The Greek Library Catalogue

Anonymous

Epistulae

Edition reference
Epistulae, ed. G. Zanetto, Theophylacti Simocatae epistulae, Leipzig: Teubner, 1985: 1–44.
CTS identifier
urn:cts:greekLit:tlg3130.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΘΕΟΦΥΛΑΚΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ

ΣΙΜΟΚΑΤΟΥ

ΕΠΙΣΤΟΛΑΙ ΗΘΙΚΑΙ ΑΓΡΟΙΚΙΚΑΙ

ΕΤΑΙΡΙΚΑΙ}

1

{Κριτίας Πλωτίνῳ}

Τέττιξ ὁ μουσικὸς ἦρος φανέντος τῆς μελῳδίας ἀπάρχεται· ᾠδικώτερος

δὲ τοῖς ᾄσμασι καὶ τὴν φύσιν λαλίστερος ὥρᾳ μεσημβρίας γνωρίζεται,

ἀκτίνων ὥσπερ ἡλιακῶν μεθυσκόμενος. τερετίζει γοῦν ὁ μελῳδὸς βῆμα

τὸ δένδρον ποιούμενος, θέατρον τὸν ἀγρόν, καὶ τοῖς ὁδίταις τὴν μουσικὴν

ἐπιδείκνυται. ᾆσαι γοῦν καὶ ἡμεῖς τὰς σὰς ἀρετὰς ἐπειγόμεθα· ἐκθάλπουσι

γάρ πως καὶ ζωπυροῦσι πρὸς ἐγκώμιον τὰ ἡμέτερα. πάλαι γὰρ νεκρωθέν-

τας ἡμᾶς τῷ ῥυπώδει βίῳ ἐκ τῶν σῶν γραμμάτων πρὸς ἀρετὴν ἀνεψύχω-

σας. οὕτω γενοίμην ὁ Κριτίας Πλωτῖνος· Πλωτῖνος γὰρ ἢ σώματος

ἐκτὸς φιλοσοφεῖ ἐπὶ γῆς, ἢ φιλοσοφία σωματωθεῖσα μετὰ τῶν ἀνθρώ-

πων ὡς ἄνθρωπος ἀναστρέφεται.

2

{Δόρκων Μόσχωνι}

Ὁ ταξίαρχος τῶν προβάτων, ὁ θαυμαστός μοι κριὸς ἀπόλωλε, καὶ

ποιμαντικῆς ἡγεμονίας χηρεύει τὰ θρέμματα. κακόν τι πεπόνθαμεν

μέγιστον, καί τί μοι δοκῶ χαλεπαίνειν τὸν Πᾶνα· οὐ γὰρ τῶν σίμβλων

αὐτὸν ἀπαρχαῖς ἐτιμήσαμεν. διὸ πρὸς ἄστυ χωρῶ τὸν ὀργίλον πρεσβευσό-

μενος, καὶ τοῖς πολίταις τὴν ἀπήνειαν διηγήσομαι φήσας· ‘διὰ μελιτοῦτταν

ὁ Πὰν τοῦ ποιμνίου μοι τὸν ἡγεμόνα διώλεσεν’.

3

{Θεανὼ Εὐρυδίκῃ}

Ὁ φυσικός σοι κόσμος παρῴχηκε, καὶ ῥυτίδων ἐγγὺς ἡ εὐπρέπεια· σὺ δὲ

παραχαράττειν ἐπιχειρεῖς τὴν ἀλήθειαν ἐπιπλάστῳ κόσμῳ τοὺς ἐραστὰς

φενακίζουσα. πειθάρχει τῷ χρόνῳ, γραΐδιον· οὐ γὰρ εὐπρεπεῖς οἱ λειμῶνες

ἐν μετοπώρῳ τοῖς ἄνθεσι. μέμνησο καὶ θανάτου—τούτῳ γὰρ ἐγειτνία-

σας—καὶ σωφροσύνην ἐξ ἀνάγκης ἀσκεῖν ἐπιτήδευε. καὶ γῆρας γὰρ

ἀδικεῖς καὶ νεότητα· τὸ μὲν γὰρ ἐπαγγελλομένη διέψευσαι, τὸ δὲ κεκτη-

μένη ἐνόθευσας.

4

{Εὐαγόρας Ἀντιπάτρῳ}

Ὅρους ὁ δημιουργὸς καὶ τῷ θαλαττίῳ διετάξατο κλύδωνι, καὶ τοῖς

αἰγιαλοῖς τὸ πελάγιον κεχαλίνωται ῥεῖθρον, καὶ ψάμμος τίς ἐστι μικρὰ

ἠπείρῳ καὶ τῇ θαλάττῃ μεταίχμιον· οὐ γὰρ ἀδικεῖν ἡ θάλαττα τὴν

γείτονα γῆν συγκεχώρηται· παλινδρομεῖ δὲ πρὸς ἑαυτὸ τὸ ῥεῖθρον

μαινόμενον μεγάλην ἀπειλῆσαν τῇ χέρσῳ τὴν ἔφοδον. ὅρους τοιγαροῦν,

ὦ Ἀντίπατρε, τῷ σῷ νομοθέτει θυμῷ ὑπηρέτιν τὴν χεῖρα τῆς ὀργῆς μὴ

ποιούμενος. τὸ μὲν οὖν συμφιλοσοφεῖν ταῖς χερσὶ καὶ τὴν γλῶτταν

ἐντελοῦς ἀρετῆς ὅρος ἀκρότατος· εἰ δὲ μὴ ταύτης κρατεῖν οἷός τε εἶ,

ὕβρεσι τὸν θυμὸν ψυχαγώγει, εἰ κυσὶν ὑλακτοῦσιν ἐοικέναι βεβούλησαι.

οὕτω γὰρ καὶ χαλεπαίνουσα θάλαττα ἀφροῦ περαιτέρω καὶ σάλου τὰ τῆς

ὀργῆς οὐκ ἐνδείκνυται.

5

{Αἴγειρος Πλατάνῳ}

Κακὰς γείτονας, ὦ φίλος, τὰς γεράνους κεκτήμεθα. πόλεμον ἀθάνατον

περὶ τὸ γήδιον ἔχουσιν. οὔτε γὰρ τοῖς πατράσι τοῖς ἡμετέροις ἐσπείσαντο,

οὔτε τοῖς μετ' ἐκείνους ἡμῖν τὸν πόλεμον διελύσαντο. καίτοι ἀπαρχαῖς

τοῦ θερισμοῦ πολλάκις αὐτὰς ἐτιμήσαμεν· ἀλλὰ καὶ μοῖραν τοῦ γηδίου

τινά, ὥσπερ ὀργάδα θεῷ, ταῖς ἀχαρίστοις δεδώκαμεν. ἀλλ' οὐκ αἰδέσιμα

τὰ δῶρα παρ' ἐκείναις, ὡς ἔοικε. τοιγαροῦν ἅπαντες τῶν ἐντεῦθεν

ἀπαίρομεν· πέτρας γὰρ ἡμῖν γεωργεῖν συμφερώτερον ἢ πεδία καὶ γηλό-

φους οἰκεῖν χαλεπὰς κεκτημένους τὰς γείτονας.

6

{Ἐρατὼ Τερψιθέᾳ}

Τὸν χρυσοῦν Καλλικράτην εἰκόνα σοι γεγραφέναι φασί· τὴν δὲ γραφὴν

οὐ Τερψιθέαν οἶμαι δηλοῦν, ἀλλὰ τὴν Λάκαιναν Ἑλένην, ναὶ μὰ τοὺς

ἀψευδεῖς Παρρασίου πίνακας. τοιγαροῦν καὶ τὴν τέχνην καὶ τὴν φύσιν

ἠδίκησας, τὴν μὲν ἐνυβρίσασα, τὴν δὲ σοφισαμένη· ψεύσασθαι γὰρ τὴν

Παρρασίου τέχνην ἠνάγκασας καὶ τὰ μὴ προσόντα σοι διαποικῖλαι τοῖς

πίναξιν, ὥσπερ τὰ τῆς φύσεως καλλωπίζουσα σφάλματα καὶ πολλὴν

ἐκείνης τὴν ἀτεχνίαν δεικνύουσα. ἐγὼ δὲ καὶ τοῦ γραφέως ἐπαινέτις

εἰμί—οὐ γὰρ τῆς σῆς ἀμορφίας εἶναι ζωγράφος ἠνέσχετο—καὶ τῆς

φύσεως τὴν σοφίαν τεθαύμακα κακίστῃ ψυχῇ σώματος εὐπρέπειαν μὴ

πιστεύσασαν.

7

{Σωσίπατρος Τερπάνδρῳ}

Νόμος ἐστὶ ταῖς ἵπποις, ὥς γέ μοι δοκεῖ, καὶ μάλα σοφός· ἐπαινῶ γὰρ

ἐγὼ τὸ περὶ ταύτας λίαν φιλόστοργον. ἀλλὰ τίς ὁ νόμος αὐταῖς; τὴν

ὑπομάζιον ἵππον ὅταν ἐνδεᾶ τῆς θρεψομένης θεάσοιντο καὶ πόρρω που

τὴν τεκοῦσαν, οἷα συμβαίνει τινά, τοῦ γεννήματος, δρῶσί τι γεννικόν· οὐ

γὰρ τῆς ἑαυτῶν ἐπιλανθάνονται φύσεως, καὶ περιθάλπουσι τὸ μονωθὲν

κατ' οὐδὲν δυσχεραίνουσαι, ὥσπερ ἔκγονον προσεχές τε καὶ γνήσιον. καὶ

φύσις μὲν ταύταις οὕτω φρονεῖν· οὐ γὰρ Σόλωνος νόμος ἠνάγκασε.

μετοχετεύσω τὸν λόγον πρὸς σέ. τὸν ἀδελφιδοῦν ὑπερορᾷς θύραν ἐκ

θύρας ἀμείβοντα, ἀθλιώτατον τριβώνιον ἀμπεχόμενον· τῶν ἀλόγων

ὄντως ἀλογώτερόν σοι τὸ φρόνημα. κύνας ἀλλοτρίους σιτίζεις· οὕτω γὰρ

τοὺς περὶ σὲ κόλακας εἰπεῖν οἰκειότερον. εὐνούστατοι γὰρ εἶναί σοι

δόξουσι, μέχρις ὅτου τοῖς σοῖς ἐπεντρυφῶσι, ὦ δείλαιος· ὑλακτήσουσι

δὲ πάντως καὶ σὲ ἔτι τῆς κραιπάλης τῆς ἔναγχος ἐρευγόμενοι. κολάκων

γὰρ φύσις καὶ μνημονικὸν πρὸς κακίαν καὶ τῶν ἀγαθῶν εὐεπίληστον.

