Historiae
- Edition reference
- Historiae, ed. E. Darkó, Laonici Chalcocandylae historiarum demonstrationes, 2 vols. in 3, Budapest: Academia Litterarum Hungarica, 1:1922; 2.1:1923; 2.2:1927: 1:1–205; 2.1:1–146; 2.2:147–307.
- CTS identifier
urn:cts:greekLit:tlg3139.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
1
{ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α.}
Λαονίκῳ Ἀθηναίῳ τῶν κατὰ τὸν βίον οἱ ἐς ἐπὶ θέαν τε
καὶ ἀκοὴν ἀφιγμένων ἐς ἱστορίαν ξυγγέγραπται τάδε, ὥστε δὴ
χρέος τοῦτο ἐκτινύναι τῇ φύσει ἅμα οἰόμενος καὶ μηδὲν αὐτῶν
ἀκλεῶς ἔχειν ἐς τοὺς ἐπιγιγνομένους ξυνενεχθέντων, ὡς ἐμοὶ
δοκεῖ, οὐδαμῇ ἐλασσόνων τῶν κατὰ τὴν οἰκουμένην ποτὲ γενο-
μένων μνήμης ἀξίων. τῆς τε Ἑλλήνων φημὶ τελευτῆς τὰ ἐς
2
τὴν ἀρχὴν αὐτῶν ἐπισυμβεβηκότα, καὶ Τούρκων ἐπὶ μέγα δυνά-
μεως καὶ ἐπὶ μέγιστον τῶν πώποτε ἤδη ἀφικομένων. ἀφ' ὧν δὴ
τὴν τοῦδε τοῦ βίου εὐδαιμονίαν ἐπὶ τἀναντία φερομένην ἐπιλεγό-
μενος ἴσχειν αὐτῇ καὶ ἄλλοτε ἄλλως, θέμις ἡγοῦμαι εἶναι περὶ
ἀμφοῖν τούτοιν μνήμην ποιεῖσθαι οὐκ ἀεικῆ. ξυγγραφὴν δὲ τήνδε
ἀποδεικνύμενοι ἐπιμνησόμεθα καὶ περὶ ἄλλων τῶν κατὰ τὴν
οἰκουμένην γενομένων, οὐκ ἀμφὶ τόνδε τὸν ἐπ' ἐμοῦ χρόνον, οἷς
τε αὐτὸς παρεγενόμην θεασάμενος, καὶ τἆλλα ἀπό τε τοῦ εἰκό-
τος, μάλιστα δὲ συμβαλλόμενος, καὶ ὡς ἔτι παρὰ τῶν τὰ ἀμείνω
φρονούντων ἐδόκουν πυθέσθαι περὶ αὐτῶν, ἀλλ' ᾗ ἂν εἰς μά-
λιστα ἔχοι ὡς ἀσφαλέστατα ἐπὶ τὸ ἄμεινον ἀληθείας εἰρῆσθαι.
μὴ δὲ ἐκεῖνό γε πάνυ ἐκφαύλως ἔχον ἡμῖν, ὡς Ἑλληνικῇ φωνῇ
ταῦτα διέξιμεν, ἐπεὶ ἥ γε τῶν Ἑλλήνων φωνὴ πολλαχῇ ἀνὰ τὴν
οἰκουμένην διέσπαρται καὶ συχναῖς ἐγκαταμέμικται. καὶ κλέος
μὲν αὐτῇ μέγα τὸ παραυτίκα, μεῖζον δὲ καὶ ἐς αὖθις, ὁπότε
δὴ ἀνὰ βασιλείαν οὐ φαύλην Ἕλλην τε αὐτὸς βασιλεὺς καὶ ἐξ
αὐτοῦ ἐσόμενοι βασιλεῖς, οἷ δὴ καὶ οἱ τῶν Ἑλλήνων παῖδες
ξυλλεγόμενοι κατὰ σφῶν αὐτῶν ἔθιμα ὡς ἥδιστα μὲν σφίσιν
αὐτοῖς, τοῖς δὲ ἄλλοις ὡς κράτιστα πολιτεύοιντο.
Ἕλληνες μὲν οὖν ὅσα ἀποδεικνύμενοι ἔργα μεγάλα τε καὶ
3
περιφανῆ ἐπὶ μέγα ἀφίκοντο κλέος κατά τε ἄλλα καὶ Εὐρώπην
καὶ δὴ καὶ Λιβύην, ἐπὶ Γάγγην τε καὶ Ὠκεανὸν καὶ ἐπὶ Καύ-
κασον ἔτι ἐλαύνοντες, ἐπὶ ταῦτα δὲ προεληλυθότων ἄλλων τε
πολλῶν καὶ δὴ καὶ Ἡρακλέους καὶ ἔτι πρότερον Διονύσου τοῦ
Σεμέλης υἱέος, καὶ πρός γε ἔτι Λακεδαιμονίων καὶ Ἀθηναίων,
μετὰ δὲ ταῦτα Μακεδόνων τοῦ βασιλέως καὶ τὴν τούτου ὕστερον
ἡγεμονίαν ἐχόντων, πολλοὶ πολλαχῇ ἕκαστα, ὡς ἐγένοντο, ἄλλοι
ἐπιμνησάμενοι καὶ συνεγράψαντο. Ἕλληνες μὲν οὖν ταῦτα διε-
πράττοντο ἐπὶ πολὺ ὡς μάλιστα τοῦ χρόνου διαγενόμενοι καὶ
ἐπὶ συχνὰς γενεὰς τύχην ἀρετῆς ἐνδεᾶ σχόντες ἁπανταχοῦ,
ξύμμετρον δὲ οὐδαμοῦ. ἐπὶ τούτων τε γὰρ πολλαχῇ ἀνὰ τὴν
οἰκουμένην εὐδαιμονούντων Ἀσσυρίους μὲν τὸ παλαιότατον
ἐπυθόμεθα ἀκοῇ ἐπὶ τὸ μνήμης μακρότατον ἀφικόμενοι ἐπὶ τὴν
τῆς Ἀσίας ἀρχὴν προεληλυθέναι, μετὰ δὲ ταῦτα Μήδους ἐς
τοῦτο καθισταμένους ἡγησαμένου Ἀρβάκεω τοῦ Σαρδαναπάλου
Ἀσσυρίων βασιλέως τὴν ἡγεμονίαν ἀφελομένου, ὕστερον ὑπὸ
Περσῶν τὴν βασιλείαν ἀποβαλεῖν ἡγουμένου Κύρου τοῦ Καμ-
βύσεω, καὶ Πέρσας τὸ ἀπὸ τοῦδε ἐπὶ μέγα χωρῆσαι δυνάμεως
τά τε ἄλλα καὶ δὴ καὶ ἐς Εὐρώπην διαβάντες. μετὰ δὲ ταῦτα
ὕστερον οὐ πολλαῖς γενεαῖς Ἀλέξανδρον τὸν Φιλίππου, Μακε-
4
δόνων βασιλέα Πέρσας ἀφελόμενον τὴν ἡγεμονίαν καὶ Ἰνδοὺς
καταστρεψάμενον καὶ Λιβύης μοῖραν οὐκ ὀλίγην, πρὸς δὲ καὶ
Εὐρώπης, τοῖς μεθ' ἑαυτὸν τὴν βασιλείαν καταλιπεῖν, ἐς ὃ δὴ
Ῥωμαίους ἐπὶ τὴν τῆς οἰκουμένης μεγίστην ἀρχὴν ἀφικομένους,
ἰσοτάλαντον ἔχοντας τύχην τῇ ἀρετῇ, ἐπιτρέψαντας Ῥώμην τῷ
μεγίστῳ αὐτῶν ἀρχιερεῖ καὶ διαβάντας ἐς Θρᾴκην, ὑφηγουμένου
ἐπὶ τάδε τοῦ βασιλέως, καὶ Θρᾴκης ἐπὶ χώραν, ἥτις ἐς τὴν
Ἀσίαν ἐγγυτάτω ᾤκηται, Βυζάντιον Ἑλληνίδα πόλιν μητρόπολιν
σφῶν ἀποδεικνύντας, πρὸς Πέρσας, ὑφ' ὧν ἀνήκεστα ἐπεπόν-
θεισαν, τὸν ἀγῶνα ποιεῖσθαι, Ἕλληνάς τε τὸ ἀπὸ τοῦδε Ῥω-
μαίοις αὐτοῦ ἐπιμιγνύντας, γλῶτταν μὲν καὶ ἤθη διὰ τὸ πολλῷ
πλέονας Ῥωμαίων Ἕλληνας αὐτοῦ ἐπικρατεῖν διὰ τέλους φυ-
λάξαι, τοὔνομα μέντοι μηκέτι κατὰ τὸ πάτριον καλουμένους
ἀλλάξασθαι, καὶ τούς γε βασιλεῖς Βυζαντίου ἐπὶ τὸ σφᾶς αὐτοὺς
Ῥωμαίων βασιλεῖς τε καὶ αὐτοκράτορας σεμνύνεσθαι ἀποκαλεῖν,
Ἑλλήνων δὲ βασιλεῖς οὐκέτι οὐδαμῇ ἀξιοῦν.
