Historia in brevius redacta
- Edition reference
- Historia in brevius redacta, ed. Heisenberg, op. cit., vol. 1, 193–274.
- CTS identifier
urn:cts:greekLit:tlg3141.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
{ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΟΥ ΛΟΓΟΘΕΤΟΥ
ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ
ΠΟΙΗΜΑ ΧΡΟΝΙΚΟΝ ΗΜΙΤΕΛΕΣ.}
1
Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ συγγρα-
ψάμενοι διωρίσαντο, καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν,
ταῦτα ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν· τί γὰρ ἂν καὶ εὕροιμεν
καινότερον νόημα τοσούτων ἱστορησάντων καὶ σύμπαν κα-
λὸν τῆς ἱστορίας ἀποφηναμένων ἐν τοῖς σφετέροις συγγράμ-
μασι; τάχα δέ, ὃ πλέον ἐκείνων ἐν τοῖς νῦν προκειμένοις
ἡμῖν λέξειν ἄξιον, τοῦτό γε ἂν τῆς ἡμετέρας συγγραφῆς
προβαλούμεθα. τὸ δέ ἐστιν ὅτι καινοτέρων ἡμῖν προκει-
μένων πραγμάτων, ἃ μήπω τις γραφῇ παραδέδωκε, καινό-
τερον συμβαίνει εἶναι καὶ τὸ ὠφέλιμον, ἐκείνων ἐν γνώσει
τῶν ἀνθρώπων γεγενημένων ἅπερ ὁ χύδην ῥέων λόγος οὐκ
ἀληθῶς ἀποφαίνεται. οἱ μὲν οὖν τὰ καθ' ἡμᾶς ἱστορικῶς
συγγραψάμενοι ἄλλην ἄλλος πεποίηνται τὴν ἀρχήν· οἱ μὲν
γὰρ αὐτῶν ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἤρξαντο, οἱ δὲ
ἐξ ἀξιολόγου τινὸς ἀρχῆς, ἢ Περσῶν ἢ Ἑλλήνων ἢ Ῥω-
μαίων ἢ ἄλλου οὑτινοσοῦν τῶν ἐθνῶν, ἕκαστος πρὸς τὸν
ἑαυτοῦ σκοπὸν τὸ οἰκεῖον καταρτιζόμενος σύγγραμμα. καὶ
ἡμῖν οὐχ ἥκιστα οὕτω τὰ τῆς συγγραφῆς τελεσθήσεται. τὰ
μὲν γὰρ ἀπ' ἀρχῆς γεγενημένα τῆς τοῦ κόσμου γενέσεως
πολλοῖς τε πολλάκις ἐξιστορήθη, οὐ χρὴ δὲ λέγειν καὶ εἰ
πρὸς ἀλλήλους οἱ πλείους ἠναντιοφώνησαν τὰ τῶν βασιλέων
συγγράφοντες, ἀλλοιώσεις τε χωρῶν καὶ πόλεων στάσεις καὶ
πολέμων συρρήξεις καὶ ἀνδραποδισμοὺς καὶ νίκας καὶ ἥττας
καὶ ὅσα τοιαῦτα συμβαίνει τοῖς καθ' ἡμᾶς. πολυσχιδῶν
γὰρ τουτωνὶ τελούντων καὶ μηδὲ παρ' αὐτῶν ἴσως τῶν
ἐνεργούντων γινωσκομένων, σχολῇ γε ἂν τοῖς ἐξιστοροῦσι
τοῦ ἀληθοῦς παντάπασι γενήσεται ἡ ἐπίτευξις. ἐκ τοῦ
μᾶλλον δὲ καὶ ὅσα τῇ κοινῇ φήμῃ γνωρίζεται, ταῦτα τὸν
ἐξιστοροῦντα παραλήψεσθαι δέον, εἰ μὴ ἀδικεῖν οὗτος ἐθε-
λήσειε τὴν ἀλήθειαν ὡς οἱ τοὺς ὀβολοὺς κερματίοις ἐλλυ-
μαινόμενοι ἢ καὶ παραχαράττειν βουλόμενοι. οὔτε γοῦν
πρὸς χάριν οὔτε πρὸς φθόνον, ἀλλ' οὐδὲ πρὸς μῖσος ἢ
καὶ πρὸς εὔνοιαν συγγράφειν χρεών ἐστι τὸν συγγράφοντα,
ἀλλ' ἱστορίας μόνον χάριν καὶ τοῦ μὴ λήθης βυθῷ, ἣν ὁ
χρόνος οἶδε γεννᾶν, παραδοθῆναι τὰ ὑπό τινων γεγενημένα,
εἴτ' ἀγαθὰ εἴτε φαῦλα τυγχάνοιεν. ἀρχὴ δὲ ἡμῖν γενέσθω
ἡ τῆς Κωνσταντινουπόλεως ἅλωσις, οὕτω τοι περιφανὴς
καὶ γνώριμος σύμπασιν οὖσα, ὡς μηδὲ ἓν εἶναι τῶν ἐθνῶν
ὃ μὴ ταύτην ἐγνώρισεν.
2
Ἀλεξίου τοῦ Ἀγγέλου τὰ τῶν Ῥωμαίων τότε διιθύ-
νοντος σκῆπτρα, οἱ ἐξ Ἰταλίας κατὰ τῆς Κωνσταντίνου ἐξ-
εστράτευσαν. ἡ δὲ αἰτία τοιάδε. κατέβαλε μὲν τῆς ἀρχῆς
τὸν ἀδελφὸν Ἰσαάκιον καί οἱ τὰς ὄψεις ἐπήρωσεν. ὑπῆρχε
δὲ τῷ Ἰσαακίῳ υἱός, ὃς δυσανασχετήσας τῇ τοῦ πατρὸς
παροινίᾳ τὴν φυγήν τε μηχανησάμενος περὶ τὴν Ῥώμην
χωρεῖ καὶ τῷ ταύτης ἀρχιερεῖ ἑαυτὸν προσρίπτει, πατρικὴν
ἐκδίκησιν ἐπιζητῶν. ἐπεὶ δὲ τῷ τότε τύχοι πλήθη πολλὰ
εἰς ἓν συναχθῆναι—οἱ μὲν ἐξ αὐτῆς Ἰταλίας, οἱ δ' ἐκ
τῆς τῶν Φράγγων ἀρχῆς, ἐκ δὲ Ἐνετῶν ἕτεροι, καὶ ἐξ ἄλ-
λων ἄλλοι, καὶ ἡ πρόφασις εἰς ἐλευθερίαν τῆς Ἱερουσαλὴμ
ἀπελθεῖν, ὅπου ὁ κυριακὸς τυγχάνει τάφος· ἦν δὲ ὁ τού-
τους συναθροίσας ὁ πάπας, ὃς ταῖς παρακλήσεσι τοῦ παι-
δὸς καταδυσωπηθείς, μᾶλλον δὲ ταῖς ὑποσχέσεσιν—ἐτύγ-
χανον γὰρ ἁδραί—παραδίδωσι τὸν παῖδα τοῖς ἡγεμόσι
τῶν στρατευμάτων, ὡς ἂν αὐτὸν τῆς προκειμένης ἐκνεύ-
σαντες τῷ πατρικῷ ἐγκαταστήσαιεν θρόνῳ ἀναλώματά τε
παρ' αὐτοῦ λάβοιεν, ὁπόσα ἂν καθ' ὁδὸν ἀναλώσαιεν καὶ
ὁπόσα περὶ τὴν Κωνσταντίνου βραδύναντες. ἀνήχθησαν
οὖν οὗτοι τριήρεσι καὶ ναυσὶ κοίλαις. ἐπεὶ δὲ τῇ Κων-
σταντίνου προσώκειλαν εὐτυχῶς ἐν πνεύμασι φοροῖς, γνω-
ρίζουσι τοῖς ἐκεῖσε τὸν παῖδα, τὴν ἀδικίαν, τὰ διὰ ταῦτα
τοῦ Ῥώμης ἐντάλματα. μέχρι μὲν οὖν τινὸς λόγοι τε ἐξ
ἀμφοτέρων ἐγεγόνεισαν καὶ μάχαι. ἐπεὶ δὲ ὁ βασιλεὺς
Ἀλέξιος τοῖς τοιούτοις ἀπώκνησε πράγμασι, μάλιστα δὲ ἀπεί-
ρηκε τοῖς ἐντὸς εἰς σύγχυσιν ἀποβλέπουσι καὶ νοσοῦσι τὸ
ἄστατον, τὰ πάντα χαίρειν ἐάσας φυγῇ ἐχρήσατο, τοῦτο
προσειπὼν τό· ‘Δαυὶδ φυγὼν ἐσώθη.’