ὀψέ ποτε τὸν ἀδελφιδοῦν περίθαλπε, Τέρπανδρε· εἰ δὲ μή, τὴν πρόνοιαν

ἀκαταγώνιστον ἕξεις πολέμιον τοῖς δακρύοις τῆς φύσεως τὴν ἑαυτῆς

ἀκονήσασαν μάχαιραν.

8

{Δάφνων Μύρωνι}

Μέχρι τίνος ἐπικοιλαίνεις τὸ γήδιον καὶ τὸ κατομβρῆσαν ὕδωρ ἐπιρρο-

φήσεις, ὦ δείλαιος; ἢ τάχα μοι καὶ λιμώττειν τοὺς παῖδας διὰ τὸ κάταυχ-

μον μηχανᾷ; τὸ σὸν γὰρ περιλιμνάζεται γήδιον, τὸ δὲ ἡμέτερον καὶ

φύσιν ἠγνόησεν ὕδατος. ἐρωτάσθωσαν πρὸς θεῶν αἱ νεφέλαι, εἰ μόνῳ τῷ

Μύρωνι ἀφιᾶσι τὸ ὕδωρ. ἀνὴρ ἐπίφθονος μέγα κακόν· εἰ δὲ καὶ τὸ γείτων

εἶναι κεκλήρωται, ἀπαραίτητον τὸ δυστύχημα καὶ θανάτῳ μόλις παυσό-

μενον.

9

{Εὐρίπη Δεξικράτει}

Ἐνάτῃ φθίνοντος Ἀνθεστηριῶνος ἐπανήκειν πρὸς ἡμᾶς ἐπηγγείλω, καὶ

διέψευσαι τὰς συνθήκας, Δεξίκρατες. ἐμοὶ δὲ καὶ ἀπῃθαλώθησαν αἱ

φρένες τῷ ἔρωτι καὶ δαλοῦ δίκην τὸ περιστέρνιον ἐκπεφλόγισται. ἀπεκοτ-

τάβιζον δὲ καθ' ἡμέραν τὰ δάκρυα καὶ τὴν σὴν ὠνειροπόλουν ἐπάνοδον,

ὁ δὲ τῶν θυρῶν ψόφος ἀεί μοι φαντασία τῆς σῆς παρουσίας ἐγίνετο. σὺ δέ,

Δεξίκρατες, μετοχετεύεις ἐφ' ἑτέρας τὸν ἔρωτα, καί σοι τὸ ξένον ἀεὶ

τιμιώτερον· τῷ γὰρ ταχίστῳ κόρῳ αἱ τῶν ῥαθύμων ψυχαὶ δουλαγωγεῖσθαι

εἰώθασιν. ἄπιστόν τι χρῆμα πόθος καὶ ἔρωτες, καὶ βληθήσῃ ποτὲ καὶ

αὐτός· τῶν γὰρ ἀδικουμένων αἱ συμφοραὶ ἐπὶ τοὺς ἀδικήσαντας μετα-

βαίνουσιν.

10

{Ἑρμαγόρας Σωσιπάτρῳ}

Λίαν ἀγεννῶς ἀκήκοά σε τὴν πενίαν ὀδύρεσθαι καὶ κακίζειν τὸν

πλοῦτον ὡς ὄντα παρὰ τοῖς ἀνθρώποις ἀνώμαλον, τοῖς μὲν ἐφικτήν, τοῖς

δὲ δυσέφικτον τὴν ἑαυτοῦ παρεχόμενον κτῆσιν, ὥσπερ βασκαίνουσαν ἐπὶ

τούτῳ τοῖς ἀνθρώποις τὴν φύσιν. εἰ γὰρ ἡλίου λαμπηδόνες τοῖς ἀνθρώποις

ἐπίσης καὶ πυρὸς ἀφθονία τοῖς ὅλοις ἐστὶ προχειρότατος καὶ ποταμῶν

ῥεῖθρα χειμάρρων τε καὶ ἀεννάων ἅπασίν ἐστιν εὐπόριστα, τί δῆτα—

ἔφης—τὸν χρυσὸν ἡ φύσις οὕτως ἀπηκριβωμένον τοῖς ἀνθρώποις

διέθετο καὶ φιλόνεικον δῶρον τοῖς ὑπὸ σελήνην ἀπένειμε, δι' οὗ μέγιστα

κακὰ τοῖς ἀνθρώποις φοιτῶσιν; ἐγὼ δὲ πλατὺν γέλωτα τῶν σῶν καταχέω

δογμάτων· αὐτὸν γὰρ τὸν τῆς φύσεως ἔπαινον ὑπόθεσιν ψόγου πεποίη-

σαι καὶ ταὐτὸν πέπονθας τῇ γλαυκί· ἀβλεψίας γὰρ αἴτιον ἐκείνη δοκεῖ τὰς

περιφανεῖς τοῦ ἡλίου ἐκλάμψεις. λυσιτελῶς λιμώττει χρυσοῦ τὸ ἀνθρώπινον

γένος, Σωσίπατρε· ἐντεῦθεν γὰρ καὶ τέχναι τῷ βίῳ εἰσήχθησαν καὶ

πόλεις ᾠκίσθησαν καὶ συναλλαγμάτων εὐμάρεια. εἰ δὲ δεῖ συλλήβδην

εἰπεῖν, πάσης εὐκοσμίας ἐστέρητο ἂν τὸ περίγειον τουτὶ ἐνδιαίτημα, εἰ

μὴ χρυσὸς τοὺς ἀνθρώπους ἀλλήλων ἐπιδεεῖς ἐτεκτήνατο· οὐ γὰρ ἂν

πλωτὴρ ἐναυτίλλετο, οὐχ ὁδοιπόρος ἐνεπορεύετο, οὐκ ἀροτῆρα βοῦν οἱ

γεωργοῦντες ἐκέκτηντο, οὐ βασιλικῆς ἡγεμονίας ἐπρεσβεύετο σκῆπτρα,

οὐκ ἀρχαῖς καὶ προσφόροις τὸ ὑπήκοον ἐκεκόσμητο, οὐ στρατηγὸς

ἐδημαγώγει τὸ στράτευμα. εἰ δὲ καὶ ἀπόρρητον λόγον θέλεις μαθεῖν,

ἀρετῆς καὶ κακίας ὁ χρυσὸς τὰς ἡνίας πεπίστευται, καὶ βασανίζεται

ἔφεσις ψυχῆς δι' αὐτοῦ, καὶ τῷ Κελτικῷ ποταμῷ ἐστιν ἐφάμιλλος· νό-

θου γὰρ ἀρετῆς καὶ κακίας ἔλεγχός ἐστιν ἀληθέστατος.

11

{Καλλίσταχυς Κυπαρίσσωνι}

Τῶν ἀκάρπων καὶ ἀνημέρων δένδρων τὴν φύσιν ὁ Σιμιχίδας χθές που

ἐνέπρησε· τοιαύτην γὰρ τὴν καταδίκην τοῖς ἀτελεσφορήτοις ἐψηφίσατο

δένδροις. ἡ δὲ τοῦ παμφάγου πυρὸς φύσις τὴν ὁρμὴν εἶχεν ἀκόλαστον, καὶ

τοῦ ἀγρογείτονος ἄφνω τὸ χωρίον διώλεσεν. ὁ δὲ τὴν διφθέραν ἀφεὶς καὶ

τὴν δίκελλαν πρὸς ἄστυ χωρεῖ ῥήτορα ληψόμενος σύμμαχον, καὶ τῷ

Σιμιχίδᾳ δικαστήριον συγκεκρότηται. τοῦτο κἀγώ, Κυπαρίσσων, κατὰ

σοῦ σκευωρήσομαι, εἰ μὴ ταῖς σαῖς μελίτταις προστάξειας τῶν ἐμῶν

λειμώνων ἀπέχεσθαι, καὶ μαθήσῃ ἀλλοτρίοις πόνοις μὴ κεκτῆσθαι

πρόσοδον ἄδικον.

12

{Μελπομένη Πραξιμίλλῃ}

Ἐπὶ τὸ Λεωκόριον τὰς διατριβὰς ἡ αὐλητρὶς Χρυσογόνη πεποίηται, καὶ

τάχα που καὶ τέρπειν οἴεται τοὺς ἐμοὺς ἐραστάς. καί φησιν ἡμᾶς τὸ

πορνίδιον ἄγαν δυσανασχετεῖν ἐπὶ τῷ πράγματι. ἐγὼ δὲ οὐ περὶ πολλοῦ

πεποίημαι τὸ πραττόμενον· τοὺς γὰρ ἐραστὰς ὁποῖοι ὄντες τυγχάνουσι

πρὸς ἡμᾶς τὰ τῆς Χρυσογόνης βασανίσειεν ἤθη. ἀλλὰ γίνου μοι, πρὸς

θεῶν, ἀψευδοῦς ἀποκρίσεως σαφέστατος ἄγγελος καὶ τῇ Λακαίνῃ

φράσον· ‘μεγίστας σοι χάριτας τοῦ γε ἕνεκα, Χρυσογόνη, ὀφείλομεν· τῇ

σῇ γὰρ ἀμορφίᾳ σεμνότερα δειχθήσεται τὰ ἡμέτερα, ἐπεὶ καὶ κολοιοῦ μὴ

φανέντος καὶ κόραξ τοῖς εὐπρεπέσι καταλογισθήσεται ὄρνισιν.’

