The Greek Library Catalogue

Anonymous

Annales

Edition reference
Annales, ed. A. Heisenberg, Georgii Acropolitae opera, vol. 1, Leipzig: Teubner, 1903: 3–189.
CTS identifier
urn:cts:greekLit:tlg3141.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ

ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ.}

1

Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ συγ-

γραψάμενοι διωρίσαντο, καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν,

ταῦτ' ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν· τί γὰρ ἂν καὶ εὕροιμεν

καινότερον νόημα τοσούτων ἱστορησάντων καὶ σύμπαν κα-

λὸν τῆς ἱστορίας ἀποφηναμένων ἐν τοῖς σφετέροις συγγράμ-

μασι; τάχα δέ, ὃ πλέον ἐκείνων ἐν τοῖς νῦν προκειμένοις

ἡμῖν λέξειν ἄξιον, τοῦτό γε ἂν τῆς ἡμετέρας συγγραφῆς

προβαλούμεθα· τὸ δέ ἐστιν ὅτι, καινοτέρων ἡμῖν προκει-

μένων πραγμάτων, ἃ μήπω τις γραφῇ παραδέδωκε, καινό-

τερον συμβαίνει εἶναι καὶ τὸ ὠφέλιμον, ἐκείνων ἐν γνώσει

τῶν ἀνθρώπων γεγενημένων, ἅπερ ὁ χύδην ῥέων λόγος

οὐκ ἀληθῶς ἀποφαίνεται. οἱ μὲν οὖν τὰ καθ' ἡμᾶς ἱστο-

ρικῶς συγγραψάμενοι ἄλλην ἄλλος πεποίηνται τὴν ἀρχήν·

οἱ μὲν γὰρ αὐτῶν ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἤρξαντο,

οἱ δὲ ἐξ ἀξιολόγου τινὸς ἀρχῆς, ἢ Περσῶν ἢ Ἑλλήνων ἢ

Ῥωμαίων ἢ ἄλλου οὑτινοσοῦν τῶν ἐθνῶν, ἕκαστος πρὸς τὸν

ἑαυτοῦ σκοπὸν τὸ οἰκεῖον καταρτιζόμενος σύγγραμμα. καὶ

ἡμῖν οὐχ ἥκιστα οὕτω τὰ τῆς συγγραφῆς τελεσθήσεται. τὰ

μὲν γὰρ ἀπ' ἀρχῆς γεγενημένα τῆς τοῦ κόσμου γενέσεως

πολλοῖς τε καὶ πολλάκις ἐξιστορήθη, οὐ χρὴ δὲ λέγειν καὶ εἰ

πρὸς ἀλλήλους οἱ πλείους ἠναντιοφώνησαν τὰ τῶν βασιλέων

συγγράφοντες, ἀλλοιώσεις τε χωρῶν καὶ πόλεων στάσεις καὶ

πολέμων συρρήξεις καὶ ἀνδραποδισμοὺς καὶ νίκας καὶ ἥττας

καὶ ὅσα τοιαῦτα συμβαίνει τοῖς καθ' ἡμᾶς. πολυσχιδῶν

γὰρ τουτωνὶ τελούντων καὶ μηδὲ παρ' αὐτῶν ἴσως τῶν

ἐνεργούντων γινωσκομένων, σχολῇ γε ἂν τοῖς ἐξιστοροῦσι

τοῦ ἀληθοῦς παντάπασι γενήσεται ἡ ἐπίτευξις· ἐκ τοῦ

μᾶλλον δὲ καὶ ὅσα τῇ κοινῇ φήμῃ γνωρίζεται, ταῦτα τὸν

ἐξιστοροῦντα παραλήψασθαι δέον, εἰ μὴ ἀδικεῖν οὗτος ἐθε-

λήσειε τὴν ἀλήθειαν ὡς οἱ τοὺς ὀβολοὺς κερματίοις ἐλλυ-

μαινόμενοι ἢ καὶ παραχαράττειν βουλόμενοι. οὔτε γοῦν πρὸς

χάριν οὔτε πρὸς φθόνον, ἀλλ' οὐδὲ πρὸς μῖσος ἢ καὶ πρὸς

εὔνοιαν συγγράφειν χρεών ἐστι τὸν συγγράφοντα, ἀλλ' ἱστο-

ρίας μόνον χάριν καὶ τοῦ μὴ λήθης βυθῷ, ἣν ὁ χρόνος

οἶδε γεννᾶν, παραδοθῆναι τὰ ὑπό τινων γεγενημένα, εἴτ'

ἀγαθὰ εἴτε φαῦλα τυγχάνοιεν. ἀρχὴ δὲ ἡμῖν γενέσθω ἡ

τῆς Κωνσταντίνου πόλεως ἅλωσις, οὕτω τοι περιφανὴς καὶ

γνώριμος οὖσα σύμπασιν ὡς μηδὲ ἓν εἶναι τῶν ἐθνῶν, ὃ

μὴ ταύτην ἐγνώρισεν.

2

Ἀλεξίου τοῦ Κομνηνοῦ, ἀδελφοῦ τελοῦντος τοῦ προ-

βεβασιλευκότος Ἰσαακίου, Ἀγγέλων καὶ ἀμφοῖν ὀνομαζομέ-

νων, τὰ τῶν Ῥωμαίων τότε διιθύνοντος σκῆπτρα, οἱ ἐξ

Ἰταλίας κατὰ τῆς Κωνσταντινουπόλεως ἐξεστράτευσαν. ἡ δὲ

αἰτία τοιάδε. κατέβαλε μὲν τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἰσαάκιον

ὁ προειρημένος Ἀλέξιος καί οἱ τὰς ὄψεις ἐπήρωσε, καὶ ἦν

τὸ ἀπὸ τοῦδε τῆς τῶν Ῥωμαίων κρατήσας ἀρχῆς. ὑπῆρχε

δὲ τῷ Ἰσαακίῳ υἱὸς ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς γεννη-

θείς, τὸν μείρακα ἤδη ἀμείβων. ὃς δυσανασχετήσας τῇ τοῦ

πατρὸς παροινίᾳ τὴν φυγήν τε μηχανησάμενος περὶ τὴν

Ῥώμην χωρεῖ καὶ τῷ ταύτης ἀρχιερεῖ ἑαυτὸν προσρίπτει,

λιπαρῶς τε τούτῳ προσκείμενος τὴν πατρικὴν ἐκδίκησιν

ἐπεζήτει. ἐπεὶ δὲ τῷ τότε τύχοι πλήθη πολλὰ εἰς ἓν συν-

αχθῆναι τῶν Ἰταλῶν, οἱ μὲν ἐξ αὐτῆς Ἰταλίας, οἱ δὲ

ἐκ τῆς τῶν Φράγγων ἀρχῆς, ἐκ δὲ Ἐνετῶν ἕτεροι καὶ ἐξ

ἄλλων ἄλλοι καὶ ἡ πρόφασις εἰς ἐλευθερίαν τῆς Ἱερουσαλὴμ

ἀπελθεῖν, ὅπου ὁ κυριακὸς τυγχάνει τάφος—ἦν δὲ ὁ τού-

τους συναθροίσας ὁ ἀρχιερατικῶς τῆς πρεσβυτέρας προϊστά-

μενος Ῥώμης, ὅν, ὡς προειρήκειν, ὑπὲρ τῆς πατρικῆς

ἀρχῆς ὁ τοῦ Ἰσαακίου ἐξελιπάρει υἱός—ταῖς παρακλήσεσι

τοῦ παιδὸς δυσωπηθεὶς ὁ πάπας, μάλιστα δὲ ταῖς ὑποσχέ-

σεσιν—ἐτύγχανον γὰρ ἁδραί—παραδίδωσι τὸν παῖδα

τοῖς ἡγεμόσι τῶν στρατευμάτων, ὡς ἂν αὐτὸν τῆς προκει-

μένης ἐκνεύσαντες τῷ πατρικῷ ἐγκαταστήσαιεν θρόνῳ ἀνα-

λώματά τε παρ' αὐτοῦ λάβοιεν, ὁπόσα ἂν καθ' ὁδὸν ἀνα-

λώσαιεν καὶ ὁπόσα περὶ τὴν Κωνσταντίνου βραδύναντες.

ἀνήχθησαν οὖν οὗτοι τριήρεσί τε καὶ ναυσὶ κοίλαις, εὐτυ-

χῶς ἐν πνεύμασι φοροῖς πεποιημένοι τὴν ἄνοδον. ἐπεὶ δὲ

τῇ Κωνσταντίνου προσώκειλαν, γνωρίζουσι τοῖς ἐκεῖ τὸν παῖδα,

τὴν ἀδικίαν, τὰ διὰ ταῦτα τοῦ Ῥώμης ἐντάλματα. μέχρι

μὲν οὖν τινὸς λόγοι τε ἐξ ἀμφοτέρων ἐγεγόνεισαν τῶν μερῶν

καὶ μάχαι κατὰ χέρσον ἰσχυραί, συμβάσεις τε ἐκ πρεσβειῶν

οὐδ' ὅλως συνέβαινον. ἐπεὶ δὲ ὁ βασιλεὺς Ἀλέξιος τοῖς τοι-

ούτοις ἀπώκνησε πράγμασι, μάλιστα δέ γε ἀπείρηκε τοῖς

ἐντὸς εἰς σύγχυσιν ἀποβλέπουσι καὶ νοσοῦσι τὸ ἄστατον, τὰ

πάντα χαίρειν ἐάσας φυγῇ ἐχρήσατο ἑκὼν ἀέκοντί γε θυμῷ,

τοῦτο δὴ προσειπών, ὡς οἱ ἀκηκοότες ἔφασκον, τὸ ‘Δαυὶδ

φυγὼν ἐσώθη’, προσεπαγόμενός τε καὶ τὴν γυναῖκα καὶ χρή-

ματα τοῦ βασιλικοῦ ταμιείου ἱκανά.

