Epitome historiarum
- Authority group
- Joannes Zonaras Hist. Et Hagiogr. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epitome historiarum (lib. 13–18), ed. T. Büttner-Wobst, Ioannis Zonarae epitomae historiarum libri xviii, vol. 3 [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1897]: 1–768.
- CTS identifier
urn:cts:greekLit:tlg3135.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
Οἱ μὲν οὖν οὕτω τὸν Λικίννιόν φασιν ἐγκρατῆ γενέσθαι
τῆς Γαλλερίου μερίδος, κοινωνὸν παρ' ἐκείνου προσληφθέντα,
ὡς εἴρηται· οἱ δὲ τῆς τοῦ Κωνσταντίνου ἀδελφῆς παρ' αὐτοῦ
συζυγείσης αὐτῷ, λέγουσι τοὺς στρατιώτας τῷ Κωνσταντίνῳ
χαριζομένους Καίσαρα αὐτὸν ἀνειπεῖν, καὶ παρ' ἐκείνου στα-
λῆναι αὐτὸν τῷ Μαξιμίνῳ ἀντιπαραταξόμενον, νενικηκότι δ'
ἐκεῖνον καὶ κατατροπωσαμένῳ ἐκχωρῆσαι τῆς βασιλείας ἐκείνῳ,
5
μὴ ἐνοχλεῖν χριστιανοῖς ἐπισκήψαντα, μὴ μέντοι τὰς ἐντολὰς
τηρῆσαι αὐτόν, ἀλλὰ λυττῆσαι κατὰ χριστιανῶν, οὐδὲν ἧττον
τῶν πρὸ αὐτοῦ, εἰ μὴ καὶ μᾶλλον. πᾶσαν γὰρ ὑπερβολὴν
ὑπερελάσαι ὠμότητος· πρὸς ἄλλαις δ' αἰτίαις τῶν πρὸς ἀλλή-
λους διαφορῶν καὶ ταύτην γενέσθαι.
Κινήσας οὖν κατὰ Λικιννίου τὴν στρατιὰν ὁ Κωνσταντῖνος
καὶ πολλάκις αὐτῷ συμβαλών, τέλος νικᾷ. εἶτα σπένδεται τούτῳ
διὰ τὴν ἀδελφήν, καὶ τὴν ἀρχὴν αὐτὸν οὐκ ἀφείλετο, ἀλλ' ἐπὶ
συνθήκαις αὖθις αὐτῆς αὐτῷ παρεχώρησεν· ὁ δὲ ἄπιστος ὢν
οὐκ ἐτήρησε τὰς συμβάσεις· ὅθεν καὶ πάλιν αὐτῷ ὁ Κωνσταν-
τῖνος ἐπολέμησε καὶ νικήσας εἷλε τό τε Βυζάντιον καὶ τὴν
Χρυσόπολιν. ὁ δέ γε Λικίννιος εἰς Νικομήδειαν ἔφυγε, καὶ ἡ
ἀδελφὴ τοῦ Κωνσταντίνου προσελθοῦσα αὐτῷ ἐδέετο ὑπὲρ τοῦ
ἀνδρὸς τηρηθῆναι αὐτῷ τὴν ἀρχήν. ὡς δὲ πρὸς τοῦτο οὐκ
ἔσχηκε τὸν ἀδελφὸν κατανεύοντα, περὶ τῆς ἐκείνου σωτηρίας
προσῆγε τὴν δέησιν· καὶ ἔπεισε τὸν ὁμαίμονα. πρόσεισιν αὐτῷ
ὁ Λικίννιος ἐν σχήματι ἰδιωτικῷ, καὶ εἰς Θεσσαλονίκην ἐνδια-
6
τρίβειν ἰδιωτεύων κελεύεται. καὶ ὁ μὲν ἐκεῖσε διῆγεν· οἱ δέ
γε στρατιῶται ᾐτιῶντο τὸ σώζεσθαι τὸν Λικίννιον, ἄπιστον φα-
νέντα πολλάκις καὶ παραβάτην τῶν συνθηκῶν· διὸ καὶ τῇ συγ-
κλήτῳ διὰ γραμμάτων τοῦ βασιλέως ἡ περὶ τούτου ἀνετέθη
βουλή. τινὲς μὲν οὖν τοῖς στρατιώταις ἐνδοθῆναι παρὰ τῆς
γερουσίας ἱστόρησαν ὃ σφίσι δοκεῖ ἐπὶ τῷ Λικιννίῳ διαπράξα-
σθαι, κἀκείνους ἐν Θεσσαλονίκῃ αὐτὸν ἀναιρῆσαι ἢ πλησίον
Σερρῶν ἀπιόντα ποι. ἄλλοι δὲ οὐδὲ ἐν Θεσσαλονίκῃ αὐτόν
φασι διατρίβοντα ἠρεμῆσαι, τυραννίδα δὲ μελετᾶν· καὶ τοῦτο
γνόντα τὸν βασιλέα Κωνσταντῖνον στεῖλαι τοὺς αὐτὸν ἀναιρή-
σοντας.
Λέγεται δὲ ἐν ταῖς πρὸς αὐτὸν μάχαις ἢ ταῖς πρὸς Μα-
ξέντιον θεάσασθαί τινα τὸν Κωνσταντῖνον ἱππότην καὶ ὡπλι-
σμένον τὸν τοῦ σταυροῦ τύπον ἀντὶ σημαίας ἐπιφερόμενον καὶ
τῆς αὐτοῦ προπορευόμενον παρατάξεως. καὶ αὖθις ἐν Ἀδρια-
νουπόλει δύο ὤφθησαν αὐτῷ νεανίαι τὰς τῶν ἐναντίων συγ-
κόπτοντες φάλαγγας. καὶ περὶ τὸ Βυζάντιον δὲ νυκτὸς καθευ-
δόντων ἁπάντων φῶς ὤφθη αὐτῷ περιαστράψαν τὸν τοῦ οἰκείου
7
στρατεύματος χάρακα. ἐκ τούτων οὖν εἰς ἔννοιαν ἐνήγετο τοῦ
θεόθεν αὐτῷ τὰς εὐτυχίας καὶ τὰς νίκας προσγίνεσθαι.
Οὕτω δὲ μοναρχήσας ὁ Κωνσταντῖνος καὶ Φλάβιος ὠνο-
μάσθη καὶ οὕτω πως ἐχρημάτιζε Φλάβιος Κωνσταντῖνος καὶ
ἐν Ῥώμῃ διῆγε, τῆς μὲν τῶν εἰδώλων θρησκείας οὐκ ἀποστάς,
τὰ περὶ Χριστοῦ δὲ μυούμενος καὶ ἤδη παραδεχόμενος. σώ-
ματος δὲ νοσεροῦ καὶ πλεῖστα φύοντος ἐκ κακοχυμίας καὶ ὕλης
μοχθηρᾶς ἐξανθήματα τυχών, ὡς λώβην ταῦτα παρὰ τῶν
ἰατρῶν ὀνομάζεσθαι καὶ λέπρᾳ παρεικάζεσθαι καὶ τὴν τούτων
θεραπείαν ἀπαγορεύεσθαι, εὗρε τοὺς ἱερεῖς τοῦ ἐν τῷ Καπιτω-
λίῳ Διὸς οὐκ ἄλλως λέγοντας τεύξεσθαι θεραπείας αὐτὸν εἰ μὴ
ἐν παίδων νηπίων ἔτι ἀτμίζοντι λούσαιτο αἵματι. αὐτίκα τοίνυν
ἐκ πάσης τῆς ὑπ' ἐκεῖνον χώρας συνῆκτο τὰ νήπια, καὶ ἡμέρα
ὥριστο τῆς τούτων σφαγῆς. καὶ ὁ βασιλεὺς ἀπῄει τότε τῷ
αἵματι τῶν παίδων λουσόμενος εἰς τὸ Καπιτώλιον. αἱ δὲ τού-
8
των μητέρες προϊόντος αὐτοῦ γοερὰς ἠφίουν φωνὰς καὶ ὠλό-
λυζον. ὧν ἀκούσας ἐκεῖνος ἤρετο “τί τοῦ θρήνου τὸ αἴτιον;”
καὶ μαθὼν τὰς μητέρας θρηνεῖν τῶν βρεφῶν, ὥσπερ ἐκ μέθης
ἀνενεγκών, “τὸ μὲν τῆς πράξεως” εἶπεν “ἀνόσιον πρόδηλον,
ἄδηλον δέ γε τὸ ἀποτέλεσμα· εἰ δὲ καὶ τοῦτο ἦν ἀναμφίβολον,
κρεῖσσον πάσχειν ἐμὲ ταῖς νόσοις ταλαιπωρούμενον ἢ τοσούτων
βρεφῶν καταψηφιεῖσθαι ἀπώλειαν καὶ ῥομφαίᾳ λύπης τὰς τῶν
μητέρων αὐτῶν διελάσαι ψυχάς.” καὶ ταῦτα εἰπὼν ἐπανῆλθεν,
ἀποδοθῆναι ταῖς μητράσι προστάξας τὰ νήπια, καὶ χρήματα δὲ
δοθῆναι αὐταῖς, ἵν' ἀντίρροπον ἕξουσιν ἢ καὶ διπλασίονα τὴν
χαράν, ὅτι τε ζῶντα τὰ ἔκγονα ἀπειλήφασι καὶ ὅτι ἐπὶ τούτοις
καὶ χρήματα προσειλήφασι.
