Historiae
- Edition reference
- Historiae, ed. C. de Boor, Theophylacti Simocattae historiae, Leipzig: Teubner, 1887 (repr. Stuttgart: Teubner, 1972 (1st edn. corr. P. Wirth)): 20–314.
- CTS identifier
urn:cts:greekLit:tlg3130.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
dialog
1
7
δῆτα καὶ πρὸς τὰ βασιλέων τεμένη εἰσῴκισαν. καὶ περιλαλῶ
τὰ βασίλεια καὶ ταῦτα δὴ τὰ ἀρχαῖα καὶ Ἀττικὰ μουσουργῶ
κελαδήματα. ἐμοὶ μὲν δὴ ταῦτα ὅπως ἔχει καλῶς· σοὶ δ',
8
ὦ θύγατερ, τίς καὶ ὅπως σωτήριος γέγονεν; {ΙΣΤ.} μῶν οὐκ
οἶσθα, βασίλεια, τὸν μέγαν τῆς ἁπανταχόθεν οἰκουμένης
ἀρχιερέα καὶ πρόεδρον; {ΦΙΛ.} πάνυ μὲν οὖν, ὦ θύγατερ.
φίλος ἐμὸς οὗτος παλαιότατος καὶ θησαυρὸς οἰκειότατος.
9
{ΙΣΤ.} ἔχεις οὐκοῦν, ὦ βασίλεια, τὸ ζητούμενον αὐτοσχέδιον
ἕρμαιον. ἐκεῖνος ἐνεψύχωσεν ὥσπερ ἐκ τάφου τινὸς τῆς
ἀλογίας ἀναλαβόμενος, οἷάπερ Ἄλκηστίν τινα ἀλεξικάκου τινὸς
Ἡρακλέους ἀναστησάμενος ῥώμῃ. εἰσεποιήσατο δὲ μεγαλοφρό-
νως περιέβαλέ τε ἐσθῆτα φαιδρὰν καὶ χρυσέῳ κατεκόσμησεν
10
ὅρμῳ. τὸν δὲ κρωβύλον τουτονί, τέττιξ δ' [ὁ] ἄρα αὐτῷ
χρύσεός ἐστιν ἐφεζόμενος, ὁ θεσπέσιος οὑτοσὶ κατηγλάϊσε τῷ
τε παρόντι συλλόγῳ ἐλάμπρυνεν, βῆμά τε προτέθεικεν
11
εὐμενῶς ἱδρυμένον καὶ παρρησίαν ἀκίνδυνον. {ΦΙΛ.} ἄγαμαι,
θύγατερ, τῆς μεγαλονοίας τὸν ἱεροφάντην ἐγώ, ὁπόσης κατορθω-
μάτων ἀναβάσεως ἐπιβέβηκε τὴν ὑψηλὴν τῆς θεολογίας
ἀκρώρειαν περικαθήμενος ἐπί τε τὸν κολοφῶνα τῶν ἀρετῶν
τὴν ἀποικίαν ποιούμενος. καὶ τῶν ὑπὸ σελήνην πλεονεκτη-
μάτων ἀντέχεται, καὶ βίος αὐτῷ οἱ πανάριστοι λόγοι· οὐκ
ἐθέλει γὰρ οὔτε τὸν περίγειον κόσμον μένειν ἀκόσμητον.
12
οὕτως ὀναίμην τῶν ἐμῶν ἐραστῶν. ἢ σώματος ἐκτὸς φιλο-
σοφεῖ ἐπὶ γῆς, ἢ θεωρία σωματωθεῖσα μετὰ τῶν ἀνθρώπων
13
ὡς ἄνθρωπος ἀναστρέφεται. {ΙΣΤ.} κάλλιστά γε, βασίλεια,
τῶν ἐγκωμίων τὸν στέφανον ἔπλεξας. ἀλλ' εἴ σοι δοκεῖ,
περὶ ταυτηνὶ τὴν πλάτανον κάθισαι μικρόν· ἀμφιλαφὲς γὰρ
τὸ δένδρον, τοῦ τε ἄγνου τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον.
14
{ΦΙΛ.} πρόαγε δῆτα, ὦ παῖ, καὶ βαλβῖδά τινα τῇ διηγήσει
τοῖς φιλακροάμοσιν ὥσπερ ἐντίθει προοίμιον. ἐγὼ δέ σοι
ἐπιστήσω τὸν νοῦν οἷά τις Ἰθακήσιος, μὴ διαβύσασα τὰ ὦτα,
15
καὶ Σειρηναίων ἀφηγημάτων ἀκούσομαι. {ΙΣΤ.} τοιγαροῦν
πειθαρχήσω, βασίλεια, τήν τε τῆς ἱστορίας λύραν τινάξομαι.
ἔσο δέ μοι πλῆκτρον αὐτὴ μουσικώτατον· Ὠκεανὸς γὰρ ἐπι-
στήμης ἔφυς καὶ λόγων Τηθύς, ἐν σοί τε πᾶσα χάρις, ἅτε
νῆσος, 〈τὴν πέρι πόντος〉 ἀπείριτος ἐστεφάνωται.
index
t
1
{ΘΕΟΦΥΛΑΚΤΟΥ
ΑΠΟ ΕΠΑΡΧΩΝ ΚΑΙ ΑΝΤΙΓΡΑΦΕΩΣ}
1
t
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ}
1
αʹ. Ἀναγόρευσις Μαυρικίου, τοῦ Ῥωμαίων βασιλέως, καὶ
δημηγορία Τιβερίου τοῦ αὐτοκράτορος.
βʹ. Περὶ τῆς γενομένης θείας ὀμφῆς Τιβερίῳ τῷ αὐτοκράτορι.
γʹ. Θάνατος Τιβερίου τοῦ αὐτοκράτορος.
δʹ. Σπονδαὶ Ἀβάρων καὶ Ῥωμαίων.
εʹ. Ὅπως ἐλέφαντα ἱστορῆσαι ὁ Χαγάνος τὸν βασιλέα
ᾐτήσατο.
Ϛʹ. Περὶ τῆς χρυσῆς κλίνης, ἣν λαβεῖν ὁ Χαγάνος παρὰ
τοῦ αὐτοκράτορος ἐξῃτήσατο.
ζʹ. Ὡς εἴκοσι χιλιάδας χρυσίων προσθεῖναι ταῖς συνθήκαις
Ῥωμαίους ὁ βάρβαρος κατηνάγκασεν.
ηʹ. Κατάλυσις τῶν πρὸς τοὺς Ἀβάρους σπονδῶν.
θʹ. Ἅλωσις Σιγγηδόνος τῆς πόλεως.
ιʹ. Ὅπως Αὐγούσταν καὶ τὸ Βιμινίκιον, πόλεις Ῥωμαίων,
ὁ Χαγάνος ἐπόρθησεν.
ιαʹ. Ἔφοδος τῶν Ἀβάρων ἐπὶ τὴν Ἀγχίαλον πόλιν.
ιβʹ. Πρεσβεία Ῥωμαίων πρὸς Ἀβάρους.
ιγʹ. Περὶ τῆς τῶν πρέσβεων ἀτιμίας.
ιδʹ. Πρεσβεία ἑτέρα Ῥωμαίων πρὸς Ἀβάρους.
ιεʹ. Σπονδαὶ Ῥωμαίων καὶ Ἀβάρων.
ιϚʹ. Περὶ τῆς τῶν Σκλαυηνῶν ἐπὶ τὰ Μακρὰ τείχη ἐφόδου.
ιζʹ. Ἀνδραγαθία Κομεντιόλου τοῦ στρατηγοῦ.
ιηʹ. Ὅπως ὁ Χαγάνος τὰς Ῥωμαϊκὰς καταλύει σπονδάς, καὶ
περὶ Βοοκολοβρᾶ τοῦ μάγου.
ιθʹ. Πόρθησις πλείστων πόλεων Ῥωμαϊκῶν ὑπὸ τοῦ ἔθνους
τῶν Ἀβάρων γενομένη.
κʹ. Πόλεμος Περσῶν καὶ Ῥωμαίων ἐπὶ τὸν ποταμὸν τὸν
Νύμφιον.
καʹ. Γάμος Μαυρικίου καὶ Κωνσταντίνης τῶν αὐτοκρατόρων.
κβʹ. Περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἐν τῷ Φόρῳ κατὰ τὰ
προοίμια τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος.
κγʹ. Ἀναίρεσις Παυλίνου τοῦ γόητος καὶ περὶ τοῦ θαύματος
τοῦ κατὰ τὴν κόγχην Γλυκερίας τῆς μάρτυρος.
κδʹ. Περὶ τοῦ Ἀφούμων καὶ Ἄκβας τῶν φρουρίων.
κεʹ. Μάχη Ῥωμαίων καὶ Περσῶν, καὶ ὅπως ὁ Ἰωάννης
καταστρατηγεῖται ὑπὸ τῶν βαρβάρων.
κϚʹ. Περὶ τοῦ μεγάλου σεισμοῦ τοῦ γενομένου κατὰ τὴν
ἔναρξιν τῆς ἀναγορεύσεως Μαυρικίου, τοῦ Ῥωμαίων
βασιλέως.
κζʹ. Περὶ τῆς ὑπατείας Μαυρικίου τοῦ αὐτοκράτορος.
κηʹ. Ὅπως ὁ Φιλιππικὸς τῆς ἑῴας δυνάμεως ὑπὸ τοῦ αὐτο-
κράτορος γίνεται στρατηγός.
κθʹ. Ἀνδραγαθία Φιλιππικοῦ.
λʹ. Ἀναχώρησις ἐκ τῆς Μηδικῆς τῶν Ῥωμαίων, καὶ ὅπως
ἀνυδρίᾳ τὸ Ῥωμαϊκὸν ἐκινδύνευσεν.
λαʹ. Ὅπως τὴν Ἀρζανηνὴν χώραν ὁ Ῥωμαίων στρατηγὸς
προνομῇ παραδέδωκεν.
λβʹ. Ἀριστεία τῆς Ῥωμαίων δυνάμεως.
λγʹ. Ὅπως τὰ κατὰ τὴν Μαρτυρούπολιν ὁ Περσῶν στρατηγὸς
κατεπόρθησεν.
