The Greek Library Catalogue

Anonymous

Chronographia compendiaria

Edition reference
Chronographia compendiaria, ed. I. Bekker, Ioelis chronographia compendiaria [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1836]: 3–66.
CTS identifier
urn:cts:greekLit:tlg3140.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

{ΙΩΗΛΟΥ

ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΝ ΣΥΝΟΨΕΙ.}

Ἰστέον ὅτι ὁ μὲν Ἀδὰμ ἐπέθηκεν ὀνόματα τοῖς παισὶν αὐτοῦ καὶ

πᾶσι τοῖς ζῴοις χερσαίοις τε καὶ θαλαττίοις, τὸ δὲ αὐτοῦ ὄνομα

καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. καὶ ὁ μὲν

Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην αὐτοῦ ἀδελφὴν Ἀζούραν, ὁ δὲ

Σὴθ τὴν δευτέραν Ἀσουάμ, ὁ δὲ Ἄβελ παρθένος καὶ δίκαιος

ὑπῆρχεν. ὁ δὲ Κάϊν τῆς οἰκίας αὐτῷ πεσούσης ἀπέθανεν. ὁ δὲ

Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα

τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ

τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε

πλανήταις εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνων. καὶ

τὸν μὲν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν δὲ δεύτερον Δία,

τὸν τρίτον Ἄρεα, τὸν τέταρτον Ἀφροδίτην καὶ τὸν πέμπτον Ἑρ-

μῆν. μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνᾶν ὁ υἱὸς Ἀρφαξὰδ συνε-

4

γράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ

τέκνων ὀνομασίαν καὶ τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγλυμμένην.

οἱ γὰρ τοῦ Σὴθ ἔκγονοι προμυηθέντες ἄνωθεν τὴν μέλλουσαν γε-

νέσθαι φθορὰν τῶν ἀνθρώπων ἐποίησαν δύο στήλας, μίαν μὲν

λιθίνην ἑτέραν δὲ πλινθίνην, λογισάμενοι ὅτι, εἰ μὲν δι' ὕδατος

ὁ κατακλυσμός, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγλυμμένα,

εἰ δὲ διὰ πυρός, ἡ πλινθίνη σωθήσεται. ἀπὸ Μαγουσαίων δὲ

ἤτοι Περσῶν ἤρξατο ἀστρολογία καὶ μαγεία, λαβόντων ἀρχὰς

ἀπὸ Νεβρὼδ τοῦ τὴν Βαβυλῶνα κτίσαντος.

Μετὰ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θύρρας τις τοὔνομα,

ἔτη λʹ, ὃν καὶ μετεκάλεσαν Ἄρεα εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος,

ᾧ τινὶ Ἄρει πρώτην στήλην ἀνέστησαν οἱ Ἀσσύριοι, καὶ ὡς θεὸν

μέχρι τοῦ νῦν προσκυνοῦντες καλοῦσι Περσιστὶ Βάαλ θεός, ὅ

ἐστιν Ἄρης πολέμων θεός, οὗ καὶ Δανιὴλ μέμνηται.

Ἐν τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς

φιλόσοφος, ὁ Τύριος, καὶ τῆς κογχύλης ἐφευρετής. μετεωριζό-

μενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου εἶδε ποιμενικὸν κύνα

ἐσθίοντα τὴν λεγομένην κογχύλην, καὶ τοῦ ποιμένος νομίσαντος

αἱμάσσειν τὸν κύνα, λαβόντος πόκον ἔριον ἀπὸ τῶν προβάτων

καὶ ἀπομάξαντος τὸ καταφερόμενον ἐκ τοῦ στόματος τοῦ κυνός,

καὶ βαφέντος τοῦ πόκου, προσέσχεν ὁ Ἡρακλῆς μὴ εἶναι αὐτὸ

αἷμα ἀλλὰ βάμματος πρόξενον, ὃ καὶ θαυμάσας ὡς μέγα δῶρον

τουτὶ προσήγαγε τῷ βασιλεῖ Φοίνικι, ὃς καὶ μᾶλλον ἐκπλαγεὶς

5

ἐκέλευσεν ἀπὸ κογχύλης ἔριον βαφῆναι καὶ γενέσθαι αὐτῷ περιβό-

λαιον, καὶ οὕτω πρῶτον αὐτὸν φορέσαι ἱμάτιον ἐκ πορφύρας.

Μετὰ Ναβουχοδονόσορ καὶ Βαλτάσαρ τὸν υἱὸν αὐτοῦ ἐβα-

σίλευσε Περσῶν Κῦρος ὁ Πέρσης, ἔτη λβʹ, ὃς πόλεμον μέλλων

συμβαλεῖν πρὸς Κροῖσον τὸν τῶν Λυδῶν βασιλέα καὶ φοβηθεὶς

μετεπέμψατο ἀπὸ τῆς Ἰνδικῆς χώρας τὸν προφήτην Δανιήλ, ὃς

ἐρωτηθεὶς εἶπε πρὸς Κῦρον “θάρσει, νικᾷς τὸν ἐχθρόν σου. περὶ

σοῦ γὰρ εἶπεν ὁ προφήτης Ἠσαΐας. οὕτω λέγει κύριος τῷ Κύρῳ,

οὗ ἐκράτησα τῆς δεξιᾶς. ἐπακούσει ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ

ἰσχὺν βασιλέως διαρρήξω. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου,

καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει. εἶπε κύριος Σα-

βαώθ.” ὁ δὲ Κῦρος ἀκούσας ταῦτα εἶπε πρὸς τοὺς πόδας τοῦ

Δανιὴλ πεσὼν “ζῇ κύριος ὁ θεός σου. ἐγὼ ἀπολύσω τὸν Ἰσραὴλ

ἐκ τῆς γῆς μου, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ.”

παραταξάμενος οὖν τῷ Κροίσῳ, κατὰ κράτος ἡττήσας καὶ χιλιά-

δας υʹ ἀπολέσας, τοὺς δὲ λοιποὺς αἰχμαλώτους σὺν αὐτῷ λαβών,

καὶ τὴν τῶν Λυδῶν βασιλείαν τελείως καταλύσας, τοὺς υἱοὺς

Ἰσραὴλ πάντας εὐθέως μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν Ἱερου-

σαλήμ.

Μετὰ δὲ Κῦρον ἐβασίλευσε Δαρεῖος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ

Καμβύσης, ἔτη ηʹ. μετὰ δὲ Καμβύσην Ἀρταξέρξης ὁ Μνήμων,

ἔτη κʹ.

6

Ἰστέον δὲ ὅτι Ῥῶμος ὁ τῆς Ῥώμης βασιλεύσας τὰ λεγόμενα

Βρουμάλια ἐπενόησεν δι' αἰτίας τοιαύτης. φασὶ γὰρ αὐτόν τε

καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκ πορνείας γεννηθέντας ἐν ἀλσώδει τόπῳ

ῥιφῆναι καὶ ὑπὸ ἀγροικικῆς τινὸς γυναικὸς εὑρεθέντας ἀνατρα-

φῆναι. ὄνειδος δὲ ἦν Ῥωμαίοις τὸ ἐξ ἀλλοτρίων τρέφεσθαι καὶ

ἀλλοτριοφάγους καλεῖσθαι. ὁ οὖν Ῥῶμος τὸ οἰκεῖον ὄνειδος ἐξα-

λεῖψαι βουλόμενος ἐπενόησε τὰ Βρουμάλια, εἰρηκὼς ἀναγκαῖον

εἶναι τὸν βασιλέα τρέφειν τὴν οἰκείαν σύγκλητον ἐν τῷ καιρῷ τοῦ

χειμῶνος ὡς ἐντίμους, ὅταν ἠρεμῶσιν ἐκ τοῦ πολέμου, τὴν δὲ

σύγκλητον πάλιν τρέφειν τὸν στρατόν. ἐκάλεσε δὲ τὸ ὄνομα τοῦ

ἀρίστου ἐξ ἐκείνου Βρουμάλιουμ, ὅ ἐστι Ῥωμαϊστὶ ἐξ ἀλλοτρίων

τραφῆναι.

Μετὰ δὲ Ῥῶμον ὑπὸ ὑπάτων καὶ στρατηγῶν τῆς Ῥώμης

διοικουμένης, ὧν εἷς ἦν καὶ Μάλιος, ὁ Φεβρουάριος συγκλητι-

κὸς ὢν καὶ τῷ Μαλίῳ φθονήσας παρεσκεύασε τοὺς συγκλητικοὺς

τοῦτον τῆς πόλεως ἐκδιῶξαι. τῶν οὖν Γάλλων τῇ εἰκάδι τοῦ

Σεξτιλίου μηνὸς νυκτὸς ἐπελθόντων καὶ τὴν πόλιν παραλαβόντων

καὶ πολὺν φόνον ἐργασαμένων, οἱ συγκλητικοὶ φυγόντες τὸν Μά-

λιον πάλιν προσκαλοῦνται, ὃς μετὰ στρατοῦ ἐπελθὼν καὶ τοὺς

Γάλλους παραλαβὼν πάντας ἀνεῖλε, καὶ κρατήσας αὖθις τῆς

Ῥώμης ἐκολόβωσε τὰς ἡμέρας τοῦ Σεξτιλίου μηνὸς ὡς δυστυχοῦς

τῇ Ῥώμῃ γενομένου διὰ τὸ τὴν παράληψιν αὐτῆς ἐν αὐτῷ γενέ-

σθαι. τὸν δὲ Φεβρουάριον τῶν ὑπαρχόντων γυμνώσας καὶ ἀτί-

7

μως τῆς πόλεως ἐκβαλὼν ἀνεῖλε, καλέσας τὸν Σεξτίλιον μῆνα

Φεβρουάριον ὡς ἄξιον τοῦ ὀνόματος.

