Epitaphius in Irenam imperatricem
- Edition reference
- Epitaphius in Irenam imperatricem, ed. Heisenberg, op. cit., vol. 2, 3–6.
- CTS identifier
urn:cts:greekLit:tlg3141.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Τίς παρακαλῶν καὶ παρήγορος φθάνωνἘξευμαρίσει τὸ τραχύνον τῆς λύπης;Ὡς δειλιῶ—καλὸς γάρ ἐστι καὶ νέος—Μὴ τοῖς ὀδυρμοῖς συντακῇ καὶ τοῖς γόοις.Ποθῶ γὰρ αὐτὸν ἐς πολὺν ζῆσαι χρόνον,Ἄωρον αὐτὴ κἂν ἔλιπον τὸν βίον·Πνέω δὲ τοῦτον, κἂν τελῶ πνοῆς δίχα.Τοιοῦτον εὗρον τέρμα τοῦ βίου, ξένε.Ἀλλὰ πρὸς αὐταῖς τοῦ βίου ταῖς ἐξόδοιςΜακρὰν σκορακίσασα τὴν ἁλουργίδαΚαὶ σύμβολον πᾶν ἀρχικὸν καὶ τοῦ κράτους,Τὸ τῶν μοναχῶν εὐτελὲς τουτὶ ῥάκοςὩς κόσμον ἐντάφιον ἐνστολισάμην.Κλῆρος δέ μοι νῦν ἐκ τοσούτου τοῦ κράτουςΒραχὺ μέρος γῆς καὶ τραχὺς οὗτος λίθος,Ἃ τὴν ἐμὴν κρύπτουσιν ἐνθαδὶ κόνιν.Σὺ δ' εἴ γε τοῖς κλαίουσιν οἶδας συγκλάεινΚαὶ συλλυπεῖσθαι συμπαθῶς τοῖς ἐν λύπαις,Τὸ φιλόκοινον ἦθος ἀσπαστὸν κρῖνονΛιταῖς τὸ θεῖον εὐμενὲς ἡμῖν τίθει,Ὡς τὴν Ἐδὲμ λάβοιμεν εἰς κλῆρον νέονΚαὶ πραέων γῆν εἰς ἀίδιον λάχος.{Στίχοι τοῦ λογοθέτου τῶν γενικῶν κυροῦΓεωργίου τοῦ Ἀκροπολίτου, γεγονότες εἰςεἰκόνα τῆς ὑπεραγίας θεοτόκου ἔχουσαν τὰςιβʹ δεσποτικὰς ἑορτάς.}Σώσασα κοινὴν ἐνθέῳ φύσιν τόκῳἼθυνον αἰτῶ τὸν βίον μοι πρὸς δέον,Μετὰ δὲ βίον χάρισαι σωτηρίαν,Ναὶ μῆτερ ἁγνὴ συμπαθοῦς θεοῦ λόγου,Ὃν συνέλαβες ἐκ λόγων ἀρχαγγέλου,Ὃν σπαργανοῖς τεκοῦσα ναῷ προσφέρεις,Ὃς καὶ καθαίρει τὴν βροτῶν ῥυφθεὶς φύσινΚαὶ φωτοειδῆ τοῖς μαθηταῖς δεικνύει,Ζωοῖ Λάζαρον, συμπρόεισι βαΐοις,Ξύλῳ τε θανὼν ἐγκαλύπτεται λίθῳ,Ἀλλ' ἐξαναστὰς ἀνιών τε πρὸς πόλονΠέμπει τὸ πνεῦμα παρὰ πατρὸς τοῖς φίλοις,Μεθιστᾷ καὶ σὲ καὶ παριστᾷ τῷ θρόνῳ,Τῶν εὐσεβούντων προστάτιν ἔχειν θέλων·Κἀγὼ προϊστῶν Καλοειδᾶς τοὐπίκλην,Κλῆσιν δὲ Νικόλαος, εὕροιμι λάχοςΜέγα κἂν αἰτῶ τὴν Ἐδὲμ μετὰ βίον.{Τοῦ μεγάλου λογοθέτου κυροῦ Γεωργίου τοῦἈκροπολίτου.}Ἂν οὐρανοῦ τὸν γῦρον ἡ δέρρις φέρῃΚαὶ γῆς τὸ κύτος ὁ στενὸς γράφῃ τύπος,Καὶ γνώσεως ἄβυσσον οὐ μετρουμένηνἩ βίβλος ἥδε συμπερικλείειν φθάνει,Ἄπειρον ἀόριστον ἄφθονον χύσινΣοφῶν ναμάτων ἐκ φλεβῶν τεραστίων.Ὡς ἀστέρας μὲν λευκοσυνθέτους λόγουςΕἰς πλῆθος ἀμέτρητον ἐκπεπτωκόταςΚαὶ παμφαεῖς ἔσχηκε τοῖς θεωμένοις,Ἔσωθεν αὐγάζοντας ἀνθρώπων φύσινΚαὶ καταλαμπρύνοντας αὐτῶν τὰς φρένας.