13

{Ἀρίστων Νικίᾳ}

Φιλομαθέστατον ζῷόν φασι τὸν ἐλέφαντα καὶ ἀνθρωπείων διδαγμάτων

μαθητὴν ἐπιδέξιον· οὐ γὰρ ὁ τοῦ σώματος ὄγκος θαυμαστὸς παρ' αὐτῷ

ὅσον ὁ τῆς παιδείας κόσμος τετίμηται. καὶ ταῦτα μὲν παῖδες περιθρυλ-

λοῦσιν Ἰνδῶν· ἐγὼ δὲ τοῦ Νικίου τεθαύμακα τῶν ἀλόγων ζῴων ἔχοντος

τὸν λογισμὸν ἀλογώτερον. ὑπάρχων γὰρ παῖς ἀνδρὸς σοφιστοῦ τὰς πα-

τρῴας ἐκλελάκτικας ἀρετάς, περὶ δὲ κύβους καὶ παλαίστρας τὴν τοῦ βίου

σχολὴν κατηνάλωσας, καὶ γέγονας πέρας εὐγενείας τῷ γένει. εἰ τοίνυν παῖς

ἀκούειν Ἑρμαγόρου ἐθέλεις, ὀψέ ποτε πρὸς τὸν ἐκείνου βίον ἐπάνηκε·

ἀγαθὸν γὰρ ὅτῳ κἂν ἐν γήρᾳ σοφία τε καὶ φρόνησις παρῇ, καθὰ δοκεῖ καὶ

τῷ Πλάτωνι. εἰ δὲ τῶν πάλαι κακῶν δυσανασχετεῖς μεθιστάναι καὶ παῖδα

σαυτὸν Ἑρμαγόρου κηρύττεις, τυμβωρύχος ἴσθι τοῦ πατρῴου τάφου

γινόμενος· τῇ σῇ γὰρ κακίᾳ τὰς ἐκείνου ἀρετὰς καθυβρίζεις.

14

{Μυρωνίδης Δαμάλῳ}

Τὸ ποίμνιον ἅπαν ὁ σὸς ἐλυμήνατο παῖς. τὸ κισσύβιον ἀεὶ πληρώσας τοῦ

γάλακτος ἐπὶ τὰς πλατάνους ὁ λωποδύτης χωρεῖ καὶ στιβάδα ποιήσας

ἀπεριμερίμνως ἀναπέπτωκε καὶ τὸν ἁβροδίαιτον βίον ἀσπάζεται. εἶτα τὴν

σύριγγα κομισάμενος ὥσπερ ἐπιδείπνιον ᾠδὴν τὴν εὐθυμίαν προβάλλεται,

καὶ τοὺς ἀγροικικοὺς παραχαράττει θεσμούς. τὰ δὲ θρέμματα τῇδε

κἀκεῖσε διέσπαρται καὶ πρὸς ἔφοδόν ἐστιν εὐάλωτα. ναὶ δὴ καὶ τοὺς

ὄνθους εὐώνους διαπιπράσκει ὁ δείλαιος, καὶ Μυρωνίδην ἀδικῶν οὐκ

αἰσχύνεται. εἱστίων χθὲς τὸν Τρυγίαν λαμπρῶς· ἰσχάδες γὰρ ἦν μοι καὶ

ἀκρίδες τὰ ὄψα. ὁ δὲ θεσπέσιος οὑτοσὶ νεανίας τῶν ἰσχάδων τὰς πλείστας

ἐκβέβρωκε καὶ τὰς ἀκρίδας οὐκ οἶδ' ὅπως ἐξερρόφησεν—ὁ δὲ Τρυγίας

ἐκεχήνει—καὶ μοῖράν τινα μετὰ κόρον κομίζεται οἴκαδε. ἀπίτω μοι

λοιπὸν τῶν ἀγρῶν ὁ Κλεινίας· τῶν γὰρ πόρρω κακῶν αἱρετώτερόν ἐστιν

ἀνέχεσθαι ἢ πολέμιον οἴκαδε τρέφειν κρυπτόμενον.

15

{Ἀταλάντη Κορίννῃ}

Ἐν τῇ παλαίστρᾳ τὸν Αὐγείαν τεθέαμαι, Κόριννα· τὴν δὲ θέαν οὔτε

λόγος ἐκφράσειεν οὔτε ζωγράφου χεῖρες μιμήσαιντο. ἦν γὰρ ὁ νεανίας

εὐσθενής, ὄρθιος, τὸ περιστέρνιον λάσιος, οἱ δὲ ὀφθαλμοὶ δορκάδος αὐτῷ.

τὸ δὲ βλέμμα οὔτε θυμῷ φοινισσόμενον οὔτε μαλακώτερον τῇ ὑγρότητι,

ἀλλ' ἀνδρεῖον καὶ πρᾶον ὁμοῦ. ἡ δὲ χροιὰ ἡ τοῦ σώματος οὔτε πρὸς τὸ

θηλυπρεπὲς ἐλευκαίνετο οὔτε πρὸς τὸ μελάντερον κατεσκίαστο. ἡ δὲ

θρὶξ ἠρέμα πως ἐπεκύμαινε τῇ οὐλότητι καὶ κυανίζουσαν ὥρᾳ γαλήνης

τὴν θάλατταν εἰκονίζετο, ὅτε καὶ τὴν γείτονα χέρσον ἁπαλῷ περιπτύσσεται

ῥείθρῳ τὸ μανιῶδες τοῦ κλύδωνος καὶ βάρβαρον παρεάσασα. αἱ δὲ παρειαὶ

οὔτε κατέρυθροι—γυναικῶδες γάρ—οὔτε πάλιν ὠχρότητι τὴν εὐπρέ-

πειαν ἐπεστύγναζον. ἡ δὲ ῥὶν λίαν σεμνῶς ἐτετόρνευτο καὶ πολλὴν τῆς

δημιουργοῦ φύσεως τὴν ἐπιστήμην ἀπήλεγχε. τὸ δὲ ἔλαιον ἐπιχεόμενον

ἡλιοειδῶς περιήστραπτε καὶ ταῖς μαρμαρυγαῖς τῶν ἐκλάμψεων τὴν

παλαίστραν ἀκτίνων δίκην ἠγλάιζε. πέπονθα, Κόριννα, τὴν ψυχήν, καὶ

δριμυτέρας τῆς ἀλγηδόνος αἰσθάνομαι· ἐρωτικὸν γὰρ διηγήσασθαι

πάθος τὸ γυναικεῖον φῦλον αἰσχύνεται.

16

{Γοργίας Ἀριστείδῃ}

Δανειζόμενος γέγηθας, εἰσπραττόμενος ἀνιᾷ, καὶ συναντῶν τοῖς

δανεισταῖς καταπλήττῃ τῷ φόβῳ, ὥσπερ θηρίοις τισὶ φοβεροῖς καὶ

ἀνημέροις ἐντυγχάνειν δοκῶν· καὶ περισκοπεῖς τὰς τριόδους καὶ πρὸς

τὰς στοὰς ἀφορᾷς τοὺς δανειστὰς δραπετεύειν γλιχόμενος, ὥσπερ οἱ

ναυτιλλόμενοι ἐν μεγάλῳ τῷ κλύδωνι λιμένος τυγχάνειν ὀρέγονται.

ἀλλὰ καὶ κακῷ τὸ κακὸν ἐπινέμεις· δανειζόμενος γὰρ παρ' ἄλλων ἄλλοις

ἀποδίδως τὸ ὄφλημα, ταὐτόν τι ποιῶν τοῖς διὰ φόβον θανάτου κατακρημ-

νίζουσιν ἑαυτούς. ἐπειδὴ τοίνυν τὸ δανείζεσθαι πολυσχιδές τι τοῖς

ἀνθρώποις ἐστὶ κακὸν καὶ τῆς μυθικῆς ὕδρας τοῖς αὐτομάτοις γεννήμασίν

ἐστι χαλεπώτερον, καὶ ἐν ταῖς καθ' ὕπνον φαντασίαις εὐλαβοῦ τὸ δανείζε-

σθαι· οὕτω γὰρ ἐλευθέρως τὰς ἡλιακὰς ἀκτῖνας προσβλέψειας καὶ τὸν

ὑπὲρ γῆς ἀέρα λίαν προσηνῶς ἀναπνεύσειας.

17

{Λόφων Πεδιάδι}

Μὴ ἵκοιτο ὥρας ὁ Λεύκιππος· κακὸν γὰρ ἡμῖν ἔτρεφε τὸ χωρίον

θηρίον. περὶ τῶν ὅρων τοῦ λοφιδίου ἐμοὶ καὶ Σωστράτῳ συνεκεκρότητο

δικαστήριον. ὁ δὲ Λεύκιππος ὅλος τὰς φρένας διέφθαρτο καὶ χρυσοῦν τὸ

δικαστήριον θεάσασθαι ὠρέγετο· τοιοῦτον φιλόχρυσον πάθος κατεῖχε

τὸν δύστηνον. τοῦτο καὶ Σώστρατος ἐπιγνοὺς χρυσῷ τὴν νίκην ὠνήσατο

καὶ τὸν λαιμὸν τοῖς δώροις τοῦ Λευκίππου ἐπέβυσεν. ἡ παρθένος Δίκη

διέφθαρται, καὶ χρυσὸς τοῖς ἀνθρώποις τὸ νικᾶν ταλαντεύεται. ἡ γὰρ

ἰσόρροπος κρίσις ἀπόλωλε· δῶρα γὰρ μᾶλλον ἢ τὸ δίκαιον ἀξιόπιστον.

18

{Ἐρωτύλος Ὑψιπύλῃ}

Ὀργῶσι καὶ φοίνικες ἔρωτι φυσικῷ, καὶ τοῦ θήλεος τὸ ἄρρεν ἐφίεται,

καὶ περικυρτοῦται ὁ ἄρρην τῷ ἔρωτι καὶ τῇ κόμῃ τῆς ἐρωμένης προσπλέ-

κεται. εἰ δὲ καὶ πόρρω τὸ θῆλυ τοῦ ἄρρενος ἔνεστι, ψῆνας ἐκ τῆς θηλείας

ἀράμενοι τῷ ἄρρενι περιάπτουσι καὶ σοφίσματι ψυχαγωγοῦσι τούτου τὸν

ἔρωτα. εἰ τοίνυν ἐπανήκειν θᾶττον οὐχ οἵα τε εἶ πρὸς ἡμᾶς, παρηγόρει

μοι διὰ ζωγράφου τὸν ἔρωτα, καὶ πίναξιν ἡ γραφὴ φαντασίαν τῆς σῆς

παρεχέτω μοι θέας· ἱκανὴ γὰρ καὶ δόκησις τοὺς ἄγαν ἐρῶντας σοφίσασθαι.

