The Greek Library Catalogue

Anonymous

Epistulae

Edition reference
Epistulae, ed. R. J. H. Jenkins and L. G. Westerink, Nicholas I, Patriarch of Constantinople, Letters [Corpus Fontium Historiae Byzantinae 6. Washington, D.C.: Dumbarton Oaks, 1973]: 2–520.
CTS identifier
urn:cts:greekLit:tlg3100.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΕΠΙΣΤΟΛΑΙ ΝΙΚΟΛΑΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ

ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ}

1

{Τῷ περιδόξῳ καὶ λαμπροτάτῳ ἀμηρᾷ τῆς Κρήτης

καὶ ἠγαπημένῳ φίλῳ}

Πᾶσα ἐπίγειος ἐξουσία καὶ ἀρχὴ ἐκ τῆς ἄνωθεν ἤρτηται ἀρχῆς

καὶ ἐξουσίας, καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἀνθρώποις οὐδὲ δυνάστης ἐξ οἰκείας

περινοίας ἐπὶ γῆς δυναστείαν κληρονομῶν, εἰ μὴ ὁ ἐν ὑψίστοις ἐξουσιαστὴς

καὶ ἄρχων καὶ μόνος δυνάστης κατανεύσῃ τὴν κληρονομίαν. Διὰ τοῦτο

προσῆκεν, εἰ δυνατόν, πάντας τοὺς ἐν ἀνθρώποις δυναστείαν λαχόντας,

εἰ καὶ μηδὲν ἕτερον ἦν τὸ πρὸς ἀλλήλους κοινωνεῖν ἐπιτρέπον καὶ ποιεῖσθαι

τὴν διὰ λόγων προσομιλίαν, δι' αὐτό γε τοῦτο καθ' ὅτι τῶν ἐξουσιῶν

τὴν δωρεὰν παρ' ἑνὸς ἐλάχομεν μὴ διαλιμπάνειν ὅσαι ἡμέραι ποιεῖσθαι

τὴν πρὸς ἀλλήλους κοινωνίαν, καὶ διὰ γραμμάτων καὶ δι' ἀποστόλων

τῶν ἐξυπηρετούντων τοῖς πράγμασιν· τοσοῦτο δὲ πλέον τοὺς τὰς μεγάλας

ἀρχὰς καὶ ἐξουσίας διέποντας, ὅσῳ καὶ μᾶλλον διαφερόντως τετίμηνται,

καὶ οἷον ἀδελφοί τινες τῶν ἄλλων ἀδελφῶν ὑπερέχοντες καὶ προκριθέντες

καὶ τὰς τῶν μεγίστων ἀρχῶν καὶ ἐξουσιῶν διοικήσεις ἐπιτραπέντες. Τί

βούλεται ἡμῖν τὸ εἰρημένον; Ὅτι δύο κυριότητες πάσης τῆς ἐν γῇ

κυριότητος, ἥ τε τῶν Σαρακηνῶν καὶ ἡ τῶν Ῥωμαίων, ὑπερανέχουσι

καὶ διαλάμπουσιν, ὥσπερ οἱ δύο μεγάλοι ἐν τῷ στερεώματι φωστῆρες,

καὶ δεῖ κατ' αὐτό γε τοῦτο μόνον κοινωνικῶς ἔχειν καὶ ἀδελφικῶς, καὶ

μὴ διότι τοῖς βίοις καὶ τοῖς ἐπιτηδεύμασι καὶ τῷ σεβάσματι κεχωρίσμεθα,

παντάπασιν ἀλλοτρίως διακεῖσθαι καὶ ἀποστερεῖν ἑαυτοὺς τῆς διὰ τῶν

γραμμάτων [συνομιλίας] παρὰ μέρος ἐντυχίας.

Δεῖ μὲν οὖν οὕτω καὶ φρονεῖν ἡμᾶς καὶ ποιεῖν, κἂν μηδεμία τις

ἄλλη πραγμάτων χρεία πρὸς τοῦτο προὐτρέπετο. Νῦν δὲ μεθ' ἧς

ἔφημεν εὐλόγου αἰτίας καὶ πράγματα συμβεβηκότα οἷα ὥς γε πειθόμεθα

οὐδε τῇ σῇ ἀρέσκει μεγαλωσύνῃ, καὶ πρὸς τὸ γράφειν ἡμᾶς παρώρμησεν

καὶ πρὸς τὴν ἀποστολὴν τῶν ἤδη πρὸς τὴν θεόσδοτον ὑμῶν ἐξουσίαν ἀπ-

εσταλμένων. Ἀλλὰ πρό γε τῆς τῶν πραγμάτων ἐξηγήσεως ἐκεῖνό φαμεν,

ὡς πολλὰ μέν ἐστιν οἷς ὁ εἰς ἀρχὴν καταστὰς δίκαιος ἂν εἴη σπουδὴν

ποιεῖσθαι τοῦ διαπρέπειν, εἴ γε μὴ τοῦ ἀναξίῳ τῆς ἀρχῆς εἶναι [τοῦ]

ἔλεγχον διδόναι τούτῳ προκέκριται, καὶ ἀντὶ τοῦ παράδειγμα βίου πρὸς

ἀρετὴν ὁρῶντος γίνεσθαι τοῖς ἀρχομένοις καὶ θαῦμα γλυκὺ τῆς οἰκείας

ἀρχῆς καὶ πόθον παρέχειν αὐτοῖς, πρὸς μῖσος μᾶλλον καὶ ὕβριν διερε-

θίζει καὶ προκαλεῖται. Τὸ δὲ οἷον κορυφὴ τῆς τοῦ ἄρχοντος ἀρετῆς καὶ

τὸ κεφάλαιον τῶν κατορθωμάτων δικαιοσύνη ἐστί, δι' οὗ αὐτός τε ἰσχὺν

περιβάλλεται καὶ τὸ ὑποχείριον ἀσφαλῶς πολιτεύεται καὶ τὸ πολέμιον εἰς

ἀντίστασιν οὐ ῥᾳδίως καθίσταται. Τὰ μὲν γὰρ ἄλλα τῆς τοῦ ἄρχοντος

ζωῆς πρὸς ἀρετὴν ἀποβλέποντα ἐκεῖνον μὲν κοσμεῖ καὶ ὥσπερ ἄνθη τινὰ

ἐξωραΐζει, πρὸς δὲ τὸ ὑπήκοον, εἰ μὴ προαίρεσίς ἐστιν αὐτοῖς ἀγαθὴ ζηλοῦν

καὶ ἀπομιμεῖσθαι τὴν τοῦ ἄρχοντος ἀρετήν, οὐ μέγα τι συμβάλλεται·

δικαιοσύνη δὲ κοινή τις οὖσα σωτηρία τόν τε ἄρχοντα δείκνυσιν ἀρχικώ-

τερον καὶ τοῖς ὑπὸ τὴν ἐκείνου τεταγμένοις ἀρχὴν τὸ ἀσφαλὲς προμη-

θεύεται.

Ἀλλ' ἐπεὶ ταῦτα εἴρηται, λέγομεν ἤδη καὶ τὰς αἰτίας δι' ἃς εἰς

τούτους τοὺς λόγους κατέστημεν. Ἡ τῶν Κυπρίων νῆσος, ὧ μεγαλο-

δοξότατε τῶν Σαρακηνῶν ἀρχηγέ, ἀφ' οὗ χρόνου σπονδῶν εἰρηνικῶν πρὸς

αὐτοὺς γεγενημένων ὑπόφοροι τῆς ὑμῶν κατέστησαν ἐξουσίας καὶ μέχρι

τοῦ παρόντος ἐν τῇ τῶν συνθηκῶν ἀσφαλείᾳ διέζησαν, οὐδενὸς τῶν

προπατόρων ὑμῶν, ὅσοι τὸ Σαρακηνῶν ἔθνος ἔλαχον διέπειν, οὔτε λύ-

σαντος τὰς σπονδὰς οὔτε κακοῦ τινος εἰς πεῖραν αὐτοὺς καταστήσαντος,

ἀλλὰ κατὰ καιροὺς οἱ τῆς ἀρχῆς κληρονόμοι καλῶς καὶ δικαίως φρονοῦντες

τὰ ἀπ' ἀρχῆς ἀρέσαντα τοῖς πατράσιν αὐτῶν καὶ βεβαιώσει διησφαλι-

σμένα ἐγγράφῳ ἐτίμησάν τε καὶ διεσώσαντο, μηδέν τι καινοτομήσαντες

μηδὲ φρονήσαντες ἕτερον, οὐδ' ὅτι πράξαντες, παρὰ 〈τὴν〉 τῶν προγόνων

προαίρεσιν. Νῦν δὲ τί ἐροῦμεν; Καίτοι ἔδει, ὅσον ὁ χρόνος προέβη καὶ

ἡ ἀρχαιότης ἐκράτει τῶν συμπεφωνημένων, τοσοῦτον εὐλαβῶς ἔχειν

περὶ τὴν ἀθέτησιν αὐτῶν· ἀλλ' ὅμως πάντα ἠθέτηται καὶ καταπεπάτηται,

καὶ βουλαὶ ἃς οἱ πατέρες ὑμῶν ἐβουλεύσαντο, καὶ γραφαὶ ἃς οἰκείαις

χερσὶν ἔγραψαν καὶ σπονδαὶ καὶ ὅρκοι οὓς τότε πρὸς Κυπρίους Σαρακη-

νοὶ πίστιν αὐτοῖς παρεχόμενοι ἐποιήσαντο· καὶ ἀντὶ τῆς εἰρήνης, ἀντὶ

σπονδῶν, ἀντὶ ὁρκίων, ξίφη καὶ πόλεμοι καὶ σφαγαὶ τοῖς ἀθλίοις ἐπέ-

θεντο Κυπρίοις, οὓς ἔπρεπεν, εἰ καὶ ἄλλος τις ταῦτα εἰς αὐτοὺς ἐξειργά-

ζετο, παρὰ τῶν Σαρακηνῶν βοηθείας τυχεῖν. Τοῦτο γὰρ κοινὸν δίκαιον

παρὰ πᾶσιν ὅσοι πόλεις ἢ ἔθνη κέκτηνται ὑποφόρους, τὸ πρὸς τοὺς κατ'

αὐτῶν ἐπιόντας καὶ πόλεμον συνιστῶντας αὐτοὺς ἀντεπιέναι καὶ ῥύε-

σθαι τῆς ἐπιθέσεως, ὡς ἑαυτῶν οἰκείους τοὺς ὑποτελεῖς καθεστηκότας.

