The Greek Library Catalogue

Anonymous

Historiae

Edition reference
Historiae, ed. P. Gautier, Nicéphore Bryennios. Histoire [Corpus Fontium Historiae Byzantinae. Series Bruxellensis 9. Brussels: Byzantion, 1975]: 55–311.
CTS identifier
urn:cts:greekLit:tlg3088.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

p

4

Ἐκ τῆς ἑῴας καὶ οὗτος ἀποστατεῖ κατ' αὐτοῦ καὶ ὑπερισχύσας τῆς

βασιλείας ἐπιλαμβάνεται, τῆς ἐγκεχειρισμένης αὐτῷ, καθὼς εἴρηται,

στρατηγίας τῶν Ἀνατολικῶν ἀμοιβὴν πονηρὰν τῷ ἐγχειρίσαντι ἀντι-

δούς, κιβδήλων τινῶν ἀνδρῶν καὶ τὴν τοῦ καλοῦ φύσιν ἀγνοησάντων

παντάπασι καὶ μηδὲ πίστιν ὀρθὴν συντηρεῖν μαθόντων, οἷς ταύτην ἐπώ-

φειλον, εἰς ταὐτὸ συνελθόντων γνώμης καὶ συμπνευσάντων καὶ τοῦ

δήμου παντὸς ἀλογίστως οὕτω τῷ ἐκείνων θελήματι παρακολουθήσαν-

τος. Ἀεὶ γὰρ ἐν ἀνθρώποις ἡ κακία μᾶλλον ἢ τὸ ἀγαθὸν πλεονεκτεῖν

εἴωθε· φιλεῖ δὲ καὶ ἄλλως τὸ πλῆθος ταῖς τοιαύταις χαίρειν μεταβολαῖς.

Οὕτω τοίνυν ὁ Βοτανειάτης εἰς τὸ τῆς βασιλείας ὕψος ἀνάγεται, ἀνὴρ

συνετὸς μὲν τὰ πρῶτα καὶ ἱκανώτατος τῇ χειρί, γήρᾳ δὲ ἄλλως καὶ

χρόνῳ κατειργασμένος καὶ τὸ περὶ τὴν δεξιότητα πάλαι καταλύσας

φιλότιμον καὶ μικροῦ 〈δεῖν〉 πᾶσαν τὴν ἑαυτοῦ ἀφῃρημένος ἐνέργειαν

καὶ πρὸς τὸ τῆς βασιλείας ὕψος μὴ ἐπαρκῶν.

5

Τούτου τοίνυν τῶν τῆς βασιλείας σκήπτρων ἐπιλαβομένου καὶ

προτετιμημένου τοῦ φυσικῶς ἐπὶ ταύτην δικαιουμένου—ὁ τοῦ Δούκα

Μιχαὴλ οὗτος ἦν ἀδελφός, Κωνστάντιος 〈ὁ〉 πορφυρογέννητος—ὁ

δηλωθεὶς Κομνηνὸς Ἀλέξιος συνιδὼν τὸ τοῦ πράγματος ἄτοπον, ὡς

οὔτε ὁ τῆς βασιλείας δίκαιος κληρονόμος ἐπ' αὐτῇ δεδικαίωται, οὔτε

μνήμη τις γέγονε τοῦ δικαίου τῆς βασιλείας τοῦ προβεβασιλευκότος

θείου αὐτοῦ τοῦ Ἰσαακίου Κομνηνοῦ, εἰς ὃν πάντων συνέδραμον τὰ

θελήματα καὶ ὃν πάντες ἑκόντες εἰς τοὺς τῆς βασιλείας ἀνήγαγον ἄξο-

νας καὶ τούτῳ κυριεύεσθαι εἵλοντο, ὥστε τινὰ τῶν ἐξ ἐκείνου τὴν τοῦ

γένους ἑλκόντων σειρὰν δικαιότερον εἰς τοῦτο λογίσασθαι, ἤσχαλλεν,

ἐδυσφόρει, παρεζήλου τὸ δίκαιον ὁρῶν ἀθετούμενον καὶ οὐκέτι φέρειν

εἶχε τὸ συμπεσόν.

Καὶ γὰρ καὶ τὸ οἰκεῖον θέλημα συνιστῶντες οἱ τηνικαῦτα παραδυνα-

στεύειν λαχόντες τὴν μὲν ἀπώλειαν τῆς Ῥωμαϊκῆς βασιλείας ὡς οὐδὲν

ἐλογίζοντο, τὸ δὲ πρὸς τὴν αὐτῶν μόνην θεραπείαν ἐπελέγοντο, ἀλλ'

ἐκεῖνος τὴν καρδίαν νυττόμενος καὶ τὸ τῆς ψυχῆς δεικνὺς εὐγενὲς οὐκ

ἠνείχετο τοῖς οὕτω διαπραττομένοις ἐφησυχάζειν καὶ τὸν ἐπὶ τῇ βασι-

λείᾳ δικαιούμενον καθορᾶν ἑτέρῳ μὴ δικαιουμένῳ ὑποταττόμενον.

Ὅπως μὲν οὖν ὁ Κομνηνὸς τῷ ἀδελφῷ προσηνέχθη τοῦ Δούκα καὶ

τοῦτον ὑπὸ τῇ οἰκείᾳ δυνάμει τε καὶ συνάρσει ἐγκαθιδρῦσαι τῷ τῆς

βασιλείας θρόνῳ ἐσπούδαζε, θεὶς αὐτῷ τοῖς ποσὶ καὶ τὰ φοινικοβαφῆ

πέδιλα καὶ ἀπάγων τοῦτον εἰς τὰ βασίλεια, καὶ ὅπως τούτων ἐν ταῖς

λεωφόροις διερχομένων στόμα ἓν γεγονότες ὁ δῆμος μὴ θέλειν ὑπ' αὐτοῦ

βασιλεύεσθαι τρανῶς ἐξεβόησαν καὶ ὅπως καὶ 〈τὸ〉 ῥηθὲν παιδίον

πρὸς τὸν θροῦν ἰλιγγιᾶσαν καὶ τοῖς τοῦ δήμου λόγοις ἐκδειματωθὲν

τὴν ψυχὴν ἀπείχετο τῆς τοιαύτης προθέσεως, κατεδυσώπει δὲ καὶ τὸν

Κομνηνὸν αὐτῆς ἀποσχέσθαι καὶ μὴ ἐπὶ πλέον τοῦτον παραβιάζεσθαι,

ταῦτα καὶ ἐν στόμασι πάντων κεῖται καὶ ὡμολόγηται παρὰ τοῖς εὖ

φρονοῦσι καὶ ὅσοι μὴ τοῦ τῆς Λήθης πόματος ἐκπιόντες εὐμνήμονες

τῶν γενομένων εἰσίν.

6

Ὁ δὲ καὶ αὖθις ὁ Κομνηνὸς δευτέραν ὁδὸν δραμεῖν εἵλετο καὶ λαβό-

μενος τοῦ παιδὸς εἰς τὸν Βοτανειάτην ἄγων καὶ αὐτὸς παραγίνεται

καὶ εἰς μνήμην τοῦτον ἄγει τοῦ φυσικοῦ δικαίου, ὃ δὴ τῷ παιδίῳ τούτῳ

κεκλήρωται, καὶ οἰκονομικώτερον τῷ παρόντι χρήσασθαι αὐτῷ ὑπο-

τίθεται καὶ τὸν ἀδελφὸν τοῦ Δούκα ὡς ἀδελφὸν κυρίου αὐτοῦ καὶ βασι-

λέως εὐνοϊκώτερον ἀγκαλίσασθαι καὶ βασιλείας μὲν ὄνομα περιθέσθαι

τούτῳ, αὐτὸν δὲ τὸν Βοτανειάτην τὰ τῆς βασιλείας ἰθύνειν σκῆπτρα

ἕως ἂν τοῖς ζῶσι συντάττοιτο, εἶτα τὸν τῆς βασιλείας κληρονόμον

ἐπιτηδείως ἤδη ἔχοντα πρὸς τὴν ταύτης διακυβέρνησιν ἐγκαταστῆσαι

αὐτῇ. Ἀλλὰ καὶ τούτου δὴ τοῦ ἐγχειρήματος ἐκπεσών, ἐκεῖνο τῆς

τοιαύτης παρρησίας ἀπώνατο, τὸ ὕποπτος λογισθῆναι τῷ Βοτανειάτῃ

καὶ τοῖς περὶ αὐτὸν καὶ ἄλλοις μέν, μάλιστα δὲ τοῖς δυοῖν ἐκείνου δού-

λοις— Βορίλλιος οὗτος καὶ Γερμανός—ἀργυρωνήτοις ἀνδράσι καὶ

ἀγεννέσι καὶ ἀσυνέτοις παντάπασι τοῦ καλοῦ, οἳ καὶ σκοπὸν παρ' ἑαυ-

τοῖς θέμενοι τὸν Κομνηνὸν ἀπολέσαι καὶ οὕτω συναπολέσαι καὶ τὸν

πορφυρογέννητον, τὸν τοῦ Δούκα ἀδελφόν, τοῦ φρουροῦντος αὐτὸν ἀπο-

γυμνωθέντα καὶ εὐχερῆ γενόμενον τοῖς ἐπιβουλεύουσι, μὴ ὄντος τοῦ

ἀντιληψομένου αὐτοῦ, πρόσταγμα καταπέμπουσιν ὑπερορίαν τοῦ Κο-

μνηνοῦ διακελευόμενον. Ἀλλὰ τοῦ τοιούτου προστάγματος εἰς χεῖρας

περιελθόντος τῷ Κομνηνῷ, αὐτὸς αὐτοπροσώπως τὰ περὶ τούτου τῷ

βασιλεῖ ἀνήνεγκε καὶ οὗτος ἅμα τὸ ὑπερβάλλον τῆς τοῦ ἀνδρὸς εὐγε-

νείας τε καὶ φρονήσεως αἰδεσθεὶς καὶ πολλῶν καὶ γενναίων αὐτοῦ ἔρ-

γων ἀπομνημονεύσας καὶ πρὸς ταῦτα δυσωπηθεὶς καὶ τῶν τῷ προ-

στάγματι συνθεμένων καταμεμψάμενος, εἰς οὐδὲν τὰ τοῦ πράγματος

περιέστησε καὶ ἦν μὲν τότε τὰ τῆς ὑπερορίας ἀγρά.