19

{Διογένης Χρύσῃ}

Πλούτου σε ταμίαν, οὐ δεσπότην χρημάτων εἶναί φημι· τοιαύτην γὰρ

τὴν καταδίκην οἱ σοὶ κατὰ σοῦ προηνέγκαντο τρόποι. ἀγαθοῦ γὰρ

μετέχειν τινὸς τὰς ἀνοσίους οὐ θέμις ψυχάς. κατόρυττε τοίνυν τὴν γῆν

καὶ τὸν χρυσὸν περιφρούρει, τρισάθλιε· οὐ γὰρ σός, ἀλλὰ παρὰ σοὶ ὁ

πλοῦτος εἶναι πεπίστευται. τοῦ Φρυγὸς γὰρ Μίδου τὴν κακίαν ζηλώσας

λιμώττων πλουτεῖς, βρόχοις ὥσπερ χρυσοῖς ἀπαγχόμενος.

20

{Χλοάζων Μήκωνι}

Ἀχράδας χθές, Μήκων, πέπομφα τῇ ποθουμένῃ· ἡ δὲ τὴν κρόκην

ἀπέρριψε καὶ τῆς ἱστουργίας εὐθὺς ἐξανίστατο, καὶ λαβοῦσα τὰ δῶρα τοῖς

χοίροις διένειμε, καὶ τὸν πρέσβιν ὡς ἀπαίσιον ἄγγελον ἀπεπέμψατο. ἐγὼ

δὲ κλάω· φοβερὸς γὰρ ὁ ἔρως ἡμᾶς ἀδικῶν, ἀπρεποῦς κόρης ἐρᾶν βιαζό-

μενος. τυφλώττουσι Τύχη καὶ Ἔρωτες, οἱ μὲν τὰς ἀλγηδόνας, ἡ δὲ τὴν

εὐδαιμονίαν εἰκῆ καὶ ὡς ἔτυχε παρεχομένη.

21

{Περδικία Ῥοδόπῃ}

Ἄιδεις ἀμούσως καὶ λυπεῖς, οὐ τέρπεις, τοὺς ἐραστάς· τραγῳδίαν γὰρ

ἀναμινύρῃ, οὐ θελκτήριον ᾠδὴν τοῖς ἀκούουσι. καὶ δακρύουσιν οἱ ἐρασταὶ

ἀνιώμενοι· σώφρονας γὰρ αὐτοὺς ἀντὶ λάγνων τὰ σὰ διδάσκουσιν ᾄσματα·

οὐ γὰρ ἐπαγωγὸν τὴν μελῳδίαν πεποίησαι. φεῖσαι τοίνυν, πρὸς θεῶν,

ἀνιωμένων ἡμῶν· οὐ γὰρ αὐλητρίς, ἀλλὰ θρηνήτρια τοῖς θεαταῖς εἶναι

δοκεῖς. καὶ κηρῷ τὰ ὦτα πάντες ἐμφράξαιμεν, εἰ μελῳδίαν ἀσκήσειας·

Σειρήνων γὰρ μᾶλλον ἢ Μουσῶν ὀδυρομένων ἀκούσαιμεν.

22

{Ἀντισθένης Περικλεῖ}

Ὁ Φιλίππου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς εὐτυχίαις οὐδαμῶς ἐτετύφωτο,

ἀλλ' ἐφιλοσόφει τὰ τῆς τύχης φυσήματα μεγίσταις εὐφημίαις οὐκ

εἰωθὼς δελεάζεσθαι. διά τοι τοῦτο ἐν τῇ τοῦ πολέμου ῥοπῇ θεασάμενος

πεπτωκότα Δαρεῖον τῇ χλαμύδι τὸν ἐχθρὸν περιέσκεπεν, ἀρετῆς καὶ

τύχης ἐνδεικνύμενος τὴν εὐγένειαν. ἐντεῦθεν ἐλοιδόρει τὸν Ἀλέξανδρον τὸ

ὑπήκοον, καὶ ἦν ἔγκλημα τῷ βασιλεῖ ἡ εὐσέβεια. ὁ μὲν οὖν Ἀλέξανδρος

ἅτε δὴ φιλόσοφος ὢν ἐδεδοίκει τὸ τῆς τύχης, ὡς ἔοικεν, ἄδηλον· διὸ καὶ

πλείστων αὐτῷ ἀγγελθέντων ὑφ' ἓν εὐτυχημάτων ἔφη· ‘ὦ Ζεῦ, μῖξόν τι

τοῖς ἀγαθοῖς καὶ δυστύχημα’. οὕτως εὐλαβεῖτο τὰς εἰς ἄκρον εὐεξίας

ἐμφρονέστατα ὁ Ἀλέξανδρος. εἰ μὲν οὖν γειτνιῶσαν ταῖς τροπαῖς τὴν

φύσιν ἠγνόησας, μετ' οὐ πολὺ τὴν πεῖραν ὄψει διδάσκαλον, καὶ τῆς

γνώσεως ἕξεις πρεσβύτερα τὰ μαθήματα· εἰ δὲ τυφλώττεις ἑκών,

χαλεπωτέρας τῆς ποινῆς ἐπιτεύξῃ πλημμελημάτων καὶ γνώσεως εἰσπρατ-

τόμενος δίκας.

23

{Ἀσταχύων Μύλωνι}

Τὸν ἀγρὸν τοῦ κωνείου ἐκκάθαρον· τὰς ἐμὰς γὰρ ἐλυμήνω μελίττας.

μὴ πάρεχε, πρὸς θεῶν, πράγματα ἀνδρὶ γεωργῷ. οὐδὲν κηφήνων ἡμῖν

διενήνοχας. τί δῆτα χαλεπαίνεις ἀλόγως τῷ γείτονι; εἰ μὴ τῆς κακίας

ἀποσταίης, παμπόνηρε, τὴν σὴν ἀκολασίαν ταῖς ἐμαῖς ἐπιγράψαιμι

θύραις, καὶ τοῖς ἀγρογείτοσι τὴν ἀδικίαν ἐνδείξαιμι, ἵνα σε πάντες

ὥσπερ τι κακὸν δυσάντητον ἀποφεύξωνται.

24

{Τελέσιλλα Λαΐδι}

Οὔτε φλέβα χρυσοῦ μεταλλουργοὶ ἀνιχνεύοντες οὔτε φρεωρύχοι τὰ τῆς

γῆς ἐρεβοδιφῶντες ἀπόρρητα, ὀφθαλμοὺς ὑδάτων ἀναζητοῦντες θεάσα-

σθαι, οὕτω περὶ τὴν ἑαυτῶν ἐσπουδάκασι τέχνην, ὡς ἐγὼ τὴν πόλιν

ἐσκινδαλάμιζον ἅπασαν, εἴ που τὸν Ἀγησίλαον ἦν μοι θεάσασθαι. πότον

γὰρ αὐτῷ πεποιηκέναι τὴν μαινάδα Λευκίππην ἀκήκοα, καὶ ῥαγδαῖος

σκηπτὸς ἡμῖν ἐνεδήμησε, καὶ τὸ πάθος ἀπαρηγόρητα φλεγμαίνει μοι

δάκρυα. διὸ τῆς τραγῳδίας συνέριθος ἔσομαι· οὐ γὰρ ἀνίσχοντα λοιπὸν

τὸν ἥλιον θεασόμεθα. οὕτω καὶ Μηδείας καὶ Φαίδρας φοβερωτέρα

γενήσομαι.

25

{Σωσίπατρος Ἀξιόχῳ}

Τὸν ἀδελφὸν ἔναγχός σε θάψαι φασί, καὶ λίαν ἐπὶ τῷ πάθει ἀπαρηγόρητα

δυσφορεῖν. καὶ πῶς σε φιλόσοφον ἄνδρα θαυμάσαιμι ὑπὸ πάθους ἐπὶ

τοσοῦτον νικώμενον; ὕπνος τίς ἐστιν ὁ παρ' ἡμῖν περιθρυλλούμενος

θάνατος, τοῦ μὲν συνήθους τούτου μακρότερος, πρὸς δὲ τὴν μέλλουσαν

ἡμέραν βραχύτατος. ἐπὶ μακρὰν ἀποδημίαν οἱ τεθνηκότες ἐστάλησαν·

οὐκ ἐπὶ πολὺ τούτων ἡμῖν ὁ χωρισμός· καρτέρησον τὴν διάζευξιν ἀνα-

μένων αὖθις τὴν ἕνωσιν. μὴ πάθῃς τι φιλοσωμάτου ψυχῆς, ἐπεὶ καὶ

Πλωτῖνος ἐῴκει αἰσχυνομένῳ ὅτιπερ ἐν σώματι ἦν· οὕτως ἐλύπει τὸν

φιλόσοφον τὸ θνητὸν τουτὶ περισκήνιον. στῆσόν μοι μέχρι τούτου τὸ

δάκρυον, ὅρους νομοθέτει τῇ λύπῃ, φρονήσει τὸ πάθος θεράπευσον,

ἰατρὸς γίνου σαυτοῦ· ἔχεις λόγον τὸ φάρμακον

νηπενθὲς ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.

οὐκ ἐκ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον ὁ δημιουργὸς παράγει ποτὲ τὰ

ποιήματα. τοῖς θνητοῖς τὰ θνητὰ καταλείψωμεν· μεγάλαις γὰρ κηλῖσιν

ἐνθάδε τὸ βασιλικὸν τῆς ψυχῆς καταστίζεται. ἐγὼ τὴν γένεσιν ἢ τὸν

θάνατον μᾶλλον δακρύσαιμι· τὸ μὲν γὰρ δακρύων ἀρχή, τὸ δὲ τῶν

ἀνιώντων κατάλυσις. ἄγνοια περιδεεῖς ἡμᾶς ἀπεργάζεται, καὶ θάνατον

εὐλαβούμεθα οὐχ ὅτι κακόν, ἀλλ' ὅτι τοῖς ἀνθρώποις ἠγνόηται· οὗ γάρ

τις τὴν γνῶσιν ἀφῄρηται, τούτου κατηγορεῖ προχειρότατα. μὴ γένοιο

τοίνυν τῇ Νιόβῃ ἐφάμιλλος, ἵνα μή που δόξῃς καὐτὸς λίθῳ τὴν ἀνθρω-

πείαν φύσιν ἀμείβεσθαι.