Ἀλλὰ τοῦτο παρὰ πᾶσιν ἔθνεσι δίκαιον ὑπάρχον, καὶ τοῖς οὐκ

εἰδόσι νόμον, ἀντέστραπται παρὰ Σαρακηνοῖς τοῖς νόμῳ πολιτευομένοις,

καὶ νῆσος μικροῦ ἔτη τριακόσια ἐξ οὗ ὑπόφορος οὖσα ὑμῖν ἐγεγόνει, καὶ

κατὰ μηδὲν ὀφθεῖσα τῆς ὑπηκόου τάξεως μεταβαλομένη μηδὲ καινοτο-

μήσασά τι περὶ τοὺς φόρους μηδὲ περὶ τὴν ἄλλην δουλείαν ὅσην Σαρακη-

νοῖς δουλεύειν ἐχρῆν, μηδ' ὅλως τι τῶν ἔγκλησιν ἐπαγόντων αἰτίαν

φέρουσα, ἐκ μόνης ἀπονοίας ἀνδρὸς καὶ τὴν τῶν Χριστιανῶν ἀπηρνη-

μένου πίστιν καὶ τὸ τῶν Σαρακηνῶν σέβας νοθεύοντος ἐξηρήμωται καὶ

ἀπόλωλεν· καὶ οἱ ταύτης οἰκήτορες οἱ μὲν μαχαίρας ἔργον, οἱ δὲ ἀνάστατοι

γεγόνασι, τοῦτο μόνον ἔχοντες ἔγκλημα, ὅτι ἐπὶ μακροτάτοις οὕτω

χρόνοις ὑπέκειντο εὐγνωμόνως ὑμῖν καὶ οὐδὲν ὤφθησαν τῶν εἰς ὑμετέραν

ἐλλείψαντες θεραπείαν, πολλάκις ὑμῶν βαρέως ἐπενεχθέντων αὐτοῖς

καὶ παρὰ τὸ προσῆκον καὶ τὰ κοινὰ δίκαια τῶν συμφώνων. Καίτοι γε

εἴπερ καὶ οἷα τὰ ἀνθρώπινα σφαλέντες ἐτύγχανον καὶ ἀπεναντίας ἐφρό-

νησάν τι τοῦ ὑμετέρου φρονήματος, οὐδ' οὕτως ἐχρῆν ὅπλοις ἐπιέναι

οὐδ' αὐτίκα πρὸς αἵματα χωρεῖν καὶ σφαγάς (τοῦτο γὰρ οὐχ ὅτι Σαρα-

κηνῶν ἄξιον, ἀλλ' οὐδέ τινος ἑτέρου ἔθνους ἀνθρωπίνην πολιτείαν καὶ

βίον εἰδότος καὶ σῴζοντος), ἀλλὰ πρότερον ἐγκαλεῖν περὶ τοῦ σφάλματος,

ἐξελέγχειν ὡς οὐ δίκαια πράττουσιν, παραινεῖν ἑαυτῶν γενέσθαι καὶ μὴ

ἐκφέρεσθαι τοῦ προσήκοντος, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ

πλέον· καὶ εἴ γε ἀνεπιστρόφως εἶχον καὶ ἀντὶ τοῦ μεταμαθεῖν τὸ καλὸν

τῇ χείρονι προσέκειντο γνώμῃ, τότε πᾶσαν ἀπεκδυσαμένους καὶ θείαν

νέμεσιν καὶ ἀνθρωπίνην, ἐπιχειρεῖν τὴν ἀπόνοιαν τῶν εἰς τοῦτο συνελα-

θέντων τιμωρεῖσθαι καὶ ἀνακρούειν. Ἐπράχθη δὲ τοιοῦτον οὐδέν· ἀλλ',

ὅπερ εἶπον, ἀνθρώπους ἀναιτίους, μηδὲν ἠδικηκότας, μηδὲν τῶν ἐξ ἀρχῆς

δοξάντων ἠθετηκότας, ἴσα καὶ πολεμίοις διεχειρίσασθε.

Τίς ἀκούων ταῦτα ἢ τῶν νῦν ἢ τῶν μετέπειτα ἐσομένων οὐχὶ

μεγάλην ἀδικίαν τῶν ταῦτα καταγνώσεται διαπεπραγμένων; Πῶς δὲ οἱ

προπάτορες ὑμῶν οἱ τὰ σύμφωνα καὶ τοὺς ὅρκους θέμενοι πρὸς Κυπρίους,

εἴ τίς ἐστι τῶν ἐν τῷ βίῳ τούτῳ πραττομένων τοῖς ἀποιχομένοις συν-

αίσθησις, οὐχὶ μεγάλως στενάξαιεν καθ' ὑμῶν καὶ πάσης κατακρίσεως

ἐνόχους καταψηφιοῦνται, οὐ μόνον ὡς ἐξαμαρτόντας εἰς τὴν τῶν Κυ-

πρίων νῆσον, ἀλλὰ καὶ εἰς ἐκείνους αὐτούς, καὶ ὡς πατραλοίας πάσαις

ὑποβαλοῦσιν ἀραῖς; Ἢ ἐάν τις κατὰ τοῦ ἰδίου πατρὸς ἐν τῷ παρόντι

βίῳ εἰς ἐπανάστασιν καταστῇ, τοῦ πατραλοίας εἶναι τὴν γραφὴν οὐκ

ἐκφεύξεται, τῆς δὲ παρούσης ἀπελθόντος ζωῆς ἐὰν τὰ ἐκείνῳ ἀνατρέψῃ

δόξαντα, οὐκ ἔσται πατραλοίας οὐδὲ τῆς αὐτῆς ἔνοχος καταδίκης; Τί

γὰρ τοῦτο ἐκείνου πρὸς ἐπανάστασιν διαφέρει; Μᾶλλον δὲ εἴ τις ἀκριβῶς

βούλεται συνιδεῖν, αὕτη μείζων τοῦ ζῶντι ἐπαναστῆναι τῷ πατρὶ ἐπανά-

στασις, ὅσῳ καὶ μᾶλλον πλέον ὀφείλεται τοῖς πρὸς τὴν μέλλουσαν

μεταβεβηκόσι ζωὴν ἡ παρὰ τῶν τέκνων τιμὴ καὶ ἡ σὺν εὐλαβείᾳ μνήμη

καὶ ἡ τῶν διατεταγμένων συντήρησις. Ὧν (πῶς εἴπω;) ἄνθρωπος ἐκεῖνος

ὁ μήτε τὰ Χριστιανῶν στέρξας καὶ τὰ τῶν Σαρακηνῶν παρὰ φαῦλον θέ-

μενος, Δαμιανὸν δέ φησιν ὁ λόγος, οὐδὲν λαβὼν ἐπὶ νοῦν, οὔτε τὰ

παρόντα οὔτε τὰ ὕστερον ἐπιλογισάμενος, μόνῃ δὲ τῇ ἀπονοίᾳ καὶ τῷ

ἀλόγῳ θυμῷ ἑαυτὸν ἐπιτρέψας, ἔπραξεν ἔργον ἀνόσιον, τῷ παντὶ αἰῶνι

στήλην τῆς ἑαυτοῦ κακίας ἐσόμενον, πολυανθρωποτάτην νῆσον, ὅσον ἐπ'

αὐτῷ ἧκεν, ἐκ γῆς ἐξαφανίσας, πανωλεθρίᾳ παραδεδομένων τῶν ταύτης

οἰκητόρων.

Ναί, φησίν, ἀλλ' ἐρεῖ τις· «Ἦν αἰτία κινοῦσα πρὸς τοῦτο, καὶ διὰ

τοῦτο κεκινημένος τὸ δοκοῦν ἀνόσιον διεπράξατο. Σαρακηνοὺς γὰρ ἐν τῇ

νήσῳ λαβὼν Ἡμέριος διεχρήσατο, δέον κατὰ τὰ συμπεφωνημένα σῴζεσθαι

μᾶλλον αὐτοὺς παρὰ τῶν Κυπρίων, καὶ πρὸς τὸν ἴδιον τόπον ἀποκαθ-

ίστασθαι.» Εἶτα οὐ λογίζῃ, ὦ ἄνθρωπε, μετὰ τῆς σῆς ἐγκλήσεως καὶ τοῦ

δικαίου λόγου τὸ βούλημα, οὐδ' ἐννοεῖς τίς ἐστι δίκαιος τὴν αἰτίαν ἣν

προφέρεις ἀναδέχεσθαι καὶ τίσιν ὀργίζεσθαι ἄξιον; Ἔστω δίκαιον τὸ

ἔγκλημα ὃ προβάλλῃ, καὶ ὑπὲρ τῶν τὰ χαλεπὰ πεπονθότων Σαρακηνῶν

Κύπριοι δώσουσι δίκην (καὶ οὔπω φημὶ ὅτι μηδὲ τότε ἄξιον διὰ τὴν Ἡμε-

ρίου καὶ τῶν σὺν αὐτῷ ἁμαρτίαν πάντας κολάζεσθαι, οὐδ' ὅλην τὴν

νῆσον τὴν ἐξ ὑμῶν ὀργὴν καὶ τὴν πικρίαν ὑφίστασθαι)· ὅμως ὅπερ εἶπον

ἔστω, καὶ κολαζέσθωσαν Κύπριοι, διότι καὶ Ἡμέριος Κυπρίοις συνοικῶν

ἐν τῇ νήσῳ χαλεπὸς ὤφθη Σαρακηνοῖς. Εἰ δὲ κατ' οὐδένα τρόπον

Ἡμέριος τοῖς Κυπρίοις συντάσσεται, τί δι' ἐκεῖνον κινδυνεύουσιν οἱ

μὴ δίκαιοι ὄντες ἢ τῆς ἐκείνου κληρονομεῖν κατηγορίας ἢ διὰ τὰ πεπρα-

γμένα τούτῳ τιμωρίαν ὑπέχειν; Ὁ μὲν γὰρ τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἡγεμὼν

ὑπάρξας, ὅποι δὴ γῆς ἠδύνατο τοὺς πολεμίους χειρούμενος, τὸν δοκοῦντα

μετῄει τρόπον. Κύπριοι δὲ οὔτε πολεμίους ἡγοῦνται ὑμᾶς οὔτε τι

δεινὸν κατειργάσαντο, οὔτε δὲ πάλιν ἱκανοὶ ἀντεπιέναι πρὸς τὸν Ἡμέ-

ριον καὶ Σαρακηνοὺς ἐξαρπάζειν τῆς ἐκείνου χειρός. Οὐδὲ γὰρ ἔχεις εἰ-

πεῖν ὡς ἐξὸν τοῦτο ποιεῖν οὐκ ἐποίησαν ἢ ὅτι συνήραντο αὐτῷ καὶ

συνηγωνίσαντο εἰς τὴν κατὰ τῶν Σαρακηνῶν κάκωσιν. Τί οὖν διὰ τοῦτο

πολεμεῖς Κυπρίοις καὶ κατ' αὐτῶν κενοῖς τὴν ὀργήν; Τί δὲ ἀντὶ τοῦ

τῷ σὲ λυπήσαντι σπουδάζειν ἃ ἔδρασεν ἀνταποδοῦναι, τοῖς οὐδὲν λυπηρὸν

ἐργασαμένοις τὰ τῆς σῆς λύπης ἀνταποδίδως; Ἢ καὶ διότι πρὸς τὴν

σὴν εἰσήλασε χώραν Ἡμέριος καὶ τῆς Συρίας πολίσματά τινα ἐκπολε-

μήσας κεχείρωται, διὰ ταῦτα ὑποκείσονται Κύπριοι τιμωρίαις καὶ κατ'

αὐτῶν ἀγανακτεῖν εὐλόγως νομίσεις καὶ ὅπλα κινήσεις, καὶ ἀντὶ τοῦ

μάχεσθαι πρὸς Ἡμέριον κατ' ἐκείνων συστήσεις τὸν πόλεμον; Ἀλλ'

οὐκ ἔδοξεν οὕτως οὔτε τοῖς σοῖς πατράσιν οὔτε τοῖς ἐκείνων μέχρι σοῦ δια-

δόχοις. Διὰ τί; Ὅτι Κύπριοι μεθόριοι τῆς τε Ῥωμαϊκῆς καὶ τῆς τῶν

Σαρακηνῶν ἐξουσίας, καὶ οὔτε ὑμῖν ἀνταίρουσι χεῖρας οὔτε Ῥωμαίοις,

ἀλλ' ἐπ' ἴσης ἀνατέθεινται πρὸς δουλείαν τήν τε ὑμετέραν καὶ τὴν

ἡμετέραν, μᾶλλον δὲ τὸ πλέον τῇ ὑμετέρᾳ δουλεύοντες. Ὡς οὖν ἄδικον

καὶ ἀπάνθρωπον πολεμεῖν Κυπρίοις διότι κατὰ τῆς ὑμετέρας ἐξεστρά-

τευσε χώρας Ἡμέριος, οὕτω παράνομον καὶ πάσης ἄξιον κατηγορίας

πολεμεῖν Κυπρίοις διότι κατὰ τὴν νῆσόν τινας τῶν Σαρακηνῶν συνέβη

ταῖς Ἡμερίου χερσὶ περιπεπτωκέναι. Σὺ δέ μοι δοκεῖς, ὁδῷ τοῦ πρά-

γματος προϊόντος, καὶ κατὰ τῶν ἐν τῇ Συρίᾳ Χριστιανῶν πόλεμον

ἐπενεγκεῖν διότι Χριστιανοὶ καθ' ὑμῶν ἐκστρατεύονται· εἰ δὲ τοῦτο

πράττειν πάσης ἐπέκεινα μιαιφονίας ἐστίν, οὐδὲ τὰ τῶν Κυπρίων ἀπήλ-

λακται τῆς ἴσης μιαιφονίας.

Ἀλλ' ἐάσθω τὰ παρ' ἡμῶν εἰς ἔλεγχον τοῦ παρανόμου πολέμου

λεγόμενα. Σκέψαι δὲ καὶ τὰ ἐκ τῆς θείας δίκης, καὶ ὢν συνετώτατος καὶ

συνιδεῖν ἱκανὸς θεῖα κρίματα κατανόει μοι καὶ τὴν ἐξ οὐρανοῦ ἐπὶ τοῖς

γεγενημένοις τῷ παρανομωτάτῳ Δαμιανῷ ἀγανάκτησιν. Ὅ τε γὰρ ἐξ

ἀνθρώπων ἀφανισμὸς αὐτοῦ τοῦτο διδάσκει, ἀλλὰ καὶ ἡ ἐξ οὗ χρόνου

σφαγαῖς ἀδίκοις τὴν γῆν ἔχρανε τῶν Κυπρίων συσχοῦσα τοῦτον ἀρρωστία

καὶ κατὰ μικρὸν δαπανῶσα μαρτύριόν ἐστι τῆς δικαίας παρὰ θεοῦ τιμω-

ρίας ἀνθ' ὧν παρηνόμησεν· εἰ βούλει δὲ καὶ ἃ διὰ θαλάττης ἀπήντησε τῷ

ὑμετέρῳ στόλῳ καὶ ἡ κατ' αὐτὴν τὴν νῆσον ἀπώλεια τῶν πλοίων ὑμῶν,

ἣν ἀπολέσαι ὁ βδελυρὸς ἐκεῖνος διανενόηται. Οἶδα ὅτι χωρὶς τῶν ἡμετέρων

λόγων ταῦτα συνίης καὶ συγγινώσκεις· ὅμως δὲ ἐπείπερ οὐδὲν ἦν κωλῦον

καὶ παρ' ἡμῶν ἐπισημανθῆναι, ταῦτα προσείρηται.

Τὸ λοιπόν ἐστι τῆς δεδομένης θεόθεν ὑμῖν ἐξουσίας, μὴ μόνον

συνιδεῖν, ἀλλὰ καὶ ἐπανορθώσασθαι τὸ γεγονὸς πταῖσμα, καὶ τοῖς ταπει-

νοῖς Κυπρίοις ἀποκαταστῆσαι τὰ ἐξ ἀρχῆς παρὰ τῶν πατέρων ὑμῶν

αὐτοῖς παρεσχημένα δίκαια καὶ τὸ ἀβλαβὲς καὶ ἀνεπηρέαστον, καὶ κατα-

λιπεῖν αὐτοὺς ἐπὶ τοῦ ἀρχαίου σχήματος τῆς εἰρήνης, παρέχοντας ὅσα

νενόμισται ὑποτελεῖν καὶ ὑπουργοῦντας τὴν ἄνωθεν καὶ μέχρι τοῦ νῦν

ὑπουργίαν Σαρακηνοῖς, πάσης βαρύτητος καὶ βίας ἐλευθέρους διατε-

λοῦντας τῆς χθὲς καὶ πρώην ἐπιτεθειμένης αὐτοῖς ὑπὸ τῆς τοῦ Δαμιανοῦ

σκαιότητος καὶ ἀπανθρωπίας, ἵνα μήτε τῶν πατέρων ὑμῶν ἀθετοῦντες

ὀφθείητε τὰ καλῶς δόξαντα βουλεύματά τε καὶ σύμφωνα μήτε ἀντὶ τῆς

πρεπούσης ὑμῖν ἐπὶ τῇ δικαιοσύνῃ τιμῆς τε καὶ δόξης πρὸς τοὐναντίον

εἴητε μεταπίπτοντες.

2

{Τῷ αὐτῷ}

Ἁπάντων ὅσα τοῖς ἀνθρώποις ὁ βίος φέρει καλὰ καὶ δι' ὧν ἀνθρω-

πίνη ζωὴ κέκτηται τὸ ἡδύ, οὐδὲν οὕτω καλὸν οὐδὲ ἡδύτερον τοῖς φρονή-

σει κεκοσμημένοις ὡς κτῆσις φιλίας καὶ ἡ περὶ ταύτην σπουδή. Ἐντεῦ-

θεν ἄλλοι μὲν πρὸς οὓς οὐκ ἔσχον συνήθειαν διὰ φροντίδος ἔθεντο οἷον

ἀρχήν τινα καταβαλέσθαι καὶ φυτεῦσαι φιλίαν· ἕτεροι δὲ πάλαι καὶ ἄνω-

θεν ἀναβλαστησάσης, εἶτα ὥσπερ ὑπομαρανθείσης τῷ χρόνῳ, δεῖξαι ἀνα-

θάλλουσαν διεσπούδασαν καὶ δι' ἑαυτῶν εἰς τὸ ἀρχαῖον ἐπανήγαγον, ὀρθῶς

εἰδότες καὶ συνέσει τελειοτάτῃ τὴν φύσιν τοῦ πράγματος κατανοήσαντες

ὅτι τῶν ἐν τῷ βίῳ πάντων καὶ τιμιώτερον καὶ χαριέστερον τὸ τῆς φιλίας

τερπνόν. Ταῦτα προοιμιάζομαι οὐχ ὡς ἀγνοούσης τῆς ὑμῶν εὐγενείας,

ἀλλ' ὡς πρὸς εἰδότα καὶ αὐτὸς εἰδὼς καὶ οἷον κοινὴν συνομιλίαν περὶ τοῦ

ἀμφοτέρους ἀναλαβέσθαι τὸ πρᾶγμα τῆς φιλίας, οὗπερ οὐ νῦν ἀρχόμεθα,

ἀλλὰ μᾶλλον κλῆρον ὄντα πατρικὸν ἐπιζητοῦμεν καί, ὃ προέφημεν, ἀνα-

θάλλειν παρασκευάσαι σπουδάζομεν, οὐκ οἶδα ὅπως τῷ χρόνῳ κινδυ-

νεύσασαν διαρρυῆναι.