Ταῦτα δὲ διαπραξαμένῳ νυκτὸς αὐτῷ ἐδοξάτην ἄνδρε
παρεστάναι διττώ, Πέτρος εἶναι καὶ Παῦλος λέγοντες οἱ ἀπό-
στολοι τοῦ Χριστοῦ, καὶ “εἰ σωματικῆς” ἔλεγον “καὶ ψυχικῆς
ὑγείας βούλει τυχεῖν, τὸν ἐπίσκοπον μετακάλεσαι Σίλβεστρον,
9
κἀκεῖνός σοι καὶ τὴν λύμην ἀκέσεται τῆς σαρκὸς καὶ ζωῆς
ἀνωλέθρου καταξιώσει σε.” ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ ὕπνου
ἀνενεγκὼν στέλλει τοὺς μεταπεμψομένους σὺν αἰδοῖ τὸν ἐπίσκο-
πον. καὶ παραγενομένῳ τῷ ἱερῷ Σιλβέστρῳ “εἰπέ μοι” ἔφη,
“ἐπίσκοπε· θρησκεύονται παρ' ὑμῖν θεοὶ Πέτρος καὶ Παῦλος
ὀνομαζόμενοι;” ὁ δὲ “εἷς ἡμῖν θεὸς γινώσκεται” ἀπεκρίνατο,
“Πέτρος δὲ καὶ Παῦλος θεράποντες ἐκείνου καὶ ὑπηρέται εἰσίν.”
ἑξῆς οὖν ὁ βασιλεὺς διηγεῖται αὐτῷ τὸ ἐνύπνιον, καὶ τὸ καθ'
ἡμᾶς παρ' αὐτοῦ μυεῖται μυστήριον καὶ βαπτίζεται. καὶ ἄνεισιν
ἐκ τῆς παναγοῦς κολυμβήθρας ὑγιὴς ὅλος, καὶ αὐτίκα ἄδειάν
τε κηρύττει χριστιανοῖς καὶ τοὺς ναοὺς σφίσιν ἀναπετάννυσι καὶ
νέους ἐφίησιν ἀνεγείρεσθαι. κλείει δὲ τοὔμπαλιν τὰ τεμένη τῶν
ψευδωνύμων θεῶν, ἀδεῶς τε θεσπίζει προσιέναι τοὺς βουλο-
μένους τῇ πίστει τοῦ Χριστοῦ. βιάζεσθαι μὲν γὰρ οὐδένα ἔλεγε
βούλεσθαι, τοὺς δ' ἑκόντας προστιθεμένους τῷ Χριστῷ ἀπο-
δέχεσθαι.
Ὁ μὲν οὖν οὕτω τῇ πίστει τοῦ Χριστοῦ προσελήλυθε· τὸ
κήρυγμα δ' ἐπλατύνετο καὶ παρρησία τοῖς χριστωνύμοις ἐδίδοτο.
10
προσίασιν οὖν τῇ τοῦ βασιλέως μητρὶ Ἰουδαῖοι, ἠπατῆσθαι λέ-
γοντες τὸν βασιλέα καὶ ἔργῳ θεοφιλεῖ ἔργον ἀναμίξαι θεομισές,
θεοφιλὲς μὲν τὴν τῶν εἰδώλων καθαίρεσιν ὀνομάζοντες, θεο-
μισὲς δὲ τὴν πίστιν τὴν εἰς Χριστόν· μόνον γὰρ εἶναι θεὸν ἀληθῆ
τὸν παρ' αὐτῶν θρησκευόμενον· τὸν Ἰησοῦν δὲ ἄνθρωπον οἱ
ἀλιτήριοι κακοῦργον ἀπεκάλουν καὶ γόητα. ἀναφέρει ταῦθ' ἡ
μήτηρ τῷ βασιλεῖ καὶ υἱῷ· ὁ δὲ διαλεχθῆναι δεῖν ἔκρινεν ἐπ'
ἀκροάσει αὐτοῦ καὶ τῶν τῆς γερουσίας λογάδων τοὺς ταῦτα
λέγοντας Ἰουδαίους τῷ Ῥώμης ἐπισκόπῳ Σιλβέστρῳ καὶ τοῖς
περὶ αὐτόν, ἵν' οὕτω γνοίη τίνα τὰ παρὰ τῶν Ἰουδαίων εἰσὶν
εἰσαγόμενα. γέγονεν ἡ διάλεξις· ἔδοξαν οἱ λόγοι τοῦ ἱεροῦ
Σιλβέστρου ἐπικρατέστεροι. ἐκ διαλεκτικῆς δυνάμεως ὑπερτε-
ρεῖν οἱ Ἰουδαῖοι τὸν Σίλβεστρον ἔλεγον, σημείων ἐζήτουν ἐπί-
δειξιν. μᾶλλον δέ τις παρ' αὐτοῖς γόης ἀνὴρ Ζαμβρῆς κα-
λούμενος βοῦν ἐνεχθῆναι ἠξίου, διὰ τούτου λέγων μέλλειν
ἐνδείξασθαι τὴν δύναμιν τοῦ οἰκείου θεοῦ. προσήχθη ὁ βοῦς·
πεπλησίακεν αὐτῷ ὁ Ζαμβρῆς, ὑπεψιθύρισέ τι αὐτῷ εἰς τὸ οὖς.
κἀκεῖνος μέγα τι καὶ γοερὸν μυκησάμενος καὶ τρόμῳ συνδι-
11
νηθεὶς καταπέπτωκε καὶ νενέκρωτο. ηὔχουν ἐπὶ τούτῳ οἱ Ἰου-
δαῖοι, τὸ τοῦ σφετέρου θεοῦ ὄνομα μὴ στέγειν λέγοντες τὸν
ἀκούοντα. “τί δέ;” φησὶν ὁ Σίλβεστρος, “ὁ λέγων τοῦτο τῷ
ζῴῳ πρὸς οὖς οὐκ ἀκούει τοῦ λεγομένου; πῶς οὖν οὐ θνήσκει
κἀκεῖνος; καὶ ὁ Ζαμβρῆς ”οὐ λόγων“ ἔφη ”στροφῆς τε καὶ
πιθανότητος ἄρτι χρεία, ἀλλ' ἔργων, ἐπίσκοπε.“ ”εἰ οὖν τὸν
παρὰ σοῦ νεκρωθέντα τοῦτον ταῦρον“ ὁ Σίλβεστρος εἶπε ”ζω-
ώσω αὐτὸς τῇ τοῦ Χριστοῦ ἐπικλήσει, οὐκ ἄν τι μεῖζον δόξω
ποιεῖν καὶ μεγάλην ἀποδείξω τὴν δύναμιν τοῦ Χριστοῦ;“ κἀ-
κεῖνος κατέθετο καὶ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως εὐθὺς
ἐξωμόσατο, εἰ τὸν ταῦρον ἴδοι ἀναβιώσαντα, τὸν Χριστὸν ὁμο-
λογῆσαι θεόν. καὶ ὁ Σίλβεστρος εἰς οὐρανὸν ἀτενίσας καὶ τὸν
κύριον ἐπικαλεσάμενος ἔστη τοῦ ταύρου ἐγγὺς καὶ τὴν φωνὴν
ἐπάρας ἐβόησεν ”εἰ θεὸς ἀληθής ἐστιν ὃν ἐγὼ κηρύττω Χρι-
στόν, ἔγειραι, ταῦρε, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου.“ αὐτίκα
γοῦν κινηθεὶς ὁ ταῦρος ἀνέθορε. καὶ οἱ παρόντες ”μέγας ὁ
τοῦ Σιλβέστρου θεός“ ἐξεβόησαν. Ἰουδαῖοι δὲ καταπλαγέντες
τῷ θαύματι τοῖς ποσὶ τοῦ ἁγίου προσέπιπτον καὶ ἱκέτευον
ἱλεώσασθαι αὐτοῖς τὸν θεὸν καὶ τοῦ θείου σφᾶς ἀξιῶσαι βα-
πτίσματος. καὶ ἡ ἀοίδιμος δὲ τοῦ βασιλέως μήτηρ, ἀμύητος
12
οὖσα, ἠξίου καὶ μυηθῆναι καὶ βαπτισθῆναι· τυχοῦσα τοίνυν
τοῦ ἐφετοῦ καὶ τὸν ἀληθῆ ἐπιγνοῦσα θεόν, τοὺς τόπους οὓς
οἱ ὡραῖοι πόδες Χριστοῦ, ὡς εἰρήνην εὐαγγελισαμένου, διώ-
δευσαν, θεάσασθαι ἐπεθύμησε. καὶ συμπαραλαβοῦσα τὸν θε-
σπέσιον Σίλβεστρον εἰς Ἱεροσόλυμα παραγέγονε· καὶ τὸ τοῦ
κυρίου προσκυνήσασα μνῆμα καὶ τὸν θεῖον εὑρηκυῖα σταυρόν,
ἐν ᾧ προσεπάγη σωματικῶς ὁ θεὸς ἡμῶν, ναούς τε δομησα-
μένη πολυτελεῖς πρὸς τὸν υἱὸν καὶ βασιλέα ἐπανελήλυθεν.
Υἱοὺς δ' ἐκ Φαύστας τῆς τοῦ Μαξιμιανοῦ θυγατρὸς ὁ
βασιλεὺς ἐγείνατο τρεῖς, Κωνσταντῖνον, Κωνστάντιον καὶ Κών-
σταντα, καὶ θυγατέρα Ἐλένην, ἣ τῷ Ἰουλιανῷ συνῴκησεν ὕστε-
ρον. εἶχε δὲ καὶ ἐκ παλλακῆς υἱὸν ἕτερον, Κρίσπον καλού-
μενον, τῶν ἄλλων αὐτοῦ υἱέων πρεσβύτερον, ὃς καὶ παρὰ τῷ
πρὸς Λικίννιον πολέμῳ πολλάκις ἠρίστευσε. τούτῳ ἡ μητρυιὰ
13
Φαῦστα ἐπιμανεῖσα ἐρωτικῶς, ἐπεὶ μὴ εὐπειθοῦς ἐκείνου ἐτύγ-
χανε, κατεῖπε πρὸς τὸν πατέρα ὡς ἐρῶντος αὐτῆς καὶ βιάσα-
σθαι πολλάκις ἐπιχειρήσαντος. διὸ καὶ θάνατον ὁ Κρίσπος παρὰ
τοῦ πατρὸς κατεδικάσθη, πεισθέντος τῇ γαμετῇ. ὡς δ' ἔγνω
μετέπειτα ὁ αὐτοκράτωρ τὸ ἀληθές, καὶ τὴν γυναῖκα ἐκόλασε
διά τε τὸ ταύτης ἀκόλαστον καὶ τὸν φόνον τὸν τοῦ παιδός.