26

{Κεκροπὶς Δεξικράτει}

Τὴν Μαγνῆτιν λίθον ἐρᾶν τοῦ σιδήρου φασί, καὶ τοσοῦτον ζῆν ἱστοροῦσι

τὴν λίθον, ὅσον τῷ ἐρωμένῳ καὶ σύνεστιν. ὁπηνίκα γὰρ ἡ λίθος τοῦ

ὁμοζύγου χωρίζεται, παραυτίκα νεκροῦται καὶ τὴν ἑαυτῆς ἐνέργειαν

ἀποτίθεται. αἱ τοιαῦται προσπάθειαι, Δεξίκρατες, καὶ τοῖς ἀψύχοις

ἐγγίνονται. ἐγὼ δὲ τί ἂν πάθοιμι, φίλτατε, ἐπὶ τοσοῦτον ἀπολιμπανομένη

τῆς σῆς ἐνδημίας; οἶμαι καὶ τὸ φράσαι τοῦ παθεῖν χαλεπώτερον. οὕτω

λυπήσαιμι τοὺς λυπήσαντας καὶ βέλος γενοίμην τοῖς ἐρῶσι· σπινθὴρ γὰρ

ἀφροδίσιος αἰθάλης καὶ φλογὸς φλογωδέστερος.

27

{Θερίστρων Σπείρωνι}

Ἐπὶ τὴν Αἴτνην, τὸ Σικελικὸν ὄρος, ἀπαίρομεν εἰπόντες χαίρειν τῇ

Ἀττικῇ. οὔποτε γὰρ δυστυχεστέραν γῆν πρὸς ἐπίδοσιν καρπῶν ἑωράκα-

μεν· ἀντὶ πυρῶν μυρρίνας, ἀντὶ κριθῶν κιττὸν ἡμῖν ἀπεκύησεν. ἡ δὲ

σιπύη κενή, καὶ ἡ ἅλως λιμοῦ μοι πεπλήρωται. διά τοι τοῦτο τῶν πρώτων

μοι μὴ ἐκφυέντων σπερμάτων οὐκ ἂν αὖθις τῇ ἀγνώμονι καταβάλοιμι.

οὐ δύναται γεωργὸς καὶ λιμὸν καὶ στρατιώτην ἔχειν πολέμιον, οὔτε δὲ

πλωτῆρες οἷοί τέ εἰσι πνεύμασιν ἅμα καὶ κεραυνοῖς ἀντιμάχεσθαι.

28

{Ἡρακλείδης Ἀντισθένει}

Οὔπω μοι τῆς ὀργῆς ὑφῆκας, Ἀντίσθενες, ἀλλ' ἔτι χαλεπαίνεις ἡμῖν,

καὶ κρύπτεις τὴν ἀνίαν προσηνῶν ῥημάτων προσχήματι, ὥσπερ οἱ ἐν

αἰθάλῃ σπινθῆρα πυρὸς ταμιεύοντες. ἐκκάθαραι λοιπὸν τῆς καρδίας τὴν

λύπην· τοῦτο γὰρ οἱ ἡμέτεροι λόγοι πρεσβεύονται. εἰ δὲ μή, καὶ θαλάττης

ἀπηνέστερος ἔσῃ· κατευνάζει γὰρ ἐκείνη τὸ ἄγριον καὶ παρέχεται τοῖς

πλωτῆρσιν ὄψιν φιλάνθρωπον, ὁπηνίκα τῷ ἐλαίῳ φιλοφρονοῦνται ἄγαν

τοῖς κύμασι χαλεπαίνουσαν.

29

{Λαχάνων Πηγάνωνι}

Ἧκέ μοι πρὸς τοὔλαιον αὔριον· ἐκδημήσαιμι γὰρ τοῦ ἄστεος καὶ

δαιτυμὼν ἔσομαι, φίλτατε. Νύμφαις γὰρ καὶ τῷ Πανὶ τοῦ ποιμνίου τὰς

ἀπαρχὰς ἀναθήσαιμι. εὐνοοῦσι γὰρ ἡμῖν ὀψέ ποτε οἱ θεοί· τὰ κισσύβια

πεπλήρωταί μοι τοῦ γάλακτος, αἱ ἄρνες εὐγόνως τετόκασι, περισκιρτῶσιν

αἱ αἶγες ἐπὶ ταῖς εὐτυχίαις ὥσπερ γηθόμεναι. πεπαύμεθα πενίᾳ μαχό-

μενοι, δυσνουθετήτῳ θηρίῳ καὶ δυσκόλῳ· δίκην ἕλκους τοῖς κεκτημένοις

ἐμπλέκεται καὶ φιλοσύνηθές ἐστι κακόν, ῥαθυμοποιόν, κατηφές, πρὸς

λύπην ἀπαρηγόρητον, πρὸς ἀνίαν ὀξύρροπον, ἄγρυπνον, φιλομέριμνον,

ἐπίμοχθον, κακῶν ἐφευρετικόν, ἄδοξον, εὐκαταφρόνητον, ἀνεπίφθονον.

οὐ γάρ τις ἐθέλει τηλικούτῳ κακῷ συναντᾶν, οὐδὲ εἰ τὴν Ὀρέστου μανίαν

κατακριθείη νοσεῖν. ῥίψαντες οὖν τὰ τῆς πενίας τῇ πενίᾳ ἐφ' ἑτέραν

μεταστησώμεθα λῆξιν, μετὰ τῆς τύχης ἀμείψαντες καὶ τὸ φρόνημα.

30

{Ῥοδίνη Καλλιόπῃ}

Ἐπὶ τῶν ἐραστῶν διασύρεις καὶ σκώπτεις ἡμᾶς τὸ καὶ τό, κεχαυνῶσθαί

μοι τὸ σύντονον καὶ σφριγῶν τοῦ σώματος διαπαίζουσα. σὺ δὲ τὴν σὴν

πανουργίαν κεκρύφθαι δοκεῖς· ἀτελεσφόρητα γὰρ τὰ κυοφορούμενα

ἀποπατεῖς ἡ παμμίαρος, καὶ τὰς ἀμβλώσεις ἢ τοὺς τοκετοὺς αἱρετωτέρας

πεποίησαι, δριμυτέροις φαρμάκοις τὰ ζωογονούμενα ἐν τῇ σῇ γαστρὶ

περιπνίγουσα, καὶ τῆς Κολχικῆς Μηδείας ἀπηνεστέρους ἀπεργάζῃ τοὺς

φόνους. παιδοκτόνον ἐκείνην ἐδίδασκεν ἀγνωμονῶν ὁ ὁμόζυγος τὴν

εὐνέτιν καὶ τῶν ἀγώνων τὴν σύμμαχον· σὺ δὲ διὰ τὴν τοῦ κάλλους

εὐπρέπειαν μυρίας συμφορὰς ἀπεργάζῃ, πορνίδιον. παῦσαι δῆτα καὶ

τὴν σὴν ἀπανθρωπίαν καλύπτουσα καὶ τὴν ἡμετέραν εὐσέβειαν διαπαί-

ζουσα. φιλανθρωπότερον γὰρ παρ' ἡμῖν ὁ τοκετὸς τῆς ἀμβλώσεως. ἴσθι

δὲ καὶ τὴν Δίκην ἐπὶ σοὶ χαλεπαίνουσαν καὶ παιδοκτονίας ποινὰς οὐ

ῥᾳθυμοῦσαν εἰσπράττεσθαι.

31

{Ἡφαιστίων Θάλητι}

Τὸ Μηδικὸν ὄρνεον, ὁ ταώς, καὶ τῶν Μήδων τὴν ὑπεροψίαν κεκλήρωται

μέγα τι καὶ ὑπέρογκον ἐπὶ τῷ κάλλει φρονῶν. τούτου καὶ τὴν θήλειαν

ἡττᾶσθαι δοκεῖ. τὸ πτερὸν τοιγαροῦν οἷα δὴ κόμην ἀνίστησι καὶ περι-

φανέστατόν τι τοῖς ὁρῶσι κάλλος παρέχεται, καὶ κυκλικὸν ἀπεργάζεται

σχῆμα, καὶ τὸν οὐράνιον εἰκονίζεται κόσμον, καὶ τοῖς ὀφθαλμοῖς τοῦ

πτεροῦ τὴν τῶν ἄστρων διακόσμησιν ἀναπλάττεται. καὶ τοῦτο μὲν

Μηδικῶν ὀρνέων ἦθος φιλόκαλον· οὐ γὰρ βασκαίνουσι τὴν ἑαυτῶν

εὐκοσμίαν ζωγράφους διδάσκοντες. σὺ δὲ τοῖς σοῖς ἐπῳάζεις συγγράμμασι

καὶ τὰς σὰς ἀρετὰς ἐγκαλύπτεις καὶ τοὺς πόνους ἀνεπιδείκτους ἐᾷς,

τηλικαύτης ὠφελείας ἡμᾶς χηρεύοντας παρορῶν. εἰ μὲν οὖν βασκανία τίς

ἐστιν ἡμᾶς τὸ λυποῦν, ἀφιλόσοφον τὸ ἐγχείρημα καὶ τῆς σῆς ἐπαγγελίας

ἀλλότριον· εἰ δὲ ὄκνος τὴν ἀναβολὴν ταμιεύεται, ταὐτόν τι πέπονθας

ἀνδρὶ γεωργῷ πολλοὺς τοὺς ἱδρῶτας δεδανεικότι τῇ γῇ καὶ θέρους

ἀκμῇ μὴ δρεπομένῳ τοὺς στάχυας.