Τοὺς μέντοι Ῥωμαίους ἐπυθόμεθα καὶ αὐτῶν ἀρχιερέα τὸν
μέγιστον οὐκ ὀλίγα ἄττα κατὰ τὴν θρησκείαν ἀπὸ πολλῶν ἐτῶν
διενεχθέντας διακεκρίσθαι τά τε ἄλλα ἀφ' Ἑλλήνων, καὶ δὴ καὶ
βασιλέα Ῥωμαίων ἐπιψηφιζομένους, ὁτὲ μὲν ἀπὸ Γαλατῶν, ὁτὲ δὲ
5
ἀπὸ Γερμανῶν, ἐς τόνδε ἀεὶ τὸν χρόνον ἀποδεικνύναι. διαπρεσβεύε-
σθαι δὲ αἰεὶ πρὸς τοὺς Ἕλληνας, οὐκ ἔστιν ὅτε διαλείποντας,
ὥστε τὰ ἐς θρησκείαν σφίσι ξυμφωνά τε καὶ ξυνῳδὰ καταστῆσαι
ἀλλήλοις, κατὰ ταὐτὸ ξυνιόντας. καὶ μέντοι Ἕλληνας μὴ ἐθε-
λῆσαι Ῥωμαίοις διὰ χρόνου συμφερομένοις τὰ πάτρια σφίσι
καθεστῶτα συγχέαι. καὶ ἀπὸ ταύτης δὴ τῆς διαφορᾶς συχνούς
τε τῶν ἑσπερίων καὶ δὴ καὶ Ἑνετούς, ἐνάγοντος ἐπὶ τάδε τοῦ
Ῥωμαίων ἀρχιερέως, στόλῳ στρατεύεσθαι μεγάλῳ ἐπὶ τοὺς
Ἕλληνας καὶ ἐπιόντας ἐς τὸ Βυζάντιον ἀφικέσθαι καὶ Βυζαν-
τίου τὴν πόλιν κατὰ κράτος ἑλεῖν. βασιλέα τε Βυζαντίου καὶ
Ἑλλήνων τοὺς ἀρίστους οἴχεσθαι διαβάντες ἐς τὴν Ἀσίαν,
ἀφικομένους δὲ ἀποδεικνύναι σφίσι Νίκαιαν τὴν Ἑλληνίδα πόλιν,
τὰ βασίλεια ἐν αὐτῇ ποιουμένους. μετὰ δὲ ταῦτα οὐ πολλοῖς
ἔτεσιν ὕστερον ἀπολαβεῖν τε αὖθις Βυζάντιον, κρύφα εἰσεληλυ-
θότας ἐς τὴν πόλιν, καὶ ἐς τὴν Εὐρώπην αὖ διαβάντας δια-
γενέσθαι ἐν αὐτῇ βασιλεύοντας. βασιλέα δὲ Ἑλλήνων μετὰ
ταῦτα Ἰωάννην ἐπὶ ξυροῦ ἀκμῆς ἤδη αἰσθόμενον τὰ Ἑλλήνων
πράγματα, λαβόντα τε τοὺς Βυζαντίου ἀρχιερεῖς καὶ Ἑλλήνων
τοὺς ἐλλογίμους, διαπλεῦσαι ἀπιόντα ἐς Ἰταλίαν, ἔς γε τὸν ἀπὸ
Τούρκων ἐπηρτημένον οἱ κίνδυνον ἐπικουρίαν οἰόμενος οἴσεσθαι,
6
ἢν ἐκείνοις τὰ κατὰ τὴν θρησκείαν ξυμβῇ. γενόμενον δὲ ἐν
Ἰταλίᾳ καὶ κοινωσάμενον τῷ Ῥωμαίων ἀρχιερεῖ τὴν περὶ τὴν
θρησκείαν διαφοράν, εἰς διάλεξιν μέντοι καταστῆναι πολυπραγμο-
νοῦντας, τελευτῶντα δὲ ξυμβῆναι αὐτῷ ἄμα τοῖς Ἕλλησι τὰ
κατὰ τὴν διαφορὰν σφίσι ξυνῳδὰ ἀποδεικνυμένους καὶ τὴν δια-
φορὰν σφίσι διαλυομένους, ἐπικουρίας δὲ τυχόντα ἐν μέρει ἀπο-
κομίζεσθαι αὖθις ἐπὶ Βυζαντίου. τοὺς μέντοι Ἕλληνας ἐπ' οἴκου
γενομένους μὴ ἐμμεῖναι τοῖς ἐν Ἰταλίᾳ καὶ ἐν συνόδοις πεπρα-
γμένοις, ἀξιοῦντας σφίσι μηδαμῇ εὐαγὲς εἶναι Ῥωμαίοις, ὡς
δὴ μὴ αἴσια διισχυριζομένοις, συντίθεσθαι τὸ παράπαν, καὶ
οὕτω δὲ διάφορα διὰ τέλους γενέσθαι Ἕλλησι τὰ πρὸς Ῥω-
μαίους.
Ταῦτα μὲν ἐς τοσοῦτόν μοι ἀποχρώντως ἔχοντα ἐπιδεδείχθω
περί τε τῆς Ἑλλήνων βασιλείας καὶ τῆς ἐς Ῥωμαίους ἐχούσης
αὐτῶν διαφορᾶς, ὡς δὴ οὐκ ὀρθῶς τά γε ἐς βασιλείαν καὶ ἐς
τοὔνομα αὐτὸ προσηγορεύετο τούτοις. παραγενόμενος μὲν οὖν
αὐτὸς ἔγωγε ἐπὶ τόνδε τὸν βίον κατέλαβον Ἕλληνάς τε καὶ
Ἑλλήνων βασιλέα ὑπό τε τῶν ἐν Θρᾴκῃ γενῶν πρῶτα, μετὰ δὲ
ταῦτα καὶ ὑπ' αὐτῶν γε δὴ τῶν βαρβάρων τῆς ἄλλης ἀρχῆς
ἀπεληλαμένους, ἀρχὴν τήνδε βραχεῖάν τινα περιέπειν, Βυζάντιον
καὶ Βυζαντίου τὴν κάτω παραλίαν ἄχρις Ἡρακλείας πόλεως,
7
κατὰ δὲ Εὔξεινον πόντον τὴν ἄνω παραλίαν ἄχρι Μεσημβρίας
πόλεως, Πελοπόννησόν τε αὖ ξύμπασαν πλὴν ἢ τριῶν ἢ τεττά-
ρων πόλεων τῶν Ἑνετῶν, ὡσαύτως Λῆμνον, Ἴμβρον καὶ νήσους
τὰς αὐτοῦ ταύτῃ ἐν τῷ Αἰγαίῳ ᾠκημένας. ὡς οὖν ἕκαστα τού-
των ξυνέβη γενέσθαι, ὡς τὰ τῶν Ἑλλήνων πράγματα κατὰ
βραχὺ ἀπώλετο, φθειρόμενα ὑπὸ Τούρκων, καὶ ὡς τὰ ἐκείνων
μεγάλα ἐγένετο, ἐς μέγα ἀεὶ ἐς τόνδε τὸν χρόνον ἰόντα εὐδαι-
μονίας, ἐπιμνησόμεθα ἐπεξιόντες, ἐφ' ὅσον δὴ ἐς τὸ ἀκριβέστε-
ρον ἐπυθόμεθα.
Τούρκους δὴ οὖν ἔγωγε οὐκ οἶδ' ὅ τι ἂν καλέσαιμι κατὰ
τὸ παλαιόν, ὥστε τἀληθοῦς μὴ διαμαρτεῖν. οἱ μὲν γὰρ Σκυθῶν
ἀπογόνους τοὺς Τούρκους οἴονται εἶναι, ὀρθότερον δὴ συμβαλλό-
μενοι περὶ αὐτῶν, διὰ τὸ ἐς ἤθη οὐ πολὺ διεστηκότα καθιστα-
μένους γλώττῃ σύνεγγυς μάλα διαχρῆσθαι ἔτι καὶ νῦν τῇ αὐτῇ.
Σκύθας τε γάρ φασι τὸ ἕβδομον ἤδη ἀπὸ Τανάιδος ὡρμημένους
καταστρέφεσθαι τὴν ἄνω Ἀσίαν, Πάρθων τὴν ἡγεμονίαν ἐχόν-
των, τήν τε Περσῶν χώραν καὶ Μήδων καὶ Ἀσσυρίων, μετὰ
δὲ ταῦτα ἐπικαταβάντας ἐς τὴν κάτω Ἀσίαν, ἐπὶ Φρυγίαν,
Λυδίαν τε καὶ Καππαδοκίαν, τὰ ἐς τήνδε τὴν χώραν ὑποχείρια
σφίσι ποιήσασθαι. καὶ νῦν ἔστιν ἰδεῖν, ᾗ λέγουσι, πολλὰ τοῦ
γένους τούτου πολλαχῇ τῆς Ἀσίας ἐπινεμόμενα, πρὸς Σκυθῶν
8
τῶν νομάδων ἤθη τε καὶ δίαιταν τετραμμένα οὐδαμῇ τῆς Ἀσίας
ἔσχον καταφανῆ τὴν διατριβήν. κἀκείνῃ δὲ ἔτι συμβάλλονται,
ὡς Ἀσίας τὴν κάτω χώραν ἐνοικοῦντα βάρβαρα ἔθνη Τούρκων,
Λυδίαν, Καρίαν, Φρυγίαν τε καὶ Καππαδοκίαν, Σκύθαις τὴν ἀπὸ
Τανάιδος ἐπὶ Σαρματίαν χώραν ἐπινεμομένοις ὁμόγλωττά τε
ἐστι καὶ ὁμόσκευα.
Ἔνιοι δὲ Πάρθων ἀπογόνους Τούρκους φασὶν εἶναι. τούτους
γὰρ ὑπὸ Σκυθῶν τῶν νομάδων διωκομένους ἐς τὴν κάτω
Ἀσίαν ἐπικαταβῆναι, καὶ ἐς τὸ νομαδικώτερον ἀποκλίναντας
σκεδασθῆναι ταύτῃ ἀνὰ τὰς πόλεις, καὶ ἀπὸ τούτου ὡς δὴ
νομάδας Τούρκους τὸ γένος τοῦτο καλεῖσθαι. ἄλλοι δέ φασιν
ἀπὸ Τούρκης τῶν Περσῶν πόλεως μεγάλης τε καὶ εὐδαίμο-
νος, προελθεῖν τε τὸ γένος τοῦτο διισχυρίζονται, καὶ εἰς τὴν
κάτω χώραν τῆς Ἀσίας ἀπαλλαττομένους σκεδασθῆναι ταύτῃ
ἀνὰ τὴν Ἀσίαν ἐπικατασχόντας τὴν χώραν. εἰσὶ δὲ οἳ βούλονται
Τούρκους ἀπὸ Συρίας μᾶλλον τῆς κοίλης καὶ Ἀραβίας ἢ ἀπὸ
Σκυθῶν ἐπὶ τήνδε τὴν χώραν ἀφικομένους μετὰ Ὀμάρεω τοῦ
τὴν νομοθεσίαν διαδεξαμένου ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν προελη-
λυθέναι, καὶ ταύτῃ αὐτοῦ καταλειφθέντας ἐς τὸ νομαδικώτερον
ἀποκλῖναι. ὡς μὲν οὖν τούτων ἕκαστα ἔχει ἀληθείας, καὶ ἐφ' ἃ
9
δέῃ τούτων χωροῦντας πείθεσθαι ἄμεινον, οὐκ ἔχω ξυμβαλέσθαι
ὡς ἀσφαλέστατα. τοσόνδε μέντοι εἰρήσεται, ὡς τοῖς ἀπὸ Σκυθῶν
γενέσθαι τὴν ἀρχὴν τούτοις διισχυριζομένοις ἔχοι ἄν τις συμ-
φέρεσθαι ἄμεινον, διὰ τὸ Σκύθας τοὺς ἐν τῇ Εὐρώπῃ πρὸς ἕω
ἔτι καὶ νῦν διαγενομένους κατὰ τὴν ἀγορὰν καλουμένην τῶν ἐν
τῇ Ἀσίᾳ Τούρκων ἐπαΐειν οὐ χαλεπῶς, διαίτῃ τε καὶ σκευῇ ἔτι
καὶ νῦν τῇ αὐτῇ ἄμφω τὼ γένεε διαχρωμένους, διὰ τὸ Σκύθας
ἐπικρατῆσαι ἁπανταχῇ τῆς Ἀσίας. δηλοῖ δὲ καὶ τοὔνομα αὐτὸ
τὴν νομαδικὴν δίαιταν προῃρημένον καὶ τὸν ταύτῃ τοῦ βίου
πλέον αὐτῷ ποιούμενον.