7

Ἀλλ' ὁ Βοτανειάτης καὶ αὖθις ὑπὸ τῶν δηλωθέντων αὐτοῦ δούλων

περιαγόμενος, παντοίως τῇ τούτων παραθήξει καὶ συνωθήσει πολλά-

κις παραπλαγείς, τοὺς ὀφθαλμοὺς διορύξαι διενοεῖτο τοῦ Κομνηνοῦ·

τοῦτο δὲ ἀνερυθριάστως οὕτως ἀγαγεῖν εἰς τέλος οὐκ ἔκρινεν, αὐτὸ

τὸ δίκαιον καὶ τὴν ἀλήθειαν εὐλαβούμενος· ἕτερον δὲ τρόπον κακοῖς

ἐσκέπτετο τοῦτον περιβαλεῖν καὶ ἀφορμὴν ἐζήτει εὐπρόσωπον κακοῖς

τὸν ἀναίτιον παραπέμψαι καὶ ἐκ μέσου θέσθαι τῆς ἀληθείας τὸν ἔλεγχον.

Ἀμέλει καὶ ἡνίκα οἷα δή τις ὑπόθεσις παρεισέπιπτε μεγάλης δεο-

μένη καὶ βουλῆς καὶ χειρὸς καὶ πόλεμον ἀπαιτοῦσα καὶ γενναίας ἔνδειξιν

ψυχῆς καὶ ἀνδρίας καὶ κίνδυνον τῇ ἐγχειρήσει ταύτης ἐπικρεμάμενον,

εὐθὺς τοῦ Κομνηνοῦ χρῆσις ἦν ὑπὲρ ἅπαντας καὶ μόνος τῶν ἁπάντων

ὁ Κομνηνὸς τοῖς οὕτω μεγάλοις καὶ κινδυνώδεσιν ἔργοις ἐπιστατήσων

προβέβλητο· τοῦτο βουλομένου τοῦ σκέμματος ὥστε ἢ καταπειθῆ

γεγονότα τὸν Κομνηνὸν τοῖς ἐπιτεταγμένοις αὐτῷ καὶ γενναίως καὶ

ἀνδρικῶς, καθὼς ἦν ἔθος αὐτῷ, προσβαλόντα τινὶ τῶν τηλικούτων

ἔργων καὶ κατὰ ξιφῶν χωρήσαντα μέσων καιρίως πληγῆναι καὶ παρὰ

τῷ πολέμῳ πεσεῖν, διὰ τὸ μηδὲ δυνάμεσιν ἀναλόγοις ἐφοδιάζεσθαι πρὸς

τὸ κείμενον ἔργον, ἢ γοῦν μὴ πειθόμενον, μηδ' οὕτω ποιοῦντα, μηδὲ

τοῖς τούτῳ κελευομένοις ὑπείκοντα δικαίως δῆθεν ἐγκληθῆναι καὶ νό-

μιμον τὴν κόλασιν ὑποσχεῖν.

Ἤδη μὲν οὖν οἱ διαληφθέντες ὅ τε Βρυέννιος καὶ ὁ Βασιλάκης, ἄνδρες

τῶν εὖ γεγονότων καὶ ἐπισήμων, μὴ φέροντες μηδὲ οὗτοι τὴν ἐπὶ τοῦ

βασιλείου θρόνου τοῦ Βοτανειάτου καθίδρυσιν, ἅτε καὶ τοῦτον σὺν

ἑαυτοῖς ἀποστάτην κατὰ τοῦ βασιλέως Μιχαὴλ ἐπιστάμενοι καὶ τοῖς

αὐτοῖς συνυπεύθυνον, ἣν ἔφθασαν ἄρασθαι πρώτως ἀποστασίαν κατὰ

τοῦ Μιχαήλ, ταύτην καὶ κατ' αὐτοῦ τετηρήκασιν ἐπὶ σχήματος καὶ

μετὰ πλήθους στρατιωτῶν καὶ οὐκ εὐκαταφρονήτου δυνάμεως αὐτῷ

ἀντιπαρατάττονται. Καὶ εὐθὺς ὁ Κομνηνὸς ἐπὶ μνήμης 〈γενόμενος〉

τῷ βασιλεῖ κατὰ τῶν τοιούτων ἀνδρῶν ἀνθοπλίτης καὶ ἀντιστράτηγος

στέλλεται, τὴν τοῦ μεγάλου δομεστίκου τηνικαῦτα διέπων ἀξίαν, καὶ

ἀντικαθίσταται τούτοις καὶ θαρραλεωτάτην μάχην συμβάλλει καὶ συρ-

ρήγνυται τούτοις οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις εἰς πόλεμον αὐτὴν

προΐεται τὴν ψυχὴν καὶ τέλος τοὺς ἀντιπάλους νικᾷ καὶ λαμπρὸν

κατ' αὐτῶν τρόπαιον ἵστησι καὶ δορυαλώτους ἑλὼν εἰς τὴν βασιλίδα

τῶν πόλεων ἐπάγει καὶ τῷ βασιλεῖ παραδίδωσιν. Οἴδασι πάντες ταῦτα

καὶ ἐν χείλεσι πάντων κεῖται τὰ περὶ τούτων καὶ οὐκ ἔστιν ὅστις τῶν

εὖ φρονούντων ἠγνόησε ταῦτα.

8

Ἐπεὶ δὲ τῷ Κομνηνῷ τούτων καὶ ἑτέρων πολλῶν καὶ μεγάλων ἔργων

καὶ ὄντως ἀνδρικῶς καὶ γενναίως τετελεσμένων οὐδεμία τις ἦν ἀντι-

μισθία καὶ ἀμοιβή, ἀλλ' ἢ μόνος ζῆλος οὐκ ἀγαθὸς καὶ κατ' αὐτοῦ με-

λέτη καὶ συσκευή, ὅπως ἀποδοθείη τούτῳ πονηρὰ ἀντὶ ἀγαθῶν καὶ

ὅπως αὐτὸς μὲν ἐκκοπείη τοὺς ὀφθαλμοὺς καὶ ἀπόλοιτο, συνεκτριβείη

δὲ τούτῳ καὶ ὁ πορφυρογέννητος, οὐκ ἔτι ἐν φορητῷ ταῦτα τίθεται.

Ἀλλὰ βλέπων ὡς αὐτῷ μὲν εἰς κακὸν τὰ τοῦ πράγματος διήκει καὶ

ὅτι τοῦ θείου αὐτοῦ τὴν ἑαυτοῦ κληρονομίαν αὐθαιρέτως εἰς ἕτε-

ρον παραπέμψαντο ..., ἐπειδήπερ οὐδεὶς τῶν κατὰ γένος προσηκόντων

τῷ λαχόντι ταύτην προὐβέβλητο, ἕτερος δὲ ἀλλότριος εἰς τὴν ταύτην

ἀντεισῆκται κληρονομίαν, ἅμα δὲ καὶ ἑαυτῷ τὸ ἀσφαλὲς περιποιούμενος,

ἵνα μή τι δεινῶν πάθῃ ὁποῖα πολλὰ κατ' αὐτοῦ προβεβούλευτο, τῆς

μεγαλοπόλεως ἀπάρας εἰς Ἀδριανούπολιν ἄπεισι· καὶ τὸ ἐκεῖσε στρα-

τιωτικὸν ἄθροισμα εὑρὼν τῇ μὲν τοῦ Βοτανειάτου βασιλείᾳ ὡς τὰ πολλὰ

ἀπεχθανόμενον, αὐτῷ δὲ προστιθέμενον καὶ εἰς βασιλέα τοῦτον αἱρού-

μενον, ἅτε καὶ ὑπ' αὐτῷ στρατάρχῃ πολλὰς ἀνδραγαθίας διαπραξά-

μενον, καὶ ὁμοῦ καὶ ἄκοντα τοῦτον πρὸς ἀνάρρησιν βιαζόμενον, δέχεται

τὴν τούτων βουλὴν καὶ ἀνακαλεῖται τὴν κληρονομίαν τοῦ θείου αὐτοῦ

ἐφ' ᾗ δεδικαίωτο. Καὶ δῆθεν μὲν εἰς ἑαυτὸν περιάγει τὰ σκῆπτρα, πλὴν

οὐχ ὥστε τὸν πορφυρογέννητον ἀποστερῆσαι τούτων ἱκανῆς ἤδη καὶ

ἀξιόχρεω γενόμενον καταστάσεως. Πῶς γάρ, ὃς καὶ πρότερον οὐκ

ἀνῆκε πάντα κάλων κινῶν ὥστε τῷ ἀδελφοῦ θρόνῳ τοῦτον ἐγ-

καθιδρῦσαι; Διὰ τοῦτο γὰρ εὐθὺς τὴν ἰδίαν θυγατέρα τῷ πορφυρογεν-

νήτῳ φέρων συνάπτει καὶ συμβασιλεύειν αὐτῷ καὶ συνοικονομεῖν τὰ

τῆς βασιλείας ἐπευδοκεῖ καὶ μὴν καὶ τῆς συνήθους εὐφημίας καὶ ἀναρ-

ρήσεως αὐτῷ κοινωνεῖ καὶ τῆς ἐν γράμμασιν ἐρυθρᾶς ὑποσημασίας,

προμνηστευόμενος ἐντεῦθεν αὐτῷ τὰ σκῆπτρα καὶ σκοπῶν τέλεον, και-

ροῦ καλοῦντος, ἀναγαγεῖν αὐτὸν εἰς τὸν τῆς βασιλείας θρόνον, ὁπηνίκα

καὶ τὴν τοῦ πολλοῦ πλήθους δυνηθείη περὶ αὐτὸν ἀγαθὴν ῥοπὴν ἐπι-

σπάσασθαι καὶ τὴν προτέραν μῆνιν περιελεῖν. Καὶ τάχ' ἂν εἰς ἔργον

ἐκβέβηκε τὸ οἰκονομούμενον, εἰ μὴ βαρεῖα νόσος πρότερον τῷ πορφυρο-

γεννήτῳ εἰσφρήσασα, μὴ συγχωροῦσα τούτῳ τῆς τοιαύτης ἐπιβῆναι

ἀρχῆς, μετ' οὐ πολὺ τῶν ἐνταῦθα προήρπασεν.