λδʹ. Πρεσβεία Περσῶν πρὸς Ῥωμαίους.
λεʹ. Ἑτέρα πρεσβεία Περσῶν πρὸς Ῥωμαίους.
2
t
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Βʹ}
1
αʹ. Περὶ τοῦ ὄρους τοῦ Ἰζαλά.
βʹ. Περὶ τῆς κατὰ τὸν Καρδαρηγὰν ἀλαζονείας.
γʹ. Μάχη περὶ τὸ Ἄρζαμον Ῥωμαίων καὶ Περσῶν, καὶ
νίκη ἐπιφανεστάτη Ῥωμαίων.
δʹ. Ὅπως σκυλεύουσι Ῥωμαῖοι τὸ βάρβαρον.
εʹ. Φυγὴ τοῦ Καρδαρηγὰν ἐπὶ τὸ Δαράς, καὶ ὅπως ἀπὸ
τοῦ ἄστεος οἱ Δαρηνοὶ ἀποπέμπονται τὸν Περσῶν
στρατηγόν.
Ϛʹ. Περὶ τοῦ ἀριστεύσαντος ἐν τῷ πολέμῳ στρατιώτου.
ζʹ. Ἐπιστρατεία Ῥωμαίων κατὰ τῆς Ἀρζανηνῆς.
ηʹ. Περὶ Μαρουθᾶ καὶ Ἰωβίου τῶν ἡγεμόνων τῆς Ἀρζανηνῆς
αὐτομολησάντων Ῥωμαίοις.
θʹ. Περὶ τῆς ἰδιωτικῆς δυνάμεως τῆς συναθροισθείσης ὑπὸ
τοῦ Καρδαρηγὰν εἰς τὸ ἐξαπατῆσαι Ῥωμαίους.
ιʹ. Ὅπως ὁ Ἡράκλειος, ὁ Ἡρακλείου πατὴρ τοῦ αὐτοκρά-
τορος, παραδόξως ἀπὸ τῆς κατασκοπῆς διασώζεται.
ιαʹ. Περὶ Ζαβέρτα τοῦ Πέρσου.
ιβʹ. Ὅπως τῆς τοῦ Χλομαρῶν πολιορκίας Ῥωμαῖοι ἀπέχονται.
ιγʹ. Περὶ τῆς ἀθρόας φυγῆς καὶ ἀλόγου Φιλιππικοῦ, τοῦ
Ῥωμαίων στρατηγοῦ.
ιδʹ. Περὶ τῆς γενομένης ἀταξίας τοῖς Ῥωμαϊκοῖς ἐκστρατεύ-
μασιν.
ιεʹ. Περὶ τῆς ἐπενεχθείσης νόσου Φιλιππικῷ τῷ Ῥωμαίων
στρατηγῷ, καὶ ὅπως ὁ Ἡράκλειος, ὁ Ἡρακλείου πατὴρ
τοῦ αὐτοκράτορος, τὰς φροντίδας τῆς ἡγεμονίας
ἐλάμβανεν.
ιϚʹ. Ὅπως τοῖς μεσημβρινοῖς τῆς Μηδικῆς προσβάλλει ὁ
τῆς Ῥωμαίων δυνάμεως ὑποστράτηγος.
ιζʹ. Ὡς ἔαρος ὥρᾳ προσβάλλουσι Ῥωμαῖοι κατὰ τῆς Περσῶν
πολιτείας.
ιηʹ. Ὡς Κομεντίολος κατὰ τῆς τῶν Ἀβάρων στρατεύει δυνάμεως.
ιθʹ. Περὶ Ἀσιμούθ, τοῦ ἐξάρχου τῆς πεζικῆς τῶν Ῥωμαίων
δυνάμεως, καὶ ὡς τοῦτον οἱ Ἄβαροι κατέσχον
ζωγρήσαντες.
κʹ. Ὅπως αἱ τῶν Ἀβάρων δυνάμεις ἀνὰ τὴν Θρᾴκην περι-
εχύθησαν.
καʹ. Ἐκκλησία Ῥωμαίων, εἰ πολεμητέον, καὶ δημηγορία καὶ
ἀντιδημηγορία, εἴπερ χρὴ τὸν Κομεντίολον ταῖς τῶν
Ἀβάρων δυνάμεσιν ἐπιτίθεσθαι.
κβʹ. Ὅπως φωνὴ παραμορφωθεῖσα τῇ Ῥωμαίων ἐκτάξει
ἀδόκιμον αὐτῇ τὴν τοῦ Χαγάνου ἐπιβολὴν ἐποιήσατο.
κγʹ. Περὶ Βουσᾶ τοῦ στρατιώτου καὶ τῆς τούτου ἁλώσεως,
καὶ ὅπως τοὺς βαρβάρους πολιορκητικὰ κατασκευά-
ζεσθαι πρῶτος ἐδίδαξεν ὄργανα.
κδʹ. Πολιορκία ὑπὸ τοῦ Χαγάνου Βερόης τῆς πόλεως, καὶ
ἀποτυχία τῆς τοῦ βαρβάρου βουλήσεως.
κεʹ. Πολιορκία τῆς Διοκλητιανουπόλεως, καὶ ὡς ἀδόκιμος ἡ
ἐπιβολὴ τῷ βαρβάρῳ συνήντησεν.
κϚʹ. Ὅπως ἐλοιδοροῦντο τῷ αὐτοκράτορι οἱ Βυζάντιοι διὰ
τὰ συμβάντα ὑπὸ τῶν βαρβάρων περὶ τὴν Εὐρώπην
ὡς ἔπος εἰπεῖν δυστυχήματα.
κζʹ. Πολιορκία τῆς Ἀδριανουπόλεως, καὶ ὡς ὁ Δροκτῶν
τοῖς βαρβάροις συμμίξας τὸ πόλισμα διεσώσατο.
κηʹ. Ὡς ὁ Ἡράκλειος φρούριον Περσικὸν παραστήσασθαι
ἐνεχείρει τοῖς ὅπλοις.
κθʹ. Περὶ τοῦ Βεϊουδάες φρουρίου, καὶ ὅπως παραδόξῳ ἀριστείᾳ
τινὶ τοῦτο εἷλον Ῥωμαῖοι· καὶ περὶ τοῦ Σάπειρος στρατιώτου.
λʹ. Ἐνδημία Φιλιππικοῦ περὶ τὸ βασίλειον ἄστυ.
3
t
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Γʹ}
1
αʹ. Χειροτονία Πρίσκου, καὶ ὅπως τῆς ἑῴας δυνάμεως
ἔξαρχον ὁ αὐτοκράτωρ αὐτὸν προεστήσατο.
βʹ. Περὶ τῆς ἀπομειώσεως τῶν στρατιωτικῶν σιτήσεων· καὶ
ὅπως ταύτην ποιήσασθαι τῷ στρατηγῷ ἐνεκελεύσατο
ὁ αὐτοκράτωρ Μαυρίκιος.
γʹ. Περὶ τῆς γενομένης τυραννίδος τῶν Ῥωμαϊκῶν στρατο-
πέδων· καὶ ὅπως ὁ στρατηγὸς διαφυγῇ χρησάμενος
ἀποδιδράσκει τὸν κίνδυνον.
δʹ. Ἀναγόρευσις Γερμανοῦ ὑπὸ τῆς στρατιᾶς.
εʹ. Περὶ τῶν προσελθουσῶν ἐκ τῆς τῶν Ῥωμαίων τυραν-
νίδος τῇ ἀνατολῇ συμφορῶν.
Ϛʹ. Χειροτονία Φιλιππικοῦ τοῦ στρατηγοῦ.
ζʹ. Πολιορκία Κωνσταντίνης τῆς πόλεως, καὶ ὡς ὁ Γερμανὸς
ἐπιστὰς τῶν κινδύνων αὐτὴν ἠλευθέρωσεν.
ηʹ. Πόλεμος κατὰ τὴν Μαρτυρούπολιν Ῥωμαίων τε καὶ
Περσῶν, καὶ νίκη Ῥωμαίων λαμπρά.
θʹ. Διαλλαγαὶ τῶν στρατοπέδων πρὸς τὸν αὐτοκράτορα.
ιʹ. Περὶ τῶν γενομένων κατὰ τὸ Γιλίγερδον, καὶ ἀριστεία
Ῥωμαίων.
ιαʹ. Ὅπως ἡ Μαρτυρούπολις ἥλω δόλῳ ὑπὸ τῶν Βαβυλωνίων.
ιβʹ. Χειροτονία Κομεντιόλου τοῦ στρατηγοῦ. καὶ ὅπως τὸν
Περσικὸν ὑπὸ τοῦ αὐτοκράτορος πιστεύεται πόλεμον.
ιγʹ. Μάχη Περσῶν, καὶ νίκη Ῥωμαίων.
ιδʹ. Περὶ τῶν πραχθέντων κατὰ τὴν Σουανίαν Ῥωμαίοις τε
καὶ Πέρσαις.
ιεʹ. Μάχη κατὰ τὴν Κολχίδα Ῥωμαίων τε καὶ Περσῶν, καὶ
ἧττα Βαβυλωνίων.
ιϚʹ. Ὅπως Ὁρμίσδας, ὁ Περσῶν βασιλεύς, καταστρατηγηθέντος
τοῦ Βαράμ, γυναικείαν ἐσθῆτα τούτῳ ἐξέπεμψεν καὶ
ὕβρεις αἰσχράς.
ιζʹ. Περὶ τῆς τυραννίδος τῆς γενομένης ὑπὸ τοῦ Βαρὰμ
τῷ Ὁρμίσδᾳ.
ιηʹ. Περὶ τῶν νεωτερισθέντων ὑπὸ τῶν Ἀρμενίων.
ιθʹ. Ὅπως ὁ Συμβάτης καταδικασθεὶς γενέσθαι θηρίων βορὰ
μετέσχε φιλανθρωπίας ὑπὸ τοῦ αὐτοκράτορος.
κʹ. Θάνατος Σαράμου τοῦ Πέρσου, καὶ αὔξησις τῆς τυραν-
νίδος Βαράμ.