32

{Πόας Ἀμπελίῳ}

Δεῦρο ξυναυλίαν, γερόντιον, κλαύσωμεν. ὁ ποταμὸς ἀνεσκίρτησε καὶ

κακὸν ἡμῖν ὠρχήσατο σκίρτημα· ὅλον τὸν ἀγρὸν ἐπεκλύσατο καὶ τὰ

νεόγονα τῶν ἀμπέλων ὁ φοβερὸς ἐπεβύθισε. τὸ δὲ μεῖζον δυστύχημα,

οὐκ ἐθέλει ὁ μιαρὸς τῶν ἐντεῦθεν ἀπαίρειν· ἐμφιλοχωρεῖ γὰρ τῷ γηδίῳ

καὶ κοίτην τὸν ἀγρὸν πεποίηται τὸν ἡμέτερον. καὶ δακρύων ἄξιόν ἐστιν

ἰδεῖν· ἀντὶ γὰρ ἀμπέλων τοὺς ἰχθύας γεωργοῦμεν οἱ τάλανες. ὅταν ὁ

ποταμὸς ἐθέλῃ, ἀγρεύομεν· ὅταν ἐθέλῃ, λιμώττομεν· καὶ μέγα τί μοι

δῶρον φιλοτιμεῖσθαι δοκεῖ. εἴθε τῷ θέρει τὰς νεφέλας μηδαμῶς ἱκετεύο-

μεν ὄμβρον ἡμῖν αὐχμῶσι χαρίζεσθαι· οὕτω γὰρ ἅπερ ἐκεκτήμεθα οὐκ

ἂν ἀφῃρήμεθα. ποταμὸς γὰρ καθ' ἑαυτὸν ἐπαχθής· εἰ δὲ καὶ ὄμβροις

πλουτήσειε, τοῦ πυρός ἐστιν ἀκρατέστερος καὶ μέτροις οὐ χαλινοῖ τὰ

φρυάγματα.

33

{Γαλάτεια Θέτιδι}

Ἐπαινῶ σου τὴν φρόνησιν, καὶ τὸ λίαν ἐμπειρότατον ἄγαμαι. ὥσπερ γὰρ

ἐκ τρίποδός τινος Πυθικοῦ τὰ μέλλοντα διηγήσω μοι καὶ τοῦ Λυγκέως

ὀξύτερον τὰ βαθύτερά τε καὶ ἀφανῆ τῶν πραγμάτων ἐσκόπησας. ὁ

Καλλίμαχος ἡμᾶς καταλέλοιπεν· ἀπέπτη μετεωριζόμενος ὀξυτάτῳ τῷ

τοῦ κόρου πτερῷ· ἐδραπέτευσεν ἡμᾶς ὁ παμμίαρος καὶ γέγονεν ὁ κόρος

αὐτῷ τῆς ἐπιθυμίας πρεσβύτερος. σὺ δέ μοι παρῄνεις πολλά· ‘ὅρκοις μὴ

πείθου, Γαλάτεια· ὅρκων τοῖς ἐρῶσιν οὐδέν ἐστιν εὐχερέστερον.’ ἐρωτικῶν

γὰρ οἱ νέοι μεθύοντες ἡδονῶν καὶ τὸ καλῶς ἀφαιροῦνται βουλεύεσθαι, καὶ

πράττουσι καὶ φθέγγονται ὅσα νομοθετοῦσιν οἱ Ἔρωτες· οὐ γὰρ αὐτοκίνη-

τον ἔχουσι τῶν πραγμάτων τὴν ἔφεσιν. ἀπιστία πίστεως ἔοικεν ἀσφαλέστε-

ρον, καὶ πρὸς ἀπάτην ὅρκος σοφιστής ἐστιν ἀξιόχρεως.

34

{Θεμιστοκλῆς Χρυσίππῳ}

Ἐπειδὴ σωφροσύνη καὶ παρὰ τῷ μύθῳ τετίμηται, ἄγε δῆτα, Χρύσιππε,

διαμυθολογήσομαί σοι μῦθον οὐκ ἄσεμνον.

Ἀφίκοντό ποτε πρὸς τὸν Δία τὰ ὄρνεα καὶ τὸν Ὀλύμπιον ἐπρεσβεύοντο

ἡγεμόνα σφίσιν ἐγχειρίσαι· ἦν γὰρ ἀναρχία τοὺς ὄρνιθας τὸ λυποῦν, καὶ

μεγίστου τινὸς ἀγαθοῦ, ἡγεμονίας, ἐχήρευον καὶ πολλὴν διὰ τοῦτο τὴν

ἀκοσμίαν ἐκέκτηντο. ἐπένευσε τοίνυν ὁ Ζεύς, καὶ γέγονεν ἔργον τὸ

βούλημα, καὶ δωρεῖται δῶρον τοῖς ἱκετεύουσι θαυμαστόν· βασιλέως γὰρ

ἦν ἀξίωμα τὸ διδόμενον. προσέταττε δῆτα τοῖς ὄρνισιν ἐπὶ λίμνας καὶ

πηγὰς ἀφικέσθαι καὶ τὸν ἑαυτῶν ἀποσμήξασθαι ῥύπον, καὶ τοῖς ὕδασι

τὴν βάσανον τῆς ἡγεμονίας ἐπίστευσεν· ἦν γὰρ εὐπρέπεια παρὰ τῷ Διὶ τὸ

τιμώμενον, ἐλούσαντο δῆτα οἱ ὄρνιθες, εἶτα πρὸς τὸν Δία παλινδρομοῦσιν

εὐθύς, καὶ τὴν ἑαυτοῦ ἕκαστος εὐπρέπειαν ἐπεδείκνυτο. ὁ δὲ κολοιὸς τὴν

οἰκείαν δεδιὼς ἀμορφίαν τὴν τῆς φύσεως δημιουργίαν ἐνόθευσεν, ἀλλοτρίῳ

κόσμῳ τὴν ἑαυτοῦ καλλωπίζων εὐπρέπειαν. ἀλλ' ἤλεγξε τὴν ἀμορφίαν ἡ

γλαὺξ καὶ τὸν ἐπίπλαστον κόσμον ἐδείκνυε· τὸ γὰρ οἰκεῖον ἐπιγνοῦσα

πτερὸν ὡς ἴδιον ἀφείλετο καὶ τοῖς ἄλλοις ὀρνέοις ἐδίδου παράδειγμα

ἕκαστον ἀφαιρεῖσθαι τὸ ἴδιον. καὶ γέγονεν αὖθις ὁ κολοιὸς κολοιός.

Ὁ μῦθος οὗτος, ὦ Χρύσιππε, καθάπερ ὕπαρ τὴν ἀλήθειαν φθέγγεται,

πολλὴν σωφροσύνην ἡμῖν διηγούμενος. οὕτω γὰρ καὶ οἱ ἄνθρωποι οὐδὲν

τῶν τῇδε κεκτήμεθα ἴδιον, ἀλλὰ ζῶντες μὲν πρὸς ὀλίγον ἐπιπλάστῳ

σεμνυνόμεθα κόσμῳ, τεθνηκότες δὲ ἀφῃρήμεθα ἅπερ οὐκ ἔστιν ἡμέτερα.

ὑπερόρα τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος

ἐπιμελοῦ, τῆς ψυχῆς· τὸ μὲν γὰρ ἀίδιον καὶ ἀθάνατον, τὰ δὲ θνητὰ καὶ

πρὸς ὀλίγον ἐστὶν ἡμέτερα.

35

{Μυρωνίδης Μόσχωνι}

Τὸν ἀροτῆρα βοῦν κέχρηκα τῷ Τυκανίᾳ· οὐ γὰρ ἦν αὐτῷ τοῦ ζεύγους

τὸ ἕτερον. ἐπηγγείλατο δὲ καὶ ὁ Τυκανίας τὸν ἑαυτοῦ μοι ταῦρον παρέχε-

σθαι. βοὸς γὰρ ἐλειπόμην κἀγώ· ὁ γὰρ θαυμαστός μοι ταῦρος ἀπόλωλεν,

ὁπότε ὁ χαλεπὸς ἐκεῖνος λοιμὸς τοῖς θρέμμασιν ἐνεδήμησεν. ὁ δὲ καλὸς

Τυκανίας τὰς συνθήκας διέλυσε, καὶ μέχρι ὅτου ὁ σκοπὸς αὐτῷ διηνύετο

στέργειν ἐδόκει τὰ δόξαντα. ἐγὼ δὲ τὴν τύραννον †ἄντλην† θρηνῶ· οὐ

γὰρ ἀροτῆρας βόας κεκτήμεθα, ὁ δὲ καιρὸς τῶν ἀρότρων ἤδη που καὶ

παρῴχηκε. δικαστήριον τοίνυν τῷ Τυκανίᾳ ὁπλίσομαι, καὶ δικαστὰς

ἅπαν τὸ χωρίον προστήσομαι. καὶ τῆς ἀπάτης ἐκεῖνος δίκας ὑφέξεται, καὶ

κακίας πείσομεν τοὺς ἀκολάστους ἀπέχεσθαι, ἑνὸς ἀνθρώπου φθορὰν

σωφροσύνης διδάσκαλον ἔχοντας.

36

{Ἀντίγονος Λυσιστράτῳ}

Παίζουσι τοὺς ἀνθρώπους οἱ Ἔρωτες καὶ δουλαγωγοῦσι τοὺς ὑπὸ

σελήνην παῖδες ὑπόπτεροι, ἵνα τι καὶ τοῖς ζωγράφοις πεισθῶμεν. εἴθε

γὰρ ἦν τὸ πολέμιον ὁρᾶν· οὕτω γὰρ βάλλοντες ἐβάλλοντο καὶ οἱ Ἔρωτες.

ἀλλ' αὐτὸ τοῦτο ἠδικήμεθα πλέον, ὅτι καὶ τοὺς ἐχθροὺς ἠγνοήκαμεν

ὁποῖοι τὴν φύσιν ὄντες τυγχάνουσιν. οἵῳ γὰρ ἀλογίστῳ πάθει συμπέπλεγ-

μαι· Μελανίππην, Διοδώρου ἀπόγονον, ἐκτόπως ποθῶ, μήτε ὄναρ ποτὲ

τὸ γύναιον θεασάμενος, ἀλλὰ μόνον ἀκούσας ὑπό τινος ᾄδειν αὐτὴν

θαυμαστῶς. καὶ βέβλημαι τὴν ψυχήν, μηδὲν ἐκ τῶν ὀφθαλμῶν ἀδικούμε-

νος, ὅπερ εἴωθα πάσχειν, Λυσίστρατε· νῦν δὲ γεγόνασί μοι ὀφθαλμοὶ καὶ

τὰ ὦτα. τοσαῦτα φύσις Ἐρώτων δεδύνηται. εἴτε οὖν φρῦνός ἐστι τὴν

θέαν ἠγνόηκα, ἢ καὶ φαντασία τίς ἐστι τὸ λεχθὲν οὐκ ἐπίσταμαι· οὐ γὰρ

εἷς μάρτυς ἀξιόχρεως πρὸς ἀλήθειαν. ἀλγῶ δὲ ὅμως τὴν ψυχήν, καὶ τῆς

οὐχ ὁρωμένης ἐρῶ, καὶ Πανικῆς μετειληφέναι μανίας δοκῶ· κἀκείνῳ

ἀθέατον ἦν τὸ ποθούμενον, καὶ δόκησις μόνη τῶν ζητουμένων εἶχε τὴν

ὕπαρξιν.