3
Πρεσβεύουσι πρὸς τοὺς Ἰταλοὺς οἱ οἰκήτορες, ὡς ἂν ὁ
τοῦ Ἰσαακίου υἱὸς Ἀλέξιος ἐντὸς εἰσαχθείη καὶ βασιλεὺς ἀνα-
γορευθείη. εἰσάγεται γοῦν ἐπὶ ταῖς συνθήκαις, αἷς ὑπέσχετο
τοῖς ἀναβιβάσασιν αὐτὸν Ἰταλοῖς, καὶ βασιλεὺς παρὰ παντὸς
ἀναγορεύεται τοῦ λαοῦ. ἦσαν οὖν τὸ ἀπὸ τοῦδε οἵ τε πολῖ-
ται καὶ οἱ Ἰταλοὶ τῷ δοκεῖν εἰρηνεύοντες, τῶν μὲν Ἰταλῶν
τὰς ὑποσχέσεις ἀπαιτούντων καὶ τὰ ἀναλώματα, τῶν δὲ οἰκη-
τόρων τῆς πόλεως ὑπὲρ ἀριθμὸν ἡγουμένων τὸ χρῆμα καὶ
διισχυριζομένων, ὡς οὐκ ἂν ἔχοιεν τοσαῦτα τοῖς Ἰταλοῖς
ἐπιδοῦναι. συνέβη δὲ τῷ τότε καὶ τούτου χάριν γογγυσμὸν
ἐν τῇ πόλει γενέσθαι. ὁ γὰρ πατὴρ Ἀλεξίου ὁ Ἄγγελος
Ἰσαάκιος, μήπω ἁλούσης τῆς πόλεως, γνώμην δέδωκεν, ὡς
τῶν ἱερῶν κειμηλίων συνάθροισιν γεγονέναι τὰ πρῶτα
ἐκεῖθέν τε ἄρξασθαι τοῦ πρὸς Ἰταλοὺς χρέους, τὸ δ' ἐλλεῖ-
πον ἐκ τῶν βασιλικῶν ταμιείων δοθῆναι καὶ τῶν οἰκητόρων
τῆς πόλεως. ἐν τῷ μεταξὺ δὲ τῆς ἀμφισβητήσεως οὔσης
καὶ ἐξ ἑκατέρων τῶν μερῶν ἀφικνουμένων τῶν πρέσβεων,
φονεύεται ὁ παῖς τοῦ Ἰσαακίου Ἀλέξιος παρὰ Ἀλεξίου τοῦ
Δούκα, ὃν πρωτοβεστιάριον οὗτος τετίμηκεν, οἱ δὲ τῆς
πόλεως εἴς τι τῶν αὐτοῦ ἐπιμεμφόμενοι Μούρτζουφλον
ἐκάλουν. ἀνηγορεύθη γοῦν παρὰ τῶν πολιτῶν ὁ ῥηθεὶς
Ἀλέξιος Μούρτζουφλος βασιλέυς. τούτου γοῦν χάριν ἐπὶ
πλέον μανέντες οἱ Ἰταλοὶ ἄσπονδον τὴν ἔχθραν κατὰ τῶν
Κωνσταντινουπολιτῶν πεποιήκασι. συνέβη δὲ καὶ ἕτερόν
τι γενέσθαι τοῖς πολίταις βούλευμα ἐπαίνου ἄξιον. τοὺς
γὰρ Λατίνους, οὓς οἰκήτορας εἶχεν ἡ Κωνσταντίνου, οἱ
προύχοντες καὶ τῶν ἐν τέλει συνεβουλεύσαντο ἀποπέμψαι
τῆς πόλεως, ὡς μὴ ἐπιβούλους αὐτοὺς ἐντὸς ἔχοιεν. οἱ
δὲ αὐτόμολοι πρὸς τοὺς πολεμίους χωροῦσι χιλιοστύες πολ-
λαί, ὅρκοις ἀρρήκτοις τὸ πρῶτον τοὺς πολίτας πληροφο-
ροῦντες μὴ ἄν ποτε μελετῆσαι κατ' αὐτῶν προδοσίαν, συν-
αποθανεῖν δὲ εἰ συμβαίη αὐτοῖς ὡς ἰθαγενεῖς καὶ αὐ-
τόχθονας. καίτοι καὶ γυναῖκας καὶ παιδία διδόντες ἐν
ἀσφαλεστέροις τόποις ἀπαγαγεῖν οὐκ ἔπεισαν. ἐξελθόντες
δὲ πολλὰ τοῖς ἐναντίοις συνήραντο ἅτε πλῆθος πολὺ ὄντες
καὶ εἰδήμονες τῶν πραγμάτων.
4
Τεσσαράκοντα παρῆλθον γοῦν ἡμέραι καὶ ἑάλω παρὰ
τούτων ἡ Κωνσταντίνου, δωδεκάτην τοῦ Ἀπριλλίου ἄγοντος.
τῷ γὰρ δεκάτῳ ἔτει Μαΐου ὄντος τῇ πόλει προσώρμισαν,
ἐν ἕνδεκα δὲ μησὶ συνέβη γενέσθαι τὴν πόρθησιν. καὶ ἡ
μεγίστη πόλις ἑάλω, ἑάλω, ἑνὸς ὥς φασιν ἢ καὶ δύο ἐπιπηδησάν-
των τῷ τείχει ἀπὸ κλίμακος εἰς ἱστὸν κειμένης μεγίστης
κοίλης νηός. ὅσα μὲν οὖν συνέβη τῇ πόλει μακροτέρων
ἂν εἴη λόγων καὶ οὐ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· πάν-
τως δὲ νοεῖν ἔξεστι πᾶσιν, ὁπόσα ταῖς αἰχμαλωτιζομέναις
πόλεσιν ἐπιπέπτωκε πάθη, φόνοι ἀνδρῶν, γυναικῶν ἀνδρα-
ποδισμοί, σκυλεύσεις, οἰκιῶν κατασκάψεις, τἆλλά τε πάντα
ὁπόσα μαχαίρας ἔργον καθέστηκεν. ἐπεὶ γοῦν ἐγκρατεῖς
τῆς πόλεως γεγόνασιν Ἰταλοί, ὡς ἐξ ὑπερδεξίων ὁρμώμενοι
τήν τε δυσμὴν πᾶσαν κατέδραμον, ἀλλὰ δὴ καὶ τῆς ἑῴας
μέρος οὐκ ἔλαττον. πρῶτον μὲν οὖν χειροῦνται τὰ τῆς
δυσμῆς, πάντων ὑποφευγόντων αὐτοὺς ὑπό τινος θεηλάτου
ἐλαυνομένων πληγῆς.
5
Ὁ μὲν οὖν βασιλεὺς Ἀλέξιος ὁ Ἄγγελος, ὃν ἀποδρᾶ-
ναι λόγος εἰρήκει τῆς Κωνσταντίνου, περὶ τὴν Φιλιππού-
πολιν ἀφικόμενος καὶ μὴ πρὸς τῶν οἰκητόρων δεχθεὶς
περὶ τὴν Μοσυνούπολιν ἀφικνεῖται κἀκεῖσε τὰς διατριβὰς
ἐποιεῖτο. Ἀλέξιος δὲ ὁ Δούκας, ὃς τὸν υἱὸν τοῦ Ἰσαακίου
ἀπέκτεινε, βουλόμενος ἐκδήμους αὐτῷ προσαρμόσασθαι, ἅμα
τε τοῦ Ἰσαακίου υἱὸν πεφόνευκε καὶ ἅμα τὴν τοῦ βασιλέως
Ἀλεξίου θυγατέρα Εὐδοκίαν προσηγάγετο εἰς γυναῖκα,
ὑστάτην οὖσαν τῶν θυγατέρων ἐκείνου. τρεῖς γὰρ ὑπῆρχον
αὐτῷ, καὶ ἡ μὲν πρώτη Εἰρήνη κατωνομάζετο, ἣν καὶ
ἀνδρὶ συνέζευξεν Ἀλεξίῳ τῷ Παλαιολόγῳ, ὃν καὶ δεσπότην
τετίμηκεν, ἀλλὰ προῴχετο οὗτος τῆς Κωνσταντίνου ἁλώσεως·
ἡ δὲ δευτέρα ἐκαλεῖτο Ἄννα, εἰς ἣν Θεόδωρον τὸν Λάσκαριν
ἐπεγάμβρευσεν· ἡ δὲ τρίτη Εὐδοκία, ἣν πρὸ καιροῦ ὁ πατὴρ
αὐτῆς τῷ κράλῃ Σερβίας συνέζευξεν, ἐπί τινι δὲ πάθει, ὡς
ἔφασκον, ταύτην οὗτος φωράσας ἐπὶ τὸν πατέρα πάλιν ἐκ-
πέμπει· καὶ ἦν οὕτως. ταύτην εἰλήφει ὁ εἰρημένος Ἀλέξιος
Δούκας ὁ Μούρτζουφλος, τὴν οἰκείαν καταλιπὼν γαμετήν.
ὡς γοῦν παρὰ τῶν Ἰταλῶν ἑάλω ἡ Κωνσταντίνου, ἀπέδρα
καὶ οὗτος ἐκεῖθεν, ἐπιφερόμενος καὶ τὴν σύζυγον Εὐδοκίαν.
μαθὼν δὲ ὡς ἐν Μοσυνουπόλει τὰς διατριβὰς ποιεῖται ὁ
πενθερὸς αὐτοῦ βασιλεὺς Ἀλέξιος θαρρούντως πρὸς αὐτὸν
ἀπῄει. ὁ δὲ τοῦτον πολλῶν τε ἄλλων χάριν καὶ οὐδὲν
ἧττον τῆς θυγατρὸς ἐμυσάττετο. κηδεστείας γοῦν ὑποδὺς
προσωπεῖον ὑποδέχεται τὸν Ἀλέξιον, καὶ λουτρὸν εὐτρεπίσας
ἅμα τῇ θυγατρὶ λουθῆναι τοῦτον προστέταχεν. ἐντὸς οὖν
γενομένου τοῦ λουτῆρος τοῦ Ἀλεξίου ἐπεισπίπτουσιν ἀθρόως
αὐτῷ οἱ τοῦ βασιλέως Ἀλεξίου ὑπηρέται κἀκεῖσε τοὺς ὀφθαλ-
μοὺς αὐτοῦ ἐξορύττουσιν. ἔφασκον δὲ οἱ ξυντυχόντες ὡς
ἡ θυγάτηρ ἑστῶσα παρὰ τὴν θύραν τοῦ λουτροῦ τὸν πα-
τέρα ὕβρεσιν ἔπλυνε, κἀκεῖνος ταύτην τῆς ἀναιδείας καὶ
τῆς ἀσελγοῦς ἀγαπήσεως ἐλοιδόρει. τυφλὸς οὖν γεγονὼς ὁ
Δούκας Ἀλέξιος περὶ τὰ τῆς Μοσυνουπόλεως ἐπλανᾶτο
μέρη, ἀλήτης διερχόμενος τὰ ἐκεῖσε. ὁ δὲ βασιλεὺς Ἀλέξιος
ἀπάρας ἐκεῖθεν περὶ τὰ μέρη τῆς Θεσσαλονίκης ἐχώρει.
ἐπεὶ δὲ ἐξώρμησαν τῆς Κωνσταντίνου οἱ Ἰταλοὶ καὶ ἀπῆλ-
θον περὶ τὴν Μοσυνούπολιν, εὑρόντες ἐκεῖσε τὸν Μούρ-
τζουφλον εἰς τὴν Κωνσταντίνου ἀπήγαγον· τοῦ δὲ μιάσματος
ἀμυνόμενοι, ὃ εἰς τὸν Ἰσαακίου πεποίηκεν υἱόν, ἐκ Ταύρου
κρημνίζουσι κίονος.
