Contra Latinos
- Edition reference
- Contra Latinos, ed. Heisenberg, op. cit., vol. 2, 30–66.
- CTS identifier
urn:cts:greekLit:tlg3141.tlg010.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
2
τῆς οἰκουμένης ἀντιφωνούσης εἰς τὴν εὐσέβειαν καὶ ἀντί-
φθογγα δογματιζούσης εἰς τὸ κατὰ Χριστὸν κήρυγμα, πόσων
ἂν ἐκείνῳ χρεία θαλασσῶν ἐγένετο πρὸς τὰ δάκρυα; ἔμοιγε
οὖν οὐκ ἀνθρώποις οὗτος ἁρμόδιος ὀδυρμὸς οὐδὲ τοῖς τὸ
θνητὸν τοῦτο φοροῦσιν ἔνδυμα, ἀλλ' ἀγγέλοις ἢ χερουβὶμ
καὶ πάσαις ταῖς ὑπεράνω δυνάμεσιν, ἵν' ἀξίως ἡμᾶς ἀπο-
κλαύσωνται οὐκ ἐπιγινώσκοντας τὴν ἀλήθειαν οὐδὲ τὸ μυ-
στήριον τοῦ Χριστοῦ, δι' οὗ τὴν ἡμετέραν σωτηρίαν ἐπραγμα-
τεύσατο, ἀλλὰ κοιλίας ἀπερυγγάνοντας ῥήματα καὶ φιλονει-
κοῦντας νικῆσαι νίκην πολὺ τῆς ἥττης ἀθλιωτέραν. καὶ
οὐχ ὑμεῖς τοῦτο, ἡμεῖς δ' οὔ· ἀλλ' ὅπερ ἐστίν, ὦ Ῥωμαῖοι,
οὐκ ἀποκρύψομαι.
3
Ἤρξατο μὲν ἐξ ὑμῶν τὸ πάθος, κατεβοσκήσατο δὲ καὶ
ἡμᾶς καθάπερ ἔρπης ἢ γάγγραινα, ἐκ φιλαυτίας ἀρξάμενα
καὶ εἰς αὐθάδειαν καταντήσαντα. ἀλλὰ νῦν δεῦτε δὴ καὶ
ἀκούσατέ μου, φόβον τοῦ κυρίου διδάξω ὑμᾶς· τοῦτον γὰρ
ἀρχὴν σοφίας καὶ ἕτερος εἰρήκει θεόσοφος. ἵνα τί οὕτως
ἐσμὲν εὔκολοι οὐ πρὸς ἅπαντα μόνον λόγον, φυσικόν τέ
φημι ἢ μαθηματικὸν ἢ λογικὸν ἢ ἀλλοῖον, ἀλλὰ καὶ πρὸς
θεολογίαν αὐτήν, ἀκρατεῖς καὶ χεῖρα καὶ γλῶσσαν καὶ τὴν
διάνοιαν; τί μὴ τοῖς οἰκείοις ὅροις περιγραφόμεθα; τί πη-
δῶμεν ὑπὲρ τὰ ἐσκαμμένα; τί μὴ γινώσκομεν ἑαυτοὺς ἀν-
θρώπους, ἀλλ' οἰόμεθα μοίρας θειοτέρας εἶναι, φύσεως
ὑπεραρθείσης τῶν οὐρανῶν καὶ ἐμφιλοχωρησάσης θεῷ καὶ
τὰ κατ' αὐτὸν ἀρίστως ἐπεγνωκυίας καὶ τοῖς ἄλλοις ἐξαγ-
γέλλειν δεδυνημένης; μάταιοι ὄντως ἡμεῖς, εἰς οὓς ἐπεγγελῶσι
μὲν δαίμονες, θρηνοῦσι δὲ ἄγγελοι, καταδικάζει δὲ Χριστός,
καὶ καταδίκην, ἣν ἐν τοῖς εὐαγγελίοις προώρισε, κλαυθμὸν
καὶ ὀδόντων βρυγμὸν καὶ τὰ λοιπὰ τῆς κολάσεως. οὐ γὰρ
ἔχοντες ἔνδυμα γάμου τοῖς ἀμφὶ τὸ δεσποτικὸν δεῖπνον δαι-
τυμόσι συνανακλίνομεν ἑαυτούς· καὶ τοῦτο οὐ πέρα δεινῶν,
καίπερ ὂν δεινόν, ἀλλ' εἰ μὴ τοῖς πρώτοις καὶ ὧν οὐδεὶς
ὑπερέκεινα συγκαταλέξοιμεν ἑαυτούς, ὡς οὐδὲν λελογίσμεθα.
ὦ ἡμεῖς δείλειοι· ἀφέντες τὰ ἡμετέρα θεωρεῖν, τὰ τῆς
ἀνεφίκτου καὶ τοῖς χερουβὶμ ζητοῦμεν φύσεως· ἀφέντες τὰς
ἐντολὰς τοῦ κυρίου τηρεῖν, δι' ὧν σωθησόμεθα, θεολογεῖν
προειλόμεθα· ἀφέντες περὶ φύσεως καὶ σωμάτων φιλοσοφεῖν
καὶ γνωμολογεῖν περὶ ἤθους, ὧν καὶ τὸ τυγχάνειν κέρδος
καὶ τὸ ἀποτυγχάνειν οὐ βλαβερόν, πρὸς τὸ θεολογεῖν ἀνιπτά-
μεθα, οὗ τὸ ἁμαρτῆσαι πτῶμα ψυχῆς τὸ ὀλεθριώτατον, καὶ
οὗ ἡ ἀνάκλησις ὡς ἀδύνατος· οὗ γὰρ τὸ ἀποτυχεῖν ὡς
ἀσύγγνωστον, τούτου δυσχερὴς ἡ ἐπάνοδος. ὦ ἡμεῖς μάταιοι,
τί τὸ περὶ ἡμᾶς τοῦτο τοῦ σατᾶν ἔσχατον δέλεαρ; ὃς ἐπεὶ
μὴ ἔχει τοῖς ἄλλοις θηρεῦσαι—ἀποκάμνει γὰρ τοῖς σωτη-
ριώδεσιν ἀντιβαλλόμενος πνεύμασι—τὸ μέγιστον τοῦτο
καὶ ἐπικινδυνότατον ἐπιβάλλει θήρατρον τοῖς ὀξυτέροις τάχα
καὶ θερμοτέροις εἰς τὴν εὐσέβειαν, ᾧ πολλὰ πλήθη καὶ τῶν
περιφανεστέρων ἐν ἄλλοις ἀπώλεσε καὶ τοὺς ὑπερπεπηδηκότας
τὰ κάτω καὶ μὴ κατὰ βαθμίδας κεχωρηκότας πτῶμα δακρύων
δέδειχεν ἄξιον.
4
Διὰ τοῦτο πᾶσιν ὀκνητέον εἰς. θεολογίαν ἐλθεῖν, καὶ
φοβητέον τὸν φόβον, οὗ τὸ φοβεῖσθαι πάνυ γε ἄξιον. τί
γὰρ καὶ θεολογοῦμεν καινότερον; δέον ἀρκεῖσθαι τοῖς προ-
τέροις καὶ οἷς ἡμᾶς ἐδίδαξεν ὁ καλῶς γινώσκων τὰ ἑαυτοῦ,
ἢ καὶ τῶν δευτέρων ἀκούειν, ὧν ἡ πρᾶξις καὶ ὧν ὁ βίος
ταῖς θείαις ἐμαρτύρησεν ἀποφάσεσιν, ἐπεὶ καὶ οὗτοι οὐ
ταῖς οἰκείαις περὶ τὸ πρᾶγμα δυνάμεσι κατεχρήσαντο οὐδὲ
τοῖς λογικοῖς καὶ μόνοις μεθοδεύμασιν ἐγκατέμειναν. ἀνθρώ-
πινον γὰρ τοῦτο καὶ τῇ φύσει γινώσκεται, καὶ ποῦ τὰ
μυστήρια τῆς θεότητος; ποῦ δὲ τὰ ὑπὲρ φύσιν ἐκ τῶν
κατὰ φύσιν καὶ θαυμαζόμενα καὶ τιμώμενα; Χριστὸς ὁ
πρῶτος θεολόγος θεολογεῖ, καὶ σὺ τὴν ἐκείνου θεολογίαν
παραποιεῖς; ὁ καλῶς εἰδὼς ἑαυτὸν καὶ τοὺς ἑαυτοῦ, καὶ
σὺ τολμᾷς καὶ τὸ οἱονοῦν παρ' αὐτὸν ἀποφαίνεσθαι; ὁ
Χριστός φησι· ‘τὸ πνεῦμα τὸ ἅγιον, ὁ παρὰ τοῦ πατρὸς
ἐκπορεύεται’, καὶ τίς ἂν ἄλλος τολμήσειε καὶ ἐκ τοῦ υἱοῦ
ἀποφήνασθαι; ὥσπερ γὰρ οὗτός φησιν γεγεννῆσθαι ἐκ τοῦ
πατρός, καὶ οὐκ ἄν τις ἀπαυθαδιάσαιτο πώποτε λέξαι καὶ
ἐκ τοῦ πνεύματος, οὕτω δὴ καὶ ἐν τούτῳ ἐστί. πέμπειν
πάλιν αὐτός φησιν τὸν παράκλητον, καὶ στέρξωμεν τὸν
λόγον καὶ μὴ παραχαράξωμεν τὸ ῥητόν· ἐκκείσθωσαν οὕτως
αἱ συλλαβαί, ἃς ὁ πρῶτος στοιχειωτὴς ἀπεγράψατο. τί
συλλογίζῃ ἐπὶ κενῆς καὶ ἐπιφέρεις ἄλλα ἀντ' ἄλλων ὀνό-
ματα; τὸ πέμπειν λέγε μοι πέμπειν καὶ ἐκπορεύεσθαί μοι
τὸ ἐκπορεύεσθαι· κρείττων σοῦ πολὺ ὁ διδάξας αὐτὰ καὶ
πιστεύειν οὑτωσὶ ἐντειλάμενος. τί γὰρ μὴ ἐκπορεύειν αὐτὸ
εἰρήκει ἡ αὐτοσοφία καὶ ὁ τῶν μελλόντων προγνώστης, ὃς
ἀκριβῶς τὰ τοιαῦτα ἐγίνωσκε καὶ τὴν ἐπὶ τούτοις ἀμφιβο-
λίαν καὶ τὴν διχόνοιαν, ὡς ἂν ἡμᾶς ἀπαλλάξειε πολλῶν
ῥημάτων καὶ ἀντιθέσεων, ἀλλὰ πέμψειν αὐτὸ εἶπε τοῖς
μαθηταῖς μετὰ τὴν αὐτοῦ πρὸς τὸν πατέρα ἀνάβασιν; εἰ
μὴ γὰρ ἄλλο οἶδε τὴν πέμψιν καὶ ἕτερον τὴν ἐκπόρευσιν,
οὐκ ἂν παρήλλαξε τὰ ὀνόματα, ὥσπερ οὐδ' ἐπὶ τοῦ πατρὸς
οὐδ' ἐπὶ τοῦ ὀνόματος τοῦ υἱοῦ καὶ τῆς μέσον αὐτῶν
σχέσεως εἴτουν γεννήσεως· ἀλλὰ ταῦτα φυλάττει καὶ οὐκ
ἰσοδυναμούσαις, ὡς ἄν τινες φαῖεν, ἐναλλάττει ταῖς λέξεσι.
