The Greek Library Catalogue

Anonymous

Canones

Edition reference
Canones sive De orthographia, ed. J. A. Cramer, Anecdota Graeca e codd. manuscriptis bibliothecarum Oxoniensium, vol. 2, Oxford: Oxford University Press, 1835 (repr. Amsterdam: Hakkert, 1963): 1–165.
CTS identifier
urn:cts:greekLit:tlg3128.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΘΕΟΓΝΩΣΤΟΥ ΚΑΝΟΝΕΣ.}

Prol

ΤΩ δεσπότῃ μου καὶ σοφῷ στεφηφόρῳ

Λέοντι, τῷ κρατοῦντι πάντων ἐν λόγοις,

Θεόγνωστος, εὔγνωστός τις ὡς ὢν οἰκέτης,

δῶρον φέρω κάλλιστον αὐτῷ κ...ον

ἐμοὶ πονηθὲν ἐκβολῆς παλαιοτάτης

ὃ καὶ λαβὼν φάνηθι κἀμοὶ συντόμως

λιμὴν ἄκλυστος, ἀῤῥαγεστάτη σκέπη.

..............νον τὸν .....

.......μενον ... ἐπειδηποτὲ .....

....... πεντακόσια ...........

στρατεύειν ἐπὶ τὸν ποταμὸν ἐπάγοντος τὰ πέραν συμένῳ

γεωργός τις τῶν ἀσήμων καὶ τῶν οὓς ἐγὼ οὐκ οἶδ' ὅπως

.....δε παρατυχὼν ἐκ τοῦ παραῤῥέοντος νάματος πλή-

σας ἄμφω τὼ χεῖρε φέρει κατὰ τῆς ἁλουργίδος καὶ τοῦ ἵπ-

που τῷ βασιλεῖ· ὁ δὲ ἐπιστρεφθεὶς ὡς εἶχε τάχους καὶ

ἐκστάσεως πυνθάνεται τὸν γεωργὸν οὑτωσὶ πράως καὶ ἱλα-

ρῶς· τί βούλεται οἱ τὸ τολμηθέν· ὁ δὲ ἀνταμείβεται τοῦτον

ὧδε· ὅτι τοι ὁρῶ βασιλεῦ ὑπὸ πολλῶν σε περὶ κύκλῳ δορυ-

φορούμενον καὶ τὸ ἀχάριστον δὲ διττόμενος ὡς πρόξενον ὂν

βασιλείας ἀγανακτήσεως τῷ πραχθέντι τὸν κίνδυνον ἐκ-

τρίβομαι· καὶ ὁ βασιλεὺς τοῦτο ἀσμενισάμενος τῆς προαι-

ρέσεως ἀπεδέξατο, καὶ δωρεαῖς ἁδραῖς καὶ βασιλικῶς ταύ-

ταις τοῦτον φιλοτιμησάμενος, ἐν ὀξείᾳ καιροῦ ῥοπῇ ἀπαλ-

λάττει τῶν τῆς πενίας ἀγχονῶν· τοῦτον ὦ θειότατε βα-

σιλεῦ ἐκμιμούμενος ὁ τόλμιλλος ἐγὼ καὶ αὐθαδίας τὴν μετὰ

ζειρὰς προσ..ενη ἐπ!οσιν καρποφορεῖν σοι τῶν ἀναγκαίων·

ἠγούμενος ὡς μετὰ τῶν ὅπλων καὶ τὰ πρὸς λόγους ἐν οὕτω

νεκρᾷ τῇ ἡλικίᾳ τὸ κράτος ἔχοντι· τῇ σῇ προσφέρω θεο-

στέπτῳ μεγαλειότητι· ἵνα καὶ αὐτός τι τοῖς σοῖς δόξω συν-

αγωνίσασθαι· πάλαι γάρ μοι διαπονουμένῳ τὰ γραμματικὰ

καὶ ἑκάστης λέξεως τὸν ἁρμόδιον κανόνα ὑπὸ τῶν φοιτητῶν

ἀπαραιτήτως εἰσπραττομένῳ μοι· οὓς δὲ ἐκ τῆς πολυΰλου

βίβλου τῆς καθόλου Ἡρωδιανοῦ ἀναλεξάμενος, καὶ λέξει

λέξιν τὴν προσήκουσαν ἐπισυνάψας, ἔργον οὔτινι τῶν πρὸ

ἐμοῦ μεμελημένον· τινὰς δὲ καὶ τῶν παλαιῶν κανόνας

διορθώσεως δεομένους, ἢ καὶ ἀπρεπῶς συγκειμένους εὑρών·

τῶν μὲν τὸ ἀπρεπὲς, τῶν δὲ τὸ περιττὸν ἐξευμαρίσας, κα-

νόνας κατὰ τοὺς χιλίους συντεταχὼς, τοῦ φθόνου τὰ κέντρα

ἀγωγῇ θείᾳ ὡς νηπίων βέλη διαδιδρὰς, τῇ σῇ προσάγω

θεοσόφῳ καὶ πανευμενεῖ γαληνότητι, δέσποτα, δῶρον ἐρά-

σμιον, εἰ μή με τὸ οἰκεῖον, τὸ δὴ λεγόμενον, ἀπατᾶ καὶ

κλέπτει παρὰ τὸ εἰκὸς δι' ἁπλότητα· ἐπειδὴ, ὡς αὐτὰ βοᾶ

τὰ πράγματα καὶ πρὸς τὰ ὅπλα καὶ περὶ τοὺς λόγους, ὁ

ὑπὸ σοῦ καθαρῶς λατρευόμενος Κύριος ἐνευδοκιμεῖν σοι ἐπ'

αὐτῷ τῷ ἄνθει τῆς νεότητος ὡς ἄλλῳ Δαῒδ ἐδωρήσατο.

Ἔχει δὲ ἡμῖν τὰ τοῦ συντάγματος ὧδε.

1

Ἡ αι συλλαβὴ δηλοῦσα μὲν ἄρθρον, εἴτε προτακτικὸν, εἴτε

ὑποτακτικὸν, εἴτε ἀντωνυμίαν, δύναται γὰρ εἶναι καθ' ἕκα-

στον, διὰ τῆς αι διφθόγγου γράφεται· καὶ δασυνομένη μὲν

καὶ ὀξυνομένη εὐθείᾳ πτώσει πληθυντικῇ συντάττεται· ψι-

λουμένη δὲ καὶ ὀξυνομένη δηλοῖ εὐκτικὸν ἐπίῤῥημα, καὶ

σχετλιαστικὸν καὶ θαυμαστικόν· ἐπὶ δὲ καταγνώσεως λαμ-

βανομένη ὀξύνεται καὶ δασύνεται.

2

Ἡ αι δίφθογγος πρὸ φωνήεντος ἐν μιᾷ λέξει σπανία

ἐστὶ καὶ ἐν ἱστορουμέναις λέξεσιν· ὡς ἔχει τὸ Αἴας, ὄνομα

κύριον· τὸ αἶα ὃ δηλοῖ τὴν γῆν ἐκ τοῦ γαῖα γενόμενον κατ'

ἀφαίρεσιν τοῦ γ· αἰάλλω τὸ ῥῆμα, ὃ δηλοῖ τὸ κινῶ· ἄρ'

ὁ καὶ Αἰολεὺς τὸ ἔθνος, καὶ Αἴολος ὄνομα κύριον, καὶ αἴολος

ὁ ποικίλος· αἰωρῶ τὸ κρεμῶ· αἰεὶ τὸ ἐπίῤῥημα, καὶ αἰέν·

λέγεται γὰρ δωδεκαχῶς, καθὼς Ἡρωδιανὸς ἐν τῇ καθόλου·

οὕτως γὰρ αὐτὸ παρίστησιν· αἰεί· ἀεὶ συστολῇ τῆς ἀρχού-

σης· αἰέν· παρὰ δὲ Ἀττικοῖς κατὰ συστολὴν τοῦ α ἀ̆εί·

ἀλλὰ καὶ κατὰ ἔκτασιν τοῦ α ἀ̄=εί· παρὰ δὲ Αἰολεῦσιν,

τῆς ἀρχούσης ἐχούσης τὴν αι δίφθογγον· τοῦ δὲ τέλους τὸ

ι συστελλόμενον βαρυτόνως, αἴϊ· λέγεται δὲ παρ' αὐτοῖς καὶ

σὺν τῷ ν αἰΐν· γίνεται δὲ παρ' αὐτοῖς καὶ κατὰ συστολὴν

τῆς ἀρχούσης, καὶ ἀποβολῇ τοῦ ε ἄϊ βαρυτόνως· Λάκωνες

δὲ αἰὲς φασίν· λέγεται δὲ καὶ αἰὲ δίχα τοῦ ν καὶ τοῦ σ·

διὰ τῆς αι διφθόγγου κατ' ἀρχὴν, καὶ διὰ τοῦ ε κατὰ τὸ

τέλος· Βοιωτοὶ δὲ ἠῒ διὰ τοῦ η, καὶ μακροῦ τοῦ ι κατὰ τὴν

λήγουσαν· λέγεται δὲ καὶ αἰὴ διὰ τοῦ η παρὰ Ταραντί-

νοις· φυλαττομένης τῆς κατ' ἀρχὴν αι διφθόγγου, τροπῇ τῆς

ει διφθόγγου εἰς η. Εἴτι δὲ τούτων ἐκτὸς ἐν ἀρχῇ λέξεως

πρὸ φωνήεντος τῇ ε ὑποπίπτον φωνῇ, διὰ τοῦ ἐ ψιλοῦ γρα-

πτέον· οἷον, ἕως τό τε ὄνομα, τό τε ἐπίῤῥημα· ἐῶ τὸ συγχω-

ρῶ· ἐῶ τὸ ὑπάρχω· ἠεν· ἔωνον τὸ ὀλέθριον· ἐόργα· ἔολπα·

ἐείκοσι· ἐήνδανε· ἐάλω· ἐοτή· ἐάρ· ἔοικεν.