3

Ἐπεὶ γοῦν οὗτος ἐξῄει τῆς Κωνσταντίνου, πρεσβεύ-

ουσι πρὸς τοὺς Ἰταλοὺς οἱ οἰκήτορες, ὡς ἂν ὁ τοῦ Ἰσαακίου

Ἀλέξιος, δι' ὃν ὡς ἐδόκει τὸ μάχιμον ἦν, ἐντὸς εἰσαχθείη

καὶ βασιλεὺς ἀναγορευθείη. εἰσάγεται γοῦν εἰς τὴν πόλιν

ὁ παῖς ἐπὶ ταῖς προτέραις συνθήκαις, αἷς ὑπέσχετο τοῖς

ἀναβιβάσασιν αὐτὸν Ἰταλοῖς, καὶ βασιλεὺς παρὰ παντὸς

ἀναγορεύεται τοῦ λαοῦ. ἦσαν οὖν τὸ ἀπὸ τοῦδε οἵ τε πο-

λῖται οἵ τε Ἰταλοὶ τῷ δοκεῖν εἰρηνεύοντες, τῶν μὲν Ἰταλῶν

ἀπαιτούντων τὰς ὑποσχέσεις καὶ τὰ ἀναλώματα, τῶν δ' οἰκη-

τόρων τῆς πόλεως ὑπὲρ ἀριθμὸν ἡγουμένων τὸ χρῆμα καὶ

διισχυριζομένων, ὡς οὐκ ἂν ἔχοιεν τοσαῦτα τοῖς Ἰταλοῖς ἐπι-

δοῦναι. συνέβη δὲ τῷ τότε καὶ γογγυσμὸν ἐν τῇ πόλει

τούτου χάριν γενέσθαι. ὁ γὰρ πατὴρ Ἀλεξίου ὁ Ἄγγελος

Ἰσαάκιος—ἔτι γὰρ περιῆν τῷ βίῳ, κἂν ἀπῆρε μετὰ μικρὸν

μήπω ἁλούσης τῆς Κωνσταντίνου—γνώμην δέδωκεν, ὡς

τῶν ἱερῶν κειμηλίων συνάθροισιν γεγονέναι τὰ πρῶτα

ἐκεῖθέν τε ἄρξασθαι τοῦ πρὸς τοὺς Ἰταλοὺς χρέους, τὸ δ'

ἐλλεῖπον ἐκ τῶν βασιλικῶν ταμιείων δοθῆναι καὶ τῶν οἰκη-

τόρων τῆς πόλεως. ἐν τῷ μεταξὺ δὲ τῆς ἀμφισβητήσεως

οὔσης καὶ ἐξ ἑκατέρων τῶν μερῶν ἀφικνουμένων τῶν

πρέσβεων, φονεύεται ὁ παῖς τοῦ Ἰσαακίου Ἀλέξιος παρ'

Ἀλεξίου τοῦ Δούκα, ὃν πρωτοβεστιάριον οὗτος τετίμηκεν,

οἱ δὲ τῆς πόλεως εἴς τι τῶν αὐτοῦ ἐπιμεμφόμενοι Μούρ-

τζουφλον ἐκάλουν. ἀνηγορεύθη γοῦν παρὰ τῶν πολιτῶν ὁ

ῥηθεὶς Ἀλέξιος Μούρτζουφλος βασιλεύς. τοῦ τοιούτου

γοῦν χάριν ἐπὶ πλέον μανέντες οἱ Ἰταλοὶ ἄσπονδον τὴν ἔχθραν

κατὰ τῶν Κωνσταντινουπολιτῶν ἐποίησαν. συνέβη δὲ καὶ

ἕτερόν τι γενέσθαι τοῖς πολίταις βούλευμα οὐκ ἐπαίνου

ἄξιον. τοὺς γὰρ Λατίνους, οὓς οἰκήτορας εἶχεν ἡ Κων-

σταντίνου, οἱ προύχοντες καὶ τῶν ἐν τέλει συνεβουλεύσαντο

ἀποπέμψαι τῆς πόλεως, ὡς μὴ ἐπιβούλους αὐτοὺς ἐντὸς

ἔχοιεν. οἱ δὲ αὐτόμολοι πρὸς τοὺς πολεμίους χωροῦσι

χιλιοστύες πολλαί, ὅρκοις ἀρρήκτοις τὸ πρῶτον τοὺς πολίτας

πληροφοροῦντες μὴ ἄν ποτε μελετῆσαι κατ' αὐτῶν προδοσίαν,

συναποθανεῖν δὲ εἰ συμβαίη αὐτοῖς ὡς ἰθαγενεῖς καὶ αὐ-

τόχθονας· καίτοι καὶ γυναῖκας καὶ παιδία διδόντες ἐν ἀσφα-

λεστέροις ταῦτα τόποις ἀπαγαγεῖν, οὐκ ἔπεισαν. ἐξελθόντες

δὲ πολλὰ τοῖς ἐναντίοις συνήραντο ἅτε πλῆθος πολὺ ὄντες

καὶ εἰδήμονες τῶν πραγμάτων.

4

Τεσσαράκοντα γοῦν παρῆλθον ἡμέραι καὶ ἑάλω παρὰ

τούτων ἡ Κωνσταντίνου, ἔτους μὲν ὄντος ἀπὸ γενέσεως

κόσμου ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου, δωδεκάτην

τοῦ Ἀπριλλίου ἄγοντος. τῷ γὰρ δεκάτῳ ἔτει Μαΐου ὄντος

τῇ πόλει προσώρμισαν, ἐν ἕνδεκα δὲ μησὶ συνέβη γενέσθαι

τὴν πόρθησιν. καὶ ἡ μεγίστη καὶ περιφανεστάτη πόλις

ἑάλω, ἑνὸς ὥς φασιν ἢ καὶ δύο ἐπιπηδησάντων τῷ τείχει

ἀπὸ κλίμακος εἰς ἱστὸν κειμένης μεγίστης κοίλης νηός. ὅσα

μὲν οὖν συνέβη τῇ πόλει, μακροτέρων ἂν εἴη ταῦτα λόγων

καὶ οὐ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· πάντως δὲ νοεῖν

ἔξεστι πᾶσιν ὁπόσα ταῖς αἰχμαλωτιζομέναις πόλεσιν ἐπι-

πέπτωκε πάθη, φόνοι τε ἀνδρῶν γυναικῶν τε ἀνδραπο-

δισμοί, σκυλεύσεις, οἰκιῶν κατασκάψεις, τἆλλά τε πάντα

ὁπόσα μαχαίρας ἔργον καθέστηκεν. ἐπεὶ γοῦν ἐγκρατεῖς

γεγόνασι τῆς πόλεως οἱ Ἰταλοί, ὡς ἐξ ὑπερδεξίων ὁρμώ-

μενοι τήν τε δυσμὴν πᾶσαν κατέδραμον, ἀλλὰ δὴ καὶ τῆς

ἑῴας μέρος οὐκ ἔλαττον. πρῶτον μὲν οὖν χειροῦνται τὰ

τῆς δυσμῆς, πάντων ὑποφευγόντων αὐτοὺς ὡς ὑπό τινος

θεηλάτου ἐλαυνομένων πληγῆς.

5

Ὁ μὲν οὖν βασιλεὺς Ἀλέξιος ὁ Ἄγγελος, ὃν ἀποδρᾶ-

σαι ὁ λόγος εἰρήκει τῆς Κωνσταντίνου, περὶ τὴν Φιλιππού-

πολιν ἀφικόμενος καὶ μὴ πρὸς τῶν οἰκητόρων δεχθεὶς περὶ

τὴν Μοσυνούπολιν ἀφικνεῖται κἀκεῖσε τὰς διατριβὰς ἐποι-

εῖτο. Ἀλέξιος δὲ ὁ Δούκας, ὃς τὸν υἱὸν Ἰσαακίου ἀπέκτεινε,

βουλόμενος ἐκ κήδους αὐτῷ προσαρμόσασθαι ἅμα τε τὸν τοῦ

Ἰσαακίου υἱὸν πεφόνευκε καὶ ἅμα τὴν τοῦ βασιλέως Ἀλεξίου

θυγατέρα Εὐδοκίαν προσηγάγετο εἰς γυναῖκα, ὑστάτην οὖσαν

τῶν θυγατέρων ἐκείνου. τρεῖς γὰρ ὑπῆρχον αὐτῷ, καὶ ἡ μὲν

πρώτη Εἰρήνη κατωνομάζετο, ἣν καὶ ἀνδρὶ συνέζευξεν Ἀλε-

ξίῳ τῷ Παλαιολόγῳ, ὃν καὶ δεσπότην τετίμηκεν· ἀλλὰ προ-

ῴχετο οὗτος τῆς Κωνσταντίνου ἁλώσεως. ἡ δὲ δευτέρα

ἐκαλεῖτο Ἄννα, εἰς ἣν Θεόδωρον τὸν Λάσκαριν ἐπεγάμβρευσεν.

ἡ δὲ τρίτη Εὐδοκία κατωνομάζετο, ἣν πρὸ καιροῦ ὁ πατὴρ

αὐτῆς τῷ κράλῃ Σερβίας συνέζευξεν· ἐπί τινι δὲ πάθει, ὡς

ἔφασκον, ταύτην οὗτος φωράσας ἐπὶ τὸν πατέρα πάλιν

ἐκπέμπει, καὶ ἔμενεν οὕτως. ταύτην εἰλήφει ὁ εἰρημένος

Δούκας Ἀλέξιος, τὴν οἰκείαν καταλιπὼν γαμετήν. ὡς γοῦν

παρὰ τῶν Ἰταλῶν ἑάλω ἡ Κωνσταντίνου, ἀπέδρα καὶ οὗτος

ἐκεῖθεν, ἐπιφερόμενος καὶ τὴν σύζυγον Εὐδοκίαν. μαθὼν

δὲ ὡς ἐν Μοσυνουπόλει τὰς διατριβὰς ποιεῖται ὁ πενθερὸς

αὐτοῦ βασιλεὺς Ἀλέξιος, θαρρούντως πρὸς αὐτὸν ἀπῄει. ὁ

δὲ τοῦτον πολλῶν τε ἄλλων χάριν καὶ οὐδὲν ἧττον τῆς θυ-

γατρὸς ἐμυσάττετο. κηδεστίας οὖν ὑπενδὺς προσωπεῖον

ὑποδέχεται τὸν Ἀλέξιον, λουτρόν τε εὐτρεπίσας ἅμα τῇ

θυγατρὶ λουθῆναι τοῦτον προστέταχεν. ἐντὸς οὖν τοῦ

λουτῆρος γενομένου τοῦ Ἀλεξίου ἐπεισπίπτουσιν ἀθρόον αὐτῷ

οἱ τοῦ βασιλέως Ἀλεξίου ὑπηρέται κἀκεῖσε τοὺς ὀφθαλμοὺς

ἐξορύττουσιν. ἔφασκον δὲ οἱ ξυντυχόντες, ὡς ἡ θυγάτηρ

ἑστῶσα παρὰ τὴν θύραν τοῦ λουτροῦ τὸν πατέρα ὕβρεσιν

ἔπλυνε κἀκεῖνος ταύτην τῆς ἀναιδείας καὶ τῆς ἀσελγοῦς

ἀγαπήσεως ἐλοιδόρει. τυφλὸς οὖν γεγονὼς ὁ δηλωθεὶς

Δούκας Ἀλέξιος περὶ τὰ τῆς Μοσυνουπόλεως ἐπλανᾶτο

μέρη, ἀλήτης διερχόμενος τὰ ἐκεῖσε. ὁ δὲ βασιλεὺς Ἀλέξιος

ἀπάρας ἐκεῖθεν περὶ τὰ μέρη τῆς Θεσσαλονίκης ἐχώρει.