Ὡς ποικιλόχρουν αὖθις ἀνθέων θέανΤὸ ποικίλον σύνταγμα τῶν γεγραμμένωνΠάνλαμπρον ἔνδον ἐγκαθειργνύει βίβλος,Ὡς ὄστρεον μάργαρον, ὡς κάλυξ ῥόδον,Ὡς ἁλιθρέμμων κόχλος ἄνθος πορφύρας,Ἐπιστολὰς εἰς κάλλος ἐξειργασμένας,Ἣ, καὶ λυσιτέλημα τῶν λογεμπόρων,Θεοδώρου Λάσκαρι τοῦ βασιλέωςἌνακτος υἱοῦ παγκλεοῦς Ἰωάννου,Οὗ θρύλλος ἐξέδραμεν εἰς πᾶσαν χθόνα,Οὗ τὸ πρὸς ὅπλα καὶ πρὸς ἱππηλασίαν,Χεῖρα κραταίαν, εὐφυᾶ τόξου τάσιν,Καὶ πᾶσαν ἄλλην στρατιώτιδα τέχνηνΚαὶ πᾶσαν ἄλλην ψυχικὴν εὐανδρίανἌλλων λόγων πέφυκε καὶ σπουδασμάτων·Νυνὶ δὲ γραφαὶ καὶ λόγων εὐκοσμία,Ἐπιστολῶν πόνημα συντεταγμένον.Μακροὺς μὲν ἄλλους οὗτος ἐκφέρει λόγους,Τοὺς μὲν πρὸς ἐξέτασιν οἷς φύσις τόπος,Τοὺς δὲ πρὸς ἀνάπτυξιν οἷς κρείττων ὅρος,Ἐγκωμίων αὐχοῦντας ἄλλους δ' αὖ ὕλην,Πάντας δὲ σεμνοὺς ὡς ὑπεξῃρημένουςΝοήμασι σχήμασι λοιπαῖς ἰδέαις,Αἷς λαμπρῶς ἅπας ἀγλαΐζεται λόγος.Τίς δὲ παραπλεύσειεν αὐτῶν τὴν χάριν,Σειρῆνας ὥσπερ τοῦ Λαερτίου γόνος,Καὶ μὴ πρὸς αὐταῖς πυξίσι τῶν γραμμάτωνΤὸ σκάφος αὐτοῦ τοῦ νοὸς καθορμίσῃ;〈Ἐ〉πείπερ οὐκ ὄλεθρον ἀκροωμένων,Ζωὴν δὲ μᾶλλον προξενοῦσιν αἱ βίβλοιΟὔκουν χρόνῳ φθίνουσαν ὡς τῶν σωμάτων.Καὶ ταῦτα μὲν δὴ μακροσυνθέτων πέρι,Ἀλλ' ἐνθαδὶ χάρις τις ἄλλη γραμμάτωνἘπιστολιμαία τε πρὸς λόγων φίλους,Μουσῶν Ἑλικὼν καὶ Πιερία νέα,Μέλος λιγυρὸν καὶ χορευμάτων κρότος.Ὠιδῆς τὸ τερπνὸν ποῖον ἐξείποι στόμα;Ἠχῆς τὸ σεμνὸν ποῖος ἐκφράσοι λόγος;Ὁ θιασώτης Βάκχος εὐθὺς εὑρέθηἘπεμφορηθεὶς νέκταρος, θείου πότου,Ὡς ἐκ πόλου ῥέοντος αὐτῆς τῆς βίβλου.Τί δῆτα μακρὸν ἀποτείνω τὸν λόγονΚαὶ πρὸς πυλῶσι κατέχω τοῦ θαλάμουΤὴν λίχνον ἀκρόασιν, ἣ σπεύδει δῦναι,Ὡς ζημιοῦσθαι ζημίαν οὐ μετρίαν;Εἴσελθε τάχος τάχος ἔνδοθεν, ξένε,Κατατρύφησον τῶν σοφῶν νοημάτων,Καὶ πρὸς κόρον πλήσθητι καὶ τῶν σχημάτων,Μὴ φράσεως ἥδυσμά τι παραδράμῃς·Γενήσεται γὰρ ὡς γλυκάζον σοι μέλι.Πάντων κατάκρως ἐμφοροῦ τοῦ βιβλίουΚαὶ τῶν λόγων θαύμαζε τὴν πρώτην βρύσιν.{Στιχηρὸν ψαλλόμενον τῷ ἁγίῳ καὶ μεγάλῳσαββάτῳ· ποιηθὲν παρὰ τοῦ κυροῦ μεγάλουλογοθέτου τοῦ Ἀκροπολίτου. ἦχος πλάγιος β.εἰς τὸν ἐπιτάφιον ἀσπασμῶν.}Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ σωτῆρος θανάτῳ ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ ἱκέτευε λέγων·‘Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον Αἰγύπτῳ ξενωθέντα·Δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες μαστιγοῦσιν ὡς ξένον·Δός μοι τοῦτον τὸν ξένον, οὐ ξενίζομαι βλέπειν τὸν θάνατον τοῦ ξένου·Δός μοι τοῦτον τὸν ξένον, ὃς παρῆν εἰς ξενίζειν τοὺς πτωχοὺς καὶ ξένους.Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἰούδας δολίως ἀπεξένωσε κόσμου.Δός μοι τοῦτον τὸν ξένον, ὃν ὁ φίλος ἀρνεῖται μὴ εἰδέναι ὡς ξένον.Δός μοι τοῦτον τὸν ξένον, [ἵνα κρύψω ἐν τάφῳ,] ὅτι οὐκ ἔχει ὁ ξένος τὴν κεφαλὴν ὅπου κλίναι.Δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ μήτηρ ὡς ζῶντα καθικετεύει βοῶσα·Εἰ καὶ τὰ σπλάγχνα σπαράττομαι καὶ τὴν καρδίαν τιτρώσκομαι νεκρὸν ἄπνουν σε βλέπουσα, ἀλλὰ τῇ σῇ ἀναστάσει μεγαλυνθῆναι θαρρῶ.’Τούτοις δυσωπήσας τὸν Πιλᾶτον τοῖς λόγοις, ὁ εὐσχήμων λαμβάνει τὸ σῶμα τοῦ σωτῆρος, καὶ εὐσχημόνως εἰλύσας ἐν σινδόνι καὶ μύροιςκατέθετο μνημείῳ, τοῖς πιστοῖς παρεχόμενος ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.{Τοῦ Ἀκροπολίτου κυροῦ Γεωργίου ἐπιτάφιοςτῷ ἀοιδίμῳ βασιλεῖ κυρῷ Ἰωάννῃ τῷ Δούκᾳ.}Ἰοὺ ἰοὺ καὶ ὁ μέγας τέθνηκε βασιλεύς, ἰοὺ ἰοὺ ὁ περί-πυστος Ἰωάννης καὶ κράτιστος, τὸ φοβερὸν καὶ φρικαλέοντοῖς ἐχθροῖς ὄνομα, χάριεν δὲ ἡμῖν καὶ ποθούμενον. ἰοὺἰοὺ τὸ τῶν Ῥωμαίων ἐχυρώτατον καταβέβληται πύργωμα,τὸ Σεμιραμείων τειχῶν ἐρυμνότερον, ἐν ᾧ τὰ πάντα περι-φράγνυντο καὶ τοῖς ἐναντίοις διετηροῦντο ἀνεπιβόυλευτα.ὁ κοσμικὸς στύλος σεσάλευται καὶ κατήρρακται, ὃς εἰς ὕψοςαἰθέριον τὴν τῶν Ῥωμαίων ἀνῆγεν ἀρχὴν καὶ περιφανεστέρανπᾶσιν ἐτίθετο. τὸ κέντρον τοῦ τῶν Αὐσόνων κυκλώματοςἐξηφάνισται, ἐξ οὗ γραμμαὶ πρὸς ξυνοχὴν ἀπεπέμποντο,τὰ μὲν τῆς σωστικῆς περιφανείας περικρατοῦσαί τε καὶξυνάγουσαι, μακρὰν δὲ βάλλουσαι τὰ τῶν ἐχθρῶν κεντρίατὰ καθ' ἡμῶν ἐπαλλόμενα. ὁ κλεινὸς καὶ λαμπρὸς ἀπέ-σβεσται ἥλιος, δι' οὗ προσκόμματος λίθους ἡμεῖς ἐφυγγάνομεν,δι' οὗ φαῦσις ἡδεῖα ἡμῖν, δι' ὃν καὶ ὡς ἐν ἡμέρᾳ εὐσχη-μόνως τὴν βάδισιν ἐποιούμεθα, ἐξ οὗπερ ἀκτῖνες ἀπέρρεονχαριτόβλυτοι, πᾶσαν Ῥωμαίων χθόνα περιαυγάζουσαι, ὑφ' ὧνκαὶ κατετεφροῦντο τὰ τῶν ἐναντίων φρονήματα, ὃν οὐσελήνης ὑποτρέχειν σῶμα, τὸ αὐτὸ μικρὸν κολούειν ἠδύνατο,ἀλλοθρόων ἀναιδῶν κεναυχήματα, οὐδὲ νέφους ἀχλὺς ὑπε-σκότιζεν, ἀντιμάχων δολερῶν διαβούλια.Ἰοὺ ἰού, ἀνακτέον γάρ μοι τὸν λόγον εἰς τὸ θρηνῴδημα.φεῦ τοσούτου πάθους, ἰαταὶ τῆς τοιαύτης ἡμῖν συμφορᾶς.