3

Ἡ ε συλλαβὴ, εἴτε κατ' ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ

μέσον εἰς σύμφωνον λήγουσα, τῆς ἑξῆς συλλαβῆς ἀπὸ συμ-

φώνου ἀρχομένης διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, Ἑλ-

λάς· ἑλλέβορος· ἔλπω· Ἔμπουσσα· μέλλω· Τερεντός· Βε-

νεβεντός.

4

Ἡ ε συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει πρὸ διπλοῦ

οὐκ ἀνέχεται τὴν διὰ τῆς αι διφθόγγου γραφήν· οἷον, ἕξις·

ἔξω τὸ ἐπίῤῥημα· ἑψῶ τὸ ῥῆμα· ἕξω· ἀλέξω· πεζός· ἀνε-

ψιός· ῥέξω· σεσημείωται τὸ αἶψα ἐπίῤῥημα· καὶ τὸ αἰζηὸς

ὄνομα διὰ τῆς αι διφθόγγου γραφόμενον· τὸ μὲν ἀπὸ τοῦ

ἀψὰ ἐν πλεονασμῷ τοῦ ι γενόμενον· τὸ δὲ διὰ τοῦ ἀεὶ ζεῖν

ὅ ἐστι ζέειν συγκείμενον· ἐπεὶ γὰρ τοῖς νέοις ἀεὶ τὸ ζέειν·

πρόσκειται ἐν ἁπλῇ λέξει διὰ τὸ χαμαίζηλος· πρόσκειται

ἀκίνητον διὰ τὸ παίζω· ἀλλὰ κεκίνηται· παρὰ γὰρ τὸ πᾶς

ὃ δηλοῖ τὸν πατέρα γίνεται πάϊς καὶ παῖς παιδὸς, παιδίζω,

καὶ κατὰ συγκοπὴν παίζω· τὸ δὲ αἲξ παρὰ τὸ ἀΐσσω ἀΐξω

ἀῒξ, καὶ κατὰ συναίρεσιν αἴξ· ἐν ὀξείας συναιρέσει ὀξεῖαν

ποιεῖ· οἷον, Νηρεῒς Νηρίς· ἑσταὼς ἑστώς· βεβαὼς βεβώς·

τὸ γοῦν αἰζηὸς, ὡς ἔφαμεν, ἐσημειοῦτο κατὰ τὴν ἄρχουσαν·

σημειοῦται δὲ καὶ κατὰ τὴν παραλήγουσαν· οὐδὲν γὰρ εἰς ος

καθαρὸν τὸ η παραλήγεται εἰ μὴ τὸ αἰζηὸς καὶ πηός.

5

Ἡ ε συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει ἔχουσα μεθ'

ἑαυτὴν δύο σύμφωνα κατὰ σύλληψιν, εἴτε κατ' ἀρχὴν λέ-

ξεως, εἴτε κατὰ μέσον, διὰ τοῦ ε ψιλοῦ γράφεται· καὶ κατ'

ἀρχὴν μὲν λέξεως· οἷον, ἔδνον· ἐφθός· ἔτνος· κατὰ δὲ τὸ

μέσον· ἄβεστος· κηδεστής· ἀκέστωρ· τὸ κυαίστωρ, οὐχ

Ἑλληνικὸν, Ἰταλικὸν γὰρ, καὶ διὰ τῆς αι διφθόγγου γρά-

φεται, καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικήν· τὸ αἶσχος, καὶ

εἴτι παρ' αὐτὸ, διὰ τῆς αι διφθόγγου γράφεται· σύνθετον γὰρ

παρὰ τὸ ἔχω· ἴσχω καὶ ἴσχος, καὶ μετὰ τοῦ α δηλοῦντος

τὸ κακὸν, ἄϊσχος καὶ αἶσχος· τὸ Αἴτνη ἀπὸ τοῦ αἴθω· ὡς

καὶ τὸ φαιδρὸς ἀπὸ τοῦ φαίνω· τὸ αἰχμὴ σύνθετον, παρὰ γὰρ

τὸ αἷμα χεῖν.

6

Τὸ β πρὸ ἑαυτοῦ ἐν ἀρχῇ λέξεως, οὐ προσίεται τὴν

διὰ τῆς αι διφθόγγου γραφήν· οἷον, Ἐβουσαῖος· Ἐβραῖος·

Ἔβερ· ἔβενος τὸ ξύλον· Ἕβρος ὁ ποταμός· τὸ αἰβοὶ σε-

σημείωται διὰ τῆς αι διφθόγγου γραφόμενον· ἔστιν δὲ ἐπίῤ-

ῥημα σχετλιαστικόν· ὁμοίως δὲ καὶ τὸ αἰβάλη, ὃ δηλοῖ τὴν

θύραν.

7

Ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως πρὸ τοῦ γ οὐχ εὑρίσκε-

ται πλὴν τῶν γεγονότων παρὰ τὸ ἀΐσσω, ὡς ἔχει τὸ αἰγίς·

αἴγειρος· Αἴγυπτος, αἰγιαλός· αἰγίλιψ· διὰ δὲ τοῦ ε ἔγρω

ἐγείρω.

8

Ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως σπανίως εὑρίσκεται, ὡς

ἔχει τὸ αἰδῶ ῥῆμα, ἐξ οὗ τὸ αἰδοῦμαι, καὶ εἴτι παρ' αὐ-

τοῦ· αἰδοῖος· αἰδήμων· αἰδέσιμος· αἰδώς· αἴδεσα· τὰ δ'

ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἔδω τὸ ἐσθίω· ἐδάνη, εἶδος ἀμπέ-

λου· ἐδανὸν τὸ λεπτόν· ἕδνον· ἕδρα· ἐδωδή.

9

Τὸ θ πρὸ ἑαυτοῦ ἐν ἀρχῇ λέξεως ἀποστρέφεται τὴν διὰ

τῆς αι διφθόγγου γραφήν· οἷον, ἔθω τὸ ἐξ ἔθους τι διαπράτ-

τεσθαι· ἔθος· ἔθειρα, ἡ θρὶξ τῆς κεφαλῆς· σεσημείωται τὸ

αἴθω τὸ καίω, καὶ εἴτι παρ' αὐτό· αἰθάλη· αἰθήρ· Αἰθίοψ·

Αἴθλη ἡ νῦν λεγομένη Χίος· αἶθρον τὸ καῦμα· αἰθύσσω

τὸ ῥύπτω· Αἴθιξ ὄνομα ἔθνους· αἴθυμα τὸ δέλος· αἰθερύσσω

τὸ ταχύνω, καὶ εἴτι ἐκ τούτων πάρηκται· αἴθε εὐκτικὸν

ἐπίῤῥημα διὰ τοῦ εἴθε Δωρικῶς τέτραπται, ὡς κύπειρον κύ-

παιρον.

10

Πρὸ τοῦ κ ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως σπανίως εὑρί-

σκεται, καὶ ἐν ὀλίγαις λέξεσιν καὶ ἱστορουμέναις· ὡς ἔχει

τὸ αἰκίζω, καὶ εἴτι παρ' αὐτό· αἰκία καὶ αἰκισμός· αἶκνον

τὸ σύνδειπνον· αἶκλον τὸ δεῖπνον, ἢ ὁ τραγαλισμός· αἰκάλλω

τὸ θωπεύω· τὰ δ' ἄλλα διὰ τοῦ ε ψιλοῦ· Ἑκάτη· ἕκηλος·

Ἑκάτων ὄνομα κύριον· ἑκὰς τὸ ἐπίῤῥημα.

11

Τὸ λ καταρχὴν λέξεως προηγεῖσθαι ἑαυτοῦ τὴν αι ἀπα-

ναίνεται πλὴν τινῶν καὶ εὐσυνόπτων λέξεων· λέγω δὴ τοῦ

Αἴλιος· αἶλιψ· αἴλινον ὃ τάσσεται ἐπὶ θρήνου· προσΐεται δὲ

μᾶλλον τὸ ε· οἷον, ἔλεγχος· ἔλεγος· καὶ εἰ μὲν ὑποτάσσοιτο

τὸ λ τὸ ε· ἀμφότερα γὰρ διὰ τοῦ ε ψιλοῦ· ἐλέφας· Ἑλενός·

Ἑλένη· ἔλεος ἀρσενικὸν βαρύτονον ὁμοίως καὶ τὸ ὀξύτονον·

Ἐλεὰς ὄνομα τόπου, καὶ εἶδος ὀρνέου· ἐλάτη· ἐλέρα· σεση-

μείωται τὸ ἐλαῖα ἐπὶ τοῦ φύτου, καὶ ἐπὶ τῆς πόλεως, ἀφ'

οὗ καὶ τὸ περιεκτικὸν τὸ ἐλαιών· ἐπὶ γὰρ τοῦ καρποῦ ἐλάα

λέγεται· ἐλαχύς· ἐλαφρός.

12

Τὸ μ πρὸ ἑαυτοῦ ἐν ἀρχῇ λέξεως ἐν ὀλίγαις λέξεσιν διὰ

τῆς αι διφθόγγου γράφεται, ὡς ἔχει τὸ αἷμα, καὶ εἴτι παρ'

αὐτὸ πάρηκται ἢ συντέθηται· αἱμάτη ἡ λεκάνη· Αἱμονία ἡ

Θετταλία· αἵμνιον τὸ ἄγγος ἐν ᾧ τὸ αἷμα φέρουσιν· αἵμιον

τὸ σφάγιον· αἱμύλος ὁ δόλις, ἢ πιθανός· αἱμὸς ὁ ὀβελί-

σκος, ἢ ὁ ἀδελφὸς, ἢ ὁ ὀδυρμός· αἵμων ὁ ἐπιστήμων, ἢ ὁ

συνετός· αἱμασιὰ ἡ ἐκ χαλίκων τοῦ τείχους· τὰ δὲ διὰ

τοῦ ε ψιλοῦ εἰσὶ ταῦτα· ἔμυς ἡ ἔνυδρος χελώνη· ἐμωτὸς τὸ

νοσῶδες τραῦμα· ἔμετος· Ἔμεσα ἡ πόλις· ἐμίας· ἐμέθεν ἡ

ἀντωνυμία.