ἐπεὶ δὲ ἐξώρμησαν τῆς Κωνσταντίνου οἱ Ἰταλοὶ καὶ ἀπῆλ-

θον περὶ τὴν Μοσυνούπολιν, εὑρόντες ἐκεῖσε τὸν Μούρ-

τζουφλον Ἀλέξιον εἰς τὴν Κωνσταντίνου ἀπήγαγον· τοῦ δὲ

δηλωθέντος αὐτοῦ μιάσματος ἀμυνόμενοι, ὅπερ εἰς τὸν υἱὸν

Ἰσαακίου τοῦ βασιλέως εἰργάσατο, κρημνώδει θανάτῳ τοῦτον

καταδικάζουσιν· εἰς γὰρ τὸν μέγιστον ἀνάξαντες κίονα, οὗ

Ταῦρος ἡ κλῆσις, κάτω βάλλουσι. καὶ τοιοῦτον μὲν τὸ τέ-

λος αὐτοῦ, ὁ δὲ βασιλεὺς Ἀλέξιος εἰς τὴν Θεσσαλονίκην

ἀφίκετο.

6

Τῆς οὖν πόλεως κυριεύσαντες οἱ Ἰταλοὶ ἄδειαν δε-

δώκασι τοῖς ταύτης οἰκήτορσι τοὺς θέλοντας μένειν τε καὶ

ὑπὸ χεῖρα εἶναι αὐτῶν, τοὺς δὲ ἀκωλύτως ἀπέρχεσθαι ὅπῃ

ἂν βούλοιντο. ἐξήρχοντο τοίνυν οἱ μὲν φανερῶς οἱ δὲ

καὶ κρύφα, ὅσοι τῶν περιφανεστέρων ἐτύγχανον. ὁ μὲν οὖν

Λάσκαρις Θεόδωρος προεξελθεῖν πέφθακεν ἅμα τῇ γαμετῇ

Ἄννῃ, ὃν γαμβρὸν ὁ λόγος φθάσας ἐδήλωσε τοῦ βασιλέως

Ἀλεξίου τελεῖν, καὶ δεσπότην ὑπ' ἐκείνου τετιμημένον. ἀπελ-

θὼν οὖν οὗτος μετὰ τῆς σφετέρας γυναικὸς καὶ τῶν τέκνων

—ὑπῆρχον γὰρ αὐτῷ θυγάτρια τρία, ὧν ἡ μὲν πρώτη

Εἰρήνη, ἡ δὲ δευτέρα Μαρία, ἡ δὲ τρίτη Εὐδοκία κατωνο-

μάζοντο—καὶ περὶ τὴν Νίκαιαν πόλιν γενόμενος παρε-

κάλει τοὺς Νικαεῖς ἔσω τοῦτον τῆς πόλεως δέξασθαι καὶ

ὡς κυρίῳ προσανέχειν αὐτῷ. οἱ δὲ οὐκ ἐδέχοντο. λιπαρῶς

γοῦν ὁ Λάσκαρις τούτοις προσκείμενος καὶ κἂν τὴν γυ-

ναῖκα μόνην δέξασθαι ἐκδυσωπῶν, μόλις εἰς τοῦτο πειθη-

νίους ἐγνώρισεν. ἀφεὶς οὖν τὴν γυναῖκα οὑτοσὶ κατὰ

Νίκαιαν διήρχετο τὰ πέριξ, Προῦσάν τε καὶ τὰ περὶ αὐτήν,

ὅπως τε ὑπὸ χεῖρα ταῦτα ποιήσαιτο καὶ ὡς βασιλεὺς ἀντὶ

τοῦ πενθεροῦ Ἀλεξίου τούτων κατάρξειεν· οὗ δὴ καὶ τετύ-

χηκε. καὶ γὰρ ἐν τῷ μεταξὺ καὶ περὶ τὸν περσάρχην ἀφί-

κετο συνήθη τούτῳ τελοῦντα, καὶ συμμαχίαν προσείληφε

καὶ τὰ πρὸς σκοπὸν διεπράξατο.

7

Δύο γοῦν παραδραμόντων ἐνιαυτῶν καὶ ὡς δεσπότου

παρὰ πάντων φημιζομένου τοῦ Λασκάριος, ἐπεὶ συνδρομὴ

γέγονε κατὰ Νίκαιαν ἀπὸ περιφανῶν ἀνδρῶν καὶ τῶν

λογάδων τῆς ἐκκλησίας, σκέψις τούτοις ἐγένετο ὅπως βασι-

λεὺς φημισθείη ὁ δεσπότης Θεόδωρος. πατριάρχου δὲ μὴ

παρόντος ἐκεῖσε—ὁ γὰρ Καματηρὸς Ἰωάννης, ὃς τὸν

πατριαρχικὸν ἐκόσμει θρόνον ἡνίκα τῆς Κωνσταντίνου ἐκρά-

τησαν Ἰταλοί, περὶ τὸ Διδυμότειχον ἀπῆρε κἀκεῖσε τὰς

διατριβὰς ἐπεποίητο, καὶ διαμηνυθεὶς παρά τε τοῦ Λασκά-

ριος καὶ τῶν λοιπῶν ἀπηνήνατο τὴν πρὸς αὐτοὺς ἄφιξιν,

ἔγγραφον τὴν παραίτησιν ποιησάμενος. ψηφίζεται γοῦν

πατριάρχης Μιχαὴλ ὁ Αὐτωρειανός, λόγιος τυγχάνων καὶ

πάσης γραφῆς ἔμπειρος τῆς τε ἡμετέρας καὶ θύραθεν· ὃς

καὶ τὸν δεσπότην Θεόδωρον τῷ βασιλείας διαδήματι ταινιοῖ.

ἐντεῦθεν βασιλεὺς ὁ Λάσκαρις ἀναγορευθεὶς συντονώτερον

ἐφήψατο τῶν πραγμάτων, μάχαις δὲ προσέκυρσεν οὐκ ὀλί-

γαις καὶ χαλεπαῖς. οἵ τε γὰρ Ἰταλοὶ κατὰ τὴν ἑῴαν τὸν

πόρον πεποιηκότες τὰ πλείω ταύτης ὑφ' ἑαυτοὺς ἐποιήσαντο·

τό τε γὰρ ἅπαν θέμα Ὀψικίου καὶ Αἰγαίου καὶ αὐτὸ δὴ τὸ

Ἀτραμύτιον τῶν Ἰταλῶν ἐγεγόνει, Βάρις τε καὶ Αὐλωνία Ποιμα-

νηνόν τε καὶ Λεντιανὰ μέχρι τοῦ Λοπαδίου αὐτοῦ δεσπό-

τας ἐγίνωσκον Ἰταλούς, ἀλλά γε δὴ καὶ τὰ τῆς Θυνίας

πάντα μέχρι καὶ Νικομηδείας αὐτῆς. ἐντεῦθεν ἐστενοῦτο

πολὺ ὁ βασιλεὺς Θεόδωρος. οὐδὲν δὲ ἧττον καὶ πρὸς τῶν

Ῥωμαίων κατεβιάζετο. ἐν γὰρ τῇ συγχύσει τῆς Κωνσταν-

τίνου ἁλώσεως ἄλλοθεν ἄλλος ἡγεμόνες εἶναι τυχόντες ἢ

καὶ οἱ τῶν ἄλλων προύχοντες ὡς οἰκείαν ἀρχὴν τὴν ὑφ'

ἑαυτοὺς ἐποιοῦντο χώραν, ἢ ἐξ αὐτῶν εἰς τοῦτο ὁρμήσαντες

ἢ καὶ παρὰ τῶν οἰκητόρων μετακληθέντες εἰς τὴν τῆς χώ-

ρας δεφένδευσιν. αὐτίκα Θεόδωρός τε, ὃν Μωροθεόδωρον

ἀπεκάλουν, ἄρχων ἦν τῆς Φιλαδέλφου πόλεως· ἕτερος δὲ

Σάββας τοὐπίκλην τοῦ ἄστεος ἐδέσποζε τοῦ Σαμψὼν μετὰ

καὶ τῶν πλησίον τυγχανόντων αὐτῷ· Παφλαγονίας δὲ πάσης

ἐγκρατὴς ἦν Δαυίδ, ἀδελφὸς ὢν Ἀλεξίου τοῦ τῆς Τραπε-

ζοῦντος κρατήσαντος, ὃς καὶ Μέγας ὠνομάζετο Κομνηνός·

οἳ τοῦ βασιλέως Ἀνδρονίκου ὑπῆρχον ἔγγονοι, Μανουὴλ τῷ

τούτου τεχθέντες υἱῷ. διὰ ταῦτα ἐν πολλῇ στενοχωρίᾳ τὰ

πράγματα ὑπῆρξε τῷ βασιλεῖ Θεοδώρῳ. ἀλλὰ τὸν μὲν Μωρο-

θεόδωρον καὶ τὸν Σάββαν εὐχερῶς μετῆλθε κἀντεῦθεν ἐδέ-

σποζεν ἀδεῶς Κελβιανοῦ τε παντός, Μαιάνδρου Φιλαδελ-

φείας καὶ Νεοκάστρων.

