Historia
- Edition reference
- Historia (= Χρονικὴ διήγησις), ed. J. van Dieten, Nicetae Choniatae historia, pars prior [Corpus Fontium Historiae Byzantinae. Series Berolinensis 11.1. Berlin: De Gruyter, 1975]: 1–635, 637–655.
- CTS identifier
urn:cts:greekLit:tlg3094.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
pro
1
{ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΑΡΧΟΜΕΝΗ
ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΚΑΙ ΛΗΓΟΥΣΑ
ΜΕΧΡΙ ΤΗΣ ΑΛΩΣΕΩΣ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΠΡΟΟΙΜΙΟΝ}
Αἱ ἱστορίαι δὲ ἄρα κοινωφελές τι χρῆμα τῷ βίῳ ἐφεύρηνται, εἴπερ ἐκ
τούτων οὐκ ὀλίγα ἔστι ξυλλέγειν τὰ βελτίω τοῖς ᾑρημένοις. εἰδυῖαι γὰρ
τὰ ἀρχαῖα καὶ ἔθη αὗται διατρανοῦσιν ἀνθρώπεια καὶ πολυπειρίαν
ὑποτιθέασιν ὁπόσοι τῶν ἀνθρώπων μεγαλογνώμονες καὶ τοῦ καλοῦ
αὐτόφυτον τρέφοντες ἔρωτα· καὶ κακία δὲ παρ' αὐταῖς κωμῳδουμένη καὶ
ἀγαθοπραξία ἐξαιρομένη μετρίους ὡς τὰ πολλὰ καὶ ἐπιδιδόντας τοὺς παρ'
ἑκάτερα τιθέασι ῥέποντας, ὅσοι τέως οὐχ ὑπ' αἰσχίστης συνηθείας καὶ
2
φαυλοτέρας τῆς ἕξεως ἀνεπιστρόφως ἔχουσι τοῦ πολυεράστου χρήματος
ἀρετῆς, ἐπεὶ καὶ ἀθανάτοις ἐοίκασι δήπουθεν θνητοὶ καὶ ἐπίκηροι γεγο-
νότες καὶ πάλαι τὸ ζῆν ἐκτοξεύσαντες ὅσους παρειλήφει τὸ ἱστορεῖν· ὀρ-
θῶς γὰρ ἢ τοὐναντίον φαύλως βεβιωκότες εὖ τε καὶ ὡς αἰσχρῶς ἀκούου-
σι. καὶ τοῦ μὲν ἐς ᾅδου βέβηκεν ἡ ψυχή, πρὸς δὲ τὰ ἐξ ὧν ἡρμόσθη τὸ
σῶμα ἐπαλινδρόμησε· τὰ δὲ παρ' αὐτοῦ βεβιωμένα, κἂν ὅσια εἴη, κἂν
δίκαια, κἂν ἀθέμιτα, κἂν ἐφύβριστα, κἂν ἐβίω εὐδαιμόνως, κἂν κακοπρα-
γῶν ἀνεχρέμψατο τὴν ψυχήν, ἡ ἱστορία διαπρυσίως βοᾷ. ὥστε καθ'
ἕτερόν τινα τρόπον καὶ λόγον καὶ βίβλος ζώντων ἡ ἱστορία κληθήσεται
καὶ σάλπιγξ περίτρανος τὰ γραφόμενα, τοὺς πάλαι τεθνεῶτας οἷον τῶν
σημάτων ἐξανιστῶσα καὶ ὑπ' ὄψιν τιθεῖσα τοῖς βουλομένοις.
Ἀλλὰ τοιάδε μὲν ἡ ἱστορία, ὡς ἐπιτρέχοντά με εἰπεῖν, αὐτοῖς δὲ τοῖς
ἐπιοῦσιν οὐμενοῦν οὐδαμῶς χαρίεσσα; μὴ οὕτω μανείη τις ὡς ἥδιον
ἡγεῖσθαί τι ἕτερον ἱστορίας· ἃ γὰρ οἱ πολυετεῖς τῶν ἀνθρώπων καὶ Τι-
θωνοῦ παλαίτεροι καὶ τρικόρωνοι, εἰ τῷ βίῳ ἔτι περιῆσαν, ᾔδεσαν ἂν καὶ
ἐξηγοῦντο τοῖς φιλακροάμοσι, τὰ τῆς μνήμης ἐμπυρεύοντες καὶ τὰς τῶν
πράξεων ῥυσσὰς ἀνασκάλλοντες, ταῦτα δήπου προθείη καὶ ὁ φιλίστωρ,
κἂν οὐδέπω παρηλλάχει τὸν μείρακα.
Διὰ ταῦτ' οὖν καὶ αὐτὸς τὰ τοῖς κατ' ἐμὲ χρόνοις γεγενημένα καὶ
ἀνόπιν ἔτι βραχύ, μνήμης καὶ διηγήσεως ἄξια ὄντα καὶ τοσαῦτα τὸ
πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος, οὐκ ἔγνων δεῖν σιγῇ παρελθεῖν. οὐκοῦν
καὶ διὰ τῆσδέ μου τῆς ξυγγραφῆς δῆλα ταῦτα τοῖς ἔπειτα καθιστῶ.
3
Ἐπεὶ δέ, ὡς καὶ ἄλλοι τε ξυμβαλεῖν ἔχουσι καὶ αὐτὸς δὲ συνορῶν οὐχ
ἥκιστά εἰμι, τὰ τοῦ ἱστορεῖν τὸ τῆς διηγήσεως ἀσαφὲς καὶ περιβολαῖς καὶ
περιόδοις ἐπεστραμμένον ὡς μὴ συνᾷδον αὐτοῖς οὐ προσίενται, φιλοῦσι
δὲ τὸ σαφὲς ὡς οὐ μόνον κατὰ τὸν εἰπόντα σοφόν, ἀλλὰ καὶ συμβαῖνόν
σφισι μάλιστα, οὐδὲ τούτου ἔξωθεν τοῦ καλοῦ πίπτοντ' ἂν εὑρήσει τις τὰ
γραφόμενα, οἷα καὶ ἡμῶν μὴ τὸ κομπηρὸν καὶ δυσφραδὲς καὶ κρημνώδεσιν
ἀποδιειλημμένον λέξεσιν ὡς ἐπίπαν ἀσπασαμένων, εἰ καὶ χαίνοντές εἰσιν
εἰς τοῦτο πολλοὶ εἴτ' οὖν, ἀληθέστερον εἰπεῖν, ἐκλείποντες τῶν πάλαι καὶ
σήμερον καὶ ὅσα τι καὶ ἐπιτήδευμα προυργιαίτατον ἐξησκηκότες διὰ μα-
κροῦ, ἐκ τοῦ πλείονος δὲ κἀν τούτῳ δρᾶν τῇ ἱστορίᾳ προθεμένων τὰ πρόσ-
φορα, μηδ' ὑπερβάθμιον πόδα τείνειν ἠγαπηκότων ἢ ὅλως τοὺς ἄξονας
αὐτῆς ὑπεράλλεσθαι.
Ὑπὲρ γὰρ ἅπαν ἕτερον τὸ μὴ τὴν φράσιν ἁπλοῦν, ὡς ἔχω εἰπών, καὶ
πρόχειρον εἰς κατάληψιν αὐτῇ διαβέβληται καὶ ἠγαπήθη ἕως σφόδρα τὸ
ἄκομψον καὶ ὡς ἔχον φύσεως διηγούμενον καὶ δαιμονίως τὸ εὔληπτον
περιπτύσσεται. τέλος γὰρ σκοπιμώτατον τὴν ἀλήθειαν ἔχουσα καὶ τῆς
τε ῥητορικῆς δεινότητος καὶ τῆς ποιητικῆς λογοποιΐας ἀφεστῶσα κατὰ
διάμετρον καὶ τὰ τούτων ἔτι διωθεῖται χαρακτηριστικά. καὶ ἄλλως δὲ κἂν
οὐ βραχὺ τὸ σεμνὸν ἡ ἱστορία καὶ τὸ αἰδέσιμον ἐπισύρηται, ἐρῶσα δ'
ὅμως προκεῖσθαι σκαπανεῦσί τε καὶ σιδηρεῦσι καὶ πολλῆς γέμουσι τῆς
ἀσβόλης καὶ συνήθης εἶναι τοῖς πρὸς ὅπλα καὶ Ἄρεα βλέπουσι, μηδὲ
γυναιξὶ χερνήτισι δυσκολαίνουσα μεταλλευούσαις τὰ καθ' αὑτήν, ταῖς
χαριεστέραις χαίρει τῶν φράσεων καὶ τὸ φάρος τῶν ὀνομάτων εἰλικρινὲς
καὶ ἀπέριττον περικεῖσθαι φιλεῖ, μήτε μὴν κεκομψευμένον καὶ ἔξαλλον.
Καὶ ἡ μὲν ἱστορία, ὡς ἔνι μάλιστα, μετὰ τοῦ σαφοῦς καὶ εἰς ἐπίτομον
ἐπιτροχασθήσεται· ὁ δὲ λόγος εὐγνωμονῶν συγγνώμην αἰτεῖται παρ'
οἷς εἰς χεῖρας πεσεῖται, εἰ μὴ φιλοτίμως δι' ἃ εἴρηται καὶ ἁβρῶς ἐκπεπόνη-
4
ται, ἐπεὶ καὶ ἄλλως νῦν πρώτως ἡμεῖς τῆς ὑποθέσεως ἐπιβαίνομεν τῆσδε,
οἷά τινα ἐρήμην καὶ ἀστιβῆ διιέναι ἐγχειροῦντες ὁδόν, ὃ καὶ δύσεργόν
ἐστι καὶ πολλῷ ὑπερκείμενον τοῦ ἴχνεσιν ἑτέρων προωδευκότων ἐφομαρ-
τεῖν ἢ γοῦν ὡς διὰ λείας καὶ βασιλικῆς βαδίζειν ὁδοῦ εὐθυπόρως τε καὶ
ἀπλανῶς.