13

Πρὸ τοῦ ν ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως σπανίως εὑρί-

σκεται καὶ ἐν ἱστορουμέναις λέξεσιν, ὡς ἔχει τὸ Αἰνείας·

αἰνὸς τὸ ὀξύτονον, ὅπερ ἀπὸ τοῦ δεινὸς γέγονεν ἀφαιρέσει

τοῦ δ, καὶ τροπῇ τοῦ ε εἰς α, καὶ εἴτι ἐξ αὐτοῦ· αἰνίσσω·

αἴνιγμα· αἶνος βαρύτονον ἐπί τε τῆς πόλεως, ἐπί τε τῆς

ᾠδῆς· ὁμοίως καὶ τὰ ἐξ αὐτῶν· αἰνάρετος ὁ ἐπὶ κακίᾳ τὴν

ἀρετὴν ἔχων· δηλοῖ δὲ καὶ τὰ μνήμης ἄξια· αἰνῶ τὸ πτίσ-

σω· αἴνυσθαι τὸ λαμβάνειν· αἶνον τὸ ὕψος, ἢ ὁ ὄχθος τοῦ

ὅρους· Αἴνη τὸ Στυγὸς ὕδωρ· ὁμοίως καὶ εἴτι ἐξ αὐτῶν εἰς

σύνθεσιν ἢ παραγωγὴν ἦλθεν· τὰ δ' ἄλλα διὰ τοῦ ε ψιλοῦ·

ἕνος ὁ ἐνιαυτός· ὀξύτονον δὲ ὁ ἀριθμός· ἔναρος· ἔνοχος· ἔνε-

ρος ὁ νεκρός· ἐνιπὴ ἡ ἀπειλὴ καὶ ἡ δύναμις· Αἰνεταὶ πόλις

Παφλαγονίας· ἔνερθεν τὸ ὑποκάτωθεν· ἔνοσις ἡ κίνησις·

Ἐνυάλιος· Ἐνυὼ πολεμική τις δαίμων· ἔνωρ τὸ ἁπαλόν.

14

Πρὸ τοῦ π ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως οὐκ ἔστι εἰ

μὴ ἐν τῷ αἰπὺς, ὁ ὑψηλὸς καὶ τὰ ἐξ αὐτοῦ παρηγμένα·

αἰπεινός· αἶπος τὸ ὕψος· αἰπύκερος ὁ ἔχων ὑψηλὰ κέρατα·

τὰ δ' ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἐπείγω, ἐπείκτης.

15

Πρὸ τοῦ ρ ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως σπανίως εὑρί-

σκεται, ὡς ἔχει τὸ αἰρῶ τὸ καταβάλλω, ἢ βούλομαι, ἢ νικῶ·

καὶ τὸ αἴρω τὸ βαρύτονον, ὃ σημαίνει τὸ κουφίζω, καὶ τὸ

αἶρα, ὃ σημαίνει τὴν σφύρην, ἢ τὴν ἀξίνην· τὰ δ' ἄλλα διὰ

τοῦ ε ψιλοῦ· ἔρανος· ἔρως· ἐρῳδιός· ἐριούνιος· ἐρέτης· ἔρευ-

θος· ἐρυθρός· ἔρα ἡ γῆ· ἐρίπιον· ἔρημος· δεῖ δὲ προσθεῖναι

τῷ κανόνι, ὅτι ἐν τοῖς τοιούτοις οὐδὲ μετὰ τοῦ ρ ἡ αι δί-

φθογγος εὑρίσκεται ἀλλὰ τὸ ε ψιλὸν, ὡς δῆλον ἐκ τῶν παρα-

δειγμάτων.

16

Πρὸ τοῦ σ ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως εὑρίσκεται

μὲν ἐν οὐ πολλαῖς λέξεσιν, καὶ ταύταις ἱστορουμέναις, ὡς

ἔχει τὸ αἶσα, ἡ μοίρα, καὶ εἴτι παρ' αὐτό· αἴσιμον τὸ κα-

θῆκον· αἰσιμῶ τὸ ἀναγινώσκω· αἴσυλον τὸ νόμιμον· αἰσυ-

μνίτης ὁ ἄρχων· αἶσα τὰ κόσμια· αἰσῶσαι, τὸ ἀφανίσαι·

αἰσίτης ὁ νεανίας· αἶσος ὁ ἀφανής· αἴσιον τὸ δέξιον· αἰσύφιος

δειλὸς ψεύστης· αἶσχος· αἴσακος ὁ τῆς δάφνης κλάδος·

αἴσθησις· αἰσθέσιον τὸ νοσερόν· αἴσυρον τὸ ὑπερήφανον· αἰ-

σίμη ἡ μαντεῖα· αἰσυήτης νομεύς· αἴσωρ ὁ ἁγνὸς, ἢ ὁ

φωνεύς· αἰσών ὁ κτητικός· αἴσυλον, κακὸν, μάταιον· Αἴ-

σωπος ὄνομα κύριον· τὰ δὲ διὰ τοῦ ε ψιλοῦ· ἐσθὴς τὸ ἱμάτιον·

ἐσθίω, τὸ τρώγω· ἕστημι ἐξ οὗ τὸ ἕσταναι· ἑστία· ἕσπερα·

ἔσχαρα· ἐσχατιά· ἑσμός· ἐσίταμον, δηλοῖ δὲ τὴν πρόσοδον·

ἔσμιον τὸ νόστημον· Ἕσπερος· ἔσσα· ἐσσὴν ὁ βασιλεὺς, ἢ

ὁ ἡγεμών· ἐσσηρὸς ὁ μάντις· ἑστιοῦχος ὁ οἰκώναξ.

17

Ἡ αι δίφθογγος πρὸ τοῦ τ ἐν ἀρχῇ λέξεως σπανίως εὑ-

ρίσκεται· ἔστιν γὰρ τὸ αἴτιος, καὶ τὸ Αἴτνη ὄνομα ὄρους,

καὶ εἴτι παρ' αὐτὰ παρῆκται, ἢ καὶ εἰς σύνθεσιν ἦλθε· Αἰτ-

ναῖοι κάνθαροι, οἱ μεγάλοι· Αἰτναῖος πῶλος, ὁ μέγας· αἰτι-

ώδης· αἰτιατόν· αἰτιατικός· τὰ δ' ἄλλα διὰ τοῦ ε ψιλοῦ·

ἕτοιμον τὸ πρόχειρον· ἔτυμος ὁ ἀληθής· ἐτέα τὸ φυτόν·

ἑτερούας ὁ μόνωτος· ἐτάζω· τοῦτο εὕρηται καὶ διὰ τῆς αι

διφθόγγου εἰ καὶ σπανίως· ἔτος ὁ χρόνος· ἕτερος καὶ ἑταῖρος·

ἔτνος εἶδος ὀσπρίου· ἐτεὸς ὁ ἀληθής· ἐτεώνιον τὸ προσφά-

τως ἐκδημοῦν.

18

Ἡ αι δίφθογγος πρὸ τοῦ φ ἐν ἀρχῇ λέξεως σπανίως εὑ-

ρίσκεται· ἔστιν γὰρ τὸ αἴφνης, καὶ εἴτι παρ' αὐτό· αἰφνί-

διον· τὰ δ' ἄλλα διὰ τοῦ ε ψιλοῦ· Ἐφύρη· Ἔφυρος· Ἔφε-

σος· ἔφεσις· Ἐφιάλτης· ἐφημοσύνη ἡ ἐντολή· ἐφετμή·

ἐφιδύη ὁ ὄκνος· Ἔφυρος ὄνομα ἔθνους·

19

Πρὸ τοῦ χ ἡ αι δίφθογγος κατ' ἀρχὴν λέξεως ἐν ἁπλῇ

λέξει οὐχ εὑρίσκεται· τὸ γὰρ αἰχμὴ σύνθετον οἱ παλαιοὶ

ἔφασαν ἐκ τοῦ αἷμα χεῖν· παρ' αὐτὸ δὲ καὶ τὸ αἰχμάζω

αἰχμήτης καὶ τὸ αἰχμάλωτος· τὰ δὲ λοιπὰ διὰ τοῦ ε ψιλοῦ.

ἔχις ὁ. ὄφις· ἐχέτλη μέρος ἀρότρου· Ἔχετος ὄνομα κύ-

ριον· ἐχυρός· ἐχίνος· Ἐχινάδες νῆσοι οὕτω καλούμενοι.

20

Ἡ αι δίφθογγος ἐν ἀρχῇ λέξεως πρὸ τοῦ ψ οὐκ ἔστιν εἰ

μὴ ἐν τῷ αἶψα, ὃ σημαίνει τὸ ταχύ· καὶ τὸ αἰψηρὸς ὁ τα-

χύς· τὰ δ' ἄλλα διὰ τοῦ ε ψιλοῦ· ἑψῶ τὸ περισπώμενον·

ἑψητοὶ τὰ λητὰ ἰχθύδια· ἑψία ἡ παιδία· ἐψιόωντα σκο-

τεινά.

21

Πᾶσα λέξις διὰ τῆς βε συλλαβῆς ἀρχομένη, διὰ τοῦ

ε ψιλοῦ γράφεται· οἷον· Βένετος· βελόνη· βέβαιος· βέ-

βηλος· βέλεμνος· βέραιδον· σεσημείωται τὸ βαίνω ῥῆμα,

καὶ τὸ βαιὸν τὸ ὀλίγον, καὶ τὸ βαίτη, ὃ δηλοὶ τὴν διφθέραν

διὰ τῆς αι διφθόγγου.

22

Πᾶσα λέξις ἀπὸ τῆς γε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· γέφυρα· γέρανος· σεσημείωται τὸ γαίων

ὃ δηλοῖ τὸ χαίρων, ἢ σεμνυνόμενος· γαῖσος τὸ ὅπλον· γαίω

τὸ κερμῶ καὶ διαβάλλω· τὸ γέα διφορεῖται καὶ κατὰ τὴν

γραφὴν καὶ κατὰ τὸν τόνον· τῆς γὰρ ἀρχούσης διὰ τοῦ

ε ψιλοῦ γραφὴ μακροκαταληκτεῖ· ταύτης δὲ διὰ τῆς αι

διφθόγγου γραφομένης βραχυκαταληκτεῖ.