καʹ. Ἀναδρομὴ τῶν συγκυρησάντων περὶ τοὺς πρεσβυτέρους
χρόνους, καὶ σύντομος ἀφήγησις τῶν κεκινημένων
ἐπὶ τῆς βασιλείας Ἰουστίνου καὶ Τιβερίου τῶν αὐτο-
κρατόρων.
κβʹ. Περὶ τῆς ὠμότητος Ὁρμίσδου, τοῦ Περσῶν βασιλέως.
κγʹ. Ἀφήγησις τῆς Περσικῆς γενεαρχίας.
4
t
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Δʹ}
1
αʹ. Ὅπως Πέρσαις ὁ ἐμφύλιος ἐκρατύνετο πόλεμος.
βʹ. Περὶ τῶν συγκυρησάντων κατὰ τὴν τυραννίδα Βαρὰμ
τῷ Περσῶν βασιλεῖ.
γʹ Ὅπως καθαιρεῖται τῆς βασιλείας Ὁρμίσδας.
δʹ. Ἐκκλησία Περσῶν, ἐν ᾗ δέσμιος Ὁρμίσδας δημηγορεῖ.
εʹ. Δημηγορία Βινδόου τοῦ Πέρσου.
Ϛʹ. Σφαγὴ τοῦ παιδὸς τοῦ νεωτέρου Ὁρμίσδου· καὶ ὅπως
καὶ τὴν βασιλίδα τεμαχίσαντες ἐκτυφλοῦσιν Ὁρμίσδαν
οἱ τῆς Περσῶν πολιτείας ἐξέχοντες.
ζʹ. Περὶ Καβάδου, τοῦ Περσῶν βασιλέως, καὶ πρεσβυτέ-
ρων ἱστορημάτων διήγησις.
ηʹ. Ἀναγόρευσις Χοσρόου τοῦ νεωτέρου, τοῦ Περσῶν βα-
σιλέως.
θʹ. Ὅπως Ὁρμίσδας ὑπὸ Χοσρόου τοῦ παιδὸς ἀναιρεῖται.
ιʹ. Ἐπικράτεια τῆς τυραννίδος Βαράμ, καὶ φυγὴ Χοσρόου,
τοῦ Περσῶν βασιλέως.
ιαʹ. Ὅπως ἐπὶ τὸ Κιρκήνσιον ὁ Περσῶν βασιλεὺς παραγί-
νεται προσχωρήσας τῷ αὐτοκράτορι.
ιβʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα.
ιγʹ. Περὶ Βαρὰμ τοῦ τυράννου· καὶ ὅπως ἑαυτὸν βασιλέα
Περσῶν ἐχειροτόνησεν.
ιδʹ. Ὅπως ὁ αὐτοκράτωρ ἐπὶ τὴν Ἱερὰν πόλιν τὸν Χοσρόην
μετάγει βασίλειον αὐτῷ θεραπείαν συστησάμενος.
ιεʹ. Περὶ τῶν συγκυρησάντων τῷ Βαρὰμ καὶ Χοσρόῃ πρὸ
τῆς Ῥωμαϊκῆς συμμαχίας.
ιϚʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα.
ιζʹ. Ὅπως ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν τῆς Μελιτηνῆς
ἱερέα ἅμα Γρηγορίῳ, τῷ Ἀντιοχείας ἱεράρχῃ, πρὸς
Χοσρόην ἐξέπεμψεν.
ιηʹ. Περὶ τῆς δολοφονίας Βαρὰμ καὶ περὶ τοῦ φόνου τῶν
εἰς τοῦτο συμφραξαμένων.
ιθʹ. Περὶ Βινδόου τοῦ Πέρσου· καὶ ὅπως δραπετεύει Περσίδα.
κʹ. Ὅπως ἡ Μαρτυρούπολις ὑπὸ Χοσρόου ἀποδίδοται τοῖς
Ῥωμαίοις.
καʹ. Ἑορταστικὴ Δομετιανοῦ, τοῦ προέδρου Μελιτηνῆς, ἐπὶ
τῇ ἀναλήψει τοῦ ἄστεος.
5
t
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Εʹ}
1
αʹ. Ὅπως ὁ Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἀπορίᾳ τὴν
ψυχὴν κατατρυχόμενος ἐπρέσβευε τὸν ἐν μάρτυσιν
ἐπιφανέστατον Σέργιον λύσιν τῶν δυστυχημάτων
αὐτῷ φιλοτιμήσασθαι.
βʹ. Ἀνδραγαθία Ῥοσὰν καὶ δολοφονία Ζαδεσπράτου τοῦ
Πέρσου.
γʹ. Περὶ τοῦ ἐκδανεισθέντος χρυσίου Χοσρόῃ, τῷ Περσῶν
βασιλεῖ, ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος.
δʹ. Πρεσβεία Χοσρόου, ἐφ' ᾧ ἀποστῆναι Κομεντίολον τῆς
ἡγεμονίας.
εʹ. Χειροτονία Ναρσοῦ, καὶ συμμαχία Ῥωμαίων κατὰ τοῦ
τυράννου Βαράμ.
Ϛʹ. Περὶ τῶν βασιλικῶν δώρων τῶν πεμφθέντων Χοσρόῃ,
τῷ Περσῶν βασιλεῖ, ὑπὸ τοῦ αὐτοκράτορος.
ζʹ. Ὅπως τὰς κλεῖς τοῦ Δαρὰς ὁ Χοσρόης παραδέδωκε διὰ
τοῦ πρέσβεως Μαυρικίῳ τῷ αὐτοκράτορι.
ηʹ. Δημηγορία Δομετιανοῦ, τοῦ προέδρου τῆς Μελιτηνῆς.
θʹ. Περὶ τῶν συγκυρησάντων εὐτυχημάτων πρὸ τῆς συμ-
πλοκῆς Ῥωμαίων τε καὶ Περσῶν Χοσρόῃ, τῷ Περσῶν
βασιλεῖ.
ιʹ. Ὅπως οἱ βασιλικοὶ θησαυροὶ τά τε βασίλεια τῆς Περσῶν
πολιτείας τῷ Χοσρόῃ δηλοῦνται.
ιαʹ. Ἕνωσις τῶν Ῥωμαϊκῶν δυνάμεων Ἀρμενίας τε καὶ ἑῴας.
ιβʹ. Μάχη τοῦ Βαρὰμ καὶ Ῥωμαίων, καὶ νίκη περιφανεστάτη
Ῥωμαίων.
ιγʹ. Περὶ τοῦ σημείου, οὗ ἐπεφέροντο οἱ Τοῦρκοι ἐπὶ τῶν
μετώπων.
ιδʹ. Τὰ κατὰ τὴν Γολινδοὺχ ἐν Περσίδι γεγονότα.
ιεʹ. Ἐπανάζευξις Χοσρόου εἰς τὰ βασίλεια.
ιϚʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ
τεμένει Σεργίου τοῦ ἐπιφανεστάτου ἐν μάρτυσιν.
ιζʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν περίδοξον μάρτυρα Σέργιον,
ὥστε ἐκ τῆς Σιρὲμ παῖδας γενέσθαι αὐτῷ.
ιηʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ ναῷ
Σεργίου τοῦ μάρτυρος.
ιθʹ. Ὅπως Χοσρόης τοὺς κεκοινωνηκότας τῇ τυραννίδι θανά-
τῳ διώλεσεν.
κʹ. Περὶ τῶν προαγορευθέντων ὑπὸ Χοσρόου.
καʹ. Πρεσβεία Πρόβου, τοῦ Χαλκηδόνος προέδρου, καὶ ὅσα
κατὰ τὴν πρεσβείαν ἀπήντησεν.
κβʹ. Ἐκδημία τοῦ αὐτοκράτορος ἐπὶ τὴν τῆς Εὐρώπης
Ἀγχίαλον.
κγʹ. Πρεσβεία Ζαλαβζάν.
6
t
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ϛʹ}
1
αʹ. Περὶ τοῦ ἐπιθαλαττίου κλύδωνος τοῦ ἐνσκήψαντος
Μαυρικίῳ τῷ αὐτοκράτορι.
βʹ. Περὶ τοῦ τέρατος τοῦ τεχθέντος ἐν τοῖς Θρᾳκῴοις
μέρεσιν.
γʹ. Περὶ τῶν Σκλαυηνῶν τῶν ἐκ τῶν μερῶν τοῦ Ὠκεανοῦ
ἐληλυθότων.
δʹ. Πρεσβεία Φράγγων πρὸς τὸν αὐτοκράτορα.
εʹ. Στρατεία Ἀβάρων κατὰ Ῥωμαίων.
Ϛʹ. Πολιορκία Σιγγηδόνος τῆς πόλεως.
ζʹ. Χειροτονία Πρίσκου τοῦ στρατηγοῦ, καὶ ὅπως τοῦ κατὰ
τὴν Εὐρώπην πολέμου ὁ αὐτοκράτωρ ἡγεμόνα προ-
εστήσατο τοῦτον.
ηʹ. Ὅπως ὁ Χαγάνος εἰς Δριζίπερα γενόμενος τὸν νεὼν
Ἀλεξάνδρου τοῦ μάρτυρος πυρὶ παραδέδωκεν.
θʹ. Ὅπως εἰς Τζουρουλὸν τὴν πόλιν Ῥωμαῖοι συγκλεισθέντες
ὑπὸ τοῦ Χαγάνου πολιορκοῦνται.
ιʹ. Ὅπως δόλῳ φενακίζει τὸν βάρβαρον Μαυρίκιος καὶ
τῆς πολιορκίας ἀποσχέσθαι ὑπέπεισεν.
ιαʹ. Πρεσβεία Ἀβάρων πρὸς Ῥωμαίους.
ιβʹ. Ὅσα τῷ Ἀρδαγάστῳ ἐκ τῆς Ῥωμαίων ἀπήντησε δυνά-
μεως.
ιγʹ. Τὰ κατὰ τὸν Τατίμερ.
ιδʹ. Ἀνδραγαθία Ἀλεξάνδρου, τοῦ Ῥωμαίων ταξιάρχου.
ιεʹ. Ἀνδραγαθία Ῥωμαίων, καὶ Σκλαυηνῶν ἀναίρεσις.
ιϚʹ. Ἔφοδος Σκλαυηνῶν κατὰ Ῥωμαίων.