37

{Εὐρυβιάδης Κίμωνι}

Ἐπαγγέλλῃ πολλὰ καὶ πράττεις ὀλίγα, καὶ τὴν γλῶτταν ἔχεις ὑψηλοτέ-

ραν τῆς πράξεως. ἀλλ' εἰ μὲν ῥημάτων κομψότης τεθαύμασται παρὰ σοί,

οἱ ζωγράφοι τῆς σῆς δυνατώτεροι γλώττης, τοσαῦτα πλαστουργοῦντες

τοῖς πίναξιν ὅσα πράττειν ἡ φύσις οὐ δύναται. εἰ δὲ καὶ χαίρειν δοκεῖς

ὑποσχέσεσι τοὺς ἀκούοντας, πρὸς ὀλίγον μὲν εὐφραίνεις, ἀνιᾷς δὲ

μετ' οὐ πολὺ χαλεπώτερον. ἐπεὶ καὶ τῶν ἐνυπνίων τὰ κάλλιστα οὐ

τοσοῦτον ἡμᾶς εὐφραίνει καθεύδοντας, ὅσον ἐγρηγορότας ἐλύπησε· αἱ

γὰρ ἐλπίδες μετὰ τοῦ ὕπνου εὐθὺς συνανίπτανται. σύμφωνα δῆτα τῇ

γλώττῃ τὰ πράγματα κέκτησο, ἵνα μὴ καὶ φίλοις ἀπεχθήσῃ ψευδόμενος

καὶ τοῖς ἐχθροῖς ὑπόθεσιν ψόγου πορίσειας ὡς ἀληθείας ὑπάρχων ἀμέτ-

οχος.

38

{Τεττίγων Ὀρτύγωνι}

Τί δῆτα, τρισάθλιε, τὴν ἐσθῆτα διήλλαξας καὶ τοὺς πέρδικας ἐξεπέτα-

σας; οἶνός σοι γέγονε τὸ κακόν· οἴνῳ καὶ τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν

ὠνήσασθαι τὸν Ὀδυσσέα φασί. διὸ εἰ μὴ συναθροίσειας, Ὀρτύγων, τοὺς

ὄρνιθας, σὺν σοὶ κατακρημνίσαιμι ἑαυτόν. καὶ παῖδα γὰρ ἀκόλαστον ζῆν

χαλεπὸν καὶ τάφον πρὸ τοῦ πατρὸς υἱὸν σφετερίσασθαι καὶ λίαν ἐστὶ

δυσφορώτατον.

39

{Θέτις Ἀναξάρχῳ}

Οὐ δύνασαι Θέτιδος καὶ Γαλατείας ἐρᾶν· οὐ τεμαχίζεται πόθος· οἱ

γὰρ Ἔρωτες οὐ μερίζονται. ἀλλ' οὔτε διπλοῦν ἂν ἐνέγκοις τὸν ἔρωτα· ὡς

γὰρ ἡ γῆ δύο ἡλίοις οὐ δύναται θάλπεσθαι, οὕτω μία ψυχὴ δυάδος

πυρσῶν ἐρωτικῶν οὐκ ἀνέχεται.

40

{Σωκράτης Πλάτωνι}

Ἀδικεῖται μὲν οὐδείς, ἀδικοῦσι δὲ πάντες, αὐτομάτως ἕκαστος ἑαυτὸν

ἀδικῶν· ἀρετῆς γὰρ καὶ κακίας ἐσμὲν αὐτοκράτορες. ἀφείλετό σου

Λεωνίδης τὸ γήδιον· τοῦτο τῶν ἐκτός, καὶ τὴν σὴν ψυχὴν οὐδὲν ἐλυμήνατο.

ζημιοῖ σε Φίλιππος καὶ τὸν δακτύλιον σφετερίζεται· οὐδὲν ἠδικήθης

αὐτός· τὸ γὰρ ἐπίκτητον οὐχ ἡμέτερον. τὸν σὸν υἱὸν ἀνεῖλον οἱ βάρβαροι·

οὐ πέπονθάς τι δεινόν· οὐ γὰρ ἀίδιον τὸν παῖδα ἐκέκτησο· ἔναγχός σοι μὴ

κεκτημένῳ προσγέγονε, καὶ πάλιν οὐκ ἔστιν, ἐπείπερ οὐκ ἦν, ἀλλ' ἐγένετο.

οὐκοῦν ἀδικοῦσιν, οὐκ ἀδικοῦνται οἱ ἄνθρωποι. καὶ τὸν Ὁμηρικὸν

τεθαύμακα Κύκλωπα· οὐδένα γὰρ βλάπτειν ἀδικούμενον ἔφασκε, καὶ

ἦν τῷ ποιμένι ἀπόφασις ἡ τῆς ἀληθείας κατάφασις.

41

{Μαράθων Πηγάνωνι}

Τοὺς πολιτικοὺς κλύδωνας ἐκφυγὼν καὶ τοὺς ἀπαραιτήτους θορύβους

τοῦ ἄστεος ἐμισθωσάμην τὸν ἀγρὸν τουτονί, καὶ μεταβολὴν τύχης

ἐδόκουν εὑρεῖν. ἀλλὰ μείζοσι κακοῖς ἐμβεβλήμεθα· ποτὲ γὰρ τὴν ἐρυσίβην

ἔχω πολέμιον, ποτὲ δὲ τὰς ἀκρίδας, ἄλλοτε καὶ τὴν χάλαζαν· ἡ δὲ πάχνη

λυμαίνεται τοὺς καρποὺς ὡς ἀπαραίτητος τύραννος, καὶ τοὺς ἱδρῶτας ὁ

τάλας τοῖς ἀνέμοις χαρίζομαι. οἴμοι ὁ δύστηνος, ὅποι τραπῶ; ὅταν τῶν

γεωργικῶν μόχθων ἐπιμνησθῶ, τὰ τοῦ ἄστεος ἀσπάζομαι· ὅταν τὸν πο-

λιτικὸν τάραχον λογίσωμαι, τῆς ἀγροικίας ἐρῶ, καὶ τοῦ παρόντος ἐστὶ τὸ

μὴ παρὸν εὐτυχέστερον. μία τῶν λυπηρῶν κατάλυσίς ἐστιν ὁ θάνατος,

εἴτε φυσικὸς εἴτε πάλιν αὐθαίρετος. οὐκοῦν ἀγχόνη μοι τὸ φάρμακον·

βδελύττεσθαι γὰρ τὸν θάνατον τοὺς δυστυχοῦντας ἠλίθιον.

42

{Περικλῆς Ἀσπασίᾳ}

Εἰ δῶρα ζητεῖς, οὐ ποθεῖς· ἀδωροδόκητοι γὰρ οἱ Ἔρωτες, καὶ τοὺς

ποθοῦντας τοιούτους εἶναι διδάσκουσιν. εἰ μὲν οὖν ἐρᾷς, τὸ διδόναι

μᾶλλον, οὐ τὸ λαβεῖν οἰκειότερον· εἰ δὲ χρημάτων ὀρέγῃ καὶ δι' ἐμπορίαν

τὸ ποθεῖν ἀναπέπλασαι, τὴν γνώμην ἡ γλῶττα διήλεγξε, πωλοῦσα χρυσῷ

τὰς ἡδονὰς τῷ ἐθέλοντι.

43

{Διογένης Δημονίκῳ}

Τὸ τεχνητὸν γύναιον, τὸ διγενὲς ἡμιάνδριον, τὸ παρὰ τῇ φύσει κατὰ

μηδὲν ἐντελές, ὕβρισεν ὁ Λυδὸς εὐνοῦχος ἡμᾶς· ἅπαντα γὰρ τὰ τοῦ

σώματος μέλη γλώττας ἔχειν ἀσχήμονας ἐπαγγέλλονται. ἐγὼ δὲ κατὰ τὸν

Ὁμηρικὸν Ὀδυσσέα τῶν μὲν ἐκείνου βελῶν οὐκ αἰσθάνομαι· ἀδρανὲς γὰρ

πλῆττον τὸ γυναικεῖον φῦλον τοὺς ἥρωας, ἵνα τί σοι καὶ σοβαρώτερον

ἀποφθέγξωμαι τὸν Διομήδην μιμούμενος. ὑλακτεῖν δῆτα καὶ μεμηνέναι

τοῖς εὐνούχοις ἐστὶν ἁρμόδιον· τῆς τῶν χειρῶν γὰρ ἐστερημένοι δυνάμεως

ἅπαντα διὰ τῆς γλώττης πράττειν ἐθέλουσιν. οἱ δὲ φίλοι πολλὴν εὐήθειαν

κατηγοροῦσιν ἡμῶν, ἐπειδὴ τὸν ὑβριστὴν οὐ ποιναῖς ἠμειψάμεθα· οὕτω

γὰρ καὶ ὄνος ἡμᾶς εἰ λακτίσειεν, οὐκ ἂν δικαστήριον αὐτῷ συγκροτήσαι-

μεν. τοῦτο δέ τοι καὶ τῷ Σωφρονίσκου Σωκράτει καλῶς διηγόρευται.

44

{Πριαπίδης Κορύδωνι}

Αὔριον ἔσο μοι δαιτυμών. ἅπαντα τὰ πρὸς τὸν γάμον μοι παρεσκεύασται·

ἔτνος, ἐρέβινθος, ἰσχάδες πολλαὶ καὶ γλεῦκος καὶ μελιτοῦττα καὶ πόπανα.

αὐτὸς δὲ κόμιζε τὴν ἔντεχνον σύριγγα, τὰς ὑπερκύκνους μελῳδίας

ᾀσόμενος· ἦσθα γὰρ ποιμαντικῆς μουσουργίας ἐπιστήμων, Κορύδων. τὴν

γὰρ παστάδα βεβούλημαι πρὸς ἡδονὴν κινεῖν ἀφροδίσιον, τοῖς ἀπὸ τῆς

σάλπιγγος ὑποθελγομένην ἠχήμασιν.