εἰσαχθεῖσα γὰρ ἐν λουτρῷ ἡ Φαῦστα σφοδρῶς ἐκκαυθέντι ἐκεῖ
τὴν ζωὴν βιαίως ἀπέρρηξε.
Σαρματῶν δὲ καὶ Γότθων κατὰ τῆς Ῥωμαίων ὑπηκόου
κεκινημένων καὶ τὴν Θρᾳκῴαν μοῖραν ληιζομένων, διανίσταται
κατ' αὐτῶν Κωνσταντῖνος ὁ μέγιστος· καὶ τὴν Θρᾴκην κατα-
λαβὼν τοῖς βαρβάροις συρρήγνυται καὶ κατ' αὐτῶν ἵστησι
λαμπρότατον τρόπαιον.
Κατὰ δὲ θεῖον χρησμὸν βουληθεὶς ἀνεγεῖραι πόλιν, ὡς ἂν
αὐτὴν ἐπὶ τῷ οἰκείῳ καλέσῃ ὀνόματι, πρότερον μὲν ἐν Σαρδικῇ
ταύτην κτίσαι προέθετο· εἶτα ἐν Σιγαίῳ (τὸ δὲ τῆς Τρῳάδος
ἐστὶν ἀκρωτήριον), ἔνθα καὶ θεμελίους αὐτὸν καταβαλέσθαι φασί.
καὶ αὖθις ἐν Χαλκηδόνι τὴν πόλιν ἤρξατο ἀνιστᾶν. λέγεται δὲ
14
καθίπτασθαι ἀετοὺς καὶ τὰ τῶν οἰκοδόμων ἁρπάζειν σπαρτία·
τὸν μεταξὺ δὲ διιπταμένους πορθμὸν ῥίπτειν αὐτὰ κατὰ τὸ
Βυζάντιον. τοῦτο γοῦν πολλάκις γενόμενον ἀπηγγέλη τῷ βα-
σιλεῖ· καὶ οὐκ ἐδόκει τυχαίως γίνεσθαι τὸ γινόμενον, ἀλλά τι
διὰ τούτου τὸ θεῖον παραδηλοῦν. ἐφίσταται γοῦν αὐτὸς τῷ
Βυζαντίῳ ὁ αὐτοκράτωρ, τὸν τόπον κατασκοπῶν ἀρέσκεται,
μετατίθησι τὸν σκοπόν, μετάγει τοὺς τεχνίτας ἐκ Χαλκηδόνος
ἐκεῖ, τὴν πόλιν φιλοτίμως οἰκοδομεῖ, Κωνσταντινούπολιν αὐτὴν
ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ καλεῖ, καὶ ἀνατίθησιν αὐτὴν τῇ
παρθένῳ καὶ θεομήτορι.
Ἤδη δ' ἀπαρτισθείσης τῆς πόλεως, κατὰ τὴν ἑνδεκάτην
τοῦ Μαΐου μηνὸς τελεῖται τὰ ταύτης γενέθλια εἴτουν ἐγκαίνια,
ἔτους ἐνισταμένου πεντακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τριακοστοῦ
ὀγδόου. ὅτε, ὥς τινες ἱστορήκασι, τὸν ἀστρονόμον καλέσας
Οὐάλεντα, τῶν τότε περὶ τὴν τέχνην ταύτην ἐσχολακότων τὸν
ἀκριβέστερον, ἐκέλευσεν ἐπὶ τῷ γενεθλίῳ τῆς πόλεως συντάξαι
15
θεμάτιον, ἵν' ὁπόσους μέλλοι διαμεῖναι αὕτη γνοίη ἐνιαυτούς.
ὁ δὲ εἰς ἑξακοσίους καὶ ἐνενήκοντα πρὸς τοῖς ἓξ ἐνιαυτοὺς
διαρκέσαι αὐτὴν ἀπεφοίβασεν· οἵπερ ἤδη καὶ παρερρυήκεσαν
πρὸ πολλοῦ. ἢ γοῦν ἐψευσμένην ὑποληπτέον τὴν τοῦ Οὐάλεν-
τος πρόρρησιν καὶ διημαρτημένην τὴν τέχνην ἢ ἐκεῖνα νομι-
στέον ἐκεῖνον εἰπεῖν τὰ ἔτη, ἐν οἷς τὰ τῆς πολιτείας ἔθη ἐτη-
ρεῖτο καὶ ἡ κατάστασις καὶ ἡ γερουσία τετίμητο καὶ οἱ ταύτης
ἤνθουν πολῖται καὶ ἔννομος ἦν ἐπιστασία, τὸ κράτος δὴ τὸ
βασίλειον, ἀλλ' οὐκ ἄντικρυς τυραννίς, ἴδια τὰ κοινὰ τῶν κρα-
τούντων λογιζομένων καὶ εἰς οἰκείας ἀπολαύσεις χρωμένων
αὐτοῖς, καὶ τούτων ἐνίας οὐκ εὐαγεῖς, καὶ δωρουμένων οἷς
βούλονται τὰ δημόσια καὶ οὐ ποιμένων τρόπον τοῖς ὑπηκόοις
προσφερομένων, κειρόντων τὸ περιττὸν τῆς τριχὸς καὶ πεφει-
σμένως ἐμφορουμένων τοῦ γάλακτος, ἀλλὰ δίκην λῃστῶν αὐτὰ
καταθυόντων τὰ πρόβατα καὶ τῶν σαρκῶν ἐμφορουμένων ἢ
καὶ αὐτοὺς ἐκμυζώντων τοὺς μυελούς.
Ἡ μὲν οὖν πόλις οὕτω παρὰ τοῦ εὐσεβοῦς ἐκείνου βασι-
λέως ἀνῳκοδόμητο κατὰ τὸ πάλαι Βυζάντιον. τὸ δὲ Βυζάν-
τιον πόλις καὶ πρῴην ἐτύγχανεν οὐ τῶν ἀνωνύμων ἢ τῶν
ἀσήμων, ἀλλὰ καὶ πλήθεσι πολιτῶν εὐθηνουμένη καὶ πλούτῳ
16
καὶ ἀνδρῶν γενναιότητι καὶ τειχῶν ἐρυμνότητι, καὶ τοσοῦτον
ὡς ἐπὶ τρεῖς ἐνιαυτοὺς ἐπὶ Σευήρου τοῦ ἐν Ῥώμῃ τῇ παλαιᾷ
βασιλεύσαντος παρὰ Ῥωμαίων πολιορκεῖσθαι καὶ πολλὰ παρὰ
τῶν πολιορκουμένων ὑποστῆναι αὐτούς, ὡς ἐν τοῖς περὶ Σευ-
ήρου μοι προϊστόρηται.
Περὶ δὲ τῆς τῶν Βυζαντίων δυνάμεως καὶ τῆς τῶν
τειχῶν ὀχυρότητος ταῦτα ὁ Δίων ἐν τοῖς περὶ Σευήρου φησί·
”Τείχη δὲ τὸ Βυζάντιον καρτερώτατα εἶχεν· ὅ τε γὰρ θώ-
ραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο πλαξὶ
χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ
οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν
εἶναι δοκεῖν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκεί-
μενοι καὶ θυρίδας πέριξ ἐπαλλήλους ἔχοντες ἦσαν. καὶ τὰ
μὲν πρὸς τὴν ἤπειρον τείχη ἐς μέγα ὕψος ἦρτο, τὰ δὲ πρὸς
θάλασσαν ἧττον ὑψοῦτο, οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι
κλειστοὶ ἁλύσεσιν ἦσαν καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ' ἑκά-
τερα πολὺ προέχοντας ἔφερον. πλοῖα δ' ἦσαν τοῖς Βυζαντίοις
17
πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ' ἃ καὶ διήρη, καί
τισιν αὐτῶν καὶ ἐκ τῆς πρῴρας καὶ ἐκ τῆς πρύμνης πηδάλια
ἤσκητο, καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχον, ὅπως καὶ
ἐπιπλέωσι καὶ ἀναχωρῶσι μὴ ἀναστρεφόμενοι καὶ τοὺς ἐναν-
τίους ἔν τε τῷ πρόσπλῳ καὶ τῷ ἀπόπλῳ αὐτῶν σφάλλωσι.“
πρὸς τούτοις ἐπάγει ὁ Δίων, ὡς ἑπτὰ ἀπὸ τῶν Θρᾳκίων πυ-
λῶν πύργοι καθεστηκότες πρὸς τὴν θάλασσαν ἦσαν· τούτων
δ' εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν· εἰ δὲ δὴ τῷ
πρώτῳ τι ἐνεβόησεν ἢ καὶ λίθον προσέρριψεν, αὐτός τε ἐλάλει
ἔκ τινος μηχανῆς καὶ τῷ δευτέρῳ τὸ αὐτὸ παρεδίδου ποιεῖν,
καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλή-
λους, ἀλλ' ἐν τῷ μέρει πάντες παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος
τήν τε φωνὴν καὶ τὴν ἠχὴν διεδέχοντο.