ιζʹ. Ἅλωσις τοῦ δεδολοφονηκότος τὸν ὑπασπιστὴν τοῦ αὐτο-
κράτορος.
ιηʹ. Ἀφήγησις πρεσβυτέρων διηγημάτων, καὶ ἐν παρεκβάσει
τὰ κατὰ Κονιμοῦνδον ἐν Εὐρώπῃ πραχθέντα.
ιθʹ. Περὶ τῶν τεχθέντων τεράτων πρὸ τοῦ ἄστεος τῆς βασι-
λίδος τῶν πόλεων.
κʹ. Ὅπως Πέτρος στρατηγὸς τῆς κατὰ τὴν Εὐρώπην μάχης
χειροτονεῖται.
καʹ. Περὶ Θεοδώρου τοῦ πρέσβεως καὶ τῆς περὶ αὐτὸν παι-
δείας δεξιότητος.
7
t
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ζʹ}
1
αʹ. Περὶ τῆς γενομένης ἀταξίας ταῖς Ῥωμαίων δυνάμεσιν.
βʹ. Ἀριστεία Ῥωμαίων κατὰ Σκλαυηνῶν.
γʹ. Περὶ τῶν ἐν Ἀσίμῳ τῇ πόλει συμβεβηκότων.
δʹ. Περὶ τοῦ Πιραγάστου, τοῦ φυλάρχου τῆς Σκλαυηνῶν
δυνάμεως, καὶ ἀνδραγαθία Ῥωμαίων.
εʹ. Περὶ τῆς ἀνυδρίας τῆς παρακολουθησάσης ταῖς Ῥω-
μαίων δυνάμεσιν.
Ϛʹ. Ὅπως τοῦ Πέτρου καταπολεμηθέντος ὑπὸ τῶν Σκλαυη-
νῶν, Πρίσκος αὖθις γίνεται στρατηγός.
ζʹ. Θάνατος Ἰωάννου τοῦ Νηστευτοῦ, τοῦ τὴν ἀρχιερατικὴν
Κωνσταντινουπόλεως περιβαλλομένου ἀξίαν.
ηʹ. Περὶ τῶν ἐκδανεισθέντων χρημάτων Ἰωάννῃ τῷ Νη-
στευτῇ ὑπὸ τοῦ αὐτοκράτορος.
θʹ. Περὶ τῶν Μαυρουσίων τῶν συστραφέντων κατὰ Καρχη-
δόνος τῆς πόλεως.
ιʹ. Περὶ τοῦ κομήτου τοῦ φανέντος ἐπὶ ἡμέρας πολλάς.
ιαʹ. Περὶ τοῦ ἐμφυλίου πολέμου τοῦ γενομένου τοῖς Τούρ-
κοις, καὶ ἐν ἐκθέσει τὰ περὶ τῆς τῶν Τούρκων
πολιτείας.
ιβʹ. Πόθεν τὸ τῶν Ἀβάρων φῦλον κατάγεται· καὶ περὶ τῆς
ἀποφοιτήσεως αὐτῶν τῆς ἐκ τῆς ἕω.
ιγʹ. Περὶ τοῦ Χρυσοῦ λεγομένου ὄρους.
ιδʹ. Περὶ τῆς Ταυγάστ.
ιεʹ. Περὶ τῶν σκωλήκων τῶν τικτόντων τὴν ἐσθῆτα τὴν σηρικήν.
ιϚʹ. Περὶ τῆς λεγομένης Χουμαδάν.
ιζʹ. Περὶ τῶν Ἰνδῶν τῶν λευκῶν τὸ σῶμα.
ιηʹ. Διάλεξις πρὸς τὸν Πρίσκον Χαγάνου.
ιθʹ. Ἀντιλογία Πρίσκου πρὸς Χαγάνον τὸν βάρβαρον.
κʹ. Ὅπως ὁ Πρίσκος Σιγγηδόνα διασώζει τὴν πόλιν.
καʹ. Ὅσα κατὰ τὴν λεγομένην Δαλματίαν οἱ βάρβαροι
διεπράξαντο.
κβʹ. Τὰ κατὰ Γώδουιν, καὶ ἀριστεία Ῥωμαίων.
κγʹ. Προαγόρευσις τῆς ἀναιρέσεως Μαυρικίου τοῦ αὐτο-
κράτορος.
κδʹ. Φυγὴ Ῥωμαίων καὶ Κομεντιόλου τοῦ στρατηγοῦ.
κεʹ. Ὅπως ὁ Χαγάνος τὰς δυνάμεις τοῖς Μακροῖς τείχεσι
προσομιλεῖν παρεσκεύασεν.
κϚʹ. Περὶ τῆς παραδόξου γενομένης τιμωρίας ὑπὸ Ἀλεξάνδρου
τοῦ μάρτυρος τῇ τῶν Ἀβάρων πληθύϊ.
κζʹ. Πρεσβεία Ῥωμαίων πρὸς Χαγάνον.
κηʹ. Περὶ τῶν ἐπιφανέντων τεράτων ἐν τοῖς Νειλῴοις ὕδασιν.
κθʹ. Ἔκθεσις τῆς φύσεως τοῦ Αἰγυπτίου ποταμοῦ καὶ συνα-
γωγὴ πλείστων ἀρχαίων δογμάτων περὶ αὐτοῦ.
8
t
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ηʹ}
1
αʹ. Ὅπως ὁ Χοσρόης διαλῦσαι τὰς σπονδὰς ἐνεχείρησεν.
βʹ. Πρεσβεία Ῥωμαίων πρὸς Χοσρόην.
γʹ. Ὅπως ὁ Κομεντίολος προδοσίας ἐκρίνετο.
δʹ. Διαλλαγαὶ Ῥωμαίων πρὸς Κομεντίολον τὸν στρατηγόν·
καὶ ὅπως αὖθις οὗτος ἡγεμονεύειν ὑπὸ τοῦ αὐτο-
κράτορος ἐμπιστεύεται.
εʹ. Μάχη Ῥωμαίων καὶ Ἀβάρων, καὶ ἀριστεία Ῥωμαίων.
Ϛʹ. Ἑτέρα μάχη Ῥωμαίων καὶ Ἀβάρων, καὶ νίκη Ῥωμαίων.
ζʹ. Ἑτέρα ἔκταξις Ῥωμαίων καὶ Ἀβάρων, καὶ ἧττα βαρ-
βάρων.
ηʹ. Περὶ τῶν ἀναιρεθέντων Γηπαίδων.
θʹ. Ὅπως ὁ βάρβαρος ἐξαπατήσας τὸν αὐτοκράτορα τοὺς
ζωγρηθέντας βαρβάρους ἀνέλαβεν.
ιʹ. Περὶ τῆς Κομεντιόλου μελαγχολίας.
ιαʹ. Ὅπως ἀβουλίᾳ Κομεντιόλου τοῦ στρατηγοῦ πλῆθος Ῥω-
μαίων ὑπὸ τοῦ κρύους διώλετο.
ιβʹ. Ὡς Πέτρος αὖθις στρατηγὸς τῆς Εὐρώπης ὑπὸ τοῦ
αὐτοκράτορος προχειρίζεται.
ιγʹ. Περὶ τοῦ γάμου Θεοδοσίου, τοῦ παιδὸς Μαυρικίου
τοῦ αὐτοκράτορος.
ιδʹ. Περὶ τῆς σιτοδείας τῆς γενομένης τῇ βασιλίδι τῶν
πόλεων καὶ τῆς ἀταξίας τῶν δήμων.
ιεʹ. Ὅπως ὁ αὐτοκράτωρ Μαυρίκιος διατρίβειν τὰς Θρᾳκῴας
δυνάμεις εἰς τὸ ἀντιπέρας τοῦ Ἴστρου τὸν στρατηγὸν
κατηνάγκασεν.
ιϚʹ. Περὶ τῆς θείας ὀμφῆς τῆς γενομένης Πέτρῳ τῷ στρα-
τηγῷ.
ιζʹ. Τῶν Ῥωμαϊκῶν στάσις δυνάμεων· καὶ ὅπως τὸ ὁπλιτι-
κὸν τυραννίδα κατὰ τοῦ αὐτοκράτορος συνεστήσατο.
ιηʹ. Ὅπως ὁ στρατηγὸς φυγῇ διεχρήσατο.
ιθʹ. Περὶ τῶν δημάρχων· καὶ ὅπως τοῖς δημοτικοῖς φιλοτι-
μίας ὁ αὐτοκράτωρ παρέσχετο.
κʹ. Πρεσβεία τοῦ αὐτοκράτορος πρὸς τὰς Ῥωμαίων δυνάμεις.
καʹ. Ὅπως περιφρουρεῖ ὁ Μαυρίκιος τὴν κυρίαν τῶν πόλεων.
κβʹ. Πρεσβεία Ῥωμαίων πρὸς Θεοδόσιον, τὸν παῖδα τοῦ
αὐτοκράτορος.
κγʹ. Περὶ τῆς γενομένης ὑπονοίας Μαυρικίῳ τῷ αὐτοκρά-
τορι Γερμανὸν καθεστάναι τῆς τυραννίδος ὑπόθεσιν.
κδʹ. Ὡς ὁ Γερμανὸς ἐν τῷ ναῷ τῆς θεομήτορος καταφεύγει
τῷ ἐπιλεγομένῳ Κύρου.
κεʹ. Ὡς Στέφανον τὸν εὐνοῦχον πρὸς Γερμανὸν ἀποστέλλει
ὁ αὐτοκράτωρ Μαυρίκιος.
κϚʹ. Ὡς ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν παῖδα Θεοδόσιον
ἐμαστίγωσε ῥάβδοις.
κζʹ. Καταφυγὴ Γερμανοῦ πρὸς τὸ μέγα τῆς πόλεως τέμενος.
κηʹ. Περὶ τῶν θορύβων τῶν ἐπιβεβηκότων τῆς πόλεως.
κθʹ. Περὶ τοῦ ἐμπρησμοῦ τοῦ γεγονότος τῇ πόλει.
λʹ. Ἀπόδρασις Μαυρικίου τοῦ αὐτοκράτορος.
λαʹ. Ὅπως κλύδωνος γεγονότος ἐγκοπὴν πρὸς τὴν ἀπόδρασιν
ὁ αὐτοκράτωρ ἐλάμβανεν.