Ἀρχὴ δέ μοι τῆς ἱστορίας ὅσα μετὰ τὸ πέρας εὐθὺς τῆς ζωῆς ἅμα καὶ
τῆς ἀρχῆς τοῦ ἐκ Κομνηνῶν ἄρξαντος πρώτως Ἀλεξίου συμβέβηκεν, ἐπεὶ
καὶ ἐς τόνδε τὸν ἄνακτα τὸ λέγειν συνεπεράναντο ὁπόσοι τῶν πρὸ ἡμῶν
τῇ συγγραφῇ προδήλως ἐπέβαλον, ἵν' εἶεν τὰ ῥηθησόμενα παρ' ἡμῶν
συναφῆ πως τοῖς ὑπ' ἐκείνων λεχθεῖσι καὶ ὁ λόγος οὕτω διαπλεκόμενος
τρόπον τινὰ ὁλκῷ εἰκάζοιτο ῥεύματος ἐκ πηγῆς μιᾶς ἐκδιδόντι, ἢ γοῦν τὸ
τῶν κρίκων ἀλληλένδετον ὑποκρίνοιτο τῇ τῶν ἀεὶ προσεχῶν ἐφάψει
προϊόντων ἐς ἄπειρον. ἐν κεφαλαιώδεσι δ' ἐπιτομαῖς τὰ κατὰ τὸν αὐτο-
κράτορα Ἰωάννην τὸ ἱστορεῖν διηγήσεται, ὃς Ἀλεξίῳ διάδοχος γεγένη-
ται τῆς ἀρχῆς, οὐδ' ἐμβραδυνεῖ ταῖς κατ' αὐτὸν ἀφηγήσεσιν, ὥσπερ ἐν
τοῖς ἐφεξῆς ἐργάσεται λόγοις, οἷα καὶ ἡμῶν μὴ τὰ τοῖς ὀφθαλμοῖς ἐπὶ
τῷδε παρειλημμένα συγγραφομένων κἀντεῦθεν μηδ' ἐπιτάδην ἐχόντων
ταῦτα διεξιέναι, ἀλλ' ἅπερ εἰς ἀκοὴν ὠτίου εἰλήφειμεν ἐκ τῶν ὅσοι τῶν
καθ' ἡμᾶς τὸν βασιλέα τουτονὶ ἐθεάσαντο καὶ συνωμάρτουν ἐκείνῳ πρὸς
ἐναντίους χωροῦντι καὶ τὰς μάχας συνετολύπευον. ἄμεινον δ' ἐντεῦθεν
ἄρξασθαι.
John2
4
{ΒΑΣΙΛΕΙΑ ΚΥΡ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ}
Τῷ ἄνακτι Ἀλεξίῳ τῷ Κομνηνῷ υἱεῖς τρεῖς καὶ θυγατέρες τέτταρες
ἐγεγένηντο. ἦν δὲ τῶν μὲν ἀνδρῶν ὁ Ἰωάννης κατὰ γένεσιν προφερέστε-
ρος, πρωτογενὴς δ' ἁπάντων τῶν ἐξ ὀσφύος τῷ Ἀλεξίῳ ἡ θυγάτηρ
5
Ἄννα καθεωρᾶτο, ἥτις εἰς λέχος τῷ Βρυεννίῳ Νικηφόρῳ συνέζευκτο, τι-
μηθεῖσα καισάρισσα. ὁ βασιλεὺς καὶ τοκεὺς τοίνυν Ἀλέξιος μάλιστα τῶν
ἄλλων παίδων τῷ Ἰωάννῃ προσέκειτο. ἀμέλει τοι καὶ τοῦτον ἐπικρίνας
τῆς βασιλείας καταλείψειν διάδοχον ἐρυθροῦ τέ οἱ πεδίλου μεταδεδώκει
καὶ βασιλέα ἐνδεδώκει ἀναγορεύεσθαι. ἡ δὲ μήτηρ καὶ βασιλὶς Εἰρήνη τῇ
θυγατρὶ Ἄννῃ τὴν πᾶσαν ἐκ τοῦ ἐναντίου χαριζομένη ῥοπὴν οὐκ ἀνίει
παρὰ τῷ συλλέκτρῳ Ἀλεξίῳ τὸν υἱὸν Ἰωάννην ἐνδιαβάλλουσα, προ-
πετῆ τοῦτον ἀποκαλοῦσα καὶ ὑγρὸν τὸν βίον παλίνστροφόν τε τὸ ἦθος
καὶ μηδαμῇ μηδὲν ὑγιές, καὶ τιθεμένη διὰ παντὸς ἀσχολίας πάσης ἀνώτε-
ρον σπούδασμα, ὅπως μετάθοιτο τὴν γνώμην ὁ βασιλεύς, ἣν εἶχεν ἐπ'
αὐτῷ κυρωσάμενος. ἐνιαχοῦ δὲ καὶ λόγου πρόφασιν τὸν Βρυέννιον
παρεισφέρουσα παντοίοις αὐτὸν ἐπαίνοις κατέστεφεν ἅτε εἰπεῖν ἱκανώ-
τατον καὶ οὐκ ἐλάττονα διαπράξασθαι καὶ μαθημάτων ἐλευθερίων μετα-
λαχόντα ῥυθμίζειν τὸ ἦθος εἰδότων καὶ πρὸς βασιλείαν ἀδιαλώβητον οὐ
βραχέα συναιρομένων τοῖς ἄρχειν μέλλουσιν. ὁ δ' Ἀλέξιος ταῦτα ἐνωτιζό-
μενος καὶ τὸ μητρῷον φίλτρον ἐπιστάμενος πῇ μὲν ἄλλοις ἐκ τοῦ σχε-
δὸν κατεπείγουσι πράγμασι χαρίζεσθαι τὸν νοῦν πλαττόμενος οὐδὲ
προσέχειν ὅλως τοῖς λεγομένοις προσεποιεῖτο, πῇ δ' ἐς σκέψιν ἀπο-
λύων τὰ εἰσηγούμενα μὴ ἂν τὴν αἴτησιν αὐτῆς παραβλέψασθαι
ἰσχυρίζετο. ἐνίοτε δὲ καὶ τοιοῦτόν τι παθηνάμενος εἴρηκεν „ὦ γύναι,
κοινωνέ μοι λέχους καὶ βασιλείας, οὐ τὰ πρὸς χάριν παύσῃ τῆς σῆς
ὑποτιθεμένη μοι θυγατρός, ἁρμονίαν τε καὶ τάξιν ἐπιχειροῦσα λύειν
ἐπαινετήν, ὡς εἴπερ θεοβλαβείας μετέσχηκας; βάλ' ἐς τύχην ἀγαθήν·
ἢ μᾶλλον δεῦρο κοινῇ συνδιασκεψώμεθα καὶ γνωσόμεθα, τίς ἐξ ἁπάντων
τῶν πρώην τὰ Ῥωμαίων σκῆπτρα παρειληφότων, υἱὸν ἔχων ἁρμόδιον
εἰς ἀρχήν, τοῦτον μὲν παρεβλέψατο, γαμβρὸν δὲ ἀνθείλετο. εἰ δέ ποτε
καὶ τοιόνδε τι ξυμβέβηκεν, οὐ νόμον, ὦ γύναι, τὸ σπάνιον ἡγησόμεθα.
6
ἐπ' ἐμοὶ δὲ καὶ μάλα καπυρὸν γελάσειε τὸ Πανρώμαιον, καὶ τῶν φρενῶν
κριθείην ἀποπεσών, εἰ τὴν βασιλείαν οὐκ ἐπαινετῶς εἰληφώς, ἀλλ' αἵμασιν
ὁμογενῶν καὶ μεθόδοις Χριστιανῶν ἀφισταμέναις θεσμῶν, δεῆσαν ταύτης
ἀφεικέναι διάδοχον, τὸν μὲν ἐξ ὀσφύος ἀποπεμψαίμην, τὸν δὲ Μακεδόνα
εἰσοικισαίμην,“ τὸν Βρυέννιον οὕτω λέγων, ἐπεὶ καὶ ἐξ Ὀρεστιάδος
ὥρμητο· μία δ' αὕτη τῶν εὐδαιμόνων καὶ κρατίστων παρὰ Μακεδόσι
πόλεων. τοιαῦτα πρὸς τὴν βασίλισσαν Εἰρήνην ἐμβριθῶς ὁ Ἀλέξιος
φάμενος, ὅμως καὶ πάλιν τὸν μηδαμῶς ἀποειπόντα ὑποκρινόμενος, διῆγε
τὴν γυναῖκα σκηπτόμενος ἀεὶ τὸν σκεπτόμενον· ἦν γάρ, εἰ καί τις ἄλλος,
κρυψίνους ὁ ἀνὴρ οὗτος καὶ σοφὸν ἡγούμενος ἀεὶ τὸ περίεργον, μηδὲ τὰ
πολλὰ ἐξαγγελτικὸς τοῦ ποιητέου δεικνύμενος.
Ἐγγίζοντος δέ οἱ τοῦ τέρματος τῆς ζωῆς, ὁ μὲν ἔκειτο πνέων τὰ λοί-
σθια ἐν τοῖς κατὰ τὴν μονὴν τῶν Μαγγάνων λαμπροτάτοις οἰκοδομήμα-
σιν, ὁ δὲ παῖς Ἰωάννης τὸν πατέρα ὁρῶν τῇ τελευτῇ πλησιάζοντα καὶ
τὴν μητέρα εἰδὼς ἀποστέργουσαν καὶ τῇ ἀδελφῇ τὴν βασιλείαν μνωμένην
κοινοῦται τὸ ποιητέον τοῖς ἐκ τῆς συγγενείας ἐκείνῳ φίλα φρονοῦσιν, ὧν
τὰ κράτιστα ἦν ὁ ἀδελφὸς Ἰσαάκιος. καὶ δὴ λαθὼν τὴν μητέρα εἴσεισι τὸν
κοιτῶνα τὸν πατρικὸν καὶ προσπεσὼν ὡς δῆθεν θρηνήσων ὑφαιρεῖται
λάθρᾳ τῆς ἐκείνου χειρὸς τὸν σφραγιστῆρα δακτύλιον. εἰσὶ δ' οἳ κατὰ
γνώμην τοῦ πατρὸς αὐτόν φασι τόδε πεποιηκέναι, ὡς δίδωσιν ἐννοεῖν
τὰ μετὰ βραχὺ ῥηθησόμενα. αὐτίκα τοίνυν ὁ Ἰωάννης τοὺς συμφράδμο-
νας ἠθροικὼς καὶ τὸ πραχθὲν ἠγγελκὼς ἐπὶ κέλλητος μεθ' ὅπλων πρὸς τὸ
μέγιστον ἀρχεῖον ἐξώρμησε, κατ' αὐτὴν τὴν τῶν Μαγγάνων μονὴν καὶ
τὰς ἀγυιὰς ὁμοίως τῆς πόλεως ὑπὸ πλήθους τοῦ σύμφρονος καὶ τῶν κατὰ
φήμην τῶν δρωμένων συναλιζομένων ἀστῶν βασιλεὺς αὐτοκράτωρ
ἀνευφημούμενος.