9

Ἀλλὰ καὶ ὁπηνίκα 〈ὁ〉 Κομνηνὸς Ἀλέξιος βασιλεὺς ἄρτι γεγονὼς

ἐπέβαινε τῆς μεγαλοπόλεως, οὐδὲ τὸν Βοτανειάτην εὕρισκεν ἐπὶ τὸ

πρᾶγμα αὐτῷ ἀντιπίπτοντα καὶ ἀντιπαραταττόμενον, ἀλλὰ καὶ οὗτος

τῷ δικαίῳ ὑπεξιστάμενος ὅπερ ἐκ συγγενείας εἰς τὴν βασιλείαν τῷ

Κομνηνῷ προσαρμόττον ἦν, ἀφιλονείκως τὴν ἀρχὴν ἀποτίθεται, οὐχ

ὅπλα αἴρειν ὑπὲρ αὐτῆς ἐθέλων καὶ ἀντιπολεμεῖν, ὅπου τὸ συνειδὸς

ἀφ' ἑστίας εἶχεν αὐτὸν καταπολεμοῦν καὶ ἀμφοτέρωθεν πλῆττον, ἔκ

τε τῆς περὶ τὴν βασιλείαν ἀλλοτριότητος ἑαυτοῦ καὶ τῆς τοῦ Κομνηνοῦ

Ἀλεξίου περὶ ταύτην γνησιότητος. Οὕτω γὰρ καὶ ὁ Κομνηνὸς καὶ οὐχ

ἕτερον τρόπον τὴν βασίλειον ἀνακαλεῖται ἀρχήν, δικαίῳ τε δηλαδὴ τῆς

πρὸς τὸ Κομνηνικὸν γένος ἐξ αἵματος γνησιότητος καὶ τῆς πρὸς τὸ

Δουκικὸν ἐξ ἀγχιστείας ἐγγύτητος· ἐκ Δουκῶν γὰρ ἁρμοσάμενος τοῦ

βίου τὴν κοινωνόν, εἰς μίαν συμφωνίαν ἄμφω τὰ γένη συνῆψε καὶ εἰς

ἓν φυτὸν συνεδένδρωσεν, ἅμα δὲ ἐπὶ τῷ ἀρχαιότητι διαφέρειν αἰ-

δεσιμώτερον, ὥς φασι. Διὰ τοῦτο καὶ πάντες τήν τε Κομνηνικὴν ἀρ-

χαιογονίαν καὶ Δουκικὴν αἰδούμενοι καὶ τὸν ἐντεῦθεν ἐπὶ τὴν βασι-

λείαν μᾶλλον ἑτέρου τινὸς δικαιούμενον, τὸν Κομνηνὸν δηλονότι Ἀλέ-

ξιον, ἀσμένως ὑπ' ἐκείνου βασιλεύεσθαι εἵλοντο. Εἰ γάρ τις ἀνὰ ῥοῦν

ὥσπερ ἀναδραμεῖν βούλοιτο, εὑρήσει τὸ τῶν Δουκῶν γένος ὥσπερ ἐκ

πρώτης ἀναβλύσαν τῆς τοῦ μεγάλου Κωνσταντίνου φυλῆς, καθότι καὶ

ὁ πρῶτος Δούκας ἐκεῖνος, εἷς ὢν τῶν μετὰ τοῦ μεγάλου Κωνσταντίνου

τῆς πρεσβυτέρας Ῥώμης ἀπαναστάντων καὶ πρὸς τὴν νεωτέραν μετοι-

κησάντων, καθ' αἷμα τῷ μεγάλῳ Κωνσταντίνῳ καὶ γνησιώτατα προσ-

ῳκείωτο· ἐκείνου τε γὰρ ἐξάδελφος ἦν καὶ τὴν τοῦ δουκὸς Κωνσταν-

τινουπόλεως ἀξίαν παρ' αὐτοῦ ἐγκεχείριστο, κἀντεῦθεν καὶ πάντες ἐξ

αὐτοῦ κατωνομάσθησαν οἱ Δουκώνυμοι.

10

Οὕτως οὖν ὁ βασιλεὺς Ἀλέξιος τὴν βασιλείαν ἀνακαλεσάμενος καὶ

ὑπ' αὐτῆς τιμηθείς, οὐχ ἧττον δὲ καὶ ταύτην τιμήσας, οἷς ἄρα πολλοῖς

καὶ μεγάλοις ἔργοις εἰργάσατο τροπαίων πληρώσας ἑῴαν λῆξιν καὶ

ἑσπερίαν, καθὼς αὐτὰ δηλοῦσι τὰ πράγματα, πρὸς αὐτῇ τῆς ζωῆς ἐκ-

δημίᾳ παραπέμπει τὰ σκῆπτρα πρὸς τὸν οἰκεῖον 〈υἱὸν〉 Ἰωάννην,

ὡς ἐξ ἀμφοῖν δίκαιον πρὸς τὸ κρατεῖν προτιμώμενον, ἀπό τε τῆς Κο-

μνηνικῆς φυλῆς δηλονότι οὕτω πρὸς τὴν βασιλείαν κληρωθείσης ὡς

προδιείληπται καὶ ἀπὸ τοῦ Δουκικοῦ βασιλείου ῥιζώματος, οὗ καὶ ἡ

τούτου μήτηρ ἐξέφυ καρπὸς εὐγενής. Καὶ τίς γὰρ μετὰ τὸν πορφυρο-

γέννητον ἕτερος τὸν βίον ἀπολιπόντα εἰς τὸ ἄρχειν μάλιστα δεδικαίωτο;

Εὔδηλον τοίνυν ὡς ὁ ἐν βασιλεῦσιν ἐκεῖνος ἀοίδιμος Ἀλέξιος, τῶν τῆς

βασιλείας σκήπτρων ἐγκρατὴς γενόμενος, οὐ μόνον οὐκ αἰτιάσεως

ἄξιος, ἀλλ' ἤδη καὶ ἐγκωμίων τοῖς εὖ φρονοῦσι κριθήσεται καὶ ὑπό-

δειγμα καὶ ἀρχέτυπον ἀγαθὸν τοῖς ἐφεξῆς προτεθήσεται, ὡς ἂν καὶ

ἕτεροι τοὺς φυσικοὺς αὐτῶν κυρίους παρευδοκιμουμένους ὁρῶντες καὶ

τὸ προσαρμόσαν αὐτοῖς ἀνέκαθεν δίκαιον ἀφαιρουμένους παραζηλώ-

σωσιν ἐπὶ τοῖς τὰ ἄδικα πεπονθόσι, καὶ πᾶσαν μὲν εἰσφέρωσι σπου-

δὴν ἐπὶ τὴν τούτων ἐκδίκησιν καὶ εἰς τὸ ἀποκαθιστᾶν αὐτοῖς τὴν αὐτῶν

κληρονομίαν ἀφ' ἧς ἐκπεπτώκασιν, εἰ δὲ τῶν πραγμάτων ἴσως ἀντι-

πιπτόντων τοῦτο μὴ δύναιντο, τὸν γοῦν τὴν βίαν τούτοις ἐπενεγκόντα

ἀντιβιάζωνται καὶ τὸν ἐκδιώξαντα τούτους τῆς οἰκείας κληρονομίας

ταύτης ἀποδιώκωσι, μὴ συγχωροῦντες αὐτῷ τῆς οἰκείας κακοτροπίας

ἀπόνασθαι, ὡς καὶ ἑτέρους ἀδικεῖν ἐγχειροῦντας τὸ μὴ ἀπολαῦσαι ὧν

ἑτέρους ἀποστερήσουσιν. Οἱ γὰρ μὴ οὕτως τηνικαῦτα φρονήσαντες

μηδὲ τῷ Κομνηνῷ, ταὐτὸν δὲ εἰπεῖν τῷ Δούκᾳ, περὶ τὴν τῆς κληρονο-

μίας αὐτῶν ἀποκατάστασιν συναράμενοι, ἀλλὰ καὶ μᾶλλον ὁπωσοῦν

τούτοις ἀντιπεσόντες καὶ μὴ ῥίψαντες τὰ ὅπλα καὶ τὸν φύσει δεσπότην

αὐτῶν προσκυνήσαντες, ὑπὲρ οὗ μᾶλλον αἴρειν ὅπλα τούτοις ἐχρῆν,

ποίαν οὐκ ἂν τιμωρίαν ὑποσχεῖν ἦσαν δίκαιοι, ἢ μὴ μόνον μέχρι χρημά-

των καὶ πραγμάτων ἀπαρχῆς καὶ πάσης ἄλλης ζημίας, ἀλλ' αὐτοῦ

θανάτου καὶ τούτου πικροῦ καὶ ὀδυνηροῦ; Καὶ ἄλλως γὰρ πῶς ἔμελλε

τούτους ὁ Θεὸς ἀνωτέρους διατηρῆσαι κακώσεως καὶ μὴ ἀντιμετρῆσαι

τούτοις οἷς αὐτοὶ ἐμέτρησαν μέτροις; Ὡς γὰρ καὶ τοῦ δικαίου τῆς

φύσεως ἐκλαθόμενοι καὶ ἀσπλάγχνως τῷ φυσικῷ αὐτῶν κυρίῳ χρησά-

μενοι, δικαίως ἂν ἔτυχον καὶ οὗτοι θεόθεν ἀσπλαγχνίας, ἀποτόμως

ποινηλατούμενοι, ὅτι καὶ Θεῷ αὐτῷ προσκεκρουκότες ἑάλωσαν. Ὅτι

δὲ καὶ μετὰ τῆς ἄνωθεν ῥοπῆς καὶ Θεοῦ ἐπινεύσει ταῦτα τετέλεσται,

ἡ περὶ τὴν Ῥωμαϊκὴν βασιλείαν κατάστασις ἀριδηλότερον παριστᾷ,

〈τῶν πραγμάτων〉 ἐξ ἐκείνου λαβόντων τὴν εἰς τὸ κρεῖττον ἐπίδοσιν

καὶ μέχρι καὶ νῦν καθεκάστην ἐπιδιδόντων καὶ πρὸς ἕω καὶ πρὸς δυσμὰς

εὐτυχῶς χωρούντων εὐδοκίᾳ Θεοῦ καὶ χάριτι, ὡς ἐκ τῶν δεξιῶν ἀπο-

τελεσμάτων παραδηλοῦσθαι καὶ τὴν ἀρχὴν δεξιάν.

