἔτη εʹ.

κζʹ Εὐτυχιανὸς μῆνας ηʹ.

κηʹ Γάϊος ἔτη ιεʹ.

κθʹ Μαρκελλῖνος ἔτη βʹ.

Μέχρι τούτων οἱ τῶν Ἑλλήνων βασιλεῖς καὶ διῶκται.

Καὶ ὅσοι μετὰ τὸ χριστιανῆσαι τοὺς βασιλεῖς ἐπεσκόπησαν

ἐν Ῥώμῃ.

λʹ Εὐσέβιος ἔτος αʹ.

λαʹ Μιλτιάδης ἔτη δʹ.

λβʹ Σίλβεστρος, ἐφ' οὗ ἡ ἐν Νικαίᾳ σύνοδος, ἔτη κηʹ.

λγʹ Μάρκος ἔτη ιβʹ.

λδʹ Ἰούλιος ἔτη ιεʹ.

λεʹ Λιβέριος, ὁ ἐξορισθεὶς ὑπὸ Κωνσταντίου Ἀρειανοῦ, ἔτη Ϛʹ.

λϚʹ Φίλιξ ἔτος αʹ.

λζʹ Σιρίκιος ἔτη ιεʹ.

ληʹ Ἀναστάσιος ἔτη γʹ.

λθʹ Ἰννοκέντιος ἔτη ιεʹ.

μʹ Ζώσιμος ἔτη ηʹ.

μαʹ Βονιφάτιος ἔτη δʹ.

μβʹ Κελεστῖνος, ἐφ' οὗ ἡ ἐν Ἐφέσῳ σύνοδος, ἔτη καʹ.

μγʹ Ξύστος ἔτη ηʹ.

μδʹ Λέων, ἐφ' οὗ ἡ ἐν Χαλκηδόνι σύνοδος, ἔτη καʹ.

μεʹ Ἱλαρίων ἔτη Ϛʹ.

μϚʹ Σιμπλίκιος, ὁ κατὰ Μαρτυρίου τοῦ Νεστοριανοῦ ἐπι-

στείλας πρὸς Ἀντιοχεῖς, ἔτη ιδʹ.

123

μζʹ Φίλιξ, ὁ ἀποσχίσας διὰ τὸ ἑνωτικὸν Ζήνωνος, ἔτη θʹ.

μηʹ Γελάσιος ἔτη εʹ.

μθʹ Ἀναστάσιος ἔτη βʹ.

νʹ Σύμμαχος καὶ ἅμα αὐτῷ Λαυρέντιος ἔτη ιδʹ.

ναʹ Ὁρμίσδας, ὁ ἐπὶ Ἰουστινιανοῦ ἐντάξας τὴν ἐν Χαλκη-

δόνι σύνοδον τοῖς διπτύχοις, ἔτη ιʹ.

νβʹ Ἰωάννης ἔτη γʹ.

νγʹ Φίλιξ ὁ ἀγαπητὸς Ἰουστινιανοῦ βασιλέως ἔτη δʹ.

νδʹ Βονιφάτιος ἔτη βʹ.

νεʹ Ἰωάννης ἔτη γʹ.

νϚʹ Ἀγαπητὸς [ἔτη βʹ].

νζʹ Σιλβίριος ἔτος αʹ.

νηʹ Βιγίλιος ἔτη ιηʹ.

νθʹ Πελάγιος ἔτη εʹ.

ξʹ Ἰωάννης ἔτη ηʹ.

ξαʹ Βενέδικτος ἔτη εʹ.

ξβʹ Πελάγιος ἄλλος ἔτη ....

ξγʹ Γρηγόριος ἔτη ....

ξδʹ Σαβινιανὸς ἔτη ....

ξεʹ Βονιφάτιος ἔτη ....

ξϚʹ Βονιφάτιος ἄλλος ἔτη ....

Καὶ ὅσοι γεγόνασι πατριάρχαι ἐν τῇ Ἱερουσαλὴμ ἀπὸ Χριστοῦ.

αʹ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου ἔτη κϚʹ.

βʹ Συμεὼν ὁ Κλεώπας, ἀνεψιὸς αὐτοῦ καὶ μάρτυς ἔτη κγʹ.

γʹ Ἰοῦστος ἔτη Ϛʹ.

124

δʹ Ζαχαρίας ἔτη δʹ.

εʹ Τωβίας ἔτη δʹ.

Ϛʹ Βενιαμὶν ἔτη βʹ.

ζʹ Ἰωάννης ἔτη βʹ.

ηʹ Ματθαῖος ἔτη βʹ.

θʹ Φίλιππος ἔτη βʹ.

ιʹ Σενεκᾶς ἔτη δʹ.

ιαʹ Ἰοῦστος ἔτη δʹ.