23

Πᾶσα λέξις ἀπὸ τῆς δε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· οἷον, Δέκιος· Δέσιος, ὁ μήν· εἰ μή πω ἡ

λέξις εἴθισται καὶ ἄνευ τοῦ ι λέγεσθαι, ὡς ἔχει τὸ δαίω καὶ

δάω· καὶ τοῦ δαινύω, ἀφ' οὗ καὶ δαιτυμὼν, καὶ τὸ δαίμων

γέγονος παρὰ τὸ εἴδω τὸ γινώσκω. ὁ παρακείμενος εἶκα

εἶσμαι· ἐκβολῇ οὖν τοῦ σ, καὶ τροπῇ τοῦ ε εἰς α αἴμων, καὶ

πλεονασμῷ τοῦ δ δαίμων.

24

Τὰ ἀπὸ τῆς ζε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ

γράφεται· οἷον, Ζέλεια· Ζέφυρος· ζέω τὸ ῥῆμα· ζέσις·

ζέμα.

25

Τὰ ἀπὸ τῆς θε συλλαβῆς ἀρχόμενα, διὰ τοῦ ε ψιλοῦ

γράφεται. θεός· θεμέλιος· θέμεθλος· τὸ θαιμὰν διὰ τῆς αι

διφθόγγου γράφεται· οὐ τῆς τῶν Ἑλλήνων συνηθείας.

26

Πᾶσα λέξις ἀπὸ τῆς κε συλλαβῆς ἀρχομένη, διὰ τοῦ

ε ψιλοῦ γράφεται· οἷον, κεραυνός· κεράστης· κέρας· κέλευ-

θος· κελύφιον· Κέκροψ· Κέναγρον ὄνομα τόπου· σεσημείω-

ται τὸ καινὸς ὃ σημαίνει τὸ νέον, καὶ τὸ Καινεὺς ὄνομα κύ-

ριον, καὶ τὸ καιρός· Καῖσαρ, καὶ ὅσα παρ' αὐτοῖς· καίριος·

ἄκαιρος· εὔκαιρος· πρόσκαιρος· Καισαρεύς· Καισάρεια.

27

Πολλὴ ἡ ἐκ τῆς λαι συλλαβῆς κατ' ἀρχὴν λέξεως διὰ

τῆς αι διφθόγγου γραφομένη· εἰσὶ δὲ ταῦτα· λαιθυράζω τὸ

διὰ τοῦ στόματος ψόφον τελεῖν ἐπὶ τῷ μαστῷ· λαιψηρὸν

τὸ ἀσθενὲς ἢ τὸ ταχύ· λαίεται τὸ κλύεται· λαίταμα τὸ

χάσμα, ἢ τὸ μέγα πέλαγος· λαῖλαψ· λαίετον τὸ ἀρχεῖον

λαῖφος ἡ χλαῖνα· λαιμὸς ἐπὶ τοῦ σώματος· λαίλας ὁ μὴ ἐκ

γένους τύραννος, ἀλλ' ἐπιθέμενος· λαῖγμα τὸ ἱερόν· λαίω

τὸ βλέπω, ἢ τὸ φονεύω· λαιδρὸς ὁ θρασύς· Λαισίνη ὄνομα

πόλεως· λαιθαργὸς ὁ λαθραῖος· λαισήϊον τὸ κράνος· λαίδας

ἡ ἀσπὶς, ἡ ἀπὸ βύρσης· λαιτὸν, τὸ ἀχρεῖον· λαιτρὸν τὸ

πρυτανεῖον· λαιλάχω τὸ ψοφῶ· λαισκίδης ὁ βούπαις· λαι-

μώρη, ἡ λαμυρίς· λαιφύη τὸ πρυτανεῖον· λαίσπης ὁ βού-

παις· λαίσθη, ἡ αἰσχύνη· λαίσθα ἡ ἀκολασία· λαιθάργυ-

νος, ὁ λαθραῖος δάκνων· λαιὸς ὁ ἀριστερός· λαῖτμα τὸ

οἴδημα τῆς θαλάσσης· λαιμῶ τὸ συνεχῶς μαίνεσθαι· λαι-

μάσσειν τὸ ἀμέτρως ἐσθίειν· Λαιποδιας Ἀνδρωνύμιος ἑνὸς

τῶν Ἀθήνῃσιν ἐπιφανῶν· λαιμοδεῖν τὸ δραπετεύειν· τὰ δὲ

τούτων ἐκτὸς διὰ τοῦ ε ψιλοῦ γράφεται· λέχος· λέπας τὸ

πρόσαντες· λέκιθος ὁ κρόκος τοῦ ᾠοῦ· λεβηθρὶς τὸ δέρμα

τοῦ ὄφεως· λεκτίκιον· λεπὶς ἡ φολίς· λεπρὸς ὁ διάλευκος·

λεαίνω τὸ ὁμαλίζω· λέγυνον τὸ εἰλιτὸν καὶ ποικίλον· λέκτρον

ἡ κλίνη· λελεγίζω, τὸ κιθαρίζω· Λέλεξ ὄνομα ἔθνους· λενῶ

τὸ λυποῦμαι· λέπαδνος· λεπτὸς ὁ ἰσχνός· λέπαργος ἡ χιών·

λεπαστὴ γένος τι κύλικος· λεχεποίης· λεχαῖος τὸ λέχος

ἐνποιοῦν· λεοφόρος· λεωρία ἡ χαλεπή· λεῶρες, τὸ ἄωρον·

λεωκόνητος ὁ ἐφθαρμένος· λεώδης, ὁ λιθόλευστος· καὶ τἄλλα

ἀφίημι τοῖς ἐντυγχάνουσιν ἐρευνᾶν.

28

Πᾶσα λέξις ἀπὸ τῆς με συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· οἷον, μέγαρον· μεσσηγύς· Μελέαγρος·

μέδιμνον· μέλαθρον· Μέδων· σεσημείωται τὸ μαίνω τὸ ὀργί-

ζομαι· ἐπὶ γὰρ τοῦ οἰκῶ διὰ τοῦ ε ψιλοῦ· καὶ τὸ μαῖα, ἡ

τροφός· παρὰ γὰρ τὸ μαίω τὸ ζητῶ· μαιμάσσω, τὸ προθυ-

μοῦμαι· μαιμάχης ὁ ὑβριστής· μαίω τὸ ἐλίσσομαι ὁ τά-

λιμνος ὁ ἐν Ἄργει ποταμός· μαίμω τὸ ἐνεργῶ κινεῖσθαι ὡς

διὰ τῆς αι διφθόγγου γραφόμενα.

29

Πᾶσα λέξις ἀπὸ τῆς νε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· νέκταρ· Νέμεσις· νέπως· νέκυς· νεκρός·

νεηλος· σεσημείωται τὸ ναὶ ἐπίῤῥημα, τὸ ναίχι· καὶ τὸ ναίω

ῥῆμα, τὸ οἰκῶ, διὰ τῆς αι διφθόγγου γραφόμενα.

30

Πᾶσα λέξις ἐκ τῆς ξε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· ξένος· Ξενίων ὄνομα κύριον· ξενὼν τὸ

περιεκτικόν· ξέω· ξερόν· σεσημείωται τὸ ξαίνω ῥῆμα διὰ

τῆς αι διφθόγγου γραφόμενον.

31

Πᾶσα λέξις ἀπὸ τῆς πε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· πέλαγος· Πελίας· πελεκάν· πέδον ἡ γῆ·

πέδηλον· πέταυρον· Πελασγός· περιστερός· πελώριος· πέ-

δουρος ὁ μετέωρος· πεδανός· πέπων· πέπειρος· σεσημείωται

τὸ παῖς, καὶ εἴτι παρ' αὐτό· οἷον, παιδεύω· παιδεία· παι-

διὰ, ὀξυτόνως, τὸ παίγνιον· παιδίσκη· παίζω· εἰ δὲ καὶ τὸ

παιὰν, καὶ εἴτι παρ' αὐτό· παιανίζω· παίων ὄνομα ποδὸς

μετρικοῦ, καὶ ἔθνους· παιωνία ἡ βοτάνη· εἰδὲ καὶ τὸ παι-

φάσσω τὸ κινῶ, καὶ τὸ παίπαλον τὸ τραχὺ, παιπαλώσσω,

τὸ παίζω, καὶ τὸ παροινῶ· παίραος παρὰ Ἰλείοις ὁ παῖς·

Παιήων θεῶν ἰατρός· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ὕμνου, ὃ

σημειωτέον ἔχον πρὸ τοῦ ων τὸ η· οὐδὲν γὰρ τῶν εἰς ων

ληγόντων τὸ η παραλήγεται· πρὸς τούτοις δὲ καὶ τὸ παίω

ῥῆμα, εἴτε ἐπὶ τοῦ τύπτω, εἴτε ἐπὶ τοῦ ἵστασθαι τῆς ὁρμῆς

παρ' ὃ καὶ παῦμα καὶ παιπάλιμος, ὁ ποικίλος καὶ ἐντρεχὴς

ἐπὶ κακίᾳ· καὶ τὸ παιστέον τὸ πρακτέον.