11

Ἆθλον δὴ τοῦτο μέγιστον ἁπάντων ὧν ἴσμεν προτέθεικας ἡμῖν,

ὦ σοφωτάτη μοι φρὴν καὶ διάνοια, τὰς Ἀλεξίου τοῦ μεγάλου πράξεις

συναγαγεῖν ἐπιτάξασα, ὃς ἐν καιροῖς δυσκόλοις τὰς τῶν Ῥωμαίων

ἡγεμονίας παραλαβών, ὁπηνίκα τὰ τῶν Ῥωμαίων ἀπηύδησε πράγματα

εἰς γῆν καταπεπτωκότα καὶ κινδυνεύοντα διαρρυῆναι, τέλεον ἀνέστησέ

τε καὶ εἰς κλέος ἀνήγαγε μέγιστον. Νουνεχείᾳ γὰρ τὴν ἀνδρίαν συνάψας,

τῇ συνεχείᾳ τῶν πράξεων οὐκ ἔστιν εἰπεῖν ὁπόσα ἔστησε τρόπαια τῶν

Ῥωμαίων, ὡς εἶναι τὰ πράγματα ...... τὰ μὲν ἐξεδίωξε, τὰ δὲ ἐδου-

λώσατο, τὰ δὲ ὑπόσπονδα Ῥωμαίοις πεποίηκε. Τούτου τοίνυν τὰς

πράξεις συναγαγεῖν ἐργῶδες ἂν εἴη καὶ τὴν ἡμετέραν δύναμιν ὑπερ-

βαῖνον καὶ παρῃτησάμην ἂν τοὖργον, εἰ μή με βίη Ἡρακληείη

πρὸς αὐτὸ ἐβιάζετο, μεγίστων ἀγαθῶν βραχύν τινα πόνον ἀνταλλά-

ξασθαι πείθουσα. Τί γὰρ ἂν ἄλλο καὶ ἀνταποδοίην αὐτῷ ἐπάξιον πάν-

των ὧν αὐτὸς ἔδωκέ μοι, εἰ τὰς πράξεις ἐκείνου σιγῇ παρέλθοιμι ὥστε

λήθης ἀμαυρωθῆναι βυθῷ; Εἰ δὲ μὴ πασῶν ἐφικέσθαι δυνηθείη ὁ λόγος,

ἐπισυριττέτω τούτῳ μηδείς· οὔτε γὰρ ἱστορίαν συγγράφειν προῄρημαι

οὔτε πλέκειν ἐκείνῳ ἐγκώμιον—μόλις γὰρ ἂν πρὸς ταῦτα ἥ τε Θου-

κυδίδου δεινότης καὶ τὸ Δημοσθένους ἐξήρκεσε μεγαλόφωνον—ἀλλ'

ἀφορμήν τινα παρασχεῖν βουλόμενος τοῖς τὰ ἐκείνου συγγράφειν ἐθέ-

λουσι πρὸς ταυτηνὶ τὴν γραφὴν ἐξώρμησα· ταύτῃ τοι καὶ Ὕλη

ἱστορίας ὄνομα ἔστω τῷ λόγῳ. Ἀρκτέον οὖν ἡμῖν ἐντεῦθεν.

1

t

{Βιβλίον αʹ}

1

Μανουὴλ ἐκείνου τοῦ πάνυ, ὃς ἐς Κομνηνοὺς ἀναφέρων τὸ γένος,

τῶν μεταξὺ συμβάσεων καὶ σπονδῶν τοῦ τε τηνικαῦτα τὰ Ῥωμαίων

σκῆπτρα ἰθύνοντος Βασιλείου καὶ Βάρδα ἐκείνου τοῦ Σκληροῦ, τοῦ

ἐπὶ πολλοῖς ἔτεσι τυραννήσαντος καὶ τὴν ἑῴαν μικροῦ δεῖν ἅπασαν κατα-

στρέψαντος, ἀποδέδεικτο πρέσβυς, τὰ διερρωγότα μέλη τῆς Ῥωμαίων

ἡγεμονίας συνάψαι πειραθεὶς πρὸς ὁλότητα καὶ μέντοι ἔτι καὶ συνά-

ψας ἐπιστημόνως λίαν καὶ νεανικῶς, Μανουὴλ οὖν τούτου γίνονται παῖδες

δύο, ὧν ὁ μὲν πρεσβύτερος Ἰσαάκιος, ὁ δὲ νεώτερος Ἰωάννης ἐκέκλητο.

Κομιδῇ δὲ τούτοιν νέοιν ὄντοιν ἀμφοῖν, ἐπειδὴ ὁ πατὴρ ἠσθένει καὶ τὴν

τοῦ βίου ὑπώπτευε τελευτήν, ἐβουλεύσατο ἄμφω τῶ παῖδε τῷ βασιλεῖ

παραθέσθαι· ἐστέρηντο γὰρ καὶ μητρός, τῆς συγκλήρου τούτου τῷ

βίῳ πάλαι θανούσης. Τοῦτο δὲ βουλευσάμενος, ἄριστα ἐς πέρας τὸ

βουλευθὲν ἐξήνεγκε καὶ μέντοι καὶ παρατίθεται τούτους τῷ βασιλεῖ.

Ὁ δὲ ἐπιεικής τε ὢν καὶ τιμᾶν εἰδὼς τὴν εὐγένειαν οὐκ ἔστιν εἰπεῖν

ὅσης ἠξίωσε προμηθείας τοὺς παῖδας· παιδαγωγοὺς γὰρ αὐτοῖς ἐπι-

στήσας καὶ παιδοτρίβας, τοῖς μὲν ῥυθμίζειν τὸ ἦθος τῶν νέων ἐπέταττε,

τοῖς δὲ τὰ πολεμικὰ ἐκδιδάσκειν, ὁπλίζεσθαί τε εὐφυῶς καὶ τῷ θυ-

ρεῷ σκέπεσθαι πρὸς τὰς τῶν ἐναντίων βολὰς καὶ ἔγχος κραδαίνειν καὶ

ἱππάζεσθαι δεξιῶς καὶ βέλος ἀφιέναι κατὰ σκοποῦ καί, ἵνα τὸ καιριώ-

τατον εἴποιμι, τὰ τακτικὰ μελετᾶν, ἵνα ἔχοιεν εἰδέναι ὅπως τε χρὴ φά-

λαγγα τάττειν καὶ καταλέγειν λόχους, στρατοπεδεύειν τε ἐπικαίρως

καὶ χάρακα πήγνυσθαι καί τ' ἄλλα ὅσα δὴ τὰ τακτικὰ ἐκδιδάσκουσι.

Διατριβὴ δὲ τούτοις ἡ μονὴ τοῦ Στουδίου ἀφώριστο δυοῖν ἕνεκα, τὸ μὲν

ἵνα καὶ πρὸς ἀρετὴν ἐπαλείφοιντο τῇ μιμήσει τῶν ἀρίστων ἀνδρῶν,

τὸ δ' ἵνα ἔχοιεν εὐχερῶς ἐξιέναι τῆς πόλεως πρὸς θήραν τε ἀπιέναι καὶ

τοῖς ὅπλοις γυμνάζεσθαι.

2

Ἐπεὶ δὲ διηλλαξάτην ἄμφω τὴν ἥβην, εὐθὺς ταῖς βασιλικαῖς ἑται-

ρείαις συγκατελεγέτην· ἔθος γὰρ τοῦτο βασιλεῦσι Ῥωμαίων τοὺς τῶν

ἀρίστων ἀνδρῶν παῖδας καὶ τῶν εὖ γεγονότων τῇ σφῶν αὐτῶν ὑπη-

ρεσίᾳ συγκαταλέγειν. Οὔπω συχνὸς παρρερύη καιρὸς καὶ αἱ μέγισται

τῶν τιμῶν εἶχον αὐτούς, ἐπαρχίαι τε καὶ φαλαγγαρχίαι καὶ στρατη-

γίαι. Ἐπεὶ δὲ γάμων ἔδει λαμπρῶν τοῖς οὕτω τὸ γένος περιφανέσι,

καὶ τούτων τυγχάνουσι· συζεύγνυται γὰρ ὁ μὲν Ἰσαάκιος τῇ πρε-

σβυτέρᾳ τῶν βασιλέως Βουλγάρων Σαμουὴλ θυγατέρων, Αἰκατερίνᾳ

ὄνομα· ὁ δὲ Ἰωάννης τῇ τοῦ Χάρωνος Ἀλεξίου, ᾧ τὰ κατὰ τὴν Ἰτα-

λίαν ἐκ βασιλέως ἐγκεχείριστο πράγματα, ἀνδρὸς φρενήρους καὶ νου-

νεχοῦς καὶ τὴν χεῖρα γενναίου καὶ τὴν ψυχὴν θαρσαλέου, ᾧ καὶ τὸ

ἐπώνυμον ἐκ τῆς ἀνδρίας κεκλήρωτο· τόν τινα γὰρ τῶν ἐναντίων βα-

λὼν ἐπεὶ νεκρὸν ἀποδέδειχε, Χάρων ἐντεῦθεν ἐπωνομάσθη. Τούτου τὴν

θυγατέρα γήμας ὁ Ἰωάννης Ἄνναν εἰς Δαλασσηνοὺς τὸ γένος μητρόθεν

ἀνέλκουσαν τοὺς Ἀδριανοὺς ἐκείνους καὶ τοὺς Θεοφυλάκτους, παίδων

ἀρίστων ἀπεφάνθη πατήρ. Ἐκ δὴ τούτων πέντε μὲν ἄρρενες, Μανουήλ,

Ἰσαάκιος, Ἀλέξιος, Ἀδριανός, Νικηφόρος, τρεῖς δὲ θήλειαι, Μαρία,

Εὐδοκία καὶ Θεοδώρα, αἳ καὶ μέχρι τέλους αὐτοῦ διεσώθησαν· ἐπὶ

τούτοις γὰρ τὸν βίον κατέλυσεν. Ἀλλὰ ταῦτα μὲν ὕστερον, νυνὶ δὲ

τῆς ἀκολουθίας ὁ λόγος ἐχέσθω.