λβʹ. Ἀποστολὴ Θεοδοσίου τοῦ αὐτοκράτορος ὑπὸ Μαυρικίου
πρὸς Χοσρόην, τὸν Περσῶν βασιλέα.
λγʹ. Ὅπως πρὸς τὸν τύραννον 〈οἱ〉 τοῦ ἄστεος προσεχώρησαν.
λδʹ. Περὶ Γερμανοῦ καὶ τῆς περὶ τὴν βασιλείαν τούτου
ἐφέσεως.
λεʹ. Ἀναγόρευσις τοῦ τυράννου Φωκᾶ.
λϚʹ. Εἴσοδος τούτου πρὸς τὰ βασίλεια.
λζʹ. Ὅπως ὁ Μαυρίκιος ἐπαναστρέφειν ὡς αὐτὸν προσέταξε
τῷ παιδί.
ληʹ. Ἀναίρεσις τῶν παίδων τοῦ βασιλέως καὶ ἀποσφαγὴ
Μαυρικίου τοῦ αὐτοκράτορος.
λθʹ. Περὶ τῆς διαθήκης Μαυρικίου τοῦ αὐτοκράτορος.
μʹ. Ὅπως τῶν βασιλέων τὰ σώματα τοῖς τῆς θαλάττης
παρεδίδοντο κύμασιν.
μαʹ. Ἐπιτάφιος εἰς Μαυρίκιον τὸν αὐτοκράτορα.
μβʹ. Ὅπως ἀντιδόσεις τῶν πεπραγμένων δεινῶν αἱ Ῥωμαίων
δυνάμεις ὑπὸ τῆς θείας προνοίας ἐλάμβανον.
μγʹ. Ἀναίρεσις Θεοδοσίου τοῦ παιδὸς τοῦ αὐτοκράτορος καὶ
Πέτρου καὶ Κομεντιόλου καὶ Κωνσταντίνου.
μδʹ. Περὶ τῆς γεγονυίας πλάνης, ὡς Θεοδόσιος, ὁ υἱὸς τοῦ
αὐτοκράτορος, τὸν φόνον διέφυγεν.
μεʹ. Περὶ τῆς δαιμονιώδους προαγορεύσεως τῆς γεγονυίας
κατὰ τὴν Ἀλεξάνδρειαν.
μϚʹ. Περὶ τῶν γεγονότων παραδόξων ὑπὸ Εὐφημίας τῆς
μάρτυρος.
μζʹ. Ὅπως ὁ τύραννος Κωνσταντίναν, τὴν τοῦ βασιλέως
ὁμόζυγον, ἅμα ταῖς θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ
ἐνέκλεισεν.
μηʹ. Πρεσβεία τοῦ τυράννου πρὸς Χοσρόην, τὸν Περσῶν
βασιλέα.
μθʹ. Περὶ τῶν συμβεβηκότων Γερμανῷ τῷ στρατηγῷ.
νʹ. Ἀναίρεσις Ἀλεξάνδρου τοῦ συννεωτερίσαντος τῷ τυράννῳ
Φωκᾷ.
1
t
1
{ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ}
p
t
{[ΠΡΟΟΙΜΙΟΝ]}
1
Ἔδει μὴ μόνον τοῖς ἐκ φύσεως ἀγαθοῖς ἀλλὰ καὶ
οἰκείοις εὑρήμασι κατακοσμεῖσθαι τὸν ἄνθρωπον. ἔνεστι γὰρ
λόγος αὐτῷ, χρῆμά τι θεῖον καὶ ἀξιάγαστον. τούτῳ καὶ
θεὸν αἰδεῖσθαι καὶ σέβειν μεμάθηκε καὶ τὰ τῆς οἰκείας
ἐνοπτρίζεσθαι φύσεως, καὶ τῆς ἑαυτοῦ διαπλάσεως τὴν σύν-
2
ταξιν οὐκ ἠγνόησεν. τοιγάρτοι λόγῳ καὶ πρὸς ἑαυτοὺς
συννεύουσιν ἄνθρωποι ἐκ τῆς ἔξω περιωπῆς ἐπ' αὐτὸν τὸν
νοῦν εἰσκυκλήσαντες, τά τε περὶ τῆς σφῶν αὐτῶν δημιουργίας
3
ἀνελίττουσιν ὄργια. πολλὰ μὲν οὖν οὗτος ἀγαθὰ τοῖς
ἀνθρώποις δεδώρηται καὶ συνέριθός ἐστι τῆς φύσεως ἄριστος.
4
ἃ γὰρ ἐκείνη διέλειπε λόγος τετελεσιούργηκε βέλτιστα, ἃ μὲν
ἐς θέαν ἐγκαλλωπίσας, ἃ δ' ἐς γεῦσιν ἡδύνας, ἔνια πρὸς
ἁφὴν τονώσας ἢ μαλακίσας, ἄλλα πρὸς ἀκοὴν μουσουργήσας,
τῇ τῆς ἀπηχήσεως ἴυγγι κατακηλῶν τὴν ψυχὴν καὶ πρὸς
5
τὸ ἄκουσμα μεθελκόμενος. ἢ οὐχὶ καὶ τεχνῶν οὗτος σοφιστὴς
πιθανώτατος; ἐξ ἐρίου μὲν εὐήτριον ἱστουργήσας χιτώνιον,
ἐκ δὲ ξύλων γεωργοῖς μὲν τεκταινόμενος ἐχέτλην, πλωτῆρσί
τε κώπην, τῷ τε στρατιώτῃ πέλτην καὶ γέρρον κινδύνων
6
πολεμικῶν ἀμυντήρια. ἀξιολογώτατόν τε πάντων, τὸ τῆς
ἱστορίας διέθετο πολυπειρότατον ἀκοῇ μὲν ἥδυσμα, τῇ δὲ
ψυχῇ παιδευτήριον· οὐδὲν γὰρ ταῖς φιλοπευθέσι ψυχαῖς
7
ἔνεστιν ἱστορίας ἐπαγωγότερον. ἱκανὸν δέ τῳ τεκμηριῶσαι
Ὁμηρικῆς τι δέλτου διήγημα. ἐπὶ τὴν Ἀλκινόου τοῦ βασιλέως
αὐλὴν ὁ τοῦ Λαέρτου παῖς ἔναγχος ἐκ τοῦ θαλαττίου κλύδωνος
ἐπὶ τὴν ἤπειρον ἐκβρασθεὶς ἐξενίζετο, καὶ πολλὴ ἀμφὶ τὸν
8
Ὀδυσσέα φιλοφροσύνη περιεκέχυτο. πρόχειρον γὰρ ἦν γυμνῷ
καὶ τετρυχωμένῳ τὸ σῶμα συμφορᾷ ναυαγίας ἐσθῆτα λαμπρὰν
ἐμπορπήσασθαι, ὑπῆν δ' αὐτῷ καὶ κοινὸν τῆς βασιλέως
τραπέζης ἀξίωμα. καὶ οὖν τῷ ἐπήλυδι παρείχετο καὶ γλώττης
9
ἐλευθερία καὶ διηγημάτων ἐκθέσεως ἄδεια. τοὺς δὲ Φαίακας
οὕτω τὰ τῆς ἱστορίας ἐνηύφραινεν ὡς χαίρειν εἰπόντας τῷ
πότῳ θέατρον εἶναι δοκεῖν τὸ συμπόσιον καὶ διανιστᾶν
τὰ ὦτα καὶ κεχηνέναι θεωμένους τὸν ἄνδρα καὶ τῷ μήκει
10
μηδαμῶς τῆς διηγήσεως ἀποκναίεσθαι. καίτοι τὰ πολλὰ τῶν
ἀφηγημάτων κατηφεῖς εἶχε τὰς ὄψεις· μεγίστων γὰρ κινδύ-
νων ἐμπειρία περιέρρει τῇ συνουσίᾳ. λίχνον γὰρ ἀκοὴ καὶ
11
ἀκόρεστον, ἑστιωμένη λόγον παράδοξον. ἔνθεν ἄρα καὶ τοὺς
ποιητὰς ἐπὶ παιδείᾳ πρώτους ἐνευδοκιμήσαντας ἔστι θεάσα-
σθαι· παραλαβόντες γὰρ οὗτοι τὰς τῶν ἀνθρώπων ψυχὰς
φιλοΐστορας καὶ πρὸς μάθησιν ὀργώσας ἀεὶ καὶ ξένων διψώ-
σας διηγημάτων, τεχνουργοῦσιν αὐταῖς μυθολόγημα, καὶ
περιβάλλουσι φράσιν τῷ πλάσματι, ῥυθμῷ δὲ τὸ ψεῦδος
στιβίζουσιν, καὶ μέτροις οἷα κεστοῖς θελκτηρίοις τισὶ τὸ
12
τεράτευμα καλλωπίζουσιν. καὶ τοσαύτην εἶχεν ἡ ψυχαγωγία
τὴν δύναμιν, ὡς καὶ θεολόγους εἶναι νομίζεσθαι, καὶ παρ'
ἐκείνους φοιτᾶν τοὺς θεούς, καὶ ταῖς ἐκείνων γλώτταις παρα-
γυμνοῦν τοῖς ἀνθρώποις τὰ οἴκοι, καὶ εἴ τί ποτε τῷ σφῶν
13
αὐτῶν βίῳ συνέτυχεν ἀνδραγάθημα ἢ δυστύχημα. οὐκοῦν
εὑρήσειέ τις κοινὴν ἁπάντων ἀνθρώπων τὴν ἱστορίαν
διδάσκαλον, εἰσηγουμένην οἷς τε ἐγχειρητέον καὶ ἃ παροπτέον
ὡς μὴ συνοίσοντα. ἐμφρονεστάτους τε τοὺς στρατηγοὺς δι'
ἐκείνης ἔστιν ἰδεῖν· τάττειν γὰρ δυνάμεις ἐπίσταται, ὅπως τε
14
λόχοις σοφίζεσθαι δεῖ τὸ πολέμιον. καὶ ταῖς μὲν τῶν ἄλλων
συμφοραῖς προμηθεστέρους σφᾶς αὐτοὺς ἀπεργάζεται, τοῖς
προσφαλεῖσιν ἑτέροις ἐκείνους ἰθύνουσα· ταῖς δ' αὖ πάλιν
εὐπραγίαις εὐδαιμονεστέρους ἀπέδειξε μικραῖς ἀφορμαῖς
15
μεγάλας ἀρετῶν κορυφὰς ἐπαυξάνουσα. καὶ τῶν μὲν πρεσβύτῃ
χειραγωγός τίς ἐστι καὶ βακτηρία, τῷ δὲ νέῳ παιδαγωγὸς
κάλλιστος καὶ συνετώτατος, τῇ πολυπειρίᾳ πολιοῦσά πως τὸ
νεώτερον καὶ προφθάνουσα τοῦ χρόνου τὰ κατ' ὀλίγον μαθή-
16
ματα. πρὸς ἣν ἐπιδραμοῦμαι καὐτός, εἰ καὶ μεῖζον ἢ κατ' ἐμὲ
τὸ ἐγχείρημα διὰ τὸ τῆς λέξεως ἀγεννὲς τῶν τε νοημάτων τὸ
ἀδρανέστατον τῆς τε τοῦ λόγου συνθήκης τὸ ἀκαλλὲς τό τε τῆς
οἰκονομίας ἀτεχνότατον. εἰ δέ τῳ εὔχαρί τι τῶν ἐκτεθησομένων
φανείη, τύχῃ τινὶ προσαπτέτω· μὴ γὰρ ἐπιστήμη τὸ αἴτιον.