Οὐ λανθάνει γὰρ τὴν ὑμετέραν σύνεσιν ὅτιπερ ὁ ἐν ἀρχιερεῦσι

θεοῦ μέγιστος καὶ ἀοίδιμος Φώτιος ὁ ἐμὸς ἐν πνεύματι ἁγίῳ πατὴρ

πρὸς τὸν πατέρα τῆς ὑμῶν εὐγενείας οὕτως συνῆπτο τῇ τοῦ πόθου σχέσει

ὡς οὐδεὶς οὐδὲ τῶν ὁμοδόξων καὶ ὁμοφύλων φιλικῶς διετέθειτο πρὸς ὑμᾶς·

ἄνθρωπος γὰρ ὢν τοῦ θεοῦ καὶ πολὺς τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, ᾔδει

ὅτι κἂν τὸ τοῦ σεβάσματος διίστη διατείχισμα, ἀλλὰ τό γε τῆς φρονήσεως,

τῆς ἀγχινοίας, τοῦ τρόπου τὸ εὐσταθές, τὸ τῆς φιλανθρωπίας, τὰ λοιπὰ

ὅσα κοσμεῖ καὶ σεμνύνει τὴν ἀνθρωπίνην φύσιν προσόντα, πόθον ἀναφλέγει

τοῖς τὰ καλὰ φιλοῦσι τῶν οἷς πρόσεστι τὰ φιλούμενα. Διὰ τοῦτο κἀκεῖνος

ἐφίλει τὸν σὸν πατέρα οἷς εἶπον κοσμούμενον, εἰ καὶ μεταξὺ τὸ διαφέρον

τῆς πίστεως ἵστατο. Ἐκινήθημεν δὲ οὐ νῦν πρὸς τὴν προαίρεσιν ταύτην,

ἀλλὰ πάλαι καὶ πρώην συνεκινούμεθα καὶ περὶ πολλοῦ ἐποιούμεθα,

τοῦτο δὴ ὃ προέφην, τὴν ζήτησιν τῆς πατρικῆς ἡμῶν φιλίας.

Παρέστηκε δὲ νῦν ὑπόθεσις τὸν σκοπὸν ἡμῶν πληροῦσα, ἣν ὡς

ἀληθῶς ἔδει τοῦ τοιούτου πράγματος ἀρχὴν γενέσθαι· ἡ δέ ἐστιν ὡς ὁρᾷς

συμπάθεια πρὸς τὸ ὁμοφυές, φιλανθρωπία, ἔλεος, ἡμερότης, καὶ τί ἄλλο

ἢ αὐτοῦ τοῦ θεοῦ τῆς ἀγαθότητος μίμησις; Ὃς διὰ πολλὴν χρηστότητα

καὶ ἄπειρον ἔλεος καὶ οὐκ ὄντας ὑπέστησεν καὶ ὑποστάντας ἐκ πηλοῦ

οἷα πατὴρ ἐφαπλῶν τὴν κηδεμονίαν τὰ σπλάγχνα περιέπει, τὴν ζωὴν

συνέχει, πάντα χορηγεῖ οἷς τὸ ἀνθρώπινον ἔχει τὴν διαμονήν. Τοιαύτη

τις ἡ παροῦσα ὑπόθεσις, τούτων ὧν εἶπον καὶ αὐτὴ φέρουσα τὴν ἀπό-

λαυσιν· ἡ γὰρ τῶν δεσμίων ἐλευθερία, ἡ τῆς αἰχμαλωσίας ἀνάκλησις,

ἡ τῆς δουλείας ἀπολύτρωσις, ἡ πρὸς τοὺς οἰκείους, ἡ πρὸς τοὺς συγγενεῖς,

ἡ πρὸς τοὺς φίλους ἐπάνοδος τῶν αἰχμαλώτων, ταῦτα ἔχει, τὴν διαμονὴν

τοῦ γένους, τὴν συνοχὴν τῆς φιλίας, τὴν γλυκεῖαν τῆς ζωῆς μέθεξιν.

Ἀλλ' ἐπεὶ ταῦτα ἔφημεν, ἤδη καὶ ὡς φίλοι καὶ ὑπὲρ φίλου δόξης

φροντίζοντες τὴν συμβουλὴν καὶ τὴν πρὸς τὸ φιλάνθρωπον ἔργον τῆς

τῶν δεσμίων ἐλευθερίας παραίνεσιν συνεισάγομεν, καὶ πρόθυμόν σε πρὸς

τοῦτο τυγχάνοντα ποιεῖν σπουδάζομεν προθυμότερον, ἵνα ἐπὶ τῶν σῶν

ἡμερῶν τοιαύτης εἰς τοὺς αἰχμαλώτους γεγενημένης φιλανθρωπίας

αὐτός τε κλέος ἀείμνηστον ἕξῃς καὶ ἡμεῖς ὡς φίλοι τοῦ φιλουμένου τῆς

δόξης συναπολαύωμεν. Πολλαί, φίλων ἐμοὶ ἄριστε, τοῦ βίου περιστάσεις αἳ

συνέχουσι καὶ στενοχωροῦσι τοὺς ἀνθρώπους καὶ βαρείας ἀπεργάζονται

ἀλγηδόνας· οὐδεμία δὲ πρὸς αἰχμαλωσίαν συγκρίνεται, ἀλλ' ὅσα ἐάν τις

εἴπῃ, κἄν τε πενίαν, κἄν τε ἀσθένειαν, ἢ μελῶν πηρώσεις, πάντα πρὸς

ἐκείνην τὴν κάκωσιν καὶ ταλαιπωρίαν εὑρίσκονται ἀνεκτότερα. Τί γὰ

ἐπωδυνώτερον, γονεῖς ἐκ παίδων χωρισθῆναι, συζύγων διατομήν, ἀδελ-

φῶν ἀποξένωσιν; Καὶ οὔπω φημὶ ὅσα λοιπὰ τοὺς αἰχμαλώτους συνέχει,

ἃ καὶ ἡ σὴ εὐγένεια καὶ πάντες ὅσοι νοῦ μετέχουσι συνεπίστανται. Διὰ

τοῦτο ἐπὶ νοῦν ἀναληψάμενος τὰ κοινὰ πάθη τῶν τε ὑμῖν ὁμοπίστων καὶ

τῶν τῆς ἡμετέρας πίστεως, μὴ βουληθῇς πρὸς τὴν τελείωσιν τοῦ σωτηρίου

πράγματος δυσχερὴς ὀφθῆναι μηδὲ προφάσεις τινὰς δυσκολίαν φερούσας

πρὸς τὴν ἀπαλλαγὴν τῶν τῆς αἰχμαλωσίας δεσμίων τῶν τε ὑμετέρων

καὶ τῶν ἡμετέρων προβαλέσθαι· μᾶλλον μὲν οὖν ὡς δικαιοσύνην τιμῶν,

πρὸς τὸ δίκαιον ἀφορῶν, καὶ μὴ ἀντεχόμενος κέρδους οἰκείου, καινοτο-

μίαν δὲ Χριστιανοῖς ἐπιβάλλων. Οὐκ ἔστι κέρδος τὸ ἄδικον οὐδὲ ὠφελεῖν

οἶδε τὸ πλεονεκτικόν, ἀλλ' ἐσχάτη βλάβη καὶ καινοτομία τοῖς ὥσπερ σὺ

οὖσιν ἱκανοῖς τὰ πρέποντα ἐκλογίζεσθαι. Τοῦτο μεγίστη ὠφέλεια, τοῦτο

ἀσύγκριτον κέρδος, τὸ ἐπὶ τῆς ὑμῶν ἀρχῆς καὶ διοικήσεως πρὸς τὴν

οἰκείαν πατρίδα τοὺς ὁμοεθνεῖς ἀποκαταστῆναι, τὸ γονεῖς ἀπολαβεῖν τὰ

ἴδια τέκνα, τὸ ταῦτα τοῖς πατράσι συναφθῆναι, τὸ γυναιξὶ τοὺς ὁμοζύ-

γους ἀποδοθῆναι, τὸ φίλοις συγγενέσθαι τοὺς φίλους, καὶ ἁπλῶς ὅσα καλὰ

ἑκάστῳ δίδωσιν ἡ πατρίς, τὸ τούτων μετέχειν τοὺς ἄχρι καὶ νῦν τῆς

πατρίδος ἀποξενωμένους.

Ταῦτα, φίλων ἐμοὶ ἄριστε καὶ τιμιώτατε, ἀρχὴν τῆς πρὸς σὲ ποιοῦ-

μαι φιλίας καὶ γράφω καὶ παραινῶ, ἐπεὶ καὶ σοὶ πρέπον τοιαῦτα ποιεῖν

καὶ ἡμῖν τοιαῦτα πρὸς τὸν φιλούμενον γράφειν· τὰ δ' ἄλλα ἐρρῶσθαί σε

ἐπευχόμεθα ὑψηλότερον συντηρούμενον πάσης βιωτικῆς ἀνωμαλίας καὶ

περιστάσεως ὅση τῷ θνητῷ τούτῳ βίῳ ἄνω καὶ κάτω στρεφομένῳ

οἶδεν ἐμπολιτεύεσθαι.

