Epitome historiarum
- Authority group
- Joannes Zonaras Hist. Et Hagiogr. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epitome historiarum (lib. 12, clausula varia) [Dub.], ed. Dindorf, op. cit., vol. 3 (1870) 169–171.
- CTS identifier
urn:cts:greekLit:tlg3135.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
170
Λέοντος Ἱλαρίων εἰς τὸν θρόνον ἀνθίδρυτο, ἕκτον ἐκπλήσας
ἐνιαυτόν. ἀνθ' οὗπερ Σιμπλίκιος κεχειροτόνητο, καὶ ἐπὶ
ἐννεακαιδέκατον ἔτος τὸ τῆς ποιμαντικῆς καὶ οὗτος διανύσας
λειτούργημα ἐξέλιπε, καὶ ἀντεισῆκτο Φῆλιξ. ἐνάτῳ δ' ἐν-
ιαυτῷ καὶ οὗτος ἐκλελοιπὼς Γελασίῳ τὴν τιμὴν καταλέλοιπε,
πέντε ταύτης ἀπολαύσαντι ἔτη. μεθ' ὃν Ἀναστάσιος ἐπελέγη.
μετὰ τέταρτον δὲ καὶ οὗτος ἐνιαυτὸν ὑπὸ Συμμάχου διεδέχθη.
οὗ δυοκαίδεκα ἐπὶ τῇ ἀρχιερωσύνῃ διαγαγόντος ἐνιαυτοὺς Ὁρ-
μίσδας ἐξείλεκτο. δεκάτῳ δὲ καὶ οὗτος ἐνιαυτῷ τὸ λειτούργημα
διανύσας κατέλυσε τὴν ζωήν, καὶ Ἰωάννην ὁ θρόνος τῆς Ῥω-
μαίων ἐκκλησίας ἐδέξατο ἐπὶ τριετίαν. μεθ' ὃν Φῆλιξ τῶν ἐν
Ῥώμῃ πιστῶν προέστη τετραετίαν τῆς τιμῆς ἀπολαύσας. εἶτα
Βονιφάτιος ἐπὶ διετίαν τῆς προστασίας ἠξίωτο, καὶ ἐπὶ τούτῳ
Ἀγαπητὸς προκεχείριστο. δύο δὲ καὶ οὗτος ἐνιαυτοῖς ποιμάνας
τὸ ἐν Ῥώμῃ τοῦ ἀρχιποιμένος Χριστοῦ ποίμνιον, ἀπέτισε τὸ
χρεών, καὶ ἐχειροτονήθη Ῥώμης ἀρχιερεὺς Σιλβήριος. ἕνα
δὲ καὶ οὗτος ἀρχιερατεύσας ἐνιαυτὸν τὴν ζωὴν ἐξεμέτρησε.
καὶ τούτῳ διάδοχος Βιγίλιος γέγονεν. ὀκτωκαιδέκατον δὲ
τούτου ἔτος διηνυκότος ἐν τῇ ἀρχῇ, ἀνθῃρέθη Πελάγιος. ὃς
πέμπτον ἐνιαυτὸν τῇ λειτουργίᾳ ἐσχολακὼς ἀπῆλθε, καὶ
Ἰωάννην ἡ ἀρχιερατικὴ καθέδρα τῶν Ῥωμαίων ἐδέξατο ἐπὶ
χρόνους ὀκτώ, καὶ μετὰ τοῦτον Γρηγόριον ἐπὶ πεντεκαίδεκα.