3

Προϊόντε γοῦν ἐκ δόξης εἰς δόξαν, ἄμφω τὼ ἀδελφὼ τὴν ὁμόνοιαν

μέχρι τέλους ἐτηρησάτην, τοῦ νεωτέρου τῷ πρεσβυτέρῳ ἐν ἅπασι

καθυπείκοντος κἀκείνου τῷ νέῳ τὴν προσήκουσαν τιμὴν ἀπονέμοντος.

Ὡς δὲ καὶ εἰς τὴν βασίλειον περιωπὴν ἀνήχθη Ἰσαάκιος, κουροπα-

λάτην τὸν ἀδελφὸν τιμήσας ἄρχοντα τῶν τῆς δύσεως στρατευμά-

των ἀποδέδειχεν, ὃν πάλαι δομέστικον τῶν Σχολῶν ἐκάλουν, νυνὶ δὲ

μέγαν καλοῦσι δομέστικον. Τὰ μὲν οὖν κατὰ τὸν Ἰσαάκιον, ὅπως τῶν

βασιλείων ἐπελάβετο σκήπτρων καὶ ἐφ' ὅσον καὶ ὅπως ταῦτα διίθυνε,

περιττὸν ἂν εἴη λέγειν· ἐξέσται γὰρ τοῖς βουλομένοις ἀναλέγεσθαι

ταῦτα ταῖς περὶ τοῦτον ἐντυγχάνοντα ἱστορίαις. Ὁ δὲ Ἰωάννης, ἐπειδὴ

τῆς δύσεως ἄρχειν ἔλαχεν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, μνημεῖον ἄλη-

στον τὰς αὐτοῦ πράξεις κατέλιπε Θρᾳξί τε καὶ Μακεδόσι καὶ μέντοι

καὶ Ἰλλυριοῖς καὶ Βουλγάροις ἄρχουσί τε καὶ ἀρχομένοις, καὶ οὐκ ἦν

ὃς οὐ πεπείρατο τῆς τοῦ ἀνδρὸς καλοκαγαθίας· ἐπιεικὴς γὰρ καὶ μέ-

τριος εἴπερ τις ἄλλος ἀνθρώπων γενόμενος τὴν ἁπάντων εὔνοιαν ἐπε-

σπάσατο, πρὸς μὲν τὸ εὐεργετεῖν ὀξύτατος ὢν καὶ συντονώτατος, πρὸς

δὲ τὸ κολάζειν ἀμβλὺς καὶ δυσκίνητος. Τεκμήρια δὲ τῆς τ' ἀνδρὸς ἀρε-

τῆς καὶ ἄλλα μὲν πλεῖστα, οὐχ ἧττον δὲ καὶ τὸ τὴν βασιλείαν ἀποσκευά-

σασθαι· ὅπως δέ, προϊὼν ὁ λόγος δηλώσειε.

4

Τρίτον ἔτος ἀνύων ἤδη κατὰ τὴν βασιλείαν ὁ ἀδελφός τε καὶ βασι-

λεὺς τὸν τῆς Προποντίδος διαπεράσας πορθμὸν ἐν τοῖς περὶ τὸ Ὁνω-

ράτου πολίχνιον προαστείοις ηὐλίζετο, ἐπὶ θήραν τε συνεχῶς ἐξιὼν καὶ

τὸ σῶμα γυμνάζων. Ἀλλὰ κατ' οὐδὲν αὐτῷ συνετέλει τὸ γυμνάσιον·

νόσῳ γὰρ συνεσχέθη πλευρίτιδι καὶ τρίτην ἡμέραν ἐγκαρτερήσας, ἐπειδὴ

ᾔσθετο ἑαυτοῦ μὴ καλῶς ἔχοντος, εἰς τὸν βασιλικὸν εἰσελθὼν δρόμωνα

ἐκομίσθη πρὸς τὰ ἀνάκτορα. Φροντὶς οὖν εἶχεν αὐτὸν εὐθὺς τοῦ μετ'

αὐτὸν βασιλεύσοντος καὶ πάντων ὁ ἀδελφὸς προτετίμητο—ᾔδει γὰρ

τοῦτον χρηστὸν ὄντα καὶ ἱκανὸν περὶ τὴν τῶν κοινῶν πραγμάτων ἀντί-

ληψιν—, εὐθύς τε μετεκέκλητο καὶ λόγων πρὸς αὐτὸν ὁ βασιλεὺς ἤρ-

χετο παρακλητικῶν· «Ἐμὲ μέν, λέγων, ὦ φίλτατε ἀδελφέ, τὸ πέρας

ἤδη τοῦ βίου καταλαβὸν βιάζεται πρὸς τὴν ἔξοδον, σὲ δὲ χρὴ τῶν κοι-

νῶν ἀντιλαβέσθαι πραγμάτων καὶ τοὺς τῆς βασιλείας οἴακας ἀναδέ-

ξασθαι· τοῦτο γὰρ λυσιτελήσειν οἶμαι οὐ τοῖς καθ' αἷμα μόνον ἡμῖν

προσήκουσιν, ἀλλὰ καὶ τοῖς ὑπὸ Ῥωμαίους ἅπασι. Ταινιωθεὶς οὖν

τῷ διαδήματι, ἕως αὐτὸς ἐμπνέων εἰμί, τῶν πραγμάτων ἀντιλαβοῦ·

πολλοὶ γάρ, ὡς οἶσθα, τῇ βασιλείᾳ Ῥωμαίων ἐποφθαλμίζουσι». Τού-

των ἀκούσας τῶν λόγων, ἐκεῖνος δραμεῖν πρὸς τὴν τῶν κοινῶν ἀντίληψιν

ἀνασχάλλων ἦν καὶ ἀναδυόμενος καὶ πάντα παθεῖν ἕτοιμος μᾶλλον ἢ

τῶν κοινῶν ἀντιλήψεσθαι, ἀλλ' ὁ μὲν οὕτως εἶχε προθέσεως, ἡ δ' αὖ

ὁμευνέτις αἰσθομένη τῶν λεγομένων βαρέως ἔφερε τὴν παραίτησιν

καὶ παρὰ τῷ ἀνδρὶ παρακαθίσασα τοιούτοις ἐχρῆτο παρ' αὐτὸν λόγοις·

«Ἵνα τί, λέγουσα, κύριέ μου, ξίφος ἕλκεις πρὸς ἑαυτὸν καὶ τὰ φίλτατα,

μήτε τὸ τούτων οἰκτείρων ἄωρον μήτε ἡμῶν κηδόμενος; Οὐκ οἶσθα

ὡς εἴ τις ἐπιλάβηται ἄλλος τῆς Ῥωμαίων ἀρχῆς, ἐκ ποδῶν ποιῆσαι

σπεύσειεν ἅπαν τὸ γένος ἡμῶν, οἰόμενος οὕτως ἐπ' ἀσφαλοῦς ἡδράσθαι

αὐτῷ τὰ τῆς ἀρχῆς; Ἵνα τί γοῦν οὕτω μεματαιώμεθα ἑαυτοὺς καὶ

τὰ φίλτατα εἰς προῦπτον ἐπιρρίπτοντες κίνδυνον καὶ τὸ πᾶσιν ἱμερτὸν

ἀπωθούμεθα τὴν βασιλείαν Ῥωμαίων; Τίς ἡ ἐπιβλαβὴς αὕτη φιλοσοφία

καὶ ἄκαιρος μετριοφροσύνη; Ἀλλ' εἴ τι ἐμοὶ πείθῃ, σπεῦσον ὡς τάχιστα

ταῖς συμβουλαῖς πεισθῆναι τοῦ βασιλέως καὶ ἀδελφοῦ καὶ τῶν πρα-

γμάτων ἐπιλαβοῦ».

5

Ταῦτα καὶ πλείω τούτων εἰποῦσα—ἦν γὰρ δεινή τις καὶ λέγειν

καὶ πράττειν—, ἐπειδὴ μὴ ἔπειθε, πρὸς ἱκεσίαν ἐτράπετο καὶ τὰς διὰ

δακρύων καὶ στεναγμῶν ἐντεύξεις προσέφερεν· ὡς δ' ἄτεγκτον ἑώρα

καὶ πρὸς πᾶν σκληρυνόμενον, ἀπογνοῦσα τοῦ πείθειν ἐσίγα, πολλὰ καθ'

ἑαυτὴν ἀλγοῦσα καὶ τούτου καταστυγνάζουσα. Οὕτω μὲν οὖν ἐκεῖνος

τὴν βασιλείαν ἀπεσκεύαστο. Ὁ δὲ βασιλεὺς τὴν νόσον ὁρῶν ἐπιτεί-

νουσαν, ἐπείπερ ἀπέγνωστο αὐτῷ τὰ κατὰ τὸν ἀδελφόν, πρὸς τὸν Δούκα

Κωνσταντῖνον ἀπεῖδεν, ἄνδρα πολλοῖς κομῶντα πλεονεκτήμασιν. Εὐ-

θὺς οὖν ἐκάλει καὶ διαλεχθεὶς αὐτῷ περὶ τῶν κοινῶν καὶ τοὺς 〈συγγε-

νεῖς〉 αὐτῷ παραθέμενος τῷ βασιλικῷ ταινιώματι στεφανοῖ, αὐτὸς

πρότερον τῆς ἁλουργίδος τὸ ἀγγελικὸν ἀνταλλαξάμενος σχῆμα. Ὁ μὲν

οὖν πρὸς τὴν τοῦ Στουδίου μονὴν ὑπήγετο. Ὁ δέ γε Δούκας τῶν τῆς

βασιλείας οἰάκων δραξάμενος, εὐθὺς ἔσπευσε πλεονεξίαν μὲν

ἀνελεῖν, μετριότητα δὲ καὶ δικαιοσύνην εἰσε-

νεγκεῖν, καὶ μέντοι καὶ κατωρθώθη τοῦτο αὐτῷ· ὁρῶν γὰρ

τοὺς πλείστους περὶ τὸ ἀδικεῖν τετραμμένους

ἐπὶ τὸ δικάζειν ἐτράπετο. Μὴ λαμβάνων δ' ἐν

κρίσει πρόσωπον κατὰ τὸν προφήτην, μήτε

μὴν ἐκκλίνων εἰς δεξιὰ ἢ εἰς ἀριστερά, ἀλλ'