Ἡ βασιλὶς δὲ Εἰρήνη καὶ μήτηρ τοῦ Ἰωάννου, πρὸς τῶν οὕτω γινο-
μένων ἐκθαμβηθεῖσα, στείλασα μετεπέμπετο τὸν υἱὸν καὶ παρῄνει τῶν ἐν
χερσὶν ἀποσχέσθαι. ὡς δ' ἦν ὅλος τῶν δρωμένων ὁ Ἰωάννης καὶ κατ'
7
οὐδένα τρόπον τῆς μητρὸς ἐπεστρέφετο, τὸν Βρυέννιον ἐπιρρώννυσιν
ἐπιθέσθαι τῇ βασιλείᾳ συναρηγούσης αὐτῆς. ὡς δ' οὐδ' οὕτω τὰ κατὰ
σκέψιν ἑώρα προβαίνοντα, πρόσεισι τῷ ἀνδρὶ ἐπὶ κλίνης ἐρριμμένῳ καὶ
βραχείαις ἀναπνοαῖς τὸν ζῶντα ὑποσημαίνοντι καὶ βαλοῦσα ἑαυτὴν τῷ
σώματι καταβοᾶται λαμπρῶς τοῦ υἱέως, ὡς κρήνη μελάνυδρος τὰ δάκρυα
χέουσα, ὅπως αὐτοῦ τοῖς ζῶσιν ἔτι συνταττομένου τὴν βασιλείαν οὗτος
λωποδυτεῖ εἰς ἔργα βλέψας νεώτερα. ὁ δὲ οὐδέν τι πρὸς τὰ εἰρημένα παρ'
αὐτῆς ἀπεκρίνατο, ἄλλοις καιριωτέροις, οἷα εἰκός, τὸ τῆς ζωῆς βραβεύων
λειπόμενον τῆς τε μετ' οὐ πολὺ ἐκδημίας φροντίζων καὶ τοῖς ψυχαγωγοῖς
ἀγγέλοις ῥέπων τὰ ὄμματα. ἐγκειμένης δὲ λιπαρεστέρως τῆς βασιλίδος
καὶ μὴ ἐνεγκεῖν ὅλως ἐχούσης τὰ παρὰ τοῦ παιδὸς γινόμενα, βραχύ τι
παρεμφήνας καὶ βεβιασμένον μειδίαμα ὁ Ἀλέξιος τὰς χεῖρας ἀνέσχεν εἰς
οὐρανόν, ἴσως μὲν ἐπὶ τοῖς ἀφηγηθεῖσι διαχυθεὶς καὶ θύων ὑπὲρ τούτων
θεῷ χαριστήρια, εἰπεῖν δὲ καὶ κέρτομον τῇ γυναικὶ καὶ σεσηρὸς ἐνιδὼν
ὡς λόγους ἀνακινούσῃ περὶ ἀρχῆς, ὅτε ψυχῆς ἐφέστηκε διάστασις ἐκ τοῦ
σώματος, ἢ καὶ τὸ θεῖον ἐξιλεούμενος ἐφ' οἷς που καὶ παρεσφάλη τοῦ
δέοντος. ἡ γυνὴ δ' οὖν ἐκ τοῦ ἀναμφιλέκτου χαίρειν οἰηθεῖσα τὸν ἄνδρα
δι' ὅσα παρ' αὐτῆς ἠνώτιστο, ὡς ἤδη τῶν προτέρων ἐλπίδων διεψευ-
σμένη παντάπασι καὶ διασφαλεῖσα τῶν ὑποσχέσεων, βύθιον στενάξασα
εἴρηκεν· ”ὦ ἄνερ, καὶ ζῶν ψευδοσύναις παντοίαις ἐκέκασο ἀντίφθογγον
τὴν γλῶτταν πλουτῶν τοῖς νοήμασι, καὶ νῦν δὲ ὡσαύτως τοῦ βίου ἀπαλ-
λαττόμενος ἀμεταπτώτως ἔχεις οἷς καὶ πρώην προσέκεισο.” καὶ ταῦτα
μὲν ἐφέρετο τῇδε.
Ὁ δέ γε Ἰωάννης κατὰ τὸ ἀρχεῖον γενόμενος οὐχ εὕρισκε ῥᾳδίαν τὴν
εἴσοδον, οἷα τῶν φυλάκων μὴ πρὸς μόνην ὑπενδιδόντων τὴν τοῦ δακτυ-
λίου ὑπόδειξιν, ἀλλὰ προσεπιζητούντων καὶ ἄλλο τι τεκμήριον τοῦ κατὰ
κέλευσιν πατρικὴν ἐκεῖσε παραγενέσθαι. αἱ πύλαι τοίνυν τοῦ παλατίου
χαλκείαις ῥάβδοις πλατείαις θάτερα τῶν ἄκρων βραχύ τι μετεωρισθεῖσαι
κατὰ γῆς βάλλονται κἀντεῦθεν αὐτός τε μετὰ ῥᾳστώνης εἰσεληλύθει καὶ
συνεισῄει τὸ ὁπλοφόρον καὶ συγγενές· οὐ βραχεῖς δὲ καὶ τῶν ἐκ τοῦ
8
ξύγκλυδος ὄχλου συνομαρτούντων ἔνδον εἰσήρρησαν, οἳ καὶ διαρπάζειν
τὸ προστυχὸν ἐπεβάλοντο. τῶν δὲ πυλῶν αὖθις ἐπικλιθεισῶν, οἵ τε ἐκτὸς
τοῦ ἐπεισρέειν ἐπαύσαντο καὶ τὸ εἰσεφρηκὸς ἐξιέναι μὴ συγχωρούμενον
ἐφ' ἡμέρας συχνὰς ἐκεῖσε τῷ βασιλεῖ συνδιέτριβεν. ἦγε μὲν οὖν τότε
πέμπτην καὶ δεκάτην ὁ Αὔγουστος μήν.
Νυκτὸς δ' ἐπιούσης ὁ βασιλεὺς Ἀλέξιος τοῦ ζῆν ἀπενήνεκται, ἄρξας
ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα καὶ ἥμισυ μηνὸς σὺν τοῖς τέσσαρσι. κατὰ
δὲ τὴν ἕω εὐθὺς μεταστέλλεται ἡ μήτηρ τὸν Ἰωάννην εἰς τὴν τοῦ πατρι-
κοῦ σκήνους ἐξιέναι πομπαίαν πρόοδον, αὐτίκα μάλα ἀρθησομένου τε καὶ
ἀχθησομένου εἰς ἣν ἐκεῖνος ἐδείματο Χριστῷ τῷ Φιλανθρώπῳ μονήν.
οὐκ εἶχε δ' αὐτῇ καὶ πειθόμενον, ἀλλ' ἦν πρὸς τὴν μετάκλησιν ἀνανεύων,
οὐ θέσμια μητρὸς παρορῶν ἢ τὴν πατρικὴν τιμὴν ἀπωθούμενος, ἀλλ' ὅτι
τὸ νεοπαγὲς ὑπεβλέπετο τῆς ἀρχῆς καὶ τοὺς ἀντιζήλους ἐδεδίει θερμὸν ἔτι
ἐγκυμονοῦντας τῆς βασιλείας ἔρωτα. ὅθεν αὐτὸς μὲν ὡς οἱ πολύποδες
τῶν πετρῶν ἐξείχετο τῶν ἀρχείων, τὸ δὲ πλεῖστον τῆς μεθ' ἑαυτοῦ συγ-
γενείας διαφῆκεν εἰς τὴν πρόοδον τοῦ πατρός.
Ἡμερῶν δὲ οὐ συχνῶν διαγενομένων τὴν εἰς τὰ ἀρχεῖα πάροδόν τε
καὶ ἔξοδον ἀνῆκε τῷ βουλομένῳ παντὶ τῶν τε κοινῶν πραγμάτων ἐφή-
πτετο, καθάπερ ᾑρεῖτο, ὡς ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστώς. ἀλλὰ καὶ τοῖς ἐκ
γένους καὶ οἰκειώσεως αὐτῷ προσεγγίζουσι κατὰ τὸ ἀνάλογον προσφερό-
μενος ἁρμοδίους ἑκάστῳ ἀπένεμε τὰς τιμάς. τῷ γε μὴν Ἰσαακίῳ τῷ κα-
σιγνήτῳ προστετηκὼς συμφυὴς καὶ ὁμόπνους ἐδείκνυτο, καὶ ὡς φιλοῦντι
μὲν ὑπὲρ ἅπαντας, μάλιστα δ' ὡς τὰ πάντα ἢ τὰ πλείω εἰσενεγκόντι πρὸς
τὴν κατάσχεσιν τῆς ἀρχῆς· τοῦτον γὰρ καθισταμένης ἔτι τῆς βασιλείας
καθέδρας τε καὶ τραπέζης ἐξ ἴσου κοινωνὸν παρελάμβανε καὶ μετεδίδου τῆς
9
ἀναρρήσεως, ὁποία ἐπιπρεπὴς τῷ τοῦ σεβαστοκράτορος ἀξιώματι, ᾧ
πρὸς τοῦ πατρὸς Ἀλεξίου τετίμητο Ἰσαάκιος. καὶ φροντιστὰς δὲ τῶν
δημοσίων πραγμάτων προυβάλετο ἐκ τῶν καθ' αἷμά οἱ προσεγγιζόντων
τὸν Κομνηνὸν Ἰωάννην, ὃν καὶ τῷ τοῦ παρακοιμωμένου τετίμηκεν
ἀξιώματι, καὶ τὸν Ταρωνίτην Γρηγόριον, γεγονότα πρωτοβεστιάριον.