Τοιαύτη μὲν οὖν τοῦ Βυζαντίου πάλαι ἡ πόλις ἐτύγχανεν· ὁ
δὲ ἀοίδιμος Κωνσταντῖνος πολλαπλασίαν αὐτὴν ἐξειργάσατο. καὶ
18
ναοὶ δὲ ἐν αὐτῇ παρ' αὐτοῦ καθιδρύθησαν καὶ πολλὰ πρὸς
κόσμον ταύτης γεγόνασιν, ἐπὶ πᾶσι δὲ καὶ ὁ κυκλοτερὴς κίων ὁ
πορφυροῦς, ὃν ἐκ Ῥώμης, ὡς λόγος, κομισθέντα κατὰ τὴν ἀγορὰν
ἔστησεν, ἣ κατέστρωται λιθίναις πλαξίν, ἀφ' ὧν Πλακωτὸν παρ-
ωνόμασται· καὶ ἐπ' αὐτοῦ χάλκεον ἐνίδρυσεν ἄγαλμα, θαῦμα
ἰδέσθαι διά τε τὴν τέχνην διά τε τὸ μέγεθος. τὸ μὲν γὰρ πε-
λώριον ἦν, ἡ δὲ ἀκρίβειαν ἐδείκνυ χειρὸς ἀρχαίας μικροῦ
πλαττούσης καὶ ἔμπνοα· λέγεται δὲ τοῦ Ἀπόλλωνος εἶναι στήλη
τὸ ἄγαλμα καὶ μετενεχθῆναι ἀπὸ τῆς ἐν τῇ Φρυγίᾳ πόλεως
τοῦ Ἰλίου. ὁ δὲ θειότατος αὐτοκράτωρ ἐκεῖνος εἰς οἰκεῖον
ὄνομα τὸ ἄγαλμα ἔστησε, τῇ κεφαλῇ τούτου τινὰς τῶν ἥλων
ἐναρμοσάμενος, οἳ τὸ σῶμα τοῦ κυρίου προσεπαττάλευσαν τῷ
σωτηρίῳ σταυρῷ· ὃ καὶ μέχρις ἡμῶν διήρκεσεν ἐπὶ τοῦ κίονος
ἑστηκός. πέπτωκε δὲ βασιλεύοντος Ἀλεξίου τοῦ Κομνηνοῦ,
ἀνέμου πνεύσαντος βιαίου τε καὶ σφοδροῦ· κἀκεῖνό τε συντέ-
τριπτο καὶ πολλοὺς τῶν ἐκεῖ παρατυχόντων συνέτριψε. καὶ
τὸ Παλλάδιον δὲ ἀπὸ τῆς Τροίας μετήνεγκε καὶ ἐν τῇ Πλα-
κωτῇ καὶ τοῦτο ἔστησεν ἀγορᾷ.
19
Ἄλλοις τε οὖν, ὡς εἴρηται, πολλοῖς τὴν πόλιν ὁ μέγας Κων-
σταντῖνος ἐκόσμησε καὶ πρότερον ἐπισκοπὴν ὂν τὸ Βυζάντιον τῆς
ΘρᾳκικῆϚ Ἡρακλείας, ὡς ὑπὸ Σευήρου τοῖς Πειρινθίοις ὑποτε-
θὲν μετὰ τὴν ἅλωσιν, ὡς ἐν τοῖς περὶ Σευήρου ἱστόρηται, εἰς
τιμὴν ἀνήγαγε πατριαρχικήν, τῇ πρεσβυτέρᾳ Ῥώμῃ τὰ πρεσβεῖα
τηρήσας διὰ τὴν πρεσβυγένειαν καὶ τὸ τὴν βασιλείαν ἐκεῖθεν ἐν-
ταῦθα μετενεχθῆναι. ἦν δὲ τότε τοῦ Βυζαντίου ἐπίσκοπος Μητρο-
φάνης ὁ ἱερώτατος, υἱὸς Δομετίου ἀδελφοῦ Πρόβου τοῦ βασιλέως
γενόμενος· ὅσπερ δὴ ὁ Δομέτιος ἐξ ἀπιστίας εἰς πίστιν μετε-
νεχθεὶς καὶ διὰ τοῦτο τὴν Ῥώμην λιπών, εἰς τὸ Βυζάντιον
παραγέγονε καὶ εἰς τὴν τῆς ἐπισκοπῆς ἀνήχθη περιωπήν. μεθ'
ὃν Πρόβος υἱὸς αὐτοῦ ἕτερος εἰς τὸν ἀρχιερατικὸν τοῦτον
ἱδρύεται θρόνον, ὃν Μητροφάνης ὁ ἀδελφὸς διεδέξατο.
Ἐπὶ τούτου τοῦ αὐτοκράτορος καὶ ὁ Ἄρειος τῆς ἐν Ἀλε-
ξανδρείᾳ ἐκκλησίας ἱερεὺς ἐγνωρίζετο, κτίσμα τολμήσας εἰπεῖν
τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον καὶ οὐσίας ἑτέρας καὶ οὐ συναΐδιον
τῷ πατρί, οὐκ αὐτὸς γεννήτωρ τῆς αἱρέσεως γεγονώς. πρῶτος
20
γὰρ Ὠριγένης πρὸς ἄλλαις πλείσταις δόξαις διεφθαρμέναις καὶ
τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ κτιστὸν καὶ ἀλλότριον εἶναι τῆς
οὐσίας τῆς πατρικῆς εἰσηγήσατο καὶ μὴ δυνάμενον ὁρᾶν τὸν
πατέρα, καὶ αὐτὸν δὲ τὸν υἱὸν ἀόρατον εἰσῆγε τυγχάνειν τῷ
πνεύματι, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξε-
ρευγόμενος ταυτὶ τὰ ἀπόφημα, ἀλλ' ἦσαν ἐν μόνοις γράμμασι
κείμενα σεσίγηντό τε καὶ οὔπω δεδημοσίευντο· ὁ Ἄρειος δὲ
εἰς προῦπτον ταῦτα προήνεγκε καὶ ἐπὶ τῶν δωμάτων ἐκήρυξε
καὶ πολλοὺς εἰς ἀσέβειαν ὑπεσκέλισε θορύβων τε καὶ σχισμάτων
τὰς ἐκκλησίας· ἐνέπλησεν. ὃ γνοὺς ὁ εὐσεβέστατος βασιλεὺς
ἐκεῖνος ἐν Νικαίᾳ τῇ Βιθυνῶν συνελθεῖν τοὺς τῶν ἐπαρχιῶν
ἐπισκόπους ἐκέλευσε καί, ἀθροισθέντων τιʹ καὶ ηʹ ἁγίων πατέ-
ρων, ἐν οἷς ἦσαν καὶ ἱερεῖς τινες καὶ διάκονοι, ἀλλὰ μέντοι
καὶ μοναχοί (ὅτε καὶ ὁ μέγας Ἀθανάσιος ἐκεῖ παρῆν τῷ τῶν
διακόνων ἔτι κατειλεγμένος ὢν τάγματι) καὶ αὐτὸς ὁ χριστια-
νικώτατος βασιλεὺς ἀφίκετο πρὸς τὴν Νίκαιαν καὶ συγκαθίσας
τοῖς ἱεροῖς πατράσιν ἐκείνοις ἐπέτρεπε ζητῆσαι τὰ παρὰ τοῦ
Ἀρείου λεγόμενα καὶ διαγνῶναι εἴ τι τῆς ὀρθῆς ἐκκλίνουσι
δόξης. οἱ δὲ ζητήσαντες καὶ ἀκριβῶς ἐξετάσαντες τὸν μὲν
21
υἱὸν ὁμοούσιον καὶ ὁμότιμον καὶ συναΐδιον ἐδογμάτισαν τῷ
πατρί, τὸν Ἄρειον δὲ καὶ τοὺς ἐκείνῳ ὁμόφρονας τῆς τῶν
ὀρθοδόξων ὁμηγύρεως ἐξεκήρυξαν.
Ἦν δὲ τῶν τὰ Ἀρείου πρεσβευόντων καὶ ὁ Παμφίλου
Εὐσέβιος, τῆς ἐν Παλαιστίνῃ Καισαρείας τυγχάνων ἐπίσκοπος,
ὃς μετέπειτα λέγεται ἀποστῆναι τῆς τοῦ Ἀρείου δόξης καὶ
ὁμογνωμονῆσαι τοῖς συναΐδιον τὸν υἱὸν καὶ ὁμοούσιον τῷ
πατρὶ δογματίζουσι καὶ δεχθῆναι παρὰ τῶν θείων πατέρων
εἰς κοινωνίαν. οὕτω μὲν οὖν ταῦθ' ἱστορούμενα παρά τινων
εὕρηται· ἀμφίβολα δ' ἐκεῖνος αὐτὰ δι' ὧν ἐν τῇ ἐκκλησιαστικῇ
ἱστορίᾳ εὕρηται συγγραψάμενος τίθησι. πολλαχοῦ γὰρ ἐν τῷ
εἰρημένῳ συγγράμματι ἀρειανίζων καταλαμβάνεται, αὐτίκα περί
που τὴν ἀρχὴν τοῦ βιβλίου τὸν Δαβὶδ εἰσάγων λέγοντα ”αὐτὸς
εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν,“ φησὶ
τὸν μὲν πατέρα καὶ ποιητὴν ὡς ποιητὴν πανηγεμόνα νομίζε-
σθαι βασιλικῷ προστάττοντα νεύματι, τὸν δὲ τούτου δευτε-
ρεύοντα θεῖον λόγον ταῖς πατρικαῖς ὑπουργοῦντα ἐπιταγαῖς.