ὁδῷ βασιλικῇ πορευόμενος, τοῖς μὲν ἀδικοῦσι

ἐμβριθής τις ἐφαίνετο καὶ δεινός, τὰ τῆς ἀδικίας ἐκκόπτων ὁρμή-

ματα, τοῖς δ' αὖ ἀδικουμένοις προσφιλής τε καὶ χα-

ριέστατος, καὶ μέντοι οὐδὲ πρὸς τὸν βασιλεύσαντα τοῦτον ἀχάρι-

στος ἀναπέφηνεν· ἐπεὶ γὰρ μετὰ τοῦ μονήρους βίου καὶ σχήματος

τὴν περιβολὴν καὶ πρὸς τὴν τοῦ Στουδίου μονὴν ἐπαγωγὴν τὰ τῆς νόσου

ἐρράϊσε καὶ ὑγιὴς ὁ πρὶν θανεῖν προσδοκήσιμος ἀποδέδεικτο, διὰ πάσης

ἦγεν ὁ Δούκας τοῦτον τιμῆς κύριόν τε καὶ βασιλέα ἀποκαλῶν καὶ προ-

εδρίας ἀξιῶν, ὁπηνίκα φοιτῶν ἦν πρὸς αὐτόν· ἐφοίτα δὲ συνεχῶς. Οὐκ

αὐτὸν δὲ μόνον ἦγε διὰ τιμῆς, ἀλλὰ καὶ τὸ τούτου συγγενὲς ἅπαν, γυ-

ναῖκα καὶ θυγατέρα καὶ ἀδελφὸν καὶ τοὺς ἄλλους· ἀλλ' ὁ μὲν Κομνηνὸς

ἐνιαυτὸν ἐπιβιοὺς μετὰ τὴν τούτου ἀνάρρησιν ἐτελεύτα.

6

Ὁ δέ γε Δούκας ἐπὶ ἑπτὰ ἔτεσι τοῖς πᾶσιν ἐννόμως τὴν βασιλείαν

Ῥωμαίων ἰθύνας τὸν βίον καὶ οὗτος κατέλυσε· διαδέχεται δὲ τὴν βασι-

λείαν ἡ τούτου σύνοικος Εὐδοκία σὺν Μιχαὴλ καὶ Κωνσταντίῳ τοῖς

παισί. Βραχὺν δέ τινα χρόνον μετὰ τὸν τοῦ Δούκα θάνατον καὶ ὁ κουρο-

παλάτης ἐπιβιοὺς 〈ἐτελεύτησε〉 παῖδας ὀκτὼ καταλιπών, ὡς ὁ λό-

γος φθάσας ἐδήλωσε, πέντε μὲν ἄρρενας, τρεῖς δὲ θηλείας, οὓς ἡ μήτηρ

ἅπαντας καλῶς ἀναθρεψαμένη ἀξίους τοῦ γένους ἀπέδειξεν. Ἀλλ' αἱ

μὲν δύο τῶν θυγατέρων ἔτι τοῦ πατρὸς περιόντος ἀνδράσιν ἡρμόσθησαν

τῶν εὖ γεγονότων καὶ πλούτῳ κομώντων, ἡ μὲν πρεσβυτέρα Μαρία

τῷ Ταρωνίτῃ Μιχαήλ, ἡ δὲ μετ' ἐκείνην Εὐδοκία τῷ Μελισσηνῷ Νικη-

φόρῳ, ἀνδρὶ νουνεχεῖ τε καὶ θαυμασίῳ, ὃς πατρόθεν ἐς Βουρτζίους τὸ

γένος ἀνέφερε. Τὴν δέ γε ὑστάτην πασῶν Θεοδώραν μετὰ τὸν τοῦ

πατρὸς μόρον τῷ τοῦ Διογένους υἱῷ Κωνσταντίνῳ, τοῦ πατρὸς ἤδη

τὰ Ῥωμαίων σκῆπτρα διέπειν λαχόντος, ἡ μήτηρ συνήρμοσεν ὕστερον,

ἀνδρὶ εὐγενεῖ μὲν καὶ κατὰ χεῖρα γενναίῳ, τὸν δέ γε τρόπον οὐ πάνυ τι

ὄντι ἐπαινετέῳ, ὡς τὰ ὕστερον ἔδειξεν. Ἀλλ' οὕτω μὲν τὰ κατὰ τὰς

κόρας συνέβη. 〈Ἀρρένων δὲ παίδων ὁ μὲν Μανουήλ, πατρὸς〉 ἔτι τού-

του περιόντος, στρατεύειν τε ἤρξατο καὶ πρὸς μίμησιν τῶν προγόνων

ἑαυτὸν ἀποξέων ἔσπευδεν ἀποβῆναι τούτων ἐπάξιος. Ὁ δὲ μετ' ἐκεῖνον

Ἰσαάκιος τοῖς τἀδελφοῦ κατὰ πόδας εἵπετο ἴχνεσιν. Ὁ δ' αὖ τρίτος

Ἀλέξιος παντοίων ἦν χαρίτων ἀνάπλεως· χάρις γὰρ ἐπήνθει τῷ προ-

σώπῳ ὁποίαν οὔ τις ἐν ἄλλῳ ἐθεάσατο πώποτε καὶ φαιδρὸς ἦν ἀεὶ καὶ

ἀγαθωσύνης ἀνάπλεως, καὶ τί ἄν τις εἴποι περὶ τούτου ὡς δυνηθῆναι

τοὺς λόγους ἐξισῶσαι ταῖς τῶν ἠθῶν ἀγλαΐαις καὶ ταῖς τῆς ψυχῆς ἀρε-

ταῖς; Παντοδαπὸν ἦν χρῆμα φυσικῆς τε καὶ προαιρετικῆς κοσμιότητος

καὶ οἷόν τι κάλλιστον τῷ βίῳ ἀνάθημα ἐκ δυοῖν τοῖν ἐναντίοιν συγκεί-

μενον· ὀξύτατος γὰρ ὢν ξυμπάντων ὧν αὐτοὶ τεθεάμεθα καὶ δραστη-

ριώτατος, οὕτω πρᾳοτάτην ἐδείκνυτο τὴν ψυχὴν ὡς μικροῦ δεῖν καὶ

ἀκίνητον πρὸς ὀργὴν ἑαυτὸν ἀποφαίνειν. Οὔπω δὲ τὴν ἥβην ὑπερβὰς

ἐβιάζετο τὴν μητέρα συνεκπέμπειν καὶ αὐτὸν τῷ ἀδελφῷ· ἀμέλει

καὶ ξυνείπετο τούτῳ στρατηγοῦντι καὶ τὰ τῆς ἀρετῆς πρὸ τῆς τελειό-

τητος ἐδείκνυτο καὶ σάκος φέρων καὶ δόρυ κραδαίνων ὡς ἄριστα καὶ

διὰ γλώττης ἦν ἁπάντων εὐθύς. Τὰ μὲν οὖν κατὰ τοῦτον ἀναμεινάτω

μικρόν, ὁ λόγος δ' ἐχέσθω τῆς ἀρχῆθεν ἀκολουθίας· οὕτω γὰρ ἂν καθ'

εἱρμὸν προβαίνων εἰς τὰς ἑαυτοῦ καταντήσειε πράξεις, πρῶτον ἐπιμνη-

σθεὶς καὶ τῶν λοιπῶν ἀδελφῶν· ἤστην δὲ τούτω Ἀδριανός τε καὶ

Νικηφόρος, οἷν ἡ μήτηρ κομιδῇ νέοιν ὄντοιν διδασκάλους ἐπιστήσασα

τὴν ἐγκύκλιον ἐπέταττεν ἐκπαιδεύεσθαι παίδευσιν.

7

Ἄρτι δὲ καὶ τοῦ Διογένους Ῥωμανοῦ τῶν τῆς βασιλείας οἰάκων

ἐπειλημμένου, πρῶτος τῶν ἀδελφῶν Μανουὴλ ᾠκείωτο τῷ βασιλεῖ καὶ

πρωτοστράτωρ πρὸς αὐτοῦ ἀποδέδεικτο. Οὔπω συχνὸς παρερρύη και-

ρὸς καὶ στρατηγὸς αὐτοκράτωρ τῶν ἑῴων ταγμάτων προὐβέβλητο.