6
Τῆς οὖν Μοσυνουπόλεως κυριεύσαντες οἱ Ἰταλοὶ ἄδειαν
δεδώκασι τοῖς ταύτης οἰκήτορσι τοὺς θέλοντας μένειν τε
καὶ ὑπὸ χεῖρα εἶναι αὐτῶν, τοὺς δὲ ἀκωλύτως ἀπέρχεσθαι
ὅπῃ ἂν βούλοιντο. ἐξήρχοντο τοίνυν οἱ μὲν φανερῶς οἱ
δὲ καὶ κρύφα, ὅσοι τῶν περιφανεστέρων ἐτύγχανον. ὁ δὲ
Λάσκαρις Θεόδωρος ἅμα τῇ γαμετῇ Ἄννῃ προεξελθεῖν
πέφθακε Κωνσταντίνου, δεσπότης ὑπ' ἐκείνου τετιμημένος.
ἀπελθὼν τοίνυν μετὰ καὶ τῶν θυγατρίων Εἰρήνης Μαρίας
καὶ Εὐδοκίας εἰς Νίκαιαν παρεκάλει τοὺς Νικαεῖς, εἴσω
τῆς πόλεως δέξασθαι τοῦτον. οἱ δὲ οὐκ ἐδέχοντο. ὁ δὲ
καὶ κἂν τὴν γυναῖκα δέξασθαι δυσωπῶν, μόλις ἔπεισεν.
ἀφεὶς οὖν τὴν γυναῖκα διήρχετο τὰ πέριξ, Προῦσάν τε καὶ
τὰ περὶ αὐτήν, ὅπως ὑπὸ χεῖρα ταῦτα ποιήσαιτο καὶ ὡς
βασιλεὺς ἀντὶ τοῦ πενθεροῦ Ἀλεξίου τούτων κατάρξειεν.
οὗ δὴ καὶ τετύχηκεν. καὶ γὰρ ἐν τῷ μεταξὺ καὶ περὶ τὸν
περσάρχην ἀφίκετο, συνήθη τούτῳ τελοῦντα, καὶ συμμαχίαν
προσείληφε, καὶ τὰ πρὸς σκοπὸν διεπράξατο.
7
Δύο γοῦν παραδραμόντων ἐνιαυτῶν καὶ ὡς δεσπότου
φημιζομένου παρὰ πᾶσι τοῦ Λασκάριος, ἐπεὶ συνδρομὴ γέγονε
κατὰ Νίκαιαν ἀπό τε περιφανῶν ἀνδρῶν καὶ τῶν λογάδων τῆς
ἐκκλησίας, σκέψις τούτοις ἐγένετο, ὅπως βασιλεὺς φημισθείη
ὁ δεσπότης Θεόδωρος. πατριάρχου δὲ μὴ παρόντος ἐκεῖσε
—ὁ γὰρ Καματηρὸς Ἰωάννης, ὃς τὸν πατριαρχικὸν ἐκόσμει
θρόνον, ἡνίκα τῆς Κωνσταντίνου ἐκράτησαν Ἰταλοί, περὶ
τὸ Διδυμότειχον ἀπῆρε κἀκεῖσε τὰς διατριβὰς ἐποιεῖτο, καὶ
διαμηνυθεὶς παρὰ τοῦ Λασκάριος καὶ τῶν λοιπῶν ἀπηνή-
νατο τὴν πρὸς αὐτοὺς ἄφιξιν, ἔγγραφον τὴν παραίτησιν
ποιησάμενος. ψηφίζεται γοῦν πατριάρχης Μιχαὴλ ὁ Αὐτω-
ρειανός, λόγιος τυγχάνων καὶ πάσης γραφῆς ἔμπειρος, τῆς
τε ἡμετέρας καὶ τῆς θύραθεν, ὃς καὶ τὸν δεσπότην Θεό-
δωρον τῷ τῆς βασιλείας διαδήματι ταινιοῖ.
Ἐντεῦθεν βασιλεὺς ὁ Λάσκαρις ἀναγορευθεὶς συντονώ-
τερον ἐφήψατο τῶν πραγμάτων, μάχαις δὲ προσέκυρσεν
οὐκ ὀλίγαις καὶ χαλεπαῖς. οἵ τε γὰρ Ἰταλοὶ κατὰ τὴν ἑῴαν
τὸν πόρον πεποιηκότες, τὰ πλείω ταύτης ὑφ' ἑαυτοὺς ἐποι-
ήσαντο. τό τε γὰρ ἅπαν θέμα Ὀψικίου καὶ Αἰγαίου καὶ
αὐτὸ δὴ τὸ Ἀτραμύτιον τῶν Ἰταλῶν ἐγεγόνει, Βάρις τε καὶ
Αὐλωνία, Ποιμανηνόν τε καὶ Λεντιανὰ μέχρι τοῦ Λοπαδίου
αὐτοῦ δεσπότας ἐγίνωσκον Ἰταλούς, ἀλλά γε δὴ καὶ τὰ τῆς
Θυνίας πάντα μέχρι καὶ Νικομηδείας αὐτῆς. ἐντεῦθεν
ἐστενοῦτο πολὺ ὁ βασιλεὺς Θεόδωρος. οὐδὲν δὲ ἧττον καὶ
πρὸς Ῥωμαίων κατεβιάζετο. ἐν γὰρ τῇ συγχύσει τῆς Κων-
σταντίνου ἁλώσεως ἄλλοθεν ἄλλος ἡγεμόνες εἶναι τυχόντες
ἢ καὶ οἱ τῶν ἄλλων προύχοντες ὡς οἰκείαν ἀρχὴν τὴν ὑφ'
αὑτοὺς ἐποιοῦντο χώραν, ἢ ἐξ αὐτῶν εἰς τοῦτο ὁρμήσαντες
ἢ καὶ παρὰ τῶν οἰκητόρων μετακληθέντες εἰς τὴν τῆς χώ-
ρας δεφένδευσιν. αὐτίκα Θεόδωρος, ὃν καὶ Μωροθεόδωρον
ἀπεκάλουν, ἄρχων ἦν τῆς Φιλαδέλφου πόλεως. ἕτερος δὲ
Σάββας τοὐπίκλην τοῦ ἄστεος ἐδέσποζε τοῦ Σαμψὼν μετὰ
καὶ τῶν πλησίον τυγχανόντων αὐτῷ. Παφλαγονίας δὲ πάσης
ἐγκρατὴς ἦν Δαυίδ, ἀδελφὸς ὢν Ἀλεξίου τοῦ τῆς Τραπε-
ζοῦντος κρατήσαντος, ὃς καὶ μέγας ὠνομάζετο Κομνηνός,
οἳ τοῦ βασιλέως Ἀνδρονίκου ὑπῆρχον ἔγγονοι, Μανουὴλ
τῷ τούτου τεχθέντες υἱῷ. ἀλλὰ τὸν μὲν Μωροθεόδωρον
καὶ τὸν Σάββαν εὐχερῶς μετῆλθε, κἀντεῦθεν ἐδέσποζεν
ἀδεῶς Κελβιανοῦ τε παντός, Μαιάνδρου, Φιλαδελφείας καὶ
Νεοκάστρων.
8
Ἀλλ' ἐνταῦθά μοι ὁ λόγος ἀναμεινάτω· ἱστορῆσαι
γὰρ βούλεται τὰ τῷ βασιλεῖ Ἀλεξίῳ συμβάντα. ἀφίκετο μὲν
οὖν, ὡς εἰρήκειν, εἰς Θεσσαλονίκην, καὶ ὑπεδέχθη παρὰ
τῆς αὐτοῦ νύμφης, ἣ ἐξ Οὔγγρων μὲν ὥρμητο, ἐπεγαμ-
βρεύθη δὲ τῷ βασιλεῖ Ἰσαακίῳ μετὰ τὴν τῆς γυναικὸς αὐ-
τοῦ τελευτήν, ἣν καὶ ὡραίαν πάνυ τῷ εἴδει οἱ κατιδόντες
ἔφασκον εἶναι. τῶν γοῦν Ἰταλῶν εἰς πολυμέρειαν τὰ τῆς
Ῥωμαΐδος κληρωσαμένων καὶ τοῦ μὲν ἐκ Φλάντρας ὡρμη-
μένου Βαλδουΐνου βασιλέως ἀναγορευθέντος, τοῦ δὲ δουκὸς
Βενετίας, ὃς καὶ αὐτοπροσώπως συνῆν, μερίδα οὐ μικρὰν
ἐσχηκότος καὶ δεσποτικῷ ἀξιώματι τιμηθέντος, ἔχειν τε ἐξ
ὅλου πρὸς τὸ ὅλον, ὃ τὸ τῶν Φράγγων ἐκτήσατο μέρος, τὸ
τέταρτον καὶ τοῦ τετάρτου τὸ ἥμισυ, ἐπειδὴ καὶ ὁ μαρκέσιος
ἀξιόλογον μοῖραν τῆς συμμαχίας ἦν ἐνεγκάμενος, ῥὴξ Θεσσα-
λονίκης παρὰ τοῦ Φλάντρα τετίμηται, προσλαβόμενος καὶ
γυναῖκα τὴν δηλωθεῖσαν Μαρίαν. ὑπὸ ταύτης ὑπεδέχθη
Ἀλέξιος. μετὰ μικρὸν δὲ φωραθεὶς τοῖς ἐκεῖσε νεωτερί-
ζεσθαι, ἀπεδιώχθη συνάμα τῇ γυναικὶ καὶ τῇ θυγατρὶ
Εὐδοκίᾳ, ἣν καὶ εἰς Κόρινθον ἀφικόμενος τῷ Σγουρῷ
συνεζεύξατο. μικρὸν δὲ τοῖς ἐκεῖσε προσδιατρίψας, γνοὺς
παρά τινων ὡς ἁλίσκεσθαι μέλλει, ἀπέδρα· ἐκ Λογγιβαρδίας
δέ τισι ξυντυχὼν ἁλίσκεται, πρὸς τὸν πρωτεξάδελφον αὐτοῦ
Μιχαὴλ τὰς κινήσεις ποιούμενος· ἦν γὰρ κἀκεῖνος τῷ
τότε μέρους τινὸς παλαιᾶς Ἠπείρου κρατήσας καὶ πολλὰ
τοῖς πρὸς τὰ ἐκεῖσε μέρη ἀφιγμένοις Ἰταλοῖς παρέχων
πράγματα. καὶ ἦν οὗτος δυναστεύων τῆς τοιαύτης χώρας,
Ἰωαννίνων γὰρ ἦρχε καὶ Ἄρτης καὶ μέχρι Ναυπάκτου. ὡς
γοῦν ἑάλω παρὰ Λογγιβάρδων ὁ βασιλεὺς Ἀλέξιος, καὶ
ἀπεμπολεῖται παρ' αὐτῶν συνάμα τῇ γυναικί. μικρὸν δὲ
μετὰ τοῦ Μιχαὴλ προσκαρτερήσας βουλεύεται πρὸς τὸν Ἰκο-
νίου σουλτὰν ἀπελθεῖν, ὃν Ἰαθατίνην ὠνόμαζον· ἦν γὰρ
τούτῳ συνήθης. ὁ γὰρ εἰρημένος Ἰαθατίνης τὰς τοῦ ἀδελ-
φοῦ αὐτοῦ χεῖρας ἀποδρὰς Ἀζατίνου, κατάρχοντος τότε τῶν
Μουσουλμάνων, ἐς Ἀλέξιον ἧκε τοῦτον καὶ παρ' αὐτοῦ
υἱοθετεῖται, ὃς καὶ τῷ βασιλεῖ τούτῳ συναπέδρα. ἀλλ' οὐ
συχναὶ παρῆλθον ἡμέραι, καὶ ἀφικνεῖται πρὸς αὐτὸν ἀνὴρ
τὸν ἀδελφοῦ αὐτοῦ μόρον μηνύων αὐτῷ κρύφα· ὃς καὶ
ῥάκεσι πενιχροῖς ἐσταλμένος μετ' αὐτοῦ ἀφικνεῖται καὶ τοῖς
αὐτοῦ καταστὰς γνώριμος περσάρχης ἐπιφημίζεται. οὗτος
καὶ τῷ βασιλεῖ Θεοδώρῳ χρήσιμος ἀνεφάνη συμμαχίαν δούς·
ὡς ἀδελφὴν γὰρ τὴν βασιλίδα Ἄνναν ὠνόμαζεν.