θεός ἐστιν ὁ ταῦτα θεολογῶν καὶ περὶ ἑαυτοῦ, καὶ πῶς ἂν
ἐγὼ ἐς τοσοῦτον ἔλθοιμι τόλμης καὶ ἀναιδείας ὡς ἄλλο τι
παρὰ ταῦτα θεολογεῖν, κόνις ὢν ἀμυδρὰ καὶ χοῦς πρὸς γῆν
ἰλυσπώμενος, κἂν ἐτιμήθην τῷ πνεύματι; Παῦλος οὐ παρα-
πεποίηκε τὸ ῥητόν, ὁ εἰς τρίτον ἀρθεὶς οὐρανὸν κἀκεῖθεν
εἰς τὸν παράδεισον καὶ ἀκούσας ἀνέκφραστα· εὐαγγελιστὴς
οὐδεὶς ἀπεγράψατο καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸν
παράκλητον, καὶ τίς οὕτω θρασὺς τὰς φρένας καὶ τοὺς λόγους
ἀκάθεκτος, ὡς ἀπερυγγάνειν τοῦτο τοῦ στόματος;
5
Εἰ δὲ τὴν πέμψιν πάλιν λαμβάνεις εἰς τὴν ἀπόδειξιν
καὶ ἐνσχολάζεις τῷ ῥήματι καὶ ταυτίζεις ὀνόματα καὶ πέμ-
πειν λέγεις τὸ ἐκπορεύεσθαι, ἄκουε πάλιν τῶν πρὸς ἀντίρ-
ρησιν. οὐδὲν τῶν ὀνομάτων ἄντικρυς ὡς ταὐτόν· κἂν αὐτὰ
φέρῃς τὰ πολυώνυμα, εὑρήσεις ἐν τούτοις διαφορὰν οὐ
σμικράν· πρὸς γὰρ ἄλλην καὶ ἄλλην τοῦ ὑποκειμένου
τὴν ἔννοιαν ἀπιδόντες οἱ πρώτως θέντες ὀνόματα τὸ ποι-
κίλον τῶν ὀνομάτων ἐπέθεντο. καὶ γνοίης ἂν ταῦτα καλῶς
ἐς διδασκάλου ἀφιγμένος γραμματιστῶν τὰς συλλαβὰς ἀνα-
πτύσσοντος καὶ τὸ κεκρυμμένον τῆς διανοίας ἀνακαλύπτοντος
—καὶ ταῦτα οὐκ ἂν ἐξ ὑπογυίου ὁ παρατυχὼν ἐπιγνώσαιτο—
καὶ ἴδοις ἂν καὶ τοὺς ἐπιστήμονας οὐ τοῖς τυχοῦσι τῶν
ὀνομάτων χρωμένους εἰς ἑρμηνείαν, εἴπερ κυριολεκτεῖν ἐπε-
βάλλοντο, ἀλλὰ τοῖς προσφυέσι καὶ καταλλήλοις καὶ μὴ
ἀπᾴδουσιν. εἰ γοῦν ἐπὶ τῶν καθ' ἡμᾶς καὶ θνητῶν ἡ τῶν
ὀνομάτων διαφορὰ πολλὴν ἐπικρύπτει τὴν ἔννοιαν καὶ ὁ
ἐπιστήμων ἐπέγνωκε καὶ οὐκ ἐᾷ παραχαράττειν τοὺς μὴ
λόγοις τοῖς τεχνικοῖς ἐμβαθύνοντας, πόσῳ μᾶλλον ἐπὶ τῆς
ὑπὲρ ἡμᾶς φύσεως, τῆς ὑπερουσίου οὐσίας, τῆς πάντων
αἰτίας τῶν ὄντων, τῆς μὴ παρά του γινωσκομένης μηδὲ
τῶν κατ' αὐτήν τι διδούσης εἰς μικρὰν ἐκείνης κατάληψιν,
τῆς ὑπεραιρομένης πάσης [ὑπερκειμένης] οὐσίας τε καὶ δυνά-
μεως, ἐξ ἧς ἅπαν ὂν καὶ ἔστι καὶ ζωοῦται καὶ ἀγαθύνεται
καὶ διαμένει περικρατούμενον, ἀρρήτῳ δυνάμει τῆς ὀντο-
ποιοῦ συνεχόμενον φύσεως; πόσον γοῦν ἐπὶ τῆς ἀρρήτου
ταύτης οὐσίας χρεὼν παρατηρεῖν τὰ ὀνόματα, ἅπερ ὁ πρω-
τουργὸς τῆς τούτων ἀποκαλύψεως ἔθετο, καὶ λέγειν μὲν
ἐκπορεύεσθαι τὸ πνεῦμα ἐφ' οἷς εἰρήκει τὸ ἐκπορεύεσθαι,
καὶ πέμπεσθαι πάλιν ἐφ' οἷς τὸ πέμπεσθαι ἔλεξε. τίς γὰρ
οἶδε νοῦν κυρίου; τίς εἰς τὰ βάθη παρέκυψε τὰ τοῦ πνεύ-
ματος; ἔφη Χριστὸς τὸ πνεῦμα παρὰ τοῦ πατρὸς ἐκπορεύεσ-
θαι, καὶ οὐκ ἄν τις τῶν εὐσεβεῖν ᾑρημένων παραχαράξειε
τὴν φωνήν. ἔφη πάλιν οὗτος ἐκπέμπειν αὐτό, καὶ μενέτω
οὕτως τὸ ὄνομα. ἢ τίς ὁ λόγος ἐκεῖνο μὲν φυλάττειν
ἀπαραποίητον, τοῦτο δὲ ἐπάγειν εἰς ἕτερον; καίτοι γε οὐχ
ἁπλῶς ὄντος τοῦ πράγματος οὐδὲ τῶν ἀκινδύνων, ἀλλὰ
καὶ τῶν λίαν ἐπικινδυνοτάτων καὶ πολὺν παρεχομένων τὸν
ὄλεθρον.
6
Ἐπέλθωμεν καὶ τὰ τῶν θεοφόρων συντάγματα καὶ
διδάγματα. ὅτι μὲν καὶ οὗτοι περὶ τούτων τοιαύτην ἔσχον τὴν
ἔννοιαν, ἐκ τῶνδε δῆλον καθέστηκε· τίς γὰρ αὐτῶν ἀπεθρα-
σύνθη ἐκ τοῦ υἱοῦ ἐρεῖν τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι;
καὶ μὴν εἶχον εἰπεῖν εἰ τοιοῦτόν τι νενοήκασιν, ἀλλ' εἰς τὴν
πέμψιν ἐνέμειναν καὶ τὴν δόσιν καὶ τὴν χορηγίαν, ἔστιν οὗ
καὶ τὴν πρόεσιν. πρόεσις δὲ οὐ ταὐτὸν τοῖς ἐπηβόλοις τῶν
λογίων τῇ ἐκπορεύσει γνωρίζεται, εἴ γε φαμὲν καὶ τὸν υἱὸν
προΐεσθαι τοῦ πατρός, ἀλλ' ἔστι κοινή τις φωνὴ προσδιο-
ρισμοῦ τινος δεομένη πρὸς τὴν σαφήνειαν. πρόεισι μὲν γὰρ
τοῦ πατρὸς ὁ υἱός, ἀλλὰ γεννητῶς· πρόεισιν αὐτοῦ καὶ τὸ
πνεῦμα, ἀλλ' ἐκπορευτῶς. ὥστε οὐχ ὅπου πρόεσις, γέννησις
ἐκεῖ ἢ ἐκπόρευσις. ταύτῃ δὲ τῇ φωνῇ χρησάμενοι ἐπὶ τοῦ
πνεύματος οἱ τῆς ἐκκλησίας φωστῆρες, καθάπερ ἀμέλει καὶ
ταῖς προειρημέναις, οὐ προσδιορισμῷ τινι ἐπεσημήναντο
τοῦτο, ἵνα ἔχοιμεν γνῶναι τὸ νόημα, ὅπερ ἦν δέον, εἰ
νενοήκασι· προϊέναι γὰρ ἐκ τοῦ υἱοῦ ἀλλ' ἐκπορευτῶς εἶχον
ἂν εἰπεῖν, εἰ πρὸς τοιοῦτον ἀπένευον τὸν σκοπόν.