45

{Λέανδρος Πυλάδῃ}

Λίαν ἡμῖν οἱ Ἔρωτες ἀπεχθάνονται. ἐγὼ μὲν ἐρῶ, ἀλλ' ἡ ποθουμένη

μισεῖ· καὶ τί δράσαιμι ἂν ὁ τρισάθλιος; οὐκ ἰσόρροπον ἔχουσιν οἱ Ἔρωτες

πλάστιγγα· ἄνισα τοῖς ἀνθρώποις ζυγοστατοῦσι τὰ δάκρυα. εἰ μὲν οὖν

ἀδικοῦσι, θεοὶ μὴ κεκλήσθωσαν· εἰ δὲ τὴν προσηγορίαν οὐ ψεύδονται,

ὀρθὰ δικαζέτωσαν καὶ τὰς ἀλγηδόνας ἐμοὶ κατὰ τὸ δίκαιον μεριζέτωσαν.

46

{Διογένης Ἀριστάρχῳ}

Κατέπληττε τὴν Μακεδονίαν Ἀλέξανδρος τῷ βουκεφάλῳ ἐποχούμενος

ἵππῳ. τὸν δὲ ἵππον χαλινοῖς ἱστοροῦσι μὴ πείθεσθαι, μήτε δὲ χειροήθεσι

κολακείαις μαλάττεσθαι· ἦν γὰρ ἀτιθάσευτον τὸ ζῷον καὶ τῷ θυμῷ τὸ

εἶναι ἵππος ἀφῄρητο, καὶ κακόν τι ἀπρόσιτον ἦν καὶ τοῖς ἐντυγχάνουσι

λίαν δυσάντητον. ὅτε τοίνυν ἐπιβάτην Ἀλέξανδρον ἐκληρώσατο, τὴν

ἀπήνειαν ὥσπερ πραότητι συνεκέρασεν, ἀμειβόμενος τῇ κατηφείᾳ τὸ

φρύαγμα· καὶ ἦν ἰδεῖν σώφρονα τὸν ἀκόλαστον. οὐ γὰρ Ἀλεξάνδρῳ θέμις

ἦν ἀντιμάχεσθαι. ἔσο τοίνυν, Ἀρίσταρχε, καὶ σὺ τῆς τύχης ὑπήκοος· οὐ

γὰρ Ἀλεξάνδρῳ, ἀλλὰ τῇ τύχῃ ὁ βουκέφαλος ἵππος ἐπείθετο.

47

{Ποιμνίων Ἄρνωνι}

Τὰ τῶν προβάτων οὔθατα ὑπὸ τοῦ γάλακτος μέλλει μοι διαρρήγνυσθαι,

καὶ κισσυβίων οὐκ οἶδ' ὅπως ἠπορήμεθα. διὸ δίδου μὲν αὐτὸς τὰ κισσύβια·

ἐγὼ δέ σοι γάλα παρέξομαι, μεγάλοις δώροις μικρὰς ἀμειβόμενος

χάριτας.

48

{Χρυσογόνη Τερπάνδρῳ}

Μὴ μέμφου λοιδορουμένην τε καὶ ὑβρίζουσαν· οἱ γὰρ ποθοῦντες

γλυκείας καὶ τὰς ὕβρεις προσφέρονται, καὶ πληγαῖς δὲ πολλάκις καὶ

μώλωψιν ὡραΐζονται. εἰ δὲ δυσανασχετεῖς ὑβριζόμενος, οὐδὲ ῥόδον

τρυγήσεις τὴν ἄκανθαν εὐλαβούμενος.

49

{Λεωνίδης Περιάνδρῳ}

Ἠιδέσθη καὶ Πρίαμον ὁ τῆς Θέτιδος πρεσβευόμενον—καὶ πολιὰν γὰρ

ἐχθρῶν ὁ τοῦ Πηλέως ᾐσχύνετο—καὶ δίδωσι τῷ πατρὶ τεθνηκότα τὸν

παῖδα, δυστυχεστάτῳ φιλοτιμούμενος δώρῳ τὸν Πρίαμον. καὶ τοῦ μὲν

τὴν τόλμαν τεθαύμακα, τοῦ δὲ τὴν φιλανθρωπίαν ἐπῄνεσα. γίνου μοι καὶ

αὐτὸς Αἰακίδης, καὶ πολιᾶς προσίεσο δάκρυα, τὸν παῖδά μοι ζῶντα

δωρούμενος. δυστυχοῦμεν γὰρ καὶ ἡμεῖς ὥσπερ καὶ Πρίαμος· οὐ γὰρ

ἂν ὄντα σε πολέμιον ὑπὲρ παιδὸς ἐπρεσβεύσαμεν, δακρύοις, οὐ μέλανι,

τὰ τῆς ἐπιστολῆς ἐγχαράξαντες γράμματα. ἀλλ' εἰ μὲν τῆς ἴσης καὶ σὺ

φιλανθρωπίας ἐρᾷς ἐπιτεύξασθαι, προφθανέτω τὸ δῶρον τὴν αἴτησιν· εἰ

δὲ μὴ λόγος παρὰ σοὶ βασιλεύει, ἀλλὰ θυμός τε καὶ λύπη τὰ πρεσβεῖα

κεκλήρωται, πρὸς ὀλίγον μὲν εὐφρανθήσῃ, λυπηθήσῃ δὲ μειζόνως,

ἀφιλοσόφου θυμοῦ μεγάλας καὶ τὰς ποινὰς εἰσπραττόμενος.

50

{Καλάμων Σπείρωνι}

Εἰ γεωργὸς εἶναι βεβούλησαι, τῶν πολιτικῶν θορύβων ἀφίστασο. εἰ

δὲ ῥήτορες παρὰ σοὶ καὶ δικαστήρια καὶ βήματα περισπούδαστα, τὴν

δίκελλαν ἀφείς, καλαμῖδα καὶ χάρτας ἀράμενος ἐς κόρακας χώρει,

γερόντιον. οὐ γὰρ συκοφάντας ἄνδρας καὶ τὸ ‘ἄνδρες δικασταί’ φθεγγο-

μένους πυκνότερον ἡ τῶν γεωργῶν πολιτεία προσίεται.

51

{Ῥοδόκλεια Ὑψιπύλῃ}

Τὸν Πειραιᾶ χθὲς τῇ νυκτὶ περιεπόλουν· καὶ τὸν σὸν ἐραστὴν μετὰ τῆς

Χρυσίππης ἑώρακα, καὶ μειράκιον ἐδᾳδούχει, καὶ προπόμπιος ἡ φιλία

γραῦς ὑπῆρχεν Ἀβρότονον. ὅτε δὲ τὴν προαγωγὸν προσεῖπον ἐγώ,

ἀπέσβεσε τὴν δᾷδα ὁ παῖς· τοῦτο γὰρ ὁ σὸς ἐνεκελεύετο ἐραστής, ἵνα τῷ

σκότῳ τὸ πραττόμενον διαλάθοι. οὐκοῦν μήτε ὀμνύντι μήτε κολακεύοντι

πείθου· γλώττης γὰρ σόφισμα δεινότατόν ἐστιν ἑκάτερον.

52

{Σωκράτης Κλέωνι}

Ὅταν οἱ λύκοι μεγάλης περιτύχωσι θήρας καὶ τῷ κόρῳ φιλοσοφήσωσιν

ὥσπερ ἐγκράτειαν ἀσκοῦντες, ἀρνῶν ἔχουσι τὸ ἦθος, καὶ τὸ ἄγριον πρὸς

τὸ φιλάνθρωπον μεταβάλλουσι, καὶ θαυμαστήν τινα δικαιοσύνην ὁ κόρος

ἐκδιδάσκει τοὺς λύκους· μετὰ τῶν προβάτων συννέμονται μηδὲν τὸ

ποίμνιον λυμαινόμενοι καὶ σπένδονται τοῖς ποιμέσι καὶ τὴν σωφροσύνην

γεραίρουσιν, ἄχρις ἂν αὐτοῖς ἡ γαστὴρ ἀναπνεύσειεν. ἀλλὰ σὺ καὶ τῶν

λύκων τὸν τρόπον ἀναιδέστερον κέκτησαι, καὶ μᾶλλον πλεονεκτικώτερον

τὸ ἀκόλαστον ἔχεις, ὅταν ὁ χρυσὸς ὑπεραναβλύσῃ τῶν σῶν θησαυρῶν,

ὥσπερ οἱ μέθυσοι. διψῶσι γὰρ ὅταν κορεσθῶσι τοῦ οἴνου, καὶ σοφίζονται

τῇ μέθῃ μέθης ἐπίτασιν· διὰ γὰρ τὴν ἐς ἄκρον εὐεξίαν πρὸς τὴν ἐναντίαν

διάθεσιν μεταπίπτουσι, περιγανοῦντος τοῦ οἴνου τοὺς οἰνόφλυγας καὶ

ἐκκαίοντος. ἄπαγε τῆς ἀκολάστου μέθης, ἀκόλαστε, ἵνα μὴ πρὸς τὴν

ἐναντίαν ῥοπὴν μεταχθῇς, ἀφαιρουμένης τῆς τύχης ἅπερ καὶ δέδωκε·

τοιαύταις γὰρ τοὺς ἀχαρίστους ποιναῖς σωφρονίζεται.

53

{Μίνθης Ῥίζωνι}

Ὁ ποταμὸς Χρύσασπις τοῦ γηδίου τοῦ ἡμετέρου μοῖραν ἐσύλησε καὶ

τῷ σῷ ἀγρῷ προσεκύρωσε, μῶρόν τι ποιῶν καὶ ἠλίθιον· ἀλλοτρίοις γὰρ

δώροις τὸ φιλότιμον ἐπαγγέλλεται. ἀλλ' εἰ μὲν δικαστηρίων φόρτον ἐπὶ

τοῖς ὤμοις φέρειν οὐχ οἷός τε εἶ, δῶρα ποταμῶν μὴ προσίεσο· εἰ δὲ τῶν

ἀλλοτρίων ἐρᾷς, μετ' οὐ πολὺ…

ψήφ…

The complete text is available when the reading interface loads.