22
καὶ μετά τινα λέγει τοῦτον ὡσανεὶ τοῦ πατρὸς ὑπάρχοντα δύ-
ναμιν καὶ σοφίαν καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας
καὶ ἀρχῆς ἐμπεπιστευμένον. καὶ αὖθις μετ' ὀλίγα καὶ ὅτι
ἔστιν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα ἡ τῷ πατρὶ
καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν δημιουργίαν ὑπηρετη-
σαμένη, καὶ ὁ Σολομὼν λέγει προσώπῳ τῆς τοῦ θεοῦ σοφίας
”κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ“ καὶ ἑξῆς. καὶ μεθ'
ἕτερα πλείονα φάσκει ”καὶ ἐπὶ πᾶσι τούτοις, οἷα θεοῦ λόγον
προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένον, τὴν σεβάσμιον
τιμὴν παρὰ τοῦ πατρὸς εἰληφότα, προσκυνεῖσθαι ὡς ἂν θεόν.“
ταῦτα καὶ ἕτερα τοῖς ἀρειανίζουσι δόγμασι δεικνύουσιν ὁμό-
φρονα τὸν Εὐσέβιον, εἰ μή τις φαίη πρὸ τῆς ἐπιστροφῆς αὐτῷ
πονηθῆναι τούτων τὴν συγγραφήν. εὕρηται γὰρ ἐν τῷ πρα-
κτικῷ τῆς πρώτης συνόδου ὑπερμαχῶν τοῦ ὀρθοῦ δόγματος.
Ἡ μὲν οὖν ἁγία σύνοδος τὸ ὁμοούσιον καὶ συναΐδιον ἐπὶ
23
τοῦ υἱοῦ δογματίσασα καὶ τὸ θεῖον αὐτίκα τῆς πίστεως ἐξέθετο
σύμβολον περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεολογήσασα ἐν αὐτῷ
καὶ μέχρι τοῦ ”οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος,“ τὸ τούτου
τέλος ποιησαμένη. ἡ γὰρ περὶ τοῦ ἁγίου πνεύματος θεολογία
μετέπειτα προσετέθη ἐν τῇ δευτέρᾳ συνόδῳ τῆς περὶ τούτου
γενομένης ζητήσεως, ἣ κατὰ Μακεδονίου συνῆκτο.
Ὁ δ' ἰσαπόστολος αὐτοκράτωρ ἐπὶ τῇ τῶν πατέρων ὁμο-
νοίᾳ ἡσθεὶς ἐδεξιοῦτο αὐτούς. καί τινων τῆς ὑπὲρ τοῦ σωτῆ-
ρος ὁμολογίας φερόντων τὰ στίγματα ἐν τοῖς σώμασι, κατη-
σπάζετο τὰ πεπηρωμένα τούτων μέλη καὶ μόρια καὶ αὐτοὺς
διὰ τὰς πηρώσεις αὐτῶν ἐμακάριζε. δοθέντων δὲ λιβέλλων
αὐτῷ κατά τινων ἐπισκόπων, οὔτ' ἀνέγνω τούτους οὔτ' εἰς ζή-
τησιν ἤνεγκεν, ἀλλ' ἐνώπιον ἁπάντων πυρὶ αὐτοὺς ἀπετέφρωσεν,
ἐπειπὼν ὅτι ”κἂν αὐτόπτης ἐγενόμην ἀρχιερέως τινὸς ἁμαρ-
τάνοντος, τῇ πορφυρίδι μου ἂν αὐτὸν συνεκάλυψα.“ ἐκεῖθεν
εἰς τὸ παρ' αὐτοῦ κτισθὲν βασίλειον ἄστυ τοὺς θείους ἐκείνους
μεταγαγὼν πατέρας καὶ τῆς ἐξ αὐτῶν εὐλογίας ἀξιώσας αὐτὸ
καὶ χειροτονηθῆναι παρασκευάσας ἐν αὐτῷ δεύτερον πατριάρχην
24
τὸν ἱερὸν Ἀλέξανδρον (ὁ γὰρ ἀοίδιμος Μητροφάνης μετήλλαξε
τὴν ζωήν), ἀφῆκεν ἕκαστον εἰς τὴν οἰκείαν ἀπελθεῖν παροικίαν,
τιμαῖς τε καὶ δωρεαῖς αὐτοὺς φιλοφρονησάμενος.
Ἡ δὲ τοῦ βασιλέως μήτηρ ἡ μακαρία Ἐλένη εἰς γῆρας
βαθὺ καταντήσασα (ὀγδοήκοντα γὰρ λέγεται ζῆσαι ἐνιαυτούς)
πρὸς τὰς οὐρανίους ἀπῆρε μονάς, ἣν ὁ υἱὸς βασιλικῶς ἐθη-
σαύρισεν. ἐκεῖνος δὲ κατὰ Περσῶν ἐκστρατεύων τριήρεσι κο-
μίζεται εἰς τὴν Σωτηρόπολιν, ἣ νῦν ὀνομάζεται Πύθια· καὶ
τοῖς ἐκεῖ χρησάμενος θερμοῖς ὕδασιν, ἔνθα καὶ φάρμακον
πιεῖν δηλητήριον λέγεται παρὰ τῶν ἑτεροθαλῶν αὐτῷ κερασθὲν
ἀδελφῶν, εἰς Νικομήδειαν παραγίνεται· ὅπου καὶ τετελεύτηκε,
νοσήσας ἐφ' ἱκανόν, ἐτῶν γεγονὼς πέντε πρὸς τοῖς ἑξήκοντα,
βασιλεύσας δ' ἐκ τούτων τριάκοντα πρὸς δυσίν, ἐνδεόντων δύο
μηνῶν. ὃν ὁ υἱὸς Κωνστάντιος ἐξ Ἀντιοχείας παραγενόμενος
(ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος) ἔτι ζῶντα εὑρὼν
ἐκήδευσε μεγαλοπρεπῶς καὶ ἐν τῷ τῶν ἁγίων ἀποστόλων κατέ-
25
θετο ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς
αὐτὸς ᾠκοδόμησεν.
Ἱστόρηται δὲ ὁ ἀοίδιμος ἐκεῖνος αὐτοκράτωρ ἀφειδῶς τε
τὰ χρήματα ἀναλίσκειν καὶ ταῦτα πορίζειν ἑαυτῷ ἀφειδέστερον,
ὡς μὴ μεγαλοπρέπειαν κρίνεσθαι τὸ περὶ τὰς δαπάνας φιλότι-
μον, ἄντικρυς δέ—ἀλλὰ μή τι φαῦλον ἐρῶ περὶ τοῦ θείου ἐκεί-
νου ἀνδρός. ὅθεν καὶ ὁ βέβηλος Ἰουλιανὸς ἐν τῷ περὶ τῶν
Καισάρων λόγῳ αὐτοῦ ἀποσκώπτων ὥσπερ εἰς τὸν εὐσεβέστα-
τον τουτονὶ βασιλέα διὰ τὸ πολυδάπανον πλάττεται τὸν Ἑρμῆν
διαλεγόμενόν οἱ καὶ τί ἂν εἴη γνώρισμα βασιλέως ἀγαθοῦ πυν-
θανόμενον, κἀκεῖνον πρὸς τὸ ἐρώτημα λέγοντα πολλὰ κεκτῆσθαι
τὸν αὐτοκράτορα χρῆναι καὶ ἀναλίσκειν πολλά. λέγεται δὲ μηδὲ
λόγοις ἀνομίλητος εἶναι, ἀλλὰ καὶ περὶ τούτους ἐσπουδακέναι
οὔτι μεῖον τῶν ὅπλων. κἀντεῦθεν αὐτῷ τὴν γλῶτταν γενέσθαι
πρὸς διάλεξιν εὔθηκτον, καί τινας ἴυγγας προσεῖναι αὐτῇ κατα-
κηλούσας τὰς τῶν ἀκροατῶν ἀκοάς. ἀναγέγραπται δὲ καὶ μι-
σοπόνηρος εἶναι καὶ εἰωθὼς λέγειν μηδὲν τῶν ἁπάντων τῆς τῶν
26
κοινῶν πραγμάτων καταστάσεως ἕνεκεν τὸν κρατοῦντα φείδε-
σθαι δεῖν, μηδ' αὐτῶν τῶν οἰκείων μελῶν. τοῖς δὲ μεταβαλ-
λομένοις ἐκ πονηρίας φιλανθρώπως διατιθέμενος ἔλεγεν ὅτι
τὸ νοσοῦν μέλος ἀποκοπτέον καὶ σεσηπός, ἵνα μὴ καὶ τοῖς
ὑγιαίνουσι λυμανεῖται, οὐ μέντοι τὸ ὑγείας ἤδη τυχὸν ἢ καὶ
ὑγιαζόμενον.
Καὶ ὁ μὲν τρισόλβιος βασιλεὺς ἐκεῖνος πρὸς τὰς αἰωνίους
μετετέθη σκηνάς· ἡ δὲ τῶν Ῥωμαίων ἡγεμονία εἰς τοὺς τρεῖς
ἐκείνου παῖδας μεμέριστο ξύμπασα, ὡς μέν τινες συνεγράψαντο,
παρὰ τοῦ πατρὸς αὐτοῖς διανεμηθεῖσα, ὡς δ' ἕτεροι, καθ' ἑαυ-
τοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός.
οὕτω δ' ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ
μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην
αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων,
ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ
Ἑλλάδι τὴν Πελοπόννησον· τῷ δὲ Κωνσταντίνῳ τὰς Κοττίας
27
Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι (Κοττίαι δὲ ὠνομά-
σθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου)
καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ
διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κωνσταντίου δὲ λάχος
γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα,
καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ.
Οὕτω δὲ τοῦ μερισμοῦ τῆς ἀρχῆς προβάντος, ὁ μὲν Κων-
στάντιος εἰς τὴν ἑῴαν ἐχώρησεν, ἐκστρατεύων κατὰ Περσῶν.