32

Πᾶσα λέξις ἀπὸ τῆς ρε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται πλὴν τινῶν ἅπερ εἰσὶ ταῦτα· Γραῖκος ὁ

Ἕλλην· ῥαικάμη ἡ ῥαστώνη· ῥαιδαστίζει τὸ σκόπτει· ῥαι-

βὸν τὸ καμπύλον· ῥαίθω τὸ φθείρω· ῥαῖσαι τὸ ἐξ ἀρωστίας

βελτίω γενέσθαι· τὰ δὲ διὰ τοῦ ε ψιλοῦ γραφόμενα εἰσὶ

ταῦτα· Ῥέα ἡ Δημήτηρ· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ῥαδίου·

ῥεάποντος ὁ Βόσπορος· ῥέθος ἐπί τε τοῦ προσώπου καὶ τοῦ

λιμένος· ῥέκος ἡ ζώνη· ῥέμω τὸ πειρῶμαι τὸ δύναμαι· ῥέον·

ῥεῦμα θηρίον· ῥέπω τὸ κλίνω· ῥέων ὁ τρέχων, ἢ ὁ εὔωνος·

ῥεπούδιον.

33

Τὰ ἐκ τῆς σε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γρά-

φεται πλὴν τινῶν· εἰσὶ δὲ ταῦτα· σαίνω τὸ κινῶ· σαῖστος

ἐλαίας κλάδος· σαῖνα τὸ αἰδοῖον· σαῖνος ὁ ἀριστερίων· σαί-

ρει· ῥαίνει σαροῖο· Σαῖοι οἱ πολέμιοι· σαιθάρυγξ ἡ ταραχή·

διὰ δὲ τοῦ ε ψιλοῦ ταῦτα· σέλας· σέλινον· Σέριφος· Σέ-

κουνδος· Σέβηρος· σέβερος ὁ εὐσεβὴς, ὁ καὶ δίκαιος· σέβε-

τος ὁ κοχλίας· σέβας· σέβαλα ἡ ἔκπληξις· σεύελις· σεμί-

δαλις· Σελασία ἡ Ἄρτεμις παρὰ Λάκωσι· σελάπυρος ἡ

λαμπρότης· σελάσκων, λάμπων· σελασμὸς ἡ ἀλαζονεία.

34

Πᾶσα λέξις ἀπὸ τῆς σκε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται, πλὴν τοῦ σκαιὸς ἐπὶ τοῦ πονηροῦ· σκαίρω,

τὸ σκιρτῶ· τὰ δὲ διὰ τοῦ ε ψιλοῦ εἰσὶ ταῦτα· σκέπη· σκέ-

παρνον· σκέλυθρος δίφρος ταπεινός· σκεπάζω· σκελίζω· σκέ-

θρος, ἐπιμελὴς, ἀκριβής.

35

Τὰ ἀπὸ τῆς σπε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ

γράφεται· σπάνιοι δὲ αἱ λέξεις· οἷον, σπέος τὸ σπήλαιον·

σπέκιον εἶδος ἱματίου· Σπεκίωσος ὄνομα κύριον· πλὴν τοῦ

σπαίρω τοῦ δηλοῦντος τὸ πηδῶ.

36

Πᾶσα λέξις ἀπὸ τῆς στε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται, στέαρ· στέφος· στεγωνός· στέλεχος·

στέγη· στενός· στερεός· στενωπός· σεσημείωται τὸ σταῖς

μονοσύλλαβον οὐδέτερον διὰ τῆς αι διφθόγγου γραφόμενον.

37

Πᾶσα λέξις ἐκ τῆς σφε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· σφέλας καθαρὸν ὑποπόδιον· σφεδανὸν

δριμὺ, ἰσχυρόν· σφέτερον· σφετερίζω· σφεοβδὸν δασὺ καὶ

πολὺ, ἀσθενές· σφεδρόν· σφεδανῶ, τὸ θανατῶ· σεσημείωται

τὸ σφαῖρα.

38

Πᾶσα λέξις ἐκ τῆς σχε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· σχέλις κρέας πλευρημαῖον· Σχερίη ὄνομα

πόλεως· σχέμα τὸ ὄχημα· σχέλινος ἄγρια κυπάρισσος·

σχερὸς ὁ αἰγιαλὸς, ἀκτὴ, κῦμα, ἕτοιμος· σχεδρὸς τλήμων,

καρτερικὸς, τολμηρός· σχελινάζει, τὸ φλυαρεῖ· σχέρω ἑξῆς.

39

Πᾶσα λέξις ἀπὸ τῆς τε συλλαβῆς ἀρχομένη τὴν αι

δίφθογγον παντελῶς ἀποστρέφεται· οἷον, τελετή· τέρην· τε-

ρέβινθος, εἶδος φυτοῦ· τερετίζω τὸ κιθαρίζω· τέρετρον· Τε-

ρέτιον ὄνομα πόλεως· σεσημείωται τὸ ταινία ἐπὶ τοῦ κόσμου

διὰ τῆς αι διφθόγγου γραφόμενον.

40

Πᾶσα λέξις ἐκ τῆς τρε συλλαβῆς ἀρχομένη διὰ τοῦ

ε ψιλοῦ γράφεται· οἷον, τρέβλος· τρέρεθα φυτὰ νέα· τρέ-

της· τρέχωνος στέλεχος, κλάδος, φυτὸν, βλάστημα· τρέπω·

τρέω τὸ φοβοῦμαι.

41

Τὰ ἐκ τῆς φε συλλαβῆς ἀρχόμενα διὰ τοῦ ε ψιλοῦ γρά-

φεται· φέβω· φέρω· Φέρα ἡ πόλις· φέλων ὁ ἀλαζών· Φε-

βρωνία· φερέσβιος· φέρεγγυς ὁ βέβαιος· φέριστος· φέναξ

ὁ ἀπατεών· σεσημείωται τὸ φαίνω τὸ λάμπω, ἐπὶ γὰρ τοῦ

φονεύω διὰ τοῦ ε ψιλοῦ· Φαίναξ ὄνομα κύριον· φαιδρός·

φαίδιμος· φαικάσιον ὑπόδημα γεωργικόν· Φαῖστος ὄνομα

πόλεως· φαινόπους ὁ λευκόπους· φαιὸς, ὁ μέσος λευκοῦ τε

καὶ μέλανος.

42

Πᾶσα λέξις ἀπὸ τῆς χε συλλαβῆς ἀρχομένη φεύγει τὴν

διὰ τῆς αι διφθόγγου γραφήν· σεσημειωμένου τοῦ χαίτη, ὃ

δηλοῖ τὴν τρίχα· γέγονε δὲ ἀπὸ τοῦ κρατῶ κράτη· ἐκβολῇ

τοῦ ρ, κάτη, καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ πλεονασμῷ τοῦ ι

χαίτη· οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ· εἰ δὲ καὶ τὸ

χαίρω, καὶ χαίνω, καὶ τοῦ χαιὸς, ὃ δηλοῖ τὴν ῥάβδον, καὶ τῶν

παρ' αὐτῶν συγκειμένων, τοῦ χαιρέκακος, καὶ τῶν ὁμοίων· τὰ

δὲ διὰ τοῦ ε εἰσὶ ταῦτα· Χεβρὼν ὄνομα πόλεως· χελώνη τό

τε ζῶον καὶ τὸ ὄργανον· χέλυς ἡ κιθάρα· χέλανδος· χέω τὸ

ῥῆμα· χελιδών· χέλιος, τὸ ὀστόδερμον, ἡ μετὰ ὀστράκων καὶ

λίθων ἱλὺς, ἢ ὁ κοχλίας· χέμιτλα εἶδος νόσου· χετῶ τὸ ῥῆμα,

ὃ δηλοῖ τὸ ἔχω.

43

Πᾶσα λέξις ἐκ τῆς ψε συλλαβῆς ἀρχομένη πλὴν τινῶν

ὀλιγιστῶν διὰ τοῦ ε ψιλοῦ γράφεται· τὰ γοῦν ὑπεσταλμένα

ὑποτάσσεται· ψαιμύθιον τὸ φαῦλον καὶ ψευδές· ψαιδρὸν, τὸ

φαιδρόν· ψαίρω, τὸ τινάσσω· ψαιτὰ ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ

μεμαγμένα· ψαίκαλον ἀρνίον ἔμβρυον, νέον βρέφος· ψαίκιον,

μακρὸν, ἐλαφρὸν, ὡραῖον· τὰ δὲ διὰ τοῦ ψιλοῦ εἰσὶ ταῦτα·

ψελίον· ψεκάς· ψέγω τὸ κακολογῶ· ψεδὸν τὸ ὀλίγον καὶ

μαδαρόν· ψίδω τὸ λυπῶ καὶ κτυπῶ· ψεδυρὸς, ψιθυριστής·

ψεδνὸς ὁ μαδαρός· ψέφω τὸ δέδοικα, τὸ φροντίζω· ψέφερα ἡ

λεπτὴ, ἡ σκοτεινή· ψέφος, τὸ σκότος·

44

Ἡ ο συλλαβὴ, εἴτε κατ' ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ

μέσον, ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει ἔχουσα μεθ' ἑαυτὴν δύο

σύμφωνα κατὰ σύλληψιν διὰ τοῦ ο μικροῦ γράφεται· ἐν

ἀρχῇ μὲν λέξεως, ὄβριμος· ὄβρυζος· ὄγδοος· ὀδμή· ὀθνεῖος·

ὄκνος· ὀκλάζω· ὀκτώ· ὀμνύω· ὅπλον· ὁπλή· ὄσπριον· ὀσ-

τέον· ὀσφύς· ὀτρύνω· ὀτρηρός· ὄφλω· ὄχλος ὁ ὀφθαλμός·

ὀθνεῖος, τὸ δέδοικα· Ὄθρυς λόφος· ὀκλείω· ὀκριώω τὸ λοι-

δωρῶ· ὁπλότερος ὁ νεώτερος· ὁπλοῖον τὸ τόξον· ὀπτῶ τό τε

βαρύτονον καὶ τὸ περισπώμενον· ὀπτὴρ ὁ σκοπός· ὄτλος ὁ

μόχθος, ὁ πόνος· ὄτλημα ἡ κακοπραγία· ὀτραλέον· ὀτρεὺς ὁ

ἡμίονος· ὄρχις κλῆμα βότρυος ἔχον· ὀφροκόρινθος ὄνομα τόπου· ὀφρυόεσσα, ὀρεινὴ, ἔνδοξος. ὀχμάζει λαμβάνει·

κατὰ δὲ τὸ μέσον τῆς λέξεως, ἢ καὶ συμφώνου τῆς ἀρχούσης

προηγουμένου οὕτω· βρόχθος ἡ σταγών· Βόστρα, ἡ πόλις·

βόστριχες· γοσταὶ αἱ κριθαί· δόγμος πλάγιος, λοξός· δόχμη

δῶρον· κόχλος· κόπρος· κόστος· κοχλιάριον· κοδρᾶτος· κοδράν-

της· ῥόπτρον πάγη θηρίων, τὸ ἐπιπίπτον τῆς πάγης· ῥοχθεῖ,

ψοφεῖ· πόστος· τὸ ὦχρος τό τε βαρύτονον, τό τε ὀξύτονον διὰ

τοῦ ω μεγάλου γράφεται οὐχ ἁπλᾶ· ἔστι γὰρ παρὰ τὸ

χροῦς χροὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἄχροος, καὶ ἐν ἐκ-

θέσει τοῦ ο ἀόχροος, καὶ κράσει τοῦ αο εἰς ω μέγα, ὦχρος·

σεσημείωται τὸ σκώπτω διὰ τοῦ ω μεγάλου γραφόμενον· τὸ

ὤκλασα· ὤκνησα· διωγμὸς, καὶ εἴτι τοιοῦτον κεκίνηνται· τὸ

Σώστρατος σύνθετον, παρὰ γὰρ τὸ σώζω.