1
1
Ὅτε τὸν αὐτοκράτορα Τιβέριον τῆς ἐντεῦθεν ἔδει λοιπὸν
μεταβήσεσθαι λήξεως καὶ τῷ κοινῷ ὑπείκειν νόμῳ τῆς φύσεως,
ἐπιθεμένης τῇ νόσῳ μελαίνης χολῆς, ὡς σύνηθες παισὶν
ἀποκαλεῖν ἰατρῶν, ἀνερρήθη Μαυρίκιος καὶ βασιλέως ἀξίᾳ
μεγαλαυχεῖται καὶ νεάζων τῇ ἁλουργίδι τῆς μεγάλης τῶν
2
αὐτοκρατόρων δυνάμεως μετελάγχανεν. φοράδην γὰρ ἀχθεὶς
ὁ βασιλεὺς Τιβέριος ἐπὶ τὴν ὕπαιθρον τῶν βασιλείων αὐλήν,
ἥτις παρήνωται τῇ πολυστιβάδι τῶν ἀνακτόρων οἰκίᾳ προαυλίῳ
περιφανεῖ καὶ περιδόξῳ τῳ προσκηνίῳ, τὸν τῆς ἱεραρχικῆς
προεστῶτα καθέδρας συγκαλεσάμενος (Ἰωάννης δὲ κατ' ἐκεῖνο
καιροῦ τοὺς τῆς ἐκκλησίας διίθυνεν οἴακας) τόν τε τῶν
ἱερῶν ἀξιωμάτων συναθροισάμενος ξύλλογον τούς τε δορυ-
φόρους καὶ φύλακας καὶ πάντας τοὺς ἐς βασιλέως τιμὴν
συντεταγμένους, ναὶ μὴν καὶ τοὺς ἐπισημοτέρους τοῦ δήμου,
3
αὐτὸς μὲν οὐδέπω τοῖς ἐντυχοῦσι διείλεκται, βασιλέως δὲ
γλῶτταν τὸν Ἰωάννην ἐδείκνυεν, ἄνδρα ῥήτορά τε δεινὸν
καὶ νόμων Ῥωμαϊκῶν ἐπιστήμονα, ὃς τὰ βασιλέως προσ-
τάγματα τῷ διατόρῳ τῆς εὐγλωττίας ἐμεγαληγόρει βασιλικῆς
μεγαλοφροσύνης ἐπάξια. τοῦτον ἐπιχωρίῳ Ῥωμαῖοι φωνῇ
4
ἀποκαλοῦσι κυαίστορα. παρῆν γοῦν ὁ αὐτοκράτωρ ἐπὶ τῇ
χειροτονίᾳ τοῦ βασιλέως ἅμα τῇ παιδὶ Κωνσταντίνῃ, ἣν τῷ
Μαυρικίῳ τύχης ἅμα καὶ βίου κοινωνὸν ἐποιήσατο, καὶ πρό
γε τῆς ἀναρρήσεως τῷ ξυλλόγῳ τάδε παρέθετο.
5
“Ἄνδρες Ῥωμαῖοι, τὸ πολυθρύλητον τοῖς ἔθνεσιν ὄνομα
καὶ ἐπίτιμον, τὸ ἐπὶ στομάτων πολλῶν ἐπ' εὐφημίᾳ δι'
εὔκλειαν περικείμενον, μεγάλαι καὶ τελευταῖαι νῦν αἱ τῶν
φροντίδων ὠδῖνες ἡμῖν περιίστανται, αἱ μὲν τὰ τῇδε δια-
θεῖναι καλῶς ἀναγκάζουσαι, αἱ δὲ τῇ διαζεύξει τῆς μετα-
στάσεως ἐκταράττουσαι καὶ τῶν ἐνθένδε τοὺς λόγους τῆς
6
βιοτῆς παραθέσθαι τῷ δημιουργῷ κατεπείγουσαι. καὶ περι-
δεής μοι τήμερον ἡ πάλαι παρρησία καὶ ἄδεια· οἷς γὰρ
ἀφθονία τῆς ἐξουσίας, τούτοις εἰκὸς καὶ τὰ σφάλματα παρέπε-
7
σθαι πλείονα. ἀλλ' ὅμως αἱ περὶ τῆς βασιλείας ἡμῖν ὀξύτεραι καὶ
προκύπτουσαι, οὐχ ὅτῳ ταύτην οὕτω ταχὺ κατατίθεσθαι, ἀλλ'
ὅτῳ ταύτην ἔνεστι καλῶς διατίθεσθαι, ἐπεὶ μηδὲ κατενεγυώμην
ταύτην ἐγὼ ἐπί τε τρυφῇ τῆς ἐξουσίας καὶ κολακείᾳ τοῦ σώματος.
ὁρῶ δὲ καὶ τὴν φύσιν μετὰ τῆς τύχης ἡμᾶς κατατρύχουσαν.
8
βασιλεία γὰρ καὶ παῖδες καὶ γύναιον κατὰ ταυτὸν ἐπιτίθενται,
ἡ μὲν ἡγεμόνα ζητοῦσα σοφόν, ἡ δὲ κηδεμόνα χηρείας ἐπιεικέ-
στατόν τε καὶ εὐσεβέστατον, αἱ δὲ τοὺς χειραγωγοῦντας διὰ τὸ
τῆς ἡλικίας ἄωρον τό τε τῆς θηλείας φύσεως ἀσθενέστερον.
9
περιφρονῶ δὲ πολλάκις ὑπὸ τῆς νόσου τὴν φύσιν καὶ τὸν
ἐκείνης δραπετεύω δεσμὸν καὶ παίδων ὑπερορῶ, καὶ περιῶπταί
μοι γύναιον, ἤδη τεθνάναι δοκῶν καὶ τῆσδε τῆς προμηθείας
10
ἐλευθερίαν λαχεῖν. ἀλλ' εὐθὺς ἡ περὶ τῶν σκήπτρων ἀπαραί-
τητος φροντὶς εἰσεπήδησεν· οὐ τὸ μόνον γὰρ διατηρῆσαι
κράτος ἐμπιστευθέν ἐστιν ἀγών, ἀλλὰ καὶ τὸ δεόντως ἑτέροις
11
παραπέμψαι τὸν κλῆρον. δεῖ γὰρ τῶν προτέρων ἡγεμόνων
εἶναι τοὺς δευτέρους ἀμείνους, ἵνα τοῖς προσφαλεῖσιν ἐκεῖνοι
τὴν παρ' αὐτῶν διόρθωσιν εἰσαγάγωσιν, ἢ διολισθάνειν
ἅπαν συλλήβδην εἰπεῖν τὸ ὑπήκοον, ἀδρανεστέρᾳ κρηπῖδι
12
τὴν βασιλείαν στηρίξαντι. τούτων κατεσθιόντων τῶν λογισμῶν
τὴν διάνοιαν, ἡ τεχνῖτις ἡμῖν πρόνοια συλλαμβάνει τῶν
πόνων καὶ μίαν μεθ' ἡμῶν βουλὴν προηνέγκατο καὶ δείκνυσι
τὸν βασιλεύσοντα ἐπιβάτην τε τῆς ἐξουσίας ἐσόμενον, Μαυρί-
κιον τουτονί, ἄνδρα λυσιτελέστατον, τῇ Ῥωμαίων ἀρχῇ πολλοὺς
καὶ μεγάλους πόνους ἐγκαταθέμενον, ὥσπερ ἀρραβῶνάς τινας
προκαταβαλόμενον τῆς ἐσομένης ἀμφὶ τὸ ὑπήκοον προνοίας
13
αὐτῷ. τοῦτον αὐτοκράτορα τήμερον ὄψεσθε. οὕτω δὲ πέποιθα
ἐπὶ τήνδε τὴν μεγίστην ἐγχείρησιν (καὶ τὰ τῆς διανοίας οὐ
σκάζει κινήματα), ὡς καὶ τὸ θυγάτριον ἅμα τῇ βασιλείᾳ
τούτῳ πεπίστευκα. τηλικούτῳ φύσεως ἐνεχύρῳ θαρρύνων
ὑμᾶς ταύτην ἐφόδιον τὴν ψυχαγωγίαν ἐπὶ τὴν μακρὰν ἐκείνην
14
ἐκδημίαν ἀποίσομαι. καὶ ὑμεῖς δέ μοι μάρτυρες τῆσδε τῆς
καλλίστης συντάξεως ἀξιόχρεῳ ἐξ ὧν ἐπειράθητε ἡμῶν τε
ἡνιοχούντων τὴν ἡγεμονίαν καὶ τοῦδε παριππεύοντος λίαν
15
ἡμῖν ἐμφρονέστατα. σὺ δέ μοι, Μαυρίκιε, κάλλιστον ἡμῖν
ἐπιτάφιον τὴν σὴν βασιλείαν πεποίησο. κόσμει τὸν ἐμὸν
τάφον ταῖς σαῖς ἀρεταῖς, μήτε τὰς τῶν πεπιστευκότων καται-
σχύνων ἐλπίδας, μήτε τὰς σὰς ἀγνωμονῶν ἀρετὰς τήν τε
16
τῆς ψυχῆς δραπετεύων εὐγένειαν. χαλίνου λόγῳ τὴν ἐξουσίαν,
φιλοσοφίᾳ τὸ κράτος οἰάκιζε· βασιλεία γὰρ ὑψηλόν τι χρῆμα
καὶ μετέωρον, ἐς μέγα τὸν ἐπιβάτην ἀπαιωροῦσα τοῖς τε