7
Λέγε οὖν καὶ σὺ τὰς τοιαύτας φωνὰς ἀμεταποιήτους
παραφυλάττων εἰς τὴν ἐκφώνησιν. δίδασκε τὸ πνεῦμα παρὰ
τοῦ λόγου ἐκπέμπεσθαι· ἐδιδάχθης γὰρ τοῦτο παρὰ τοῦ
κρείττονος. ἑρμήνευε καὶ χορηγεῖσθαι τοῦτο παρ' αὐτοῦ καὶ
δίδοσθαι καὶ ἀποστέλλεσθαι καὶ προΐεσθαι· δεδίδαξαι γὰρ
ταῦτα παρὰ μεγίστων ἐκείνων ἀνδρῶν, ὧν ἡ ἀρετὴ τὸ
ἐπίσημον καὶ ὧν τὸ θεοφορούμενον ὡς ἐπίδηλον. Βασίλειοι
ταῦτα θεολογοῦσι καὶ Κύριλλοι καὶ Γρηγόριοι, οἳ οὐδ'
ὁπωσοῦν τετολμήκασιν ἐπὶ τοῦ υἱοῦ διαγράψασθαι τὴν τοῦ
πνεύματος ἐκπόρευσιν. καὶ πῶς ἂν ἡμεῖς ἀπερυθριάστως
οὕτως ἐπιπηδήσωμεν τῷ ὀνόματι καὶ κρεῖττον ἢ ἐκείνους
ἑαυτοὺς εἰδέναι ἀπισχυρισώμεθα; ποῦ ποτε εὗρες τοῖς τούτων
συγγράμμασι τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι; ἀλλὰ
πάλιν ἐπάγονται οἱ ῥᾳδίως εὑρισκόμενοί σοι συλλογισμοὶ καὶ
τὸ σαθρὸν τοῦτο τοῦ λόγου σχοινίον, δι' οὗ συνάγεις τὰ
ἄτοπα, εἰ γε ψευδῆ τοῖς εὖ φρονοῦσι τὰ ἄτοπα. πῶς γὰρ
οἱ τοσοῦτοί τε καὶ τοιοῦτοι οὐκ ἔγνωσαν τὸ παρά σου συναγό-
μενον; ἀλλὰ τὰς μὲν προτάσεις ἐγίνωσκον καὶ ἐδίδασκον,
ἅπερ δὲ ὡς ἑπόμενα φέρεις αὐτὸς εἴτε δὴ συμπεράσματα
οὐχ ὅλως εἰς νοῦν ἐδέξαντο· ἃ γὰρ οὐ νενοήκασι, πῶς ἂν
τοῖς διδασκομένοις παρέθεντο; λάβε μοι καὶ αὐτὸς τὰς προ-
τάσεις ὡς λόγους, εἰ βούλει, καὶ συμπεράσματα, καὶ μὴ δι'
αὐτῶν συμπέραινε ἕτερα ἀλλότρια τῆς ἀληθείας καὶ ξένα τῆς
ἐκκλησίας τοῦ Χριστοῦ.
8
Τίς ἡ τῆς θεολογίας τέχνη ἢ ἐπιστήμη, ὡς τοῖς κανόσι
ταύτης ἑψόμεθα; ἁπλῆ τίς ἐστι διδασκαλία τὸ ἡμέτερον
κήρυγμα. Χριστὸς γὰρ ταύτην ἐδίδαξεν, ἐπλάτυναν αὐτὴν
οἱ ἀπόστολοι, ἐκράτυναν οἱ διδάσκαλοι. πάλιν φιλονεικεῖς
συλλογίζεσθαι, κἀγώ σοι τὸν λόγον ἁπλοῦν ἀντιτίθημι. σὺ
συμπεραίνεις μοι τὰ ψευδῆ, κἀγώ σοι προτείνω τὰ ἀληθῆ.
συνάγεις μοι ἐκ τῶν προτάσεων καὶ ἐκ τοῦ υἱοῦ, ἐγώ σοι
τὸ ἐκ τοῦ πατρὸς ἀποφαίνομαι. τοῦτο μὲν Χριστοῦ, ἐκεῖνο
δ' οὐκ οἶδα τίνος· τοῦτο τῆς αὐτοσοφίας τὸ δίδαγμα, ἐκεῖνο
πλάσμα διανοίας οὐχ ὑγιοῦς, τεχναζομένης εἰς τὰ ὑπερέκεινα
τεχνῶν καὶ ἐπιστημῶν· τοῦτο Χριστὸς διδάσκει, καὶ τῷ λόγῳ
πεπίστευκα, ἐκεῖνο προφέρεις σύ, καὶ οὐκέτι πειθόμενον
ἔχεις με. τίς ἡ τοσαύτη καινοτομία τῶν λόγων; τίς ἡ
τοσαύτη περὶ τοὺς θείους τῶν λόγων ἀδολεσχία, ὡς μὴ
θέλειν ἐν ἄλλοις ἀσχολεῖσθαι καὶ ἐπιδείκνυσθαι, ἀλλ' ἐν
τοῖς θείοις φιλονεικεῖν ἐναβρύνεσθαι; Ἀθηναίων οὐδὲν ἦν
ἢ λέγειν τι καὶ ἀκούειν καινότερον, καὶ τῶν νέων θεολόγων
μεταποιεῖν τὰ τῆς ἀληθείας διδάγματα.
9
Εἰ δὲ εἰς δουλείαν ἄγεις τὴν ἐκ τῆς πέμψεως πρόοδον
ἢ τὴν δόσιν ἢ τὴν χορηγίαν ἢ τὴν πρόεσιν καὶ πάλιν θεολογεῖς
ἢ φιλοσοφεῖς τὸ φύσει ἢ μὴ φύσει καὶ τὸ κατ' ἐξουσίαν ἢ κατὰ
τὴν συνάφειαν καὶ ἢ οἴκοθεν ἢ ἔξωθεν καὶ ὅσα τοῦ τεχνυδρίου
τοῦ ἀνθρωπίνου, ἀδολεσχεῖν σε ἐάσω ταῖς τοιαύταις πλημ-
μελῶς προσφερομέναις ἐρεσχελίαις καὶ μιᾷ τῇ λύσει ἀνατρέψω
τὰς ἐντέχνους σοι διαιρέσεις ἢ ὑποδιαιρέσεις ἢ ἐπιδιαιρέσεις
καὶ τὸ τῶν ἑπομένων ἀναγκαίων ταῖς ἀντιθέσεσιν. ἐπὶ τῆς
τοῦ θεοῦ φύσεως καὶ τῆς αὐτοῦ διαιρέσεως καὶ ἑνώσεως
καὶ νοῦς ἀσθενεῖ, ἐν ᾧ τοὺς ὅρους γινώσκομεν, καὶ διάνοια
ἀπηγόρευκε, δι' ἧς τὰς ἐπιστήμας εὑρήκαμεν ἢ ἐσχήκαμεν·
καὶ δόξα πῶς ἂν σχοίη χώραν τῶν πρὸ αὐτῆς ἀμαυρουμένων
καὶ ἀπηυδηκότων τὴν νόησιν; ἄνθρωποι τὰς τέχνας εὑρή-
καμεν καὶ τὴν φύσιν κατεξετάσαντες φυσικῶς τοὺς λόγους
προάγομεν, καὶ τέχνῃ τὰς τῆς φύσεως ἀκολουθίας ἐγνώ-
καμεν. ἐπὶ δὲ τοῖς ὑπερφυέσι τίς ὁ τεχνικὸς λόγος; ποῖος
ὁ ἐπιστημονικὸς νοῦς; ἡλίκος ὁ ὑπερέκεινα, ὥστε νοῆσαί τι
καὶ ἀποφήνασθαι, ὅπου ἐπιμύει τὰ πολυόμματα, ὅπου ἐπι-
φρίττει τὰ χερουβίμ, ὅπου σιγῶσι δυνάμεις πᾶσαι καὶ ἄγγελοι,
ἐν μόνον εἰδότες ᾆσμα τοῦ τρισαγίου τὴν αἴνεσιν, ἀπεριέρ-
γως καὶ ταύτην καὶ τῶν τεχνικῶν λεξειδίων ὑπερανῳκισμένην
ἐν τῇ ἁπλότητι; ἔδει γὰρ τοῖς ἁπλοῖς ἢ τῷ ἁπλῷ ἢ καὶ
ὑπὲρ αὐτὸ τὸ ἁπλοῦν ἁπλᾶς γενέσθαι καὶ τὰς ᾠδάς. τί
γοῦν ἡμεῖς οἱ σύνθετοι καὶ πολλοῖς συνεστηκότες τοῖς κρά-
μασιν οὐ τοὺς ἁπλοῦς ζηλοῦμεν λόγους ταῖς περὶ τὸ θεῖον
ὑπολήψεσι καὶ κατ' αὐτὸ τὰς φωνὰς συνάγομεν, ἵνα καὶ
συναχθῶμεν ὑπὸ τῆς μιᾶς δημιουργικῆς πανταρχίας εἰς ἕν,
μίαν συμφωνίαν συμπλέξαντες ἀνθρωπίνην, ὡς τῆς ἀγγε-
λικῆς συμμετάσχοιμεν; ἀρκεσθησόμεθα τοῖς ἐνταῦθα παρὰ
Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ δεδιδαγμένοις ἡμῖν· εἰ δέ
τι εἴη καὶ κρυφιωδέστερον, ἐκεῖ ταμιεύσωμεν ἑαυτοῖς. ἢ
τί γὰρ ἂν ἄλλο τῆς ἐκεῖθεν εἶναι δοίημεν βιοτῆς, εἰ πάντα
ἐνταῦθα τὰ τοῦ θεοῦ γνοίημεν; ἢ πῶς εἰδείημεν ἂν καὶ
σάρκες ὄντες καὶ ὕλης μετέχοντες, εἰ πάντων τῶν θείων
ἐφικέσθαι σπουδάσαιμεν;
10
Εἴπερ ἦν ἀληθὲς ἐκπορεύεσθαι καὶ ἐκ τοῦ υἱοῦ τὸ
πνεῦμα τὸ ἅγιον, οὐκ ὤκνησαν οἱ διδάσκαλοι ταῖς ἑαυτῶν
συγγραφαῖς ἐνσημήνασθαι· οὐδὲ γὰρ ἔχω λέγειν· ἐφθόνησαν.