8

Ἀλλ' ἐνταῦθά μοι ὁ λόγος ἀναμεινάτω· ἱστορῆσαι

γὰρ βούλεται τὰ τῷ βασιλεῖ Ἀλεξίῳ συμβάντα, ἤδη δὲ καὶ

τἆλλα τὰ ἐπὶ τῇ ἑσπέρᾳ γενέσθαι φθάσαντα. ἀφίκετο μέν,

ὡς εἰρήκειν, εἰς Θεσσαλονίκην ὁ εἰρημένος βασιλεὺς Ἀλέξιος

καὶ ὑπεδέχθη παρὰ τῆς αὐτοῦ νύμφης, ἣ ἐξ Οὔγγρων μὲν

ὥρμητο, ἐπεγαμβρεύθη δὲ τῷ βασιλεῖ Ἰσαακίῳ μετὰ τὴν τῆς

γυναικὸς αὐτοῦ τελευτήν· ἣν καὶ ὡραίαν πάνυ τῷ εἴδει οἱ

κατιδόντες ἔφασκον εἶναι. τῶν γοῦν Ἰταλῶν εἰς πολυμέρειαν

τὰ τῆς Ῥωμαΐδος κληρωσαμένων καὶ τοῦ μὲν ἐκ Φλάντρας

ὡρμημένου Βαλδουΐνου βασιλέως ἀναγορευθέντος, τοῦ δὲ

δουκὸς Βενετίας, ὃς καὶ αὐτοπροσώπως συνῆν, μερίδα οὐ

σμικρὰν ἐσχηκότος καὶ δεσποτικῷ ἀξιώματι τιμηθέντος ἔχειν

τε ἐξ ὅλου—πρὸς τὸ ὅλον, ὃ τὸ τῶν Φράγγων ἐκτήσατο

γένος—τὸ τέταρτον καὶ τοῦ τετάρτου τὸ ἥμισυ, ἐπειδὴ καὶ

ὁ μαρκέσιος ἀξιόλογον μοῖραν τῇ συμμαχίᾳ ἦν ἐνεγκάμενος,

ῥὴξ Θεσσαλονίκης παρὰ τοῦ Φλάντρα τετίμητο, προσλαβό-

μενος καὶ γυναῖκα τὴν δηλωθεῖσαν Μαρίαν τὴν ἐξ Οὐγ-

γρίας, πρότερον προσηρμοσμένην Ἰσαακίῳ τῷ βασιλεῖ. ὑπὸ

ταύτης, ὡς ἔφην, ὁ βασιλεὺς ὑπεδέχθη Ἀλέξιος. μετὰ μι-

κρὸν δὲ φωραθεὶς τοῖς ἐκεῖσε νεωτερίζεσθαι ἀπεδιώχθη

συνάμα τῇ γυναικὶ καὶ τῇ θυγατρὶ Εὐδοκίᾳ, ἣν καὶ ἐς

Κόρινθον ἀφικόμενος τῷ ἐκεῖσε τῆς χώρας κατάρχοντι συν-

εζεύξατο Σγουρῷ· ἦν γὰρ καὶ ὁ Σγουρὸς οὗτος μετὰ τὴν

τῆς Κωνσταντίνου ἅλωσιν νεωτερίσας καθ' ἑαυτὸν καὶ Κο-

ρίνθου ἄρχων καὶ τῶν περὶ ταύτην χωρῶν, ὡς καὶ ἑτέρων

ἕτεροι. μικρὸν δὲ καὶ τοῖς ἐκεῖσε προσδιατρίψας, γνοὺς

παρά τινων ὡς ἁλίσκεσθαι μέλλει, ἀπέδρα. ἐκ Λογγιβαρ-

δίας δέ τισι ξυντυχὼν ἁλίσκεται, πρὸς τὸν πρωτεξάδελφον

αὐτοῦ Μιχαὴλ τὰς κινήσεις ποιούμενος· ἦν γὰρ οὗτος τῷ

τότε μέρους τινὸς τῆς παλαιᾶς Ἠπείρου κρατήσας καὶ πολλὰ

τοῖς πρὸς τὰ ἐκεῖσε μέρη ἀφιγμένοις Ἰταλοῖς παρέχων

πράγματα. καὶ ἦν οὗτος δυναστεύων τῆς τοιαύτης χώρας·

Ἰωαννίνων γὰρ ἦρχε καὶ Ἄρτης καὶ μέχρι Ναυπάκτου. ὡς

γοῦν ἑάλω παρὰ τῶν Λογγιβάρδων ὁ βασιλεὺς Ἀλέξιος,

ἀπεμπολεῖτο παρ' αὐτῶν συνάμα τῇ γυναικὶ εἰς τὸν δηλω-

θέντα Μιχαὴλ χρυσίον συχνὸν τοῖς κατέχουσι διδόντα.

μικρὸν δὲ μετὰ τοῦ Μιχαὴλ προσκαρτερήσας ὁ βασιλεὺς

Ἀλέξιος βούλεται πρὸς τὸν τοῦ Ἰκονίου σουλτὰν ἀπελθεῖν, ὃν

Ἰαθατίνην ὠνόμαζον· ἦν γὰρ τούτῳ συνήθης. ὁ γὰρ εἰρη-

μένος Ἰαθατίνης τὰς τοῦ ἀδελφοῦ αὐτοῦ χεῖρας ἀποδρὰς

Ἀζατίνη κατάρχοντος τῷ τότε τῶν Μουσουλμάνων, φυγὰς

παρὰ τὴν Κωνσταντίνου ᾤχετο καὶ τῷ βασιλεῖ ὑποδέδεκται

Ἀλεξίῳ, βαπτίζεταί τε παρ' αὐτοῦ καὶ υἱοθετεῖται· ὃς καὶ

τῷ βασιλεῖ Ἀλεξίῳ συναπέδρα ἀποδράντι τῆς Κωνσταντίνου.

ἀλλ' οὔπω συχναὶ παρῆλθον ἡμέραι, καὶ ἀφικνεῖται πρὸς

αὐτὸν ἀνὴρ κρύφα μηνύων αὐτῷ τὸν τοῦ ἀδελφοῦ αὐτοῦ

μόρον· ὃς καὶ ῥάκεσι πενιχροῖς ἐσταλμένος μετ' αὐτοῦ

ἀφικνεῖται, καὶ τοῖς αὐτοῦ καταστὰς γνώριμος περσάρχης

ἐπιφημίζεται. ὃς καὶ τῷ βασιλεῖ Θεοδώρῳ ἔν τισι καιροῖς

στενοχωρηθέντι χρήσιμος ἀνεφάνη, συμμαχίαν δοὺς καὶ τὰ

εἰς εἰρήνην σπεισάμενος· ὡς ἀδελφὴν γὰρ τὴν βασιλίδα

Ἄνναν ὠνόμαζε.

9

Πρὸς τοῦτον ἡ πᾶσα σπουδὴ τοῦ βασιλέως Ἀλεξίου

ἀφικέσθαι προσῆν· ἐδυσανασχέτει γὰρ ἐλθεῖν περὶ τὸν

βασιλέα καὶ γαμβρὸν Θεόδωρον. ἐφοδίοις γοῦν ἀπάρας

τῆς τοῦ Μιχαὴλ γῆς καὶ φορῷ χρησάμενος πνεύματι τῇ

τῆς Ἀττάλου προσώρμισεν. ἀσμενέστατα γοῦν παρὰ τοῦ

σουλτὰν προσδέδεκται. ὁ βασιλεὺς δὲ Θεόδωρος διῆγεν ἐν τῇ

Νικαίᾳ, καὶ πρεσβεία πρὸς τοῦ σουλτὰν παρ' αὐτὸν ἀφικνεῖ-

ται τὴν τοῦ βασιλέως καὶ πενθεροῦ γνωρίζουσα ἄφιξιν, καὶ ὡς

ἄδικος εἴη ξένης ἐπειλημμένος ἀρχῆς. ἐταράχθη γοῦν ἐπὶ

τοῖς λόγοις ὁ βασιλεύς, καὶ δέος αὐτῷ ἐπεισῄει οὐχὶ σμικρόν.

ὁ μὲν γὰρ σουλτὰν πρόφασιν εἶχε τὸν βασιλέα Ἀλέξιον, τῇ

δ' ἀληθείᾳ σκοπὸς ἦν αὐτῷ πᾶσαν τὴν Ῥωμαίων καταδρα-

μεῖν καὶ καταληΐσασθαι ἢ καὶ ὑπὸ χεῖρα ποιήσασθαι· καὶ

ἦν ἐπὶ ξυροῦ, ὅ φασι, τῷ βασιλεῖ Θεοδώρῳ τὰ πράγματα.

συναγαγὼν οὖν τοὺς αὐτοῦ ἐπειρᾶτο τούτων, εἴτε αὐτῷ

προσανέχοντες ἂν εἶεν εἴτε τῷ πενθερῷ αὐτοῦ τῷ βασιλεῖ

Ἀλεξίῳ. οἱ δὲ πανσυδὶ μιᾷ φωνῇ, ὡς ἐκ γνώμης μιᾶς, ἢ

συζῆν αὐτῷ ἢ συναπολέσθαι εἰρήκεισαν. θαρσαλέος γοῦν

ὁ βασιλεὺς τοῖς τῶν ὑπὸ χεῖρα λόγοις γενόμενος τῆς Νι-

καίας ἐξῄει, ἔχων καὶ τὸν τοῦ σουλτὰν πρέσβιν μεθ' ἑαυ-

τοῦ. ταχύτερον δὲ τῷ δρόμῳ χρησάμενος ἀφικνεῖται τῇ

Φιλαδέλφου. ὁ δὲ σουλτὰν ἐπάρας μεθ' ἑαυτοῦ καὶ ὃν

ὡς δέλεαρ ἐπεφέρετο βασιλέα Ἀλέξιον, τὴν ἔφοδον ἐν Ἀντιο-

χείᾳ πεποίηται· πόλις δὲ αὕτη χώρας προκαθημένη Μαι-

άνδρου. κρατεῖν δέ οἱ ταύτης ἦν ὁ σκοπός· διὰ ταῦτα

καὶ ἑλεπόλεις ἐστήσατο καὶ ἐπόρθει τὴν πόλιν, καὶ ἦν γε

αὕτη ἐν χρῷ τοῦ ἁλῶναι. ὃ δὴ καὶ δεδιὼς ὁ βασιλεὺς Θεό-

δωρος—ἦν γὰρ καὶ ἀληθὲς ὡς εἰ ταύτης ἐκράτησεν ὁ

σουλτάν, οὐδὲν ἂν ἦν αὐτῷ ἐμποδὼν τοῦ μὴ πᾶσαν τὴν

τῶν Ῥωμαίων χειρώσασθαι—καὶ οἷον ἐπὶ κύβου τὸν πό-

λεμον θεὶς ἢ μᾶλλον ἀληθῶς εἰπεῖν ἐπὶ τῷ δεσπότῃ θαρ-

ρήσας Χριστῷ, οὗ τὴν κλῆσιν ὡς σύσσημόν τι ἢ σφραγῖδα

οἱ εὐσεβεῖς περιφέρομεν, ἐπισπεύδει τὸν δρόμον, παραγγείλας

μηδένα ἢ σκηνὴν φέρειν ἢ ἄχθος ἢ ἕτερόν τι τῶν μὴ λυσι-

τελούντων ἐν τῷ πολέμῳ ἄνευ μέντοι τῶν ἀναγκαίων, τρο-

φῆς μικρᾶς καὶ ἐνδύματος. ἦν δὲ ἅπαν αὐτῷ τὸ στράτευμα

εἰς δισχιλίους ἠριθμημένον, ὧν ὀκτακόσιοι μὲν Ἰταλοί,

ἄνδρες γενναῖοι καὶ τὴν χεῖρα σθεναροί, ὡς ὁ καιρὸς ἔδειξε,

Ῥωμαῖοι δὲ οἱ λοιποὶ ἐτύγχανον.