Μετὰ δὲ τὸν εἰρημένον Ἀρταξέρξην ἐβασίλευσε Χῶος ὁ υἱὸς

αὐτοῦ, ὃς καὶ τὴν Αἴγυπτον παρέλαβε καὶ ἀπώλεσε, βασιλεύον-

τος αὐτῆς τότε Νεκτεναβώ, ὃς φυγὼν καὶ διὰ φαντασιῶν τινῶν

καὶ μαγειῶν Αἰγυπτιακῶν προλέγων τὰ μέλλοντα γνώριμος γίνεται

Φιλίππῳ καὶ Ὀλυμπιάδι τῇ γυναικὶ αὐτοῦ, ἐξ ἧς ἔτεκε τὸν Ἀλέ-

ξανδρον. ὁ δὲ Φίλιππος ἐβασίλευσε τῆς Μακεδονίας ἔτη κʹ, ὃς

τὴν Θεσσαλίαν ὑποτάξας τὴν Θεσσαλονίκην πόλιν ἔκτισεν.

Μετὰ δὲ Φίλιππον ἐβασίλευσε Μακεδόνων Ἀλέξανδρος,

ὅτε καὶ Δαρεῖος ὁ Ἀρσάμου μετὰ Χῶον βασιλεύων κατεκυρίευσε

πάντων, ὃν ὁ Ἀλέξανδρος χειρωσάμενος παρέλαβε πᾶσαν τὴν βα-

σιλείαν αὐτοῦ καὶ πᾶσαν τὴν Περσῶν καὶ Μήδων καὶ Πάρθων

καὶ Βαβυλωνίων χώραν καὶ τὰ Ἰνδικὰ πάντα μέρη. ὃς καὶ τὴν

μεγάλην Ἀλεξάνδρειαν εἰς τὸ ἴδιον ὄνομα κτίσας εἰς Βαβυλῶνα

ὑπέστρεψεν, ἐν ᾗ καὶ τελευτᾷ, ἐτῶν ὢν λβʹ, βασιλεύσας ἔτη ιβʹ.

Ἰστέον ὅτι δύο Λάμεχ ἡ γραφὴ μνημονεύει, ἑνὸς μὲν τοῦ

ἀπὸ Κάϊν, τοῦ καὶ πεφονευκότος ἄνδρα τε καὶ νεανίσκον (τοὺς

γὰρ δύο ἀδελφοὺς τοῦ δικαίου Ἐνὼχ ἀνελὼν καὶ τῶν δύο τὰς γυ-

ναῖκας ἔλαβε), ἑτέρου δὲ τοῦ πατρὸς Νῶε, τοῦ καὶ μεταγενε-

στέρου καὶ ἀπὸ Σὴθ καταγομένου.

8

Ὁ Θάρρα ἐγέννησε τὸν Ἀβραάμ, τὸν Μαχωὲ καὶ τὸν Ἀρὰμ

τὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ

Θάρρα· τοῦ γὰρ Ἀβραὰμ ἐμπρησμὸν ποιήσαντος ὥστε κατακαῦ-

σαι τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ, εἰσελθὼν Ἀρὰμ ἐξελέσθαι

αὐτὰ ἀπέθανεν ἐν τῷ οἰκήματι ἐνώπιον τοῦ πατρὸς αὐτοῦ.

Ἐκ τοῦ γένους Σίδου υἱοῦ Αἰγύπτου, βασιλέως Αἰγυπτίων,

κατήχθη Μελχὶ ὁ πατὴρ τοῦ Σεδέκ, ὃς γενόμενος ἱερεὺς τοῦ

θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων ἐπεκλήθη Μελχισεδὲκ πατρω-

νυμικῶς, καὶ κτίσας πόλιν ἐν τῷ ὄρει Σιὼν ἐπωνόμασεν αὐτὴν

Σαλήμ, ὅ ἐστιν εἰρήνης πόλις, ἐν ᾗ καὶ βασιλεύσας ἔτη ιγʹ ἐτε-

λεύτησε δίκαιος καὶ παρθένος, ὡς φησὶν Ἰώσηπος. λέγει δὲ καὶ

ὁ μέγας Κύριλλος. ἀγενεαλόγητος εἴρηται Μελχισεδὲκ παρὰ τὸ

μὴ ὑπάρχειν ἐκ τοῦ σπέρματος Ἀβραὰμ ὅλως, μηδὲ ὑπὸ Μωσέως

γενεαλογηθῆναι, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαρά-

του σπορᾶς ὁρμώμενον. ὅθεν οὐδὲ γενεαλογίας ἠξίωται· οὐδὲ

γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημμένον

συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας γένει. ἡ δὲ Ἱερουσαλὴμ ἐκ

προσθήκης τῆς τοῦ ἱεροῦ συλλαβῆς μετὰ τῆς Σαλὴμ κατὰ συνά-

φειαν ὠνομάσθη φερωνύμως Ἱερουσαλήμ, πῇ μὲν διὰ τὴν ἱερουρ-

γίαν τοῦ Μελχισεδέκ, πῇ δὲ διὰ τὴν τοῦ ἱεροῦ ναοῦ κατασκευήν·

Ἰεβοὺς γὰρ ἐκαλεῖτο πρώην.

Λὼτ ἀνεψιὸς τοῦ Ἀβραὰμ ἐκ τῶν δύο θυγατέρων αὐτοῦ

ἐγέννησεν υἱοὺς δύο, Μώαβ καὶ τὸν Ἀμμάν, ἐξ ὧν Μωαβῖται

καὶ Ἀμμανῖται.

9

Ὁ δὲ Ἀβραὰμ ἐκ μὲν τῆς Αἰγυπτίας αὐτοῦ παιδίσκης Ἄγαρ

ἐγέννησε τὸν Ἰσμαήλ, ἐκ δὲ τῆς Σάρρας τὸν Ἰσαάκ. ὁ δὲ Ἰσαὰκ

ἐγέννησε τὸν Ἠσαῦ καὶ τὸν Ἰακὼβ ἐκ τῆς Ῥεβέκκας. καὶ ἐκ μὲν

τοῦ Ἠσαῦ ἐτέχθη Ἐδὼμ υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλήκ,

ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται, ἐκ δὲ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ

Ἰούδας, ἀφ' οὗ καὶ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν προση-

γορεύθησαν, καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πατρὸς Ἰακώβ, Ἰουδαῖοι

δὲ ἐκ τοῦ ἐπισημοτέρου ἀδελφοῦ αὐτῶν. ἐκ δὲ τοῦ Ἰσμαὴλ ἄρ-

χοντες καὶ ἔθνη αὐτῶν ἓξ Ἰσμαηλῖται οἱ νῦν Ἀγαρηνοί τε καὶ Σα-

ρακηνοὶ λεγόμενοι. ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησεν ἐκ τῆς ἐσχά-

της γυναικὸς αὐτοῦ Χεττούρας υἱοὺς εʹ, ἐξ ὧν ἐστὶ Μαδιάμ, ἀφ'

οὗ Μαδιανῖται, καὶ Ἄφερ, ἐξ οὗ Ἀφρική. Ἰσαὰκ δὲ ἀπέθανε

ζήσας τὰ πάντα ἔτη ρπʹ. Ἰακὼβ δὲ ζήσας ἔτη ρνδʹ ἀπέθανε εἰς

Αἴγυπτον, ποιήσας ἐκεῖ ἔτη ιζʹ. ὃς ὅτε ὑπῆρχεν ἐτῶν οεʹ, φυγὼν

Ἠσαῦ τὸν ἀδελφὸν αὐτοῦ κατήντησεν εἰς Χαρρὰν τῆς Μεσοποτα-

μίας πρὸς Λάβαν τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας, οὗ

τῶν προβάτων νομεὺς γενόμενος ἔτη κʹ καὶ τὰς δύο θυγατέρας αὐ-

τοῦ Λείαν τε καὶ Ῥαχὴλ γυναῖκας λαβὼν ἔσχεν υἱοὺς καὶ θυγατέ-

ρας, μίαν ἀπό τε τῶν ἐλευθέρων ἀπό τε τῶν θεραπαινίδων Βάλας

καὶ Ζελφάν. μετὰ δὲ τὸν κʹ χρόνον τῆς ἐκ Μεσοποταμίας πρὸς

γῆν Χαναὰν ὑποστροφῆς εἶδεν ὅρασιν ἐν Βαιθήλ, καὶ πάντα

ἀποδεκατώσας ἅπερ ἐκέκτητο τελευταίους ὑποβάλλει τοὺς παῖδας,

καὶ ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάπαλιν καὶ ἐπὶ τὸν Λευῒ ἐλ-