9
Ἐφοδίοις ἀπάρας τῆς τοῦ Μιχαὴλ γῆς καὶ φορῷ
χρησάμενος πνεύματι, τῇ τῆς Ἀττάλου προσώρμισεν. ἀσμενέ-
στατα οὖν παρὰ τοῦ σουλτάνου προσδέδεκται. ὁ βασιλεὺς δὲ
Θεόδωρος διῆγεν ἐν τῇ Νικαίᾳ, καὶ πρεσβεία πρὸς τοῦ σουλ-
τὰν παρ' αὐτὸν ἀφικνεῖται, τὴν τοῦ βασιλέως καὶ πενθεροῦ
γνωρίζουσα ἄφιξιν, καὶ ὡς ἄδικος εἴη ξένης ἐπειλημμένος
ἀρχῆς. ἐταράχθη γοῦν ἐπὶ τοῖς λόγοις ὁ βασιλεύς. ὁ μὲν
γὰρ σουλτὰν πρόφασιν εἶχεν Ἀλέξιον, σκοπὸς δ' ἦν αὐτῷ
τὴν τῶν Ῥωμαίων καταδραμεῖν. καὶ ἦν ἐπὶ ξυροῦ, ὅ φασι,
τούτῳ τὰ πράγματα. συναγαγὼν γοῦν τοὺς αὐτοῦ ἐπειρᾶτο
τούτων, εἴτε αὐτῷ προσανέχοντες εἶεν εἴτε τῷ πενθερῷ. οἱ
δὲ πανσυδὶ ἢ συζῆν αὐτῷ ἢ συναπολέσθαι εἰρήκεισαν. θαρ-
σαλέως γοῦν τῆς Νικαίας ἐξῄει, ἔχων καὶ τοὺς τοῦ σουλ-
τὰν πρέσβεις. ταχύτερον δὲ τῷ δρόμῳ χρησάμενος ἀφί-
κετο εἰς Φιλαδέλφου. ὁ δὲ σουλτὰν ἀπάρας μεθ' ἑαυ-
τοῦ καὶ ὃν ὡς δέλεαρ ἐπεφέρετο βασιλέα Ἀλέξιον τὴν
ἔφοδον ἐν Ἀντιοχείᾳ πεποίηται. πόλις δὲ αὕτη χώρας
προκαθημένη Μαιάνδρου, κρατῆσαι δέ οἱ ταύτης ἦν ὁ
σκοπός. διὰ ταῦτα καὶ ἑλεπόλεις ἐστήσατο καὶ ἐπόρθει
τὴν πόλιν. καὶ ἦν γε αὕτη ἐν χρῷ τοῦ ἁλῶναι. ὃ δὴ
καὶ δεδιὼς ὁ βασιλεὺς Θεόδωρος—ἦν γὰρ καὶ ἀληθές,
ὡς εἰ ταύτης ἐκράτησεν ὁ σουλτάν, οὐδὲν ἂν ἦν αὐτῷ ἐμ-
ποδὼν τοῦ μὴ πᾶσαν τὴν Ῥωμαίων χειρώσασθαι. καὶ οἷον
ἐπὶ κύβου τὸν πόλεμον θεὶς ἢ μᾶλλον ἀληθῶς εἰπεῖν ἐπὶ
τῷ δεσπότῃ θαρρήσας Χριστῷ, οὗ τὴν κλῆσιν ὡς σύσσημόν
τι ἢ σφραγῖδα οἱ εὐσεβεῖς ἐπιφέρομεν, ἐπισπεύδει τὸν δρό-
μον, παραγγείλας μηδένα ἢ σκηνὴν φέρειν ἢ ἄχθος ἢ ἕτε-
ρόν τι τῶν οὐ λυσιτελούντων ἐν τῷ πολέμῳ, ἄνευ μέντοι
τῶν ἀναγκαίων, τροφῆς μικρᾶς καὶ ἐνδύματος. ἦν δὲ ἅπαν
αὐτῷ τὸ στράτευμα εἰς δισχιλίους ἠριθμημένον, ὧν ὀκτα-
κόσιοι μὲν Ἰταλοί, ἄνδρες γενναῖοι καὶ τὴν χεῖρα σθεναροί,
ὡς ὁ καιρὸς ἔδειξε, Ῥωμαῖοι δὲ οἱ λοιποὶ ἐτύγχανον.
10
Ἐγγύς που γοῦν γενόμενος τῆς Ἀντιοχείας ὁ βασιλεὺς
ἀφίησι τὸν πρέσβιν Πέρσην πρὸς τὸν σφέτερον ἀφικέσθαι
δεσπότην· καὶ ὃς ἀπῆλθε καὶ μηνύει τῷ σουλτὰν τὴν τοῦ
βασιλέως ἔφοδον, δύσπιστον ἐκείνῳ πάνυ τυγχάνουσαν. ὅρ-
κοις γοῦν ἐβεβαίου ὁ πρέσβις, ὡς ἐγγὺς ὁ βασιλεὺς πάρεστι.
ταῦτ' οὖν ἀκηκοὼς ὁ σουλτάν, ὡς εἶχε τάχους τὰς δυνά-
μεις συνάγει καὶ παρατάττεται πρὸς τὸν πόλεμον. ἐμπίπτουσι
γοῦν ταῖς τοῦ σουλτὰν πρῶτον δυνάμεσιν Ἰταλοί, ἀλλ' ἦν
τὸ τῶν Μουσουλμάνων πλῆθος πολύ· ἔργα δὲ κρατερᾶς
χειρὸς ἐνδειξάμενοι καὶ γενναιοτέρας ψυχῆς, σχεδὸν πίπτουσι
πάντες, ἀπειροπλασίους ξίφους ἔργον ποιήσαντες. τῶν γοῦν
Ἰταλῶν οἱ Μουσουλμάνοι περιγενόμενοι ῥᾷον καὶ τῶν Ῥω-
μαϊκῶν ἐκράτουν δυνάμεων· καὶ οἱ μὲν προτροπάδην ἔφευ-
γον, ὀλίγοι δὲ ἐκαρτέρουν τὸ τέλος τῆς μάχης ἀποσκοπού-
μενοι. τῆς μάχης οὖν ἐγκρατὴς γενόμενος ὁ σουλτὰν ἐζήτει
τὸν βασιλέα, καὶ δείκνυσί τις τοῦτον αὐτῷ ἐν ἀμηχανίᾳ
γενόμενον. ὡς εἶχε γοῦν τάχους πρὸς τὸν βασιλέα ὁρμᾷ,
τῇ τοῦ σώματος ἰσχύι θαρρῶν ἐπ' αὐτῷ. καὶ ὁ μὲν σουλ-
τὰν κορύνῃ κατὰ κεφαλῆς πλήττει τὸν βασιλέα, καὶ πίπτει
τοῦ ἵππου· ἦν γὰρ τῇ βολῇ σκοτοδινιάσας. συνεποδίσθη
γάρ, ὥς φασι, τῇ βολῆ καὶ ὁ ἵππος, οὐκ οἶδ' εἰ καὶ τού-
του δευτέραν παρὰ τοῦ σουλτὰν λαβόντος πληγήν. ἔξω
οὖν τοῦ ἵππου ὁ βασιλεὺς γενόμενος, καὶ οἷον ῥωσθεὶς ὑπὸ
θειοτέρας δυνάμεως, ἐπὶ πόδας δὲ σταθεὶς τὴν σπάθην
ἐξάγει τοῦ κουλεοῦ, καὶ τοῦ σουλτὰν ἐνθένδε στραφέντος
καὶ ὑβριστικῶς ἐπειπόντος· ‘λάβετε τουτονί,’ πλήττει τοὺς
ὀπισθίους πόδας τῆς σουλτὰν ἵππου ὁ βασιλεύς· θηλείας
γὰρ ἐπωχεῖτο καὶ ὑπερμεγέθους. ὡς ἐκ πύργου γοῦν ὁ
σουλτὰν καταβάλλεται καί οἱ αἰφνηδὸν ἡ κεφαλὴ ἀποτέμνε-
ται, μήτε τοῦ βασιλέως γνόντος μηθ' ἑτέρου τῶν συμπαρε-
στώτων τῷ βασιλεῖ, παρὰ τοῦ κεκαρατόμηται. νικᾷ γοῦν
ἐντεῦθεν ὁ βασιλεὺς τὸ πλεῖστον ἐξηττημένος. οὐδὲ γὰρ
εἶχεν ἐπὶ τοῖς πρόσω χωρεῖν μετὰ μετρίων ἐλλελειμμένος.