ἀλλ' ὁ μέν, ὅτι μὴ τῷ δακτύλῳ τὸ πᾶν διεπέττευε, σοβαρὰν προφαίνων
ὀφρὺν καὶ φρονηματιώδης ὡς οὔ τις ἄλλος δεικνύμενος τὸν φροντιστὴν
ἀπεφορτίσατο τάχιον· ὁ δέ γε Γρηγόριος τῆς προκειμένης ἐχόμενος μηδὲ
μακρὰ βιβὰς ἢ γοῦν ἐπεκτείνων πόδας ὑπερβαθμίους μονιμωτέρας ἰσχύος
μετείληχε. παρεζεύχθη δ' ἐς ὕστερον τουτωῒ καί τις Γρηγόριος ἕτερος, ᾧ
Καματηρὸς ἡ ἐπίκλησις. ὁ δ' ἀνὴρ οὗτος λόγιος μέν, τὸ δὲ γένος οὐκ
ἀριπρεπὴς οὐδ' ἐπίπαν εὐπάρυφος, τῷ βασιλεῖ δ' Ἀλεξίῳ προσληφθεὶς
καὶ τοῖς ὑπογραμματευομένοις καταλεγεὶς τὰς ἐπαρχίας ἀμφεποτᾶτο
κἀκ τοῦ τάσσειν φόρους ταύταις πλοῦτον τιθαιβώσσων βαθὺν ἠράσθη
κατὰ κῆδος βασιλεῖ συναφθῆναι. οὐκοῦν καὶ προσπλακεὶς μιᾷ τῶν αὐτοῦ
συγγενῶν λογοθέτης τῶν σεκρέτων προβάλλεται.
Ἴσχυε δ' ὑπὲρ πάντας παρὰ τῷδε τῷ βασιλεῖ καὶ τὰς πρώτας ἐκαρ-
ποῦτο τιμὰς ὁ Ἀξοὺχ Ἰωάννης. ἦν δ' οὗτος Πέρσης τὸ γένος, τῆς δὲ
Βιθυνῶν προκαθημένης πόλεως Νικαίας ὑπὸ τῶν ἑσπερίων ἁλούσης τα-
γμάτων, ἡνίκα τῆς ἐς Παλαιστίνην πορείας εἴχοντο, συνέχεται καὶ αὐτὸς
καὶ τῷ βασιλεῖ Ἀλεξίῳ δῶρον παρέχεται. ἧλιξ δ' ὢν Ἰωάννῃ τῷ βασι-
λεῖ συμπαίστωρ αὐτῷ προσείληπτο καὶ τῶν οἰκιδίων καὶ προκοίτων ὁ
προσφιλέστερος κρίνεται. ἐπεὶ δ' ἐπέβη τῆς βασιλείας, πᾶσαν ὑπερανέβη
πρεσβυτέραν παραδυνάστευσιν, μέγας τιμηθεὶς δομέστικος, ὡς καὶ πολ-
10
λοὺς τῶν ἐριτίμων κατὰ γένος βασίλειον ἀποβαίνειν τοῦ ἵππου καὶ τού-
τῳ ἀπονέμειν προσκύνησιν κατὰ συγκυρίαν ὑπαντιάζοντας. ἦσαν δὲ τῷ
ἀνδρὶ τῷδε οὐ μόνον χεῖρες δεδιδαγμέναι πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς
εὐποιΐαν τῶν δεομένων ὀξεῖαί τινες καὶ εὐκίνητοι. ἀτὰρ τὸ εὐγενὲς τῆς
γνώμης καὶ ἐλευθέριον τὸ μὴ ἔχον οὕτω τοῦ γένους τὰ πολλὰ συνεσκίαζε
καὶ ποθεινὸν παρὰ πᾶσι τὸν Ἀξοὺχ ἀπειργάζετο.
Ἀλλ' οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο, καὶ καττύεται
τούτῳ παρὰ τῶν ἐκ γένους ἐπιβουλή, καθ' ὃν οὐκ ἔχει τις τρόπον εἰ-
πεῖν, κατ' αὐτοῦ βαρυμηνιώντων καὶ ὄμμα οἱ ἐπιρριπτούντων βάσκανον.
ἀμέλει τοι καὶ σύστρεμμα τεκτήναντες πονηρὸν καὶ πίστεις δόντες ἀλλή-
λοις τῷ Βρυεννίῳ πάντες προστίθενται καὶ παραχωροῦσι τούτῳ τῆς βα-
σιλείας ὡς λογικῶν ἐν μεθέξει ὄντι παιδεύσεων καὶ εἶδος τυραννικὸν
προφαίνοντι καὶ κατὰ κῆδος προφερεστέρῳ βασιλικόν· ὡς γὰρ φθάσαντες
εἴπομεν, τῇ τοῦ βασιλέως ἀδελφῇ τῇ καισαρίσσῃ Ἄννῃ συνέζευκτο,
ἥτις δὴ τῆς τῶν ἐπιστημῶν πασῶν ἐπόχου φιλοσοφίας ἐδείκνυτο μέλημα
καὶ πρὸς πᾶσαν ἐρρύθμιστο μάθησιν. τάχα δ' ἂν καὶ νυκτὸς ἐπέθεντο μεθ'
ὅπλων τῶν φονουργῶν αὐλιζομένῳ τῷ βασιλεῖ κατὰ τὸ μικρὸν ἄποθεν
τῶν χερσαίων πυλῶν ἱππήλατον Φιλοπάτιον, δώροις προδιαφθείραντες
ἁδροῖς τὸν ἐπὶ τῶν εἰσόδων τῆς πόλεως, εἰ μὴ τὸ εἰωθὸς ὑπόνωθρον καὶ
χαλαρὸν πρὸς βασιλείας ἐπίθεσιν τῆς ἐγχειρήσεως ἔπαυσε τὸν Βρυέννιον,
αὐτόν τε μένειν κατὰ χώραν παραβιάσαν τῶν ξυνθηκῶν λαθόμενον, καὶ
κατασβέσαν τὸ θερμὸν τῶν συνελθόντων φρόνημα· ὅτε καὶ λέγεται τὴν
καισάρισσαν Ἄνναν πρὸς τὸ χαῦνον τοῦ ταύτης ἀνδρὸς δυσχεραίνουσαν
ὡς πάσχουσαν δεινὰ διαπρίεσθαι καὶ τῇ φύσει τὰ πολλὰ ἐπιμέμφεσθαι,
ὑπ' αἰτίαν τιθεῖσαν οὐχὶ μικρὰν ὡς αὐτῇ μὲν διασχοῦσαν τὸ ἄρθρον καὶ
ἐγκοιλάνασαν, τῷ δὲ Βρυεννίῳ τὸ μόριον ἀποτείνασαν καὶ σφαιρώσασαν.
11
Φωραθέντων δ' ἡμέρας τῶν ὀμοτῶν οὐδένες μὲν αὐτῶν ἐς τὸ σῶμα
διελωβήθησαν ἢ καθυπεβλήθησαν μάστιξι, τῶν δὲ οὐσιῶν ἐστέρηνται
ἁπαξάπαντες. μετὰ δέ τινα καιρὸν καὶ αὗται τοῖς πλείοσιν αὐτῶν
ἀπεδόθησαν, ἐξ αὐτῆς τῆς πρωτεργάτιδος τῆς ἐπιβουλῆς Ἄννης τῆς
καισαρίσσης τοῦ βασιλέως ἀρξαμένου φιλανθρωπεύεσθαι.
Ἀρχὴν δ' ἔσχε τοιάνδε τὸ οὑτωσὶ γεγονέναι. τὴν ἐν χρυσῷ καὶ
ἀργύρῳ καὶ πλούτῳ παντοδαπῷ καὶ ποικίλοις ἐσθήμασιν οὐσίαν τῆς
καισαρίσσης καθ' ἕνα δόμον συνειλεγμένην ὁ βασιλεὺς Ἰωάννης ἐπιστὰς
ἐθεᾶτο, ναὶ μὴν καὶ εἰπὼν ὡς „ἡ τάξις ἐπ' ἐμοί πως ἀντέστραπται· τὸ μὲν
γὰρ συγγενὲς πολέμιον εὕρηται, τὸ δ' ἀλλότριον φίλιον· καὶ διὰ τοῦτο
χρεὼν καὶ τὰ τοῦ πλούτου πρὸς τοὺς φιλοῦντας μεταρρυῆναι“, πάντα
εἰληφέναι τὸν μέγαν προσετετάχει δομέστικον. ὁ δ' εὐχαριστήσας ἐπὶ
τούτοις τῷ βασιλεῖ φιλοδωρίαν μεγίστην μεταδιώκοντι ᾔτησεν ἐνδοθῆναί
οἱ τὰ εἰκότα διαλεχθῆναι. ὡς οὖν ἔλαβε τὸ ἐνδόσιμον, ”εἰ καὶ βιαίων” εἶπε
„πραγμάτων καὶ πολλῆς ἀδικίας γεμόντων ἦρξεν, ὦ βασιλεῦ, ἡ σὴ ἀδελ-
φὴ καὶ ἔργοις αὐτοῖς τὸ συγγενὲς ἀπωμόσατο, ἀλλ' οὐχὶ καὶ τὴν ἐκ τῆς
φύσεως κλῆσιν καθάπερ καὶ τὴν σχέσιν ἀπεβάλετο. ἀγαθοῦ τοίνυν βασι-
λέως καὶ εἰσέτι κασίγνητος μένουσα ἐκ μετανοίας τὸ φίλτρον αὖθις ἀνακα-
λέσεται, ὅπερ ἐκ παρανοίας ἄρτι ἀπώλεσε, τῇ φύσει χρησαμένη συλλή-
πτορι. φεῖσαι οὖν, ὦ δέσποτα, τῆς τῷ σῷ κράτει προσκεκρουκυίας ὁμο-
γενοῦς καὶ κόλασον τῷ φιλανθρώπῳ λαμπρῶς ἤδη τῆς σῆς ἀρετῆς ἡτ-
τᾶσθαι ὁμολογοῦσαν· δὸς δὲ αὐτῇ καὶ τὰ κατ' ὄψιν προκείμενα, οὐχ ὡς
ὀφείλημα δίκαιον, ἀλλ' ὡς δόμα ἑκούσιον, ἐπεὶ καὶ δικαιότερον ταῦτα
ἐμοῦ κτήσαιτο, κλῆρον ὄντα πατρῷον κἀπὶ τὸ γένος αὖθις διαβησόμενα.“
τούτοις ὁ βασιλεὺς πεισθείς, ἢ ἀληθέστερον εἰπεῖν αἰδεσθείς, σὺν προ-
θυμίᾳ περατοῖ τὴν παραίφασιν, φάμενος ὡς ”εἴην τοῦ ἄρχειν ἀνάξιος, εἰ
σὺ περὶ τὸ γένος τοὐμὸν κριθείης φιλανθρωπότερος καὶ κέρδους περιττοῦ
καὶ προχείρου ἀνώτερος.” ἀμέλει τοι καὶ δίδωσι πάντα τῇ καισαρίσσῃ καὶ
σπένδεται.