10

θὼν τοῦτον προσήγαγε τῷ θεῷ. ὁ γοῦν Ἰσαὰκ καὶ ἡ Ῥεβέκκα

μετὰ τὴν τοῦ Ἰακὼβ ἐπάνοδον προσκαλεσάμενοι τόν τε Ἰακὼβ καὶ

τὸν Ἠσαῦ, καὶ παρακαλέσαντες αὐτοὺς ἅμα καὶ ἐνορκωσάμενοι

εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τὴν ἀδελφικὴν οἰκειότητα ἀσπά-

ζεσθαι, τελευτῶσι, προτέρα μὲν ἡ Ῥεβέκκα, εἶτα καὶ ὁ Ἰσαάκ,

τῷ Ἰακὼβ καταλείψαντες τὰ τῆς πρωτοτοκίας γέρα. μετὰ δὲ

ταῦτα ὑπὸ Ἀμαλὴκ τοῦ υἱοῦ αὐτοῦ παροξυνθεὶς Ἠσαῦ κατὰ τοῦ

Ἰακὼβ καὶ συναγαγὼν ἔθνη ὥρμησε κατ' αὐτοῦ, ὡς φησὶν Ἰώ-

σηπος. ὁ δὲ τὰς πύλας ἀποκλείσας τῆς πόλεως εἰς ἣν κατέφυγεν,

ἐκ τοῦ τείχους παρεκάλει τὸν Ἠσαῦ μνησθῆναι τῶν γονικῶν ἐντο-

λῶν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλὰ μᾶλλον καὶ ὑβρίζοντος καὶ

ἐξολοθρεύειν αὐτὸν ἀπειλοῦντος, ἐντείνας τὸ τόξον ὁ Ἰακὼβ καὶ

κατὰ τοῦ δεξιοῦ μαζοῦ πλήξας κατέβαλε τὸν Ἠσαῦ. καὶ οὕτως

ἐπληρώθη ἡ τοῦ Ἰσαὰκ πρόρρησις λέγουσα πρὸς Ἠσαῦ “ἐὰν κα-

θέλῃς τὸν ζυγὸν τοῦ ἀδελφοῦ σου ἀπὸ τοῦ τραχήλου σου, πλημ-

μελήσεις πλημμέλειαν θανάτου.”

Λευῒ δὲ ἐγέννησε τὸν Καάθ, Καὰθ δὲ ἐγέννησε τὸν Ἀβράμ,

Ἀβρὰμ δὲ ἐγέννησε τὸν Ἀαρὼν καὶ τὸν Μωσῆν. ἐν δὲ τῷ πʹ ἔτει

τοῦ Μωσέως ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐπιφερόμενοι

καὶ τὰ ὀστᾶ Ἰωσήφ. ἐποίησαν δὲ ἐν τῇ ἐρήμῳ ἔτη μʹ.

Μετὰ Μωσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς τοῦ Ναυῆ, καὶ

ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ ἀπέθανε, ζήσας ἔτη ριʹ.

11

Μετὰ δὲ Ἰησοῦν διὰ τῶν κριτῶν ἔσωζεν ὁ θεὸς τὸν λαόν,

καὶ πρῶτον Ἰούδας ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρωσάμενος καὶ τὸν

Ἀδωνιβεζὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρωτηριάσας αὐτοῦ

χεῖρας καὶ πόδας· ὃς καὶ εἶπεν “οἱ βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν

καὶ τῶν ποδῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς

τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτως καὶ ἀπέλαβον παρὰ

θεοῦ.”

Μετὰ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ ἔτη νʹ, μετὰ δὲ Γο-

θονιὴλ Αὐὼδ ἔτη πʹ, μετὰ δὲ Αὐὼδ Σαγαμὰρ ἔτη ζʹ, μετὰ δὲ

Σαγαμὰρ Βαράκ, μεθ' οὗ καὶ Δεβόρρα ἡ προφῆτις, ἥτις καὶ

τὸν Σίσαρα Ἰαὴλ ἀπέκτεινεν ἐν πασσάλῳ, γυνὴ Χάμερ τοῦ Κε-

ναίου. ἐφ' οὗ Προμηθεὺς καὶ Ὀρφεὺς ὁ Θρᾲξ οἱ παρ' Ἕλλησι

σοφώτατοι καὶ Ἀσκληπιὸς ὁ ἰατρὸς καὶ Λυκοῦργος ὁ Σπαρτιάτης

καὶ νομοθέτης τῶν Ἑλλήνων ἐγνωρίζοντο.

Μετὰ Βαρὰκ Γεδεὼν ἔτη μʹ, ὁ πατάξας τὸν Μαδιὰμ μετὰ

τῶν τʹ τῶν λαμψάντων ἐν τῷ πίνειν, καὶ τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ

Ζεβεὲ καὶ Σαλμανᾶν τοὺς ἄρχοντας αὐτῶν.

Μετὰ δὲ Γεδεὼν Ἀβιμέλεχ ὁ υἱὸς αὐτοῦ ἔτη γʹ, πατάξας

καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οʹ ἄνδρας ἐπὶ λίθῳ ἑνί, διὸ καὶ ἀπώ-

λετο ὕστερον ὑπὸ γυναικὸς ἀπὸ πύργου διὰ βολῆς λίθου συντρι-

ψάσης αὐτοῦ τὸ κρανίον. ὃς καὶ εἶπε πρὸς τὸν αἴροντα τὰ σκεύη

12

αὐτοῦ “σπάσαι τὴν ῥομφαίαν σου καὶ θανάτωσόν με, μή ποτε

εἴπωσιν ὅτι γυνὴ αὐτὸν ἀπέκτεινεν.” καὶ οὕτως ἀνεῖλεν αὐτὸν

τὸ παιδίον.

Μετὰ δὲ Ἀβιμέλεχ ἔκρινε Θολὰ ἔτη κγʹ, μετὰ δὲ Θολὰ

Ἰεφθάε ἔτη Ϛʹ, μετὰ δὲ Ἰεφθάε Ἀβεσὰ ἔτη ζʹ, μετὰ δὲ Ἀβεσὰ

Ἐλὼμ ἔτη ιʹ, μετὰ δὲ Ἐλὼμ Σαμψὼν ἔτη κʹ, ἐφ' οὗ καὶ Ἡρα-

κλῆς ὁ παρ' Ἕλλησι διαβόητος ἐγνωρίζετο.

Μετὰ δὲ Σαμψὼν ἐγένετο ἀναρχία ἔτη μʹ.

Μετὰ δὲ τοὺς κριτὰς ἔκρινε τὸν λαὸν ἀρχιερεὺς Ἠλεὶ ἔτη κʹ,

καὶ τῇ παροινίᾳ καὶ ἀταξίᾳ τῶν υἱῶν αὐτοῦ Ὀφνεὶ καὶ Φινεὲς τῇ

ἐπὶ τῶν θυσιῶν ἐπῆλθεν αὐτοῖς ἡ θεία δίκη· οἱ μὲν γὰρ ἐν τῷ

πολέμῳ δεινῶς ἀνῃρέθησαν, ὁ δὲ ἀπὸ τοῦ δίφρου πεσὼν ὀπισθίως

καὶ τὸν νῶτον συντριβεὶς ἀπέθανεν ἐτῶν Ϙʹ.

Μετὰ δὲ Ἠλεὶ Σαμουὴλ ὁ προφήτης καὶ ἱερεὺς ἔτη λʹ. καὶ

συναθροίζεται ὁ λαὸς πρὸς αὐτὸν εἰς Ἀρμαθαὶμ αἰτούμενος βασι-

λέα. τῷ δὲ σφόδρα λυπηθέντι εἶπεν ὁ θεός “ἄκουσον τῆς φωνῆς

τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξουδενώσουσιν ἀλλ' ἐμέ, τοῦ μὴ βασιλεύειν

ἐπ' αὐτῶν.” καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ ἐκ φυλῆς Βενιαμίν,

χρίσας αὐτὸν εἰς βασιλέα.

Μετὰ οὖν Σαμουὴλ ἐβασίλευσε Σαοὺλ ἔτη μʹ, ὃς τολμήσας

πρότερον μὲν θυμιᾶσαι τῷ θεῷ, εἶτα παραβὰς τὴν ἐντολὴν τοῦ

θεοῦ ἐπὶ τοῖς Ἀμαληκίταις, ζωογονήσας Ἀγὰγ τὸν βασιλέα αὐτῶν,

13

ἤκουσε παρὰ τοῦ προφήτου “ὅτι μεματαίωταί σοι, ὅτι οὐκ ἐφύ-

λαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι κύριος,” καὶ τὰ ἑξῆς.

Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε Δαβὶδ ἐκ φυλῆς Ἰούδα ἔτη μʹ,

ὃς καὶ ἐποίησε τὰ θελήματα τοῦ κυρίου πάντα. πατάξας δὲ καὶ

τὸν Μελχὼ βασιλέα τῶν Σύρων, καὶ λαβὼν τὸν ἐπὶ τῆς κεφαλῆς

αὐτοῦ στέφανον χρυσοῦν μέγαν, ἔχοντα λίθους τιμίους, ἐφόρεσεν

αὐτόν, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κόσμος εὐπρεπέστατος,

ὅπερ δηλῶν ἔφη “κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βα-

σιλεύς” καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ. πρεσβύτερος οὖν καὶ πλήρης

ἡμερῶν γενόμενος, καὶ βασιλεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα,

εἶπεν αὐτῷ “καὶ νῦν, Σολομόν, γνῶθι τὸν θεὸν τῶν πατέρων

σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι

καρδίας πάσας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει. καὶ

ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν,

καταλείψει σε εἰς τέλος.” καὶ ἔδωκεν αὐτῷ τὸ παράδειγμα τοῦ

ναοῦ παντὸς ἐν γραφῇ, λέγων “ἴσχυε καὶ ἀνδρίζου, ὅτι κύριος

ὁ θεός μου μετὰ σοῦ.” καὶ μετὰ ταῦτα ἐτελεύτησεν ἐν γήρᾳ

καλῷ πλούτῳ τε καὶ δόξῃ καὶ εὐσεβείᾳ, ἐτῶν οʹ. ἦν δὲ ἐτῶν λʹ

Δαβὶδ ἐν τῷ βασιλεύειν αὐτόν, ἐβασίλευσε δὲ καὶ ἔτη μʹ. ἀλλὰ

τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σαμουὴλ ἠξιώθη τὸ πρότερον·

τὰς γὰρ τοῦ λαοῦ ἀναγορεύσεις ἡ ἱστορία χρίσεις διαφόρους ὠνό-

μασεν. τελευτήσας τοίνυν θάπτεται ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς

τὸ μέγιστον μνῆμα, ὃ κατεσκεύασεν ὁ σοφώτατος υἱὸς αὐτοῦ Σο-

14

λομῶν, ἐν ᾧ καὶ συγκατώρυξε τῷ πατρὶ πολλὰς μυριάδας τα-

λάντων χρυσίου, ὡς φησὶν Ἰώσηπος. καὶ δῆλον ἐκ τῶν εἰς ὕστε-

ρον γενομένων· ὁ γὰρ ἀρχιερεὺς Ὑρκανὸς πολιορκουμένης τῆς

πόλεως ὑπ' Ἀντιόχου τοῦ Δημητρίου παιδὸς ἀνοίξας τὸ μνῆμα

τάλαντα γʹ ἐκεῖθεν ἐξεφόρησεν. τὸ δὲ τάλαντον ἔχει νομίσματα

ρκεʹ. μεθ' ὃν Ἡρώδης γνοὺς ὡς Ὑρκανὸς τοῦτο πεποίηκεν, ἤνοιξε

καὶ αὐτὸς τὸν τάφον, καὶ χρήματα μὲν οὐχ εὗρεν, κόσμον δὲ καὶ

κειμήλια χρύσεα πάμπολλα ἀνείλετο. πειραθέντος δὲ αὐτοῦ ἐν-

δοτέρω χωρεῖν, οὗ τὰ σώματα Δαβίδ τε καὶ Σολομῶντος ἐτέθη,

πῦρ ἐξελθὸν δύο τῶν δορυφόρων αὐτοῦ διέφθειρε.

Μετὰ οὖν Δαβὶδ ἐβασίλευσε Σολομῶν ὁ υἱὸς αὐτοῦ ἔτη μʹ,

ὃς τὴν πανθαύμαστον καὶ θεόδοτον καὶ ὑπὲρ ἄνθρωπον σοφίαν

δεξάμενος ᾠκοδόμησε τήν τε πόλιν καὶ τὸν ναὸν κυρίου ἐν ἔτεσιν

ἑπτά, μῆκος πήχεων ξʹ, εὖρος πήχεων κʹ καὶ ὕψος πήχεων ρκʹ·

δίφορος γὰρ ἦν, ὡς φησὶν Ἰώσηπος. τὸ δὲ ἄριστον τοῦ Σολο-

μῶντος ἦν καθ' ἡμέραν κόροι σεμιδάλεως λʹ, κόροι ἀλεύρου κε-

κοπανισμένου ξʹ, μόσχοι ἐκλεκτοὶ ιʹ, βόες νομάδες κʹ καὶ πρό-

βατα ρʹ, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν καὶ

σιτευτῶν. ὁ δὲ κόρος ἐποίει μόδια λʹ. ὁμοῦ γινόμενα μόδια ͵βψʹ.

ἀπέθανε δὲ Σολομῶν ἐτῶν ογʹ, καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ.

ἐφ' οὗ ἦν Ὅμηρος καὶ Ἡσίοδος.

15

Μετὰ δὲ Σολομῶντα ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἔτη

ιζʹ, ὃς τὸ πονηρὸν ἐποίησεν ἐνώπιον κυρίου ὡς ὁ πατὴρ αὐτοῦ,

καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. ἐφ' οὗ Σουσακεὶμ βασι-

λεὺς Αἰγύπτου τὴν Ἱερουσαλὴμ ἑλὼν ἀφείλετο τὰ ἐν τῷ ναῷ καὶ

τοῖς βασιλείοις χρήματα καὶ τὰ χρυσᾶ δόρατα καὶ τοὺς χρυσοῦς

θυρεούς, ἀνθ' ὧν ἐγένοντο χαλκοῖ.

Μετὰ δὲ Ῥοβοὰμ ἐβασίλευσεν Ἀβίας ὁ υἱὸς αὐτοῦ, καὶ

ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανεν βασιλεύσας

ἔτη Ϛʹ.

Μετὰ δὲ Ἀβίαν ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ, καὶ ἐποίησε

τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη ιϚʹ.

Μετὰ δὲ Ἀσὰ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ, καὶ ἐποίησε

τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη κεʹ.

Μετὰ δὲ Ἰωσαφὰτ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ, καὶ

ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε δυσεντερικός,

βασιλεύσας ἔτη ηʹ.

Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ,

καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀνῃρέθη ὑπὸ Ἰηοῦ.

Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Γοθολία μήτηρ αὐτοῦ ἔτη Ϛʹ,

καὶ ἀπέκτεινε πάντας τοὺς υἱοὺς Ὀχοζίου παρεκτὸς νηπίου ἑνὸς

διασωθέντος παραδόξως ὑπὸ γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως· ὃς καὶ

αἰφνιδίως ἀνηγορεύθη βασιλεὺς ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως, ὑπάρχων

ἐτῶν ζʹ. ἡ δὲ Γοθολία ἀπεκτάνθη ἐν οἴκῳ τοῦ βασιλέως.

16

Μετὰ οὖν Γοθολίαν ἑπταετὴς βασιλεύσας Ἰωὰς υἱὸς Ὀχο-

ζίου ἔτη μʹ ἐποίει τὸ εὐθὲς ἐνώπιον κυρίου, εἶτα παρατραπεὶς

ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ. ὃς καὶ ἀπέκτεινε Ζαχαρίαν τὸν προ-

φήτην, τὸν υἱὸν τοῦ διδασκάλου αὐτοῦ. ἐφ' οὗ ἡ Σίβυλλα

ἐγνωρίζετο.

Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἀμασίας υἱὸς αὐτοῦ ἔτη κθʹ,

καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, ἐσφάγη δὲ ἐν τῷ πολέμῳ.

Μετὰ δὲ Ἀμασίαν ἐβασίλευσεν Ὀζίας, ὁ καὶ Ἀζαρίας, υἱὸς

αὐτοῦ ἔτη νβʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ εὐοδού-

μενος ἐπήρθη, καὶ δὴ θελήσας θυμιᾶσαι τῷ θεῷ αὐτὸς ἀφ' ἑαυ-

τοῦ καὶ θυμιάσας εὐθὺς ἐλεπρώθη, καὶ οὕτως ἐτελεύτησεν.

Μετὰ δὲ Ὀζίαν ἐβασίλευσεν Ἰωάθαν υἱὸς αὐτοῦ ἔτη ιϚʹ,

καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησεν.

Μετὰ δὲ Ἰωάθαν ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιϚʹ, καὶ

ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου ἀπέθανεν.