λογισμοῖς ἐκφρυάττουσα. δόκει μὴ πάντων ὑπερέχειν τῷ
φρονιμώτατος εἶναι, εἰ καὶ τὰ τῆς τύχης ὑψηλά σοι παρὰ
17
πάντας. θηρῶ παρὰ τῶν ὑπηκόων ἀντὶ μὲν φόβου τὴν
εὔνοιαν, ἀντὶ δὲ κολακείας τίμα τὸν ἔλεγχον οἷα διδάσκαλον
ἄριστον· ἀνουθέτητον γὰρ ἐξουσία καὶ παιδείας οὐκ ἀνεχό-
μενον. ἔστω πρὸ τῶν σῶν ὀφθαλμῶν σύνεδρος ἡ δίκη
18
πρυτανεύουσα τῶν βεβιωμένων ἀντίδοσιν. νόμιζε τὴν
πορφύραν, τῷ φιλόσοφος εἶναι, εὐτελές τι ῥάκος ἀμπέχεσθαι,
τὸν δὲ στέφανον μηδέν τι διοίσειν τῶν ἐπὶ τοῖς αἰγιαλοῖς
τῆς θαλάττης ψηφίδων. στυγνὸν τὸ τῆς ἁλουργίδος ἄνθος,
καί μοι δοκεῖ τοῖς βασιλεῦσι παρεγγυᾶν μετριοπαθεῖν ἐπὶ
ταῖς εὐπραγίαις, καὶ μὴ περιγάνυσθαι καὶ φρυάττεσθαι τῇ
πενθίμῳ ταύτῃ τῆς μοναρχίας στολῇ· οὐ γὰρ ἐξουσίαν
ἀκολασίας ἀλλὰ δουλείαν ἔνδοξον τὸ σκῆπτρον τῆς βασιλείας
19
φιλοσοφεῖν ἐπαγγέλλεται. ἡγείσθω τῆς ὀργῆς τὸ φιλάνθρωπον,
τῆς δὲ σωφροσύνης ὁ φόβος. ἐξέταξε γὰρ καὶ ταῖς μελίτταις
ἡγεμόνας ἡ φύσις, ὠχύρωσε δὲ καὶ κέντρῳ τὸν βασιλέα τὴν
μέλιτταν ὥσπερ τι κράτος αὐτόματον ἐγκεντρίζουσά πως
αὐτῷ, ἵνα καὶ πλήττειν ἔχῃ τὸν μὴ δικαίως πειθόμενον.
20
ἀλλ' οὐκ ἔστιν ἐκείνῃ τὸ κέντρον τυραννικόν, δημωφελὲς
δὲ μᾶλλον καὶ δίκαιον. οὐκοῦν ἐκείνης ἐσόμεθα μιμηταί, εἰ
μήγε λόγος δεδύνηται χαρίζεσθαι καὶ τὰ μείζονα. ταῦτα μὲν
ὁ προβολεὺς ἐγώ· ἕξεις δὲ τῆς γνώμης ὥσπερ δικαστὴν τὴν
ἐξουσίαν ἀδέκαστον, ἢ τιμῶσαν τὰς ἀρετὰς ἢ τὴν κακίαν
φαυλίζουσαν.”
21
Ὅτε τοίνυν τὰ τῆς διαλέξεως ἐπερατοῦτο τῷ αὐτο-
κράτορι, πολὺ τοῖς θεαταῖς τὸ δάκρυον ἐπεκύμαινεν, τῶν μὲν
ἀνιωμένων ἐπὶ τῷ πάθει, παρ' οἷς καὶ τὰ τῆς εὐνοίας ἦν
λιπαρώτερα, ἄλλων δὲ κατακηλουμένων ἐπὶ τῷ οἴκτῳ διὰ
τῆς συμπαθείας· φιλεῖ γὰρ ἡ συμφορὰ καὶ τῷ θεατῇ μετα-
22
διδόναι τοῦ πάθους. τὴν στεφάνην 〈δὲ〉 ὁ βασιλεὺς ἀράμενος
τήν τε πορφυρᾶν διπλοΐδα, ἀμπεῖχε τὸν Καίσαρα. διεχεῖτο
δὲ πολλὴ ταῖς εὐφημίαις παρὰ τῶν ὑπηκόων βοή. ἔνιοι
γὰρ τὸν προστησάμενον ἀπεθαύμαζον ἀγάμενοι τῆς εὐβουλίας
τὸν αὐτοκράτορα, ἕτεροι τὸν ἀναρρηθέντα καὶ τηλικαύτης
ἡγεμονίας ἑαυτὸν παραθέμενον ἄξιον, ἅπαντες δὲ τὸν αἴτιον
τούτων ἁπάντων θεὸν ἄμφω ταῦτα καλῶς συμβιβάσαντα.
23
ἐπεὶ δὲ ὁ μέγας οὗτος καὶ ὕστατος τοῦ βασιλέως σκοπὸς
διανυσθεὶς ἐτετέλεστο, τά τε τῆς ἀναγορεύσεως ἔθη κατὰ
τοὺς βασιλικοὺς θεσμοὺς ἐπεπλήρωτο, ἐπὶ τὴν ἑαυτοῦ κλίνην
Τιβέριος ὁ αὐτοκράτωρ ἀνέζευξεν.
2
1
Λόγος δὲ καὶ θείαν ὀμφὴν πρό τινος βραχέος τῆς
νόσου καιροῦ κατηχηθῆναι Τιβερίῳ τῷ αὐτοκράτορι. ἔδοξε
γὰρ ἐν ὕπνοις παρεστάναι αὐτῷ πάγκαλος τὴν θέαν ἀνὴρ
ἐνθέου τινὸς ὡραιότητος εἰκόνα φερόμενος, τῷ μὲν λόγῳ τὸ
ἄρρητον, τῇ δὲ γραφῇ τὸ ἀμίμητον. ἐσθὴς δὲ τῷ νεανίᾳ
λευκή, τόν τε τόπον καὶ τὸν θεατὴν καταυγάζουσα ταῖς
2
μαρμαρυγαῖς τῆς ἐλλάμψεως. φῆσαι δὲ πρὸς τὸν Καίσαρα,
συνδημηγορούσης αὐτῷ τῆς χειρὸς ἐν τῷ σχήματι, “τάδε σοι,
Τιβέριε, τὸ τρισάγιον λέγει· οἱ τύραννοι τῆς ἀσεβείας ἐπὶ τῆς
σῆς βασιλείας οὐ φοιτήσουσι χρόνοι.” εἶτα τὸν βασιλέα διανή-
ψαντα τεταράχθαι τῇ φαντασίᾳ, ὄρθριόν τε διανίστασθαι καὶ
τοῖς ἀμφ' αὐτὸν διεξιέναι τὰ τῶν ὀνειράτων θεάματα.
3
Τῇ δὲ ὑστεραίᾳ (πρὸς γὰρ τὸν λόγον ἐπάνειμι) τῷ
κοινῷ τῆς φύσεως νόμῳ Τιβέριος, εἰ καὶ βασιλεὺς ἐτύγχανεν
ὤν, ἐπειθάρχησεν ἀπέστη τε τῶν τῇδε, καὶ οἷα σκηνὴν
τῆς ψυχῆς καταλελύκει τὸ ἀχθοφόρον τουτὶ καὶ γήϊνον
χιτωνίσκιον. καὶ πολὺς ἀνὰ τὸ ἄστυ ἐπεκύμαινε θρῆνος·
πολλῶν γὰρ ὀφθαλμῶν ῥεῖθρον διήνοιξε καὶ φλέβας δακρύων
ἀνέτεμεν, καὶ μέγα ταῖς τῶν πολλῶν ψυχαῖς ἐνεφοίτα τὸ
4
πένθος. τὸ φαιδρὸν τῆς στολῆς διερρήγνυτο τό τε κατηφὲς
τῆς ἐσθῆτος ἀντελαμβάνετο. ἅπαντας ἐπὶ τὸ στυγνὸν ἐκεῖνο
θέατρον συνεκάλει τὸ ἄκουσμα. εἰσήρρει τὰ πλήθη τῇ βασιλίδι
αὐλῇ· οὐκ εἶχε τὰ προαύλια φύλακας τοῖς πολλοῖς προπετά-
σμασι μόλις τοῖς ἐν ἀξίᾳ φιλοτιμουμένοις τὴν εἴσοδον. κατηφὴς
ὑμνῳδία πάννυχος ἦν ταῖς φωταγωγοῖς λαμπάσι σκυθρωπὸν
5
ὄψιν παρέχουσα. καὶ δῆτα μετὰ τὸν ὄρθρον τὰς ἀκτῖνας
προσβάλλοντος ἡλίου καὶ τὸ ὑπέργειον διατρέχοντος ἡμι-
σφαίριον, προύπεμπεν ἅπας τεθνηκότα τὸν βασιλέα καὶ μετ'
εὐφημίας εἶχεν ἐπομβρῆσαν τὸ δάκρυον, πολύς τε ἦν ὁ
ἐπιτάφιος ἔπαινος, εἷς ἀπὸ στομάτων πολλῶν προχεόμενος
οἷά τις ποταμὸς εἰς πολλὰς ἀρχὰς μεριζόμενος, ἢ δένδρον
ὑψιτενές τε καὶ εὔκομον πολλαῖς τε καὶ μεγάλων κλάδων
6
ἐκφύσεσι διαιρούμενον. εἴωθε γὰρ δεινοπαθεῖν τὸ ὑπήκοον
ἐπὶ ταῖς ἀώροις μεταστάσεσι τῶν ἐπιβεβηκότων δυνάμεως,
εἴγε πιθανῶς καὶ δημοτικώτερον τῆς ἡγεμονίας ἀπάρξαιντο.