ἀλλ' ἐκεῖνοι μὲν ἐσιώπησαν, δειλίαν ἐπαινουμένην ἐν
ἑαυτοῖς δειλιάσαντες, σὺ δὲ οἷος ὢν ἀποθρασύνῃ τὴν προ-
φοράν; καὶ Χριστὸς μὲν οὐκ εἴρηκεν· οἴομαι γάρ, ὡς οὐκ
ἦν. πῶς γάρ, ἂν ὄν, οὐκ ἐδίδαξεν, οἷς τὴν πᾶσαν θεο-
λογίαν ἐτράνωσε; καὶ μετ' αὐτὸν οὐδεὶς τῶν διδασκάλων
εἰπεῖν ἀπετόλμησε, σὺ δὲ ὁ ταῦτα λέγων τίς ὢν τυγχάνεις εἰς
πίστωσιν; οὐκ ἔστιν ἡ πέμψις καὶ ἡ δόσις καὶ ἡ χορηγία
καὶ ἡ πρόοδος τῇ ἐκπορεύσει ταὐτά· εἰ γὰρ ἦσαν ταὐτά,
οὐκ ἂν τούτοις χρώμενοι ἐν τοῖς ἁπανταχοῦ λόγοις τὴν
ἐκπόρευσιν ηὐλαβήθησαν· οὐδὲ γὰρ ἤθελον μὴ συνᾴδειν
Χριστῷ. ἐμμένειν γοῦν χρεὼν τοῖς ῥήμασι τοῦ Χριστοῦ καὶ
τοῖς μετὰ τοῦτον διδάγμασιν. ἀλλὰ Παῦλον ἔχεις συνη-
γοροῦντά σοι, πνεῦμα Χριστοῦ καὶ πνεῦμα τῆς ἀληθείας
διδάσκοντα. καὶ τίς οὐ λέγει τὸ πνεῦμα εἶναι Χριστοῦ
εἴτουν υἱοῦ; ἀλλότριος τῆς ἐκκλησίας Χριστοῦ ὁ ταῦτα μὴ
συμφθεγγόμενος. ἐκπορεύεσθαι δὲ καὶ ἐξ υἱοῦ οὔτ' αὐτὸς
ὁ υἱὸς ὁ τὰ τοῦ πατρὸς καὶ τὰ ἑαυτοῦ καὶ τὰ τοῦ πνεύ-
ματος διδάξας ἀριδηλότατα εἴρηκεν, οὔτε μήν τις τῶν διδασ-
κάλων ἐθέσπισεν, ὅσα ἡμᾶς· εἰδέναι, καὶ ὧν τὰς γραφὰς
εἰς διδασκαλίαν καὶ ὄνησιν τῶν πολλῶν παρατιθέασιν ἄν-
θρωποι. ζητεῖς καὶ αὖθις, ὡς οἶμαι, τοὺς λόγους τῆς
ἀποστολῆς, τῆς χορηγίας, τῆς δόσεως· ‘εἰ παρὰ τὴν ἐκπόρευσιν
ὄντα, τί γε ἄρα εἰσίν; ἀποστολὴ χορηγία καὶ δόσις ταὐτά
εἰσι.’ τίς εἶ ὁ ἐξετάζων περὶ θεοῦ; αὐτὸς εἰρήκει περὶ
ἑαυτοῦ, καὶ κατάμενε τοῖς αὐτοῖς καὶ τοὺς λόγους κατάτριβε
καὶ αὐτὸς καὶ τὰ ὀνόματα ἔχε μὴ παραβλαπτόμενα παρά
του τῶν κακῶς παραχαραττόντων καὶ τὴν βασιλικὴν δραχ-
μήν, ὑπὲρ ἧς ὁ δεσπότης ἐποιήσατο τὴν σπουδήν, ἵνα εὕρῃ
ταύτην συγκεχωσμένην τοῖς πάθεσι.
11
Πάλιν ἀδολεσχεῖς, καὶ πάλιν θεολογῶ. λέγε τὰς ῥήσεις
καθὼς ἐλέχθησαν ἢ ἐγράφησαν, καὶ οὐ κινδυνεύσεις περὶ
ψυχὴν οὐδὲ φιλονεικήσεις μοι πρὸς λόγων τρυφήν, εἴ γε
τοῖς τοιούτοις τινὲς κακῶς μεμελετήκασιν ἐντρυφᾶν, ἀφορμὴν
λόγων τὴν θεολογίαν ποιούμενοι, ὡς μὴ ὄντων ἄλλων ἐν
οἷς ἂν ἐπιδείξαιντο τὸ φιλότιμον. φύσις ἐστίν, ἀριθμοί,
ποσὰ συνεχῆ, ἁρμονία καὶ λόγων παντοίων ἰδέαι, ψυχῆς
γνῶσις, νοὸς κάθαρσις, αἰσθήσεως διαφορά, καὶ τῶν ἔξωθεν
ἐν ἑαυταῖς συστολὴ ἢ ἀναγωγὴ πρὸς τὸν νοῦν. ταῦτα φιλο-
σοφητέον ἡμῖν, περὶ δὲ θεοῦ πάμπαν εὐλαβητέον. ἀπη-
ναισχυντήκασι μὲν ἔνιοι τῶν θεολογεῖν βεβουλημένων ἐν
ἐννοίαις, ἐν λέξεσιν, ἀλλ' ἐξωστρακίσθησαν, ἀλλ' ἀπερρίφη-
σαν, ἀλλ' ὡς σεσηπότα μέλη τῆς ἐκκλησίας τῆς κεφαλῆς
ἀπεκόπησαν, καὶ νῦν εἰσιν ἐλεεινοὶ τοῦ θράσους καὶ κατα-
γελώμενοι καὶ θρηνούμενοι. μὴ τοιαύτης μερίδος φανείημεν
καὶ ἡμεῖς. ἐγκαρτερήσωμεν τοῖς δεδιδαγμένοις παρὰ Χρι-
στοῦ, παρὰ τῶν ἀποστόλων, παρὰ τῶν ἐς ὕστερον διδασκά-
λων, τῶν θεοφόρων ἀνδρῶν· ταῖς λέξεσιν ἐκείνων εἰς τὴν
ἡμετέραν χρησώμεθα προφοράν, τὰς αὐτὰς ἐννοίας προβά-
λωμεν εἰς διδάγματα, μὴ ἀφορμὴν ἀπωλείας τὴν τῆς σωτη-
ρίας ἡμῶν ἐλπίδα ὁ κοινὸς προσλάβῃ ἐχθρὸς καί, ὅθεν ἡ-
μῖν τὸ σώζεσθαι, ἐκεῖθεν γένηται ἡ φθορά. δεινός ἐστιν ὁ
ἀντίπαλος, καὶ εἰ τοῖς ἀριστεροῖς ἀποκάμοι, ἐπιβάλλει τοῖς
δεξιοῖς, καὶ τὸν ζῆλον προφέρει καὶ τάχα μεταχειρίζεται τὴν
ἀλήθειαν. κιρνᾷ κρατῆρα μέλιτος πλήρη, καὶ δηλητηρίου
μεστὸς τοῖς εὖ φρονοῦσι γινώσκεται· σαίνει τῷ φαινομένῳ
καὶ δάκνει τῷ κρυπτομένῳ. σφραγὶς ἡμῖν ἐγεγόνει πᾶσι
τοῖς εἰς Χριστὸν πεπιστευκόσι κοινή. ταύτῃ τῇ σφραγῖδι
πάντες ἐνσημαινώμεθα, καὶ τάχα παραδράμῃ ἡμᾶς ὁ ὀλο-
θρεύων διάβολος. ποίμνη ἐσμὲν τοῦ Χριστοῦ, τοῦ καλοῦ
ποιμένος καὶ ἀρχιποιμένος· φυλάττωμεν ἡμῶν τὴν σφρα-
γῖδα ἀπαρεγχείρητον, μὴ λάθωμεν τῷ κλέπτῃ σεσυλημένοι
καὶ τῷ δεσπότη μὴ γινωσκόμενοι. αἱρέσεις οὐκ ὀλίγαι κατὰ
καιροὺς ἀνεφάνησαν, καθάπερ ζιζάνια τὸν καθαρὸν σῖτον
μολῦναι θέλουσαι τοῦ Χριστοῦ, ἀλλὰ λόγοις ἀληθείας ἐξ-
ερριζώθησαν. οὐδὲν δὲ τὴν σφραγῖδα τοῖς διὰ ταῦτα λόγοις
παρεποιήσαντο οἱ διδάσκαλοι, ἀλλ' ἠρκέσθησαν καὶ μόνον
ἀποβαλεῖν τὸ ἀλλότριον· ἡ δὲ σφραγὶς ἐτηρήθη ὡς ἔσχε
φύσεως ἐξ ἀρχῆς. ὃ γὰρ ἐκ δευτέρου πολλοῖς κανόσι καὶ
ἀρίστως ἠκριβωμένοις πεπλήρωται, τούτου τὴν τελείωσιν
ὡς μηδενὸς προσδεομένην ἐθέσπισαν· ἀλλ' ὤρθουν μὲν τὸ
σφαλλόμενον, τὸ δὲ καλῶς ἐγκείμενον ἐτήρουν πάμπαν ἀλώ-
βητον. εἰ γοῦν θέλεις πρόβατον Χριστοῦ καὶ εἶναι καὶ
πᾶσι τοῖς ὁρῶσι γινώσκεσθαι, φέρε τὴν σφραγῖδα καθὰ τῷ
εἴδει τῆς εὐσεβείας μεμόρφωται, καὶ μὴ κίβδηλον ἔχῃς παρα-
ποιήσας σου πρὸς τὸ βούλημα, μή ποτέ σοι ὁ κύριος ἐν-
τυχών, ὁ λέγων γινώσκειν τὰ αὐτοῦ καὶ ὑπὸ τῶν ἐκείνου
γινώσκεσθαι, ‘οὐκ οἶδά σε’ δικαίως ἐρεῖ.