Περαιωθεὶς οὖν τὴν Προποντίδα περὶ Γαλάτας ηὐλίζετο, ἤδη τῶν Τούρ-

κων ἀρξαμένων τὰ τῆς ἑῴας ληΐζεσθαι. Τίνες δὲ οἱ Τοῦρκοι

καὶ ὅθεν γῆς ὡρμημένοι πρότερον ὁμορεῖν Ῥωμαίοις ἔληγον

ὕστερον, ἀναγκαῖον ἄνωθεν διηγήσασθαι. Οὗτοι οἰκεῖν μὲν

ἔλαχον τὰ προσάρκτια τὰ πέραν Τανάϊδός τε καὶ Βοσπόρου,

οὐ πάνυ τι τῶν Καυκασίων ἀπέχοντες ὀρῶν· αὐτό-

νομον ἔθνος ὂν καὶ γαλακτοφάγον ἀρχῆθεν πολυάνθρω-

πόν τε καὶ πολεμικώτατον ὑπ' οὐδενὸς δεδούλωται

ἔθνους πώποτε. Τῆς γοῦν Περσῶν ἀρχῆς εἰς τοὺς

τῆς Ἄγαρ διαλυθείσης καὶ τῆς μὲν Σαρακηνῶν

ἐπικρατείας μὴ μόνον Περσίδος καὶ Μηδίας

καὶ Βαβυλῶνος καὶ Ἀσσυρίων κυριευούσης,

ἀλλ' ἤδη καὶ Αἰγύπτου καὶ Λιβύης καὶ μέρους

οὐκ ἐλαχίστου τῆς Εὐρώπης, ἐπείπερ ἀλλήλων

καταστασιάσαντες οἱ ἐξ Ἄγαρ τὴν μεγίστην ἀρχὴν

εἰς πολλὰς ἐμερίσαντο, ἄλλος ἄλλης κατάρχων, καὶ εἰς ἐμφυλίους

πολέμους τὸ ἔθνος ἐχώρησεν, ἀρχηγὸς Περσίδος καὶ Χω-

ρασμίων καὶ Ἀβριτανῶν καὶ Μηδίας ὑπάρχων τότε

Μουχούμετ ὁ τοῦ Ἰμβραὴλ κατὰ τοὺς χρόνους

Βασιλείου τοῦ αὐτοκράτορος καὶ πολεμῶν Ἰνδοῖς

καὶ Βαβυλωνίοις, ἐπειδὴ πρὸς τὸ κατόπιν ἑώρα χωροῦντα

ἑαυτῷ τὰ πράγματα, ἔγνω δεῖν πρὸς τὸν Οὔννων δια-

πρεσβεύσασθαι ἄρχοντα καὶ ξυμμαχίαν ἐκεῖθεν

αἰτήσασθαι. Τῆς γοῦν πρεσβείας κατευθυνθείσης αὐτῷ, συνέ-

πεμπε τοῖς πρέσβεσι καὶ δῶρα πολυτελῆ· ἐπανῄεσαν γοῦν

οἱ πρέσβεις ξυμμάχους φέροντες τρισχιλίους ἀρχηγὸν

ἔχοντας Ταγγρολίπηκα Μουκάλετ τὸν υἱὸν Μικεήλ,

οἳ διαπεραιωσάμενοι τὸν Ἄραξιν κατὰ τὴν ἐν αὐτῷ γέφυραν

πεπυργωμένην ἑκατέρωθεν οὖσαν ἐς τὴν Περσίδα

φοιτῶσι. Συμμίξας οὖν ὁ Μουχούμετ τῷ ἑαυτοῦ στρατεύ-

ματι τοὺς μισθοφόρους Τούρκους προσβάλλει τῷ τῶν Ἀ-

ράβων ἄρχοντι Πισασιρίῳ καὶ ῥᾷον αὐτὸν κατα-

τροποῦται. Ἐπανελθὼν δὲ εἰς τὴν ἑαυτοῦ ἔσπευσε καὶ

πρὸς τοὺς πολεμοῦντας Ἰνδοὺς μετὰ τῶν ξυμμά-

χων διαγωνίσασθαι. Παραιτουμένων δ' ἐκείνων

καὶ πρὸς τὴν ἑαυτῶν ἐκλιπαρούντων ἐξαποστέλλειν, ἀνεθεί-

σης σφίσι τῆς ἐν τῇ γεφύρᾳ φυλακῆς τοῦ Ἀρά-

ξιδος, ἐπείπερ ἐκεῖνος ἐνέκειτο καὶ βίαν ἐπε-

νεγκεῖν ἐβουλεύετο, δείσαντες οἱ Τοῦρκοι μὴ πά-

θοιέν τι δεινὸν πρὸς ἀποστασίαν χωροῦσι καὶ τὴν Καρ-

βωνῖτιν ἔρημον ὑποδύντες διὰ τὸ μὴ θαρρεῖν

ὀλίγους πρὸς τοσαύτας ἀντιπαρατάξασθαι μυ-

ριάδας, ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι τὰ τῶν

Σαρακηνῶν ἐδῄουν καὶ ἔφθειρον.

8

Δυσανασχετῶν δ' ἐπὶ τοῖς γενομένοις ὁ Μου-

χούμετ στρατὸν ἀθροίσας ἀμφὶ τὰς εἴκοσι χι-

λιάδας ἐκπέμπει κατὰ τῶν Τούρκων, δέκα

στρατηγοὺς αὐτῷ ἐπιστήσας τῶν ἐπ' ἀνδρίᾳ

καὶ συνέσει μαρτυρουμένων Σαρακηνῶν. Ἄραντες

οὖν οὗτοι πρὸς τὴν Καρβωνῖτιν ἠπείγοντο, ἀλλ' εἰσιέναι μὲν

τὴν ἔρημον διά τε τὴν τοῦ ὕδατος σπάνιν καὶ

τὴν τροφῶν ἔνδειαν ἀλυσιτελὲς εἶναι ᾤοντο, ἔγ-

γιστα δὲ τοῦ στόματος τῆς ἐρήμου στρατοπε-

δεύσαντες διεσκοποῦντο τὰ πρὸς τὸν πόλεμον. Ὁ δὲ

Ταγγρολίπηξ 〈ἐς〉 τὸ βάθος αὐλιζόμενος τῆς

ἐρήμου, ἐπείπερ ἔγνω τὴν κατ' αὐτοῦ ἐκστρα-

τείαν, τοῖς μετ' αὐτοῦ κοινολογησάμενος καὶ

ξυμφέρον εἶναι κρίνας νυκτὸς τοῖς Ἀγαρηνοῖς ἐπι-

θέσθαι καὶ Πέρσαις, ταχυπορίᾳ χρησάμενος ἐπὶ

δυσὶν ἡμέραις ἐπιτίθεται τῇ τρίτῃ νυκτὸς αὐ-

τοῖς ἀφυλάκτως σκηνοῦσι καὶ μηδὲν προσδεχομέ-

νοις κακὸν καὶ κατατροποῦται τούτους ῥᾳδίως. Ἐν-

τεῦθεν λείας ὅτι πλείστης γενόμενος ἐγκρατὴς καὶ ἁρμάτων καὶ

ἵππων κυριεύσας πολλῶν, οὐκέτι λοιπὸν περὶ τὴν

Καρβωνῖτιν ηὐλίζετο, οὐδὲ λαθραίας ἐποιεῖτο τὰς ἐπιθέ-

σεις ὡς φυγὰς καὶ λῃστής, ἀλλὰ φανερῶς τῶν

ὑπαίθρων ἀντεποιεῖτο, προσρυϊσκομένων αὐτῷ

καὶ τῶν ὅσοι διὰ κακουργίας τότε θάνατον

ἐδεδίεσαν, δούλων τε οὐκ ὀλίγων καὶ τῶν χαιρόντων

ταῖς ἁρπαγαῖς, ὡς ἐν βραχεῖ τῷ χρόνῳ δύνα-

μιν ἀθροισθῆναι μεγίστην περὶ αὐτόν, οὐκ ἐλάττω

τῶν πέντε μυριάδων. Τὰ μὲν κατ' ἐκεῖνον ἐφέρετο

τῇδε· ὁ δὲ Μουχούμετ μὴ ἐνεγκὼν τὰ ξυμβάντα

μετρίως, τοὺς μὲν δέκα στρατηγοὺς ὑποστρέψαντας

ἀπετύφλωσε, τοὺς δὲ τὸν κίνδυνον ἀποδράσαντας στρα-

τιώτας θριαμβεύσειν ἠπείλησε γυναικείους

περιβεβλημένους στολάς, αὐτὸς δὲ πρὸς ἀντι-

παράταξιν καθωπλίζετο.

9

Ἀλλ' οἱ μὲν στρατιῶται τὰς ἐκείνου ἐνωτισάμενοι

ἀπειλὰς προσχωροῦσι τῷ Ταγγρολίπηκι. Το-

σαύτης οὖν προσγενομένης ἐκείνῳ καὶ τηλικαύ-

της δυνάμεως, ἀγείρας ἅπαντα τὸν στρατὸν

πρὸς τὸν Μουχούμετ ἠπείγετο, καθολικῇ μάχῃ

σπεύδων κρῖναι τὰ πράγματα. Ἀλλὰ κἀκεῖνος

Σαρακηνοὺς καθοπλίσας καὶ Πέρσας καὶ Καβεί-

ρους καὶ Ἄραβας καὶ στρατὸν συστησάμενος

περί που τὰς πεντήκοντα μυριάδας, φέρων δὲ καὶ πυρ-

γοφόρους ἐλέφαντας ἑκατόν, ἔσπευδεν ἀντιμετώπως

στῆναι τῷ Ταγγρολίπηκι. Ὑπαντιάζει γοῦν αὐτῷ κατὰ τὸν

λεγόμενον Ἀσπαχᾶν καὶ γενομένης μάχης καρ-

τερωτάτης ἔπεσον μὲν ἐξ ἑκατέρων πολλοί, πίπτει

δὲ καὶ αὐτὸς ὁ Μουχούμετ, οὔτε τόξῳ βληθεὶς οὔτε

δόρατι, ἀλλ' ἐφιππαζόμενος καὶ τὸν οἰκεῖον πα-

ραθαρρύνων λαόν, τοῦ ἵππου αὐτῷ ὀλισθήσαντος, σὺν

ἐκείνῳ κατενεχθεὶς εἰς γῆν καὶ ἐκτραχηλισθεὶς ἐτεθνήκει.