3

{Τῷ ὑπερφυεστάτῳ μεγαλοδόξῳ πνευματικῷ τέκνῳ

Συμεὼν ἄρχοντι Βουλγαρίας}

Ἴσως περιττόν τι ποιεῖν δοκοῦμεν, τέκνον ἡμῶν, δυσωπεῖν σε

βουλόμενοι τοιαύτην δυσώπησιν, ἥτις καὶ χωρὶς τῶν ἡμετέρων λόγων

ἐν τῇ σῇ θεοφιλεῖ ψυχῇ ἐναπόκειται· παντὶ γὰρ ἀνθρώπῳ γνώμην συμπαθῆ

φέρειν ὀφειλομένου τυγχάνοντος, μάλιστα χρέος ἐστὶν ἀπαραίτητον τοῖς

ἀναβεβηκόσιν εἰς ἀρχῆς ὕψος τοῦτο διασῴζειν, ἐπεὶ καὶ παρὰ τοῦ

πάντων ἄρχοντος θεοῦ παρεσχέθη τοῖς ἄρχουσιν ἡ ἀρχὴ οὐδενὸς ἄλλου

χάριν ἢ ἵνα πρὸς μίμησιν τοῦ τιμήσαντος καὶ εἰς τὸ ἄρχειν ἀναβιβάσαντος

ἀναφαίνωνται διαβιοῦντες. Πάντως δὲ νουνεχὴς ὢν καὶ συνετὸς ἐπίστασαι

τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὴν χρηστότητα καὶ τὸ συμπαθές· ὃς

καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, τοσοῦτον ἡμῶν μακρύνει

τὰς ἁμαρτίας ἀφ' ἡμῶν. Καὶ τοῦτο δὲ λίαν ἐπίστασαι, ὅτι οἵ γε ὡς

ἀληθῶς ἄξιοι τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς ἀρχῆς, πλείστων ὑπαρ-

χόντων δι' ὧν ἐστιν αὐτοῖς θεραπεύειν θεόν, ταύτην μάλιστα τὴν ἐξαί-

ρετον θεραπείαν προσφέρουσι, τὸ φιλάνθρωπον ὡς εἶπον καὶ τὸ ἀνεξίκακον

καὶ τὸ πρὸς τοὺς ὑποχειρίους ἀόργητόν τε καὶ συμπαθές. Οὐ γὰρ διὰ τοῦτο

τῶν λοιπῶν προεκρίθησαν, ἵνα τῇ ἐξουσίᾳ πρὸς θυμὸν ἀποχρῶνται

καὶ κάκωσιν τῶν ἀνθρώπων, ἀλλ' ἵνα σπλάγχνοις πατρικοῖς, κἂν πολ-

λάκις τινὰ συμβῇ ἐξαμαρτῆσαι, τὸ ἁμάρτημα μεθοδεύωσιν. Ἀρκεῖ ἐπὶ

τοσοῦτον προοιμιάζεσθαι, αὐτήν σοι λοιπὸν ἐκτιθέμεθα τὴν ὑπόθεσιν

περὶ ἧς δυσωποῦμεν.

Ἄνθρωπός τις οὐκ οἶδα δίκαιος ὢν ὑποσχεῖν τιμωρίαν, οὐκ οἶδα

οἷα τὰ ἀνθρώπινα εἰς περίστασιν ἐμπεσών, ἕνεκεν τοῦ φοβεῖσθαι τὴν

ὑμῶν ἐξουσίαν τῷ ναῷ τοῦ θεοῦ ὃν πᾶς ὁμολογεῖ Χριστιανὸς ὀφθαλμὸν

εἶναι τῆς οἰκουμένης προσπέφευγεν, ἐν ᾧ ἡμεῖς, εἰ καὶ ἀχρεῖοι, νύκτα

καὶ ἡμέραν τὴν λατρείαν προσφέρομεν. Οὗτος ἐπειδὴ ἀπαραιτήτως

εἵλκετο τοῦ ναοῦ, πολλὰ τό τε ἅγιον ἱλαστήριον ἐπιβοώμενος καὶ τὴν

κοινῶς πᾶσι Χριστιανοῖς ὀφειλομένην τοῖς θείοις ἱεροῖς σεβασμιότητα καὶ

τὴν τῶν ἐν αὐτοῖς προσφευγόντων ἀσυλίαν, ἐκίνησεν ἡμᾶς (καὶ τί γὰρ

ἄλλο ἔδει ποιεῖν λειτουργοὺς ὄντας, εἰ καὶ ἀναξίους, τοῦ ἁγίου θυσια-

στηρίου;) εἰς τὸ μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι τοῖς βουλομένοις αὐτὸν

ἕλκειν τοῦτο παριδεῖν ἐκτελέσαι, καίτοι χαλεπαινόντων καὶ σκληρῶς

ἡμῖν διὰ τὴν σὴν χάριν προσφερομένων. Ὅμως ἐπαγγελλομένων καὶ πᾶσι

τρόποις βεβαιούντων ἡμᾶς ὡς οὐδὲν δεινὸν ἀπεργάσῃ, τέκνον ἡμῶν,

ἀλλὰ συγγνώμης ἀξιωθήσεται παρὰ σοὶ καὶ τῆς ἐπὶ τῷ πταίσματι συγχω-

ρήσεως, ἐξηγάγομεν αὐτὸν τοῦ ναοῦ καὶ ἀπεστείλαμεν, θεὸν ἐπιμαρτυ-

ρόμενοι καὶ τὸ πανάγιον αὐτοῦ ἱλαστήριον, καὶ κατὰ τὸν παρόντα αἰῶνα

καὶ κατὰ τὸν μέλλοντα μὴ περιιδεῖν αὐτὸν ἀνεκδίκητον, εἴ τι λυπηρὸν

αὐτῷ καὶ δυσχερές, ὅπερ μὴ γένοιτό σε, τέκνον ἡμῶν, διαπράξασθαι,

ἀπαντήσει. Μὴ νόμιζε οὖν τοῦτον ἐκ χειρὸς λαμβάνειν τῶν πρὸς σὲ παρα-

γινομένων, ἀλλ' ἐμὲ λογίζου αὐτὸν παρεῖναι, ὃς τοῦτον ἐξείλκυσα τοῦ

θείου ναοῦ, καὶ χειρὶ τῇ ἐμῇ τῇ σῇ παραδιδόναι χειρί. Σκόπει δὴ ὅπως

καὶ τὸ ἱερὸν τοῦ θεοῦ τιμήσεις, καὶ διὰ τούτου πρὸς αὐτὸν τὴν τιμὴν

ἀνενέγκῃς, καὶ σεαυτῷ τὴν ἄνωθεν αὐτοῦ εὐμένειαν ἐπισπάσῃ, καὶ τὴν

ἡμῶν ταπεινότητα διὰ τῆς πρὸς τὸν ἄνθρωπον συμπαθείας ἕξεις ὑπερευ-

χομένην σοι τὰ ἀγαθὰ καὶ σωτήρια, ἀλλὰ μὴ καταβοῶσαν ἀντὶ τῆς εἰς τὸν

θεῖον ναὸν ὕβρεως, εἴ τις, ὅπερ μὴ γένοιτο, τιμωρία καὶ κόλασις τὸν

ἄνθρωπον ὑποδέξεται.

Χωρὶς δὲ τούτων ἀναμνήσθητι, τέκνον ἡμῶν, ὡς καὶ αὐτὸς ἐπὶ

τοῖς οἰκείοις πταίσμασι τῆς θεϊκῆς χρηστότητος καὶ φιλανθρωπίας

χρῄζεις, ἧς οὐκ ἔστιν ἐπιτυχεῖν μὴ ἀφιέντα τοῖς ὀφείλουσι τὰ ὀφειλήματα·

καλὸν οὖν ὥσπερ τινὰ προκαταβολὴν δοῦναι θεῷ τὸν εἰς τὸν ἄνθρωπον

ἔλεον, ἵνα καὶ αὐτὸς τύχῃς τῆς θεϊκῆς ἐλεημοσύνης. Καὶ τοῦτο δὲ ἄξιόν

σε συνιδεῖν, ὅτι καὶ φιλανθρώπῳ γενομένῳ σοι καί (ὅπερ μὴ συγχωρήσοι

θεός) εἰς τὸ ἐναντίον τρεπομένῳ, πολλαπλάσιος ἔσται ἢ τῆς φιλανθρωπίας

ἢ τῆς κολάσεως ἡ ἀντίδοσις. Οὐ γὰρ ἁπλοῦν, ὡς ὁρᾷς, πραχθήσεταί σοι

τὸ ἁμάρτημα· ὅ τε γὰρ ναὸς ὑβρίζεται τοῦ θεοῦ καὶ ὁ τούτου ἀρχιερεύς,

εἰ καὶ ἐλάχιστος, καὶ δόγματα κατασφαλιζόμενα τὴν ἀσυλίαν τοῖς εἰς

τὸ μέγα καταφύγιον τοῦτο καταφεύγουσιν.

Ἀλλὰ ταῦτα μὲν τὰ ἐκ τῆς τοῦ λόγου παραινέσεως ἡμῖν προσείρη-

ται· ὑπόλοιπον δὲ καὶ ἔτι δεσμῷ τοῦ παναγίου πνεύματος τὰ εἰρημένα

ἐπὶ πλέον ὀχυρῶσαι καὶ σέ, τέκνον ἡμῶν, εἰς τὸ μὴ ἀνάξιόν τι παθεῖν

τῆς σῆς μεγαλοτίμου ἀρετῆς μηδὲ ἐξαμαρτεῖν διασφαλίσασθαι. Καὶ

λοιπὸν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, παρ' οὗ ἡμῖν τοῖς ταπεινοῖς

ἐξουσία δέδοται δεσμεῖν ἐπὶ σωτηρίᾳ ψυχῆς τοὺς ἐν χρείᾳ τοῦ δεσμοῦ

καθισταμένους, ἀπαγορεύομέν σοι μηδεμίαν κόλασιν ἢ τιμωρίαν ἐπα-

γαγεῖν τῷ ἐκ τοῦ ἱεροῦ οἴκου τοῦ θεοῦ ληφθέντι, μηδ' εἰς πεῖράν τινος

κακώσεως αὐτὸν καταστῆσαι, ἀλλ' οἰκτιρμῶν ἀξιῶσαι καὶ συγγνώμης,

ὡς ἂν καὶ αὐτὸς εὕροις ἐπὶ ταῖς σαῖς ἐξαιτήσεσι πειθόμενον τὸν πάντων

ἄρχοντα καὶ δεσπότην, ἀλλὰ μὴ ὀργιζόμενον καὶ προτείνοντά σοι τοὺς

λόγους ἐκείνους οὓς ὁ τῶν πολλῶν ὀφλημάτων τῆς λύσεως οἰκέτης

ἀξιωθείς, ἐπείπερ τῷ πλησίον ὤφθη ἀσυμπαθής, σὺν ἀπειλῇ ἀποφηνα-

μένου τοῦ δεσπότου διήκουσεν.