10

Ἐγγύς που γοῦν γενόμενος τῆς Ἀντιοχείας ὁ βα-

σιλεὺς ἀφίησι τὸν πρέσβιν Πέρσην παρὰ τὸν σφέτερον ἀφι-

κέσθαι δεσπότην· καὶ ὃς ἀπῆλθε καὶ μηνύει τῷ σουλτὰν τὴν

τοῦ βασιλέως ἔφοδον, δύσπιστον ἐπείνω πάνυ τυγχάνουσαν.

ὅρκοις γοῦν ἐβεβαίου ὁ πρέσβις, ὡς ἐγγὺς ὁ βασιλεὺς πάρ-

εστι. ταῦτ' οὖν ἀκηκοὼς ὁ σουλτὰν ὡς εἶχε τάχους τὰς

δυνάμεις συνάγει καὶ παρατάττει πρὸς τὸν πόλεμον. ἐμπί-

πτουσι γοῦν ταῖς τοῦ σουλτὰν πρῶτον δυνάμεσιν Ἰταλοί,

ἀλλ' ἦν τὸ τῶν Μουσουλμάνων πλῆθος πολύ. ἔργα δὲ

κρατερᾶς χειρὸς ἐνδειξάμενοι καὶ γενναιοτέρας ψυχῆς σχεδὸν

πίπτουσι πάντες, ἀπειροπλασίους ξίφους ἔργον ποιήσαντες.

τῶν γοῦν Ἰταλῶν οἱ Μουσουλμάνοι περιγενόμενοι ῥᾷον καὶ

τῶν Ῥωμαϊκῶν ἐκράτουν δυνάμεων· καὶ οἱ μὲν προτροπάδην

ἔφευγον, ὀλίγοι δὲ ἐκαρτέρουν τὸ τέλος τῆς μάχης ἀποσκο-

πούμενοι. τῆς μάχης οὖν ἐγκρατὴς γενόμενος ὁ σουλτὰν

ἐζήτει τὸν βασιλέα, καὶ δείκνυσί τις τοῦτον αὐτῷ ἐν ἀμηχανίᾳ

γενόμενον. ὡς εἶχε γοῦν τάχους πρὸς τὸν βασιλέα ὁρμᾷ, τῇ

τοῦ σώματος ἰσχύι θαρρῶν ἐπ' αὐτῷ. ἔγνωσαν οὖν ἑκατέ-

ρους ἑκάτεροι. καὶ ὁ μὲν σουλτὰν κορύνῃ κατὰ κεφαλῆς

πλήττει τὸν βασιλέα, καὶ πίπτει τοῦ ἵππου· ἦν γὰρ τῇ βολῇ

σκοτοδινιάσας. συνεποδίσθη γάρ, ὥς φασι, τῇ βολῇ καὶ ὁ

ἵππος, οὐκ οἶδ' εἰ καὶ τούτου δευτέραν παρὰ τοῦ σουλτὰν

λαβόντος πληγήν. ἔξω γοῦν τοῦ ἵππου ὁ βασιλεὺς γενόμε-

νος καὶ οἷον ῥωσθεὶς ὑπὸ θειοτέρας δυνάμεως, ἐπὶ πόδας

σταθεὶς τὴν σπάθην ἐξάγει τοῦ κουλεοῦ, καὶ τοῦ σουλτὰν

ἐνθένδε στραφέντος καὶ ὑβριστικῶς ἐπειπόντος ‘λάβετε του-

τονί’ πλήττει τοὺς ὀπισθίους πόδας τῆς τοῦ σουλτὰν ἵππου

ὁ βασιλεύς· θηλείας γὰρ ἐπωχεῖτο καὶ ὑπερμεγέθους. ὡς

ἐκ πύργου γοῦν ὁ σουλτὰν καταβάλλεται, καί οἱ αἰφνηδὸν ἡ

κεφαλὴ ἀποτέμνεται, μήτε τοῦ βασιλέως γνόντος μήθ' ἑτέρου

τῶν συμπαρεστώτων τῷ βασιλεῖ παρὰ τοῦ κεκαρατόμητο.

νικᾷ γοῦν ἐντεῦθεν ὁ βασιλεὺς τὸ πλεῖστον ἐξηττημένος·

οὐδὲ γὰρ εἶχεν ἐπὶ τοῖς πρόσω χωρεῖν, μετὰ μετρίων ἐλλε-

λειμμένος. τοῦτο τοῖς Ῥωμαίοις ἀναψυχῆς ἐγένετο πρόφασις·

σπονδὰς γὰρ ἐντεῦθεν ἀρρήκτους οἱ Μουσουλμάνοι μετὰ

Ῥωμαίων ἐποίησαν. ἐντεῦθεν τῆς ἐκεῖθεν μάχης ἐκεχειρίαν

ἔσχεν ὁ βασιλεύς, τοῖς δ' Ἰταλῶν πολέμοις ἐσχόλαζε. προσ-

ελάβετο δὲ καὶ τὸν πενθερὸν αὐτοῦ τὸν βασιλέα Ἀλέξιον

ἐν τῇ μάχῃ εὑρών, καὶ τὰ εἰκότα τιμήσας ἀπήγαγέ τε εἰς

Νίκαιαν καὶ τῶν βασιλικῶν παρασήμων ἐκδύσας ἐν τῇ τοῦ

Ὑακίνθου μονῇ διάγειν ἐκέλευσεν. ἔνθα καὶ θνήσκει· ἡ γὰρ

σύζυγος αὐτοῦ Εὐφροσύνη ἐν τῇ τῆς Ἄρτης ἐτελεύτησε

χώρᾳ, ἔνθα καὶ ὁ νεκρὸς αὐτῆς κατετέθη.

11

Περιεγένετο δὲ καὶ ὁ βασιλεὺς Θεόδωρος καὶ τοῦ

τῆς Παφλαγονίας κρατοῦντος Δαυίδ, καὶ Ἡράκλειαν παρ-

εστήσατο καὶ Ἄμαστριν καὶ τὴν πᾶσαν πέριξ χώραν καὶ τὰ

πολίχνια. πάλιν δέ μοι τὰ τῆς ἱστορίας βούλεται τὰ ἐν τῇ

ἑσπέρᾳ ξυμβάντα συγγράψασθαι. ἵνα δέ μοι ἡ ἱστορία τοῖς

πᾶσιν εὔγνωστος εἴη, δέον ὀλίγ' ἄττα προεξειπεῖν. τοῦ βασι-

λέως Ἰσαακίου τῆς Κωνσταντίνου κατάρχοντος, καὶ τῆς

γαμετῆς θανούσης αὐτοῦ, ἠγάγετο εἰς γυναῖκα τὴν ἣν

προειρήκειν ἐξ Οὐγγρίας ὡρμημένην, θυγατέραν οὖσαν τοῦ

τῶν Οὔγγρων ἄρχοντος. ἐπεὶ δὲ ἔμελλε τὸν γάμον ποιεῖν

καὶ ὑπῆρχεν οὗτος βασιλικός, ἀξιόλογα ἔδει γενέσθαι τού-

του καὶ τὰ ἀναλώματα. ἐντεῦθεν ἐξ ἁπάσης τῆς Ῥωμαίων

ἐπαρχίας πρόβατά τε καὶ χοῖροι καὶ βόες συνήγοντο. ἐπεὶ

δὲ πλείω τῶν ἄλλων ἡ Βουλγάρων τρέφει ταῦτα, καὶ πλείω

παρὰ ταύτης ἀπῃτοῦντο. τὸ δὲ Βουλγάρων φῦλον ἔκσπον-

δον μὲν τὰ πρῶτα Ῥωμαίοις τελοῦν καὶ πολλῶν πολέμων

πρόξενον γεγονὸς αὐτοῖς ἀνδραποδισμῶν τε καὶ ἁλώσεων

πόλεων καὶ μυρίων ἄλλων δεινῶν, καὶ ταῦτα ἐν πολλοῖς

τοῖς ἔτεσιν, ὕστατα παρὰ τοῦ βασιλέως Βασιλείου χειροῦνται,

ὃν διὰ ταῦτα Βουλγαροκτόνον ἡ φήμη ἐκάλεσε. μέχρι γοῦν

τοῦ βασιλέως Ἰσαακίου ὑπόφορον τὸ γένος ἐτέλει Ῥωμαίοις,

διὰ δὲ τὴν τοιαύτην πρόφασιν μεμελέτηκεν ἀνταρσίαν. καὶ

ἀνίσταταί τις Ἀσὰν τοὔνομα καὶ βασιλεύει τῆς χώρας,

ἅπαντα τὰ ἐντὸς τοῦ Αἵμου μέχρι καὶ τοῦ Ἴστρου ὑφ'