12
Ἀλλ' ἐπὶ γλώττης αἱ εἰκόνες καὶ ἐξ ὑπογυίου τὰ παρα-
δείγματα, ῥίζα καὶ κλάδος καὶ ὁ καρπὸς καὶ ὁ ἥλιος καὶ
ἀκτὶς καὶ ἀπαύγασμα· τὸ γὰρ τῆς πηγῆς σιωπῶ, ἀξύμφυλον
ὂν εἰς παράληψιν. ἐγώ σου τοὺς λόγους διαλύσω τῶν
παραδειγμάτων, εἰ μόνον ἐθέλεις ἀφιλονείκως ἐπαΐειν τῶν
λεγομένων μοι. καρπὸς τὸ πνεῦμα κατὰ τὰς ὑποθέσεις σου
πέφυκε, καὶ ἐν ἑτέροις πάλιν ἀπαύγασμα. ἀλλ' ἡ ἑτερότης
πολλὴ καὶ οὐχ ἁπλοῦν τὸ διάφορον. ἵνα τί γοῦν μὴ τὸν
καρπὸν ἐκ τοῦ κλάδου καὶ τὸ ἀπαύγασμα ἐξ ἀκτῖνος ὁ
σοφὸς τὰ πάντα καὶ τὰ ἑαυτοῦ εἰδὼς ἄριστα ἀπεφήνατο,
ἀλλ' ἐκ τῆς ῥίζης καὶ ἐξ ἡλίου; μήποτε οὖν καὶ ἄμφω
κλάδοι καὶ ἄμφω καρποὶ ἢ καὶ ἀκτῖνες καὶ ἀπαυγάσματα
ἐν ἀλλήλοις ἡνωμένα καὶ ἀνακεκραμένα ἀρρήτοις λόγοις,
μὴ παραποιοῦντα τὰ ἰδιώματα. πῶς δὲ καὶ ἕξει χώραν ἐν
ἀσχηματίστοις, ἐν ἀναφέσιν, ἐν πᾶσιν ἀπηλλαγμένοις αἰσθητι-
κῆς ἀντιλήψεως καὶ ἐμφάσεως τὰ τόπῳ καὶ διαστάσει περι-
γραφόμενα; βούλομαι καὶ αὐτὸς τρεῖς ταῦτα λέγειν ἡλίους,
ἐξ ἑνὸς τῶν δύο ἐχόντων τὴν ὕπαρξιν, ἀλλὰ θροεῖ με διο-
ρισμὸς καὶ περιγραφὴ καὶ τὸ μὴ πάντα ἐν ἀλλήλοις ταῦτα
γνωρίζεσθαι. θράττει με καὶ ἡ ῥίζα καὶ ὁ κλάδος καὶ ὁ
καρπός, εἰ ἐν ὑποστάσει μιᾷ μέρη ταὐτά εἰσιν, ἐξ ὧν τὸ
ὅλον συνέστηκεν. ἀλλὰ καὶ ὁ ἥλιος ἄτομον, καὶ πῶς ἡ
τρισυπόστατος φύσις ἐν ἑνὶ ἀτόμῳ εἰκονισθήσεται, μέρεσι
σπαραττομένη καὶ διαιρουμένη, ὧν ἕκαστον τῇ τοῦ ὅλου
φύσει οὔτε συνέστηκεν οὔτε ὠνόμασται; θεὸς δὲ ὁ πατήρ,
θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον· ἐξ ἑνὸς τὰ δύο ὡς
αἰτίου αἰτιατά, τὸ μὲν γεννητῶς, τὸ δ' ἐκπορευτῶς, καὶ
ἀλλήλοις συμπεφυκότα καὶ ἀεὶ συνόντα ὡς ὁμοούσια. εἰ
δ' ὁμοούσια, πάντως καὶ ὁμοδύναμα, μὴ τῆς τοῦ αἰτίου
οὐσίας ὁπωσοῦν εἴτουν ἐνεργείας εἴτε δυνάμεως ὑφιέμενα.
εἰ δ' ἔστι καὶ ἑτέρα ἰδιότης ἀμφοῖν, ὡς τὸ μὲν ἐξ ἑκατέρου
δίδοσθαι ἢ ἀποστέλλεσθαι ἢ χορηγεῖσθαι ἢ ὁπωσοῦν ἄλλως
ἐθέλεις καλεῖν, τὸ τῆς ἐκπορεύσεως μόνον εὐλαβούμενος
ὄνομα ὡς ἀρχὴν παραδηλοῦν οὐσιώσεως, ἑκάτερον δὲ ἐξ
ἑκατέρου, οὐκέτι γε καὶ διὰ ταῦτα ἐπιφέρεις μοι σὺ τὴν
ἐκπόρευσιν ὡς ἐξ ἀνάγκης ἑπομένην, ἵνα συσταλῶσι τὰ
ἰδιώματα. τίς εἶ ὁ ταῦτα φιλοκρινῶν; εἰ μὲν οἶδας τὸν
τῆς ἐκπορεύσεως λόγον, τίνι τῆς γεννήσεως διενήνοχε, τότε
ἂν γνοίης τὸν τῆς ἀποστολῆς καὶ τῆς χορηγίας, τίνι δια-
φέρει τῆς ἐκπορεύσεως· ἀλλὰ μὴν οὐκ ἐκεῖνο, καὶ τοῦτο
ἄρα οὐδ' ὅλως. ἔμμενε ταῖς κειμέναις τῶν συλλαβῶν,
καθὼς πολλάκις σοι εἴρηκα, ἔχου τῶν δεδογμένων ὡς ἀλη-
θῶν, μή σοι κεραία τῶν λογίων παραθραυσάτω. εἰ γὰρ
ἐπὶ τῶν ἐνταλμάτων Χριστοῦ εὐφορητὸς ἐν τοῖς τοιούτοις
ὁ κίνδυνος, ἐπὶ τοῖς θεολογίας ὀνόμασιν ὁπόσον οὗτος
ὀλεθριωτέρος.
13
Ἐρῶ σοι λόγον οὐ φλαῦρον, μόνον ὑπόθες μοι οὖς καὶ
μὴ ζυγομαχήσῃς εἰς τὴν ἀλήθειαν. εἰ καὶ ἐκ τοῦ υἱοῦ ἦν
τὸ πνεῦμα ἐκπορευτόν, οὐκ ἂν τὸ τοιοῦτον σιωπήσας ὁ υἱὸς
ἐκ τοῦ πατρὸς ἐδογμάτισεν. εἰ γὰρ ἐκ τοῦ υἱοῦ, πάντως
καὶ ἐκ τοῦ πατρός· ἐκ τοῦ πατρὸς γὰρ ὁ υἱὸς καὶ πάντα
τὰ τοῦ υἱοῦ· οὐ μήν, εἰ ἐκ τοῦ πατρός, καὶ ἐκ τοῦ υἱοῦ
ὡς ἐξ ἀνάγκης ἂν εἴη ἑπόμενον. ἔδει γοῦν τὸ πρῶτον
ἐρεῖν, ἵν' ἀκολουθήσῃ τὸ δεύτερον· τὸ δὲ δεύτερον εἰρηκὼς
οὐκέτι φέρει τὸ πρῶτον. ὅτου γοῦν χάριν παρέλειψε τὸ ἀμφί-
βολον, δεδιδαχὼς τὸ παρὰ πᾶσιν ὁμολογούμενον; ἔμοι γε
δοκεῖν, ἵνα τοιαύτης ἐννοίας ἀπαλλάξειε τοὺς μέλλοντας τὸ
κήρυγμα δέχεσθαι, ὡς ἂν ἔχοιεν φρονεῖν καὶ λέγειν ἐκ τοῦ
πατρὸς τὸ ἅγιον πνεῦμα ἐκπορεύεσθαι, ἐνεῖναι δὲ ἢ συνεῖναι
υἱῷ καὶ τὴν ἀποστολὴν καὶ τὴν χορηγίαν ἢ καὶ τὴν δόσιν
λαμβάνειν ἐκ τούτου, τὴν κατ' εὐδοκίαν λέγω σύμπνοιαν
καὶ ὁμόνοιαν.
14
Βιάζεις γοῦν με ῥῆσιν εἰπεῖν, ἣν Χριστὸς οὐκ ἐδίδαξεν,
ἀπόστολος οὐ παρέδωκε, διδάσκαλος οὐ παρέθετο. ὀκνῶ
τὸν λόγον, μάλιστα δέ γε πεφόβημαι, μὴ θέλων θρασέως
θεολογεῖν οὐ μόνον φωτὸς ἐκπέσοιμι τοῦ θεοῦ, ἀλλὰ καὶ
εἰς σκότος ῥιφῶ τὸ ἐξώτερον. οὐ βούλομαι θεολόγος τολ-
μηρὸς ὀνομάζεσθαι, ἐξὸν δειλίᾳ με σώζεσθαι· οὐ δέχομαι
κακῶς ἀνδρίζεσθαί με καὶ πίπτειν, ἐξόν με διατηρεῖσθαι
συστολαῖς ἄτρωτον. ἔχε σὺ τὸ θράσος κἀγὼ τὴν δειλίαν·
καλὸν τοῖς τοιούτοις δειλιᾶν μᾶλλον ἤ γε θρασύνεσθαι.
Ἴκαρον καὶ μῦθος κηρίνοις τοῖς πτίλοις ἀεροπορῆσαι ἀπο-
θαρσήσαντα οὐ διέσωσεν, ἀλλ' εἰς πέλαγος ἔρριψε τοῦ κηρὸς
τακέντος ἀκτῖσιν ἡλιακαῖς. ἆρ' οὖν πείθομεν ὑμᾶς τοῖς
τοιούτοις λόγοις, καὶ πάσχοιτε καὶ ὑμεῖς τὸ τῆς δειλίας
ταύτης πάθος, ἣν καὶ κρείττους ὑμῶν πολλοὶ δεδειλιάκασιν,
ἥτις καὶ σώζει καὶ οὐκ ἀπόλλυσι; καὶ γὰρ πραγματεύσασθαι
τὴν σωτηρίαν ἀκαμάτως ἐξόν, τί τοῖς κινδύνοις αὐθαιρέτως
ἐμπίπτομεν; δέον συστεφανοῦσθαι τοῖς προαγωνισαμένοις
ἡμῶν πόνων ἄτερ καὶ λόγων μακρῶν, τί ἀδήλοις πράγμασιν
ἐπιρρίπτομεν ἑαυτούς; μὴ κόραις ἀκορέστως ἐχούσαις τῶν
τοῦ ἡλίου ἀμαρυγμάτων ἐπεντρανίσαις αὐτοῖς, μή ποτε τὸ
τῶν ὀφθαλμῶν ἀποβάλῃς φῶς τῇ τῶν ἀκτίνων λαμπρότητι·
διὰ παραπετασμάτων ἢ ἐν ἀέρι αὐτὸ καταλάμβανε, καὶ ἔχεις
μετὰ τῆς ὠφελείας τὴν ἡδονήν. μὴ εἰς πέλαγος ἄπειρον
κυβιστᾶν ἐθελήσῃς· ἀρκέσθητι ποταμοῖς ἢ καὶ λίμναις
εὐπεριγράπτοις τὴν τέχνην τοῦ κολυμβᾶν ἐπιδείξασθαι.
15
Δεῦτε οὖν στῶμεν ἅμα εἰς οἶκον κυρίου, καὶ ᾆσμα
ᾄσωμεν οὐ καινόν—τοῦτο γὰρ παρῳδήσω τῶν τοῦ Δαβίδ· —
παλαιὸν γάρ, εἰ καὶ τῆς νέας διαθήκης καὶ κρείττονος.