Τὸ δὴ γένος τοῦτο, τοὺς Τούρκους μέγα τε ὂν καὶ ἐπὶ πολὺ
διῆκον ἐς μοίρας ἐπίσταμαι διακεκρίσθαι τινάς, ἄλλας τε δὴ
καὶ Ὀγουζίων τὴν μοῖραν, γένος οὐ φαῦλον, οὐδὲ ἀγεννές. ἀπὸ
τούτων δὲ τῶν Ὀγουζίων γενέσθαι Ἰονδουζάλπην, ἄνδρα ἐπιεικῆ
τε καὶ τῆς τῶν Ὀγουζίων μοίρας ἡγησάμενον. τοῦτον δὲ ἐπ'
ἀρετῇ εὐφημούμενον ἀπομνημονεύουσι δικαιότατόν τε ἅμα γεγο-
νέναι καὶ τοῖς Ὀγουζίοις διαιτητὴν καταστάντα ἑλομένοις δικάσαι
σφίσιν αὐτοῖς δίκην ἡντινοῦν, ὁπότε ἐπιδικάσαιτο τοῖς προσιοῦσιν
10
αὐτῷ, ἀπαλλάττεσθαι ἀγαπῶντας ἑκατέρους, οἷς ἂν ἐπιδικάσαιτο.
καὶ τοῦτό φασιν ἐνιδόντας αὐτῷ τοὺς Ὀγουζίους, διαπραξαμένους
πρὸς τὸν τῆς χώρας βασιλεύοντα, ἐπιστῆσαι σφίσιν αὐτοῖς τὸν
Ἰονδουζάλπην δικαστήν, μετὰ δὲ ταῦτα ἐπιτρέψαι σφᾶς αὐτῷ
διαθεῖναι, ᾗ ἂν αὐτῷ δοκοίη ἐπὶ τὸ ἄμεινον. μετὰ δὲ ταῦτα
τὸν τούτου παῖδα Ὀγουζάλπην διαδεξάμενον τὴν ἀρχὴν τῆς
Ὀγουζίων μοίρας ἐπὶ τὸ τυραννικώτερον ἐξηγήσασθαι, πρός τε
τοὺς Ἕλληνας πολεμοῦντα κατὰ τὴν Ἀσίαν μέγα εὐδοκιμῆσαι.
Ὀρθογρούλην δὲ Ὀγουζάλπεω παῖδα δραστήριόν τε ἐς τὰ
πάντα γενόμενον καὶ ἐπὶ πολέμους ἡγησάμενον ἄλλῃ τε πολλαχῇ
εὐδοκιμῆσαι, καὶ δὴ καὶ πλοῖα ναυπηγησάμενον ἐπιλῃστεύειν
νήσους ἐπιπλέοντα τὰς ἐν τῷ Αἰγαίῳ τῇ τε Ἀσίᾳ καὶ Εὐρώπῃ
ἐπικειμένας, καὶ τήν τε Εὐρώπην πορθοῦντα, τά τε ἄλλα καὶ ἐς
Τέαρον ἐμβάντα ποταμὸν τὸν κατὰ τὴν Αἶνον ἐπὶ πολὺ τοῦ
ποταμοῦ σὺν ταῖς ναυσὶ προελθεῖν. λέγεται δὲ αὐτὸν καὶ ἄλλῃ
τε πολλαχῇ τῆς Εὐρώπης ἀποβάσεις ποιήσασθαι, καὶ ἐπὶ Πελο-
πόννησον ἀφικόμενον καὶ ἐπὶ Εὔβοιαν καὶ Ἀττικήν, τήν τε
χώραν δῃῶσαι, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀπενεγκάμενον μεγάλα
κερδᾶναι. Ὀρθογρούλην δὲ τοῦτον μετὰ ταῦτα ἐν τῇ Ἀσίᾳ τρα-
πόμενόν φασιν ἐπὶ διαρπαγῇ τῆς περιοικίδος χώρας ἐπεξιέναι
τε καὶ ἀπὸ τούτου ὁρμώμενον ξυναγεῖραι τε στράτευμα καὶ
ἐπιόντα καταστρέφεσθαι τούς τε ὁμόρους Ἕλληνας καὶ τοὺς
11
ταύτῃ σφίσιν αὐτῶν περιοίκους, καὶ τὸ ἀπὸ τοῦδε ληϊζόμενον
τοὺς δὲ ἐπισπομένους αὐτῷ ἐν βραχεῖ δὴ ὀλβίους ἀποδεικνύναι
καὶ οὕτω δὴ συχνοὺς τῶν νομάδων ἐπιγενομένους αὐτῷ συμπο-
λεμῆσαι τε αὐτῷ ἅμα καὶ συνδιενέγκαι τὸν πόλεμον ἐπὶ τοὺς
ὁμόρους, καὶ ταχὺ δὲ οὕτως ἐπὶ ἀρχὴν παρεληλυθέναι οὐ φαύ-
λην, διὰ δὴ ταῦτα καὶ παρὰ Ἀλαδίνῃ μέγα εὐδοκιμῆσαι. ἔνιοι
δέ φασιν Ὀγουζίων τὴν μοῖραν ἡγουμένου Ὀρθογρούλεω χωρία
ἐρυμνὰ περὶ τὸν Ταῦρον καταλαβόντα ἐπὶ τῆς ταύτῃ ὁμόρου
χώρας καταστροφῇ ἐντεῦθεν ὡρμῆσθαι, καὶ τούς γε Ἑλλήνων
περιοίκους ἄγειν, καὶ ἐπὶ μέγα χωρῆσαι δυνάμεως.
Ὡς μὲν οὖν ἀρχὴν ἔσχε τούτοις τὰ πράγματα, καὶ ὡς ταύτῃ
ἢ ἄλλῃ ἐγένετο, οὐκ ἂν οὕτω ῥᾳδίως εἰπεῖν ἔχοιμι, ὑπὸ πολλῶν
μέντοι λεγόμενα ταῦτα δὲ ἐς τοσοῦτον ἐπιμνησάμενος παρίημι·
ὡς δὲ Ὀτουμανίδαι τῆς Ὀγουζίων μοίρας ἐπὶ τήνδε ἀφίκοντο
τὴν ἀρχήν, ὧδε γενέσθαι ἐπυθόμην. ἔστι Σογούτη παρὰ Μυσίαν
κώμη οὕτω καλουμένη εὐδαίμων, καὶ ποταμὸς παρ' αὐτῇ οὕτω
καλούμενος. διέχει δὲ ἀπὸ θαλάττης τῆς τοῦ Εὐξείνου πόντου
σταδίους ὡσεὶ πεντήκοντα καὶ διακοσίους· καλοῖτο δ' ἂν αὕτη
Ἰταίας κώμη. ἐς ταύτην δὲ τὴν χώραν ἀφικομένους τοὺς
Ὀγουζίους ἐνοικῆσαι ἐπί τινα χρόνον. Ὀτουμάνον δὲ τὸν
Ὀρθογρούλεω παῖδα, οὐ πάνυ τι εὖ πράττοντα τὴν ἀρχήν, γε-
12
νέσθαι τήν τε ψυχὴν ἐλευθεριώτατον, καὶ τοὺς ἐν τῇ κώμῃ
φιλοφρονούμενον ἐκ τῶν προσόντων, ὡς οἷόν τ' ἦν μάλιστα αὐτῷ,
τούς τε ἐν τῇ κώμῃ ἀνακτήσασθαι, ὥστε διαφορᾶς σφίσι πρὸς
τοὺς Ἕλληνας αὐτῶν περιοίκους γενομένης ἡγεῖσθαι κελεύειν
τοὺς ἐν τῇ κώμῃ Ὀτουμάνον τὸν Ὀρθογρούλεω· καὶ μαχεσά-
μενον τρέψασθαί τε τοὺς ταύτῃ Ἕλληνας, καὶ ἀπὸ τούτου
ὁρμώμενον ἐπὶ πολὺ ἐπεξελθεῖν τε τοὺς Ἕλληνας, καὶ παρὰ
Ἀλαδίνῃ εὖ μάλα εὐφημούμενον μέγα εὐδοκιμῆσαι, ἐπὶ στρα-
τηγίας τε καθιστάμενον καὶ ἔργα ἀποδεικνύμενον ἄξια λόγου.
τελευτήσαντος δὲ Ἀλαδίνεω βασιλέως, καὶ τῶν ἀρίστων αὐτοῦ
ἐς διαφορὰν σφίσιν ἀφικνουμένων, λέγεται ἀφικέσθαι τε ἐς
λόγους αὐτοῖς, καὶ ἐκείνους ἀλλήλοις, ξυμμαχίαν τε καὶ ὁμαιχ-
μίαν ἐκείνοις συνθέμενον ξυμβῆναι αὐτοῖς, ὅρκια ποιησάμενον,
ἐφ' ᾧ ὁμοῦ πάντας κοινῇ συνδιαφέρειν τὸν πόλεμον καὶ κατα-
στρέφεσθαι τὴν χώραν, ὅσην ἂν δύνωνται, ὅσην δ' ἂν ὑπάγων-
ται, ἐπιδιελέσθαι σφίσι κατὰ τὰ κοινῇ σφίσιν αὐτοῖς δεδογμένα·
καὶ οὕτω δὴ ἅμα ἐκείνοις ἐλαύνοντα καταστρέψασθαι χώραν
οὐκ ὀλίγην, καὶ ἔργα ἀποδεικνύμενον μεγάλα καὶ χρήματα συχνὰ
ἐπικτώμενον, ὥστε ἐν βραχεῖ ἐπὶ ἀρχὴν παρεληλυθέναι οὐ φαύλην.