4

{Τῷ τιμιωτάτῳ θεοφιλεστάτῳ συλλειτουργῷ καὶ

τέκνῳ ἡμῶν ἀρχιεπισκόπῳ Βουλγαρίας}

Καὶ ἄλλως ἡμῖν ἐπιθυμητῆς ὑπαρχούσης τῆς πρὸς τὴν σὴν ὁσιότη-

τα διὰ τοῦ γράφειν συνομιλίας, νῦν ἐπειδὴ καὶ πράγματος ἀναγκαίου

ὑπόθεσις προελθοῦσα πρὸς τὸ γράφειν ἐκίνησεν, ἅμα μὲν καὶ τὴν ἐπιθυ-

μίαν παρηγοροῦντες, καὶ τῷ ἀναγκαίῳ τοῦ πράγματος συγκινούμενοι, τὸ

παρόν σοι γράμμα διαχαράττομεν. Ἀλλ' ἐκεῖνο προλαβεῖν δεήσει πρὸ

τῆς κατὰ μέρος τοῦ πράγματος διηγήσεως, ὅτι καταξιωθέντες τῷ ἁγίῳ

θυσιαστηρίῳ παρίστασθαι καὶ μεσιτεύειν ὑπὲρ ἀνθρώπων ἐν γῇ στρεφό-

μενοι πρὸς τὸν ἐν οὐρανοῖς δεσπότην κατασταθέντες (ὢ τῆς φρικτῆς

καὶ ὑπὲρ λόγον δωρεᾶς καὶ φιλοτιμίας) ὀφείλομεν συντόνῳ λογισμῷ τὴν

τάξιν ἐφ' ἣν κατέστημεν ἐννοεῖν, καὶ ἐπεὶ τὰ πρὸς θεὸν ἁμαρτανόμενα

τοῖς ἀνθρώποις παραιτούμεθα, πολλῷ πλέον τὰ εἰς ἀλλήλους πταίσματα

τῶν ἀνθρώπων διαλύειν σπουδάζειν καὶ τὰς πολλάκις ἐπαγομένας παρὰ

τῶν ὑπερεχόντων παραιτεῖσθαι τιμωρίας, ἅτε δὴ καὶ ἀσυγκρίτου ἡμῖν

τῆς πρὸς ἀνθρώπους παρρησίας ὑπαρχούσης καὶ εὐλόγου παραιτήσεως.

Τί γὰρ ἂν εἴη ἄνθρωπος ἐξημαρτηκὼς εἰς ἄνθρωπον ὃ μὴ κατὰ πολὺ

ἔλαττον ἀποφαίνεται τῶν πρὸς θεὸν καθ' ἑκάστην ἁμαρτανομένων, ὧν οἱ

τῷ ἁγίῳ θυσιαστηρίῳ παριστάμενοι πρέσβεις καὶ παραιτηταὶ καθεστή-

κασιν;

Διὰ τί ταῦτα εἶπον; Ἵνα καὶ ἡ σὴ θεοφιλὴς ὁσιότης, ἱερατεύειν

λαχοῦσα τοῦ Βουλγάρων ἔθνους, τῇ δεδομένῃ σοι παρὰ τοῦ ἁγίου πνεύ-

ματος παρρησίᾳ τὸν τὴν ἀρχὴν ὑμῶν κεκτημένον, φημὶ δὴ τὸ ἠγαπημένον

ἡμῶν τέκνον, ἐπειδὰν οἷα τὰ ἀνθρώπινα πρὸς ἀγανάκτησίν τινος ἐξα-

χθείη, τοῦτο μὲν πατρικῶς παραινῶν, τοῦτο δὲ καὶ ἀρχιερατικῶς παρ-

ρησιαζόμενος, ἀναδιδάσκῃς μέτρα εἰδέναι τῆς ἀγανακτήσεως, μᾶλλον δὲ

τὰ πολλὰ νικᾶν τῷ φιλανθρώπῳ τὴν ἀγανάκτησιν καὶ παρορᾶν τὴν τιμω-

ρίαν, ὡς εἰδότα ὅτι παντὶ μὲν ἀνθρώπῳ κατὰ πολὺ κρεῖττόν ἐστι τοῦ

λαβεῖν τιμωρίαν τὸ δοῦναι συγγνώμην, μάλιστα δὲ τοῖς ἀρχὴν καὶ ἐξου-

σίαν εἰληφόσι παρὰ θεοῦ, οὓς τοσοῦτον ἀποφαίνει θαυμαστοὺς καὶ

τιμίους τὸ συγγνωμονικὸν ὅσον ἐξουσίαν ἔχοντες κολάσαι τὴν συγγνώμην

προέκριναν τῆς κολάσεως.

Ἀλλ' ἐπεὶ ταῦτα ὑπεμνήσαμεν, φέρε δηλώσωμεν καὶ τὴν ὑπό-

θεσιν δι' ἣν τὸ γράμμα διατυποῦται. Ἄνθρωπός τις προσπέφευγε τῇ

καθ' ἡμᾶς ἁγιωτάτῃ ἐκκλησίᾳ, ὥς φησιν, οὔτε τοῦ Βουλγάρων τυγχά-

νων γένους οὔτε τινὸς τῶν ἐν Βουλγαρίᾳ χρηματίσας οἰκέτης, καὶ νῦν ὡς

δραπέτης οἰκέτης ἐπιζητούμενος. Τοῦτον προσφυγόντα τῷ ἱερῷ τοῦ

θεοῦ πρὸς χάριν τοῦ ἐκ θεοῦ ἄρχοντος ἧκον ἀποσπάσαι βουλόμενοι τοῦ

ναοῦ· οἷς ἡμεῖς πολλὰ χαλεπαίνουσιν καὶ σκληρῶς προσφερομένοις πει-

σθῆναι οὐκ ἐβουλόμεθα οὐδὲ συγχωρεῖν ἀποσπάσαι τοῦ ναοῦ τὸν ἱκέτην,

ἕως οὗ, πληροφορίαν παρασχόντες ὡς οὐδὲν πείσεται δεινὸν παρὰ τοῦ

ἐκ θεοῦ ἄρχοντος, τοῦ παναγίου ἔλαβον θυσιαστηρίου, πολλὰ καὶ θεὸν

ἐπιμαρτυρομένων ἡμῶν καὶ τὸ ἅγιον ἱλαστήριον, ὡς εἰ κακόν τι ἀπαντήσει

αὐτῷ, οὐ μὴ ἀνήσωμεν, ἕως ἂν ἐν ζῶσι στρεφώμεθα, ἀλλὰ καὶ μετὰ

τὴν ἐκ τοῦ βίου ἀπαλλαγήν, εἴ τις ἡμῖν ἀχρείοις οὖσιν παρασχεθείη

τόπος ἐντεύξεως πρὸς θεόν, κατὰ τοῦ ὑβριστοῦ τοῦ ἁγίου θυσιαστηρίου

τὰς ἐντεύξεις ποιεῖσθαι καὶ τῆς τούτου τιμωρίας. Πάντως δὲ δῆλός

ἐστιν ὁ ὑβριστής· οὐδεὶς γὰρ ἕτερος ἢ ὁ τὴν κόλασιν καὶ τὴν τιμωρίαν

ἐπενέγκαι τολμήσων, ὅπερ μὴ δοίη θεός, τῷ ἐκ τοῦ ναοῦ ληφθέντι ἀνθρώ-

πῳ. Οἱ μὲν γὰρ πείσαντες ἡμᾶς ἐξαγαγεῖν αὐτὸν οὐκ ἂν εἴησαν ὑβρι-

σταί, διότι μηδ' αὐτοὶ γίνονται τιμωροί, ἀλλὰ μᾶλλον χαριζόμενοι τῷ ἐκ

θεοῦ ἄρχοντι τὴν τοιαύτην κατεβάλοντο σπουδήν, καὶ ἄξιοι χαριζό-

μενοι ὡς φίλῳ τυχεῖν χάριτος φιλικῆς, ἀλλ' οὐχὶ διὰ τῆς ἐκείνου εἰς τὸν

ἄνθρωπον τιμωρίας ἔνοχοι κατακρίσεως ὀφθῆναι, οἷς τε παρέπεισαν

ἡμᾶς καὶ οἷς τὸν προσπεφευγότα τῷ θυσιαστηρίῳ λαβόντες ἀπέστειλαν

πρὸς αὐτόν.

Ἐγὼ δέ, εἴ τίς ἐστι νοερὰ διάβασις καὶ παρουσία ψυχῆς καὶ ἕ-

νωσις ἀνθρώπου πρὸς ἀνθρώπους, καὶ τοῦτό σοι γράφω τῷ θεοτιμήτῳ

ἡμῶν καὶ φιλαρέτῳ τέκνῳ προσειπεῖν. «Τέκνον ἐμόν, αὐτόν με νόμιζε τοῖς

σοῖς ὁρᾶν ὀφθαλμοῖς καὶ τὸν ἄνθρωπον τῇ ἐμῇ χειρὶ ἐκ τοῦ θυσιαστηρίου

ἐξαγαγόντα τῇ σῇ χειρὶ παρατίθεσθαι. Μηδείς σε παραπείσῃ, μὴ παρα-

λογίσῃ μήτε τὸν ἐν τῷ ἁγίῳ κατοικοῦντα ναῷ, ὃς τὸν οὐρανὸν πληροῖ καὶ

τὴν γῆν, μήτε τὸν ἀχρεῖον τοῦ ναοῦ ἱερέα, μηδέ τι πράξῃς ἀνιαρὸν εἰς τὸν

παρ' ἡμῶν ἐκ τοῦ ἱεροῦ ναοῦ ἐξενηνεγμένον καί σοι παραπεμφθέντα. Προ-

μαρτύρομαί σοι ὡς οὐχὶ τοῦ θεοῦ ἡ δίκη νυστάξει, ἀλλὰ πολλῷ βαρυ-

τέραν ἀπαιτήσει τὴν δίκην ἧς ἂν αὐτὸς ἐπιθήσῃς τῷ ταλαιπώρῳ ἀνθρώπῳ.»