τοῦτο τοῖς Ῥωμαίοις ἀναψυχῆς ἐγένετο πρόφασις· σπονδὰς
γὰρ ἐντεῦθεν ἀρρήκτους οἱ Μουσουλμάνοι μετὰ Ῥωμαίων
ἐποίησαν. ἐντεῦθεν τῆς ἐκεῖσε μάχης ἐκεχειρίαν ἔσχεν ὁ
βασιλεύς, τοῖς δ' Ἰταλῶν πολέμοις ἐσχόλαζε. προσελάβετο
δὲ καὶ τὸν πενθερὸν αὐτοῦ ἐν τῇ μάχῃ εὑρών, καὶ τὰ εἰ-
κότα τιμήσας ἀπήγαγέ τε εἰς Νίκαιαν καὶ τῶν βασιλικῶν
παρασήμων ἐκδύσας ἐν τῇ τοῦ Ὑακίνθου μονῇ διάγειν
ἐκέλευσεν. ἔνθα καὶ θνήσκει. ἡ γὰρ σύζυγος αὐτοῦ Εὐ-
φροσύνη ἐν τῇ τῆς Ἄρτης ἐτελεύτησε χώρᾳ, ἔνθα καὶ ὁ
νεκρὸς αὐτῆς κατετέθη.
11
Περιεγένετο δὲ ὁ βασιλεὺς Θεόδωρος καὶ τοῦ τῆς
Παφλαγονίας κρατοῦντος Δαυίδ, καὶ Ἡράκλειαν παρεστήσατο
καὶ Ἄμαστριν καὶ τὴν πᾶσαν πέριξ χώραν καὶ τὰ πολίχνια.
πάλιν δέ μοι τὰ τῆς ἱστορίας βούλεται τὰ ἐν τῇ ἑσπέρᾳ
συμβάντα ξυγγράψασθαι. ἵνα δέ μοι ἡ ἱστορία τοῖς πᾶσιν
εὔγνωστος εἴη, δέον ὀλίγα ἄττα προεξειπεῖν. τοῦ βασιλέως
Ἰσαακίου τῆς Κωνσταντίνου κατάρχοντος καὶ τῆς γαμετῆς
θανούσης αὐτοῦ, ἠγάγετο εἰς γυναῖκα τὴν ἣν προειρήκειν
ἐξ Οὐγγρίας ὡρμημένην, θυγατέρα οὖσαν τοῦ τῶν Οὔγγρων
ἄρχοντος. ἐπεὶ δὲ ἔμελλε τὸν γάμον ποιεῖν, καὶ ὑπῆρχεν
οὗτος βασιλικός, ἀξιόλογα ἔδει γενέσθαι τούτου τὰ ἀναλώ-
ματα. ἐντεῦθεν ἐξ ἁπάσης τῆς Ῥωμαίων ἐπαρχίας πρό-
βατά τε καὶ χοῖροι καὶ βόες συνήγοντο· ἐπεὶ δὲ πλείω τῶν
ἄλλων ἡ Βουλγάρων τρέφει ταῦτα, καὶ πλείω παρὰ ταύτης·
ἀπῃτοῦντο. τὸ δὲ Βουλγάρων φῦλον ἔκσπονδον μὲν τὰ
πρῶτα Ῥωμαίοις τελοῦν καὶ πολέμων πολλῶν πρόξενον γε-
γονὸς αὐτοῖς ἀνδραποδισμῶν τε καὶ ἁλώσεων πόλεων καὶ
μυρίων ἄλλων δεινῶν, καὶ ταῦτα ἐν πολλοῖς ἔτεσιν, ὕστατα
παρὰ τοῦ βασιλέως Βασιλείου χειροῦνται, ὃν διὰ ταῦτα
Βουλγαροκτόνον ἡ φήμη ἐκάλεσε. μέχρι γοῦν τοῦ βασιλέως
Ἰσαακίου ὑπόφορον τὸ γένος ἐτέλει Ῥωμαίοις, διὰ δὲ τὴν
τοιαύτην πρόφασιν μεμελέτηκεν ἀνταρσίαν. καὶ ἀνίσταταί
τις Ἀσὰν τοὔνομα καὶ βασιλεύει τῆς χώρας, ἅπαντα τὰ ἐν-
τὸς τοῦ Αἵμου μέχρι καὶ τοῦ Ἴστρου ὑφ' ἑαυτὸν ποιησά-
μενος. ἐκ τούτου οὐκ ὀλίγα πράγματα Ῥωμαίοις συνέβη·
ἔχοντες γὰρ οἱ Βούλγαροι τὸ Σκυθικὸν σύμμαχον, πολλὰ
ἐποίουν τῇ Ῥωμαίων δεινά. τότε καὶ ὁ βασιλεὺς ἀγανα-
κτήσας Ἰσαάκιος τὸ τῶν Ῥωμαίων ἅπαν συναγαγὼν στρά-
τευμα, κατ' αὐτῶν ἐχώρει. τὴν γοῦν παράλιον παριὼν καὶ
διὰ τῆς Μεσημβρίας πόλεως τὴν δίοδον ποιούμενος, ἔσω
τοῦ Αἵμου γίνεται. ὁ δὲ Ἀσὰν μετὰ τοῦ ὑπ' αὐτὸν στρα-
τεύματος ἐντὸς τοῦ πολιχνίου οὗ δὴ τὸ ὄνομα Στρίναβος
εἰσέρχεται, ἔνθα καὶ τὰς σκηνὰς ποιησάμενος ὁ βασιλεὺς
Ἰσαάκιος τοὺς Βουλγάρους ἐπολιόρκει. καταστρατηγεῖται δὲ
παρ' αὐτῶν· τῶν γὰρ Βουλγάρων τις, προσωπεῖον ὑπενδὺς
φυγάδος, ἀφικνεῖται παρὰ τὸν βασιλέα καὶ μηνύει αὐτῷ
Σκυθῶν ἔφοδον, ὁ δὲ βασιλεὺς τῷ λόγῳ θροηθείς, καὶ
ταῦτα τὴν ἐπιοῦσαν τὸ πολίχνιον χειρώσασθαι μέλλων, ἀπ-
ανίσταται τοῦ τόπου. οὐκ ἐξῆλθεν οὖν τὴν ἣν εἰσῆλθεν
ὁδόν, ἀλλ' ἀπατηθεὶς ὑπὸ τοῦ Βουλγάρου τὴν ταχυτέραν
τάχα διεξιέναι βεβούλευται. ἐπεισπίπτουσιν οὖν αὐτῷ διερ-
χομένῳ οἱ Βούλγαροι ἐπί τινι στενωπῷ γενομένῳ, καὶ κατα-
λύουσι τὸ ὑπ' αὐτὸν ἅπαν στράτευμα, καὶ σκυλεύουσι
πᾶσαν τὴν τῆς στρατιᾶς ἀποσκευήν, ἀλλὰ δὴ καὶ τὴν τοῦ
βασιλέως αὐτοῦ. πίπτουσι δὲ πολλοὶ τῶν Ῥωμαίων, οἱ δὲ
διασωθέντες μετὰ τοῦ βασιλέως γυμνοί τε ἦσαν καὶ ὀλίγοι
πάνυ. ἐντεῦθεν ἐφυσιώθη τὸ τῶν Βουλγάρων φῦλον, λείαν
πολλὴν ἐκ τῶν Ῥωμαίων εἰληφός, ἀλλὰ δὴ καὶ ἐκ τῶν
βασιλικῶν παρασήμων τὰ τιμιώτερα. τάς τε γὰρ τοῦ βασι-
λέως πυραμίδας ἀνελάβοντο καὶ φιάλας τῶν ἐπισήμων καὶ
χρῆμα εἰς πλῆθος καὶ αὐτὸν δὴ τὸν βασιλικὸν σταυρόν.
τῶν τινος γὰρ αὐτὸν ἱερέων ῥίψαντος μετὰ μικρὸν ἐφεῦρον
αὐτὸν ἐν τῷ ποταμῷ, ἐκ χρυσοῦ μὲν κατεσκευασμένον, φέ-
ροντα δὲ μέσον ἐκ τοῦ ἁγίου ξύλου εἰς σταυροῦ σχῆμα
τετυπωμένον, θήκας δὲ μικρὰς παμπόλλας ἔχοντα, ἐν οἷς
προσῆσαν λείψανα ἁγίων μαρτύρων τὸ γάλα τε τῆς θεο-
μήτορος καὶ μέρος τι τῆς ζώνης αὐτῆς. ὁ μὲν οὖν βασι-
λεὺς Ἰσαάκιος εἰς τὴν Κωνσταντίνου ᾤχετο.
12
Ἐντεῦθεν οὐκ ὀλίγα πράγματα Ῥωμαίοις ἐκ Βουλγά-
ρων, καὶ τοῦ Ἀλεξίου βασιλεύσαντος πόλεμοι αὐτῷ ἐκ τούτων
πολλοὶ περὶ Βέρροιαν, ἔνθα καὶ ὁ πρωτοστράτωρ Καμύτζης
ὑπὸ Βουλγάρων ἑάλω μαχόμενος, τοῦ ἀδελφοῦ τοῦ Ἀσὰν
Ἰωάννου τότε κατάρχοντος. ὁ γὰρ Ἀσὰν δύο ἀδελφοὺς εἶχε,
Πέτρον καὶ Ἰωάννην· καὶ τὸν μὲν Ἰωάννην εἶχε μεθ' ἑαυτοῦ,
τὸν δὲ Πέτρον τμῆμά τι κόψας ἄρχειν τούτου παρῆκεν. ἐν-
νέα γοῦν ἐνιαυτοὺς διανύσας ὁ Ἀσὰν φονεύεται παρὰ τοῦ
πρωτεξαδελφοῦ αὐτοῦ Ἰβανοῦ, καὶ βασιλεύει ὁ ἀδελφὸς αὐ-
τοῦ Ἰωάννης, ἀφήλικος ὄντος τοῦ τοῦ Ἀσὰν υἱοῦ Ἰωάννου.