Τούτους δὲ ἡγεμόνας ἑπτὰ γενομένους, ὅσην ὑπηγάγοντο
ἀρχήν, διανεμεῖσθαι μετὰ ταῦτα σφίσιν αὐτοῖς. λαχεῖν δὴ Κα-
13
ραμάνον τὴν μεσόγαιαν τῆς Φρυγίας ἄχρι Κιλικίας καὶ Φιλα-
δελφείας, Σαρχάνην δὲ ἐντεῦθεν τὴν παράλιον τῆς Ἰωνίας
χώραν ἔστε ἐπὶ Σμύρνην ἐλθεῖν, τὰ δὲ Λυδίας ἔστε ἐπὶ Μυσίαν
Καλάμην σὺν τῷ παιδὶ αὐτοῦ Καρασῇ τὰ πρὸς Ὄλυμπόν τε
καὶ Βιθυνίαν Ὀτουμάνον λαχεῖν μετὰ Τεκίεω· τὰ δὲ πρὸς τὸν
Εὔξεινον πόντον καὶ Παφλαγονίαν λαχεῖν τοὺς Ὀμούρεω παῖδας.
τὸν δὲ Κερμιανὸν οὐ τῶν ἑπτὰ τούτων γεγονέναι φασίν, ἀλλὰ
βασιλέα πρόσθεν γενόμενον Ἰκονίου τῆς Καρίας πόλεως, ἐν ᾗ
τὰ βασίλεια ἐπὶ συχνόν τινα χρόνον διεγένετο τούτοις, ἀπεληλα-
μένον ἐντεῦθεν ἐπὶ Ἰωνίαν ἀπᾶραι, κἀκεῖ ἰδιωτεύοντα ἡσυχίαν
ἄγειν. οἱ μέντοι ἑπτὰ ἐτύγχανον ὄντες οἱ σύμπασαν τήνδε κοινῇ
ὑπαγόμενοι σφίσι τὴν χώραν· ᾗ χωρὶς ὃς ἕκαστος, καὶ ᾗ ἄλλῳ
ἄλλη ξυνέβαινεν, ἐπὶ τὴν αὐτοῦ ἀρχὴν παρεγένετο ἕκαστος, οὐκ
ἂν δὴ οὕτως ἐν δέοντι πολυπραγμονοίην. Σογούτην μέντοι ἐπί-
σταμαι κώμην ὡς οἱ ἀπ' ἐκείνης γενόμενοι Ὀτουμανίδων βασι-
λεῖς ἐτίμων τε ἐπὶ πλεῖστον ἐπιφοιτῶντες ταύτῃ τῇ κώμῃ, καὶ
τοῖς ἐνοικοῦσιν αὐτὴν ἀποδιδόασι γέρα τὰ νομιζόμενα.
Ἀπὸ ταύτης δὲ ἐπίσταμαι ἀκοῇ γενέσθαι Ὀτουμάνον τὸν
Ὀρθογρούλεω παῖδα, πρῶτον δὴ τοῦ γένους τούτου ἄλλας τέ οἱ
πόλεις ὑπαγόμενον ἐν τῇ Ἀσίᾳ, ἐν δὲ δὴ καὶ Προῦσαν τὴν ἐν
Μυσίᾳ πόλιν καὶ τότε εὐδαίμονα παραστησάμενον, ὑπὸ λιμοῦ
ἐκπολιορκῆσαι ἑλόντα τὴν πόλιν, καὶ ἐν αὐτῇ τὰ βασίλεια ποιη-
14
σάμενον, καὶ ἀπὸ ταύτης ὁρμώμενον ἔργα μεγάλα τε καὶ περι-
φανῆ ἀποδειξάμενον, παῖδάς τε καὶ ἀρχὴν οὐ φαύλην καταλι-
πόντα τελευτῆσαι ἐν Προύσῃ. τοῦτον δὲ ἴσμεν ἡμεῖς τοῦ γένους
τοῦδε τά τε ἄλλα ὡς οἷόν τε ἄριστα καθιστάντα, καὶ τὴν ἀρχὴν
ἐς τὸ ἐπιτηδειότατον αὐτῷ καταστησάμενον, τάξιν τε ἀρίστην
ἀποδείξασθαι ἀμφ' αὐτόν, ἣν θύρας βασιλέως καλοῦσι, καὶ
ταύτῃ γε τῇ δυνάμει τὸ ἀπὸ τοῦδε δεδιττόμενον δέει τῷ ἀμφ'
αὐτὸν κατέχειν τοὺς ὑπὸ τὴν ἀρχὴν αὐτοῦ ξύμπαντας, ἐν τάχει
παραγενομένους, ὅπῃ ἂν αὐτῷ δοκοίη, καὶ ἐπιτελοῦντας, ἅττ' ἂν
ἐπιτάττοι ὁ βασιλεύς, καὶ ἐπὶ τὰ παραγγελλόμενα ὑπὸ τῶν βασι-
λέως θυρῶν κατὰ τάχος ἰόντας. τοῦτον δὴ οὖν ἐπυθόμεθα γεν-
ναιότατόν τε ἐς τὰ πάντα γενόμενον, ταύτῃ τε ὡς ἐπὶ πλεῖστον
νομισθῆναι δαιμόνιον, καταλιπεῖν τε ἀπὸ τούτου τὴν ἐπωνυμίαν
τοῖς ἀπ' ἐκείνου γενομένοις, Ὀτουμάνου παῖδας ἔτι καὶ νῦν
καλεῖσθαι.
Ἐπὶ τούτου βασιλεύοντος ὀκτακισχίλιοι Τούρκων ἐς τὴν
Εὐρώπην διαβάντες περὶ Ἑλλήσποντον, καὶ ἐν Χερρονήσῳ
κατασχόντες φρούριον Ἑλληνικόν, καὶ ἀπὸ τούτου ὁρμώμενοι,
τήν τε Θρᾴκην ἐς Ἴστρον ἐλαύνοντες ἐληΐζοντο τὴν χώραν
ἐπιδραμόντες, τά τε πολλὰ διήρπαζον, καὶ ἀνδράποδα ὡς πλεῖστα
ἑλόμενοι ἐς τὴν Ἀσίαν διεβίβαζον, τούς τε Ἕλληνας καὶ Τρι-
βαλλοὺς ἦγον καὶ ἔφερον. ἐν τούτῳ δὴ Σκυθῶν μοῖρα οὐκ ὀλίγη
ἀπὸ Σαρματίας ἐπὶ τὸν Ἴστρον ἐλάσαντες καὶ τόν γε Ἴστρον
διαβάντες, τούς τε Τούρκους ἐν τῇ Θρᾴκῃ κατέλαβον καὶ μαχε-
σάμενοι ἐτρέψαντο, καὶ πλὴν ὀλίγων τινῶν διεχρήσαντο σύμπαν-
15
τας ἀφειδέστατα. ὅσοι δὲ οὐκ ἐφθάρησαν, διασωθέντες ἐς τὴν
Χερρόνησον, ἐς τὴν Ἀσίαν αὖθις διαβάντες οὐκέτι πάλιν ἀφί-
κοντο.
Τότε οὖν τὰ Ἑλλήνων πράγματα ἐταλαντεύετο ἐπ' ἀμφότερα,
διαφερομένων σφίσι κατὰ τὴν Βυζαντίου βασιλείαν ἀμφοῖν βασι-
λέοιν τοῖν Ἀνδρονίκοιν, τοῦ τε πάππου καὶ υἱιδοῦ, τῶν Παλαιο-
λόγων. ἐφ' ὧν δὲ ἐς διαφορὰν σφίσιν ἀφικομένων οἵ τε Ἕλλη-
νες πρὸς ἑκατέρους διέστησαν, καὶ αὐτοῖς τὰ πράγματα ἤδη
πάμπαν ἐφθείρετο. τῷ γὰρ πρώτῳ Ἀνδρονίκῳ ἐγεγόνει παῖς
Μιχαῆλος, ὃς ἐτελεύτησε, πρὶν ἢ ἐς τὴν βασιλείαν ἐλθεῖν. μετὰ
δὲ τὴν ἐκείνου τελευτὴν Ἀνδρόνικος ὁ παῖς αὐτοῦ γεγηρακότι
ἤδη τῷ πάππῳ, ἀξιῶν αὐτὸς ἔχειν τὴν βασιλείαν, καθίσταντο
ἐς διαφοράν, αὐθαδέστερος ὢν ἢ ὥστε πείθεσθαι, καὶ πράγματα
παρεῖχεν ἀνήνυτα, τούς τε Τριβαλλοὺς ἐπαγόμενος καὶ Ἑλλήνων
τοὺς ἀρίστους οἱ προσεταιριζόμενος ἐς τὴν βασιλείαν, ὡς διὰ
ταῦτα μηδὲ ἐξεῖναι αὐτοῖς τὸ παράπαν τοὺς Τούρκους ἐς τὴν
Εὐρώπην διαβάντας ἀμύνεσθαι. καθ' ὃν δὴ χρόνον ἥ τε Προῦσα
ἐξεπολιορκήθη λιμῷ ἁλοῦσα ὑπὸ Ὀτουμάνου, καὶ ἄλλαι κατὰ
τὴν Ἀσίαν πόλεις ἑάλωσαν. ὅθεν οἵ τε Τοῦρκοι ἐπὶ μέγα ἐχώ-
ρουν δυνάμεως κατὰ τὴν Ἀσίαν, καὶ ἐς τὴν Εὐρώπην διαβάντες
κακῶς ἐποίουν τὴν Θρᾴκην, ἄλλοι τε οὐκ ὀλίγοι καὶ δὴ καὶ
Χαλίλης, ὃς δὴ ἐς τὸ κατὰ τὴν Χερρόνησον φρούριον ὑπὸ Ἑλ-
λήνων συνελαθεὶς μετεπέμπετο Τούρκους ἀπὸ τῆς Ἀσίας, καὶ
τόν τε βασιλέα ἐπιόντα ἠμύνατο, καὶ ἐπὶ πολὺ ἐξελαύνων τῆς
Θρᾴκης ἐληΐζετο, ὁπότε δὴ ἐπαγόμενος τόν τε Τριβαλλῶν ἡγε-
16
μόνα καὶ τοὺς ἀπὸ Ἰταλίας τό τε φρούριον ἐξεπολιόρκησε κατ'
ἤπειρον καὶ κατὰ θάλατταν. οἱ μὲν οὖν Τοῦρκοι ἔλαθον δρασμῷ
ἐπιχειρήσαντες ἐς τὴν Ἀσίαν νυκτὸς διαβάντες. ἀνωμάλως μὲν
ἔς τε τὰ ἄλλα σφίσιν ἔχοντες οὗτοι οἱ βασιλεῖς, καὶ αὐτομόλοις
Τούρκων ἡγεμόσι, τῷ τε Ἀζατίνῃ καὶ ἄλλοις, οὐ καλῶς ἐχρή-
σαντο, ὥστε ἐπιτηδείως ἔχειν σφίσιν τούς τε ἀπὸ Ταρακῶνος
καὶ Ἰταλίας, οὓς δὴ μετεπέμπετο ἐπὶ τὸν Τούρκων βασιλέα
Ὀρχάνην, ὃς Φιλαδέλφειαν ἐπολιόρκει, καὶ ἐς τὴν ἐπὶ τῇ Χερ-
ρονήσῳ φυλακὴν τῆς Καλλιουπόλεως.