Τούτου δὲ καὶ συμπεσόντος, τὸ σὺν αὐτῷ τῶν Περ-

σῶν πλῆθος τῷ Ταγγρολίπηκι προσεχώρησε καὶ ὁ Ταγγρο-

λίπηξ ὑπὸ πάντων εὐθὺς βασιλεὺς ἀνηγόρευτο τῆς

Περσίδος. Ἀναρρηθεὶς δ' ἐκπέμπει καὶ καθαιρεῖ

τὴν ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος φυλακὴν καὶ τὸ

ἔθνος τῶν Τούρκων πρὸς τὴν Περσίδα καλεῖ. Ἀνέτου δὲ

τῆς ἐς Περσίδα πορείας ἀποδειχθείσης αὐτοῖς καὶ τῆς τοῦ Ἀρά-

ξιδος διαβάσεως, ξυνέθεον παμπληθεί, πλὴν τῶν ὅσοι πόθῳ

τῆς ἑαυτῶν πατρίδος ἀντεποιοῦντο· οἳ καὶ κα-

θελόντες Πέρσας τε καὶ Σαρακηνοὺς αὐτοὶ κύρι-

οι τῆς Περσίδος γεγόνασι, σουλτάνον τὸν Ταγγρολί-

πηκα ὀνομάσαντες, ὅπερ σημαίνει παρ' αὐτοῖς βασιλεὺς

βασιλέων καὶ παντοκράτωρ. Πάσας οὖν τὰς ἀρ-

χὰς τῶν Περσῶν καὶ Σαρακηνῶν ἀφελόμενος εἰς Τούρ-

κους μετήνεγκε καὶ τὴν Περσίδα πᾶσαν αὐτοῖς

καθυπέταξεν.

10

Ἀλλ' οὕτω μὲν Ῥωμαίων οἱ Τοῦρκοι γεγόνασιν ὅμοροι,

τὴν Περσῶν ἀρχὴν κατασχόντες. Ἀναγκαῖον δ' ἴσως εἰπεῖν κἀκ ποίας

ὁρμηθέντες αἰτίας Ῥωμαίους πολεμεῖν ἤρξαντο, καίτοι δε-

διότες πρότερον τὸν πρὸς αὐτοὺς πόλεμον καὶ φρίττοντες

ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων

τριῶν βασιλέων ἀνδραγαθήματα, τοῦ Φωκᾶ Νι-

κηφόρου φημὶ καὶ Ἰωάννου καὶ τοῦ πορφυρογεννήτου

Βασιλείου· ὑπώπτευον γὰρ ἔτι παρὰ Ῥωμαίοις σῴ-

ζεσθαι τὴν ἐκείνων ἀρετήν τε καὶ δύναμιν. Τοῦ Ταγ-

γρολίπηκος, ὡς ὁ λόγος ἐδήλωσεν, τὴν Περσῶν ἀναδυσαμένου βασι-

λείαν καὶ πλούτου πολλοῦ καὶ στρατευμάτων ἐγκρατοῦς γενομένου καὶ

τὰ Σαρακηνῶν ταπεινώσαντος, οἱ πρὶν ὁμοροῦντες Πέρσαις καὶ

πολεμοῦντες πρὸς τὸν Μουχούμετ σπονδὰς πρὸς ἀλλήλους ποι-

ούμενοι πόλεμον ἐμελέτων κατὰ Περσῶν. Ἀλλὰ τοῦτο προγνοὺς

ἐκεῖνος πρὸς μὲν Πισασίριον τὸν Βαβυλῶνος ἄρ-

χοντα αὐτὸς δι' ἑαυτοῦ παρετάξατο 〈καὶ〉

διαφόροις μάχαις τοῦτον ἡττήσας καὶ ἀνε-

λὼν κύριος καὶ τῆς Βαβυλωνίων ἐξουσίας ἐγέ-

νετο. Πρὸς δὲ Καρβέσην τὸν τῶν Ἀράβων ἀρ-

χηγὸν καὶ Κουτλουμοῦν ἐκπέμπει τὸν τοῦ οἰ-

κείου πατραδέλφου υἱόν, χεῖρα βαρεῖαν αὐτῷ δούς·

ὃς ἀπελθὼν καὶ τοῖς Ἄραψι συμβαλὼν ἡττή-

θη τε καὶ αἴσχιστα ἔφυγεν· ἐπανιὼν 〈δ'〉 ἐκεῖθεν καὶ

μέλλων διιέναι διὰ τῆς Μήδων ἔγγιστα τοῦ Βαασπρακὰν στρα-

τοπεδεῦσαι ἤθελε· δεδιὼς δὲ Ῥωμαίους ἐγκρατοῦντας τότε Μηδίας,

πρεσβεύεται πρὸς τὸν τῆς χώρας ἄρχοντα—ἦν δὲ τότε

Μηδίας ἄρχων ὁ πατρίκιος Στέφανος ὁ Κωνσταντίνου

τοῦ παραδυναστεύοντος τῷ τότε βασιλεῖ, ὃν καὶ

Λειχουδίαν ἐκάλουν, υἱός—, ἀξιῶν συγχωρηθῆναί

οἱ τὴν δίοδον καὶ ὑπισχνούμενος ἄψαυστον καὶ ἀσι-

νῆ τὴν χώραν διατηρῆσαι. Ὁ δὲ τοῖς πρεσβεῦσιν

ἐντυχὼν καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑπο-

τοπάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν συμ-

βάλλει τοῖς Τούρκοις, ἀπειροπόλεμος ὢν ἐμπειροπολέμοις,

καὶ μηδέν τι ἄξιον λόγου διαπραξάμενος ἡττᾶται ἅμα τῇ συμβολῇ

καὶ πίπτουσι μὲν συχνοὶ τῶν Ῥωμαίων, ἑάλω δὲ καὶ αὐτός.

Ἀλλὰ τοῦτον μὲν ὁ Κουτλουμοῦς γενόμενος κατὰ τὸ

Ταβρέζιον ἀπεμπολεῖ, αὐτὸς δὲ πρὸς τὸν σουλ-

τάνον ἐπανελθὼν ἀπολογεῖται μὲν περὶ τῆς στρατείας,

ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖται καὶ τὰ περὶ τῆς

Μηδίας, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται

δὲ ὑπὸ γυναικῶν, τοὺς πολεμήσαντας πρὸς αὐτὸν

στρατιώτας ὑπαινιττόμενος. Τούτοις τοῖς λόγοις ὁ

σουλτάνος ἐπιρρωσθεὶς δύναμιν κατὰ Ῥωμαίων

ἐκπέμπει ἀμφὶ τὰς εἴκοσι χιλιάδας, στρατη-

γὸν ἐπιστήσας αὐτῇ τὸν ἀδελφόπαιδα Ἀσὰν

τὸν λεγόμενον Κωφόν, ἐπισκήψας αὐτῷ τὴν τα-

χίστην ἐφικέσθαι καὶ τὴν Μηδικήν, εἰ μὴ προσ-

χωροίη αὐτῷ, προσκτήσασθαι. Ἐκεῖθεν τοῦ πρὸς

Ῥωμαίους πολέμου οἱ Τοῦρκοι ἀρξάμενοι διετέλεσαν μέχρι τῆς νῦν

πολεμοῦντες Ῥωμαίοις. Ἀλλ' ἐπανίτω μοι ὁ λόγος πρὸς τὴν ἀρχῆθεν

ἀκολουθίαν.

11

Μανουήλ, ὡς εἴρηται, ὁ κουροπαλάτης στρατηγὸς αὐτοκράτωρ

τῶν ἑῴων ταγμάτων πρὸς τοῦ Διογένους ἀποδειχθείς, περὶ τὴν Χαλ-

τικὴν διατρίβων ἐφυλάττετο τὰς τῶν Τούρκων ἐπιδρομάς. Ἐπεὶ

δ' ἀπηγγέλη αὐτῷ παρὰ τῶν σκοπῶν ὡς πλῆθος Τούρκων στρατηγὸν

ἔχοντες τὸν Χρυσόσκουλον, ὃς ἐκ σουλτάνων σειρᾶς ὥρμητο, τῆς

δ' ἐξουσίας ἀντεποιεῖτο Περσῶν αὐτῷ προσηκούσης, ἐπίασι τὰς τοῦ

Ἀρμενιακοῦ κωμοπόλεις πορθήσοντες, τὰς δυνάμεις ἀναλαβὼν ἐχώρει

κατὰ τῶν Τούρκων καὶ διεσκεδασμένοις αὐτοῖς ἐντυχὼν ὡς εἰς προ-

νομὴν ἐξιοῦσι ῥᾳδίως τούτους ἐτρέψατο. Ἔγγιστα δὲ τοῦ στρατοπέ-

δου τῶν Τούρκων ἐν τῷ διώκειν γενόμενος καὶ λόχοις αὐτομάτοις

περιπεσὼν καὶ ἐπιπολὺ ἀντισχὼν καὶ γενναίως ἀγωνισάμενος, ἐπεὶ

μὴ οἷός τε ἦν καρτερεῖν ἔτι, τῆς Ῥωμαίων φάλαγγος εἰς φυγὴν τρα-

πείσης καὶ διασκεδασθείσης, ὥρμησε καὶ αὐτὸς εἰς φυγήν, κυκλω-

θεὶς δ' ὑπὸ τῶν Τούρκων ἁλίσκεται ἅμα τοῖς δυσὶν αὐτοῦ γαμβροῖς

τῷ τε Μελισσηνῷ καὶ Ταρωνίτῃ· ἔπεσον δὲ καὶ τῶν λοιπῶν Ῥωμαίων

ὀλίγοι. Ἀπαχθεὶς οὖν πρὸς τὸν Χρυσόσκουλον, δεινὸν ᾤετο μὴ

δρᾶσαί τι τοῦ γένους ἐπάξιον, καὶ μέντοι καὶ δέδρακεν ἔργον ἀξια-

φήγητον. Διαγνοὺς γὰρ ὡς ἀποστάτης ἐστὶ τοῦ σουλτάνου ὁ τοῦτον

νικήσας καὶ τῆς Περσῶν ἐφίεται δυναστείας, δεῖν ᾠήθη ἀπόπειραν

ποιήσασθαι τούτου. Καὶ προσελθὼν αὐτῷ καταμόνας καὶ τὰ κατ' αὐ-

τὸν ἐξετάζων, ἐπείπερ ἔγνω τὸν ἄνδρα ἐν φόβῳ πολλῷ καθεστῶτα—

ἠπόρει γὰρ ὡς πρὸς τὸν σουλτάνον ἀξιομάχου δυνάμεως—, ἠπίων

ἥπτετο λόγων πρὸς αὐτὸν καὶ δὴ μαλάξας τὸ τούτου σκληρόγνωμον

δραστικωτέρων ἐχρῆτο λόγων φαρμάκοις πρὸς τὴν δευτέραν ἀπόπει-

ραν. Τὰ δὲ…

The complete text is available when the reading interface loads.