7
ἐπεὶ δὲ τοῦτον ὁ τῶν βασιλέων ὑπεδέξατο τάφος, ἐπὶ τὴν
ἐς Μαυρίκιον τὸν αὐτοκράτορα δορυφορίαν ἅπας ἐτέτραπτο,
καὶ πέρας αὐθήμερον εἶχε τὸ δάκρυον· οὐχ οὕτω γὰρ τοῖς
ἀνθρώποις τῶν παρῳχημένων ἐστὶν ἀνάμνησις ὡς ἡ περὶ
τὰ παρόντα μετὰ σπουδῆς ἐπιμέλεια.
3
1
Ἤδη δὲ τὸν τῆς ἱστορίας ὑφαίνειν ἱστὸν ἀπαρχόμενος
τούς τε βαρβαρικοὺς πολέμους ἀναγράπτους ποιούμενος, τῆς
κατὰ τοὺς Ἀβάρους κινήσεως πρῶτα μνησθήσομαι διά τε τὸ
τῶν πράξεων προσεχέστατον τῆς τε τάξεως τὸ προσφορώτατον.
2
οὐκ ὀλίγα τοίνυν νεανικώτερον παρ' ἐκείνων τὸ τηνικαῦτα
τετόλμηται. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τῷ Ἴστρῳ,
ἀπιστότατον ἔθνος καὶ ἀπληστότατον τῶν νομάδην βιούντων.
3
οὗτοι πρεσβεύονται πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον οὐχ
ἥκιστα τοῦ μεγίστου πολίσματος γενόμενοι κάτοχοι. Σίρμιον
δὲ τοῦτο ὠνόμαστο, ἄστυ τε περίδοξον ἦν, τοῖς ἀνὰ τὴν
Εὐρώπην οἰκοῦσι Ῥωμαίοις περιλαλούμενον καὶ ᾀδόμενον.
4
τοῦτο ἥλω πρό τινος βραχυτάτου καιροῦ τοῦ τὸν αὐτοκράτορα
Μαυρίκιον τὰς Ῥωμαϊκὰς μετὰ τῆς πορφύρας ἐνδύντα
5
φροντίδας τῆς τῶν Καισάρων ἐποχεῖσθαι καθέδρας. τὸ δ'
ὅπως Μενάνδρῳ τῷ περιφανεῖ σαφῶς διηγόρευται· περὶ ὧν
οὔ μοι σχολὴ ἐπεξεργαστικώτερον τοῖς μακροῖς ἐκείνοις λόγοις
ἐπεξελθεῖν, αὖθις δ' ἀριζήλως εἰρημένα μυθολογεύειν καὶ
6
ποιητικοῖς ἐπιτρίβεσθαι μώμοις. ἐπεὶ δὲ ἐν χερσὶ τὸ ἄστυ
ἐγεγόνει τῶν Οὔννων, προῆλθον αἱ σπονδαί, ὅπως ἡσυχίαν
7
ἀσπάσοιτο τὸ πολέμιον καὶ τὴν ἠρεμίαν φιλοσοφήσοιεν. αἱ
δὲ συνθῆκαι ἐπονείδιστοι Ῥωμαίοις· μετὰ γὰρ τηλικοῦτον
κολοφῶνα κακοῦ, οἷά πως ἀγωνοθέται καθήμενοι, ὥσπερ
ἆθλον εὐδοξίας δῶρα λαμπρὰ τοῖς βαρβάροις παρείχοντο
ὀγδοήκοντά τε χιλιάδας χρυσῶν καθωμολόγουν ἀν' ἔτος
ἕκαστον τοῖς βαρβάροις ἐγκαταβάλλεσθαι δι' ἐμπορίας ἀργύρου
8
τε καὶ ποικίλης ἐσθῆτος. οὐ περαιτέρω δὲ διήρκεσαν τῶν
δύο ἐνιαυτῶν αἱ σπονδαί· κατηυθαδίσατο γὰρ Ῥωμαίων ὁ
παρὰ τοῖς Οὔννοις Χαγάνος οὕτω λεγόμενος. φήμη δέ τις
ἀμφ' αὐτὸν πρὸ τοῦ τὴν εἰρήνην διαφθαρῆναι περιεκέχυτο,
ὡς ζῶα τρέφεται παρὰ Ῥωμαίοις τῷ μεγέθει καὶ τῷ σώματι
ἐμφανέστατα. διὸ ἐξῄτησε βασιλέα εἰς θέαν τούτων ἐλθεῖν.
9
καὶ ψυχαγωγεῖ θᾶττον ὁ βασιλεὺς τῆς ἱστορίας τὸν ἔρωτα
καὶ δίδωσιν εἰς θεωρίαν ἐλεφάντων γενέσθαι, πέμψας ὡς
αὐτὸν ἐκ τῶν παρ' αὐτῷ τρεφομένων θηρίων τὸ ἐξοχώτατον.
10
ὁπηνίκα δ' εἶδεν τὸ Ἰνδικὸν ζῶον ὁ Χαγάνος ἐλέφαντα,
παραυτίκα καταλύει τὸ θέατρον καὶ παλιννοστεῖν προστάττει
τὸ θηρίον παρὰ τὸν Καίσαρα, ἢ καταπλαγεὶς ἢ ἀποφαυλίσας
τὸ θαυμαζόμενον, οὐκ ἔχω εἰπεῖν· οὐ γὰρ ἂν ἐκρυψάμην.
11
ἐπώχλει δὲ τὸν Καίσαρα καὶ κλίνην χρυσῆν τεχνουργήσαντα
ὡς αὐτὸν παραπέμψαι· ἐπὶ τοσοῦτον γὰρ τοῦτον μετεώριζεν
ἡ τῆς παρούσης τύχης ἀκρώρεια. βασιλεὺς δὲ τὸ δῶρον
12
ἐξεργασάμενος βασιλικῶς μετεπέμπετο. ὁ δὲ σοβαρευόμενος
πολλῷ μᾶλλον κατεβρενθύετο οἷα προπηλακιζόμενος τῷ
ἀναξίῳ τοῦ δωρήματος, ἀπεπέμπετο δὲ παρὰ τὸν αὐτο-
κράτορα ὡς εὐτελές τι καὶ ἄκομψον τὴν χρυσῆν ἀλαζονικώ-
13
τερον κλίνην. ναὶ μὴν ἠξίου καὶ πρὸς ταῖς ὀγδοήκοντα τοῦ
χρυσοῦ χιλιάσι καὶ ἑτέρας εἴκοσιν ἀν' ἔτος ἕκαστον παρὰ
Ῥωμαίων ἀποίσεσθαι· καὶ δῆτα δυσανασχετοῦντος τοῦ αὐτο-
κράτορος, περιφρονεῖ τὰς συνθήκας καὶ τοὺς ὅρκους ταῖς
αὔραις φέρειν ἐδίδου,
4
1
ἀθρόον τε τὴν πολέμῳ φίλην ἀρά-
μενος σάλπιγγα τὰς δυνάμεις συνήθροιζε καὶ τὴν Σιγγηδόνα
τὴν πόλιν ἐξαπιναίως ἄφρακτον οὖσαν ἐλάμβανε πολεμικῶν
τε ὀργάνων χηρεύουσαν διὰ τὸ ἐκ τῆς εἰρήνης ῥαθυμίαν
πολλὴν ὑπερεκχεῖσθαι τῆς Θρᾴκης· ἀφύλακτον γὰρ εἰρήνη
2
καὶ προμηθείας οὐκ ἀνεχόμενον. τῶν τε τοῦ ἄστεος τοῖς
πλείστοις συμπαρομαρτεῖ ἐν τοῖς ἀγροῖς αὐλιζομένοις, τῆς
ἅλω τοῦτο κατεπειγούσης ποιεῖν· θέρους γὰρ ὥρα ὑπῆν,
3
καὶ ὅσον ἀποζῆν ἐθησαυρίζοντο. ἀκονιτὶ δὲ τὴν πόλιν οὐχ
εἷλεν ὁ βάρβαρος· μεγίστη γὰρ συμπλοκὴν ἀνὰ τὰς πύλας
συνεπεπτώκει τοῦ ἄστεος, πολλούς τε τῶν Ἀβάρων διαφθα-
ρῆναι συνέτυχεν, Καδμείαν τε, τὸ τοῦ λόγου, ἀποφέρεσθαι
νίκην· πολλάς τε καὶ ἑτέρας ἀστυγείτονας πόλεις ληΐζεται.
ταύτας δὲ ῥᾷστα καὶ πόνων ἐκτός· ἀόρατον γὰρ ἦν τὸ κακὸν
4
καὶ ταῖς ἐλπίσιν ἀκαραδόκητον. ἀνελών τε Αὐγούστας καὶ
τὸ Βιμινάκιον (πόλεις δ' αὗται λαμπραὶ ὑπὸ τὸ Ἰλλυρικὸν
φορολογούμεναι) παραυτίκα στρατοπεδεύεται καὶ τὴν Ἀγχίαλον
5
περιτέμνεται, τάς τε περιοικίδας κώμας ἐδῄωσεν· τὸν δὲ τῶν
θερμῶν ὑδάτων οἶκον οὐκ ἀναστῆσαι φασίν. λόγος δέ τις ὡς
ἡμᾶς ἐξεφοίτησεν, ἐνθάδε τὰ τοῦ Χαγάνου ἀπορρύψασθαι
γύναια καὶ μισθὸν τῆς ἀπολαύσεως ἐκεῖνον αἰτεῖν μὴ καταρ-
ριπτεῖν τὰ τῶν ὑδάτων οἰκοδομήματα. λέγεται δὲ τὰ ὑδάτια ταῦτα
τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ εἰς ὑγείαν τούτοις συμμαχεῖν.
6
τριῶν δ' ἐπιγενομένων μηνῶν πρεσβεύονται Ῥωμαῖοι πρὸς
Χαγάνον καὶ τὸν πόλεμον ἀπεκηρυκεύσαντο, Ἐλπίδιον
ἐκπέμψαντες,…
The complete text is available when the reading interface loads.