45

Ἡ ο συλλαβὴ ἔχουσα μεθ' ἑαυτὴν ἓν τῶν διπλῶν, εἴτε

κατὰ τὸ μέσον ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει διὰ τοῦ ο γρά-

φεται μικροῦ· ὄζος ὁ κλάδος· ὄζω τὸ ῥῆμα· Ὄξηλος ὄνομα

τόπου· ὀξηλὶς, ἡ βοτάνη ὀξυτόνως· ῥόξος· φοξός· τὸ Ὦξος

ἐπὶ τοῦ ποταμοῦ διὰ τοῦ ω μεγάλου ὁμοίως καὶ τὸ σῴζω· τὸ

ὤξεσα· ὤξυνα, κεκίνηνται.

46

Τὸ ο ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, εἴτε κατ' ἀρχὴν λέξεως,

εἴτε κατὰ τὸ μέσον, εἰς σύμφωνον λήγει, τῆς ἐπαγομένης

συλλαβῆς ἐκ συμφώνου ἀρχομένης, διὰ τοῦ ο μικροῦ γρά-

φεται· ἐν ἀρχῇ μὲν λέξεως· οἷον, ὄλβος· ὄνθος· ὁλκός· ὁλ-

κάς *******

******* κατὰ ἀναλογίαν χωρεῖ· ἡ δὲ δοτικὴ

βαρβαρίζει πρὸς τὸ μηδέποτε δοτικὴν ἑνικὴν ἰσοσύλλα-

βον τῇ ἰδίᾳ εὐθείᾳ εἰς ου δίφθογγον λήγειν· ἢ ἄνευ τοῦ ι

ἀνεκφωνήτου γράφεσθαι· ἰστέον οὖν λοιπὸν ἐπὶ τὰ παρα-

δείγματα· Ἰσδηγέρδης· Ἰσμαήλ· Ἰσραήλ· Ἰσκαρίωθ· ἱστός·

ἴσμεν, καίπερ ἐκ τοῦ εἴδω τοῦ διὰ τῆς ει διφθόγγου γραφο-

μένου γεγονός· ἰθμός· ἱστίον· ἴσπω· ἴσχω· Ἵστρος· Ἱσπα-

νία· ἰσχύς· ἴσθι· ἰσθμαίνει τὸ ἀγονιᾷ καὶ αἰσθάνεται·

ἰσθμὴν, ἡ φρόνησις· ἴσκεν, ἔλεγεν· ἰσκάνδιον σαλπιγγωτόν·

ἰσμέρα τὸ εἰς τοὺς καθαρμούς· ἴσμα δρύμα· Ἴσμαρος πόλις

Θρᾴκης· ἰσπίλαι ἀκόλουθοι· ἰσπνιᾶται σειραί· ἰσσέλη αἴ-

γειον δέρμα· ἵστωρ· ἰστάκη τὸ δρέπανον· Ἰστρηνίδες Σκυ-

θικαί· ἰσφαίνει μεριμνᾷ· ἰσφάτατον, βίαιον· ἰσχαναᾶν,

κατέχειν, κρατεῖν· ἰσχαλέον λεπτόν· ἰσχνεῦσα. ὑφ' εῖναι·

ἰσχαίρω· ἰσχιάζειν ἀναβάλλειν τὸ ἰσχίον· δίσκος· πρίσκος·

κρίσκη· μίσγω· μισθός· ὄλισθος· Αἴγισθος· λιμνίσκος·

ἀστερίσκος· οὐρανίσκος· τὸ Θρῇσκος δοκεῖ ἀντικεῖσθαι διὰ

τοῦ η γραφόμενον, ἀλλ' οὖν ἔχει καὶ αὐτὸ τὸ ι ἀνεκφώνητον·

γέγονεν δὲ παρὰ τὸ Θράϊξ Θραῖξ Θράϊσκος, καὶ τροπῇ τοῦ

α εἰς η Θρήϊσκος, καὶ κατὰ συναίρεσιν Θρῇσκος· μή ποτε

δὲ καὶ τὸ φῆστος ἐκ τοῦ φαίνω γέγονεν φαῖστος, καὶ τροπῇ

τῆς αι εἰς η φῆστος· τὸ θνῄσκω· πλεῖστος· ἄπληστος· ἔρει-

σμα· ἐν κινήσει εἰσὶν ὡς πᾶσιν εὔδηλον.

88

Ἡ ι συλλαβὴ εἴτε κατ' ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ

μέσον ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει λήγουσα εἰς ν, ἐπαγομένου

τοῦ δ, διὰ τοῦ ι γράφεται· οἷον, ἴνδικτος· ἴνδαλμα· ἴνδιξ· Ἰνδός·

σινδών· σκινδαψός· Πίνδαρος· γίνδος· γινδαρις· καλινδοῦμαι·

πινδηρα, ἄροτρον· Πίνδος ὄρος Θεσσαλίας· πίνδακας θραύ-

ματα σανίδων· σκινδαλαγμός· σκίνδιον τὸ λευκόν· φυγίνδα·

βασιλίνδα· κρυπτίνδα· τὸ ἥνδανε ἐκ τοῦ ἁνδάνω γεγονὸς οὐ

μάχεται, ὡς οὐδὲ τὸ ἤσχαλλον, εἰστήκειν, ἐκ τοῦ ἀσχάλλω,

εἰστήκω, γεγονότα εἰς τὸν προλαβόντα κανόνα.

89

Ἡ ι συλλαβὴ εἴτε κατ' ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ

μέσον ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει λήγουσα εἰς ρ, ἢ εἰς ἕν τι

τῶν ἀμεταβόλων τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἐκ συμφώ-

νου, διὰ τοῦ ι γράφεται· καὶ κατ' ἀρχὴν μὲν λέξεως· ἴννος·

Ἴμβρος· ἰνδάλω· ἴνδαλμα· Ἰνδός· ἴνδικτος· Συλιμβρία·

Κιμμέριος· σκίνπους· στίλβων· στιλβανός· οἰκτίρμων·

σκιρτῶ· κιρνῶ· κίρκος· θίῤῥον τὸ τρυφερόν· ἰλκαγλοιός, ῥύ-

πος· ἴλλον, πλάγιον, στραβόν· ἰλλάδας ἀγελαίας, διεστραμ-

μένας· Ἰλλυρίς· ἰλμηδεσμὸς, σειρά· ἴννος ὁ ἐξ ὄνου θηλείας

καὶ ἵππου, ἢ τὸ ἐν τῇ κυήσει νοσῆς βρέφος· κιλλαγκτὴρ ὁ

ὀνελάτης· κίλλοι ὄνοι τὸ ἑρμὸς ἐκ τοῦ εἵρω γεγονὸς τοῦ

τάσσω ἐν κινήσει ὂν, οὐκ ἀντίκειται· σεσημείωται τὸ εἴργω

τὸ κωλύω, ἐξ οὗ καὶ εἰρκτὴ διὰ τῆς ει διφθόγγου· καὶ μή-

ποτε παρὰ τὸ ἔργω ἐστὶν ἐν πλεονασμῷ τοῦ ι, καὶ οὐ γνη-

σίαν ἔχει τὴν δίφθογγον· τὸ ἦρχον, εἴτε ἐκ τοῦ ἄρχω, ἢ ἐκ

τοῦ ἔρχω ἄδηλον, ὅμως ἐν κινήσει ὂν οὐκ ἀντίκειται.

90

Ἡ ι συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, εἴτε κατ' ἀρ-

χὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, πρὸ τοῦ κτ εὑρισκομένη διὰ

τοῦ ι γράφεται· ἴκτινος, τὸ ὄρνεον· ἴκτερος, ἡ νόσος· ἱκτὸν

τὸ ἐοικός· ἴκτης, οἰκέτης· ἴκταιον τὸ τρόφημον· ἵκταρ τὸ

πρόσφατον· ἰκτὺς, ὁμοίωμα, εἰκών· ἴνδικτος· βίκτωρ· προ-

τίκτωρ· τὸ ἐπείκτης ἐκ τοῦ ἐπείγω γεγονὸς κεκινημένον ὂν,

οὐκ ἀντίκειται.

91

Ἡ ι συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει ἔχουσα τὴν

ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ γ, ἢ τοῦ δ', ἢ τοῦ κ, ἢ

ἑνὸς τῶν λοιπῶν ἀμεταβόλων, ἢ τοῦ ξ, διὰ τοῦ ι γράφεται·

οἷον, ἴγδην· ἴγγηρ· ἰλιγγιῶ· ἰγγιστιάριος· στίγγος· λιγ-

κεύς· κίγγλα· κιγκλίς· τιγγάβαρις· ζιγγίβερ· σφίγγω·

κιγκλίζω τὸ κινῶ· κίγκλος, εἶδος ὀρνέου· λιγγῶ, τὸ ἠχῶ,

καὶ λίγξω τὸ ἠχήσω· μῆνιγξ· σφίγξ· σάλπιγξ.