ὁ γὰρ τούτων ἡγεμονεύων Σαπώρης, τὸν θάνατον τοῦ μεγάλου
γνοὺς Κωνσταντίνου, κατὰ τῶν ὑπὸ Ῥωμαίοις τελούντων ἐπιὼν
καὶ ληιζόμενος οὐκ ἐπαύετο. ὁ δὲ Κωνσταντῖνος τῷ Κών-
σταντι ἐπεφύετο, τὴν διανέμησιν τῶν χωρῶν αἰτιώμενος καὶ
ἢ παραχωρῆσαι μέρους αὐτῷ τῆς ἀρχῆς ἀπαιτῶν ἢ ἀναδάσα-
σθαι τὰς βασιλείας ἄμφω ζητῶν. ὡς δ' ἐκεῖνος τῆς ἤδη γε-
γονυίας διανεμήσεως εἴχετο καὶ τῶν αὐτῷ προσκληρωθέντων
ἀντείχετο καὶ οὐδὲ τοῦ βραχίστου παρεχώρει τῷ ἀδελφῷ, ὅπλα
κατ' αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος καὶ ἐπῆλθε τῷ λάχει τοῦ
Κώνσταντος. ὁ δὲ ἐν Δακίᾳ ἀποδημῶν καὶ τὴν κίνησιν τοῦ
28
Κωνσταντίνου μαθών, στράτευμα κατ' αὐτοῦ πέμπει καὶ στρα-
τηγούς, καὶ αὐτὸς ὅσον ἤδη μετὰ πλείονος στρατιᾶς ἐπιστῆναι
ἐπαγγειλάμενος. οἱ γοῦν πεμφθέντες ἐγγὺς τοῦ Κωνσταντίνου
γενόμενοι λόχους καθίζουσι καὶ συμβαλόντες αὐτῷ φεύγειν
ὑπεκρίνοντο. τῶν δὲ τοῦ Κωνσταντίνου διωκόντων αὐτούς,
ἐξόπισθεν αὐτῶν οἱ λοχῶντες γενόμενοι κατὰ νώτων αὐτοῖς
ἐπιτίθενται, καὶ οἱ φεύγοντες ἐπιστραφέντες μέσον περιέσχον
αὐτούς· καὶ πολὺ τῆς τοῦ Κωνσταντίνου διέφθαρτο στρατιᾶς
κἀκεῖνος αὐτός. τοῦ γὰρ ἵππου τρωθέντος αὐτῷ καὶ διὰ τὸ
τραῦμα σφαδάζοντος καὶ ἀνασκιρτῶντος, ἐκπέπτωκε τῆς ἕδρας
ὁ Κωνσταντῖνος καὶ ἀνῃρέθη πολλὰ δεξάμενος τραύματα, οὔτε
τυχὼν τῆς ἐφέσεως καὶ αὐτὴν προσζημιωθεὶς τὴν ζωήν, καὶ
ὅτι ἀδίκων ἦρξε, καὶ τὴν οἰκείαν τῆς ἀρχῆς μοῖραν ἀποβαλών.
καὶ γέγονε καὶ τῆς ἑσπερίου λήξεως ἐπικράτεια ὑφ' ἑνὶ τῷ
Κώνσταντι βασιλεῖ. εἶτα κἀκεῖνος εἰς ἀλλοκότους ἐκκυλισθεὶς
ἔρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη
καὶ ἀθλίως ἀπώλετο, Μαγνεντίου, ὃν ἐκεῖνος ἐκ στάσεως στρα-
τιωτικῆς περιέσωσε κινδυνεύοντα, ἤδη τῶν στρατιωτῶν κατ'
29
ἐκείνου ἠρκότων τὰ ξίφη καὶ διαχειρίσασθαι αὐτὸν ὡρμη-
κότων.
Ὁ Κωνστάντιος δὲ περὶ τὴν ἑῴαν διατρίβων τοῖς Πέρσαις
ἐμάχετο, Σαπώρου τοῦ ἔθνους, ὡς εἴρηται, βασιλεύοντος· ὃς
Ναρσῆ μὲν ἦν υἱός, οὐ μέντοι ἐξ ἐπισήμου γυναικός. ἐκ γὰρ
τῆς πρωτευούσης τῶν αὐτοῦ γαμετῶν τρεῖς ἐγένοντο τῷ Ναρσῇ
παῖδες, Ἀδαρνάρσης καὶ Ὁρμίσδας καὶ τρίτος ἕτερος. τελευ-
τήσαντος δὲ Ναρσοῦ ὁ πρεσβύτερος τῶν τριῶν τούτων Ἀδαρ-
νάρσης τῆς ἀρχῆς διάδοχος γέγονεν. ὠμὸς δὲ λίαν τυγχάνων
καὶ ἀπηνὴς κἀντεῦθεν μισούμενος ὑπὸ τῶν Περσῶν, τῆς βασι-
λείας ἐκπέπτωκεν.
Εἰρήσθω δέ τι καὶ τῆς ἐκείνου γνωμικῆς ὠμότητος γνώ-
ρισμα. σκηνή ποτε τῷ πατρὶ αὐτοῦ διεκομίσθη ἐκ Βαβυλῶνος
δέρμασιν ἐγχωρίοις ποικιλώτερον εἰργασμένη. ταύτην ἐκτα-
θεῖσαν ἄρτι θεώμενος ὁ Ναρσῆς ἠρώτησε τὸν Ἀδαρνάρσην,
παιδίον ἔτι τυγχάνοντα, εἰ ἀρέσκει αὐτῷ ἡ σκηνή. ὁ δὲ ἀπε-
κρίνατο, εἰ κρατήσει τῆς βασιλείας, κρείττω ταύτης ποιήσειν
ἐξ ἀνθρώπων δορᾶς. οὕτω νηπιόθεν ἐνέφαινε τὴν ὠμότητα.
30
Τούτου τοίνυν οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, Σαπώρης
εἰς τὴν ἀρχὴν ἀντεισῆκτο. καὶ ὃς εὐθὺς τὸν μὲν ἕτερον τῶν
ἀδελφῶν ἐξετύφλωσε, τὸν Ὁρμίσδαν δὲ δεσμήσας ἔμφρουρον
εἶχεν. ἡ δέ γε μήτηρ ἐκείνου καὶ ἡ γυνὴ χρήμασι δεξιωσά-
μεναι τοὺς φρουρούς, εἰς ἐπίσκεψιν ἐκείνου παρεχωρήθησαν
εἰσελθεῖν. καὶ εἰσελθοῦσαι ῥίνην αὐτῷ παρέσχον, ἵνα ταύτῃ
τὰ σιδήρεα διακόψῃ δεσμά, ὑποθέμεναι καὶ ὅσα δέοι μετὰ
ταῦτα ποιεῖν ἵππους τε αὐτῷ καὶ τοὺς συναποδράσοντας ἑτοι-
μάσασαι. εἶτα τοῖς φρουροῖς ἡ ἐκείνου σύνευνος δεῖπνον παρ-
έθετο δαψιλές· οἱ δὲ καὶ βρωμάτων ἐμφορηθέντες καὶ τοῦ
ἀκράτου σπάσαντες ἀκρατέστερον ἐλήφθησαν ὕπνῳ βαρεῖ. ὁ
δ' Ὁρμίσδας κοιμωμένων ἐκείνων καὶ τὰ δεσμὰ τῇ ῥίνῃ διέ-
κοψε καὶ τῆς φρουρᾶς ἐξελθὼν ᾤχετο καὶ πρὸς Ῥωμαίους
ἀπέδρα καὶ ὑπεδέχθη φιλοτιμότατα. ὁ δὲ Σαπώρης ἐῴκει τῇ
φυγῇ ἐκείνου ἐφήδεσθαι, οἷα τὸν ἐξ ἐκείνου ἀποσκευασάμενος
φόβον· οὐ μόνον γὰρ ἐκδοθῆναί οἱ τὸν φυγάδα οὐκ ἐξεζήτησεν,
ἀλλὰ καὶ τὴν γυναῖκα αὐτῷ ἐντίμως ἐξέπεμψεν. ἦν δὲ ὁ Ὁρ-
μίσδας καὶ πολὺς τὴν ἰσχὺν καὶ ἀκοντιστὴς περιδέξιος, ὡς ἐν
31
τῷ πάλλειν κατά τινος τὸ ἀκόντιον προλέγειν, ὅπου βαλεῖ τὸν
πολέμιον. οὗτος τοίνυν τῷ Κωνσταντίῳ κατὰ τῶν ὁμοφύλων
συνεστρατεύετο, ἄρχειν ταχθεὶς ἱππέων ἴλης πολλῆς. ὁ βασιλεὺς
δὲ Κωνστάντιος πολλάκις τοῖς Πέρσαις συμβαλὼν τὴν ἥττονα
μοῖραν εἶχε καὶ πολλοὺς τῶν οἰκείων ἀπέβαλε. καὶ τῶν Περ-
σῶν δὲ πλεῖστοι πεπτώκασι καὶ αὐτὸς ὁ Σαπώρης ἐτέτρωτο.