Οὗτοι μὲν οὖν οἱ Ταρακῶνες καὶ οἱ ἀπὸ Ἰταλίας ἐς τὴν Καλ-
λιουπόλεως φυλακὴν τεταγμένοι, τοῖς μετὰ Ἀζατίνεω αὐτομόλοις
χρησάμενοι Τούρκοις, συνεστήσαντο ἀλλήλοις ὡς τῇ πόλει ἐπιθη-
σόμενοι, καὶ ἐπειδὴ ἔγνωσαν κατάδηλοι ὄντες, ἐμηνύθη γὰρ ὑπ'
αὐτῶν τινὸς τοῖς Ἕλλησι, διὰ τῆς Θρᾴκης ἴεντο, καὶ τὴν Ῥοδόπην
διαβάντες ἀφίκοντο ἐς Κασσάνδρειαν, Ποτίδαιαν τὸ πάλαι καλου-
μένην. ἐντεῦθεν δὲ τῶν μὲν μετὰ Ἀζατίνεω Τούρκων, ὅσοι παρῆ-
σαν, ἀφίκοντο ἐς τὸν Τριβαλλῶν βασιλέα, οἱ δὲ ἀπὸ τῆς Ἀσίας
τὰ ἔμπαλιν γενόμενοι ἴεντο πεζοὶ ἐπὶ τὴν Χερρόνησον, αὖθις ἐν
νῷ ἔχοντες, ὅτῳ ἂν δύναιντο τρόπῳ, ἐς τὴν Ἀσίαν διαβῆναι.
καί πῃ καὶ σπονδὰς τοῖς Ἕλλησι ποιησάμενοι, ὡς ἐπεβούλευον
αὐτοὺς οἱ Ἕλληνες ἑλεῖν βουλόμενοι, ἔς τι φρούριον τὸ κατὰ
τὴν Χερρόνησον διεσώζοντο. καὶ οὗτοι αὖθις κακῶς ἐποίουν
τοὺς Ἕλληνας· οἱ μέντοι ἀπὸ ἑσπέρας τε καὶ Ἰταλίας ἄνδρες,
17
διὰ Μακεδονίας τε καὶ Θετταλίας ἐς Βοιωτίαν ἀφικόμενοι,
κατέσχον αὐτὴν καὶ τὰς Θήβας ἠνδραποδίσαντο ἀφροσύνῃ τοῦ
ἡγεμόνος, ὃς δεδιότας αὐτοὺς ὑπολογιζόμενος ἐπῄει ὡς ἀναρπα-
σόμενος. οὗτοι μὲν οὖν ταφρεύσαντες τὸ χωρίον, καὶ ὕδωρ ἐς
αὐτὸ ἐμβαλόντες, ἐπὶ πολὺ ἄβατον τοῖς ἱππεῦσιν ἐποίησαν τὸ
χωρίον. οἱ μὲν οὖν ἱππεῖς οἱ μετὰ τοῦ ἡγεμόνος ἔθεον δρόμῳ
ἐπὶ τοὺς ἑσπερίους ὡς ἀναρπασόμενοι, ἐμβάντες δὲ ἐς τὸ χωρίον
χαλεπῶς ἐχρήσαντο σφίσιν αὐτοῖς· οἱ δὲ Ταρακῶνες καταπέλταις
τε καὶ τόξοις βάλλοντες καὶ ἀκοντίοις τοὺς πολλοὺς τῶν Βοιω-
τῶν αὐτοῦ ταύτῃ διεχρήσαντο, ὕστερον δὲ ἐπὶ τὴν πόλιν ἐλθόν-
τες αὐτοβόει τε τὴν πόλιν εἷλον καὶ ἠνδραποδίσαντο. οὗτος μὲν
οὖν ὕστερον ἐς Ἰταλίαν περαιούμενος ἐπ' οἴκου ἐτράποντο ἕκα-
στος· Ἕλληνες δὲ μετὰ Ἀνδρονίκου τοῦ βασιλέως, καὶ τοῖς ἀπὸ
Τούρκων ἐπὶ σφᾶς αὐτομόλοις καὶ τοῖς ἀπὸ Ἰταλίας κακῶς
χρησάμενοι, οὐχ ὅπως οὐδὲν εὕραντο ἐπιτήδειον, ἀλλὰ καὶ πολε-
μίους σφίσιν ἔχοντες τούτους, ἐπὶ τὸ τοὺς σφῶν εὐγενεῖς θερα-
πεύειν μόνον τραπόμενοι τῆς τε ἀρχῆς εἰσόδους κατανήλισκον,
καὶ οὔτε στράτευμα συνέλεγον, οὔτε ξένους μισθωσάμενοι, καὶ
τοὺς πολεμίους ἐπιόντας σφίσι τιμωρεῖν ἠβούλοντο.
Ἐπάνειμι δὲ ἐπ' ἐκεῖνο τοῦ λόγου, ὅθεν μοι ἐξέλιπε. Ὀτου-
μάνος μὲν οὖν Ὀρθογρούλεω, τὰ πλέω τῆς ἐς τὴν Ἀσίαν Ἑλ-
λήνων χώρας καταστρεψάμενος, ἐς Νίκαιάν τε ἐσέβαλε καὶ ἐς
Φιλαδέλφειαν, οὐ μέντοι γε εἷλε τὸ ἄστυ· καὶ πρὸς Τούρκους
τοὺς μετὰ Ὀμούρεω διενεχθεὶς ἐπολέμησεν· ἄρξας δὲ ἐν Προύσῃ,
18
ἐν ᾗ τὰ βασίλεια ἐπεποίητό οἱ, ἐτελεύτησε, καταλιπὼν παῖδας
καὶ χώραν οὐ φαύλην καὶ στρατὸν οὐκ ἀγεννῆ. τελευτήσαντος
δὲ Ὀτουμάνου ὁ νεώτερος τῶν παίδων αὐτοῦ γενόμενος τοὺς
ὅτι ἐγγύτατα παρὰ τῷ πατρὶ διαιτωμένους, ὡς οἷον τ' ἦν αὐτῷ,
ἀνακτώμενος ἐπιτηδείους τε αὑτῷ εἶχε καὶ ἐς τὰ μάλιστα συνή-
θεις. ἀπὸ τούτων δὴ ἐπεί τε τάχιστα ἐπύθετο τελευτῆσαι Ὀτου-
μάνον, ὄντα ἤδη, ᾗ φασιν, ἐπὶ γήραος οὐδῷ, ἀποφυγεῖν μὲν
αὐτίκα τοὺς ἀδελφοὺς ἐκποδὼν γενομένους ἐπὶ Ὄλυμπον τῆς
Μυσίας ὄρος, διαπορευόμενον δὲ κατὰ τὴν ὁδὸν περιτυχεῖν ἵππων
φορβῇ ταύτῃ που τῆς χώρας ἐπινεμομένῃ, καὶ διανεῖμαι ταύτην
ἀνδράσι τοῖς ἀπὸ τοῦ ὄρους ἐπ' αὐτὸν συλλεγομένοις, καὶ ἐπι-
καταβαίνοντα ἐς τὸ πεδίον ἐπιτρέπειν αὐτοῖς διαρπάζειν, ὅσα γ'
ἂν τούτοις προχωροίη, ὁρμώμενον δὲ ταύτῃ ἀπὸ τοῦ ὄρους ἄγειν
καὶ φέρειν τὴν πόλιν. τῶν δὲ ἀδελφῶν αὐτοῦ σφίσιν ἀλλήλοις
διαπολεμούντων τε καὶ ἀμφὶ τοὺς οἰκείους ἐχόντων πολέμους,
ἐς ὃ δὴ καὶ οὐκ ὀλίγων τῶν ἀπὸ τῆς πόλεως καὶ ἀμφὶ τὼ
ἀδελφὼ ἐπιγενομένων αὐτῷ, ἐπικαταβῆναί τε ἐς τὸ πεδίον, καὶ
ἐς πόλεμον καθιστάμενον τοῖς ἀδελφοῖς οὖσι διῃρημένοις καὶ
ἀνὰ μέρος ἑκατέρῳ στρατοπεδευομένῳ μαχέσασθαι, καὶ περι-
γενόμενον ἀνελεῖν ἄμφω τὼ ἀδελφώ, καὶ οὕτω τὴν βασιλείαν
παραλαβεῖν. τοῦτο δὲ ἔγωγε ἀναπυνθανόμενος εὗρον οὐ γνώμην
19
ταύτην περὶ τῶν ἀδελφῶν, χρῆσθαι σφίσιν αὐτοὺς ὡς πολεμίους,
ἀποφηναμένοις νομίζεσθαι παρ' αὐτοῖς ἔτι καὶ ἐς τόνδε τὸν
χρόνον· ἀλλ' ὑπὸ τῶν τοῖς Ὀγουζίοις ἡγεμόνων καθισταμένων
καὶ πρόσθεν γενόμενον διεπυθόμην.