92

Ἡ ι συλλαβὴ ἔχουσα μεθ' ἑαυτὴν δύο δασέα κατὰ σύλ-

ληψιν ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει· διὰ τοῦ ι γράφεται· οἷον,

ἴφθιμος· ἰχθύς· διφθέρα· δίφθογγος· τρίφθογγος· τὸ ἤχ-

θην· ἥφθην οὐκ ἀντίκεινται διὰ τοῦ η γραφόμενα, κεκίνηνται

γάρ.

93

Ἡ ι συλλαβῇ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, εἴτε κατ'

ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, λήγουσα εἰς ν, τῆς ἑξῆς

συλλαβῆς ἐκ τοῦ θ ἀρχομένης, διὰ τοῦ ι γράφεται· σπιν-

θήρ· μίνθα, τὸ ἡδύοσμον· Σμινθεύς· Ῥίνθων· ῥικινθας· Κό-

ρινθος· πλίνθος· σκίνθος, καὶ εἴτι ὅμοιον.

94

Ἡ ι συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει πρὸ τῶν διπλῶν

διὰ τοῦ ι γράφεται· οἷον, ἰξός· ἴξαλος· ἰξεύω· ἰξευτής· ἰξύς·

ἴξω· σχίζω· καὶ τὸ ἧψα διὰ τοῦ η γραφόμενον οὐκ ἀντί-

κειται, κεκίνηται γάρ.

95

Ἡ ι συλλαβὴ ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει εἴτε κατ' ἀρ-

χὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, εἰς ἕν τι τῶν ἀμεταβόλων

λήγουσα, συμφώνου ἢ συμφώνων ἐκ τῆς ἑξῆς συλλαβῆς ἀρ-

χομένης, διὰ τοῦ ι γράφεται· Σίλβεστρος· σίλφιον· σίρ-

φιον· σίμβρος· πιμπρῶ· θρίγκος· κιγκλίς· σκίγκος· Σίρ-

μιον· σινδών· Πίνδαρος· Κίρκη· βίργος ὁ ῥάβδος· Σιμ-

πλίκιος· λιμπάνω· κίνδυνος· Κιμμέριος· τὸ μεσημερία διὰ

τοῦ η γραφόμενον τὴν μέσην ἀλλ' οὐχ ἁπλοῦν· ἐκ γὰρ τοῦ

μεσημερία γέγονεν κατὰ συγκοπὴν τοῦ ε, καὶ πλεονασμῷ

τοῦ β· τὸ κῆνσος λῆγον εἰς ν καὶ ἔχον τὴν ἑξῆς ἐκ τοῦ σ

ἀρχομένην διὰ τοῦ η γράφεται, καὶ τὸ ἴνβεν τὸ διὰ τοῦ ι

καὶ ν ἀμφότερα παράλογα καὶ Ἰταλικά· τὸ μὲν ὅτι διὰ τοῦ

η, τὸ δὲ ὅτι μὴ ἔτρεψεν τὸ ν εἰς τὸ μ ἔχον τὴν ἑξῆς ἐκ τοῦ

η ἀρχομένην.

96

Πρὸ δύο τῶν αὐτῶν συμφώνων ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει,

εἴτε κατ' ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον οὐκ ἔστιν εὑρεῖν,

οὔτε τὸ η οὔτε τινὰ τῶν διφθόγγων ἀλλ' ἢ τὸ ι, ἢ τὸ υ·

οἷον, ἴλλος· ἵππος· ἴννος· ὕῤῥας· μικκός· φρίσσω· ψύλλος·

σκύλλος· κυλλός· βιλλός· ὁ μαλλός· τίλλω· μίλλα· σκίλλα·

ἄμιλλα· Πρίσκιλλα· βίσσα· κίσσα· λύσσα· πτίσσω· πτίσ-

σα· πίσσος εἶδος ὀσπρίου· νύσσω· πτύσσω· σεσημείωται τὸ

Θράϊσσα καὶ κατὰ συναίρεσιν Θραῖσσα· σεσημείωται καὶ

τὸ πήσσω· πλήσσω· ῥήσσω διὰ τοῦ η γραφόμενα· τὸ γὰρ

ἥσσων τὸ συγκριτικὸν καὶ αὐτὸ γὰρ διὰ τοῦ η γράφεται,

ἀλλ' οὐχ ἁπλοῦν· γέγονεν δὲ παρὰ τὸ ἅμα καὶ τὸ ἴσος ἅμι-

συς, καὶ τροπῇ τοῦ α εἰς η ἥμισυς, ὡς καὶ ἡ δασεῖα μαρ-

τυρεῖ· ἀφ' οὗ τὸ συγκριτικὸν ἡμισύτερος καὶ ἡμισίων ὁ

δεύτερος τύπος, καὶ ὁ τρίτος ἥσσων· καὶ Ἀττικῶς ἥττων·

τὸ κρείσσων διὰ τῆς ει διφθόγγου γραφόμενον οὐκ ἀκίνητον·

γέγονεν γὰρ παρὰ τὸ κράτος τὸ συγκριτικόν.

97

Ἡ ι συλλαβὴ ἐν τῇ συνθέσει ἐνίοτε τρέπει τὸ ι εἰς ε·

σπάνιοι δὲ αἱ λέξεις, ὡς ἔχει τὸ ἄγχι ἀγχέμαχος, καὶ τὸ

δικαστὸς ἀδέκαστος· Αἰολέων δὲ τὸ πάθος.

98

Πρὸ τοῦ μν οὐκ ἔστιν εὑρεῖν δίφθογγον ἀλλ' ἢ τὸ ι, ἢ τὸ

υ· σπάνιοι δὲ αἱ λέξεις· μίμνω· τέμνω· λίμνη· πρύμνη·

σκύμνος· ὕμνος· γύμνος· σεσημείωται τὸ ποίμνη καὶ τὸ

Λῆμνος ἐπὶ τῆς νήσου, καὶ τὸ κρημνὸς διὰ τοῦ η ἀμφότερα

γραφόμενα· καὶ μήποτε παρὰ τὸ κρεμῶ γέγονε κρεμὸς, καὶ

τροπῇ τοῦ ε εἰς η, καὶ πλεονασμῷ τοῦ ν κρημνός.

99

Πρὸ τοῦ χ ἡ αι δίφθογγος ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει

οὐχ εὑρίσκεται· ἔχω· λέχος· τὸ πέπαιχα ἐκ κινήσεως τοῦ

παίζω· τὸ ναίχι κατ' ἐπέκτασιν.

100

Πᾶσα λέξις εἴτε Ἑλληνικὴ, εἴτε βάρβαρος, ἐκ τῆς ια

συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται· οἷον, ἰατρός· Ἰά-

πυξ· Ἰάειρος· Ἰαήλ· ἰάλεμος θρῆνος· ἴαμνος θάμνος· ἴαν-

θος· ἴασπις· ἰαοινεῖδι· ἀπορεῖ· ἰάζει βοᾷ· ἰακλάζω κατα-

βοῶ· ἰάπτω τὸ θνήσκω· σεσημείωται τὸ εἶα ἐπίῤῥημα καὶ

τὸ εἴασα ῥῆμα.

101

Πᾶν ὄνομα Ἑλληνικόν τε καὶ βάρβαρον ἐκ τῆς ιε συλ-

λαβῆς ἀρχόμενον, διὰ τοῦ ι καὶ ε ψιλοῦ γράφεται· οἷον,

Ἰεχονίας· Ἰερεμίας· Ἰεσσαῖ· τὸ Ἡετίων τὴν ἄρχουσαν ἔχον

διὰ τοῦ η οὐκ ἀντίκειται, ἐκ γὰρ τοῦ ἀετίων γέγονεν τροπῇ

τοῦ α εἰς η.

102

Τὰ διὰ τοῦ ιω ὀνόματα διὰ τοῦ ι γράφεται, καὶ διὰ τοῦ

ω· οἷον, Ἰωσίας· Ἰωάβ· Ἰωθώρ· Ἰωβήδ· Ἰωσαφάτ· Ἰωάς·

σεσημείωται τὸ Ἰορδάνης καὶ Ἰόππη.

103

Τὸ υ εἴτε κατ' ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, ἔχον

μεθ' ἑαυτὸ δύο σύμφωνα κατὰ σύλληψιν, ἢ διάστασιν, ἢ ἓν

τῶν διπλῶν, διὰ τοῦ υ γράφεται· οἷον, ὕβρις· ὕδρα· ὕθλος·

ὕμνος· ὕσπληξ· ὕτνον· γύψος· πύξος· μύξα· κόρυζα· ὄρυζα·

βύβλος· Βύζας· Κύπρις· λυπρός· μύστρα· στρύχνος· ἀμυ-

δρός· σεσημείωται τὸ οἶκτος καὶ οἰκτρός· οἶστρος· οἰκτίρ-

μων· οἶδμα· οἴτη ὁ μαλλός· οἴστρησις σχοινίου τι εἶδος· οἶ-

φνος τετραχοινικὸν μέτρον· οἰχνῆσαι πορευθῆναι, καὶ τὸ ῥοῖζος

καὶ αὐτὸ διὰ τῆς οι διφθόγγου γραφόμενον.

104

Ἡ ν συλλαβὴ πρὸ φωνήεντος διὰ τοῦ υ ψιλοῦ γράφεται·

εἰ δέ τι καὶ διὰ τῆς οι διφθόγγου εὑρεθῇ ἐν σημειώσει πα-

ραδεξόμεθα· ὡς ἔχει τὸ οἶος ὁ μόνος, καὶ τὸ ἀναφορικόν·

Οἵα κώμη, καὶ ἐπὶ τοῦ ἀγροῦ· οἴα τὸ ἐκ προβάτων· οἴας

ἀρχὴ καταλόγου· τὰ δὲ διὰ τοῦ υ ψιλοῦ εἰσὶ ταῦτα· ὕας τὸ

ἀρσενικόν· ὑάδες· ὑάκυνθος· ὕαλος ὁ βόρβορος, ἐνίοτε δὲ

καὶ τὸ λαμπρόν· ὑαλόεν τὸ διαφανές· ὑαλίης εἰκαῖος, βλο-

συρός· Ὕης Ζεὺς, ὄμβριος· υἱός.