μεθ' ὃν οὐκέτι κατὰ συνέχειαν οἱ τῆς Ῥωμαίων ἐκκλησίας
προστάντες εὕρηνται. ἐν Ἀντιοχείᾳ δὲ τῇ κατὰ Κοίλην Συ-
ρίαν τὸν Παυλῖνον ἔτη πέντε τῇ λειτουργίᾳ σχολάσαντα Εὐ-
στάθιος διεδέξατο, καὶ τοῦ Εὐσταθίου ἐπ' ἔτη ποιμάναντος
171
τοὺς πιστοὺς ὀκτωκαίδεκα, Εὐφρόνιος ἐλειτούργησεν ἔτος
ὄγδοον. μεθ' ὃν Φλάκιτος δωδέκατον ἤνυσεν ἔτος· εἶτα
Στέφανος αἱρεσιώτης Ἀρείου παρεισεφθάρη τῇ ἐκκλησίᾳ ἐπὶ
τρίτον ἐνιαυτόν, καὶ μετὰ τοῦτον εἰσῆκτο Λεόντιος. ὄγδοον
δὲ καὶ οὗτος ἔτος ἐπισκοπήσας κατέλυσε τὴν ζωήν, καὶ ἐπὶ
τούτῳ προέστη τῆς Ἀντιοχέων ἐκκλησίας Εὐδόξιος ἔτος δεύ-
τερον, καὶ ἐπὶ τῷ Εὐδοξίῳ Ἀρριανὸς ἐπεσκόπησεν ἔτος τέταρ-
τον, καὶ μετὰ τοῦτον Μελέτιος ἐνιαυτοὺς εἴκοσιν ἐπὶ πέντε.
μεθ' ὃν Φλαβιανὸς προέστη τῶν χριστωνύμων ἐπ' ἔτεσιν
εἴκοσι πρὸς τοῖς ἕξ. εἶτα τὴν λειτουργίαν Θεόδοτος διεδέξατο,
καὶ τετραετίαν ἤνυσεν ἐπ' αὐτῇ. καὶ ἀντὶ τούτου Ἰωάννης
εἰσήχθη, καὶ διήρκεσεν ἐπ' ἔτος ὀκτωκαιδέκατον. ἀντὶ δὲ
Ἰωάννου Δόμνος κεχειροτόνητο, ἐπιζήσας τῇ χειροτονίᾳ ὄγ-
δοον ἔτος· καὶ ἀνθιδρύθη τῷ θρόνῳ τῆς Ἀντιοχέων ἐκκλησίας
Μάξιμος, ἐπ' ἐνιαυτοὺς ἐπιμείνας τῇ προστασίᾳ τέσσαρας.
ὃς ὑπὸ Μαρτυρίου διεδέχθη, ἔνατον καὶ τούτου τῇ ἀρχῇ δια-
νύσαντος ἔτος. Ἰουλιανὸς δ' ἔπειτα εἰς τὴν ἀρχιερατικὴν
ταύτην καθέδραν ἐκάθισεν ἐπὶ ἕκτον ἐνιαυτόν, καὶ οὗτος
ἔσχε Πέτρον διάδοχον. ὃν μετὰ τριετῆ χρόνον Στέφανος
διεδέξατο, ἰσαρίθμους ἀρχιερατεύσας ἐνιαυτούς. τῷ δὲ Στε-
φάνῳ Καλανδίων ἐγένετο ἔφεδρος. καὶ τούτῳ μετὰ τετραε-
τίαν Πέτρος ἄλλος ἐφήδρευσε, τριετῆ χρόνον τὴν ἐκκλησίαν
κατεσχηκώς. οὗ διάδοχος Παλλάδιος γέγονε, δεκαετίαν ἀνύ-
σας ἐν τῇ ἀρχῇ. εἶτα Φλαβιανὸς ᾑρέθη, ἐπὶ δέκα καὶ τρεῖς
ἀρχιερατεύσας ἐνιαυτούς. μεθ' ὃν Σευῆρος ἕβδομον λειτουργή-
σας ἐνιαυτὸν ἀφῆκεν Εὐφρασίῳ τὴν καθέδραν τὴν ἱεράν.
ὃν μετὰ πέμπτον ἔτος Ἐφραΐμιος διεδέξατο· ὀκτὼ δ' ἐπὶ δέκα
οὗτος ἐπεβίω χρόνους τῷ λειτουργήματι.