Μετὰ δὲ Ἀχὰζ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ

ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησεν. ἐφ' οὗ ἦν ὁ

Μωσαϊκὸς χαλκοῦς ὄφις ἔτι παρὰ Ἰουδαίων σεβόμενος, ὃν ἠφά-

νισεν Ἐζεκίας, ὥσπερ δὴ καὶ τὰς βίβλους τοῦ Σολομῶντος. ἐφ'

ὧν χρόνων Ῥῶμος καὶ Ῥέμος ἐβασίλευον ἐν Ῥώμῃ, καὶ Σίβυλλα

ἡ Ἐρυθραία ἐγνωρίζετο. ἐφ' οὗ καὶ Σεναχηρεὶμ κατὰ Ἱερουσα-

17

λὴμ ἀναβάς, διὰ θείου ἀγγέλου ἐν μιᾷ νυκτὶ ρπεʹ χιλιάδας ἀπο-

βαλών, μετ' αἰσχύνης ὑπέστρεψεν.

Μετὰ δὲ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ,

ὁ καὶ τὸν μέγαν Ἠσαΐαν πρίσας καὶ τὴν Ἱερουσαλὴμ ἀθώων αἱ-

μάτων πλήσας καὶ τὸ πονηρὸν ἐναντίον κυρίου ποιήσας. ὕστερον

δὲ μετὰ τὴν ἅλωσιν καὶ αἰχμαλωσίαν αὐτοῦ μετανοίᾳ διορθωσά-

μενος ἀπέθανε.

Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἔτη βʹ,

καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐσφάγη ἐν τῷ οἴκῳ

αὐτοῦ.

Μετὰ δὲ Ἀμὼς ἐβασίλευσεν Ἰωσίας αὐτοῦ ὑπάρχων υἱὸς

ἔτη λαʹ, ἐτῶν ὑπάρχων ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου,

καὶ ἐτελεύτησε τοξευθεὶς ἐν τῷ πολέμῳ. ἐφ' ὧν χρόνων καὶ τὸ

Βυζάντιον ὑπὸ Βύζου βασιλέως ἐκτίσθη τῆς Θρᾴκης.

Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας γʹ,

καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼ

βασιλέως Αἰγύπτου ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανεν.

Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωακεὶμ ὁ καὶ Ἐλιακείμ, ὁ

ἀδελφὸς αὐτοῦ, ἔτη ιαʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου.

καὶ ἐλθὼν Ναβουχοδονόσορ τὴν πᾶσαν Ἰουδαίαν ὑπόφορον ἐποίη-

σεν. ἀθετήσαντος δὲ φορολογίαν Ἰωακεὶμ ἦλθε πάλιν εἰς Ἱερου-

σαλὴμ Ναβουχοδονόσορ, καὶ τοῦτον χειρωσάμενος καὶ ἀνελὼν

ἀπὸ τοῦ τείχους ῥιφῆναι προσέταξε, καὶ ἄταφον ἐπὶ πολὺν κατέ-

λιπε χρόνον.

18

Μετὰ δὲ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχονίας ὁ υἱὸς αὐτοῦ, ὁ καὶ

Ἰωακείμ, διὰ προστάγματος Ναβουχοδονόσορ μῆνας τρεῖς, καὶ

ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου. καὶ περὶ τοὺς φόρους ἀγνω-

μονήσαντος αὐτοῦ ἦλθεν αὖθις Ναβουχοδονόσορ εἰς Ἱερουσαλήμ,

καὶ τὸν Σεδεκίαν ἀντ' αὐτοῦ καταστήσας ἀπῴκισεν εἰς Βαβυλῶνα

Ἰεχονίαν καὶ τὴν μητέρα καὶ τοὺς ἄρχοντας αὐτοῦ. ἐξήνεγκε δὲ

καὶ τοὺς θησαυροὺς κυρίου καὶ τοῦ βασιλέως καὶ τὰ χρυσᾶ σκεύη

πάντα, ἃ ἐποίησε Σολομῶν ἐν ναῷ κυρίου.

Μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσε Σεδεκίας πατράδελφος αὐτοῦ

ἔτη γʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι κυρίου, καὶ περὶ τὴν φορο-

λογίαν ὡσαύτως παρασπονδήσαντος αὐτοῦ ἦλθε πάλιν Ναβουχο-

δονόσορ, καὶ τὴν μὲν πόλιν πᾶσαν παραλαβὼν ἐνέπρησε, τὸν δὲ

Σεδεκίαν χειρωσάμενος τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ κατ'

ὀφθαλμοὺς αὐτοῦ ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώσας καὶ δεσμοῖς καθ-

είρξας εἰς Βαβυλῶνα αἰχμάλωτον ἀπήγαγεν.

Μετὰ τὴν διαίρεσιν τῶν δέκα σκήπτρων ἐβασίλευσεν Ἱερο-

βοὰμ υἱὸς Ναβὰτ ἐκ φυλῆς Ἐφραΐμ, ὁ δοῦλος Σολομῶντος καὶ

ἀποστάτης, ἔτη μβʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου·

διὸ καὶ ἐπάταξεν αὐτὸν ὁ θεός, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις

αὐτοῦ.

Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσε Ναβὰτ υἱὸς αὐτοῦ ἔτη βʹ,

καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐσφάγη ὑπὸ Βαασσά.

Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασσὰ ἔτη κδʹ, καὶ ἐποίησε

τὸ πονηρόν, καὶ ἐσφάγη ἐν πολέμῳ.

19

Μετὰ δὲ Βαασσὰ ἐβασίλευσεν Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ

ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ζαμβρῆ.

Μετὰ δὲ Ἠλὰ ἐβασίλευσε Ζαμβρῆ ἔτη ιβʹ, καὶ ἐποίησε τὸ

πονηρόν, καὶ ἐκαύθη ὑπὸ τῶν πολεμίων οἴκῳ προσφυγών.

Μετὰ δὲ Ζαμβρῆ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κβʹ,

καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρ-

τίαις αὐτοῦ.

Μετὰ δὲ Ἀχαὰβ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ,

καὶ ἐποίησε τὸ πονηρόν, καὶ πεσὼν ἐκ τοῦ ὑπερώου τοῦ οἴκου

αὐτοῦ ἀπέθανεν.

Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσεν Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἔτη

βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ἰηοῦ. ἐφ' οὗ ἀνε-

λήφθη ὁ μέγας Ἠλίας, ὁ δὲ Ἐλισσαῖος τὸ Ἱεριχούντιον ὕδωρ πι-

κρὸν ὂν φύσει καὶ δύσποτον ἰάσατο.

Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ υἱὸς Ἀμεσίου ἔτη κηʹ,

καὶ εἰσερχόμενος ἐν τῇ πόλει Σαμαρείας εἶδε προκύψασαν Ἰεζάβελ

διὰ τῆς θυρίδος κεκαλλωπισμένην, καὶ προσέταξε τοῖς εὐνούχοις

αὐτῆς κατακρημνίσαι αὐτήν, ἣ κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ

κατεβρώθη ὑπὸ τῶν κυνῶν. ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀχαάβ,

καὶ μετὰ πανουργίας συναθροίσας πάντας τοὺς ἱερεῖς καὶ προφή-

τας τοῦ Βάαλ πάντας ἀναιρεθῆναι προσέταξεν, καὶ τὸν Βάαλ

καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησε. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος πο-

ρεύεσθαι ἐν νόμῳ κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ.

20

Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἔτη κζʹ, καὶ

ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανεν.

Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἔτη ιδʹ, καὶ

ἐποίησε τὸ πονηρόν, καὶ ἀπέθανεν. ἐφ' οὗ Ἐλισσαῖος ἐτελεύτησε

προφητεύσας αὐτοῦ τὴν προτέραν διὰ συμβόλων νίκην κατὰ Σύ-

ρων. τοῦ δὲ προφήτου θαπτομένου ἐν τῷ μνημείῳ νεκρός τις ἐν

τῷ αὐτῷ τάφῳ πλησιάσας τοῖς μακαρίοις ὀστέοις αὐτοῦ ἀνέστη.

Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη λδʹ,

καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀπέθανεν.

Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσεν Ἀζαρίας υἱὸς αὐτοῦ μῆνας

Ϛʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Σελούμ.

Μετὰ δὲ Ἀζαρίαν ἐβασίλευσε Σελοὺμ μῆνα αʹ, καὶ ἐποίησε

τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Μαναΐμ.

Μετὰ δὲ Σελοὺμ ἐβασίλευσε Μαναῒμ ἔτη γʹ, καὶ ἐποίησε

τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Φακεσίου.

Μετὰ δὲ Μαναῒμ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἔτη βʹ,

καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Φακεέ.

Μετὰ δὲ Φακεσίαν ἐβασίλευσε Φακεὲ ἔτη κʹ, καὶ ἐποίησε τὸ

πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ὠσηέ.

Μετὰ δὲ Φακεὲ ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ, καὶ ποιῶν τὸ

πονηρὸν ἀπέθανεν.

Μετὰ δὲ τοὺς εἰρημένους Ἀσσυρίων βασιλεῖς ἐβασίλευσεν,

21

ὡς εἴρηται, Ναβουχοδονόσορ ἔτη κζʹ. καὶ διὰ τὸ ἐπαρθῆναι

κατὰ θείαν ὀργὴν ἐξ ἀνθρώπων ἐκδιωχθεὶς καὶ μετὰ θηρίων οἰκή-

σας καὶ χόρτον φαγών, ὕστερον ἐπιγνοὺς τὸν τῶν ὅλων θεὸν πάλιν

ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ λαμπρότερος γέγονε.