Καὶ τοῦτο δὲ τῇ σῇ ἀρχιερωσύνῃ μὴ γενέσθω ὑποστολὴ προσει-

πεῖν αὐτῷ, ὅτι μὴ μέγα τὸ ἀνελεῖν μηδὲ τὸ τιμωρεῖσθαι· τοῦτο γὰρ καὶ

τοῦ τυχόντος· λῃσταὶ γὰρ καὶ καταποντισταὶ καὶ τὸ ἄλλο μυρίον τῶν

κακούργων γένος, εἰ βούλει δὲ καὶ ὄφεις καὶ λύκοι καὶ ἄρκτοι καὶ λέοντες

καὶ τὰ ἄλλα ἀνήμερα ζῷα δυνατὰ εἰς τὸ ἀνελεῖν καὶ λυπεῖν τὸ ἀνθρώ-

πινον. Ἀλλ' ἐκεῖνο μέγα ὡς ἀληθῶς, τὸ εὐεργέτην ὀφθῆναι, τὸ ψυχὴν

παρασφαλεῖσαν ἐπανορθώσασθαι ἢ κεκακωμένην ἰάσασθαι· καὶ τούτου

χρὴ πάντα μὲν τὸν μὴ ἀγνοοῦντα ὅτι κατ' εἰκόνα τετίμηται τοῦ θεοῦ

φροντίδα ποιεῖσθαι, μάλιστα δὲ τοὺς οὐ μόνον ἐκ τῆς πλάσεως, ἀλλὰ

καὶ διὰ τοῦ ἄρχειν τῶν ὁμοδούλων πλέον τι φιλοτιμηθέντας, τὸ φέρειν

τοῦ πλάσαντος τὴν ὁμοίωσιν.

Πολλὰ εἴχομεν καὶ ἕτερα γράφειν, ἀλλὰ τοῦτο μὲν τῆς σῆς ἀρχιε-

ρατικῆς τελειότητος ἱκανῆς οὔσης καὶ οἴκοθεν τὰ πρέποντα παραινεῖν,

τοῦτο δὲ καὶ τοῦ λόγου φεύγοντος διὰ τὸ μῆκος τὸ ὀχληρόν, τοῖς εἰρη-

μένοις ἠρκέσθημεν, ἐκεῖνο μόνον προσεπιλέγοντες, ὡς παράσχοι θεὸς

μηδὲν ἐναντίον τῆς ἡμετέρας παρακλήσεως καὶ τῆς ἐλπίδος γενέσθαι, ἵνα

μήτε τὸ πνευματικὸν ἡμῶν τέκνον ὁ ἐκ θεοῦ ἄρχων ὑπόδικος αἰωνίου

γένηται κρίματος μήτε οἱ κοινωνήσαντες αὐτῷ τῆς βουλῆς καὶ τῆς πρά-

ξεως κοινωνοὶ καὶ τῆς κατακρίσεως γένωνται.

5

{Συμεὼν ἄρχοντι Βουλγαρίας}

Ἃ γράφομεν, τέκνον ἡμῶν, μὴ νόμιζε μέλανι, ἀλλὰ τοῖς ἡμῶν

δάκρυσι γεγράφθαι· εἰς τοῦτο γάρ, ὡς ἔοικεν, περιέστησαν ἡμᾶς αἱ ἁμαρ-

τίαι ἡμῶν, ἵνα τοιαύτας περὶ σοῦ ἀκούσωμεν ἀγγελίας αἳ τὸ ἡμέτερον

πρὸς σὲ γράμμα τὰ δάκρυα ἕξουσιν ὑπουργοῦντα πρὸς τὴν γραφήν.

Φεῖσαι ἡμῶν, κύριε ὁ θεὸς ἡμῶν, καὶ μὴ παραχωρήσῃς ἐν ἡμέραις τῆς τα-

πεινότητος ἡμῶν καὶ ἀναξιότητος τοῦ σοῦ θυσιαστηρίου τοιαῦτα ἐνερ-

γηθῆναι ὑπὸ τοῦ πονηροῦ πράγματα ἃ μὴ διαλείψει τὸν πάντα αἰῶνα

μεμπτοὺς καὶ ἐπονειδίστους παντὶ τῷ κόσμῳ ποιεῖν τοὺς ταῦτα πράτ-

τειν ὁρμήσαντας.

Ἀλλὰ μέχρι τίνος φεύγει ὁ λόγος καὶ ἀναβάλλεται τὴν πονηρὰν

ἀγγελίαν καὶ θεῷ μισητὴν καὶ ἀνθρώποις ἀποτρόπαιον ἐμφανῶς σοι

λέγειν; Ἀνήγγειλαν ἡμῖν ὡς ὁ φρόνιμος, ὁ συνετώτατος, ὁ Χριστιανι-

κώτατος, ὁ πολλὰ μετακλαυσάμενος τὴν πονηρὰν ἐκείνην ἐκστρατείαν

ἣν ἐποιήσω κατὰ Χριστιανῶν, νῦν πάλιν χείρονι ἐκστρατείᾳ καὶ θεῷ

μισητοτέρᾳ ἐκείνην ἀποκρύπτειν ἐπιχειρεῖς, κινῆσαι βουλόμενος καὶ

τυραννικῶς ἐπελθεῖν κατὰ τοῦ μηδὲν ἀδικήσαντος, κατὰ τοῦ μηδὲν ὅλως

λυπήσαντος νηπίου καὶ ὀρφανοῦ καὶ παιδὸς βασιλέως, οὔτε τῆς τυραν-

νίδος ἔννοιαν λαβών, ὡς βδελυρὰ παρὰ θεῷ καὶ ἀνθρώποις—τίς γὰρ οὐκ

οἶδεν ὅτι καὶ θεὸς τυραννίδα μεμίσηκεν καὶ ἄνθρωποι τὸν αἰῶνα πάντα

τοὺς τυράννους ὡς κοινοὺς ἀλάστορας διαβάλλουσιν; —ἀλλὰ γὰρ οὔτε ταῦ-

τα εἰς ἔννοιαν ἔθου οὔτε τὸν πατέρα τῶν ὀρφανῶν ἐνεθυμήθης, ὃς καὶ

τὴν κατὰ τοῦ τυχόντος ὀρφανοῦ ἀδικίαν δυσχεραίνει καὶ βδελύσσεται

καὶ ἀτιμώρητον οὐκ ἐᾷ, μὴ ὅτι γε τὴν κατὰ βασιλέως ὃν αὐτὸς κρίμασιν

οἷς ἐδικαίωσεν τῶν σκήπτρων τῆς αὐτοῦ κληρονομίας κατέστησε

δεσπότην καὶ κύριον. Ἀλλ' οὐδὲ τῶν κοινῶν συμφώνων ἐποιήσω λόγον

ἃ τὴν εἰρήνην ἐξ ἀρχῆς, ἀφ' οὗ τῷ βαπτίσματι προσεληλύθατε, Ῥω-

μαίοις ἐμεσίτευσαν καὶ Βουλγάροις· οὐδὲ πάλιν τῶν δευτέρων ἃ τῆς

πρώτης κακῶς διαλελυμασμένης εἰρήνης εἰς ἀνακαινισμὸν καθιστῶντα

αὐτὴν ὑπὸ σοῦ αὐτοῦ γεγενημένα ὅρκοις φρικτοῖς κατησφαλίσθησάν

τε καὶ ὠχυρώθησαν.

Τί τοῦτο, τέκνον ἡμῶν; Ποῦ μοι τὸ περὶ σὲ καύχημα; Ποῦ ἐκεῖνα

τὰ καλὰ ὅσα ἡ ἀγαθὴ περιφέρουσα ταῖς ἀκοαῖς ἡμῶν φήμη, ὡς ὁ ἐκ

θεοῦ ἄρχων ἀγαθός, φιλόθεος, δίκαιος, μισοπόνηρος, ἐραστὴς ἀληθείας,

πολέμιος ψεύδους, καὶ τί με δεῖ καθ' ἕκαστον λέγειν, ὅσα κομίζουσα

ἡμῖν ἡ καλὴ ἐκείνη καὶ δεξιὰ φήμη ἐποίει χαίρειν ἐπὶ σοί, εὐφραίνεσθαι,

σεμνύνεσθαι, εὐχαριστίαν θεῷ ἀναφέρειν, δοξάζειν τὸν τῶν ὅλων ἄρχοντα

καὶ θεὸν καὶ δεσπότην, ὅτι τοιοῦτον ἄνδρα τῷ γένει τῶν Βουλγάρων κε-

φαλὴν καὶ ἄρχοντα ἔδωκεν; Ποῦ ταῦτα, δι' ὧν καὶ νυκτὶ καὶ ἡμέρᾳ

χαίρων ἐπὶ σοὶ εὐχὰς ἀνέφερον, εἰ καὶ ταπεινός, εἰ καὶ ἀχρεῖος τοῦ ἁγίου

θυσιαστηρίου παραστάτης, μὴ ἐπιλιπεῖν τὸ σὸν σπέρμα ποτὲ τοῦ ἄρχειν

τῶν Βουλγάρων τοῦ ἔθνους μηδὲ τῆς κληρονομίας τῶν σῶν κατορθωμά-

των τὰ σὰ ἐκπεσεῖν τέκνα; Ποῦ μοι ἐκεῖνα τὰ καλὰ καὶ σεμνὰ διηγή-

ματα; Πόθεν δὲ ταῦτα τὰ ἐναντία, τὰ σκυθρωπά, τὰ μεμισημένα θεῷ

καὶ ἀνθρώποις, τὰ εἰς αἰσχύνην ἀπάγοντα, τὰ ποιοῦντά μοι ἄρτον τὰ ἐμὰ

δάκρυα; Τίς γάρ, μὴ ὅτι γε ὡς ἐγὼ τὴν σὴν φιλήσας καὶ φιλῶν ἀρετήν,

ἀλλὰ καὶ ἄλλος δίκαια λογιζόμενος καὶ χωρὶς τοῦ σε φιλεῖν ἀκούων ταῦτα,

οὐχὶ πλήττεται τὴν καρδίαν, οὐ σκυθρωπάζει, οὐκ ἀνιᾶται, οὐχ ὅλος

γίνεται τῶν δακρύων; Τί γὰρ ἐπωδυνώτερον ἀνθρώποις, τί δὲ μᾶλλον

ἀξιώτερον θρηνεῖσθαι τοῦ ἄνθρωπον ἐν ἀρετῇ διαβόητον ὄντα καὶ ὀνό-

ματος ἀειμνήστου τυχόντα καὶ οἷον παράδειγμα καὶ τοῖς κατ' αὐτὸν καὶ

ταῖς μετέπειτα γενεαῖς τρόπων καὶ βίου φιλοθέου γενόμενον, ἐξαίφνης

τούτων μὲν ἐκπεσεῖν καὶ ἀλλοτριωθῆναι, πρὸς δὲ τὰ χείρω δέξασθαι τὴν

μετάπτωσιν; Οἴμοι τῶν ἐμῶν συμφορῶν, τῆς ἐμῆς ταλαιπωρίας, τῶν

ἐμῶν ὡς ἔοικεν ἀπείρων ἁμαρτιῶν. Φεῦ τῆς ἐπηρείας τοῦ ἐξ ἀρχῆς μισαν-

θρώπου, τοῦ τοῖς καλοῖς ἀεὶ διαφθονοῦντος, τοῦ πᾶσαν σπουδὴν

ποιουμένου ἐπὶ τὰ χείρω τοὺς ἀνθρώπους ἀπάγειν.