Οὕτω μέντοι τῶν ἐπὶ Πέρσας πολέμων συνενεχθέντων
τῷ βασιλεῖ Κωνσταντίῳ, μαθὼν ταῦτα Μαγνέντιος, ὃς ἐκ πα-
τρὸς μὲν γεγέννητο Βρεττανοῦ, ἐν τοῖς προτίκτορσι δ' ἐστρα-
τεύετο εἶτα καὶ κόμης ὠνομάσθη ταγμάτων δύο Ῥωμαϊκῶν,
τυραννῆσαί τε καὶ πρῴην ἐπιθυμῶν τότε μᾶλλον ἔθετο τῷ
σκοπῷ, ὅτι ἀτυχοῦντα περὶ τὸν Περσικὸν πόλεμον ἤκουε τὸν
Κωνστάντιον, καὶ εὐκαιρίαν ἔκρινε τηνικαῦτα τοῦ ἐπικεχειρη-
κέναι τῇ τυραννίδι. καὶ πλασάμενος τὰ ἑαυτοῦ ἑορτάζειν γενέ-
θλια ἐν Αὐγουστούλῳ τῇ πόλει συνεκάλεσε τοὺς ἐξόχους τῆς
πόλεως τοῦ συμποσίου αὐτοῦ συμμεθέξοντας, τοὺς μὲν καὶ
32
συνίστορας αὐτῷ τοῦ σκοποῦ, τοὺς δὲ καὶ ἀμετόχους τοῦ σκέμ-
ματος. καὶ παρέτεινε τὸν πότον ἕως ἑσπέρας. ἐξαναστὰς δὲ
τοῦ συμποσίου αἴφνης εἰς τὸν κοιτῶνα εἰσέδραμε καὶ πρόεισιν
ἐκεῖθεν μετὰ βραχὺ ἐν σχήματι βασιλείας σὺν δορυφόροις πολ-
λοῖς, ὃ τοὺς μὴ συνειδότας αὐτῷ τὴν πρᾶξιν ἐτάραξεν. ἐκεῖνος
δὲ διαλεχθεὶς τοῖς παροῦσι τοὺς μὲν ἔπεισε συνθέσθαι αὐτῷ,
ἐνίους δέ γε καὶ ἐβιάσατο. καὶ συμπαραλαβὼν αὐτοὺς εὐθὺς
εἰς τὰ βασίλεια ἄπεισι καὶ διανομὰς χρημάτων πεποίητο ταῖς
τε πύλαις τῆς πόλεως ἐπέστησε φύλακας, ἐνταλθέντας τοῖς μὲν
εἰσιοῦσι τὴν εἴσοδον συγχωρεῖν, ἐξιέναι δὲ μηδένα παραχωρεῖν,
ἵνα μὴ τέως τὸ τόλμημα κηρυχθῇ. καὶ αὐτίκα στέλλει τοὺς
τὸν Κώνσταντα ἀναιρήσοντας, πρὶν ἢ γνοίη τὸ τόλμημα. ὁ δὲ
περὶ θήραν ἠσχόλητο. καὶ γὰρ ἐμεμήνει περὶ τὰ κυνηγέσια
καὶ ταῦτα ἀρθρίτιδι προσπαλαίων διηνεκεῖ, ἣν ἐξ ἡδονῶν ἀμε-
τρίας ἐνόσησεν ἀκολάστως βιούς· ἢ καὶ ἐν προσχήματι θήρας
εἰς ὕλας ἐγκατεδύετο μετὰ τῶν περὶ αὐτὸν μειρακίσκων καὶ
νεανίσκων, οἳ ἐκείνῳ διὰ κάλλος συνελέγοντο καὶ ᾠκείωντο
ἐκαλλωπίζοντό τε περιεργότερον καὶ λίχνοις ἦσαν ὀφθαλμοῖς,
ἀκολασίας ἐμπύρευμα, κἀκείνῳ ἐτύγχανον, ὡς λέγεται, παιδικά.
33
ἀλλὰ καὶ ἐπὶ πλέον ταῖς ὕλαις διέτριβεν, ἐκκλίνων τὴν μετὰ
τῶν κοσμίων ἀνδρῶν συνδιαγωγήν. παρὰ τὸν Ῥοδανὸν τοίνυν
ποταμὸν οἱ παρὰ Μαγνεντίου σταλέντες γενόμενοι μετὰ τὴν
θήραν ὑπνώττοντα τὸν Κώνσταντα διεχρήσαντο καὶ τοὺς ἐκείνῳ
δὲ συνόντας ὀλίγους ὄντας ἀπέκτειναν. οἱ δὲ μὴ οὕτω φασὶ
γενέσθαι τὴν ἐκείνου ἀναίρεσιν, γνῶναι δ' ἐκεῖνον τὴν κατ'
αὐτοῦ ἐπανάστασιν καὶ μονωθέντα, καταλιπόντων αὐτὸν τῶν
περὶ αὐτόν, ναῷ προσφυγεῖν. κἀκεῖ τὰ τῆς βασιλείας παρά-
σημα ἀπεκδύσασθαι κἀκεῖθεν ἐκβληθέντα ἀναιρεθῆναι, ἑπτα-
καιδέκατον ἔτος ἀνύσαντα παρὰ τῇ ἀρχῇ, τῆς δ' ἡλικίας ἤδη
παρεληλυθότα τριακοστόν. λέγεται δὲ ἄρτι γεννηθέντος αὐτοῦ
ἐπιτρέψαι τοῖς ἀστρολόγοις τὸν πατέρα αὐτοῦ ἐπὶ τῷ τούτου
γενεθλίῳ ποιῆσαι θεμάτιον, κἀκείνους πρὸς ἄλλοις οἷς περὶ
αὐτοῦ προειρήκασι καὶ τοῦτο εἰπεῖν ὡς ἐν ταῖς ἀγκάλαις τῆς
αὐτοῦ μάμμης ἀναιρεθήσεται. ὃ θανούσης ἐκείνης καὶ διέπαι-
ζεν ὁ Κώνστας· τὸ δ' εἰς ἔργον ἀποβεβήκει, καὶ ἡ τῶν ἀστρο-
λόγων οὐ διήμαρτε πρόρρησις, κἂν ὑπῆρξε λοξή. ἐν γὰρ πο-
34
λίχνῃ Ἐλένῃ καλουμένῃ εἰς ὄνομα τῆς βασιλίσσης ἐκείνης ὁ
Κώνστας ἀνῄρητο.
Ὁ μὲν οὖν οὕτω βεβιωκὼς ἀσελγῶς οὕτως οἰκτρῶς ἐστέ-
ρητο τῆς ζωῆς· ὁ δὲ Μαγνέντιος κατὰ ῥοῦν αὐτῷ τῶν τῆς
τυραννίδος χωρησάντων πραγμάτων ἐσπούδασε τῶν τὰς ἀρχὰς
ἐχόντων τοὺς λογιμωτάτους ἐκ μέσου ποιήσασθαι. καὶ γραφὰς
πλασάμενος πρὸς αὐτοὺς ὡς ἐκ τοῦ Κώνσταντος σταλείσας
αὐτοῖς μετακαλουμένου τούτους δῆθεν πρὸς ἑαυτόν, καθ' ὁδὸν
λοχήσας πλείστους ἀπέκτεινε, μηδὲ τῶν οἰκείων συνωμοτῶν
φειδόμενος, ἀλλὰ καὶ τούτους διαφθείρων.
Καὶ ὁ μὲν ἐν τοιούτοις ἦν, ἑαυτῷ κρατύνων τὴν τυραν-
νίδα· τῷ δὲ Κωνσταντίῳ τὸν θάνατον πυθομένῳ τοῦ ἀδελφοῦ
ἐμερίζετο ἡ διάνοια ἐννοουμένῳ πότερον ἂν προτιμήσαιτο τὸ
Πέρσαις ἀντικαθίστασθαι κείρουσι τὰ Ῥωμαίοις ὑπήκοα ἢ τού-
των κατά γε τὸ παρὸν ἀμελῆσαι καὶ χωρῆσαι κατὰ τοῦ τυραν-
νήσαντος, ἵνα καὶ τὸν τοῦ συγγόνου τίσαιτο φόνον καὶ ἑαυτῷ
προσποιήσαιτο τὰ ἑσπέρια.
35
Ταῦτα τοῦ Κωνσταντίου σκοποῦντος καὶ διαμέλλοντος, ὁ
Σαπώρης, ἐπεὶ κἀκείνῳ πρὸς γνῶσιν ἦλθον τὰ συμβεβηκότα
περὶ τὸν Κώνσταντα, ἐπιτίθεται τῷ καιρῷ καὶ σὺν βαρεῖ στρα-
τεύματι κατὰ τῶν ὑποκειμένων Ῥωμαίοις ἔπεισι χωρῶν τε καὶ
πόλεων· καὶ πολλὴν μὲν ἐληίσατο χώραν, ἀλλὰ μέντοι καὶ
φρούρια εἷλε καὶ τέλος ἐπολιόρκει τὴν Νίσιβιν, ἣ πάλαι μὲν
τῇ τῶν Ἀρμενίων διέφερε βασιλείᾳ, ἐπὶ δὲ Μιθριδάτου, ὃς
Τιγράνου τοῦ τῶν Ἀρμενίων τότε κρατοῦντος γαμβρὸς ἦν καὶ
ἐξ ἐκείνου τὴν πόλιν εἰλήφει, ὑπὸ Ῥωμαίων ἑάλω πολιορκίᾳ.
ἐν ταύτῃ γὰρ ὁ Σαπώρης ἐλθὼν πᾶσαν ἐκίνησε μηχανὴν ἵνα
αὐτῷ ἡ πόλις ἁλῷ· κριούς τε γὰρ προσῆγε τοῖς τείχεσι καὶ
διώρυχας ὑπογαίους πεποίητο, ἀλλὰ πρὸς πάντα γενναίως ἀντι-
καθίσταντο οἱ πολιορκούμενοι. καὶ τὸν ποταμὸν δέ, ὃς διὰ
μέσης ἔρρει τῆς πόλεως, μετωχέτευσεν, ἵνα δίψει πιεζόμενοι
οἱ τῆς πόλεως προδοῖεν αὐτῷ τὴν πόλιν. τοῖς δὲ ἀφθονία ἦν
ὑδάτων καὶ ἐκ φρεάτων καὶ ἐκ πηγῶν. ὡς δ' εἰς οὐδὲν αὐτῷ
κατήντησαν ἀνύσιμον αἱ ἐπίνοιαι, ἕτερόν τι αὐτῷ μεμηχάνητο.