πάλαι γὰρ τοῦτο παρὰ Χριστοῦ δεδιδαγμένοι οἱ τὴν κρείττω
σοφίαν μετέωροι τοῖς εὐσεβεῖν ᾑρημένοις παρέθεντο, ἀπαρά-
θραυστον φυλάττειν ἐγκελευσάμενοι. δεξώμεθα τὴν αὐτῶν
προσταγὴν ὡς τῆς ψυχῆς φυλακήν, ἀσπασώμεθα τὰ ἐκείνων
διδάγματα ὡς πρὸς σωτηρίαν συντάγματα, καὶ ᾄσωμεν τοῦτο
δὴ τὸ ᾆσμα ἐπὶ τὸ αὐτὸ συνδραμόντες, εἰς μίαν συμφωνίαν
ἡμᾶς συναγαγόντος τοῦ πνεύματος, τοῦ ἐκπορευομένου μὲν
παρὰ πατρός, ἀναπαυομένου δὲ ἐν υἱῷ ἢ συνόντος υἱῷ,
παρ' αὐτοῦ δὲ καὶ ἀποστελλομένου καὶ διδομένου καὶ ὅσα
τοιαῦτα, καθὼς τὰ τρία οἴδασι καὶ τὸ ἕν, ὧν τοὺς ἀριδη-
λοτέρους τῶν λόγων ἀποκεκρύφασι· καὶ ἀλαλάξωμεν ἅπαντες
ἐν μιᾷ φωνῇ τὸ κοινὸν τοῦτο τῆς ἡμετέρας πίστεως σύμ-
βολον, τὴν καλὴν ἡμῶν παρακαταθήκην τῆς εὐσεβείας, ἣν
ἀκεραίαν φυλάξαιμεν, καὶ δοξάσαιμεν τὴν μίαν θεότητα καὶ
βασιλείαν, ᾗ πρέπει δόξα κράτος τιμὴ καὶ προσκύνησις εἰς
τοὺς αἰῶνας. ἀμήν.
2
t
{Λόγος δεύτερος περὶ τῆς ἐκ πατρὸς τοῦ ἁγίου
πνεύματος ἐκπορεύσεως.}
1
Ἐπειδὴ τὸν πρῶτον λόγον χάριτι τοῦ πνεύματος ὡς
δυνατόν γε συνεστησάμεθα, ἐν ᾧπερ οὐκέτι δέον εἶναι λέγειν
ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον ἁπλαῖς ἐν-
νοίαις παρεστησάμεθα διδασκάλου Χριστοῦ καὶ τῶν πατέρων
ἑπόμενοι, φέρε δὴ καὶ ἀποδείξεσιν αὐτὸ καθάπερ εἰκὸς
πιστωσόμεθα· οὐ γὰρ τοῖς ἁπλοῖς τῶν λόγων καὶ ἀπεριέργοις
ὡς οἶμαι οἱ τῇ προσθήκῃ χαίροντες ἀρκεσθήσονται, ἀλλὰ
καὶ λόγους ζητήσουσιν ἐκ τῆς κάτω σοφίας καὶ πατουμένης
καὶ προτάσεις ἀπαιτήσουσι καὶ τὰ ἑπόμενα συμπεράσματα,
ἐπαγωγάς τε εἰς πίστωσιν καὶ τὰ δι' ἀδυνάτου πρὸς τὰ
προκείμενα καὶ ὅσα ἄλλα τῶν ἐντέχνων παιδευμάτων καὶ
κομψευμάτων, ἃ τὸ καθ' ἡμᾶς μυστήριον ὑπερέβαλεν ἢ
ἀπέβαλε. καὶ οὐ τὸ πρῶτον λέγω τὸ ἐν θεότητι, ἀλλὰ καὶ
τὸ δεύτερον καὶ κάτω τὸ ἐν ἀνθρωπότητι. ἤκουσα καὶ
τῶν Ἑλλήνων τοὺς θεολόγους μὴ πάντα τὰ τῶν θεῶν αὐτῶν
παριστῶντας ταῖς ἀποδείξεσι, καίτοι γε πλάσματα ὄντα τού-
τοις τὰ τῶν θεῶν, ὧν τῆς διανοίας ἀναποχὴ ἡ οὐσία καὶ
οἷς ἡ λήθη φθορά, ἀλλὰ καὶ θέσεις προάγουσιν ἀμέσους καὶ
ἀναποδείκτους καὶ θεσπίζουσιν αὐτὰς ὡς ἀληθεῖς παραδέ-
χεσθαι. ἡμᾶς δὲ τί τὸ εἰς τοσαύτην ἐλάσαν ἀβελτηρίαν—
ὀκνῶ γὰρ λέγειν μανίαν—, ὡς εἰ μὴ καὶ αὐτὸ ὅτι ἔστι
θεὸς ἀποδεικτικὸν ἀποφηναίμεθα, οὐκέτι στερκτὸν λογισαί-
μεθα, δεδοικότες οἷον μὴ λάθοιμεν θεὸν τοῖς λόγοις συνα-
πολέσαντες ἢ τῷ ἀναποδείκτῳ ζημιωθέντες τὴν πρόνοιαν;
ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι, ἁπλοῦν οὕτω φυλάττειν
τὸ κήρυγμα καὶ μὴ ποικίλον ταῖς ἀντιθέσεσιν. ἐπεὶ δ' ὁ
τῆς ἁπλότητος ἐξοστρακίσας πάλαι τὸν ἄνθρωπον, ὑπὸ τῆς
αὐτοῦ διπλόης ἐξαπατήνας καὶ εἰς τὸ τῆς ὕλης καταγαγὼν
πολύτροπον καὶ πολύμορφον, καὶ τὸ τῆς ἡμετέρας πίστεως
εἰς πολυσχιδεῖς τινας ἐννοίας διέτεμε κἀντεῦθεν χρεία λόγων
πολλῶν, εἴ πως τὸ ψεῦδος ἀποκριθείη τοῦ ἀληθοῦς, ἤδη
καὶ ἡμεῖς τῷ πνεύματι τῷ ἁγίῳ θαρρήσαντες τὸν μέγιστον
ἀγῶνα τοῦτον εἰσέδυμεν, ἐκεῖθεν ἐπηλπικότες ῥοπὴν εἰς τὸ
λαλῆσαι μετὰ τοῦ πνεύματος τὰ τοῦ πνεύματος, ὅθεν ἅπαν
καταβαίνει δώρημα τέλειον.
2
Τί γοῦν καινόν, εἰ καὶ ὁ τῆς ὄνου πρότερον ἀνοίξας τὸ
στόμα, ἵνα προφητεία λεχθείη περὶ Χριστοῦ, καὶ νῦν τοῦ
ἡμετέρου νοὸς ἀποβαλεῖ τὴν ἀχλὺν καὶ τὴν ἐπιπροσθοῦσαν
τῷ τῆς ψυχῆς ἡλίῳ σκοτόμαιναν διασκεδάσει ὡς ὅτι γε
πορρωτάτω, ἵν' ἐν φωτὶ κατίδωμεν φῶς, ἐν πνεύματι τὰ
τοῦ πνεύματος; λάλει μοι δὴ πρῶτον αὐτὸς τὰ σαυτοῦ,
ταῖς σαῖς ἐπίπληξόν με βολαῖς· τὴν ἀσπίδα γὰρ ἤδη τῆς
ἀληθείας προβέβλημαι· καὶ δέξομαί σου πρότερον τὰς βολάς,
εἶτά σε ταῖς ἐμαῖς ἀντιπλήξαιμι καὶ ἀποπειράσομαι τῆς
δυνάμεως.
3
Ἓν μὲν δὴ τοῦτο καὶ μάλα τούτοις ἰσχυρὸν ἀνα-
φαίνεται, ὅπερ ἐν τοῖς εὐαγγελίοις εἶπε Χριστός· ‘ὅταν
δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ
πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπο-
ρεύεται’. τοῦτο δὴ οἷάπερ διφυὲς βέλος κατὰ τῶν ἀντι-
λεγόντων ἐκπέμπουσιν, ἔκ τε τοῦ πέμψω καὶ ἐκ τῆς ἀληθείας
τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ υἱοῦ ἐκπορευόμενον ἀπο-
δεικνύναι πειρώμενοι. ‘εἰ γὰρ τὸ πνεῦμα’, φασί, ‘πέμπεται
παρὰ τοῦ πατρός, πέμπεται δὲ καὶ παρὰ τοῦ υἱοῦ ταυτο-
τρόπως, ἐκπορεύεται διὰ ταῦτα δὴ καὶ ἐκ τοῦ υἱοῦ’· κἂν
γὰρ οὗτος τοῖς διαλεκτικοῖς πολλὴν αὐχῶν τὴν ἰσχύν* ὡς
τοῖς αὐτοῖς πάντως ἕπεται τὰ αὐτὰ ὥσπερ τῷ ἐναντίῳ τὸ
ἐναντίον καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. καὶ μὴν οὔτε τοῦτο
ἐπὶ πάντων ἠλήθευκεν οὔτ' ἐκεῖνο τὸ ἀκλόνητον ἔσχηκεν.