ιβʹ Λευὶς ἔτη δʹ.

ιγʹ Ἐφραῒμ ἔτη βʹ.

ιδʹ Ἰωσὴφ ἔτη βʹ.

ιεʹ Ἰούδας ἔτη βʹ.

ιϚʹ Μάρκος ἔτη ηʹ.

ιζʹ Κασσιανὸς ἔτη εʹ.

ιηʹ Πούπλιος ἔτη εʹ.

ιθʹ Μάξιμος ἔτη δʹ.

κʹ Ἰουλιανὸς ἔτη βʹ.

καʹ Γαϊανὸς ἔτη γʹ.

κβʹ Σύμμαχος ἔτη βʹ.

κγʹ Γάϊος ἔτη γʹ.

κδʹ Ἰουλιανὸς ἔτη δʹ.

κεʹ Ἡλίας ἔτη βʹ.

κϚʹ Καπίτων ἔτη δʹ.

κζʹ Μάξιμος ἔτη δʹ.

κηʹ Ἀντωνῖνος ἔτη εʹ.

κθʹ Οὐάλης ἔτη γʹ.

λʹ Δουλιχιανὸς ἔτη βʹ.

125

λαʹ Νάρκισσος ἔτη δʹ.

λβʹ Δῖος ἔτη η.

λγʹ Σερμανίων ἔτη δʹ.

λδʹ Γορδίας ἔτη εʹ.

λεʹ Νάρκισσος ὁ δεύτερος μάρτυς ἔτη ιʹ.

λϚʹ Ἀλέξανδρος μάρτυς ἔτη ιεʹ.

λζʹ Μαζαβάνης ἔτη καʹ.

ληʹ Ὑμέναιος ἔτη κγʹ.

λθʹ Ζάβδας ἔτη ιʹ.

μʹ Ἑρμὼν ἔτη θʹ.

Μέχρι τούτων οἱ ἐκ τῶν Ἑλλήνων βασιλεῖς καὶ οἱ παρ'

αὐτῶν διωγμοί.

Καὶ ὅσοι ἐπίσκοποι μετὰ τὸ χριστιανῆσαι τοὺς βασιλεῖς.

μαʹ Μακάριος ὁ ἐν τῇ 〈πρώτῃ〉 συνόδῳ ἔτη κʹ.

μβʹ Μάξιμος ἔτη Ϛʹ.

μγʹ Κύριλλος ὁ ἐξωσθεὶς ὑπὸ Ἀρειανῶν· ἀντ' αὐτοῦ δὲ

γεγόνασι τρεῖς· Ἀρσένιος, Ἡράκλειος καὶ Ἱλάριος· καὶ

πάλιν ἀνακληθεὶς ἐπὶ Γρατιανοῦ ἐν τῇ βʹ συνόδῳ εὑ-

ρέθη ἐν Κωνσταντινουπόλει· ὁμοῦ ἔτη ξβʹ.

μδʹ Ἰωάννης ἔτη ιϚʹ.

μεʹ Πραΰλιος ἔτη κʹ.

μϚʹ Ἰουβενάλιος ὁ ἐν ταῖς δυσὶ συνόδοις Ἐφέσου καὶ ἐν

Χαλκηδόνι, ἔτη ληʹ.

126

μζʹ Θεοδόσιος ὁ ἐκβληθεὶς ὑπὸ Μαρκιανοῦ· καὶ πάλιν

Ἰουβενάλιος.

μηʹ Ἀναστάσιος ἔτη ιηʹ.

μθʹ Μαρτύριος ἔτη ηʹ.

νʹ Σαλούστιος, ἐφ' οὗ ἀπέσχισεν ὁ Ῥώμης ἐπίσκοπος διὰ

τὸ ἑνωτικὸν Ζήνωνος ἔτη ηʹ.

ναʹ Ἡλίας ὁ ἐκβληθεὶς ὑπὸ Ἀναστασίου βασιλέως ἔτη κγʹ.

νβʹ Ἰωάννης ἔτη ιαʹ.

νγʹ Πέτρος ἐπὶ Ἰουστινιανοῦ βασιλέως ἔτη κʹ.

νδʹ Μακάριος ὁ ἐκβληθεὶς ἔτη βʹ.

νεʹ Εὐστόχιος ἔτος αʹ.

νϚʹ Μακάριος πάλιν ἔτη δʹ.

νζʹ Ἰωάννης ἔτη κ[βʹ].

νηʹ Ἀμὼς ἔτη ηʹ.

νθʹ Ἰσάκιος ἔτη ηʹ.

ξʹ Ζαχαρίας πρὸ τῆς αἰχμαλωσίας ἔτη κβʹ.

ξαʹ Μώδεστος ἔτος αʹ.

ξβʹ Σωφρόνιος.