ἑαυτὸν ποιησάμενος. ἐκ τούτου οὐκ ὀλίγα πράγματα Ῥω-

μαίοις ξυνέβη. ἔχοντες γὰρ οἱ Βούλγαροι τὸ Σκυθικὸν

ξύμμαχον πολλὰ ἐποίουν τῇ Ῥωμαίων δεινά. τῷ τοι καὶ ὁ

βασιλεὺς ἀγανακτήσας Ἰσαάκιος, τὸ τῶν Ῥωμαίων ἅπαν

συναγαγὼν στράτευμα, κατ' αὐτῶν ἐχώρει. τὴν γοῦν παρ-

άλιον παριὼν καὶ διὰ τῆς Μεσημβρίας πόλεως τὴν δίοδον

ποιησάμενος ἔσω τοῦ Αἵμου γίνεται. ὁ δὲ Ἀσὰν μετὰ τοῦ

ὑπ' αὐτὸν στρατεύματος ἐντὸς τοῦ πολιχνίου οὗ δὴ τοὔνομα

Στρίναβος εἰσέρχεται. ἔνθα καὶ τὰς σκηνὰς ποιησάμενος ὁ

βασιλεὺς Ἰσαάκιος τοὺς Βουλγάρους ἐπολιόρκει, καταστρατη-

γεῖται δὲ παρ' αὐτῶν. τῶν τις γὰρ Βουλγάρων προσωπεῖον

ὑπενδὺς φυγάδος ἀφικνεῖται πρὸς τὸν βασιλέα καὶ μηνύει

αὐτῷ Σκυθῶν ἔφοδον, ὁ δὲ βασιλεὺς τῷ λόγῳ θροηθεὶς

καὶ ταῦτα τὴν ἐπιοῦσαν τὸ πολίχνιον χειρώσασθαι μέλλων,

ἀπανίσταται τοῦ τόπου. οὐκ ἐξῆλθεν οὖν τὴν ἣν ἐπῆλθεν

ὁδόν, ἀλλ' ἐξαπατηθεὶς ὑπὸ τοῦ Βουλγάρου τὴν ταχυτέραν

τάχα διεξιέναι βεβούλευται. ἐπεισπίπτουσιν οὖν αὐτῷ διερ-

χομένῳ οἱ Βούλγαροι ἐπί τινι στενωπῷ γενομένῳ, καὶ κατα-

λύουσι τὸ ὑπ' αὐτὸν ἅπαν στράτευμα καὶ σκυλεύουσι πᾶσαν

τὴν τῆς στρατιᾶς ἀποσκευήν, ἀλλὰ δὴ καὶ τὴν τοῦ βασι-

λέως αὐτοῦ. πίπτουσι δὲ πολλοὶ τῶν Ῥωμαίων, οἱ δὲ δια-

σωθέντες μετὰ τοῦ βασιλέως γυμνοί τε ἦσαν καὶ ὀλίγοι πάνυ.

ἐντεῦθεν ἐφυσιώθη τὸ τῶν Βουλγάρων γένος, λείαν πολλὴν

ἐκ τῶν Ῥωμαίων κερδῆσαν, ἀλλὰ δὴ καὶ ἐκ τῶν βασιλικῶν

παρασήμων τὰ τιμιώτερα. τάς τε γὰρ τοῦ βασιλέως πυρα-

μίδας ἀνελάβοντο καὶ φιάλας τῶν ἐπισήμων καὶ χρῆμα εἰς

πλῆθος καὶ αὐτὸν δὴ τὸν βασιλικὸν σταυρόν· τῶν τινος

γὰρ αὐτὸν ἱερέων ῥίψαντος μετὰ μικρὸν ἐφεῦρον ἐν τῷ πο-

ταμῷ, ἐκ χρυσοῦ μὲν κατεσκευασμένον, φέροντα δὲ μέσον

ἐκ τοῦ ἁγίου ξύλου, ἐν ᾧπερ ὁ δεσπότης προσηλώθη Χρι-

στός, εἰς σταυροῦ σχῆμα τετυπωμένον, θήκας δὲ σμικρὰς

παμπόλλας ἔχοντα, ἐν οἷς λείψανα πρόσεστι τῶν περιφα-

νεστέρων μαρτύρων τῆς θεομήτορός τε τὸ γάλα καὶ μέρος τι

τῆς ζώνης αὐτῆς καὶ ἄλλα πλεῖστα, ὁπόσα τῶν εὐαγῶν

καθειστήκει. ὁ μὲν οὖν βασιλεὺς Ἰσαάκιος εἰς τὴν Κων-

σταντίνου οἷον φυγὰς ᾤχετο.

12

Ἐντεῦθεν οὐκ ὀλίγα πράγματα τοῖς Ῥωμαίοις ἐκ

Βουλγάρων ὑπῆρχεν. ἀλλὰ καὶ τοῦ βασιλέως Ἰσαακίου ὑπὸ

τοῦ ἀδελφοῦ αὐτοῦ Ἀλεξίου τυφλωθέντος καὶ αὐτοῦ δὲ τῶν

Ῥωμαϊκῶν σκήπτρων ἐπειλημμένου, πόλεμοι πάμπολλοι τοῖς

Ῥωμαίοις παρὰ τῶν Βουλγάρων ἐγένοντο περὶ τὰ μέρη τῆς

Φιλιππουπόλεως καὶ Βερόης, ἔνθα καὶ ὁ πρωτοστράτωρ

Καμμύτζης ὑπὸ Βουλγάρων ἑάλω μαχόμενος, τοῦ ἀδελφοῦ

τοῦ Ἀσὰν Ἰωάννου τότε κατάρχοντος. ὁ γὰρ δηλωθεὶς Ἀσὰν

δύο ἔσχεν ἀδελφούς, ὧν ὁ μὲν Πέτρος ἐκαλεῖτο, ὁ δὲ Ἰωάν-

νης. καὶ τὸν μὲν Ἰωάννην εἶχε μεθ' ἑαυτοῦ, τὸν δὲ Πέ-

τρον τμῆμά τι κόψας τῆς ἑαυτοῦ ἐπαρχίας ἄρχειν ἐκείνου

διεκελεύσατο· ἥ τε γὰρ μεγάλη Περσθλάβα καὶ ἡ Προβάτους

καὶ τὰ περὶ αὐτὰ τῷ Πέτρῳ παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀσὰν

ὡς οἰκεῖος κλῆρος δεδώρηται, ὅθεν καὶ μέχρι τοῦ νῦν τὰ

τοιαῦτα τοῦ Πέτρου ὀνομάζεται Χώρα. ἐννέα γοῦν ἐνιαυ-

τοὺς διανύσας ὁ Ἀσὰν βασιλικῶς κατάρχων τοῦ Βουλγαρι-

κοῦ γένους φονεύεται παρὰ τοῦ πρωτεξαδέλφου αὐτοῦ

Ἰβαγγοῦ, ὃς καὶ παραυτίκα ἀπέδρα· βασιλεύει δὲ τοῦ γένους

ὁ ἀδελφὸς αὐτοῦ Ἰωάννης, μὴ θελησάντων τῶν Βουλγάρων

τὸν Πέτρον εἰς βασιλείαν ἀναγαγεῖν. καὶ ὁ τοῦ Ἀσὰν δὲ

υἱὸς Ἰωάννης ἔτι ἀφῆλιξ ὑπῆρχεν.