13
Ὃς πολλῶν ἐγεγόνει τοῖς Ῥωμαίοις αἴτιος κακῶν
καὶ τοῖς Ἰταλοῖς αὐτοῖς. ἦν γὰρ οὗτος βασιλεὺς Βουλ-
γάρων, ὁπότε ἡ Κωνσταντίνου ἑάλω. ὡς γοῦν οἱ Ἰτα-
λοὶ πᾶσαν τὴν τῆς Μακεδονίας χώραν ὑφ' ἑαυτοὺς ἐποι-
ήσαντο, βασιλικῶς τοῦ πρώτως κατάρξαντος Βαλδουΐνου τὰ
κατ' αὐτοὺς διιθύνοντος, καὶ πρὸς τὴν πόλιν Ἀδριανοῦ
διεμηνύσαντο, ὅπως ὑπ' αὐτοὺς γένηται. ὁ γὰρ βασιλεὺς
Βουλγάρων Ἰωάννης προύλαβε χειρώσασθαι τὴν Φιλιππού-
πολιν καὶ ἀνδραποδισμὸν μέγαν τῶν Ῥωμαίων ἐκεῖθεν ποι-
ήσασθαι. μὴ βουληθέντων δὲ τῶν Ἀδριανουπολιτῶν ὑπὸ
χεῖρα γενέσθαι τῶν Ἰταλῶν, ἐκστρατεύουσιν οἱ Ἰταλοὶ κατ'
αὐτῶν. εἰς στενοχωρίαν οὖν οὐ μικρὰν ἐλθόντες οἱ τῆς
Ἀδριανοῦ στέλλουσι πρὸς τὸν βασιλέα Βουλγάρων Ἰωάννην,
ἵνα συνάρηται τούτοις. ὁ δὲ ἀσμένως δέχεται τοῦτο, καὶ
Σκύθας μεθ' ἑαυτοῦ προσλαβόμενος μηχαναῖς Λατίνων
περιγενέσθαι σπεύδει. καὶ ὁ μὲν ἔκειτο μακράν που τῆς
Ἀδριανουπόλεως, ἐκπέμπει δὲ κατὰ τῶν Ἰταλῶν τοὺς Σκύ-
θας. Ἰταλοῖς μὲν οὖν ἔθος ἐφ' ἵπποις ἐποχεῖσθαι ὑψαύ-
χεσι, καταφράκτοις ὅπλοις, Σκύθαι δὲ κουφότερον ὡπλισμέ-
νοι ἐλευθερώτερον ἐπιπηδῶσι τοῖς ἐναντίοις. οὗ μὴ
συνιέντες οἱ Ἰταλοὶ παρὰ τῶν Σκυθῶν καταστρατηγοῦνται,
ὡς καὶ αὐτὸν τὸν βασιλέα Βαλδουῖνον ὑπ' αὐτῶν ἁλῶναι
καὶ δέσμιον ἀπαχθῆναι πρὸς τὸν βασιλέα Βουλγάρων Ἰωάν-
νην· οὗπερ ὥς φασι τὴν κεφαλὴν εἰς κύπελλον χρηματίσαι
τῷ βαρβάρῳ, κόσμῳ πυκασθεῖσαν κύκλωθεν. οἱ μὲν οὖν
Ἀδριανουπολῖται ἐκ τοῦ παραυτίκα τὸ γεγονὸς οὐκ ἐγνώ-
ρισαν· εἰ γὰρ ᾔδεσαν, λείαν ἂν ἐποίησαν τὰς Ἰταλικὰς
σκηνάς. οἱ δ' ἀπολειφθέντες Ἰταλοὶ φῶτα λαμπρὰ ταῖς
σκηναῖς ἅψαντες καὶ μέσων νυκτῶν ἄραντες περὶ τὴν
Κωνσταντίνου χωροῦσιν. πρωίας οὖν γνόντες τοῦτο οἱ τῆς
Ἀδριανοῦ τὰ ἐλλελειμμένα ταῖς σκηναῖς ἄραντες ἦσαν. ὁ
μὲν οὖν βασιλεὺς Βουλγάρων Ἰωάννης κατὰ τὰ ὑπεσχημένα
τοῖς Ἀδριανουπολίταις ἐγκρατὴς γενέσθαι τῆς σφῶν πόλεως
ὥρμησεν. οἱ δὲ ἀπηνήναντο τοῦτο. δυσανασχετήσας οὖν
πολιορκῆσαι τούτους ἠθέλησεν, ἀλλ' ἀφυεῖς παντελῶς εἰς
πολιορκίαν οἱ Βούλγαροι· οὔτε γὰρ ἑλεπόλεις οἴδασι στῆσαι
οὐθ' ἕτερόν τι διανοήσασθαι. ἀπάρας γοῦν ἐκεῖθεν, ὡς
τῶν Ἰταλῶν καταπορθηθέντων, πᾶσαν κατατρέχει Μακεδο-
νίαν καὶ λείαν πολλὴν ἐλᾷ, αὐτάνδρους τὰς πόλεις ἑλὼν
καὶ τέλος κατασκάψας, ὡς μήποτε Ῥωμαίους ἀνάκλησιν
σχεῖν. κατέσκαψε γὰρ Φιλιππούπολιν, εἶτα Ἡράκλειαν Πά-
νιον Ῥαιδεστὸν Χαριούπολιν Τραϊανούπολιν Μάκρην Κλαυ-
διούπολιν Μοσυνούπολιν Περιθεώριον καὶ ἄλλας, ἃς ἀριθ-
μεῖν οὐ χρεών. τὸν δὲ λαὸν ἀπάρας ἐκεῖθεν περὶ τὰς
παραρροίας τοῦ Ἴστρου καθίζει, ἐκ τῶν ἠνδραποδισμένων
κωμῶν καὶ πόλεων ἐπιθεὶς τὰς κλήσεις ταῖς οἰκήσεσιν.
ἀντάμυναν μὲν οὖν, ὡς ἔφασκον, ἐποιεῖτο τῶν ὧν εἰργάσατο
πρὸς Βουλγάρους κακῶν ὁ βασιλεὺς Βασίλειος. καὶ καλεῖ-
σθαι μὲν ἔλεγον ἐκεῖνον Βουλγαροκτόνον, Ῥωμαιοκτόνον δὲ
ὠνόμαζεν ἑαυτόν. μέχρι γοῦν καὶ αὐτῆς καταντήσας Θεσσα-
λονίκης ἐκεῖσε θνήσκει πλευρίτιδι νόσῳ κατασχεθείς, ὡς δέ
τινες ἔλεγον, ὅτι ἐκ θεομηνίας αὐτῷ ὁ θάνατος γέγονεν.
ἔδοξε γὰρ αὐτῷ καθ' ὕπνους ἔνοπλον ἄνδρα ἐπιστῆναι
αὐτῷ καὶ δόρατι πλῆξαί οἱ τὴν πλευράν· ὡς καὶ ὄνομα
τεθῆναι τούτῳ ἐκ κυνός· Σκυλοϊωάννης γὰρ ἐπεκλήθη τοῖς
πᾶσι. τὸ γὰρ τῶν Σκυθῶν γένος ἰδιοποιησάμενος καὶ κοι-
νωνήσας αὐτοῖς κοινωνίαν, καὶ τρόπου μετασχὼν θηριω-
δεστέρου, φόνοις ἐνετρύφα Ῥωμαίων. ὡς γοῦν οὑτωσὶ
ἐτεθνήκει, ὁ τῆς ἀδελφῆς αὐτοῦ παῖς Βορίλας τοὔνομα, τὴν
Σκυτίδα θείαν γαμετὴν εἰληφὼς τῆς ἀρχῆς τῶν Βουλγάρων
γέγονεν ἐγκρατής, τὸν δὲ τοῦ Ἀσὰν παῖδα τὸν Ἰωάννην
ἀφήλικα ἔτι ὄντα κρύφα τις λαβὼν περὶ τοὺς Σκύθας
κεχώρηκεν.
14
Ὁ Μιχαὴλ δέ, ὃν τῆς Ἠπείρου κατάρξαι εἰρήκαμεν,
τρεῖς κασιγνήτους ἐκέκτητο, Κωνσταντῖνον Θεόδωρον καὶ
Μανουήλ· ὧν ὁ μὲν Θεόδωρος τῷ βασιλεῖ Ῥωμαίων συνῆν
Θεοδώρῳ τῷ Λάσκαρι. καὶ παρακαλεῖ τὸν βασιλέα Θεόδωρον
ὁ Μιχαήλ, ἵνα τοῦτον πρὸς αὐτὸν ἐκπέμψῃ, διὰ τὸ μὴ ἔχειν
ἔτι παῖδα ἔνηβον ἀλλ' οὐδὲ γνήσιον—ὁ γὰρ αὐτῷ γεν-
νηθεὶς Μιχαὴλ ἐκ παλλακῆς ἐκείνῳ γεγέννητο—καὶ τοῦ
θανάτου δεδιέναι τὸ ἄωρον. καὶ πέμπει τοῦτον τῷ ἀδελφῷ,
ὅρκοις πρῶτον ἐμπεδωσάμενος πίστιν δουλείας εἰς τοῦτον
φυλάττειν καὶ εἰς τοὺς μετ' αὐτοῦ. ὃς καὶ ἀφικόμενος
συνῆν τῷ ἀδελφῷ Μιχαήλ. μετ' οὐ πολὺ δὲ φονεύεται
παρά του τῶν ὑπηρετῶν ὁ Μιχαήλ· Ῥωμαῖος δὲ ἦν τῷ φο-
νευτῇ τοὔνομα. ἐπιλαμβάνεται γοῦν τῆς ἐξουσίας ἐκείνου
ὁ ἀδελφὸς Θεόδωρος ἔχων καὶ τοὺς ἀδελφοὺς Κωνσταντῖνον
καὶ Μανουήλ. καὶ ηὔξησε τὴν αὐτοῦ ἀρχήν. προσεκτή-
σατο γὰρ οὐκ ὀλίγην χώραν ἔκ τε Ἰταλῶν καὶ Βουλγάρων,
καὶ τὴν Θεσσαλίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, Ἀχρίδαν τε καὶ
Πρίλαπον, Ἄλβανόν τε καὶ αὐτὸ τὸ Δυρράχιον· ἔνθα καὶ
Πέτρον μετὰ μεγίστης στρατιᾶς ἐξ Ἰταλίας ὁρμώμενον καὶ
πρὸς τὴν Κωνσταντίνου διοδεύοντα, ἀνηγορευμένον πρὸς
τοῦ πάπα βασιλέα, καὶ προχειρωσάμενον τὸ Δυρράχιον [ἐκ
τοῦ Λατίνων μέρους Βαλδουίνου, καὶ τοῦ μετ' αὐτὸν Ἐρρῆ]
γενναίως κατετροπώσατο. γαμβρὸς δὲ ἦν ὁ Πέτρος Βαλ-
δουίνου ἐπ' ἀδελφῇ Ἰολέντᾳ, ἐξ ἧς παῖδες αὐτῷ Φίλιππος
Ῥομπέρτος καὶ Βαλδουῖνος. ὧν ὁ μὲν Ῥομπέρτος καὶ ὁ
Βαλδουῖνος τῆς Κωνσταντίνου βεβασιλεύκασι, τοῦ πρώτου
αὐτῶν ἀδελφοῦ τοῦ Φιλίππου τῷ ἀδελφῷ Ῥομπέρτῳ τῆς
βασιλείας παραχωρήσαντος. ὑπῆρχον σφίσι καὶ ἀδελφαί,
〈ὧν μία〉 Μαρία, ᾗ συνεζύγη ὁ βασιλεὺς Θεόδωρος. ὁ δὲ
τῆς Ἠπείρου Θεόδωρος, τὸ οἰκεῖον παραλαβὼν στράτευμα,
ἀντιτάττεται τῷ Πέτρῳ μικρὸν ὑπερπηδήσαντι τὸ Δυρράχιον
καὶ ἐν ταῖς τοῦ Ἀλβανοῦ δυσχωρίαις γεγενημένῳ. νικῶσι
γοῦν οἱ τοῦ Κομνηνοῦ Θεοδώρου τὸ τῶν Λατίνων στρά-
τευμα, ὡς πάντας ἄρδην δεσμώτας ποιῆσαι σὺν πᾶσι
σκεύεσι, καὶ αὐτὸν δὲ τὸν βασιλέα Πέτρον ἔργον μαχαί-
ρας γενέσθαι. τοῦτο δὴ τότε μέγα Ῥωμαίοις ἐγεγόνει
βοήθημα.