Μετὰ δὲ Ναβουχοδονόσορ ἐβασίλευσεν Οὐλεμαροδὰχ υἱὸς

αὐτοῦ ἔτη εʹ.

Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ ὁ ἀδελφὸς

αὐτοῦ ἔτη γʹ, ὃς μιάνας τὰ ἱερὰ σκεύη τοῦ θεοῦ ἐν τῷ συμποσίῳ

αὐτοῦ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορ ἐξ Ἱερουσα-

λήμ, ἀνῃρέθη κατὰ θείαν ὀργήν, καὶ παρέλαβε τὴν βασιλείαν

Δαρεῖος.

Μετὰ δὲ Βαλτάσαρ ἐβασίλευσε Δαρεῖος ὁ Μῆδος, ὁ καὶ

Ἀστυάγης καὶ Ἀρταξέρξης, ἔτη ιζʹ. ἐφ' οὗ καὶ τῷ Δανιὴλ ὡρά-

θησαν αἱ διὰ τοῦ ἀγγέλου ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς

Χριστοῦ παρουσίας· ὃς φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ

μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως ἐνεβλήθη ἐν τῷ λάκκῳ τῶν

λεόντων.

Μετὰ δὲ Δαρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λʹ, ὃς

ἀνελὼν Δαρεῖον ἐκράτησε πάσης τῆς Χαλδαίων καὶ Ἀσσυρίων

καὶ Περσῶν καὶ Παλαιστίνης καὶ πάσης τῆς Ἀσίας, μεθ' ὧν τὴν

Λυδῶν βασιλείαν ὑπέταξεν, ἀνελὼν Κροῖσον, ὡς προείρηται. ἐφ'

οὗ Δανιὴλ ἐπιφανέστερος ὑπάρχων ἔτι καὶ τὸν Βὴλ συντρίψας

καὶ τὸν δράκοντα φονεύσας, τὰ Περσῶν σεβάσματα, ἐβλήθη ἐν

τῷ λάκκῳ τῶν λεόντων καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ.

22

Μετὰ δὲ Κῦρον ἐβασίλευσε Καμβύσης ὁ υἱὸς αὐτοῦ, ὁ καὶ

Ναβουχοδονόσορ ἐπικληθείς, ἔτη ιηʹ. ἐφ' οὗ καὶ Ἰουδὴθ τῇ τοῦ

θεοῦ βοηθείᾳ καὶ τῇ ἑαυτῆς σοφίᾳ ἀπατήσασα καὶ ἀποκεφαλίσασα

τὸν Ὁλοφέρνην, πορθοῦντα τὴν Βετουλίαν πόλιν, νίκην μεγάλην

τοῖς υἱοῖς Ἰσραὴλ προεξένησεν, καὶ ἐτελεύτησε χήρα ἐτῶν ρεʹ.

Μετὰ δὲ Καμβύσην ἐβασίλευσε Σπέρδιος ὁ μάγος μῆνας ζʹ.

Μετὰ δὲ Σπέρδιον ἐβασίλευσε Δαρεῖος Ὑστάσπου ἔτη κʹ.

ἐφ' οὗ πάλιν Ζοροβάβελ καὶ Ἰησοῦς ἐπιτραπέντες ἐτελείωσαν

τὴν οἰκοδομὴν τοῦ ναοῦ, ὅτε ὁ Ζοροβάβελ ἐν προβλήματι νική-

σας, καὶ ἐπιτραπεὶς αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν ἀφεθῆναι

τὴν αἰχμαλωσίαν καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ· ὃ καὶ γέ-

γονε, καὶ τότε πεπλήρωται εἰς τέλος τὰ τῆς αἰχμαλωσίας καὶ

τῆς ὀργῆς ἔτη οʹ. ὁ δέ γε ἀρχιερεὺς καὶ γραμματεὺς Ἔσδρας ἦν

διδάσκων τὸν νόμον τοῦ θεοῦ καὶ διερμηνεύων ὡς εὐφυέστατος

πάντων, ὃς καὶ τὰς ἱερὰς βίβλους ἀπεκατέστησε διαφθαρείσας

ὑπὸ τῶν πολεμίων· οἱ γάρ τοι Χαλδαῖοι μετὰ τὴν ἅλωσιν τῆς

Ἱερουσαλὴμ ἐνέπρησαν πάσας. διὸ καὶ ἐνέπνευσεν ὁ θεὸς τούτῳ

ὥστε αὐτὰς ἐκθέσθαι.

Μετὰ δὲ Δαρεῖον ἐβασίλευσεν Ἀρταβάνης μῆνας ζʹ.

Μετὰ δὲ Ἀρταβάνην ἐβασίλευσεν Ἀρταξέρξης ὁ μακρόχειρ

ἔτη μαʹ. ἐφ' οὗ Σοφοκλῆς Ἡράκλειτος καὶ Ἀναξαγόρας καὶ

Πυθαγόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ

23

Ἐμπεδοκλῆς καὶ Διογένης καὶ Ζήνων Φερεκύδης τε καὶ Ἀρίσταρ-

χος καὶ Ἱπποκράτης, Παρμενίδης, Πλάτων καὶ Ἀριστοτέλης καὶ

Δημοσθένης καὶ Σωκράτης ἐγνωρίζοντο.

Μετὰ δὲ Ἀρταξέρξην ἐβασίλευσεν Ἀρταξέρξης ἄλλος καὶ οἱ

καθεξῆς ἕως Δαρείου, ὃν ἀνεῖλεν Ἀλέξανδρος, οὗ τὴν Περσῶν

βασιλείαν καταλύσαντος καὶ πάσης τῆς γῆς κρατήσαντος ἐν Βα-

βυλῶνί τε τελευτήσαντος διεῖλον τὴν βασιλείαν, ὡς πρόσθεν εἴρη-

ται, οἱ παῖδες αὐτοῦ οὕτως. τῆς μὲν Αἰγύπτου Πτολεμαῖος

ἐβασίλευσεν ὁ Λαγοῦ καὶ οἱ καθεξῆς Πτολεμαῖοι ιγʹ ἕως Κλεοπά-

τρας θυγατρὸς Διονυσίου, τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος, τῆς

δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ὁ Νικάνωρ,

ὃς καὶ πόλεις δύο κτίσας ἐν τοῖς μέρεσι Κιλικίας καὶ ἄλλην ἐν

Συρίᾳ τὴν μὲν Σελεύκειαν ἐκάλεσεν τὴν δὲ Ἀντιόχειαν τὴν δὲ

Λαοδίκειαν εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς

Λαοδίκης. ἐφ' οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ

πόλει, ἤγουν τῇ ἐκεῖσε νήσῳ, χαλκοῦν ἀνδριάντα τοῦ ἡλίου, ὃν

διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσόν, καὶ αὐτοὶ Κολοσσαεῖς ὠνομά-

σθησαν.

Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος υἱὸς αὐτοῦ καὶ

ἄλλοι εʹ. εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ ἐπιφανής, υἱὸς Σελεύκου

τοῦ φιλοπάτορος, ἐφ' οὗ γέγονεν ἡ δευτέρα ἅλωσις τῆς Ἱερουσα-

λὴμ καὶ τὰ κατὰ τῶν Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύν-

θη κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν. ὃς καὶ δι' ἃ ἔπραξε πολλὰ

κακὰ αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης κατέστρεψεν.

24

Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ ὁ Εὐπάτωρ.

Μετὰ δὲ ταῦτα ἐβασίλευσεν Ἰούλιος Καῖσαρ ὁ μὴ γεννη-

θείς· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ ἐννάτῳ μηνί, ταύ-

την ἀνατεμόντες ἐξέβαλον αὐτόν. ὅθεν καὶ Καῖσαρ λέγεται· ἀφ'

οὗ Καίσαρες οἱ Ῥωμαίων προσηγορεύθησαν βασιλεῖς, ὅ ἐστιν

ἀνατομὴ κατὰ τὴν Ῥωμαίων γλῶτταν. ὃς πρῶτος καὶ μόνος ἐκρά-

τησεν τῶν Ῥωμαϊκῶν σκήπτρων μετὰ πολλῆς ὑπερηφανίας, ὅθεν

καὶ δικτάτωρ ἐκαλεῖτο, ὅ ἐστι μονάρχης. πάντων δὲ κρατήσας ἐν

ἰταμότητι καὶ τυραννίδι ἐπὶ ἔτη ιηʹ ἀνῃρέθη ἐπὶ συγκλήτου. ὃς

νόμους Ῥωμαίοις ἔδωκεν, καὶ τὸν βίσεκτον ἐφεῦρε, καὶ τὸν μῆνα

Ἰούλιον μετωνόμασε, πρότερον Κυντίλλιον καλούμενον. ἐφ' οὗ

ἦν καὶ Ἰούδας ὁ Γαλιλαῖος ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων

μνημονευόμενος, καὶ Ἀντίπατρος ὁ Ἡρώδου πατὴρ βασιλεὺς τῆς

Ἰουδαίας κατέστη.