13

Οὗτος οὖν ὁ Ἰωάννης βασιλεὺς Βουλγάρων ὀνο-

μασθεὶς πολλῶν τε τοῖς Ῥωμαίοις αἴτιος ἐγεγόνει κακῶν, εὐ-

τυχῶς δὲ καὶ τοῖς Ἰταλοῖς αὐτοῖς. ἦν γὰρ οὗτος βασιλεὺς

Βουλγάρων, ὁπότε ἡ Κωνσταντίνου ἑάλω. ὡς γοῦν οἱ

Ἰταλοὶ πᾶσαν τὴν τῆς Μακεδονίας χώραν ὑφ' ἑαυτοὺς

ἐποιήσαντο, βασιλικῶς τοῦ πρώτως ἐν τῇ Κωνσταντινουπόλει

κατάρξαντος Βαλδουΐνου τὰ κατ' αὐτοὺς διευθύνοντος, καὶ

πρὸς τὴν πόλιν Ἀδριανοῦ διεμηνύσαντο ὅπως ὑπ' αὐτοὺς

γένηται· ὁ γὰρ βασιλεὺς Βουλγάρων Ἰωάννης προύλαβε χει-

ρώσασθαι τὴν Φιλιππούπολιν καὶ ἀνδραποδισμὸν μέγαν

τῶν Ῥωμαίων ἐκεῖθεν ποιήσασθαι. μὴ βουληθέντων δὲ

τῶν Ἀδριανουπολιτῶν ὑπὸ χεῖρας γενέσθαι τῶν Ἰταλῶν, ἐκ-

στρατεύουσιν οἱ Ἰταλοὶ κατ' αὐτῶν, αὐτοῦ τε τοῦ βασιλέως

Βαλδουΐνου συνόντος αὐτοῖς καὶ 〈τοῦ〉 τὸν τόπον τοῦ δουκὸς

ὑπέχοντος Βενετίας ἐν τῇ Κωνσταντινουπόλει. εἰς στενο-

χωρίαν γοῦν οὐ μικρὰν ἐλθόντες οἱ τῆς Ἀδριανοῦ οἰκήτορες

ἀποστέλλουσι πρὸς τὸν βασιλέα τῶν Βουλγάρων Ἰωάννην,

ἵνα συναίρηται τούτοις καὶ τοῦ ἐπηρτημένου κινδύνου ῥύση-

ται. ὁ δὲ ἀσμένως δέχεται τοῦτο, καὶ Σκύθας μεθ' ἑαυτοῦ

προσλαβόμενος, ἐπεὶ φανερῶς οὐκ εἶχε τοῖς Λατίνοις μαχέ-

σασθαι, περιγενέσθαι βεβούληται μηχαναῖς. καὶ ὁ μὲν ἔκειτο

μακράν που τῆς Ἀδριανουπόλεως, ἐκπέμπει δὲ κατὰ τῶν

Ἰταλῶν τοὺς Σκύθας τῇ Σκυθικῇ στρατείᾳ κατ' αὐτῶν

χρήσασθαι. Ἰταλοῖς μὲν οὖν ἔθος ἐφ' ἵπποις ὑψαύχεσιν

ἐποχεῖσθαι καταφράκτοις τε δι' ὅλου εἶναι τοῖς ὅπλοις τοῦ

σώματος, κἀντεῦθεν δυσκινήτως κατὰ τῶν ἐναντίων ὁρμῶσι·

Σκύθαι δὲ κουφότερον ὡπλισμένοι ἐλευθερώτερον ἐπιπηδῶσι

τοῖς ἐναντίοις. οὗ μὴ ξυνιέντες οἱ Ἰταλοὶ παρὰ τῶν Σκυ-

θῶν καταστρατηγοῦνται καὶ νικῶνται, ὥστε καὶ αὐτὸν τὸν

βασιλέα Βαλδουῖνον ὑπ' αὐτῶν ἁλῶναι καὶ δέσμιον ἀπα-

χθῆναι πρὸς τὸν βασιλέα Βουλγάρων Ἰωάννην· οὗπερ, ὥς

φασι, καὶ τὴν κεφαλὴν μετὰ τὴν σφαγὴν εἰς κύπελλον χρη-

ματίσαι τῷ βαρβάρῳ, τῶν ἐντὸς ταύτης πάντων κεκαθαρ-

μένην καὶ κόσμῳ περιπυκασθεῖσαν κύκλωθεν. οἱ μὲν οὖν

Ἀδριανουπολῖται ἐκ τοῦ παραυτίκα τὸ γεγονὸς οὐκ ἐγνώρισαν·

εἰ γὰρ ᾔδεισαν, ἐξῄεσαν ἂν τῆς πόλεως καὶ λείαν αὐτῶν

ἐπεποιήκεισαν τὰς Ἰταλικὰς σκηνάς. οἱ γοῦν ἀπολειφθέντες

Ἰταλοὶ φῶτα λαμπρὰ ἐν ταῖς σφετέραις ἀνάψαντες σκηναῖς

καὶ ὑποψίαν δόντες τοῖς πολίταις ὡς πάρεισι, μέσων νυκτῶν

φυγάδες περὶ τὴν Κωνσταντίνου χωροῦσι. πρωΐας γοῦν

γνόντες τοῦτο οἱ τῆς Ἀδριανοῦ οἰκήτορες τὰ ἐλλελειμμένα

ταῖς σκηναῖς ἐληΐσαντο. ὁ μὲν οὖν βασιλεὺς Βουλγάρων

κατὰ τὰ ὑπεσχημένα τοῖς Ἀδριανουπολίταις ἐγκρατὴς γενέ-

σθαι τῆς σφῶν πόλεως ὥρμησεν, οἱ δὲ ἀπηνήναντο τοῦτο.

δυσανασχετήσας οὖν ἐπὶ τῇ ἀπάτῃ ὁ τῶν Βουλγάρων βασι-

λεὺς πολιορκῆσαι τούτους ἠθέλησεν. ἀλλ' ἀφυεῖς παντελῶς

εἰς πολιορκίαν οἱ Βουλγάροι· οὔτε γὰρ ἑλεπόλεις οἴδασι στῆ-

σαι οὔτε τι ἄλλο τῶν δυναμένων πορθῆσαι διανοήσασθαι.

ἀπάρας γοῦν ἐκεῖθεν ὁ τῶν Βουλγάρων βασιλεύς, μὴ

ἔχων τὸ ἐμποδὼν ὡς τῶν Ἰταλῶν αὐτοῦ καταπορθηθέντων

τὸ ἔσχατον, ἑτέρου δὲ μὴ ὄντος τοῦ ἀνθισταμένου, πᾶσαν

κατατρέχει Μακεδονίαν. λείαν οὖν παμπόλλην ἐποιήσατο,

αὐτάνδρους τὰς πόλεις ἀνδραποδισάμενος καὶ τέλεον κατα-

σκάψας αὐτάς. τὸ δέ οἱ διανόημα ἦν, ὡς μήποτε Ῥωμαίους

ἀνάκλησιν σχεῖν τῶν σφετέρων ἐπιδράξεσθαι πόλεων. κατ-

έσκαψε γοῦν ἐκ βάθρων αὐτῶν τὴν Φιλιππούπολιν, θαυ-

μαστὴν ἄγαν οὖσαν, ἥτις παρὰ τῷ Ἕβρῳ κεῖται, εἶτα τὰς

ἄλλας πάσας πόλεις, τὴν Ἡράκλειαν, τὸ Πάνιον, τὴν Ῥαι-

δεστόν, Χαριούπολιν, Τραϊανούπολιν, Μάκρην, Κλαυδιούπο-

λιν, Μοσυνούπολιν, Περιθεώριον καὶ ἄλλας πολλάς, ἃς

ἀριθμεῖν οὐ χρεών. τὸν δὲ λαὸν ἀπάρας ἐκεῖθεν περὶ τὰς

παραρροίας καθίζει τοῦ Ἴστρου, ἐκ τῶν ἰδίων τῶν ἠνδρα-

ποδισμένων κωμῶν καὶ πόλεων τὰς κλήσεις ἐπιθεὶς ταῖς

οἰκήσεσιν. ἀντάμυναν οὖν, ὡς ἔφασκεν, ἐποιεῖτο τῶν ὧν

εἰργάσατο πρὸς Βουλγάρους κακῶν ὁ βασιλεὺς Βασίλειος,

καὶ καλεῖσθαι μὲν ἔλεγεν ἐκεῖνον Βουλγαροκτόνον, Ῥωμαι-

οκτόνον δὲ ὠνόμαζεν ἑαυτόν. μέχρι γοῦν καὶ αὐτῆς κατ-

αντήσας Θεσσαλονίκης ἐκεῖσε θνήσκει πλευρίτιδι νόσῳ

κατασχεθείς, ὡς δέ τινες ἔλεγον ὅτι ἐκ θεομηνίας αὐτῷ ὁ

θάνατος γέγονεν· ἔδοξε γὰρ αὐτῷ καθ' ὕπνους ἔνοπλον

ἄνδρα ἐπιστῆναι αὐτῷ καὶ δόρατι πλῆξαί οἱ τὴν πλευράν.

ἦν γὰρ καὶ ἀληθῶς ὡς οὐδέποτε τῇ Ῥωμαίων τοσαῦτα

παρά του συνέβη κακά, ὡς καὶ ὄνομα τεθῆναι τούτῳ ἐκ

κυνὸς τὴν ἐπίκλησιν ἔχον· Σκυλοϊωάννης γὰρ ἐπεκλήθη

τοῖς πᾶσι. τὸ γὰρ Σκυθῶν γένος ἰδιοποιησάμενος καὶ

κοινωνήσας αὐτοῖς συγγενείας καὶ τρόπου μετασχὼν ἐκ φύ-

σεως θηριωδεστέρου, φόνοις ἐνετρύφα Ῥωμαίων. ὡς γοῦν

οὑτοσὶ ἐτεθνήκει, ὁ τῆς ἀδελφῆς αὐτοῦ παῖς Βορίλλας τοὔ-

νομα, τὴν Σκυθίδα θείαν γαμετὴν εἰληφώς, τῆς ἀρχῆς τῶν

Βουλγάρων γέγονεν ἐγκρατής. τὸν δὲ τοῦ Ἀσὰν παῖδα

Ἰωάννην ἀφήλικα ἔτι ὄντα κρύφα τις λαβὼν ἐπειρήκει, ὡς

περὶ τοὺς Σκύθας κεχώρηκε. καὶ ταῦτα μὲν τὰ περὶ Βουλ-

γάρων· ὁ λόγος δὲ τὰ μετὰ ταῦτα τοῖς οἰκείοις ἐξιστορήσει

καιροῖς.

14

Ὁ δὲ Μιχαήλ, ὃν ἱστορήσας ὁ λόγος πέφθακε τῆς

Ἠπείρου κατάρξαι καί τινος μέρους τῆς χώρας Ῥωμαίων,

τρεῖς κασιγνήτους ἐκέκτητο, τὸν Κωνσταντῖνον, τὸν Θεόδω-

ρον καὶ τὸν Μανουήλ. ὧν ὁ μὲν Θεόδωρος τῷ βασιλεῖ

Ῥωμαίων συνῆν Θεοδώρῳ τῷ Λάσκαρι, ὑπηρετῶν αὐτῷ ὡς

καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων. διὰ τοῦτο παρακαλεῖ τὸν

βασιλέα Θεόδωρον ὁ Μιχαήλ, ἵνα τοῦτον πρὸς αὐτὸν ἐκπέμψῃ

διὰ τὸ μὴ ἔχειν ἔτι παῖδα εἰς ἥβην ἐλθόντα, ἀλλ' οὐδὲ

γνήσιον—ὁ γὰρ αὐτῷ γεννηθεὶς Μιχαὴλ ἐκ παλλακῆς

ἐκείνῳ γεγένηται, περὶ οὗ ἐροῦμεν ἐν τοῖς μετέπειτα—

καὶ τοῦ θανάτου δὲ δεδιέναι τὸ ἄωρον· τοὺς γὰρ λοιποὺς

τῶν ἀδελφῶν ἀφυεῖς ἐγίνωσκεν εἰς ἀρχήν. τοῦτον δὲ τὸν

Θεόδωρον ὁ βασιλεὺς ἐκπέμπει τῷ ἀδελφῷ Μιχαήλ, ὅρκοις

πρῶτον ἐμπεδωσάμενος πίστιν δουλείας εἰς τοῦτον φυλάττειν

καὶ εἰς τοὺς μετ' αὐτὸν τῶν Ῥωμαίων κατάρξοντας. ὃς

καὶ ἀφικόμενος συνῆν τῷ ἀδελφῷ Μιχαήλ. μετ' οὐ πολὺ

δὲ φονεύεται παρά του τῶν ὑπηρετῶν ὁ Μιχαὴλ νύκτωρ

ἐπὶ τῆς κλίνης συγκαθεύδων τῇ γυναικί· Ῥωμαῖος δὲ ἦν

τῷ φονευτῇ τοὔνομα. ἐπιλαμβάνεται γοῦν τῆς ἐξουσίας

ἐκείνου ὁ ἀδελφὸς Θεόδωρος, ἔχων καὶ τοὺς ἀδελφοὺς

Κωνσταντῖνον καὶ Μανουήλ. ἄρξαι δὲ βουληθεὶς πάνυ

γε ἐπηύξησε τὴν αὐτοῦ ἀρχήν· ἔκ τε γὰρ τῶν Ἰταλῶν

οὐκ ὀλίγην χώραν ἐκτήσατο κἀκ τῶν Βουλγάρων πολλήν·

τήν τε γὰρ Θεσσαλίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, Ἀχρίδα τε