Ὀρχάνης μὲν οὖν ἐπεί τε εἰς τὴν βασιλείαν παρῄει, σύμ-
πασάν τε τὴν Λυδίαν κατεστρέφετο, καὶ τοῖς ἐν τῇ Ἀσίᾳ Ἕλ-
λησι καθίστατο ἐς πόλεμον, καὶ συχνὰς τῶν ταύτῃ Ἑλληνίδων
πόλεων πολιορκίᾳ παραστησάμενος ὑπηγάγετό οἱ, τῶν γε Βυζαν-
τίου βασιλέων πρὸς τοὺς ἐν τῇ Θρᾴκῃ Τριβαλλούς τε ἅμα καὶ
Μυσοὺς κατὰ τοῦτο τοῦ χρόνου ἐπικειμένους σφίσιν ἐς τὰ μά-
λιστα τὸν πόλεμον διαφερόντων. μετὰ δὲ ταῦτα ἐπὶ Καππαδοκίαν
ἐλαύνων, ἔστιν ἃ τῶν πολισμάτων ὑφ' αὑτῷ ποιησάμενος, ἐπὶ
Νίκαιαν τὴν ἐν Βιθυνίᾳ πόλιν ἐστρατεύετο. ἐπολιόρκει μὲν οὖν
τὴν πόλιν. ἐνταῦθα ὡς ἡ ἀγγελία ἦλθεν ἐς τὸν Ἑλλήνων βα-
σιλέα, τήν τε Νίκαιαν πολιορκεῖσθαι καὶ τοὺς ἐν τῇ πόλει, εἰ
μή τις ἐπαμύνοι σφίσι, προσχωρήσειν τῷ βαρβάρῳ, στράτευμά
τε συνελέγετο ἐς τὴν βασιλείαν ἤδη παριών, οὐ περιοψόμενος
τὴν Νίκαιαν, ὡς τιμωρήσειν παρεσκευάζετο διαμαχούμενος οὐδὲν
ἧττον πρὸς Ὀρχάνην τὸν Ὀτουμάνεω ἢ ἀναστησόμενος ἀπὸ τῆς
Νικαίας. οὗτος μὲν δὴ ὡς τῶν ἄλλων πολλαχῶς ἐπιχειρησάντων
οὐ προεχώρησεν ἐπὶ τὴν βασιλείαν, τούς τε Ἕλληνας συνιστῶν
ἐπὶ τὸν πάππον καὶ νεώτερα πράσσων πράγματα, Μιχαῆλον τὸν
20
Μυσῶν ἡγεμόνα ἐπηγάγετό οἱ ἐς συμμαχίαν, ἐπιγαμίαν ποιησά-
μενος, τὴν ἀδελφὴν αὐτῷ ἐς γάμον ἐκδοὺς γήμαντι πρόσθεν
τὴν τοῦ βασιλέως Τριβαλλῶν ἀδελφήν. ὅθεν ὁ Τριβαλλῶν ἡγε-
μὼν ἐπ' αὐτόν τε ὥρμητο στρατεύεσθαι, ἔχων μεθ' ἑαυτοῦ τὸν
Μιχαήλου ἀδελφιδοῦν Ἀλέξανδρον· τόν τε Μιχαῆλον μάχῃ ἐκρά-
τησε, καὶ Ἀλέξανδρον τὸν ἀδελφιδοῦν αὐτοῦ ἐς τὴν βασιλείαν
καταστησάμενος. τῆς ἐς αὐτὸν ὕβρεως αἰτιασάμενος οὖν τοὺς
Ἕλληνας ἐστρατεύετο ἐπ' αὐτούς, καὶ πολίσματα ἄττα ἐξελὼν
ἀπεχώρησεν ἐπ' οἴκου. ὕστερον μέντοι σπονδὰς ἐποιήσαντο, ἐφ'
ᾧ ξένοι καὶ φίλοι εἶναι ἀλλήλοις. ἐνταῦθα ἐπυνθάνετο Ὀρχάνην
ἐπιδραμόντα τὰ κατὰ τὴν Βιθυνίαν χωρία καὶ ἀνδραποδισάμενον
πολιορκεῖν τε τὴν Νίκαιαν καὶ οὐκ ἀνιέναι προσβάλλοντα τῷ
τείχει. στράτευμά τε ξυναγείρας καὶ ἐς τὴν Ἀσίαν διαβὰς ἤλαυ-
νεν ἐπὶ Νίκαιαν, ἀμύνειν βουλόμενος τοῖς ἐν τῇ πόλει. Ὀρχάνης
μέν, ἐπειδὴ ἠγγέλθη ἐπιέναι ἐπ' αὐτὸν στράτευμα Ἑλληνικόν,
συνταξάμενος ἀντεπῄει, τό τε στράτευμα ἔχων ἐν τάξει ὡς μα-
χούμενος τὸν στρατὸν ἀντεπήγαγε καὶ ἐν Φιλοκρήνῃ γενόμενος
εὗρε στρατοπεδευόμενον τὸν Βυζαντίου βασιλέα. οὐ πολὺ δὲ
ὕστερον μάχης ἰσορρόπου γενομένης αὐτός τε ὁ βασιλεὺς ἐτρώθη
εἰς τὸν πόδα, καὶ Ἑλλήνων οὐκ ὀλίγοι τραυματίαι γενόμενοι
ἔγνωσαν δεῖν ἐς Φιλοκρήνην εἰσελθεῖν, ὥστε ἀναλαβεῖν σφᾶς
αὐτοὺς καὶ ἀναμαχέσασθαι ἐνταῦθα. ὡς ἐπὶ τὴν πόλιν ἐτρά-
ποντο, κατὰ νώτου γενόμενοι οἱ βάρβαροι καὶ ἐπικείμενοι συχ-
νούς τε τῶν Ἑλλήνων διέφθειρον, καὶ τούς γε λοιποὺς ἐς τὴν
21
πόλιν συνελάσαντες ἐπολιόρκουν, ἐπεὶ δὲ παράλιος ἦν αὕτη ἡ
πόλις, ὡς οὐδὲν προεχώρει τῷ Ὀρχάνῃ, αὖθις ἐπὶ Νίκαιαν
ἐλθὼν ἐπολιόρκει τε ἐπί τινα χρόνον καὶ εἷλε τε οὐ πολλῷ
ὕστερον ὁμολογίᾳ παραστησάμενος. οὕτω Νίκαια ἐπὶ Ὀρχάνῃ
ἐγένετο.
Εἰσέβαλε δὲ καὶ εἰς Φιλαδέλφειαν, ἀλλ' οὐκ ἠδυνήθη
παραστήσασθαι πολιορκῶν διὰ τὸ πλῆθος τῶν ἐπικούρων. μετὰ
δὲ ταῦτα διενεχθείς, ὥς φασι, πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ βαρβάρους
ἡγεμόνας, τούτων ἐνίους συμμάχους οἱ προσλαβόμενος τοῖς ἄλλοις
πολεμῶν οὐκ ἀνίει. ὕστερον μέντοι χρόνου συχνοῦ διελθόντος,
Καντακουζηνοῦ βασιλέως Ἑλλήνων ἄρτι γενομένου ἔγημε θυγα-
τέρα, καὶ ἐπιγαμίαν ποιησάμενος ταύτην εἰρήνην τε τοῖς Ἕλλη-
σιν ἐποιήσατο, καὶ τοῦ λοιποῦ πρὸς τοὺς ἐν τῇ Φρυγίᾳ βαρβά-
ρων ἡγεμόνας διενεχθεὶς ἐπολέμει. ὡς τελευτήσαντος γὰρ Ἀν-
δρονίκου τοῦ βασιλέως, κατελείφθη τε αὐτῷ παῖς ἀμφὶ τὰ δυο-
καίδεκα ἔτη γεγονώς, καὶ τόν γε Καντακουζηνὸν κατέλιπεν,
ἄνδρα εὐδαίμονα καὶ μέγα δυνάμενον, τόν τε παῖδα ἐπιτροπεύειν,
ἄχρι δ' ἂν ἐπὶ τὸ τῆς ἡλικίας ἀφίκηται ἐντελές, καὶ τὴν βασι-
λείαν περιέπειν, μέγα τε ὄλβιον, καὶ ἀρεσκόμενος τούτῳ ἐπέ-
τρεψε τὰ ἀμφὶ τὴν βασιλείαν τε καὶ τὸν παῖδα, ἐμπεδώσας
ὅρκοις ἦ μὴν ἀδόλως ἐπιτροπεύειν τῆς τε βασιλείας ἅμα καὶ
τοῦ παιδός, καὶ ἀβλαβῆ τὸν παῖδα ἐς τὴν βασιλείαν καταστή-
σειν. ὡς δὲ ἐτελεύτησεν ὁ βασιλεύς, χρόνου οὐ πολλοῦ διελ-
22
θόντος Ἑλλήνων τέ τινων ἐναγόντων ἐς τοῦτο καὶ συνεπιλαβο-
μένων τήν τε βασιλείαν κατέσχε καὶ τὸν παῖδα κακὸν μὲν οὐδέν
τι εἰργάσατο, κηδεστὴν δέ οἱ ποιησάμενος ὀλιγώρως τὰ τοῦ
παιδὸς εἶχε, καὶ ἑαυτῷ ᾤετο τοὺς Ἕλληνας μᾶλλόν τι ἀνακτή-
σασθαι. ὁ μὲν οὖν Καντακουζηνὸς τὴν βασιλείαν ἀφελόμενος
τὸν παῖδα, πρὸς Ὀρχάνην τὴν ἐπιγαμίαν ποιησάμενος ἑαυτῷ
ξένον τε καὶ φίλον ἐκτήσατο ἐς τὰ μάλιστα.