105

Ἡ υ συλλαβὴ πρὸ τοῦ β διὰ τοῦ υ ψιλοῦ γράφεται·

[βυθός· βυζός· πυκνός·] Ὕβλη πόλις Σικελική· ὑβριστής·

ὑβαλλὴν λάγνος.

106

Πᾶσα λέξις ἐκ τῆς βυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ

ψιλοῦ γράφεται βυθός· βυζὸς, πυκνὸς, συνετός· βύζανα, κόν-

δυλος· βύζειν ἀθρόον, πυκνόν· Βύνη ἡ Λευκοθέα Ἴνω· βύσ-

σος· βυσός· σεσημείωται βοικία, ἡ θεράπαινα· βοικεῖ γα-

μήσκει· Βοίβη λίμνη καὶ πόλις ἐν Θεσσαλίᾳ· Βοιωτὸς τὸ

ἔθνος· βοῖπις γῆ βουνώδης, διὰ τῆς οι διφθόγγου γραφόμενα.

107

Τὸ γ πρὸ αὐτοῦ τὴν οι δίφθογγον ἔχειν ἀπείπατο, πλὴν ἐν

τῷ οἴγω, τῷ δηλοῦντι τῷ ἀνοίγω· τὰ δ' ἄλλα διὰ τοῦ υ ψι-

λοῦ· σπάνιοι δὲ αἱ λέξεις, ὡς ἔχει τὸ ὑγιής· ὑγίεια τετρα-

σύλλαβον, οὕτω ζητεῖ ἡ ἀναλογία· ὑγρός· ὑγρασία· καὶ εἴτι

ὅμοιον.

108

Πᾶσα λέξις ἐκ τῆς γυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ

ψιλοῦ γράφεται· γύαλον· γυάλαον τὸ κοῖλον· Γυρα, Ἀθηνᾶ

ἐγχώριος· γύη πᾶσα ἡ γῆ· γυήτης, χωλός· γύλινα, ἐρίσμα-

τα· Γυλιὸς, Ἡρακλῆς· γυναιμανές· γυπῶσαι, πληρῶσαι· γυ-

παρία· γῦροι, βόθροι· γυρῖνος, ἡ μήπω πόδας ἔχουσα βά-

τραχος· σεσημείωται τὸ γοῖ τὸ διὰ τῆς οι διφθόγγου γρα-

φόμενον.

109

Πᾶσα λέξις ἐκ τῆς γρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ

ψιλοῦ γράφεται· οἷον, γρύτη, τὸ μικρόν· γρῦ, ὁ ὑπὸ τὸν ὄνυ-

χα ῥύπος· γρυπόν· γρύξαι, μικρὸν φθέγξασθαι· γρύνη λιβα-

νωτός· γρυμπάνειν ἐπικάμπτειν· γρυμαία σκευοθήκη· γρυνοὶ,

δαλοί.

110

Τὸ δ πρὸ αὐτοῦ ἔχειν ἐν ἀρχῇ λέξεως τὴν οι δίφθογγον

πλὴν τινῶν λέξεων οὐκ ἀνέχεται· σχέδον γὰρ τὰ πάντα διὰ

τοῦ υ ψιλοῦ γράφεται· οἷον, ὕδης, συνετός· ὕδη, φήμη, ᾠδή·

ὕδαρος· ὕδειν, τρέχειν, λέγειν· ὕδος τὸ ὕδωρ· ὕδρος· ὕδρα·

σεσημείωται τὸ οἶδα· οἶδμα· οἰδαίνεται· Οἰδήπους, διὰ τῆς

οι διφθόγγου γραφόμενα.

111

Πρὸ τοῦ ζ, ἢ ξ, ἢ ψ τὸ υ ψιλὸν κατ' ἀρχὴν λέξεως οὐχ

εὕρηται, εἰ μὴ ἐν τῷ ὕψος· γεγονέναι δὲ καὶ αὐτὸ φασὶν

παρὰ τὸ ὄπτω τὸ βλέπω, ὄψω ὄψος, καὶ τροπῇ Αἰολικῇ

ὕψος· οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ πνευμάτων.

112

Πᾶσα λέξις ἐκ τῆς ζυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ

ψιλοῦ γράφεται ζύμη· ζύθος, ὁ ἐκ κριθῆς οἶνος· ζύγλορον

κιβωτός· ζυχεινεῖ τὸ μύει.

113

Πᾶσα λέξις ἀπὸ τῆς ζω συλλαβῆς ἀρχομένη διὰ τοῦ ω

μεγάλου γράφεται· ζωγρία θῆκαι νεκρῶν· ζωγρεῖ, ζῶντας

θηρεύει· ζώαξ, θώραξ λαγαρός· ζῴδιον· ζωθάλμιον, τὸν βι-

ώσιμον· ζῶμα θώραξ· ζωμός· ζώνη· ζώω· ζωννύω· ζωπυρεῖ·

ζωρότερον, ταχύτερον· ζωρὸν ἀκρατεύτερον· ζωστήρ· ζώστρα,

τὰ ἐνδύματα· σεσημείωται τὸ ζόφος, καὶ εἴτι παρ' αὐτὸ

διὰ τοῦ ο μικροῦ γραφόμενον· ζοφόεν· ζοφοδορπίας, λαθρο-

φάγος· ζόη βαρυτόνως, τὸ ἐπάνω τοῦ μέλιτος, καὶ αὐτὸ διὰ

τοῦ ο μικροῦ γραφόμενον.

114

Ἡ υ συλλαβὴ πρὸ τοῦ θ ἐν ἑνὶ μέρει λόγου καὶ ἡ οι

δίφθογγος οὐκ ἔστιν καθόλου· διὸ σημειούμεθα τὸ ὕθλος μό-

νον διὰ τοῦ υ ψιλοῦ γραφόμενον.

115

Πᾶσα λέξις ἐκ τῆς θυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψι-

λοῦ γράφεται· θύελλα· θυευτὸς οὑξόμβρων ποταμός· θυ-

ηλὴ, ἡ διὰ θυμάτων μαντεῖα· θυηπόλος, ὁ ἱερεύς· θυηκόλος,

ἱερεύς· θυμαρὲς, τὸ ὠφέλημον· θυρεός· θύνεται, ἥδεται· σε-

σημείωται τὸ θοιὸν ὀξυτόνως· θοία ζεῦγος ἡμιόνων· θοίνη, ἡ

εὐωχεῖα διὰ τῆς οι διφθόγγου.

116

Πᾶσα λέξις ἐκ τῆς θρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ

ψιλοῦ γράφεται· θρύψιχος φοβερός· θρυαλλίς· θρυγονᾶν τὸ

ξύειν· θρυλεῖν συνεχῶς λέγειν· θρυματὶς κρηπίς· θρύπτω· θρυ-

λιχθῆναι· Θρυὸς πόλις Ἀρκαδίας· θρύειν θορυβεῖν.

117

Πᾶσα λέξις ἐκ τῆς θρω συλλαβῆς ἀρχομένη διὰ τοῦ ω

μεγάλου γράφεται· θρῴσκω τὸ πηδῶ· θρωμὸς ὤια δικτύου·

θρωγμὸς τρίβος· θρῶσις τὸ σπαρτίον· θρώσσει ἅλλεται· σε-

σημείωται τὸ θρόνος· θρόος ὁ φθόγγος· θρόννα ἄνθεα, βάμ-

ματα, διὰ τοῦ ο μικροῦ γραφόμενα.

118

Ἡ υ συλλαβὴ πρὸ τοῦ κ ἐν ἑνὶ μέρει λόγου διὰ τοῦ

υ ψιλοῦ οὐκ ἔστιν εἰ μὴ ἐν τῷ ὕκηλος, ὃ σημαίνει τὸ ὑγιές·

τὰ δ' ἄλλα διὰ τῆς οι διφθόγγου· οἴκελος ὁ πίσος· οἰκόσιτος

ὁ οἴκοθεν ἐσθίων· οἰκεὺς δοῦλος· οἰκιπάζει οὐκ ἐμποιεῖ· οἰκώ-

δης, φορεύς· οἰκῆϊ λευκῷ· οἰκτρός· οἴκυλος, τὸ ὄσπριον· οἶκ-

τος· οἰκτίρμων· οἰκιμβάζει.

119

Πᾶσα λέξις ἐκ τῆς κρο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο

μικροῦ γράφεται· κρόκος· κρόκαλος αἰγιαλός· κροταφὶς,

σφύρα μικρά· κροαίνων κρούων τοῖς ποσίν· κροτῶ· Κροτώνη·

Κροκύλιον πόλις· κροκόπεπλος· κροκοείδης· κρόταλον, λά-

λον· κροτητὰ, ἐγγεγλυμμένα· κροτεύσαι τὸ μὴ πλῆρες δοῦ-

ναι· κροκώδεσμος· σεσημείωται τὸ κρῶπος ἡ ὑδρία· κρώσιον

ἡ στάμνος· κρῶσι, βοῶσι· κρωσσὸς κεράμιον, κρατήρ·

Κρῶμνα πόλις Παφλαγονική.

120

Τὰ ἀπὸ τῆς κρυ συλλαβῆς ἀρχομένα διὰ τοῦ υ ψιλοῦ

γράφεται, εἴτε ὀνόματα, εἴτε ῥήματα, εἴτε ἐπιῤῥήματα·

κρύος ὁ χειμών· κρυαίνει, ἱμείρει· κρυμός· κρυὸν, ξηρόν·

κρυπτεύω…

κρυερὸν…

The complete text is available when the reading interface loads.