Μετὰ δὲ Ἰούλιον Καίσαρα ἐβασίλευσεν Αὔγουστος Καῖσαρ

Ὀκταβίου υἱός, ὃς καὶ Σεβαστός, ἔτη νϚʹ· ἀφ' οὗ Σεβαστοὶ καὶ

Αὔγουστοι προσηγορεύθησαν οἱ Ῥωμαίων βασιλεῖς, καὶ ὁ μὴν

Αὔγουστος ἐκλήθη, πρότερον Σεξτίλιος ὀνομαζόμενος. ἐν τῷ μβʹ

ἔτει τῆς αὐτοῦ βασιλείας ἐγεννήθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χρι-

στός. ἐν δὲ τῷ μαʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἀπὸ κτίσεως κόσμου

ἔτει εφʹ, καὶ Ἡρώδης ἐξ ἐθνῶν ἤδη βασιλεὺς τῆς Ἰουδαίας ἀνη-

γόρευται. τοῦ δὲ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεν-

νηθέντος καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον μεταλλάξαντος πεπλή-

ρωται τὸ “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκει-

25

ται,” ὅς ἐστιν ὁ Χριστός. ὁ δέ γε Ἡρώδης ἔσχεν αὑτῷ υἱοὺς

ὁμωνύμους καὶ διωνύμους τρεῖς, Ἡρώδην Ἀντίπαν τὸν καὶ τὸν

πρόδρομον ἀποτεμόντα, ἐφ' οὗ καὶ ὁ κύριος ἐσταυρώθη, Ἡρώ-

δην Φίλιππον, ᾧ πρῶτον Ἡρωδιὰς συναφθεῖσα ἔτεκε θυγατέρα

Σαλώμην τὴν ὀρχησαμένην, καὶ Ἡρώδην Ἀντίπατρον τὸν καὶ

Ἰάκωβον ἀνελόντα τοῦ Ζεβεδαίου, ὃς ἐν τῷ δημηγορεῖν τοῦ δήμου

φωνοῦντος “φωνὴ θεοῦ καὶ οὐκ ἀνθρώπου” δίκην ἔδωκεν αὐτίκα·

ἄγγελος γὰρ κυρίου εὐθὺς τοῦτον ἀθρόως ἐπάταξεν, καὶ ὃς ἀνε-

πήδησε τῆς καθέδρας ἐν τῷ δεινῶς τὴν γαστέρα αὐτοῦ σπαράττε-

σθαι. τὸν δέ γε θεῖον Ἰάκωβον ἰδὼν ἀπαγόμενον τὴν ἐπὶ θάνα-

τον ὁδὸν ὁ κατήγορος αὐτοῦ καὶ μεταμεληθεὶς προσέπεσε τοῖς

ποσὶ τοῦ ἀποστόλου λέγων “συγχώρησόν μοι, ἄνθρωπε τοῦ θεοῦ,

ὅτι μεταμεμέλημαι ἐφ' οἷς ἐλάλησα κατὰ σοῦ.” ὁ δὲ μακάριος

τοῦτον καταφιλήσας εἶπεν αὐτῷ “εἰρήνη σοι, τέκνον, εἰρήνη σοι,

καὶ συγχώρησις τοῦ πταίσματος.” ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐ-

θέως Χριστιανὸν ἑαυτὸν ἐπὶ πάντων ἀνηγόρευσε, καὶ οὕτως συγ-

καταριθμηθεὶς τῷ ὑπ' αὐτοῦ κατηγορηθέντι σὺν αὐτῷ καὶ τὸ

βραβεῖον τοῦ μαρτυρίου ἀπηνέγκατο. ὁ δέ γε ἄθλιος Ἡρώδης

ἐπὶ ἡμέρας φθειρόμενος καὶ σκώληκας ἐκβράζων ἐλεεινῶς τὸν βίον

κατέλυσεν, ὥσπερ καὶ ὁ δυσσεβέστερος αὐτοῦ πατήρ.

Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος υἱὸς αὐτοῦ ἔτη

κγʹ, ὃς κτίσας πόλιν ἐν τῇ Ἰουδαίᾳ ἐκάλεσεν αὐτὴν εἰς τὸ ἴδιον

ὄνομα Τιβεριάδα. οὗ τῷ ιεʹ ἔτει τῆς βασιλείας ὁ κύριος ἡμῶν

βαπτισθεὶς τοῦ εὐαγγελικοῦ κηρύγματος ἀπήρξατο. ἐν δὲ τῷ ιηʹ

26

σταυρωθεὶς ἀνέστη τῇ κεʹ τοῦ Φαμενὼθ μηνὸς ἤτοι Μαρτίου, τοῦ

πρωτοκτίστου μηνὸς Νισὰν παρ' Ἑβραίοις λεγομένου, ἐπιφω-

σκούσης κυριακῆς. διὰ τί δὲ ὀγδόη ἡ τοῦ κυρίου ἀνάστασις ἐπω-

νόμασται; ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ

γραφῇ καὶ μετὰ τοὺς ζʹ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ κύριος. πρὸ

γὰρ τῆς Χριστοῦ ἀναστάσεως ἐν τῇ παλαιᾷ πρώτη γέγονεν ἡ τοῦ

υἱοῦ τῆς χήρας, ὃν Ἠλίας ἐν Σαράφθοις ἀνέστησεν, βʹ ἡ τοῦ

υἱοῦ τῆς Σουμανίτιδος, ὃν Ἐλισσαῖος ἤγειρεν, γʹ ἡ τοῦ στρατιώ-

του, ὃς ἐγγὺς Ἐλισσαίου ταφεὶς καὶ τοῖς ὀστέοις τοῦ προφήτου

πλησιάσας ὡς ἀπὸ πυρὸς ἐξεπήδησεν, δʹ ἐν τῇ καινῇ ἡ τῆς θυγα-

τρὸς τοῦ ἀρχισυναγώγου, εʹ ἡ τοῦ υἱοῦ τῆς χήρας, Ϛʹ ἡ τοῦ Λα-

ζάρου, ζʹ ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ηʹ

δὲ ἡ τοῦ κυρίου ἀνάστασις μετὰ τὸ σωτήριον πάθος. οὗτος

φροντίζων τοῦ δικαίου ἔγραφεν ἀεὶ ταῖς ὑπ' αὐτὸν πόλεσι λέγων

“ἐάν τι γράψω παρὰ τοὺς νόμους προστάσσων γίνεσθαι, τούτῳ

μὴ προσεκτέον· ἠγνόηκα γάρ.” ἀλλ' ὕστερον, φεῦ, αἰφνίδιον

εἰς τὴν χείρονα μεταβληθεὶς γνώμην πρὸς πᾶσαν ἀνοσιουργίαν

μιαιφονίαν τε καὶ οἰστρηλασίαν ἐτράπη, καὶ οὕτω τὸν βίον κατέ-

στρεψεν.

Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Γάϊος υἱὸς αὐτοῦ ἔτη δ', ὃς

πρῶτον μὲν μεγαλοφρόνως διεῖπε τὰ τῆς βασιλείας πράγματα καὶ

τοῖς ὑπηκόοις καθηκόντως ἐκέχρητο, ὕστερον δὲ μετὰ δύο χρόνους

27

ἐκστὰς τῆς ἀνθρωπίνης φρονήσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυ-

τὸν ἀπεθέωσεν καὶ ἀνδριάντας ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς

ἔστησεν. ὃν οἱ στρατιῶται ἐν βαλανείῳ λουόμενον διεχειρίσαντο,

μὴ φέροντες ὁρᾶν τὰ ὑπὸ αὐτοῦ παναισχίστως πραττόμενα. ἐφ'

οὗ Θευδᾶς ὁ ἐν ταῖς πράξεσι μνημονευόμενος τὸν Ἰορδάνην τεμεῖν

ἐπαγγειλάμενος καὶ διαμαρτήσας ἀνῃρέθη, καὶ ὁ πύργος τοῦ Σι-

λωὰμ ἔπεσεν ἐπὶ τοὺς ιηʹ ἄνδρας, καὶ Στέφανος ὁ πρωτομάρτυς

ἐμαρτύρησεν, καὶ Παῦλος ἐπίστευσεν, καὶ Φίλων καὶ Ἰώσηπος οἱ

ἐξ Ἑβραίων σοφοὶ ἐγνωρίζοντο.

Μετὰ δὲ Γάϊον ἐβασίλευσε Κλαύδιος ἔτη ιγʹ, ἐφ' οὗ καὶ

Μάρκος ὁ εὐαγγελιστὴς ἐν Αἰγύπτῳ πρῶτος ἐκκλησίαν πηξάμενος

πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σεμνεῖα τότε προσηγορεύ-

θησαν, καὶ τὸ ἅγιον εὐαγγέλιον συνεγράψατο, καὶ ἐπ' αὐτῆς

Ἀλεξανδρείας ἐκκλησίαν πρῶτον συνεστήσατο.

Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων ὁ υἱὸς αὐτοῦ ἔτη ιδʹ,

ἐφ' οὗ Σίμων ὁ μάγος διὰ γοητείας ἐν Ῥώμῃ πολλὰ σημεῖα καὶ

φαντασίας ἐπιτελῶν καὶ ἑαυτὸν θεὸν ὀνομάζων. καί ποτε μεσού-

σης ἡμέρας προελθὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι' ἀέρος ἀνα-

πτάσθαι. οὗ γενομένου προσευξάμενος ὁ Πέτρος καὶ ἀτενίσας

εἶπε τῷ Σίμωνι “εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμὶ ἐγώ, καὶ οὐχὶ

πλάνος ὥσπερ σὺ Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν

ἀφεῖναί σε τῆς κρατήσεως.” καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου

28

παραχρῆμα κατηνέχθη μετὰ ἤχου πολλοῦ καὶ συνετρίβη. ὁ δὲ

Νέρων ἀκούσας ὅτι πεφόνευται Σίμων ὑπὸ Πέτρου καὶ ἀγανακτή-

σας ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. ὁ δὲ παρακαλέσας τὸν ἔπαρ-

χον ἵνα μὴ ὄρθιος σταυρωθῇ, κατὰ κέλευσιν ἐσταυρώθη καθὼς

ἠξίωσεν ἐκ πολλῆς μετριοφροσύνης. μετὰ δὲ τοῦτον καὶ Παῦλος

τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. ὁ δέ γε Νέ-

ρων κραταιουμένη αὐτῷ τῆς ἀρχῆς εἰς ἀνοσίας πράξεις καὶ μιαι-

φονίας καὶ θεομαχίας ἐξώκειλε, καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας

ἀποκτονηθεὶς εἰς προάστειον ἐξελθὼν ἑαυτὸν διεχειρίσατο. ὡσαύ-

τως δὲ καὶ Πιλάτος ποικίλαις περιπεσὼν συμφοραῖς ἑαυτὸν

ἀνεῖλε.

Μετὰ δὲ Νέρωνα ἐβασίλευσε Γάλβας μῆνας ζʹ, μετὰ δὲ

Γάλβαν ἐβασίλευσε Λουκίβιος μῆνας γʹ, μετὰ δὲ Λουκίβιον ἐβα-

σίλευσεν Οὐϊτέλλιος μῆνας βʹ, καὶ ἐσφάγη μέσον τῆς Ῥώμης ὑπὸ

τοῦ δήμου.

Μετὰ δὲ Οὐϊτέλλιον ἐβασίλευσεν Οὐεσπασιανὸς υἱὸς Νέρω-

νος ἔτη θʹ.

Μετὰ δὲ Οὐεσπασιανὸν ἐβασίλευσε Τῖτος υἱὸς αὐτοῦ ἔτη γʹ.

καὶ ὥρᾳ θερινῇ πανημέριον ὁδοιπορήσας, καὶ αἱμορραγήσας διὰ

τῶν μυκτήρων ὑπὸ τοῦ ἡλίου συμφλεχθεὶς καὶ πάνυ λιποθυμήσας,

ἔτι ἐμπνέων ἐνεβλήθη εἰς τὸν τάφον παρὰ Δομετιανοῦ τοῦ ἀδελ-

φοῦ αὐτοῦ κατ' ἐπιτροπὴν τῆς γυναικὸς τούτου, καὶ οὕτως ἐτε-

λεύτησε πάσῃ ἀγαθουργίᾳ καὶ σωφροσύνῃ κεκοσμημένος, πένθος

29

πολὺ τοῖς ἐν Ῥώμῃ καταλείψας, ὡς κατ' οἴκους καὶ δημοσίᾳ

πάντας κλαίειν καὶ ἀποδύρεσθαι.

Μετὰ δὲ Τῖτον ἐβασίλευσε Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη

ιεʹ, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώμης κατ' ἐπιβουλὴν τῆς αὐτοῦ γυ-

ναικός. διάδοχος γὰρ τοῦ ἀδελφοῦ γενόμενος οὐ τὴν πατρικήν τε

καὶ ἀδελφικὴν ἐζήλωσεν ἀρίστην πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ

Νέρωνος ἀνοσιουργίαν. πᾶν γὰρ εἶδος κακίας καὶ γυναικομανίας

καὶ ἀνδρομανίας ἐπελθών, καὶ τελευταῖον ἑαυτὸν ἀποθεώσας καὶ

ἔχθιστον ἑαυτὸν ἅπασιν ἀποφήνας αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ

βέβηλον καταστρέφει βίον. ἐφ' οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ

Ὀνήσιμος ἐμαρτύρησαν, καὶ ὁ θεολόγος Ἰωάννης καὶ εὐαγγελι-

στὴς ἐν Πάτμῳ τῇ νήσῳ ἐξωρίσθη, καὶ Ἀπολλώνιος ὁ Τυανεὺς

ἐγνωρίζετο.

Μετὰ δὲ Δομετιανὸν ἐβασίλευσε Νερούας ἔτος ἕν, ὃς ἀνα-

καλεσάμενος Ἰωάννην ἐκ τῆς νήσου ἀπέλυσεν οἰκεῖν ἐν Ἐφέσῳ,

μόνον τότε ἐκ τῶν ιβʹ μαθητῶν περιόντα τῷ βίῳ· ὃς καὶ συγγρα-

ψάμενος τὸ κατ' αὐτὸν εὐαγγέλιον ἐν εἰρήνῃ ἀνεπαύσατο. καὶ

Φίλιππος ὁ ἐκ τῶν ζʹ διακόνων ἐν Ἱεραπόλει τελειοῦται, καὶ θά-

πτεται μετὰ τῶν θυγατέρων αὐτοῦ.

Μετὰ δὲ Νερούαν ἐβασίλευσε Τραϊανὸς ἔτη θʹ, καὶ ὑδεριά-

σας ἀπέθανεν, ὃς τοσοῦτον ὑπῆρχεν ἀγαθὸς μισοπόνηρός τε καὶ

φιλοδίκαιος, ὥστε γυμνώσας ποτὲ ῥομφαίαν ἐνώπιον τῶν μεγι-

στάνων δεδωκέναι τῷ ἐπάρχῳ, καὶ εἰπεῖν “δέξαι τὸ ξίφος τοῦτο,

30

καὶ εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μή, κατ' ἐμοῦ χρῆσαι

αὐτῷ.” μὴ ἔχων δὲ παῖδας κληρονόμους τῆς βασιλείας ἔμελλεν

ἐξ ὑποβολῆς τινῶν ἐᾶσαι τὴν σύζυγον αὐτοῦ καὶ λαβεῖν ἑτέραν

πρὸς τὸ παιδοποιῆσαι· ἡ δὲ συνετὴ οὖσα συνεβούλευσεν αὐτῷ ὡς

εἴπερ βούλεται μνημονεύεσθαι ὑπὸ πάντων ἐν πάσαις γενεαῖς,

πλακῶσαι διὰ μαρμάρων τὰς εἰσοδοεξόδους πασῶν τῶν μεγαλο-

πόλεων· ὃ δὴ καὶ πεποίηκεν. ἐφ' οὗ καὶ Συμεὼν ὁ τοῦ Κλοπᾶ

καὶ Ἰγνάτιος ὁ θεοφόρος ἐμαρτύρησαν, καὶ Βασιλίδης καὶ Κήριν-

θος καὶ Νικόλαος καὶ Ἐβιωναῖος οἱ αἱρεσιάρχαι καὶ ἐχθροὶ τῆς

ἀληθείας ἐγνωρίζοντο.

Μετὰ δὲ Τραϊανὸν ἐβασίλευσεν Ἀδριανὸς ὃς καὶ Αἴλιος ἔτη

κδʹ, καὶ ὑδεριάσας ἀπέθανεν· ὃς ναὸν ἐν Κυζίκῳ κτίσας καὶ πόλιν

ἐν τῇ Θρᾴκῃ Ἀδριανούπολιν αὐτὴν προσηγόρευσεν. ἐφ' οὗ Κέρ-

δων καὶ Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Μοντανὸς καὶ Σατορνῖνος

καὶ Καρποκράτης οἱ αἱρεσιάρχαι καὶ Ἀκύλας ἐγνωρίζοντο.

Μετὰ δὲ Ἀδριανὸν ἐβασίλευσεν Ἀντωνῖνος ἔτη κβʹ. ἐφ' οὗ

Πολύκαρπος ὁ μαθητὴς Ἰωάννου τοῦ εὐαγγελιστοῦ καὶ Ἰουστῖνος

ὁ φιλόσοφος καὶ Διονύσιος ἐπίσκοπος Κορίνθου ἐμαρτύρησαν, καὶ

Τατιανὸς καὶ Βαρδησάνης οἱ αἱρεσιάρχαι καὶ Πρισκίλλα καὶ

Μαξιμίλλα αἱ ψευδοπροφήτιδες τῶν κατὰ Φρύγας…

Μετὰ δὲ…

The complete text is available when the reading interface loads.