Ὀρχάνης μὲν δὴ βασιλεύσας ἔτη 〈ἕν τε καὶ τριάκοντα〉 ἐτε-
λεύτησε, παῖδας καταλιπὼν Σουλαϊμάνην τε καὶ Ἀμουράτην. Σου-
λαϊμάνης μὲν οὖν ὁ Ὀρχάνεω τὴν βασιλείαν παραλαβὼν τοῖς τε
Ἕλλησιν ἐπιὼν ἐπολέμει αὐτίκα, καὶ ἀνδράποδα ἀπὸ τῆς ἐς τὴν
Ἀσίαν Ἑλλήνων χώρας ὡς πλεῖστα ἀγόμενος καὶ ἐς Εὐρώπην
διαβάς, τῶν μετὰ Χαλίλεω πρότερον κατὰ τὴν Χερρόνησον πρὸς
Ἕλληνας διενεχθέντων ἐναγόντων τε καὶ ἐξηγουμένων αὐτῷ τὴν
διάβασιν, ὡς ἡ Εὐρώπη εἴη τε χώρα περικαλλὴς καὶ εὐχερὴς
χειρώσασθαι ὑπὸ Σουλαϊμάνεω βασιλέως. ἐντεῦθεν διαβιβάσας
στρατὸν οὐ πολὺν τήν τε Χερρόνησον ληΐζεσθαι, καὶ τὸ πρότερον
ἔτι φρούριον καὶ Μάδυτον κατασχόντες καὶ ἄλλ' ἄττα πολίσματα
κατὰ τὴν Χερρόνησον, ἐπέδραμόν τε τὴν Θρᾴκην ἔστε ἐπὶ Τέαρον
τὸν ποταμόν, καὶ τά τε ἀνδράποδα ἐς τὴν Ἀσίαν διεβίβαζον. καὶ
οἱ ἐν τῇ Ἀσίᾳ Τούρκων, ὅσοι ἐπυνθάνοντο ταῦτα, αὐτίκα ἐς τὴν
Εὐρώπην παρὰ Σουλαϊμάνην διέβαινον, καὶ συνελέγοντο εἰς τὴν
Χερρόνησον οὐκ ὀλίγοι· ἔνθα δὴ καὶ ἐπὶ γεωργίαν τῶν ἀπὸ τῆς
23
Ἀσίας φειδοῖ τῆς ἑαυτῶν χώρας ἐτράποντο. ὕστερον μέντοι ὁ
Ἑλλήνων βασιλεὺς διαπρεσβευσάμενος σπονδάς τε ἐποιήσατο
πρὸς Σουλαϊμάνην τὸν Ὀρχάνεω, καὶ ἐνῆγεν ἐπὶ τοὺς Τριβαλ-
λούς, ἐφ' ᾧ τε αὐτοὺς ξένους τε καὶ φίλους εἶναι ἀλλήλοις καὶ
τὸν πρὸς τοὺς Τριβαλλοὺς πόλεμον συνδιαφέρειν ἅμα ἀμφοτέρους.
Ἔνιοι μὲν οὖν φασιν, ὡς ἔτι περιόντος Ὀρχάνεω ἐν τῇ Ἀσίᾳ
τὸν παῖδα αὐτοῦ Σουλαϊμάνην ἐς τὴν Εὐρώπην διαβῆναι μετα-
πεμπομένου ἐπὶ τοὺς Τριβαλλοὺς τοῦ τῶν Ἑλλήνων βασιλέως.
τοὺς μέντοι Τριβαλλῶν ἡγεμόνας ὧδε ἐλθεῖν ἐπὶ τὰ τῆς Εὐρώ-
πης πράγματα ἐπυθόμεθα. Στέπανος ἐγένετο βασιλεὺς Τριβαλ-
λῶν, ὃς ὁρμώμενος ἦν ἀπὸ τῆς ἐς τὸν Ἰόνιον χώρας, τὰ περὶ
Ἐπίδαμνον καταστρεψάμενος, καὶ ἐς τὴν Μακεδονίαν ἠλάσατο,
καὶ ἐς τὴν τῶν Σκοπίων τὰ βασίλεια ἐποιήσατο. εἶεν δ' ἂν
οὗτοι, ὅσα γε ἔξεστι τεκμαίρεσθαι, ὅθεν προαγαγεῖν ἐπὶ τὴν τῆς
Εὐρώπης ἡγεμονίαν ἀφίκοντο, Ἰλλυριῶν γένος, ἀπὸ τῆς πρὸς
ἑσπέραν τῆς ἐς τὸν Ἰόνιον χώρας προελθόντες ἐπὶ τὴν τῶν
Σκοπίων πόλιν, τῇ τε φωνῇ παραπλησίᾳ χρώμενοι ἐκείνοις, καὶ
γένος δὲ ἐκεῖνο τῶν Ἰλλυριῶν μέγα τε καὶ ἐπὶ πλεῖστον διῆκον
τοῦ Ἰονίου πελάγους ἔστε ἐπὶ Ἑνετούς, ὡς ἂν ἔχειν οὐ χαλεπῶς
τεκμαίρεσθαι ἀπ' ἐκείνων δὲ τότε ἀνὰ τὴν Εὐρώπην σκεδασθέν-
τας ἀχθῆναι. φωνῇ τε γὰρ ἀμφότεροι τῇ αὐτῇ χρῶνται ἔτι καὶ
νῦν, καὶ ἤθεσι τοῖς αὐτοῖς καὶ διαίτῃ, ὥστε οὐκ ὀρθῶς ἂν
λέγοιεν οἱ γνώμην ἀποδεικνύμενοι περὶ Ἰλλυριῶν, ὡς εἴησαν οἱ
24
νῦν Ἀλβανοί. ἀρχὴν δ' ἐγὼ οὐδὲ προσίεμαι τὸν λόγον, ὡς εἴησαν
Ἰλλυριῶν γένος οἱ Ἀλβανοί. ὡς μὲν οὖν ἀπ' Ἐπιδάμνου καὶ
οὗτοι ὥρμηντο ἐς τὴν πρὸς ἕω χώραν τῆς Εὐρώπης ἐπὶ Θεττα-
λίαν τε ἀφικόμενοι καὶ ἐπὶ Αἰτωλίαν καὶ Ἀκαρνανίαν, οὐκ ὀλίγα
ἄττα τῆς Μακεδονίας χωρία ὑφ' αὑτοῖς πεποιημένοι ᾤκουν, οἶδά
τε αὐτὸς ἐπιστάμενος, ἀπὸ πολλῶν τεκμαιρόμενος, καὶ πολλῶν
δὴ ἀκήκοα. εἴτε μὲν οὖν ἀπὸ Ἰαπυγίας, ὡς ἔνιοί φασιν, ἐς
Ἐπίδαμνον διαβάντες ἐπὶ τὴν χώραν, ἣν ὑπηγάγοντο σφίσιν, ἄλλος
ἄλλῃ ἀφίκοντο, εἴτε αὐτοῦ περὶ Ἐπίδαμνον τὴν ἀρχὴν Ἰλλυριῶν
ὅμοροι προϊόντες κατὰ βραχὺ κατέσχον τὴν πρὸς ἕω τῆς Ἐπι-
δάμνου χώραν, οὐκ ἔχω, ὅπῃ συμβάλλωμαι ἀσφαλῶς. ᾗ μὲν
ἄμφω τὼ γένεε τούτω, Τριβαλλοί τε καὶ Ἀλβανοί, ἀπὸ τῆς ἐς
τὸν Ἰόνιον χώρας ὡρμημένω, τὸ μὲν πρὸς ἕω τῆς Εὐρώπης
ἰόντες τὴν ταύτῃ χώραν ᾤκησαν καὶ οὐκ ὀλίγα σφίσιν ἐς τὴν
ἀρχὴν ὑπηγάγοντο, τὸ δὲ πρὸς ἑσπέραν ὡρμημένον σχεδὸν ἔστε
Εὔξεινον πόντον ἀφίκοντο καὶ ἐπὶ Ἴστρον ἄχρι Θετταλίας ἐλά-
σαντες, ὧδέ μοι εἰρήσεται.
Ὁ βασιλεὺς ἀπὸ τῆς τῶν Σκοπίων πόλεως ὡρμημένος, ἔχων
μεθ' ἑαυτοῦ ἄνδρας τε τὰ ἐς πόλεμον ἀγαθοὺς καὶ στρατιὰν οὐ
φαύλην, πρῶτα μὲν τὰ περὶ Καστορίαν κατεστρέψατο χωρία, καὶ
25
ἐπὶ Μακεδονίαν ἐλάσας, πλὴν Θέρμης τὰ ἄλλα ὑφ' αὑτῷ ποιη-
σάμενος, ἐπὶ Σάβαν τε προελαύνων καὶ ἐπὶ τὰ κατὰ τὸν Ἴστρον
χωρία, μεγάλα ἀπεδείκνυτο ἔργα, καὶ τήν τε χώραν ταύτῃ σύμ-
πασαν καταστρεψάμενος εἶχε. τάξας δὲ ἀνὰ τὴν Εὐρώπην τῶν
ὑποχειρίων ἄλλους ἄλλῃ ἐπὶ μέγα τε ἐχώρει δυνάμεως, καὶ ἐπὶ
Ἕλληνας ἤλαυνε τὴν ἀρχὴν ἀφαιρησόμενος, καὶ πολλαχῇ ἐπὶ
τὰ κατὰ τὸ Βυζάντιον χωρία στρατὸν ἐπαφεὶς ἀπέδραμέ τε καὶ
ἀνεχώρει. καὶ ἦν ἐπὶ τούτου τὰ Ἑλλήνων πράγματα προσδόκιμα
ἐπὶ τὸν ἔσχατον ἀφίξεσθαι κίνδυνον, ὑπὸ σφῶν τε αὐτῶν περι-
τρεπόμενα κατὰ τὴν τῆς βασιλείας ῥᾳστώνην, ἐπὶ τὸ ἀκόλαστον
καὶ ἀνειμένον τῆς διαίτης Ἀνδρονίκου, τοῦ πρεσβυτέρου βασιλέως
φημί, τετραμμένου ταύτῃ. ἐς μάχην μὲν οὖν τὸ Ἑλληνικὸν γένος
ἀπελθεῖν καὶ διαπειρᾶσθαι γνώμην οὐκ ἐποιεῖτο, σώζειν μέντοι
τὰ τείχη τρόπῳ, ὅτῳ ἂν δύναιντο, ἀσφαλεστάτῳ. ἤλασε μὲν οὖν
καὶ ἐπὶ Αἰτωλίαν, καὶ Ἰωαννίνων τὴν πόλιν εἷλε. καὶ τὰ μὲν
κατὰ τὴν Μακεδονίαν περὶ Ἀξιὸν ποταμὸν Ζάρκῳ ἐπέτρεψεν,
ἀνδρὶ ἐς τὰ πρῶτα τιμῆς ἀνήκοντι παρ' ἑαυτῷ, τὰ δὲ ἀπὸ
Φερρῶν ἔστε ἐπὶ Ἀξιὸν ποταμὸν Μπογδάνῳ ἀνδρὶ ἀγαθῷ καὶ
τὰ ἐς πόλεμον οὐκ ἀδοκίμῳ, τὰ δὲ ἀπὸ Φερρῶν ἔστε ἐπὶ Ἴστρον
Κράλῃ τε καὶ Οὐγγλέσῃ τοῖν ἀδελφοῖν, ὧν θάτερος μὲν οἰνοχόος
ἦν τοῦ βασιλέως, ὁ δὲ ἕτερος ἱπποκόμος. τὰ μέντοι περὶ τὸν
Ἴστρον Βούλκῳ τῷ Ἐλεαζάρῳ τοῦ Πράγκου ἐπέτρεψε, καὶ τὰ
ἀμφὶ τὴν Τρίκκην καὶ Καστορίαν Νικολάῳ τῷ ζουπάνῳ, καὶ τὰ
26
περὶ Αἰτωλίαν Πρεαλούπῃ. τὰ δὲ περὶ Ὀχρίδα τε καὶ Πριλα-
παίων χώραν οὕτω καλουμένην ἐπέτρεψε Μλαδένῃ εὐθύνειν,
ἀνδρὶ οὐκ ἀγεννεῖ. τούτοις μὲν δὴ ἐπυθόμεθα ἐπιτετράφθαι τὰ
κατὰ τὴν Εὐρώπην ὑπὸ Στεπάνεω τοῦ βασιλέως· ἐπεὶ δὲ ἐτελεύ-
τησε βασιλεύς, ἕκαστος, ἣν κατεῖχε χώραν ἐπιτετραμμένος, ἦρχόν
τε καὶ ἀλλήλοις εἰρήνην συνθέμενοι σφῶν μὲν αὐτῶν τοι ἀπεί-
χοντο, τοῖς δὲ Ἕλλησιν, ὡς ἑκάστῳ προεχώρει, ἐπετίθεντό τε
καὶ ἐπολέμουν. Μιχαῆλον μέντοι τὸν Μυσῶν ἡγεμόνα, ἀπὸ τὰ
κάτω τοῦ Ἴστρου ἐπινεμόμενον ἐπὶ Εὔξεινον πόντον καὶ τὰ βα-
σίλεια ἐν Τρινάβῳ ποιησάμενον, παλαιότερον γενόμενον Στεπάνεω,
ἀναπυνθανόμενος εὑρίσκω, ὡς ταύτῃ Βουλγάρους μὲν τούτους, οὕς
γε Μυσοὺς ὀνομάζομεν, Σέρβους δὲ ἐκείνους, 〈οὓς〉 καὶ Τριβαλλούς,
διακεκρίσθαι ἀπ' ἀλλήλων ἐς τοὔνομα ξυνηνέχθη ἀπὸ τούτου.