Καὶ ὅσοι ἐν Ἀλεξανδρείᾳ ἐπίσκοποι ἀπὸ Χριστοῦ καὶ

τῶν ἀποστόλων.

αʹ Μάρκος ὁ εὐαγγελιστὴς ἔτη βʹ.

βʹ Ἀννιανὸς ἔτη κβʹ.

γʹ Αἰβίλιος ἔτη ιβʹ.

δʹ Κέρδων ἔτη ιʹ.

127

εʹ Πρῖμος ἔτη ιβʹ.

Ϛʹ Ἰουστῖνος ἔτη ιʹ.

ζʹ Εὐμενὴς ἔτη ιʹ.

ηʹ Μαρκιανὸς ἔτη ιγʹ.

θʹ Κελαδίων ἔτη ιʹ.

ιʹ Ἀγριππῖνος ἔτη ιδʹ.

ιαʹ Ἰουλιανὸς ἔτη ιεʹ.

ιβʹ Δημήτριος ἔτη ιʹ.

ιγʹ Ἡρακλᾶς ἔτη μγʹ.

ιδʹ Διονύσιος ὁ ἐπὶ Βαλλεριανοῦ βασιλέως ἐξορισθεὶς ἔτη ιζʹ.

ιεʹ Μαξιμιανὸς ἔτη ηʹ.

ιϚʹ Θεωνᾶς ἔτη ιθʹ.

ιζʹ Πέτρος ὁ μάρτυς ἔτη ιαʹ.

Μέχρι τούτων οἱ ἐκ τῶν Ἑλλήνων βασιλεῖς καὶ διῶκται.

Καὶ ὅσοι μετὰ τὸν μέγαν Κονσταντῖνον ἐπεσκόπησαν

[εἰσὶν οὗτοι].

ιηʹ Ἀχιλλᾶς ἔτος αʹ.

ιθʹ Ἀλέξανδρος ὁ καὶ ἐν τῇ πρώτῃ συνόδῳ ἔτη κγʹ.

κʹ Ἀθανάσιος ὁ πολλάκις ἐξορισθεὶς ὑπὸ Ἀρειανῶν. ἀνθ'

οὗ γέγονε Γρηγόριος Ἀρειανός.

καʹ Ἀθανάσιος πάλιν τὸ δεύτερον· τούτου ἐξορισθέντος ὑπὸ

Κωνσταντίου πάλιν, Γεώργιος Καππαδόκης Ἀρειανός.

128

κβʹ Ἀθανάσιος τὸ τρίτον ὁμοίως καὶ τὸ τέταρτον ἐπεσκό-

πησεν· ὁμοῦ τὰ πάντα ἔτη μϚʹ.

κγʹ Πέτρος ὁ ἐξορισθεὶς ὑπὸ Οὐάλεντος ἔτος αʹ.

κδʹ Λούκιος Ἀρειανὸς ἔτη εʹ.

Πέτρος τὸ δεύτερον ἔτος αʹ.

κεʹ Τιμόθεος ὁ ἐν τῇ βʹ συνόδῳ ἔτη ηʹ.

κϚʹ Θεόφιλος ἔτη κηʹ.

κζʹ Κύριλλος ὁ ἐν τῇ Ἐφέσου τὸ πρότερον συνόδῳ κατὰ

Νεστορίου τοῦ ἀσεβοῦς, ἔτη λβʹ.

κηʹ Διόσκορος ὁ ἐν τῇ λῃστρικῇ συνόδῳ τὸ δεύτερον Ἐφέ-

σου ἔτη εʹ, καὶ καθῃρέθη ὑπὸ τῆς τετάρτης ἐν Χαλκη-

δόνι συνόδου.

κθʹ Προτέριος ὀρθόδοξος, ὁ ἐν τῇ θείᾳ κολυμβήθρᾳ σφα-

γείς, ἔτη Ϛʹ.

λʹ Τιμόθεος ὁ Ἐλοῦρος ἔτη βʹ.

λαʹ Τιμόθεος ὁ Λευκὸς ἔτη ιεʹ.

...............

...............

λβʹ Πέτρος ὁ Μογγὸς ἔτος αʹ.

λγʹ Ἰωάννης ὁ ἐκβληθεὶς ἔτη γʹ.

Πέτρος τὸ δεύτερον ἔτη Ϛʹ.

λδʹ Ἀθανάσιος αἱρετικὸς ἔτη ζʹ.

129

λεʹ Ἰωάννης ἔτη θʹ.

λϚʹ Ἰωάννης ἄλλος ἔτη ιαʹ.

λζʹ Διόσκορος ἔτη γʹ.

ληʹ Τιμόθεος ὁ ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως ἔτη…

λθ…

The complete text is available when the reading interface loads.