15
Ὁ δὲ βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις ἐκ τῆς αὐτοῦ
γαμετῆς Ἄννης τρεῖς ἐποιήσατο θυγατέρας, Εἰρήνην Μαρίαν
καὶ Εὐδοκίαν. τὴν γοῦν Μαρίαν δευτέραν τῇ ῥηγὶ Οὐγ-
γρίας διερχομένῳ τὴν αὐτοῦ χώραν ἐξ Ἱεροσολύμων εἰς
κῆδος ἐπὶ τῷ υἱῷ παραδίδωσι, τὴν δὲ πρώτην συζεύγνυσι
τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ὃν καὶ δεσπότην τετίμηκε. μετ'
οὐ πολὺ δὲ ὁ δεσπότης Παλαιολόγος θνήσκει, ὡς μέν τινες
ἔφασκον ἐξ ἐρωτικῶν διαθέσεων, καὶ προσλαμβάνεται ὁ
βασιλεὺς εἰς γαμβρὸν Ἰωάννην τὸν Δούκαν, οὗ Βατάτζης
τοὐπίκλην, ἐκ Διδυμοτοίχου δὲ πρωτοβεστιάριον ὄντα. ἡ
μὲν οὖν βασιλὶς Ἄννα προτετελευτήκει. ἤγετο δὲ ἐξ Ἀρ-
μενίων γυναῖκα ὁ βασιλεύς· δυσαρεστήσας δὲ πρὸς αὐτὴν
ἐπὶ τὴν οἰκείαν πατρίδα ἐκπέμπει, ἐπιφέρει δ' αὐτῷ γαμε-
τὴν τὴν τοῦ βασιλέως Ἰταλῶν Ῥομπέρτου ἀδελφήν. καὶ
τὸν θεῖον γὰρ Ἐρρῆν ὁ Ῥομπέρτος διεδέξατο πολλὰ Ῥω-
μαίους ἡττήσαντα, μάλιστα ἐξ ὅτου τὸν σουλτὰν πεφόνευκεν
ὁ βασιλεὺς Θεόδωρος. τότε γὰρ τὸ ἐκ Φράγγων παρὸν
αὐτῷ ἀπολώλεκε στράτευμα, διὸ καὶ τὴν τοῦ βασιλέως νίκην
ἀκηκοὼς ὁ Ἐρρῆς ‘νενίκηται’ ἔφη ‘ὁ Λάσκαρις, οὐ νενί-
κηκε.’ καὶ μέχρι καὶ αὐτοῦ Νυμφαίου τὰς σκηνὰς ὁ Ἐρ-
ρῆς ἐπήξατο, ἐκεῖθέν τε ὑποστρέψας εἰς ξυμβάσεις ἦλθε
μετὰ τοῦ βασιλέως Θεοδώρου. καὶ συνεφωνήθη τὰ μὲν
τοῦ Κιμινᾶ πάντα—οὕτω γὰρ τὸ ὄρος καλεῖται τὸ ἐγγὺς
τῆς Ἀχυράους τυγχάνον—μετὰ καὶ αὐτῆς τῆς Ἀχυράους
παρὰ τοῦ τῶν Φράγγων γένους δεσπόζεσθαι, τὸν δὲ Κάλα-
μον—κῶμος δέ ἐστιν ὁ Κάλαμος, ἐξ οὗ τὸ τῶν Νεοκά-
στρων ἄρχεται θέμα—μένειν ἄοικον, τὰ δ' ἐντεῦθεν,
[τάδε] Νεόκαστρα Κελβιανὸν Χλιαρά τε καὶ Πέργαμος καὶ
τὰ πλαγίως ἐγκείμενα Μαλδία τε καὶ Ὀψίκια παρὰ τοῦ
βασιλέως Θεοδώρου δεσπόζεσθαι. ὑπῆρχε δὲ τούτῳ καὶ
ἄλλη χώρα, ἡ ἀπὸ τοῦ Λοπαδίου ἀρχομένη καὶ Προῦσαν
περιλαμβάνουσα καὶ Νίκαιαν.
16
Ὁ δ' εἰρημένος Ἐρρῆς εἰ καὶ Φράγγος τὸ γένος ἦν,
ἀλλ' οὖν τοῖς Ῥωμαίοις καὶ ἰθαγενέσι τοῖς Κωνσταντίνου
ἱλαρώτερον προσεφέρετο. καὶ πολλοὺς εἶχε τοὺς μὲν τοῖς
μείζοσιν αὐτοῦ συντεταγμένους, τοὺς δὲ τοῖς στρατιώταις,
τὸ δὲ κοινὸν ὡς οἰκεῖον περιεῖπε λαόν. καὶ γὰρ περιγενό-
μενος τῶν λοιπῶν ἄστεων, Λεντιανῶν καὶ Ποιμανηνοῦ, καὶ
ἄνδρας τὸν Ἄρην πνέοντας καὶ ψυχῆς γενναίας ἔργα ἐν-
δειξαμένους ὡς ἕρμαιόν τι ἐδέξατο ἐφευρών. ἐν γὰρ τῷ
τῶν Λεντιανῶν ἄστει οὐ μόνον σπάνις ὕδατος τοὺς φυλάσ-
σοντας ἐξέκαυσεν, οὐδ' ὅτι ὁ λιμὸς καὶ σκύτη αὐτοὺς φα-
γεῖν κατηνάγκασεν ἀπ' ἀσπίδος καὶ ἐφεστρίδων αὐτῶν, ἀλλὰ
καὶ τεῖχος οὐ μακροδιάστατον ταῖς ἑλεπόλεσι καταπεσὸν
μετὰ μεγίστης πυρκαϊᾶς τεσσαράκοντα ἡμέρας ἐφύλαττον
τοῦτο ἀμοιβαδὸν τῇ πυρκαϊᾷ προσεπισωρεύοντες ξύλα. κρα-
τηθέντος γοῦν τοῦ ἄστεος οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ
μόνον ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ εἰς ἡγεμόνα τοῦ
στρατεύματος τεταγμένος Δερμοκαΐτης, καὶ ὁ Παλαιολόγος
Ἀνδρόνικος, ὅν, ὡς ἔφην, καὶ εἰς τὴν θυγατέρα αὐτοῦ ὁ
βασιλεὺς προσελάβετο γαμβρόν. πάντας δὲ τοὺς ἄλλους ὁ
Ἐρρῆς συλλεξάμενος καὶ κατ' ἴλας συντάξας καὶ ὁμογενεῖς
αὐτοῖς παραδοὺς ἡγεμόνας, ὑπερέχειν δὲ πάντων τὸν Θεο-
φιλόπουλον Γεώργιον παρακελεύσας, τὴν τῶν ἀνατολικῶν
μερῶν αὐτοῖς φυλακὴν ἐνεπίστευσε.
17
Τοῦ δὲ Ἐρρῆ τῆς Κωνσταντίνου κατάρχοντος, ἀπε-
στάλη πρὸς τὴν Κωνσταντίνου ἀρχιερεύς, ὃν καὶ λεγάτον αὐ-
τοί φασι, τοὔνομα Πελάγιος, ἅπαντα τὰ προνόμια τοῦ πάπα
φέροντα. ἐρυθροβαφῆ καὶ γὰρ ὑπεδέδετο πέδιλα, ἐκ τῆς
αὐτῆς δὲ χροιᾶς καὶ τὰ ἐνδύματα εἶχε, καὶ ἡ ἐφεστρὶς τοῦ
ἵππου καὶ τὰ χαλινὰ τῷ τοιούτῳ ἐβάπτοντο χρώματι. ἤθους
δὲ τυχὼν ἀγριωτέρου καὶ ἀλαζονείᾳ χρώμενος πολλὰ δεινὰ
τοῖς Κωνσταντινουπολίταις παρέσχεν. καὶ ἡ σκῆψις ὡς
εὔλογος· ἠνάγκαζε γὰρ τοὺς πάντας τῇ τῆς πρεσβυτέρας
Ῥώμης ὑποκύψαι ὑποταγῇ. ἐντεῦθεν καθείργνυντο μοναχοί,
ἱερεῖς ἐδεσμοῦντο, καὶ ναὸς ἅπας ἐκέκλειστο. καὶ ἦν ἐν
αὐτῷ δυοῖν θάτερον, ἢ ὁμολογῆσαι τὸν πάπαν πρῶτον
ἀρχιερέα, καὶ τούτου τὴν μνήμην ἐν ἱεροτελεστίαις ἐκφω-
νεῖν, ἢ θάνατον εἶναι τῷ μὴ διαπραξαμένῳ τὸ ἐπιτίμιον.