12
Εἰρήνη δὲ ἡ μήτηρ καὶ βασιλὶς κατ' οὐδένα τρόπον ἐλήλεγκται τῆς
ἐπιβουλῆς μετέχουσα τοῦ υἱοῦ· μᾶλλον μὲν οὖν καὶ σοφόν τι λόγιον
ἐσέπειτα γνωματεῦσαι λέγεται, μαθοῦσα τὰ μελετώμενα, ὡς δεῖ βασιλέα
μὲν οὐχ ὑπόντα ζητεῖν, παρόντα δὲ μὴ μετακινεῖν, καὶ ὡς „οἵας μοι τὰς
ὠδῖνας οἱ σφαγεῖς ἐχάλκευον τοῦ υἱοῦ, δριμυτέρας δήπουθεν ὧν ἐν τῷ
τίκτειν πεπείραμαι, ὅτι καὶ πρὸς φῶς αἱ μὲν κατήπειγον τὸ κυοφορούμε-
νον, αἱ δ' ἐξ ᾅδου κευθμώνων διὰ μέσων μου τῶν σπλάγχνων χωροῦσαι
λυπεῖν ἀθάνατα ἤμελλον.“
Ὁ δὲ βασιλεὺς τοὺς Πέρσας ὁρῶν παρ' οὐδὲν θεμένους τὰς πρὸς τὸν
ἑαυτοῦ πατέρα ξυνθήκας καὶ παμπληθεὶ τῶν πόλεων καταθέοντας, ὁπόσαι
περὶ Φρυγίαν καὶ ποταμὸν τὸν Μαίανδρον ἵδρυνται, ἔαρος ἐπιστάντος
ἔξεισι κατ' αὐτῶν καὶ συμβαλὼν μάχαις πολλάκις ἐκράτησε τήν τε Λαο-
δίκειαν χειρωσάμενος τείχεσι περιέβαλε καὶ τὸν Ἀλπιχαρὰν μετανάστην
ἔθετο, ὃς τὴν ταύτης φρουρὰν ἐπεπίστευτο, καὶ τὰ λοιπὰ πρὸς τὸ δέον
καταστησάμενος νόστου ἐμνήσατο.
Καὶ μικρόν τι τῷ Βυζαντίῳ ἐνδιατρίψας σκηνίτης γίνεται πάλιν,
τῶν ἀρχείων ἀπαναστάς. ἦν γὰρ τὰς τῶν βαρβάρων ἐπιδρομὰς φυλατ-
τόμενος καὶ ὡς ἔχον λυμαίνεσθαι τὸ ἀνέτοιμον ὑφορώμενος. ὅθεν χρονίζειν
ᾑρεῖτο μᾶλλον τοῖς ἔξωθεν, δύο τὰ κάλλιστα κατορθοῦν ἐντεῦθεν οἰόμενος,
τήν τε φυλακὴν τῶν οἰκείων χωρῶν, ἣν ὡς τὰ πολλὰ βραβεύει τὸ θύραυ-
λον, καὶ τὴν εἰς τὰ πολέμια ἔργα τριβήν τε καὶ ἄσκησιν τῶν ταγμάτων
ἀφισταμένων τοῦ οἰκουρεῖν καὶ ὡς βαφῇ σίδηρος τοῖς ἐκ τῆς καυστηρᾶς
μάχης ἱδρῶσι παγιουμένων.
Χειρωσόμενος τοίνυν ἀπῄει τὴν κατὰ Παμφυλίαν Σωζόπολιν. ὡς δὲ
δυσάλωτος ἐδόκει τις εἶναι διά τε τὸ ἐγκαθήμενον ἔνδον ὁπλιτικὸν καὶ τὸ
13
δυσέμβολον τῆς θέσεως καὶ περίκρημνον, τοιόνδε τι μηχάνημα κατὰ θεῖον
μέτεισι. δύναμιν ἱππικὴν Πακτιαρίῳ τινὶ παραδοὺς ἐντέλλεταί οἱ συνεχῶς
τῇ Σωζοπόλει ἐνιππάζεσθαι κἀπὶ τοῖς τείχεσιν ἀφιέναι βέλεμνα, εἰ δ'
ἐπεξέλθοιεν οἱ πολέμιοι, φεύγειν ἀμεταστρεπτί, μηδ' ἐφεστάναι πρὸς πόλε-
μον, παριέναι δ' οὕτω καὶ τὰς μικρὸν ἄποθεν τῆς πόλεως συνεπτυγμένας
καὶ λοχμώδεις ἀτραπούς. ὁ μὲν οὖν κατὰ τὴν βασιλικὴν παραίφασιν
ἔπραττεν· ὡς δὲ ἡ ἐπιδίωξις ἐπὶ πολὺ καὶ πολλάκις πρὸς τῶν Περσῶν
ἐγίνετο ἐκχεομένων τῆς Σωζοπόλεως, κατασοφίζεται τὸ ἀντίπαλον ὁ
Πακτιάριος ὑποκαθίσας λόχον ἐν τοῖς στενοῖς. ἐν μιᾷ οὖν τῶν καταδρο-
μῶν οἱ μὲν Τοῦρκοι μὴ προσκεψάμενοι τὸ ἐνέδρευμα συντονώτερον
ὁμοῦ καὶ πορρώτερον ὀπίσω τῶν Ῥωμαίων ἐδίωκον, ὡς καὶ τὰς δυσχω-
ρίας ἀπερισκέπτως παραδραμεῖν· οἱ δ' ἐλλοχῶντες Ῥωμαῖοι ἐπεὶ εἶδον
ἀπεριμερίμνως τοὺς Πέρσας ὀπίσω τῶν ἐκ τῆς συμμορίας αὐτῶν ἐπιόντας
ἀνέτῳ παντὶ ῥυτῆρι καὶ πρὸς οὐδὲν ἕτερον ἀφορῶντας ἢ τὸ καταλήψεσθαι
τοὺς ἐκδιδράσκοντας, αὐτίκα δὴ μάλα ἀναστάντες εὐθὺ τῆς Σωζοπόλεως
ἵενται. μετὰ βραχὺ δὲ καὶ τῶν φευγόντων ἐπιστραφέντων, ἐν μέσῳ συλ-
ληφθέντες οἱ Τοῦρκοι καὶ μήτε τῇ πόλει προσεπεγγίσαι δυνάμενοι, μήτε
διαδρᾶναι τοὺς ὄπισθεν ἐπιφανέντας ἰσχύοντες, οἱ μὲν σαγηνεύονται, οἱ
δὲ καὶ ξίφους γίνονται πάρεργον, οὐ πολλοὶ δὲ καὶ τῇ τῶν ἵππων ἀρετῇ
διασῴζονται. καὶ οὕτως ἥλω πρὸς Ῥωμαίων Σωζόπολις ἑνὶ βουλεύματι
τοῦ βασιλέως σοφῷ. ἐκ δὲ τοῦδε τὸ φρούριον παρεστήσατο, ὃ Ἱερακο-
κορυφήτις ὠνόμασται, καὶ πλεῖστα ἕτερα πολίχνια καὶ ἐρύματα ὑπηγά-
γετο, πάλαι μὲν Ῥωμαίοις ὑπόφορα, τοῖς δὲ Πέρσαις τότε σπενδόμενα.
Περὶ δὲ τὸ πέμπτον ἔτος τῆς αὐτοῦ βασιλείας Σκυθῶν διαβάντων τὸν
Ἴστρον καὶ τὰ Θρᾳκῷα μέρη ληϊζομένων καὶ τὰ ἐν ποσὶν ἀφανιζόντων
τοῦ τῶν ἀκρίδων ἀκριβέστερον ἔθνους, ἔξεισι κατ' αὐτῶν τὰς Ῥωμαϊκὰς
14
ἀθροίσας δυνάμεις καὶ ὡς ἐνῆν ὁπλισάμενος γενναιότατα, οὐ διὰ τὸ πλῆθος
μόνον τῶν πολεμίων μηδ' ὑποπῖπτον σχεδὸν ἀριθμῷ, ἀλλὰ καὶ διὰ
τὸ χρᾶσθαι μεγαλαυχίᾳ καὶ σὺν κόμπῳ τραχύτερον ἐπιέναι τὸ βάρβαρον,
εἰς μνήμην ἄγον, ὡς ἔοικε, τὰ πονηθέντα οἱ πρότερον, ἡνίκα τὰ τῶν Ῥω-
μαίων σκῆπτρα διεῖπεν ὁ Κομνηνὸς Ἀλέξιος, ὅτε εἴχετο Θρᾴκη καὶ τὰ
πλεῖστα τῆς Μακεδονίας ἠρήμωτο.