τούτω δὲ ἄμφω τὼ γένεε ὡς παντάπασιν ἑτέρω ὄντε ἀλλήλων,
καὶ διεστηκότε νομίζεσθαι. ὡς μὲν ἕκαστος τούτων τήν τε ἀρχὴν
ἀφῄρηντο ὑπὸ τῶν βαρβάρων καὶ αὐτοί τε ἀπώλοντο, ἐς τὸ
πρόσω τοῦ λόγου ἰόντι εἰρήσεταί μοι.
Σουλαϊμάνης μὲν οὖν ἐπεί τε τὰ κατὰ τὴν Χερρόνησον πο-
λίσματα πλὴν Καλλιουπόλεως κατέσχε τε καὶ ἐνηυλίζετο, ὥστε
ἔχειν ὁρμώμενος ἀπὸ τούτων τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἐλαύνων
καταστρέφεσθαι, ὡς τοῖς Ἕλλησιν εἰρήνην ἐποιήσατο, ἐστράτευεν
27
ἐπὶ Κράλην τε καὶ Οὐγγλέσην τοὺς Τριβαλλῶν ἡγεμόνας, οἳ δὴ
τοῖς Ἕλλησιν ἐπετίθεντο καὶ χαλεποὶ ἦσαν διὰ τὸ μηδέποτε
ἡσυχίαν ἄγειν, ἀλλ' ἀεὶ κακῶς ποιεῖν πολεμοῦντας τοῖς Ἕλλησιν.
οὗτοι μὲν οὖν ὡς ἐπύθοντο Σουλαϊμάνην διαβάντα ἐς τὴν Εὐρώ-
πην δῃοῦν τε ἐπὶ τῇ Ἑλληνικῇ τὴν σφετέραν αὐτῶν χώραν καὶ
διαρπάζειν μηδενὸς φειδόμενον, ἐστρατεύοντο ἐπὶ τοὺς Τούρκους,
καὶ συμβαλόντες μάχῃ τε ἐκράτησαν καὶ διέφθειρον οὐκ ὀλίγους
ἐν τῇ ἐπιδρομῇ. μετὰ δὲ ταῦτα, ὡς ᾔσθοντο ἤδη τὰ Τούρκων
πράγματα ταχὺ ἐπὶ μέγα προχωροῦντα δυνάμεως, καὶ τοὺς ἀπὸ
Ἀσίας Τούρκους αἰεὶ διαβαίνοντας προσγίνεσθαι αὐτῷ, ὥστε καὶ
ἐς πολιορκίαν τῶν κατὰ τὴν Εὐρώπην πόλεων καθίστασθαι, καὶ
προϊόντας ἐπὶ τὴν μεσόγαιον τῆς Θρᾴκης, συνελέγοντό τε στρά-
τευμα ἀμφότεροι. Οὐγγλέσης μὲν οὖν ὥρμητο ἀπὸ Φερρῶν ἐπὶ
τοὺς Τούρκους, ἐν αἷς τὰ βασίλεια ἦν αὐτῷ· Κράλης τε ἅμα
αὐτῷ ὁ ἀδελφὸς στράτευμα ἔχων ἀπὸ τῆς μεσογαίου τῆς Θρᾴ-
κης συνῄει τῷ ἀδελφῷ ὡς στρατευσόμενοι ἅμα 〈ἐπὶ〉 τοὺς Τούρ-
κους. ὁ μὲν οὖν Σουλαϊμάνης ἔτυχε πολιορκῶν πόλισμά τε παρὰ
Τέαρον ποταμόν, διέχον ἀπὸ Ἀδριανουπόλεως σταδίους ὡσεὶ
ἑβδομήκοντα, καὶ σκηνὰς μὲν αὐτοῦ οὐκ ὀλίγας ἀπὸ πίλων αἰγῶν
ἐπήξατο, ἐν αἷς δὴ οἱ κατὰ τὴν Ἀσίαν Σκύθαι τε οἱ νομάδες
καὶ Τούρκων οἱ πρὸς τόνδε τὸν βίον τετραμμένοι σκηνοῦν εἰώ-
θασι, καὶ ἐπολιόρκει τὸ χωρίον προσέχων ἐντεταμένως. διατρί-
28
βοντα δὲ αὐτὸν λέγεται, ὡς τάχιστα ἐπύθετο ἐπιόντας οἱ τοὺς
πολεμίους, λαβεῖν τε ἐπιλεξάμενον ἄνδρας ἐς ὀκτακοσίους τῶν
ἀμφ' αὑτὸν ἀρίστων, καὶ νυκτὸς ἐπελάσαντα ἐς τὸ πολεμίων
στρατόπεδον καταδυόμενον, ὡς ἤδη ἡ ἠὼς ὑπέφαινε, καὶ οὔτε
φυλακὰς ἔχοντας τοὺς πολεμίους ἑώρα αὐτούς τε τὰ πολλὰ
παρὰ Τέαρον ποταμόν, ὡς ὕδωρ κάλλιστόν τε παρέχεται πιεῖν
καὶ ὑγιεινότατον, θέρους δὲ ἦν ὥρα, ὀλιγώρως τε τῶν ὅπλων
σφίσιν αὐτοῖς καὶ τῶν ἵππων ἔχοντας, οἷα τοὺς πολεμίους ἐν
οὐδενὶ λόγῳ ποιουμένους, ἐπὶ ῥᾳστώνην τετραμμένους, κατὰ Τζερ-
νομιανὸν χῶρον ἐπεισπεσεῖν τε ἄφνω σὺν τοῖς ὀκτακοσίοις καὶ
διαφθεῖραι σύμπαντα τὸν στρατὸν κτείνοντας ἀφειδέστατα, ὥστε
τοὺς πλείονας αὐτῶν πεσεῖν ἐς τὸν ποταμόν, καὶ ἐν ἀπορίᾳ
εἴχοντο, ὅποι τράπωνται γενόμενοι, καὶ ταύτῃ διαφθαρῆναι. ἔνθα
ὅ τε Οὐγγλέσης ἀπώλετο καὶ ὁ Κράλης ὁ ἀδελφὸς αὐτοῦ ἐν
ταύτῃ τῇ μάχῃ. ὅτῳ δ' ἂν τρόπῳ διεφθάρη, οὐκ ᾔδει οὐδείς,
ὥστε οἴεσθαι τοὺς προσήκοντας αὐτῷ περιεῖναι ἔτι αὐτὸν ἐπὶ
πολύν τινα χρόνον.
Ὡς οὖν ταύτην τὴν νίκην εὐκλεῆ καὶ περιφανῆ ἀνείλετο
Σουλαϊμάνης, τό τε πόλισμα, ὃ ἐπολιόρκει πρότερον, παρεστήσατο,
καὶ Ὀρεστιάδα τὴν Ἀδριανούπολιν καλουμένην ἐλαύνων ἐπολιόρ-
κει. ἔτυχε δὲ τήν τε πόλιν περὶ ἀμητὸν πολιορκῶν, καὶ προσβάλ-
λων τῷ τείχει θαμὰ οὐκ ἀνίει. ἐν τούτῳ δὲ ὄντος Σουλαϊμάνεω
τυχεῖν νεανίαν λέγουσι τῶν ἐν τῇ πόλει κατὰ ὀπήν τινα ἀπὸ τῆς
29
πόλεως φέρουσαν ἔξω λάθρᾳ τε ἐξιόντα νυκτὸς ἀμῶντα πυροὺς
κατὰ τὴν ὀπὴν ταύτην διαφορεῖν ἐς τὴν πόλιν, καὶ τοῦτο συνεχῶς
ποιοῦντα ὀφθῆναι ὑπό τινος τῶν ἐν τῷ στρατοπέδῳ. ἰδόντα δὲ
τὸν Τοῦρκον, ᾗ εἰσῄει…
…
The complete text is available when the reading interface loads.