τοῦτο εἰς βαρυθυμίαν ἦγε τοὺς οἰκήτορας τῆς Κωνσταντίνου,
καὶ μάλιστα τῶν ἄλλων τοὺς προύχοντας. οἳ καὶ πρὸς τὸν
βασιλεύοντα Ἐρρῆν ἀφιγμένοι ‘ἡμεῖς μέν,’ ἔφασαν, ‘ἄλλου
γεγονότες γένους καὶ ἄλλον ἀρχιερέα ἔχοντες ἑαυτοὺς τῷ
κράτει σου ὑπετάξαμεν, ὥστε σωματικῶς κατάρχειν ἡμῶν,
οὐ μήν γε ψυχικῶς ἢ πνευματικῶς· σοῦ μὲν γὰρ ἐν πολέμῳ
ὑπερμαχεῖσθαι τῶν ἀναγκαίων, τῶν δ' ἡμετέρων ἐκστῆναι
σεβασμάτων καὶ θρησκευμάτων τῶν ἀδυνάτων πάντῃ καθέ-
στηκεν. ἢ γοῦν λῦσον ἡμῖν τὰ ἐπελθόντα δεινά, ἢ ἄφες
ὡς ἐλευθέρους ἐν τοῖς ἰθαγενέσιν ἀφῖχθαι.’ ταῦτ' εἶπον,
κἀκεῖνος μὴ βουλόμενος ἐν στερήσει γενέσθαι τοσούτων
καλῶν κἀγαθῶν ἀνθρώπων, καὶ ἄκοντος τοῦ εἰρημένου
λεγάτου τούς τε ναοὺς ἀνέῳξε καὶ τοὺς ὅσοι ταῖς εἱρκταῖς
ἦσαν κατισχημένοι μοναχούς τε καὶ ἱερεῖς ἀπολέλυκε. πολ-
λοὶ δὲ τῶν μοναχῶν προεξιόντες τῆς Κωνσταντίνου τῷ
βασιλεῖ Θεοδώρῳ προσῄεσαν, καὶ αὐτοῖς προστάξει τούτου
μοναὶ ἐπεδίδοντο. καὶ πρεσβύτεροι δὲ πρὸς τὴν Νίκαιαν
ἀπιόντες οἱ μὲν τῷ πατριαρχικῷ κλήρῳ συγκατελέγησαν, οἱ
δὲ θείοις ναοῖς ἐνασμενίσαντες ἐλευθέρως ἐβίωσαν.
18
Τοῦ Ἐρρῆ δὲ τελευτήσαντος ὁ ἀδελφὸς αὐτοῦ Ῥομπέρ-
τος μαλακώτερον ἐχρᾶτο τοῖς πράγμασι. τούτου τὴν ἀδελφὴν
εἰς γαμετὴν εἰλήφει ὁ βασιλεύς. οὐ πολλοὶ παρῆλθον ἐνιαυ-
τοί, καὶ ἐπεὶ ὁ τῆς Κωνσταντίνου βασιλεὺς Ῥομπέρτος οὐκ
ἔφθασε συζυγῆναι γυναικί, παράνομόν τι πρᾶγμα βεβούλη-
ται ὁ βασιλεὺς διαπράξασθαι· ἐπὶ γὰρ τῇ θυγατρὶ αὐτοῦ
Εὐδοκίᾳ προλαβέσθαι τουτονὶ γαμβρὸν ᾑρετίσατο. ἔνθεν
τοι καὶ ἔρις ἐκ τοῦ τότε πατριαρχοῦντος Μανουὴλ τῷ βα-
σιλεῖ ξυμβεβήκει μηδ' ὅλως τῇ τοιαύτῃ ἀθεσμογαμίᾳ συγκα-
τανεύσαντος. ἀλλ' οὐκ ἔφθασεν ὁ βασιλεὺς τέρματι δοῦναι
τὸ βούλημα· μήπω γὰρ στείλας ταύτην εἰς Κωνσταντίνου,
ὡς ηὐτρέπισε, καταλύει τὸν βίον, τὴν βασιλείαν καταλιπὼν
τῷ γαμβρῷ αὐτοῦ Ἰωάννῃ τῷ Δούκᾳ· οὐ γὰρ εἶχεν ἄρρενα
παῖδα εἰς ἥβην ἐλθόντα. ὃν γὰρ ἐκ τῆς βασιλίδος Ἄννης
ἔσχηκεν ἄρρενα παῖδα τεθνάναι προύφθασεν, ἐκ δὲ τῆς
ἐξ Ἀρμενίων ὡρμημένης ἓν παιδίον ἄρρεν πεποίηκεν, ὅπερ
ὀκταετὲς ἦν, ἡνίκα ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ ἐτεθνήκει.
διὰ τὸ γοῦν ἀμοιρεῖν αὐτὸν ἄρρενος ἐνήβου γονῆς ὁ ἐπὶ
τῇ θυγατρὶ γαμβρὸς αὐτοῦ τῆς βασιλείας κληρονομεῖ. ἦν
δὲ ὁ Λάσκαρις μηʹ ἐτῶν καὶ πρός, ἐλάττων δὲ τῶν νʹ, βα-
σιλεύσας ἐκ τούτων ἔτη ιηʹ, τὸ μὲν σῶμα μικρός, οὐκ ἄγαν
δέ, μελάγχρους, ἐφ' ἱκανὸν καθειμένον ἔχων τὸ γένειον καὶ
περὶ τὸ ἄκρον σχιζόμενον, ἐπ' ὀλίγον ἑτερόφθαλμος, περὶ
τὰς μάχας ὀξύς, θυμοῦ τε καὶ ἀφροδισίων ἡττώμενος, ἐλευ-
θεριώτερος ἐν ταῖς δωρεαῖς· οἷς γὰρ ἂν βούλοιτο, πολὺ τὸ
χρυσίον ἐδίδοτο. τεταλαιπώρηκε δὲ πάμπαν ἐν ταῖς μάχαις
ταῖς πρὸς Ἰταλοὺς καὶ τοὺς Πέρσας. ἀρχὴ γοῦν οὗτος
ἐγεγόνει τῆς τῶν Ῥωμαίων ἀρχῆς, ᾧ καὶ πολλὴν χάριν
ὤφλειν τοῖς Ῥωμαίοις δέον καθέστηκε. κατετέθη δὲ ὁ νε-
κρὸς αὐτοῦ ἐν τῇ τοῦ Ὑακίνθου μονῇ, ἔνθα καὶ ὁ βασι-
λεὺς Ἀλέξιος τέθαπται καὶ ἡ βασιλὶς Ἄννα, ἡ τούτου
σύζυγος.
19
Εἶτα ἐπιλαμβάνεται τῶν Ῥωμαϊκῶν σκήπτρων Ἰωάν-
νης Δούκας δὲ Βατάτζης, γαμβρὸς αὐτοῦ, στεφθεὶς παρὰ
τοῦ πατριάρχου Μανουήλ, ὃς τὸν Μάξιμον διεδέξατο. μετὰ
γὰρ τὴν τελευτὴν τοῦ πατριάρχου Μιχαὴλ ὁ Εἰρηνικὸς
Θεόδωρος τῷ πατριαρχικῷ ἐνίδρυται θρόνῳ, ὃς καὶ Κωπᾶς
ἐκαλεῖτο. τούτου δὲ μετ' ἐνιαυτοὺς ἓξ ἀπολιπόντος μοναχὸς
Μάξιμος εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, θεραπεύων
τὴν γυναικωνίτιδα. ἐπιβιοὺς δὲ μῆνας ἓξ τελευτᾷ, καὶ ὁ
Μανουὴλ εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, φιλόσοφος,
ὡς ἐδόκει, ὢν καὶ ὑπὸ τῶν πολλῶν κατονομαζόμενος.
20
Ἐπὶ δὲ τὰ τῶν Βουλγάρων αὖθις ὁ λόγος χωρεῖ. ὁ
πρῶτος βασιλεὺς τῶν Βουλγάρων Ἀσὰν δύο ἔσχεν υἱοὺς
τὸν Ἰωάννην καὶ τὸν Ἀλέξανδρον. ὁ Ἰωάννης φυγαδείᾳ
χρησάμενος περὶ τὰ Ῥώσων χωρεῖ, ἐκεῖσε τε χρόνον ἐφ'
ἱκανὸν διαμείνας καί τινας τῶν συγκλύδων Ῥώσων ἐν ἑαυτῷ
περιαγαγὼν τὴν πατρικὴν ἀνακαλεῖται κληρονομίαν· καὶ
πολεμεῖ τῷ Βορίλᾳ καὶ νικᾷ τοῦτον καὶ χώρας ἐγκρατὴς
οὐκ ὀλίγης γίνεται. ὁ δὲ Βορίλας ἔνδον εἰσέρχεται τοῦ
Τρινόβου καὶ ἐπὶ ἑπτὰ ἔτεσι τειχήρης ἔσω πολιορκεῖται.
ἐπεὶ δὲ ἀπέκαμον οἱ συνόντες αὐτῷ τῷ Ἀσὰν Ἰωάννῃ προσ-
έρχονται. φεύγων δὲ ἁλίσκεται ὁ Βορίλας καὶ παρὰ τοῦ
Ἰωάννου τυφλοῦται. καὶ οὕτως ἐγκρατὴς τῆς τῶν Βουλ-
γάρων ἁπάσης ὁ Ἰωάννης ἐγένετο.
21
Ὁ δὲ Κομνηνὸς Θεόδωρος, ὃν πρὸ μικροῦ ὁ λόγος
ἱστόρησε, μὴ θέλων μένειν ἐν τῇ οἰκείᾳ τάξει, ἀλλὰ τὰ τῆς
βασιλείας σφετερισάμενος ἐπειδὴ τῆς Θεσσαλονίκης γέγονεν
ἐγκρατής, πολλήν τε χώραν τῆς Ῥωμαΐδος ἐκ τῆς κεκρα-
τημένης παρὰ…
…
The complete text is available when the reading interface loads.