καὶ Πρίλαπον, Ἄλβανόν τε καὶ αὐτὸ τὸ Δυρράχιον· ἔνθα

καὶ Πέτρον μετὰ μεγίστης στρατιᾶς ἐξ Ἰταλίας ὁρμώμενον

καὶ ὡς πρὸς τὴν Κωνσταντίνου πεποιημένον τὴν δίοδον,

ἀνηγορευμένον πρὸς τοῦ πάπα καὶ βασιλέα, αὐτοῦ που

γεγενημένον προχειρωσάμενόν τε καὶ αὐτὸ τὸ Δυρράχιον

γενναίως κατετροπώσατο. ὁ μὲν οὖν ῥηθεὶς Πέτρος γαμβρὸς

ὑπῆρχεν ἐπ' ἀδελφῇ τοῦ πρώτως βασιλεύσαντος ἐκ τοῦ

Λατίνων μέρους Βαλδουΐνου καὶ τοῦ μετ' αὐτὸν Ἐρῆ, ἐκα-

λεῖτο δὲ ἡ αὐτῶν ἀδελφὴ Ἰολεντία, ἐξ ἧς παῖδες τῷ Πέτρῳ

γεγένηνται τρεῖς, ὅ τε Φίλιππος, ὁ Ῥομπέρτος καὶ ὁ Βαλ-

δουῖνος, ὧν ὁ μὲν Ῥομπέρτος καὶ ὁ Βαλδουῖνος τῆς Κων-

σταντίνου βεβασιλεύκασι, τοῦ πρώτου αὐτῶν ἀδελφοῦ τοῦ

Φιλίππου τῷ ἀδελφῷ Ῥομπέρτῳ τῆς βασιλείας παραχωρήσαν-

τος. ὑπῆρχον δέ σφισι καὶ ἀδελφαί, ὧν μία Μαρία ἦν,

ᾗ συνεζύγη ὁ βασιλεὺς Θεόδωρος. ὁ μὲν οὖν δηλωθεὶς

Θεόδωρος, καθὼς εἰρήκειν, τὸ οἰκεῖον παραλαβὼν στράτευμα

ἀντιτάττεται τῷ Πέτρῳ, μικρὸν ὑπερπηδήσαντι τὸ Δυρράχιον

καὶ ἐν ταῖς τοῦ Ἀλβάνου δυσχωρίαις γεγενημένῳ. νικῶσι

γοῦν κατὰ κράτος οἱ τοῦ Κομνηνοῦ Θεοδώρου τὸ τῶν

Λατίνων στράτευμα, ὡς πάντας ἄρδην δεσμώτας ποιῆσαι σὺν

πᾶσι σκεύεσι, καὶ αὐτὸν δὲ τὸν βασιλέα Πέτρον ἔργον μαχαί-

ρας γενέσθαι. τοῦτο δὴ τότε μέγα Ῥωμαίοις ἐγεγόνει βοήθημα.

15

Ἀλλ' ὁ λόγος μοι καὶ πάλιν ἐπὶ τὸν βασιλέα Θεό-

δωρον τὸν Λάσκαριν ἐφορμᾷ. οὗτος γὰρ ἐκ τῆς αὐτοῦ

γαμετῆς Ἄννης, ὡς ἔφην, τρεῖς ἐποιήσατο θυγατέρας, Εἰρήνην,

Μαρίαν καὶ Εὐδοκίαν. τὴν γοῦν Μαρίαν τὴν δευτέραν τῶν

αὐτοῦ θυγατέρων τῷ ῥηγὶ Οὐγγρίας διερχομένῳ τὴν αὐτοῦ

χώραν ἐκ τῶν Ἱεροσολύμων εἰς κῆδος ἐπὶ υἱῷ παραδίδωσι,

τὴν δὲ πρώτην αὐτοῦ θυγατέρα τὴν Εἰρήνην ἀνδρὶ συζεύ-

γνυσι τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ὃν καὶ δεσπότην τετίμηκε.

μετ' οὐ πολὺ δὲ ὁ δεσπότης Παλαιολόγος θνήσκει, ὡς μέν

τινες ἔφασκον, ἐξ ἐρωτικῶν διαθέσεων, καὶ προσλαμβάνεται

ὁ βασιλεὺς εἰς γαμβρὸν Ἰωάννην τὸν Δούκαν, οὗ Βατάτζης

τοὐπίκλην· καὶ ἐκ Διδυμοτείχου ἦν ὡρμημένος, τὸ τοῦ

πρωτοβεστιαρίτου διενεργῶν ὀφφίκιον. ἡ μὲν οὖν βασιλὶς

Ἄννα ἔφθη πρὸ καιροῦ τελευτῆσαι, ἠγάγετο δὲ ἐξ Ἀρμενίων

γυναῖκα ὁ βασιλεύς. δυσαρεστήσας δὲ πρὸς αὐτὴν πρὸς τὴν

ἰδίαν πατρίδα τὴν Κιλικίαν ἐκπέμπει, ἐπιφέρει δὲ αὐτῷ

γαμετὴν τὴν τοῦ βασιλεύοντος τῶν Ἰταλῶν ἀδελφήν, ὃς

Ῥομπέρτος, ὡς ἔφην, ἐκέκλητο καὶ τὸν θεῖον Ἐρῆν διεδέξατο.

ὅστις Ἐρῆς πολλῶν πολέμων αἴτιος ἐγένετο τῷ βασιλεῖ Θεο-

δώρῳ καὶ πολλὰς πόλεις καὶ χώρας τῶν Ῥωμαίων ὑφ' ἑαυ-

τὸν ἐποιήσατο. ἀνδρεῖος γὰρ ὢν καὶ περὶ μάχας ὀξύρροπος,

καὶ τεταπεινωμένα τὰ τῶν Ῥωμαίων ὁρῶν καὶ μάλιστα ἐξ ὅτου

τὸν σουλτὰν πεφόνευκεν ὁ βασιλεὺς Θεόδωρος—τότε γὰρ

τὸ ἐκ Φράγγων προσὸν αὐτῷ ἀπολώλεκε στράτευμα, ἐν ᾧ

καὶ τὰς πρὸς τοὺς ὁμογενεῖς τεθαρρηκὼς ἦν μάχας καὶ οὓς

καὶ ὁ βασιλεὺς Ἐρῆς ἐδεδίει· πολλοὶ γὰρ ἦσαν ὀνομαστοὶ

ἀπό τε γένους ἀπό τε μὴν τῆς προσούσης ἐκείνοις ἀνδρείας.

διὰ ταῦτα, ὥς φασί τινες, καὶ τὴν τοῦ βασιλέως νίκην ἀκη-

κοὼς ὁ Ἐρῆς ‘νενίκηται’ ἔφη ‘ὁ Λάσκαρις, οὐ νενίκηκεν’.

ἵνα γοῦν μὴ πολὺν κατατείνω λόγον τῆς ἱστορίας, τοῦτ' ἂν

μόνον εἰπὼν τὸ πᾶν παραστήσαιμι. μέχρι καὶ αὐτοῦ τοῦ

Νυμφαίου τὰς σκηνὰς ὁ Ἐρῆς ἐπήξατο, κατ' ἐρημίαν πολλὴν

τοῦ κωλύοντος, ἐκεῖθέν τε ὑποστρέψας τὸ μὲν τοῖς κρατη-

θεῖσι κορεσθείς, τὸ δὲ καὶ ἐκεχειρίαν ἐθελήσας λαβεῖν, —

οὐ γὰρ ἄγαν καρτερικὸν τὸ Λατινικὸν φῦλον ἐν ταῖς μάχαις

καθέστηκεν—εἰς ξυμβάσεις ἦλθε μετὰ τοῦ βασιλέως Θεο-

δώρου. καὶ συνεφωνήθη τὰ μὲν τοῦ Κιμινᾶ πάντα—

οὕτω γὰρ τὸ ὄρος καλεῖται τὸ ἐγγὺς τῆς Ἀχυράους τυγχάνον

—μετὰ καὶ αὐτῆς τῆς Ἀχυράους παρὰ τοῦ τῶν Φράγγων

μέρους δεσπόζεσθαι, τὸν δὲ Κάλαμον—κώμη δέ ἐστιν ὁ

Κάλαμος, ἐξ οὗ τὸ τῶν Νεοκάστρων ἄρχεται θέμα—μένειν

ἄοικον, τὰ δ' ἐντεῦθεν παρὰ τοῦ βασιλέως Θεοδώρου δεσπό-

ζεσθαι· Νεόκαστρα δὲ ταῦτα ἦν καὶ Κελβιανόν, Χλιαρά τε

καὶ Πέργαμος καὶ τὰ πλαγίως ἐγκείμενα Μαγιδία τε καὶ

Ὀψίκια. ὑπῆρχε δὲ καὶ ἄλλη χώρα τῷ βασιλεῖ Θεοδώρῳ, ἡ

ἀπὸ τοῦ Λοπαδίου ἀρχομένη καὶ Προῦσαν περιλαμβάνουσα

καὶ Νίκαιαν. καὶ οὕτω μὲν συνέβη τῷ βασιλεῖ Θεοδώρῳ

τὰ πράγματα.

16

Ὁ δ' εἰρημένος Ἐρῆς, εἰ καὶ Φράγγος τὸ γένος

ἐτύγχανεν, ἀλλ' οὖν τοῖς Ῥωμαίοις καὶ ἰθαγενέσι τῆς Κων-

σταντίνου ἱλαρώτερον προσεφέρετο, καὶ πολλοὺς εἶχε τοὺς

μὲν τοῖς μεγάλοις τούτου συντεταγμένους, τοὺς δὲ τοῖς στρα-

τιώταις, τὸ δὲ κοινὸν πλῆθος ὡς οἰκεῖον περιεῖπε λαόν.

καὶ γὰρ περιγενόμενος τῶν Ῥωμαϊκῶν ἄστεων Λεντιανῶν τε

καὶ Ποιμανηνοῦ καὶ ἄνδρας τὸν…

ψυχῆ…

The complete text is available when the reading interface loads.