Τὰ μὲν οὖν πρῶτα στρατηγικῇ μεθόδῳ χρώμενος ὁ βασιλεὺς δι'
ἀποστολῆς ὁμογλώττων τοῦ τῶν Σκυθῶν ἀποπειρᾶται στρατεύματος,
εἴ πως ἐς ὁμολογίας ξυμβαῖεν καὶ τοῦ διὰ μάχης χωρεῖν ἀποσταῖεν πάντες
ἢ γοῦν ἔνιοι, πρὸς πλείους διῃρημένοι φυλὰς καὶ διακριδὸν στρατήγια
βάλλοντες. ἐφελκυσάμενος οὖν τόνδε τὸν τρόπον τινὰς τῶν παρ' αὐτοῖς
τὰ πρῶτα φερόντων πᾶσαν φιλοφροσύνην ἐπ' αὐτοῖς ἐπιδείκνυται, οὐ
περιττὰς μόνον ἑστιάσεις αὐτοῖς παραθέμενος, ἀλλὰ καὶ σηρικοῖς κατα-
γοητεύσας ἱματισμοῖς καὶ κυπέλλοις καὶ λέβησιν ἀργυρέοις ὑπαγαγόμε-
νος. καὶ τοῖς δελέασι τούτοις τὰ τῶν Σκυθῶν ὑποχαυνώσας φρονήματα
ἔγνω μὴ καιρὸν εἶναι μελλήσεως, ἀλλ' ἐπάγειν αὐτοῖς τὰς δυνάμεις κἀκ
τοῦ αὐτίκα συντάξασθαι, ἕως ἔτι τὰς γνώμας ἔχοντές εἰσιν ἀμφιβόλους καὶ
ῥέπουσι πρὸς ἀμφότερα, καὶ Ῥωμαίοις μὲν διανοούμενοι σπείσασθαι διὰ
τὰ σφίσιν ἐπαγγελλόμενα, θαρροῦντες δὲ καὶ τὸν πόλεμον ὡς τοῦ νικᾶν
ἐθάδες πάλαι γενόμενοι.
Ἄρας τοίνυν ἐκ τῶν τῆς Βερόης μερῶν (ἐκεῖσε γὰρ ἐστρατοπεδεύετο)
κνεφαῖος τοῖς Σκύθαις συρρήγνυται. γίνεται τοίνυν φρικαλέα τις συμβολὴ
καὶ καταπληκτικωτέρα τῶν πώποτε μάχη συνίσταται· οἵ τε γὰρ Σκύθαι
γενναίως ἐδέξαντο τὸ ἡμέτερον στράτευμα τῇ τῶν ἵππων ἐπελάσει καὶ
τῇ τῶν τοξευμάτων ἐπαφέσει καὶ ταῖς βοαῖς ἐν ταῖς ἐμβολαῖς δυσαντί-
βλεπτοι δεικνύμενοι, καὶ Ῥωμαῖοι καθάπαξ ἐν τῷ ἀγῶνι γενόμενοι ὡς
ἡττήσοντες ἢ θανούμενοι προύθεντο μάχεσθαι. καὶ αὐτὸς δὲ βασιλεύς,
15
τοὺς ἑταίρους ἔχων μεθ' ἑαυτοῦ καὶ ὅσον περὶ τὴν τοῦ σώματος φυλακὴν
ἀποτέτακτο, ἀεί πως ἐπεβοήθει τοῖς κάμνουσι μέρεσιν.
Αὐτὸ μέντοι τὸ Σκυθικὸν κατὰ τόνδε τὸν πόλεμον καὶ τοιοῦτόν τι
ἐκακοτέχνησεν ἐκ προσκέψεως, ποριζούσης αὐτῷ τῆς ἀνάγκης τὰ δέοντα.
συναγαγὸν δὴ πᾶσαν ἅμαξαν εἰς σχῆμα περιφερὲς αὐτὰς διατίθησι· καὶ
τούτων ἄνωθεν στήσαντες μοῖραν οὐκ ὀλίγην ἐκ τοῦ σφῶν στρατεύμα-
τος ὅσα καὶ χάρακι ἐχρῶντο τῷ μηχανήματι καὶ πολλὰς δι' αὐτῶν
ἐγκαρσίους παρόδους ῥυμοτομήσαντες, βιαζόμενοι μὲν ὑπὸ Ῥωμαίων καὶ
τὰ νῶτα πρὸς τὴν τάξιν τῶν προσώπων μετατιθέμενοι, ὥσπερ τεῖχος
ἐχυρὸν τὰς ἁμάξας εἰσέτρεχον καὶ διετίθουν οὕτω τὴν φυγὴν πρὸς τὸ εὖ,
εἶτ' αὖθις ἐκεῖθεν μετ' ἀνοχὴν ὡσεὶ διὰ πυλῶν ἀνακλινομένων ἐκπίπτοντες
ἔργα χειρὸς ἀνδρείας ἐδείκνυον. καὶ ἦν τὸ γινόμενον τοῦτο τειχομαχία τις
ἀκριβὴς ἐν μέσῃ πεδιάδι σχεδιασθεῖσα παρὰ Σκυθῶν, ὡς συμβαίνειν ἐκ
τοῦδε τὰ τῶν Ῥωμαίων ἐπ' ἀτελέστοις μογεῖν.
Ἦν οὖν τηνικαῦτα τὸν Ἰωάννην ὁρᾶν σοφόν τι χρῆμα τοῖς ὑπ' αὐτὸν
καθιστάμενον· οὐ γὰρ ἀγαθὸς μόνον καὶ ποικίλος τὸ ἦθος ἐδείκνυτο σύμ-
βουλος, ἀλλὰ καὶ πρῶτος παρεῖχε πέρατι ὁπόσα στρατηγοῖς καὶ τά-
γμασιν ὑπετίθετο. τὸ δὲ δὴ καινὸν καὶ πολλὴν ἐκείνῳ μαρτυροῦν τὴν εὐσέ-
βειαν, ὁπότε τῶν Ῥωμαίων αἱ φάλαγγες ἔκαμνον ἐπιβριθόντων τῶν πολε-
μίων καὶ συμπιπτόντων παραβολώτερον, τὴν τῆς θεομήτορος εἰκόνα παρ-
εστῶσαν ἔχων, μετ' οἰμωγῆς ἐμβλέπων, ἐλεεινοῖς τοῖς σχήμασι θερμό-
τερα τῶν ἐναγωνίων ἱδρώτων κατέλειβε δάκρυα. καὶ ἦν οὔκουν εἰς κενὸν
διαπραττόμενος οὑτωσί, ἀλλ' ἐκ τοῦ μάλα αὐτίκα τὴν ἐξ ὕψους θωρα-
κιζόμενος δύναμιν τὰς Σκυθικὰς ἐτροποῦτο παρεμβολάς, ὡς Μωϋσῆς
πρότερον τῇ τῶν χειρῶν ἐκτάσει τὰς Ἀμαληκίτιδας ἴλας ἐνέκλινεν.
Ἀναλαβὼν δὲ καὶ τοὺς ὑπασπιστάς, οἳ περιμήκεσιν ἀσπίσι καὶ πέλυ-
ξιν ἑτεροστόμοις φράγνυνται, ὡσεὶ τεῖχος ἄρρηκτον τοῖς Σκύθαις ἀντιπρο-
16
βάλλεται. ἀμέλει καὶ ὑπ' αὐτῶν διαλυθέντος τοῦ ἐκ τῶν ἁμαξῶν ἕρματος
καὶ εἰς χεῖρας οὕτω τοῦ πολέμου συνερχομένου, γίνεται τῶν ἐναντίων
τροπὴ καὶ φυγὴ ἀκλεὴς καὶ Ῥωμαίων εὐθαρσὴς ἐπιδίωξις. κατὰ χιλιο-
στύας τοίνυν πίπτει τὸ ἁμαξόβιον καὶ διαρπάζονται χάρακες· τὸ δὲ συλ-
ληφθὲν δορυάλωτον καὶ ἀριθμοῦ κρεῖττον ὁρᾶται, ὥσπερ καὶ τὸ προσ-
ρυὲν αὐτόμολον τῷ πόθῳ τῶν ζωγρηθέντων ὁμογενῶν, ὡς ἐκ τούτου καὶ
κώμας συνοικισθῆναι καθ' ἑσπέριόν τινα λῆξιν Ῥωμαϊκήν, ὧν καὶ εἰσέτι
σμικρὰ οὐχὶ πάνυ ἐμπυρεύματα σώζονται, οὐκ ὀλίγους δὲ καὶ εἰς σπείρας
καταλεγῆναι συμμαχικάς, ἀποδοθῆναι δὲ καὶ μοίρας πλείονας συνειλημ-
μένας τῇ στρατιᾷ.
Τοιαύτην νίκην περιφανῆ κατὰ Σκυθῶν ὁ Ἰωάννης ἀράμενος καὶ
μέγιστον στήσας τρόπαιον τὰς εὐχὰς θεῷ ἀποδίδωσι, τὴν τῶν Πετζινά-
κων λεγομένην ἐς ἡμᾶς τελετὴν εἰς ἀναμνηστήρια τῶν πεπραγμένων
ἀποτάξας καὶ χαριστήρια.
Μικρῷ δὲ ὕστερον καὶ κατὰ τοῦ τῶν Τριβαλλῶν ἔθνους (εἴποι δ' ἄν
τις ἕτερος Σέρβων), κακουργοῦντος καὶ τὰς σπονδὰς συγχέοντος, στρα-
τείαν ἐκήρυξε, καὶ συμβολῆς γενομένης, κατὰ κράτος ἡττήσας καὶ τοῦτο
τὸ βάρβαρον πρὸς σπονδὰς ὑπηγάγετο, μηδ' ἄλλως δεικνύμενον ἀξιό-
μαχον, οἷα καθυποκύπτον ἀεὶ ταῖς ἐκ γειτόνων ἀρχαῖς. καὶ λείαν ἐκεῖθεν
ἐλάσας οὐ σταθμητὴν καὶ πλείστων ὠφελειῶν ἐμπλήσας τὸ στράτευμα
ἐς τὴν ἕω διαβιβάζει τὸ τοῦ πλήθους αἰχμάλωτον. καὶ κατὰ τὴν Νικομή-
δους ἐπαρχίαν ἀποτάξας αὐτῷ τὴν κατοίκησιν καὶ γῆν διαρκεστάτην
ἀποδασάμενος, τὸ μὲν τοῦ δορυκτήτου λεὼ τοῖς στρατεύμασιν ἐγκατέμιξε,
τὸ δὲ παρῆκεν εἰς δασμοφόρησιν.