36
ἀναδραμὼν τὸν ποταμόν, ὅς, ὡς εἴρηται, διὰ τῆς πόλεως ἔρρει,
καὶ πρὸς φάραγγας γεγονώς, ἔνθα ὁ χῶρος, δι' οὗ διέρρει,
ἐστένωτο, ἀπέφραξε τὸν τόπον καὶ ἐπέσχε τὸ ῥεῦμα αὐτοῦ.
τοῦ δ' ὕδατος πλημμυρήσαντος, ἀθρόον τὰ φραγνύντα τὴν τοῦ
ὕδατος διέξοδον ἐξελὼν ἀφῆκε τὸ ῥεῦμα κατὰ τῆς πόλεως·
τὸ δὲ πολύ τε σεσωρευμένον καὶ σὺν βίᾳ σφοδρᾷ τῷ τείχει
προσπεσὸν μέρος ἐκείνου κατήραξεν. οὐκ εὐθὺς δὲ ὁ βάρ-
βαρος εἰσέδυ τὴν πόλιν, ἀλλ' ὡς ἤδη ἁλωθείσης αὐτῆς, ἐπεὶ
καὶ πρὸς ἑσπέραν ἦν ὁ καιρός, εἰς αὔριον παραλήψεσθαι τὴν
πόλιν, μή τινος ἀντιβαίνοντος, ὑπερέθετο. οἱ δ' ἐν τῇ πόλει
πρὸς μὲν τὸ ῥῆγμα τοῦ τείχους ἐθορυβήθησαν, ὡς δ' εἶδον
τοὺς Πέρσας ὑπερθεμένους τὴν εἴσοδον, ἄϋπνοι τὴν νύκτα
διατελέσαντες πολυχειρίᾳ τὸν τόπον ὠχύρωσαν, τεῖχος ἐντὸς
ἀνεγείραντες ἕτερον. ὅπερ ἕωθεν ὁ Σαπώρης ἰδὼν ἀμελείᾳ
οἰκείᾳ τὸ ἀτύχημα ἐπεγράφετο. ἀλλ' οὐδ' οὕτω τῆς πολιορ-
κίας ἀφίστατο. πολλὰ δὲ καὶ ἕτερα κατὰ τῆς πόλεως ἐπινοη-
σάμενος καὶ πλείστους τῶν οἰκείων ἀποβαλών (ὑπὲρ γὰρ τὰς
εἴκοσι χιλιάδας κινδυνεῦσαι λέγεται τοῦ Περσικοῦ στρατεύματος
πολιορκουμένης Νισίβεως) μετ' αἰσχύνης ἀνεχώρησεν. ἤδη
37
γὰρ καὶ Μασσαγέται τῇ Περσίδι ἐπήλθοσαν καὶ αὐτῇ ἐλυμαί-
νοντο. Κωνστάντιος δὲ ὁ βασιλεὺς τὴν μὲν Νίσιβιν κατωχύ-
ρωσε καὶ τοὺς πολίτας αὐτῆς ἀνεκτήσατο, αὐτὸς δέ, ἀνακωχῆς
ἤδη τῇ ἑῴᾳ γενομένης ἐκ τῶν Περσῶν, πρὸς τὰ ἑσπέρια ὥρ-
μησε. καί οἱ ἀγγέλλεται Βετρανίων κοινοπραγήσας τῷ Μα-
γνεντίῳ. τῶν γὰρ παρ' Ἰλλυριοῖς ἄρχων οὗτος στρατευμάτων
τυγχάνων καὶ μαθὼν τοῦ Μαγνεντίου τὴν ἐπανάστασιν καὶ τὸν
φόνον τοῦ Κώνσταντος οὐχ ὑπεῖξε τῷ τυραννήσαντι, ἀλλὰ καὶ
αὐτὸς ἑτέρωθεν τυραννίδι ἐπικεχείρηκε. τῷ Κωνσταντίῳ δ' ἐπι-
στέλλων ἔλεγε τῷ τυράννῳ ἀντικαθίστασθαι καὶ αὐτὸν ἀφικέσθαι
εἰς ἐκείνου κατάλυσιν κατήπειγεν. ἐπὶ συνθήκαις οὖν ὁ Βετρανίων
καὶ ὁ Μαγνέντιος ἀλλήλοις σπεισάμενοι πρέσβεις ἄμφω κοινῶς
πρὸς τὸν Κωνστάντιον στέλλουσιν, ἀξιοῦντες αὐτὸν καταθέσθαι τὰ
ὅπλα καὶ τὴν πρώτην ἔχειν τιμήν. περὶ γοῦν τὴν τῆς Θρᾴκης
Ἡράκλειαν ἐντυχόντες οἱ πρέσβεις τῷ αὐτοκράτορι τὰ μεμηνυ-
μένα οἱ ἀπήγγειλαν. ὁ δὲ ἐν φροντίδι διὰ ταῦτα γενόμενος,
νυκτὸς ἐπιγενομένης ὄναρ ὁρᾷ τοιοῦτον. ἐδόκει τὸν πατέρα
38
αὐτῷ παρεστάναι, τὸν υἱὸν αὐτοῦ τὸν Κώνσταντα κατέχοντα
τῇ χειρί, καὶ λέγειν αὐτῷ· ”Κωνστάντιε, ἰδοὺ Κώνστας ὁ σὸς
ἀδελφός, πολλῶν δὲ βασιλέων ἀπόγονος, ὃς ἐκ τυράννου διώ-
λετο. χρή σε τοίνυν τούτῳ τε τιμωρῆσαι καὶ τὴν ἀρχὴν μὴ
παρόψεσθαι διακοπτομένην μήτε τὴν πολιτείαν ἀνατρεπομένην,
σπεῦσαι δὲ τὴν τυραννίδα καθελεῖν καὶ μὴ περιιδεῖν τὸν ἀδελ-
φὸν ἀνεκδίκητον.“ ἐπὶ τούτοις διυπνισθεὶς ὁ Κωνστάντιος τοὺς
μὲν πρέσβεις κατέσχε καὶ φρουρᾷ παραδέδωκεν· αὐτὸς δ' αὐτίκα
μηδὲν μελλήσας εἰς Σαρδικὴν παραγίνεται. καὶ ὁ Βετρανίων
τὴν ἀνέλπιστον ἐπιδημίαν πτήξας τοῦ Κωνσταντίου ὡς δεσπότῃ
προσυπηντήκει αὐτῷ, τάς τε προτέρας καταλείψας βουλὰς καὶ
τὰς συνθήκας ἀθετήσας τὰς πρὸς Μαγνέντιον. καὶ ὁ Κων-
στάντιος δὲ αὐτὸν γνησίως προσήκατο καὶ ὁμοδίαιτον ἐποιήσατο.
τὰ γὰρ τῆς βασιλείας ἀποδυσάμενος ὁ Βετρανίων γνωρίσματα
ἐν ἰδιώτου στολῇ τῶν τοῦ βασιλέως ποδῶν ἐπελάβετο. ὁ δὲ
περιεπτύξατό τε τὸν Βετρανίωνα καὶ πατέρα ὠνόμασε καὶ χεῖρα
ὀρέγων αὐτῷ καὶ ὑποστηρίζων πρεσβύτην ὄντα σύνδειπνον
39
ἐποιήσατο· εἶτα ἡ Προῦσα αὐτῷ (πόλις δ' αὕτη τῶν Βιθυνῶν)
εἰς κατοικίαν ἀφώριστο καὶ χωρία πρὸς χορηγίαν τῶν ἐπιτη-
δείων ἀπονενέμητο. ἔνθα τρυφῶν ἐπὶ ἓξ ἐνιαυτοὺς τὴν ζωὴν
ἐξεμέτρησε.
Καὶ τὰ μὲν περὶ Βετρανίωνα εἰς τοιοῦτον κατηντήκασι
τέλος· ὁ δὲ αὐτοκράτωρ Κωνστάντιος πρὸς Μαγνέντιον ὥρμητο.
ὁ δὲ ἐν Μεδιολάνῳ διῆγε, τὸν ἀδελφὸν Δεκέντιον ἀνειπὼν Καί-
σαρα καὶ στείλας αὐτὸν τὰς Γαλλίας φυλάξοντα. ἐν τούτοις
δ' αὖθις ὁ Σαπώρης ἀδείας δραξάμενος, τὰ πρὸς ἕω ἐπόρ-
θησε καὶ λείαν λαβὼν καὶ δορυαλώτους πολλοὺς ἐπανέζευξεν.
οὕτω δ' ἑκατέρωθεν ὁ βασιλεὺς περιστοιχιζόμενος ταῖς ἐκ τῶν
πολέμων φροντίσι Γάλλον τὸν οἰκεῖον ἐξάδελφον τιμήσας τῇ
ἀξίᾳ τοῦ Καίσαρος καὶ τὴν ἑαυτοῦ ἀδελφὴν Κωνσταντίαν κατεγ-
γυήσας αὐτῷ εἰς τὴν ἑῴαν ἐξέπεμψε, τὰς ἐφόδους τὰς Περ-
σικὰς ἀνακόψοντα.
Ὁ μὲν οὖν Γάλλος Καῖσαρ τὸν τρόπον τοῦτον ἀναρρηθεὶς
ἐπὶ τὴν ἑῴαν ἀπῄει, καὶ τὴν σύζυγον ἐπαγόμενος· ὁ δέ γε
40
Κωνστάντιος εἰς τὸν κατὰ Μαγνεντίου ἀνεχώρησε πόλεμον.
ἵνα δὲ μὴ μάχαις ἐμφυλίοις καὶ σφαγαῖς ἀλλήλων οἱ Ῥωμαῖοι
μιαίνοιντο, δεῖν ἔκρινεν εἰς συμβάσεις τὸν τύραννον προκαλέσα-
σθαι. στέλλει…
ματ…
The complete text is available when the reading interface loads.