Ἐγώ, τέκνον ἐμόν, τὸ σὸν ἑκάστοτε ἀναμανθάνων εὐγενὲς φρό-

νημα τῆς ψυχῆς, καὶ ὅτι μηδὲν ἕτερον οὕτως σοι διασπουδάζεται ὡς τὸ

παραστῆσαι τὴν σὴν ἀρχὴν ἀκατάκριτον καὶ ἀνεύθυνον, οὐκ ὀλίγων καὶ

πρὶν τὰ νῦν λεγόμενα φημιζόντων, λῆρον ἐποιούμην τοὺς λόγους καὶ

ἐχθροὺς ὑπελάμβανον τῆς σῆς ἀρετῆς, καὶ διὰ τοῦτο ταῦτα λογοποιεῖν,

ἵνα σε μωμητὸν καταστήσωσιν· καὶ πολλοῖς ἔλεγον ὡς οὐδαμῶς ἔχει

χώραν ἡ τοιαύτη κατηγορία κατὰ τοῦ ἐκ θεοῦ ἄρχοντος. Ἔλεγον γὰρ

ὡς ἄνθρωπος τιμῶν εὐσέβειαν, ἀληθείᾳ χαίρων, δικαιοσύνην τιμῶν,

ὀνόματος ἀγαθοῦ καὶ μνήμης ἐφιέμενος, οὐκ ἄν ποτε τυραννίδος ἐπιθυ-

μίαν ἕξῃ· ὁ γὰρ τύραννος τούτων μὲν πάντων ἀλλότριος ὑπάρχων,

πεπληρωμένος δὲ τῶν ἐναντίων τὴν ἀθλίαν ψυχὴν πρὸς ταύτην ἀναφλέγε-

ται τὴν ἐπιθυμίαν. Καὶ γὰρ πᾶς τύραννος καὶ ἄπιστος καὶ ψεύστης καὶ

παράνομος καὶ ἄδικος καί, τὸ κεφάλαιον τῆς κακίας, μὴ νομίζων εἶναι

θεοῦ πρόνοιαν μηδ' ὑπὸ τῆς ἐκείνου κρίσεώς τε καὶ νεύσεως τὰ ἀνθρώ-

πινα διοικεῖσθαι καὶ ἀρχὰς καὶ ἐξουσίας διανέμεσθαι τοῖς ἀνθρώποις,

ἀλλὰ μόνῃ τεθάρρηκε τῇ ἑαυτοῦ μανίᾳ καὶ ἀπονοίᾳ καὶ ἀθεότητι. Ἔλεγον

οὖν πρὸς τοὺς σὲ διαβάλλοντας ὡς τυραννίδος ἐπιθυμεῖς· «Ἄνθρωποι,

ἄλαλα ὑμῶν εἴη τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ ἐμοῦ θεοφιλοῦς

τέκνου, κατὰ τοῦ εὐσεβεστάτου, κατὰ τοῦ πιστοτάτου, κατὰ τοῦ δικαίου

ἀνομίαν καὶ ἀδικίαν.» Καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ προστιθεὶς ταῦτα· «Ὁ

πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προβάλλει τὰ

πονηρά· ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας

προβάλλει τὰ ἀγαθά. Τὸ ἐμὸν τέκνον ἀγαθότητι χαίρει· ἀληθινὸς γάρ,

καὶ ψεῦδος πάσῃ δυνάμει ἐκ τοῦ οἰκείου ἔθνους διώκει καὶ ἀπελαύνει·

καὶ πιστότατος δέ, ὅτι πάντας ἀκούω τοὺς ὑφ' ἑαυτὸν πᾶσι τρόποις ἐν

τῇ πίστει· ὅτι δὲ καὶ δικαιότατος, οὕτω πάντες κεκράγασιν, οὐδεὶς γὰρ

ἄδικος τὴν ἐκείνου καυχήσεται μυκτηρίζων δικαιοσύνην. Πῶς οὖν ἔχει

λόγον τὸν ἀληθινὸν ἄνθρωπον, τὸν πιστότατον, τὸν δικαιότατον, τὸν

ἄλλους ταῦτα παιδεύοντα καὶ λόγοις καὶ ἔργοις, αὐτὸν γενέσθαι ψεύστην

ἢ ἄπιστον ἢ ἀδικώτατον; Οὐκ αἰσχυνθήσεται αὐτὸς ἑαυτὸν τοὺς μὲν

ὑπηκόους ἀρετὴν ἐκπαιδεύων, αὐτὸς δὲ χάριτι θεοῦ ἄρχων καθιστάμενος

πρὸς κακίαν καὶ τότε μιαρωτάτην (τί γὰρ μιαρώτερον τυραννίδος;) ἀπο-

κλίνων; Οὐκ ἔστι ταῦτα μὴ γένηται, οὐ μᾶλλον ἢ ὁ ἥλιος ἀντὶ τοῦ φωτί-

ζειν τοὺς ὑπ' αὐτοῦ λαμπομένους σκοτίζειν διαλοιδορούμενος.»

Οὕτως ἐγὼ διισχυριζόμην, οὕτω καὶ πρὸς βασιλέα καὶ πάντας

ἀντέλεγον, ὁπότε περὶ σοῦ, τέκνον ἐμόν, τυραννικὴν ἐπιθυμίαν καὶ τυραν-

νίδος ὑπέβαλλον λόγους. Νῦν δὲ τί εἴπω; Καὶ γὰρ ἐκεῖνα πάντα, ὅσα

πρότερον ὑπὲρ σοῦ ἔλεγον, ὅσα ἐπῄνουν, ὅσα πρὸς σύστασιν τῆς σῆς διε-

βεβαιούμην ἀρετῆς, εἰς τὸ ἐναντίον με περιίστησιν, ἀποφράττει μοι τὸ

στόμα, καταισχύνει, καὶ οὐδὲ βλέπειν μοι συγχωρεῖ πρὸς οὓς πρότερον

ἀντέλεγον ὑπὲρ τῆς σῆς ἀρετῆς. Τί τοῦτο, τέκνον ἐμόν; Ποῖος πονηρὸς

δαίμων τῇ σῇ δόξῃ φθονήσας εἰς τοῦτο κατέστησεν, ἵνα τυραννίδος

ὄνομα κληρονομήσῃς; Πόσῳ ἄμεινον ἐκ θεοῦ ἄρχοντα κεκλῆσθαι ἢ

τύραννον; Ποῖος ὄφις ἠρεύξατο εἰς τὰς ἀκοὰς τοῦ ἐμοῦ τέκνου; Οὐ

πεφρίκαμεν τὴν θείαν δικαιοσύνην; Οὐ φοβερὸν ποιούμεθα τὸ ἅρπαγμα

νομίζειν ποιεῖσθαι ἣν ὁ Χριστὸς ἐπὶ γῆς ἐμεγάλυνε βασιλείαν; Ὅρα, τέ-

κνον ἐμόν, ποῦ φερόμεθα, ποῦ ὁρμῆσαι διενοήθημεν. Μισεῖ τὰς ἐπάρσεις

ὁ θεός· καταβάλλει τοὺς ἐπαιρομένους· τὰ ὑψηλὰ φρονήματα, εἰ καὶ

πρὸς ὀλίγον συγχωρεῖ δοκεῖν ἵστασθαι, ἀλλὰ πάλιν ἀνατρέπει αὐτά.

Οὐδεὶς δυνατὸς παρ' ἑαυτοῦ τι λαβεῖν· καὶ φρόνιμος ὢν οἶδας καὶ χωρὶς

τῶν ἡμετέρων λόγων ὡς πολλοὶ πεισθέντες ἀβούλως κακῶς ἀπήλλαξαν

καὶ μετέγνωσαν καὶ πολλὰ τῆς ἀβουλίας ἑαυτοὺς κατεμέμψαντο. Καὶ

ἵνα πάντα ἐάσω τὰ προλαβόντα, τίς οὕτως φιλόνεικος καὶ ὑπὸ τῆς οἰκείας

ἐπιθυμίας ἐξαγόμενος καὶ πρὸς τόλμαν ἕτοιμος, ὃν οὐ διδάσκει ὁ χθὲς

καὶ πρὸ τῆς ἐχθὲς ἐπιστὰς αὐτοῖς τοῖς βασιλείοις τύραννος καὶ σύντο-

μον εἰσπραχθεὶς δίκην τῆς δυσσεβεστάτης αὐτοῦ καρδίας ἐπαξίαν καὶ

τοὺς θράσους καὶ τοῦ τολμήματος, ὅτι οὐδεὶς λαμβάνει, καὶ μάλιστα

τοιοῦτον ὑπερμέγεθες δώρημα, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν; Εἶτα

οὐκ αἰσχυνόμεθα ἑαυτοῖς ἄλλους ὅτι ψεύδονται τιμωρούμενοι, αὐτοὶ δὲ

ἀδικοῦντες καὶ παράνομα πράττοντες; Τὴν δὲ παράβασιν τῶν…

ὅρκ…

The complete text is available when the reading interface loads.