Καὶ πατὴρ δὲ ἀρρένων παίδων ὁ βασιλεὺς οὗτος φανεὶς τῷ μὲν προή-
κοντι κατὰ γένεσιν (Ἀλέξιος τῷδε τὸ ὄνομα) πορφυρίδος μετέδωκε καὶ
πεδίλοις ἐρυθροῖς ὑποδεῖσθαι διαφῆκε τὰ βάθρα τοῦ σώματος καὶ συν-
ευφημεῖσθαί οἱ παρεῖχεν, ὁπηνίκα Ῥωμαίων αὐτοκράτωρ ἐκεῖνος ὑπὸ
τῶν συνειλεγμένων ὄχλων ἀνηγορεύετο· τὸν δὲ μετ' αὐτὸν Ἀνδρόνικον
Ἰσαάκιόν τε τὸν ἐπὶ τῷδε καὶ τὸν ἐφεξῆς καὶ τέταρτον Μανουὴλ σε-
βαστοκρατορικαῖς ὑπεξαίρει τιμαῖς.
17
Φασὶ δὲ ὡς κατ' ὄναρ ὁ βασιλεὺς Ἰωάννης θεάσαιτο τὸν νεοστεφῆ υἱὸν
τὸν Ἀλέξιον θηρίῳ ἔποχον λέοντι καὶ τοῦτον ἐκ τῶν ὤτων ἡνιοχεῖν,
μηδενὸς ἑτέρου ὑπόντος ἐπιτηδείου πρὸς διεξαγωγὴν τοῦ θηρός. ἦν δὲ
ἡ σύγκρισις τοῦ ἰνδάλματος, ὡς μέχρι καὶ προσρήματος ψιλοῦ καὶ γυ-
μνῆς πραγμάτων ἀνακηρύξεως ἐπιτευξεῖται τῆς βασιλείας ὁ παῖς, τῆς δὲ
μείζονος ἀποπεσεῖται κυριαρχήσεως, ὃ καὶ μικρῷ συμβέβηκεν ὕστερον·
θανάτῳ γὰρ τὴν ἐξ ἀνθρώπων ἐστείλατο.
Περὶ δὲ θέρειον ὥραν τὸν Ἴστρον διαβάντες οἱ Οὖννοι τήν τε Βρανίτζο-
βαν ἐξεπόρθησαν, κατερείψαντες τὰ τείχη καὶ τοὺς λίθους μετενεγκάμενοι
εἰς τὸ Ζεύγμινον, καὶ τὴν Σαρδικὴν ἐληΐσαντο, τὰς ἐπὶ φιλίᾳ τῇ πρότερον
ὁμολογίας ἀποσεισάμενοί τε καὶ διαξάναντες. ἦν δὲ ἡ μὲν ἐνδόμυχος αἰτία
ταυτησὶ τῆς διαφορᾶς τὸ τὸν Ἀλμούζην παρὰ βασιλέα ἐλθεῖν καὶ προσ-
δεχθῆναι παρ' αὐτοῦ ἀσμενέστατα, κασίγνητον ὄντα Στεφάνου τοῦ τῶν
Οὔννων κατάρχοντος, ἡ δ' εὐπρόσωπός τε ἅμα καὶ πρόδηλος ἀφορμὴ τὸ
τοὺς οἰκήτορας Βρανιτζόβης λῃστρικῶς ἐπιτίθεσθαι τοῖς παραβάλλουσιν
ἐκεῖθι Οὔννοις κατ' ἐμπορίαν καὶ δρᾶν ἐπ' αὐτοῖς τὰ χείριστα.
Ἅτε δ' ἀπροόπτως τοῦ κακοῦ τοῦδε ξυνενεχθέντος, τότε μὲν τῇ κατὰ
Φιλιππούπολιν ἐνδημίᾳ τὰ τῆς προμηθείας ὁ βασιλεὺς ἐπεμέτρησεν,
Οὔννους ἐκεῖθεν μετανάστας θέμενος· τῷ δ' ἐπιόντι καιρῷ πρὸς παρα-
σκευὴν τῶν οἰκείων καὶ ἄμυναν τῶν πολεμίων χρησάμενος τὰς δυνάμεις
συνήθροισε καὶ νῆας ταχυναυτούσας ἡτοίμασε καὶ ταύτας εἰς τὸν Ἴστρον
διὰ τοῦ Πόντου κατακολπίσας ὑδραῖος ὁμοῦ καὶ χερσαῖος τοῖς ἀντιπά-
λοις ἐφίσταται. διελθὼν δὲ τὸν ποταμὸν μετὰ τῆς στρατηγίδος τριήρους
καὶ τὸν στρατὸν καταστησάμενος ἐς τὸ πέραν ἱππομαχίᾳ καὶ δοράτων
ἀγκοινήσει τὸ συνελθὸν Οὐννικὸν διεσκέδασε.
18
Χρονίσας δὲ τῇ πολεμίᾳ καὶ καρτερικώτατος φανεὶς ἑαυτοῦ τοῦ τε
Φραγγοχωρίου ἐκράτησεν, ὅπερ ἐστὶ τῆς τῶν Οὔννων γῆς τὸ πιότατον,
ἐς πεδία ὑπτιάζον ἱππήλατα, μεταξὺ τῶν ποταμῶν Σαούβου καὶ Ἴστρου
ἀναπεπταμένον, καὶ τὸ Ζεύγμινον παρεστήσατο καὶ κατ' αὐτὸν ἐλάσας
τὸν Χράμον λείαν πλείστην περιεβάλετο. ἔπειτα καὶ τῷδε τῷ γένει
μεθ' ἑτέρας συμπλοκὰς σπεισάμενος τά τε πρὸς εἰρήνην διαθέμενος καὶ
τὸ λοιπὸν βαρβαρικόν, ὁπόσον καθ' ἑσπέραν Ῥωμαίοις ἄγχουρον,
ἐς φιλίαν ἆκον ὑπαγαγόμενος, ἐν οἷς πολλάκις εὐρόησε κατὰ πόλεμον,
δεῖν ᾠήθη καὶ τὰ ὑπερόρια φῦλα, καθ' ὃν ἂν καὶ δύναιτο τρόπον, ὑπο-
ποιήσασθαι, καὶ τούτων ὁπόσα μάλιστα τῇ ἐμπορίᾳ καὶ ἀγυρτείᾳ προσ-
κείμενα μετὰ πλοίων ἐς τὴν Κωνσταντίνου καταίρουσιν. οὐκοῦν καὶ εἶχεν
οἰκειωσάμενος τὴν παράλιον Ἰταλίαν ὅλα λαίφη διαπετῶσαν ἐς τὴν
βασιλίδα τῶν πόλεων.
Ἠρεμησάντων δ' οὕτω τῶν καθ' ἑσπέραν γενῶν, ἐς τὴν ἕω διαβιβά-
σας τὸ στράτευμα τοῖς τὴν Κασταμόνα κατέχουσι Περσαρμενίοις ἐπι-
θέσθαι ἔγνωκεν. ὅθεν διὰ τῆς τῶν Βιθυνῶν καὶ Παφλαγόνων ἐπαρχίας
ἐλάσας ἐκεῖσέ τε παραγίνεται καὶ κλίμαξιν ὅτι πλείσταις χρησάμενος καὶ
κύκλῳ περιστήσας τὰς ἑλεπόλεις αὐτῆς τε τῆς Κασταμόνος κρατεῖ καὶ τὸν
ταύτης σατραπεύοντα Περσαρμένιον ἀπειπόντα περὶ τῶν ὅλων φυγάδα
δείκνυσιν. οὐκ ὀλίγον δὲ πλῆθος Περσῶν ἐκεῖθεν ἀπαγαγὼν αἰχμάλωτον
πρὸς τὸ Βυζάντιον ἐπανέζευξε.
Τοίνυν καὶ κηρύξας ἐπὶ τῷ τροπαίῳ τουτωῒ θρίαμβον ἅρμα διειλημμέ-
νον ἀργύρῳ παγῆναι προσετετάχει· καὶ ἦν τὸ ἅρμα θαυμάσιον οἷον γενό-
μενον καὶ λίθοι τῶν μὴ πάνυ τιμαλφῶν ἐνιαχοῦ αὐτὸ ἤγαλλον. ἐνστάσης
δὲ τῆς ἡμέρας, καθ' ἣν ἡ πρόοδος ὥριστο, ἅπας πέπλος τὰς ἀγυιὰς κατ-
ηγλάϊζε χρυσοϋφής τε καὶ περιπόρφυρος. οὐδὲ τὰ τοῦ Χριστοῦ καὶ τῶν
ἁγίων ἀπῆν ἐκεῖθεν εἰκάσματα, ὁπόσα ἱστουργικὴ χεὶρ ἐπίπλοις ἐνετυ-
πώσατο, ἃ καὶ εἴρηκεν ἄν τις ἔμψυχα, οὐκ ἐνυφαντά. ἦν δὲ τοῦ ἄγασθαι
19
ἄξια καὶ τὰ περὶ τὴν πάροδον ἑκατέρωθεν πρὸς ὑποδοχὴν τῶν θεωμένων
διὰ ξύλων πήγματα καὶ ἴκρια. χῶρος δὲ τῆς πόλεως ἦν, ὃς οὑτωσὶ διε-
σκεύαστο, ὁ διήκων ἐκ τῶν ἑῴων πυλῶν τῆς πόλεως ἐς αὐτὸ τὸ μέγα πα-
λάτιον. καὶ δὴ τὸ μὲν τέτρωρον εὐτρεπὲς καὶ εἷλκον τοῦτο πίσυρες ἵπποι
καλλίτριχες χιόνος λευκότεροι. ὁ δὲ βασιλεὺς τὴν τοῦ ἅρματος ἐπίβασιν
παρεικὼς τὴν τῆς θεομήτορος εἰκόνα τούτῳ ἐπανεβίβασεν, ἐφ' ᾗπερ ἦν γε-
γηθὼς καὶ τὴν ψυχὴν ἐκλείπων αὐτήν· καὶ τὰς νίκας ὡς συστρατηγέτιδι
ἀμάχῳ ἐπιγραφόμενος καὶ δοὺς ἄγειν τὰ χαλινὰ τοὺς παρ' ἐκείνῳ
δυναμένους τὰ μέγιστα καὶ τοῖς ἐκ γένους ἐγγίζουσιν ἀμφιπονεῖσθαι τὸ
ἅρμα ἐνδοὺς προῆγεν αὐτὸς σταυρικὸν σημεῖον χειριζόμενος καὶ ποσὶ τὴν
πορείαν ποιούμενος· καὶ τὸν ἐκ τῆς τοῦ θεοῦ Σοφίας παρωνυμούμενον
νεὼν εἰσιὼν καὶ τὴν ἐπὶ τοῖς κατωρθωμένοις ἀνθομολόγησιν Κυρίῳ τῷ
θεῷ ἀπονείμας τοῦ λεὼ παντὸς ἐνώπιον τῷ ἀρχείῳ οὕτως παρέβαλεν.