εἰ γὰρ ὕπνῳ ἐγρήγορσις ἠναντίωται, ἕπεται δὲ ταύτῃ τὸ
ζῆν, τὸ θανεῖν τῷ ὕπνῳ ἐφέψεται, καὶ εἰ τῷ καθημένῳ
ἐμψύχῳ εἶναι, τῷ ἱσταμένῳ ἀψύχῳ εἶναι. ἀλλ' οὔτε τοῖς
αὐτοῖς ἕπεται τὰ αὐτά, εἰ ἐφ' ἑτέροις ἀτόμοις ταῦτά γε
τεθεώρηνται. τῷ γὰρ πλουτεῖν ἕπεται μὲν ἔν τινι εὐδοξία,
ἐν ἄλλῳ δὲ ἀδοξία, καὶ τῷ μὲν πλεύσαντι ὤνησεν, ἑτέρῳ
δὲ ἕψεται τὸ ναυάγιον. καὶ οὐκ ἄν τις ἄλλως ἔχειν ἀπισ-
χυρίσαιτο. ταῦτα μὲν εἰρήσθω πρὸς τοὺς διαλεκτικοὺς κα-
νόνας καὶ τὰ τεχνάσματα. εἰ δὲ προστίθης τῇ πέμψει τὸ
φύσει—ἀκούω γὰρ καί τινων ὑμῶν τὸ τοιοῦτον λεγόν-
των—κἀντεῦθεν ὁ δεινὸς καὶ ἄμαχος συμπλέκεταί σοι
συλλογισμός, ὡς ἡ φύσει πέμψις ἐκπόρευσις, σοφιστεύεις
πάλιν καὶ οὐ συλλογίζῃ μοι τὴν ἀλήθειαν. ἔστι δὲ ὡς
οἶμαι παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ὁ παραλογισμὸς οὗτος·
δέον γὰρ δι' ἄλλου δεῖξαι τὴν φύσει πέμψιν ἐκπόρευσιν, ὡς
ὁμολογουμένην εἴληφας πρότασιν. ἀλλ' οὐκ ἔστιν ἡ φύσει
πέμψις ἐκπόρευσις ὥσπερ οὐδ' ἡ ἐκπόρευσις πέμψις· ἄλλο
γὰρ πέμψις καὶ ἄλλο ἐκπόρευσις. τοῦτο δὲ σαφῶς ὁ Χρι-
στὸς ἑρμηνεύει σοι· τὸ μὲν γὰρ οἰκεῖον πέμψιν ὠνόμακε,
τὸ δὲ πατρικὸν ἐκπόρευσιν. εἰ γὰρ μὴ ἄλλο καὶ ἄλλο, πῶς
οὐκ ἐκεῖ τὴν πέμψιν προέφερεν ἢ ἐν αὐτῷ τὴν ἐκπόρευσιν;
ἐν γὰρ μιᾷ περικοπῇ τὰ ἀμφότερα.
4
Ἐγὼ δὲ καὶ τὸν 〈χρόνον〉 ἐνσημηνάμενος, πολλὴν ἐν
τούτοις εὑρίσκω διαφοράν. τὸ γὰρ πέμψω μέλλοντος χρόνου
καθέστηκεν, ἐνεστῶτος δέ γε τὸ ἐκπορεύεται. καὶ μὴν εἰ
ταὐτὸν, ἄλλως ὤφειλε λέξαι ταυτί. ὁ γὰρ πέμψων παρῆν
καὶ προσωμίλει, καὶ οὐχ ἕτερος ἦν ὁ μέλλων τοῦτο ἐργάσα-
σθαι· μία γὰρ μετὰ τὴν ἕνωσιν ἡ ὑπόστασις. καὶ εἰ αἰωνι-
κῶς πέμπει τὸ πνεῦμα εἴτουν ἐκπορεύει, ἐξεπόρευε καὶ τότε
αὐτὸ καὶ τὸν λόγον οὕτω προήγαγε, καθὼς καὶ περὶ τοῦ
πατρὸς τῷ παρατεταμένῳ τοῦ χρόνου παρεσημήνατο. ἆρ'
οὖν συνίης τῶν λεγομένων μοι; πέμψειν φησὶ τὸ πνεῦμα
ὁ κύριος, τοῦτο δὲ λέγει παρὰ τοῦ πατρὸς ἐκπορεύεσθαι.
οὐδὲν οὖν τὸ ταὐτὸν τῆς ἐκπορεύσεως καὶ τῆς πέμψεως
ὥσπερ ἀμέλει οὐδὲ τῶν χρόνων, οἷς τὰ τῶν ῥημάτων κεχα-
ρακτήρισται. τί δὲ μὴ καὶ σύνδεσμος συνάπτει τὰ ὀνόματα
εἴτε ῥήματα, εἰ παντάπασιν ἐταυτίζοντο;
5
Οἶμαι δέ σε ζητεῖν αὐτῶν τὸ διάφορον. τοῦτο μόνον μοι
λάμβανε πίστιν, καὶ τὸν λόγον οἶδε θεὸς ὃς ἐκπορεύει καὶ
ὃς πέμπει καὶ ὃς ἐκπορεύεται τε καὶ πέμπεται. γενοῦ μοι
πρῶτον καὶ σὺ θεός, καὶ τότε γνωρίσεις τὰ τοῦ θεοῦ ἀκρι-
βῶς· ἡ γὰρ φύσις ἑαυτὴν ἐπιγνώσεται. εἰ δὲ τοῦτο ἀδυνα-
τεῖς, πῶς καὶ ὁ τῶν κάτω μὴ καλῶς εἰδὼς τὰ διάφορα ἐπὶ
τῆς ἀγνώστου καὶ ἀνεκλαλήτου παντάπασι φύσεως λεπτο-
λογεῖς τὰ νοήματα;
6
‘Ἀλλὰ τὸ τῆς ἀληθείας πνεῦμα υἱοῦ· εἰ δὲ υἱοῦ φησιν,
ἐξ υἱοῦ· πνεῦμα γὰρ τοῦ πατρός, ἐπείπερ καὶ ἐκ πατρός.’
ἐγὼ δέ σοι ἀντιστρέψας τὸν λόγον ἐρῶ· ὅτι μὲν ἐκ τοῦ
πατρός, τοῦ πατρός, ὅτι δὲ τοῦ υἱοῦ, οὐκ ἐκ τοῦ υἱοῦ. εἰ
γὰρ ἐκ τοῦ υἱοῦ, τοῦ υἱοῦ, οὐ μὴν εἰ τοῦ υἱοῦ, ἐκ τοῦ
υἱοῦ. οὐ γὰρ ὅτι τοῦδε, καὶ ἐκ τοῦδε ἀνάγκη, ὃ δὲ ἐκ
τούτου, καὶ τούτου πάντως ἐξ οὗ γε εἶναι καὶ λέγεται. εἰ
δὲ καὶ αὖθις τοὺς λόγους μοι ἀπαιτεῖς τῆς πέμψεώς τε καὶ
τοῦ λέγεσθαι τοῦ υἱοῦ, ἔγωγε μὲν ἀπορῶ, ἐπεὶ μὴ φύσει
θεός, τάχα δὲ οὐδὲ τῇ χάριτι γέγονα· εἰ δὲ καὶ τοῦτο ὁ
ἐνανθρωπίσας εὐδόκησε, τὸ πρῶτον δὲ ὡς ἀδύνατον. πῶς
γοῦν σοι τοὺς λόγους διασαφήσω; πῶς ἐφερμηνεύσω σοι τὰ
ἀπόρρητα; μικρᾷ κοτύλῃ τὸ Ἀτλαντικὸν ἐξαντλῆσαι προσ-
τάττεις μοι πέλαγος ἢ μέτρῳ περιλαβεῖν τὴν ἄπειρον θάλασ-
σαν ἢ ἀριθμῷ ψάμμον ἢ χῦμα ἄστρων τῶν ἀπλανῶν.
ῥᾴω δὲ ταῦτα οἶμαι πολὺ ἢ τὰ περὶ θεοῦ ἐξειπεῖν, ἃ μὴ
τοῖς ἀνθρώποις αὐτὸς ἐξεκάλυψεν ἢ διετράνωσεν. ἔνια καὶ
γὰρ οὐδὲ παντελῶς ἐξεγύμνωσεν, ἀλλὰ μικρὰς μὲν ἐμφάσεις
δέδωκεν, αὐτὰ δὲ τὰ πράγματα ὅπως ἔχουσιν οὐ παρέστησεν.
οὐδὲ γὰρ εἶχεν ἡ φύσις χωρεῖν· οἷς γὰρ οἶδεν ἀρκεῖν τῆς
μεταδόσεως οὐκ ἐφθόνησεν· ἀμέθεκτον γὰρ φθόνου τὸ θεῖον.
εἰ γοῦν ἡμεῖς σπουδάσαιμεν ἐπιγνῶναι ἃ μὴ ἐξὸν ἐπιγνῶναι,
καὶ ὧν ἐξὸν ἐν γνώσει εἶναι δικαίως πάθοιμεν στέρησιν,
τῷ λιχνοτέρῳ τῆς κινήσεως τὴν ἐνοῦσαν διαφθείραντες
δύναμιν.
7
Ἀλλ' ὁ λόγος μοι ἐχέσθω τοῦ δρόμου, εἰ καὶ μικρὸν τῆς
προκειμένης ἐξένευσεν. οὐ πέμψις ταὐτὸν καὶ ἐκπόρευσις,
καὶ πολλοῖς ὡς ὑπείληφα ἀποδέδεικται· οὐκ ἄρα δὴ τὸ
πνεῦμα διὰ τὴν πέμψιν ἐκ τοῦ υἱοῦ, κατὰ ταὐτὰ δὴ καὶ
οὐκ ἐξ αὐτοῦ διὰ τὸ εἶναι αὐτοῦ. ὅπως δὲ αὐτοῦ καὶ πέμ-
πεται παρ' αὐτοῦ, τοῦ πνεύματος χορηγοῦντος τὴν ἰσχὺν
παρακατιόντες διασαφήσομεν. τοῦτο δὴ τὸ πρῶτον βέλος
αὐτῶν βέλος ἡμῖν νηπίων λελόγισται· ἀποχρώντως γὰρ ᾠ-
κονόμηται τὸ μὴ τὴν πέμψιν ἐκπόρευσιν διὰ ταῦτα δεῖν
δογματίζειν τοῖς τρέχειν προῃρημένοις τὸν τῆς εὐσεβείας
δρόμον ἀπρόσκοπα, ὅπου ζωὴ τὸ κατάντημα καθὼς ἡ παρέκ-
κλισις ὡς ἄν τις εἴπῃ ὁ ἀθάνατος θάνατος. ἁρμόζουσι δὲ
τὰ προλελεγμένα καὶ πάσαις ῥήσεσιν, αἳ τὸ πνεῦμα τοῦ υἱοῦ
εἶναι φάσκουσι, καὶ τοῖς τοῦ ἀποστόλου Παύλου πνεῦμα
Χριστοῦ καὶ πνεῦμα υἱοῦ καὶ πνεῦμα σοφίας καὶ ὅσα ἄλλα
τοιαῦτα, ἃ μεταφέρειν οἴδασιν εἰς Χριστὸν τὰς ἄλλας
ἀφέντες ἐννοίας οἱ δογματίζοντες ἐκ τοῦ υἱοῦ τὴν ἐκπό-
ρευσιν. ἃς γὰρ ἐν ταῖς προειρημέναις ἀντιθέσεσι λύσεις
ἀνθυπεφέρομεν, ταύτας κἀν τούτοις ὑποίσομεν.
8
Πάλιν δ' ἑτέρωθεν τὸ ‘ἐκ τοῦ ἐμοῦ λήψεται’ ἐπιχειρεῖ
με βάλλειν ὡς ἀνιάτρευτα. ἐγὼ δ' οὐ μόνον πρὸς τὴν
θεραπείαν χρονίσαιμι, ἀλλ' οὐδὲ τὴν τρῶσιν ὅλως εἰσδέξομαι.
λαμβάνειν μὲν ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα, τίς ἀμφιβαλεῖ τῶν
πιστῶν; ἀλλὰ λαμβάνειν τὴν ἔκφανσιν, τὴν δόσιν, τὴν χορη-
γίαν. ἐρῶ τι καὶ τῶν σῶν· τὸ πάντα ἔχειν ὅσα δὴ ὁ υἱός,
τὸ ταὐτὸν τῆς οὐσίας τῆς δυνάμεως τῆς ἐνεργείας καὶ τῶν
ἰδιοτήτων ἄνευ ἁπάντων ἁπλῶς λαμβάνει μὲν καὶ ἐκ τοῦ
πατρός, ἀλλὰ τὸ εἶναι αὐτὸ καὶ τὴν ὕπαρξιν· οὐ ταῦτα δὲ
μόνον, ἀλλά γε δὴ καὶ ὅσα προσλαμβάνει ἐκ τοῦ υἱοῦ. ἐμὲ
δὲ πλεῖστα θράττει τὸ μὴ ‘ἐξ ἐμοῦ λήψεται’ ἀλλ' ‘ἐκ τοῦ
ἐμοῦ’ εἰρῆσθαι παρὰ Χριστοῦ. οὐ γὰρ ταὐτὰ καὶ ἄμφω
οὐδ' εἰς τὴν αὐτὴν ἀνάγοντα ἔννοιαν ἀνάρθρως καὶ ἐνάρ-
θρως φερόμενα. βούλει σοι ἐξειπεῖν τὸ παρ' ἐμοῦ ἐν τῷ
τοιούτῳ διανοούμενον; ‘ἐκ τοῦ ἐμοῦ λήψεται’ εἴρηκεν, τὸν
τῆς οἰκονομίας λόγον δεδηλώκαμεν. αὐτὸς γὰρ κατῆλθεν
εἰς γῆν, αὐτὸς διὰ πείρας τὴν ἀνθρωπίνην ἔσχηκεν εἴτε
φύσιν εἴτε γνῶσιν εἴτε βελτίωσιν. καὶ ὥσπερ αὐτός φησιν
‘ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει’, οὐχ
ὡς ἐλαττούμενος τοῦ πατρὸς διὰ τὴν ἐρώτησιν, καὶ ‘ἅπερ
ὑμῖν λαλῶ οὐκ ἐξ ἑαυτοῦ λαλῶ, ἀλλ' ὅσα ἤκουσα ἐκ τοῦ
πατρός μου ἐκεῖνα λαλῶ’, οὕτω δή φησιν οὗτος καὶ ‘τὸ
πνεῦμα, ὅπερ ἐλεύσεται ὑμῖν, ἐκ τοῦ ἐμοῦ λήψεται’, εἴτουν
λόγου τρόπου διδασκαλίας καὶ πάντων ὧν προτέθεικα εἰς
ἀνθρώπων ὄνησιν, οὐχ ὡς ἄρτι λαμβάνον ὅτε τὸ λήψεται
ἔσχεν ἐνέργειαν, ἀλλ' ὡς πρὸ αἰώνων ἀφωρισμένου μυστη-
ρίου ἐκτερματοῦν τὴν τελείωσιν, τάξει θείᾳ τούτου ἐκδηλου-
μένου καὶ ἀποβαίνοντος εἰς ἐνέργειαν· οὐχ ὡς ἀντιλέγον
γὰρ ἥξει, ἀλλ' ὡς συνᾷδον τοῖς δεδιδαγμένοις πρὸς τὴν
ἀλήθειαν. οὕτως ἐκ τοῦ αὐτοῦ λαμβάνει τὸ πνεῦμα καὶ
ἀναγγέλλει, οὕτως ἐκφαίνεται, οὕτως πρόεισι. ταῦτα δύνανται
αἱ φωναί, οὐ πρὸς τὴν ἐκπόρευσιν ἀναγόμεναί τε καὶ ταὐτι-
ζόμεναι, ἀλλ' ἑτεροῖον σημαίνουσαι καὶ τρόπον ἄλλον παρι-
στῶσαί τινος ἰδιότητος καὶ σχέσιν καινοτέραν τῶν ἐφ' ἡμῖν,
ἣν πρὸς τὸ πνεῦμα ἔσχηκεν ὁ υἱὸς καὶ τοῦτο δὴ πρὸς αὐτόν,
παράκλητος πρὸς παράκλητον, ἀκτὶς πρὸς ἀκτῖνα, τὸ ἐκ τοῦ
πρώτου πατρὸς ἀπαύγασμα πρὸς τὸ ἐκ τοῦ πρώτου κατὰ
πάντα ἶσον ἀπαύγασμα. ταῦτα δυὰς ἀμερὴς ἐξ ἀμεροῦς
ἑνὸς τοῦ πατρὸς οὐσιούμενα, τὸ μὲν γεννητῶς, τὸ δ'
ἐκπορευτῶς.
9
Εἰ οἶδας τὸν τρόπον τῆς ἑτερότητος, ἣν ἔσχεν ἐκπό-
ρευσις πρὸς τὴν γέννησιν, γνώσῃ καὶ τὸν τρόπον τῆς τοῦ
πνεύματος ἐκφάνσεως δι' υἱοῦ ἢ ἐξ υἱοῦ· οὐδὲν γὰρ ἐν
τούτοις πρὸς τὰς προθέσεις ζυγομαχήσομεν. ἀλλ' ἄρρητος
ἐκεῖνος καὶ ἀνερμήνευτος καὶ οὕτως κατὰ ταὐτὸ παντάπασιν
ἄδηλος. ἑρμήνευσόν μοι τὸ πρῶτον σύ, κἀγώ σοι διασα-
φήσω τὸ δεύτερον. εἰ δὲ ναρκᾷ σου ὁ νοῦς πρὸς σαφή-
νειαν, τί βιάζεις ἐμὲ δόξαις ἀλλοκότοις συντίθεσθαι; ἆρα
πάντα ἡμῖν ἡρμήνευται τὰ τοῦ θεοῦ παρά τε Χριστοῦ καὶ
παρὰ τῶν αὐτοῦ μαθητῶν καὶ παρὰ τῶν ἀρίστων ἐν θεο-
λογίᾳ ἀνδρῶν, ἢ καί τι παρυποκέκρυπται καὶ ἀδιάγνωστον
ἔμεινεν, ὡς ὑπερβαῖνον νοῦν τὸν ἀνθρώπινον; οἶμαι, οὐκ
ἂν οὐχ οὕτως ἔχειν ἐρεῖς. σιώπα γοῦν καὶ αὐτὸς ἐν οἷς
οἱ κρείττους σεσιωπήκασι, κήρυττε δὲ λαμπρᾷ τῇ φωνῇ τὰ
τούτοις διαπρυσίῳ κεκηρυγμένα βοῇ· δέον γὰρ εὐσεβεῖν
ἡμᾶς ἀληθέστατα χρωμένους ταῖς κειμέναις τῶν λέξεων.
10
Τίς ἀνάγκη παραποιεῖν αὐτὰς βλαβερῶς καί, ὡς ἂν
φανῶμεν σοφώτεροι καὶ πρὸς θεολογίαν ἐπήβολοι, λανθάνειν
ἡμᾶς ἑαυτοὺς εἰς ἄγνοιαν ἀπωλείας ἐμπίπτοντας, τὸ πάντων
ἐλεεινότατον; ὁ οὐρανὸς ἡμῖν εἰς σκέψιν ἐμφαίνεται, ἔκκειται
δὲ γῆ, ὕδωρ, ἀήρ, πῦρ. φαντάσθητι πρῶτον τὰ ἐν οὐρανῷ
κάλλη, γνῶθι τὰς κινήσεις τῶν ἀστέρων τῶν πλανωμένων
καὶ ἀπλανῶν· σοφίαν ἐκ τούτων γνωρίσεις θεοῦ. εἶθ'
οὕτως περὶ τῶν κάτω μοι φιλοσόφησον, ἐξέτασον τὴν ποι-
κιλίαν τῆς φύσεως· πάντα μαθήσῃ εἶναι θεοῦ. καὶ τούτων
οὐκ ἐντελεῖς τὰς αἰτίας ἢ τὰς ἀρχὰς ἢ στοιχεῖα εὑρήσεις
εἰς τὴν κατάληψιν, τίς τε ἡ ὕλη, τί τὸ εἶδος, καὶ εἰ
συνεστήκασιν καθ' αὑτὰ καὶ ὅπως ἄμφω συνδεδραμήκασιν,
τὸν σκοπὸν δὲ ὁλοσχερῶς νοήσεις τῆς φύσεως, εἰ τοῖς δια-
φόροις πᾶσι διάφορος εἴδεσιν ἢ τοῖς ὁμοίοις ὅμοιος ἢ ἐνίοτε
μὲν ὁμοίοις διάφορος, διαφορουμένοις δ' ἐνίοτε ὅμοιος·
τίνες οἱ τῶν σπερμάτων λόγοι οἱ ἀδηλότατοι, ἐν δὲ τῇ
ἐκφύσει ἀριδηλότατοι· τίς ὁ σκοπὸς τῷ δημιουργῷ τῆς γενέ-
σεως καὶ τῆς φθορᾶς, εἴπερ πᾶν τὸ γενόμενον φθείρεται,
καὶ οὐκ ἐν ἀνθρώποις λέγω διὰ τῆν πτῶσιν, ἐπεί γέ πως
καὶ παραμένει καὶ διασώζεται, ἀλλὰ καὶ ἐν ἄλλοις ζώοις διὰ
τὴν σύμπτωσιν.
11
Ταῦτα φιλοσοφητέον ἡμῖν καὶ περὶ τοιούτων τὰς σκέψεις
ποιητέον ὡς ἀκριβεῖς, τῶν δὲ τῆς θεολογίας ῥημάτων ὡς
ἔσχον ἐξ ἀρχῆς…
αὐτοὺ…
The complete text is available when the reading interface loads.