Οὐ πολλοῦ δὲ διαλιπόντος καιροῦ, ἀλλ' ὥστε καὶ αὐτὸν ἐποφθῆναι
τοῖς ὑπηκόοις καὶ θεάτροις διαχυθῆναι, προσειπεῖν δὲ καὶ τὸν στρατιώτην
τὰ οἴκοι χρόνιον καὶ διαναπαῦσαι τὸν ἵππον καὶ τὴν λόγχην ἀκέσασθαι,
αὖθις κατὰ Κασταμόνος ἐστράτευσεν. ὁ γὰρ τὸν καιρὸν ἐκεῖνον τῆς Καπ-
παδοκῶν χώρας κρατῶν Περσαρμένιος Τανισμάνιος μετ' ἰσχύος μείζονος
ἐπιὼν τειχομαχίᾳ τὴν πόλιν εἷλε καὶ τῷ ξίφει κατὰ τῶν φυλάκων Ῥω-
μαίων ἐχρήσατο. βασιλεὺς τοίνυν ἐκεῖσε παραγενόμενος τὸν μὲν Τανισμά-
νιον ἐξ ἀνθρώπων εὗρε γεγενημένον, Μουχούμετ δέ τινα τὴν Κασταμόνα
διέποντα, διάφορον τῷ τῆς Ἰκονίου πόλεως ἀρχηγῷ Μασούτ. συμ-
φόρῳ γοῦν τῷ καιρῷ πρὸς σύναρσιν τῶν καθ' αὑτὸν πραγμάτων ὁ βα-
σιλεὺς χρώμενος σπένδεται τῷ Μασοὺτ καὶ συμμαχίαν εἰληφὼς ἐκεῖθεν
ἔπεισι τῷ Μουχούμετ. ὁ δὲ πρὸς ἀμφίστομον στράτευμα οὔκουν ἑαυτὸν
20
εἰδὼς ἀξιόμαχον ὕπεισι τὸν ὁμόφυλον Μασοὺτ καὶ καταλύσας τὴν ἔχθραν
ἄλλοις τε οἷς ἐκείνῳ διὰ γραμμάτων ἐσήμανεν, ἀλλὰ δὴ καὶ τῷ εἰπεῖν ὡς
προσρυεὶς τῷ βασιλεῖ Ῥωμαίων, εἰ μὴ καταλλαγεῖεν αὐτοί, κακῶς διά-
θοιτο τὰ Περσῶν, πείθει τὸν Ἰκονιέα Μασοὺτ ἀποσχέσθαι μὲν βασιλέως,
ἐκείνῳ δὲ προσρέψαι καὶ λῦσαι τὴν συμμαχίαν. οὗ μετὰ βραχὺ συμβάντος
καὶ νυκτὸς οἰχομένων τῶν τῷ βασιλεῖ παρὰ τοῦ σουλτὰν ἐκπεμφθέντων
ἐπικούρων Περσῶν, οὐκ εὔοδα τὸ ἐκ τοῦδε Ῥωμαίοις τὰ τῆς προκειμένης
ἐκστρατείας γεγόνασιν. ὅθεν ἀναχασάμενος ἐκεῖθεν καὶ κατὰ τὸ πόλισμα
ἐναυλισάμενος, ὃ περὶ τὸν Ῥυνδακὸν ποταμὸν αὐτὸς ἐδείματο, αὖ πάλιν
τῆς κατὰ τοῦ Μουχούμετ ἀκμαιότερον ἥψατο καὶ Ῥωμαίοις ἐπανασωσά-
μενος Κασταμόνα οὐδὲ τῆς Γάγγρας ἀπέσχετο. μία δέ ἐστιν αὕτη τῶν
περιφανῶν καὶ μεγίστων Ποντικῶν πόλεων, οὔπω πρώην Πέρσαις κα-
θυποκύψασα.
Ταύτῃ τοι καὶ νόμῳ πολέμου τὰ περὶ τὴν πόλιν ταύτην ὑπαγαγόμε-
νος πρότερον, ἔπειτα καὶ χάρακα ἔβαλεν ἐπ' αὐτήν. τοῦ δ' ἐντὸς Περσι-
κοῦ μηδὲν μέτριον φρονοῦντος ἢ καθ' ὁμολογίαν τε καὶ σπονδὰς βασιλεῖ
συγχωροῦντος τὴν εἴσοδον, τὸ τεῖχος ὁ στρατὸς περιβάλλει, εἶτα τειχο-
μαχίαις χρησάμενος, ᾗπερ ἦν ἐπίμαχος ὁ περίβολος, συνεχῶς ἔτυπτε
τοῦτον. μὴ προχωροῦντος δὲ τοῦ ἔργου διὰ τὴν τῶν ἐπάλξεων ὀχυρότητα
καὶ τὸ ἐπὶ πολὺ ἐκθύμως ὑπέχειν τοὺς ἐναντίους, βάλλειν τὰ τείχη παρεὶς
κατὰ τῶν οἰκιῶν ἐγνώκει διασφενδονᾶν τοὺς λίθους, προφαινομένων ἐκ
τῶν ἔξωθεν κολωνῶν, ἐφ' ὧν Ῥωμαῖοι κατεστρατοπεδεύοντο. οἱ γοῦν
ἐπὶ τῶν μηχανῶν λίθους στρογγύλους καὶ κούφους διὰ τὸ εὐσύνοπτον ἐς
ὅτι πορρωτάτω διαφιέντες, ὡς δοκεῖν ἵπτασθαι τούτους, οὐκ ἀπὸ μηχα-
νημάτων προΐεσθαι, τοὺς δόμους κατέσειον· οἱ δ' ἐπὶ γόνυ κλινόμενοι καὶ
21
τοὺς ὀρόφους διαλυόμενοι τὸ ἐνοικοῦν πλῆθος ἀπώλλυον, ὡς ἐντεῦθεν
εἶναι καὶ τὴν ἐν ταῖς ἀμφόδοις ἐπισφαλῆ πάροδον καὶ τὸ ἔνδον ἡσυχῇ καθῆ-
σθαι πάντῃ ἀσύμφορον.
Διὰ ταῦτα τοίνυν καὶ τὴν τοῦ βασιλέως δὲ προσεδρείαν οὐχ ἧττον,
ἐπὶ δὲ μάλιστα τὴν ὀλίγῳ πρότερον μαλακῷ θανάτῳ ἐξ ἀνθρώπων ἀφάνι-
σιν τοῦ τῆς Γάγγρας ἐπιστατοῦντος Τανισμανίου ἑαυτοὺς καὶ τὴν πό-
λιν τῷ αὐτοκράτορι ἐνεχείρισαν. ὁ δὲ αὐτὴν εἰσιὼν καὶ τὸ πολὺ τῶν
Περσῶν ἐκεῖθεν ἀπαγαγὼν καὶ δισχιλίους ὁπλίτας Ῥωμαίους φρουροὺς
τῇ Γάγγρᾳ ἐγκαταστήσας τὴν βασιλεύουσαν εἴσεισι.
Πλὴν οὐδὲ ταυτηνὶ τὴν πόλιν ἐφ' ἡλίοις ἡ Κωνσταντίνου μακροῖς
ἔβλεψεν ὑπ' αὐτὴν κληρουμένην καὶ ταῖς λοιπαῖς ἐνταττομένην ὑπηκόοις
πόλεσιν· ἀλλ' ἐπιβρῖσαν τὸ Περσικὸν μεῖζον τοῦ προτέρου καὶ λίαν
ἐπικρατέστερον καὶ βαλὸν χάρακα λιμῷ παρεστήσατο, ἄλλοις καιρίοις
ἐπισπωμένου τοῦ βασιλέως καὶ τούτοις τὸν νοῦν προσέχοντος.
Τὸ δ' ἀπὸ τοῦδε στρατείαν κατὰ τῆς Κιλίκων ἐκήρυξε, τὸν Λεβούνην,
ὃς Ἀρμενίας ἦρχε, μετιέναι ποθῶν, ὡς ἄλλα τε κατήκοα Ῥωμαίοις πο-
λίσματα χειρωσάμενον, ἀλλὰ δὴ καὶ Σελευκείας ἐπιβῆναι πειρώμενον.
ἀγηοχὼς τοίνυν τὰς οὔσας δυνάμεις καὶ νεοσυλλέκτους ἄλλας αὐταῖς
προσθέμενος καὶ τὰ ἐφόδια ἱκανὰ πρὸς χρονίαν ἐκδημίαν ἐνθέμενος ταῖς
Κιλικίαις πύλαις ἐφίσταται·…
κ…
The complete text is available when the reading interface loads.